μηνὶ Φεβρουαρίῳ κ´.
βίος καὶ πολιτεία τοῦ ὁσίου πατρὸς ἡμῶν Λέοντος ἐπισκόπου Κατάνης.
[p. 12]
1. τὰ κατὰ τὸν ἀξιάγαστον Λέοντα, τὸν περιβόητον πρόεδρον τῆς Καταναίων περιφανοῦς
μητροπόλεως, ἀνατάξασθαι τὰ νῦν προτραπεὶς δεῖν εἶναι ᾠήθην πρότερον περὶ τῆς αὐτῆς
πόλεως καὶ τῶν ἐν αὐτῇ καθ᾿ ἱστορίας τρόπον τῷ λόγῳ διαλαβεῖν· γένοιτο γὰρ ἂν οὕτως
οὐκ ἄχαρις ἡ διήγησις οὐδὲ τῆς προσηκούσης ἐκπίπτουσα τάξεως, εἰ πρὸς αὐτὰ τὴν γλῶτταν
πρῶτον ἀφήσομεν, ἀξιάκουστά τινα δήπου τυγχάνοντα καὶ ἀξιοθαύμαστα· ἃ καὶ ὡς εἰκὸς
ἀκουόμενα καὶ λαλούμενα τοῖς εἰδόσι μὲν ἔσται πάντως ἀνάμνησις, τοῖς ἀγνοοῦσι δὲ
μάθησις, καὶ ἀμφοτέροις ὠφελείας οἶμαι πρόξενα καὶ ἀποδοχῆς ἄξια. ἔχει δὲ τὰ τῆς
ὑποθέσεως οὕτως.
2. ἐν ὁρίοις Πανόρμου κατὰ τὴν περιώνυμον Σικελίαν νῆσον πόλις τίς ἐστιν ἐπίσημος,
προσαγορευομένη Κατάνη, ἐν ᾗ καὶ ἡ ἀγαθώνυμος παρθενόμαρτυς Ἀγάθη τὸν τῆς ἀθανασίας
διήθλησεν ἀγῶνα· καθ᾿ ἣν καὶ τὸ Αἰτναῖον ἐξυπὲρ κεφαλῆς ὄρους λίαν ὑπερανεστηκότος
εἰς θαῦμα θρυλούμενον ἔτι καὶ νῦν καταρρεῖ πῦρ· ὅπερ εἰς ἔνδειξιν, οἶμαι, μᾶλλον
δὲ βεβαίωσιν ἐναργῆ καὶ ἔλεγχον τῶν τολμώντων διαπιστεῖν τῇ γεέννῃ παρὰ τῆς πάντα
συμφερόντως διεπούσης προνοίας ἀναβράσσεσθαι διῳκονομήθη. τοῦτο καί τινες τῶν ἑλληνικῇ
δεισιδαιμονίᾳ δεινῶς κεκρατημένων Ἡφαίστου κρατῆρας κατονομάσαι διέγνωσαν· καὶ γὰρ
ἐν βρυγμῷ φρικώδει καὶ καταπλήκτῳ λίαν, ἔστιν ὅτε καὶ ἐν οἷς ἀναβρασσόμενον ἐξαισίως
καὶ ὑπερχεόμενον περὶ αὐτοὺς τοὺς τοῦ ὄρους πρόποδας καταφέρεται, τῷ ῥοίζῳ τῆς
ἀκατασχέτου ῥύμης τὰ συμπαρακείμενα πάντα καταφλέγον ἑκατέρωθεν μέρη καὶ αὐτήν,
ὡς εἰπεῖν, τὴν πόλιν ἀπειλοῦν ἄρδην ἀποτεφροῦν καὶ ἐξαφανίζειν.
3. ἔνθα λέγεται καί τινα τῶν ἐπὶ φιλοσοφίᾳ πάλαι βεβοημένων ἑλληνικῇ δειναῖς ἐξαπάταις
δαιμονίων ἐξηνδραποδισμένον, Ἐμπεδοκλέα τοὔνομα, ἀποθεωθῆναι θελήσαντα καὶ δόξης
ἰσοθέου ἐπιθυμήσαντα κατ᾿ αὐτὸ τὸ στόμιον ἑαυτὸν λεληθότως ἐξακοντίσαι, ὥστε τῷ
ἀφανεῖ τοῦ τολμήματος δεῖξαι παρά τισιν ἐκ γῆς ἀνειλῆφθαι καὶ τοῖς λεγομένοις δῆθεν
θεοῖς ἐξομοιωθῆναι. ἀλλ᾿ ἡ θεία δίκη λαθεῖν οὐκ εἴασε τοῦ κενοῦ φιλοσόφου τὸ μάταιον
σόφισμα· ἐκεῖνος μὲν γὰρ ἀξίαν τῆς ἑαυτοῦ ματαιόφρονος γνώμης ταύτην ποινὴν εἰσπράττεται
[p. 13] τῷ παμφάγῳ πυρὶ καταναλωθείς, ὥσπερ ἦν ἄξιος, καὶ πρὸς πῦρ παραπεμφθεὶς
ἀτελεύτητον, ὁ δὲ τούτου σάνδαλος ὑπὸ τῆς ῥύμης τοῦ πυρὸς ἐξεβράσθη παραχρῆμα καὶ
πρὸς τὰ ἔξω ἀπερρίφη πρὸς ἔλεγχον ἀναμφίλεκτον τοῦ διὰ κενῆς ψευδώνυμον ἰσοθεΐαν
νοσήσαντος καὶ δυστυχῶς ἀδοξήσαντος· οἱ δέ γε τῷ μύθῳ διδόντες ἄδειαν, ἐκ γῆς γεγεννῆσθαι
καὶ ἀναδίδοσθαι γένος γιγάντων ἀναπλάττοντες καὶ τὸ συμμυθολογεῖν καὶ συμπαραληρεῖν
ἔδοξαν, γίγαντά τινα παλαμναῖον μυθολογοῦντες τῶν παρ᾿ αὐτοῖς νομιζομένων θεῶν ἀντίθεον
γεγενημένον ἐναπορριφῆναι πάλαι τῷ τοιούτῳ τῆς Αἴτνης πυρὶ πρὸς τιμωρητικὴν ἄμυναν,
κἀκείνου τὸν βρυγμὸν εἶναι καὶ τὸν ἐκεῖθεν ἐκπεμπόμενον πατάγῳ παραπλήσιον ἀναβρασμὸν
βίαιον.
4. ἀλλὰ ταῦτα μὲν μῦθοι κακοδαιμόνων, δεινῶν ἀναπλάσματα καὶ μυθήματα· ὧνπερ ἐπὶ
τοῦ παρόντος ἐπὶ τοσοῦτον ἐμνήσθημεν, ὅσον καταγνῶναι τῆς ἐκείνου ψευδολατρείας,
ὑπ᾿ ἀλλήλων πολεμουμένης καὶ καταβαλλομένης καὶ ῥᾳδίως ἀνατρεπομένης ἑκάστοτε·
ἡμῖν δὲ τοῖς τῆς ἀληθοῦς θεογνωσίας μυσταγωγοῖς καὶ μύσταις τὰ ἐκ τῆς ἀληθινῆς σοφίας
ἀρκέσει πρὸς σωτηρίαν διδάγματα, δι᾿ ὧν ὁ κατὰ θεὸν κτιζόμενος καὶ καινοποιούμενος
ἐν Χριστῷ καταρτίζεται ἄνθρωπος· περὶ οὗ προϊὼν ὁ λόγος δηλώσει σαφέστατα, εἰς μέσον
πᾶσι προτιθείς, ὡς μέγιστον ἀρχέτυπον εὐσεβείας καὶ ἀληθείας στήλην λαμπρὰν καὶ
ἀθάνατον, τὸν ἀξιέραστον βίον καὶ τρόπον τοῦ ἀξιαγάστου θεοῦ θεράποντος Λέοντος,
τοῦ ὡς ἀληθῶς κατὰ τὴν θείαν γραφὴν δικαίου πεφηνότος καὶ πεποιθότος ὡς λέοντος.
οὗτος γὰρ ὁ θεοφόρος τῷ ὄντι ποιμὴν καὶ θεοπρόβλητος τῆς ἐκκλησίας λαμπτήρ, ὁ τῆς
ἀληθινῆς σοφίας ἐραστὴς καὶ τῆς δικαιοσύνης δόκιμος διαιτητής, ὁ τῶν θεολέκτων προσταγμάτων
ἀκριβὴς ἐκπληρωτὴς καὶ τῶν ὀρθῶν δογμάτων ἀσφαλὴς ἐκζητητής, ὁ μιμητὴς τῶν ἀποστόλων
καὶ τῶν πατρικῶν παραδόσεων ζηλωτής, ὁ τῶν πενήτων προνοητὴς καὶ τῶν ποικίλων χαρισμάτων
ταμίας καὶ τῶν μεγίστων τεραστίων ἐργάτης, ὁ τῆς ἐπουρανίου πόλεως πολίτης καὶ τῶν
ἁγίων ἁπάντων συμπολίτης οὗτος τὸ μὲν σωματικὸν γένος ἐκ τῆς τῶν Ῥαβεννησίων περιωνύμου
μητροπόλεως κατάγων πιστεύεται, εὐγενῶν γονέων γόνος ἐκφὺς εὐγενέστερος, τὸ δὲ πνευματικὸν
καὶ ὃ πάντες οἱ τοῦ Χριστοῦ δι᾿ ἐναρέτου πολιτείας ἑαυτοῖς ἐπεγράψαντο ἐκ τῆς ἄνωθεν
συγγενείας διὰ τῆς πνευματικῆς ἀναγεννήσεως καὶ τοῦ κατ᾿ ἀρετὴν βίου εἰσπεποιημένον
αὐτῷ ἀνόθευτον καὶ ἀπαραποίητον πρὸς τὴν ἀγγελικὴν ἀπηκριβωμένον κατὰ τὸ δυνατὸν
ὁμοιότητα· ὃς δι᾿ ὑπερβαλλούσης ἀρετῆς τελείαν ἀκρότητα καὶ βίου περιδόξου θαυμασίαν
ἀκρίβειαν, δι᾿ ὧν τὸ πρακτικὸν εἶδος τῷ θεωρητικῷ θαυμασίως οἶδε συμπλέκεσθαι, πρῶτα
μὲν ὑπὸ πάντων τῶν τῆς ἐκκλησίας λογάδων ἐκλεγείς, ἄξιος ἐκρίθη τῶν ἐκκλησιαστικῶν
πραγμάτων τὴν φροντίδα καὶ διοίκησιν ἀναδέξασθαι, φημὶ δὴ τῶν κατὰ τὴν οἰκείαν
[p. 14] πατρίδα, πιστὸς καὶ φρόνιμος ὡς ἀληθῶς οἰκονόμος καὶ ὢν καὶ δεικνύμενος,
τούς τε λόγους αὐτοῦ οἰκονομεῖν ἐν κρίσει καλῶς εἰδὼς καὶ πᾶσιν ἐπίσης τοῖς συνδούλοις
διακονῶν καὶ διανέμων τὸ δεσποτικὸν σιτομέτριον.
5. ἔπειτα δὲ διὰ πάντων τῶν ἱερῶν βαθμῶν ἐννόμως καὶ κανονικῶς κατὰ τὸν ἄνωθεν ἐκκλησιαστικὸν
τύπον καὶ τὴν τῶν πατέρων παράδοσιν ἀκολούθως ἐπαναχθεὶς θείᾳ ψήφῳ μᾶλλον ἢ ἀνθρωπίνῃ
ποιμὴν καὶ πρόεδρος τῆς Καταναίων περιφανοῦς μητροπόλεως ἀναδείκνυται· ἐπειδὴ γὰρ
συνέβη Σαβῖνον, τὸν πρὸ αὐτοῦ τὸν ἐπισκοπικὸν διιθύνοντα θρόνον, τὸν παρόντα βίον
ὑπεξελθεῖν, ἅπαν ὡς εἰπεῖν τὸ πλήρωμα τῆσδε τῆς ἐκκλησίας, ὑφ᾿ ἑνὶ συνθήματι συναθροισθὲν
ἐπὶ τὸ αὐτό, τὸν ἄξιον τῆς ἀρχιερωσύνης ἐπεζήτει, ἐπιμελῶς καὶ μεμεριμνημένως πάνυ
διασκοπούμενον, ὥστε τὸν κρείττονα τῶν πολλῶν ἢ καὶ πάντων ἀντ᾿ αὐτοῦ προστήσασθαι
καὶ μηδαμῶς τὰ δεύτερα τῆς ἐκείνου κατ᾿ ἀρετὴν ὁσιότητος φέροντα. ταῦτα δὴ καλῶς
βουλευσάμενοι τοῦ κατ᾿ ἐλπίδα σκοποῦ οὐ διήμαρτον· θεία γάρ τις, ὡς εἰπεῖν, ῥοπὴ
καὶ νεῦσις οὐράνιος τὴν ἑκάστου καρδίαν ἀθρόον κεκίνηκεν, ὥστε σύμφωνον πάντας ὁμοῦ
καὶ ὁμόψηφον τὴν τοῦ μακαρίτου τοῦδε ἐκλογὴν καὶ προβολὴν ποιήσασθαι.
6. οὕτω τοίνυν θεοῦ συνεργείᾳ καὶ βουλῇ κρείττονι τοὺς τῆς ἐκκλησιαστικῆς ὁλκάδος
οἴακας ὁ καλὸς κυβερνήτης ἐπειλημμένος ἔδειξεν εὐθὺς ἐξ αὐτῆς τῆς βασιλίδος [λεγε·
βαλβίδος?] καὶ τὸ τῆς ποιμαντικῆς ἐμπειρίας ἐπιστημονικώτατον καὶ τὸ τῆς ψυχικῆς
ἐλευθερίας ἀξιολογώτατον· δι᾿ ὧν ποικίλοις τρόποις ἐμμελοῦς καλοκἀγαθίας σπουδαίως
ἐπαγρυπνῶν ἀνεπιβούλευτον τὸ ποίμνιον διατηρεῖν ἐπετήδευεν, ὥστε καὶ τῶν φανερῶς
πολεμεῖν ἑλομένων καὶ τῶν ἀφανῶς ἐπιβουλεύειν μελετώντων ἐχθρῶν εὐπετῶς τὰς προσβολὰς
ἀποκρούεσθαι. δίκαιος γὰρ χρηματίσας τῷ ὄντι πᾶσι τρόποις θεαρέστων ἔργων κατὰ τὰ
λόγια καὶ φερωνύμως ὡς λέων πεποιθὼς τῇ δυναστείᾳ τῆς πίστεως πρὸς τὰς τῶν ἀντιπάλων
ἐφόδους ἀπτόητος ἵστατο, βασιλικῷ τῷ βρυχήματι τὴν τῶν ἐναντίων καταπλήττων τολμηρὰν
ματαιότητα καὶ θρασύτητα, Ἑλλήνων μὲν τὸ μυθῶδες διελέγχων ὡς ἀπατηλὸν καὶ κίβδηλον,
αἱρέσεων δὲ τὸ τῆς βεβήλου κενοφωνίας ἀνατρέπων σαθρὸν καὶ κακόδοξον, ἐν οἷς διέλαμπε
δίκην φωστῆρος ἐν κόσμῳ, λόγον ἐπέχων ζωῆς, ψυχῶν ἐπιμελόμενος, πενήτων προϊστάμενος,
ὀρφανῶν προμηθούμενος, χηρῶν ἀντιλαμβανόμενος, ἀδικουμένων ἀντιποιούμενος, καταπονουμένων
ἀντεχόμενος καὶ πάντων τῶν ἐν περιστάσει καὶ χρείᾳ παντοδαπῇ κατάλληλον πρόνοιαν
ἐπιδεικνύμενος, πᾶσι τὰ πάντα γινόμενος ἀποστολικῷ παραδείγματι, ὥστε κερδῆσαι πάντας
ἢ πλείονας.
7. οὐ λόγοις δὲ μόνον κατὰ τῶν τῆς πλάνης ὑπασπιστῶν ἀριστεύειν ᾤετο δεῖν, ἀλλά
γε καὶ ἔργοις αὐτοῖς τὸ κατὰ τῆς εἰδωλολατρείας κράτος ἔσπευδεν ἐπιδείκνυσθαι. τούτων
ἀψευδὴς ἀπόδειξις τὸ διὰ προσευχῆς αὐτοῦ καὶ δακρύων
[p. 15] δίχα μηχανημάτων καθαιρεθὲν εἰδωλικὸν κίβδηλον, τὸ τοῦ σταυροῦ δὲ τροπαιοφόρον
σημεῖον ἀντ᾿ αὐτοῦ ἐνιδρυθέν· ὅπερ πάλαι μὲν ὑπῆρχεν ἀναστηλωθὲν ὕπερθεν πολυκύκλου
στοᾶς ἑλληνικῆς, ὑπὸ τοῦ δυσμενεστάτου τυράννου Δεκίου ἀθέως θεοποιούμενον, ἐξ ἐκείνου
δὲ ταῖς τοῦ θεσπεσίου τοῦδε θεοῦ θεράποντος θείαις προνοίαις ἀφιερωθέντος τοῦ τόπου
πρὸς θεοῦ κατοικητήριον καὶ ναὸν ἅγιον μαρτύριον χρηματίζει πανὺ τερπνότατον καὶ
πανίερον τῶν τεσσαράκοντα μεγάλων ἀθλητῶν τοῦ Χριστοῦ. οὐ τοῦτο δὲ μόνον τὸ μέγιστον
ἔργον γεγένηται παρὰ τὴν τῆς ἐκείνου φιλοπόνου σπουδῆς καὶ προμηθείας, ἀλλά γε καὶ
τῇ μεγάλῃ Χριστοῦ παρθενομάρτυρι Λουκίᾳ κάλλιστος ἀνοικοδόμηται ναὸς καὶ περίβλεπτος,
τοῖς αὐτοῦ φιλοτεχνήμασι καὶ φιλοπονήμασιν εἰς κάλλος καὶ μέγεθος παντοπαπῆς [λεγε·
παντοδαπῆς] ἐπικοσμήσεως ἐξησκημένος λαμπρότατα. ἐνταῦθα τοίνυν κατάκειται σεβασμίως
καὶ περιδόξως πάνυ τιμώμενον τὸ τῆς θεοειδεστάτης ψυχῆς ἐκείνου καὶ μακαρίας ἀκηλίδωτον
σκήνωμα, βρύον ὥσπερ ἐκ πηγῆς ἀεννάου μυρίπνοον ἔλαιον, ἀποτρόπαιον μὲν παντοίων
κακῶν, ἀλεξιτήριον δὲ παθῶν παντοδαπῶν καὶ πνευμάτων ἀκαθάρτων φυγαδευτήριον· ὅσας
γὰρ δυνάμεις ἔδρασεν ἐνεργείᾳ τοῦ θείου πνεύματος ἔτι τῷ βίῳ περιὼν καὶ μετὰ σώματος
ὡς ἄγγελος, τοσαύτας ἔτι καὶ νῦν, μᾶλλον δὲ πολλῷ πλείονας ἐνεργεῖν καθ᾿ ἑκάστην
οὐ παύεται, τὰς πολυειδεῖς ἰάσεις ἐκ τῆς τιμίας σοροῦ δίκην ἡλιοειδῶν ἀκτίνων διηνεκῶς
ἀνατέλλων τοῖς μετὰ πίστεως προσπελάζουσιν.
8. ἀλλὰ ταῦτα μὲν τὰ τῶν παραδόξων θαυμάτων ἐξαίσια τῆς πρὸς θεὸν αὐτοῦ μεγίστης
παρρησίας γνωρίσματα, φανερὰ καὶ κατάδηλα πᾶσι τυγχάνοντα καὶ τῆς ἐκ τῶν λόγων περιεργοτέρας
ἀποδείξεως οὐδαμῶς προσδεόμενα, σιωπῇ τιμάσθω, ἀδυνατοῦντος ὡς εἰκὸς τοῦ λόγου μάλιστα
τὰ καθ᾿ ἕκαστον κατ᾿ ἀξίαν διεξιέναι καὶ παριστᾶν τῶν πραγμάτων ἐναργῶς τὴν ἀλήθειαν.
πλὴν ἐκ πολλῶν ἑνὸς τοῦ παρόντος ἐπιμνησθῆναι χρεών, ὅπερ οὐδὲ βουλομένῳ παραλιπεῖν
δυνατὸν διά <τε> τὸ τοῦ πράγματος ἀξιάκουστον· ἀποστολικῆς γὰρ χάριτος καὶ δυνάμεως
ἐναργέστατον γνώρισμα τουτὶ τὸ μέλλον ῥηθήσεσθαι διήγημα· καὶ τοῦτο νῦν ἀναλαβὼν
ἄνωθεν ὡς ἂν οἷός τε ὦ διηγήσομαι.
9. ἤνεγκεν ὁ καιρὸς ἐκεῖνος ἐν ταῖς ἡμέραις τῆς αὐτοῦ μακαρίας μετὰ σώματος ἀνεπιλήπτου
βιοτῆς φάσμα τι δαιμόνιον ἐκ Σικελίας ὁρμώμενον, πάσης ἐπαοιδίας καὶ μαγγανείας
ἀνάμεστον, ἄλλον τινὰ Ἰαννῆν ἢ Ἰαμβρὸν Αἰγύπτιον ἢ Σίμωνα τὸν ὀνομαστότατον, Ἡλιόδωρον
τοὔνομα, τὴν ὅλην ἐνέργειαν καὶ κακουργίαν ἐνδεδυμένον τοῦ σατανᾶ. οὗτος υἱὸς μὲν
ἐγεγόνει γυναικός τινος εὐγενοῦς, Βαρβάρας προσαγορευομένης, τῇ τῆς πατρικιότητος
ἀξίᾳ τετιμημένης, χριστιανῆς δὲ ταύτης τυγχανούσης· χριστιανικῶς τῷ δοκεῖν ἀνήγετο
καὶ αὐτός, ὡς ἐκ χριστιανῶν γεννητόρων χριστιανὸς ὀνομαζόμενος παρὰ πᾶσι
[p. 16] καὶ νομιζόμενος· ἀλαζονικὸν δὲ τὸ ἦθος παιδιόθεν, τόν τε τρόπον ἀνήμερον
καὶ τὸ φρόνημα κεκτημένος ὑπερήφανον μισητὸν ἑαυτὸν πᾶσιν ἀπέδειξεν. ἐντεῦθεν εἰς
φιλαρχίας καὶ φιλοδοξίας ἐπιθυμίαν ἐλθὼν τοῦ τῆς ἐπαρχότητος περιδόξου μεγέθους
ἐν περιλήψει γενέσθαι διὰ πολλῆς σπουδῆς ἐτίθετο, ὡς ἂν τῆς ἐμφύτου πονηρίας συνήγορον
τὴν ἐκ τῆς ἐξουσίας δυναστείαν προσειληφὼς ἰσχυρῶς πρὸς ἄμυναν τῶν ἐχθραινόντων
χωρήσειεν.
10. ὡς δὲ πάντα κάλων κεκινηκώς, τὸ δὴ λεγόμενον, τοῦ σκοποῦ ἀπετύγχανεν, ἐφ᾿ ἕτερον
μεταβαίνει μοχθηρίας ἐσχάτης χαλεπώτατον τόλμημα· εὑρὼν γὰρ Ἑβραῖόν τινα ἐπὶ μαγείᾳ
καὶ γοητείᾳ ἐπίσημον, προσκαλεῖται τοῦτον καὶ οἰκειοῦται φιλοφρόνως δεξιούμενος
καὶ παρ᾿ αὐτοῦ μαθεῖν ἐπεζήτει, εἴ ἄρα γε δυνήσεται διὰ μηχανῆς τινος τοῦ σπουδαζομένου
τυχεῖν. ὁ δὲ δυνατὸς ὢν ἐν κακίᾳ καὶ τῶν τοιούτων μηχανημάτων ἔμπειρος ἐπιδίδωσιν
αὐτῷ χάρτην γεγραμμένον, ἐπιστολῆς εἶδος ἔχοντα, καὶ δίδωσιν αὐτῷ γνώμην καὶ βουλὴν
τοιαύτην, ὥστε κατ᾿ αὐτὸ τὸ μεσαίτατον τῆς νυκτὸς πορευθῆναι πρὸς τάφους ἡρωϊκοὺς
καὶ στῆναι ἐπί τινος στήλης ὑψηλῆς. «κἀκεῖσε κατιδεῖν» φησί «μέλλεις ἐρχόμενον διὰ
τοῦ ἀέρος φοβερὸν τῇ θέᾳ καὶ πάνυ κατάπληκτον· ἐπειδὰν δὲ τοῦτον θεάσῃ, μηδαμῶς
πτοηθῇς, ἀλλ᾿ ἀτρέμας ἵστασο· ἐὰν δὲ κατελθεῖν σε προστάσσῃ, μὴ πρότερον ἐκεῖθεν
κατέλθῃς, μέχρις ἂν ὑπόσχηταί σοι πληροῦν πάντα τὰ σὰ αἰτήματα.»
11. ὁ δὲ βδελυρὸς Ἡλιόδωρος μετὰ πολλῆς περιχαρείας καὶ σπουδῆς τὸ ἐπίταγμα πληρῶν
ἀπέρχεται παραυτίκα πρὸς τῇ στήλῃ καὶ ἵσταται καὶ τὸ γραμμάτιον μετὰ χεῖρας ἐπάρας
εἰς τὸν ἀέρα ἀνύψωσε· κατ᾿ αὐτὴν δὲ τὴν ὥραν ὁρᾷ τὸν τοῦ ἀέρος ἄρχοντα τὸν διάβολον,
ὀφθαλμοφανῶς ἐπὶ μέγιστον εἶδος ἐλάφου σοβαρῶς ἐπιβεβηκότα καὶ πρὸς αὐτὸν ἥκοντα
καὶ λέγοντα· «τίνος χάριν ἐνταῦθα πάρει, ὦ νεανία» ὁ δὲ πρὸς αὐτὸν «ἕνεκα σοῦ» φησίν
«ἥκω καὶ δυσωπῶ χάριν εὑρεῖν παρὰ σοῦ εἰς τὸ ἐκπληρῶσαι πάντα τὰ ἐμοὶ καταθύμια.»
καὶ αὐτὸς ἀντέφησεν· ϠΕἰ ἄρα γε τοῦ ἐπιθυμουμένου σκοποῦ τυχεῖν ἐπιποθεῖς, τὸν Χριστὸν
χρή σε πρότερον ἀπαρνήσασθαι· τούτου γὰρ γινομένου παρὰ σοῦ, μὰ τὰς ἐμὰς μεγάλας
δυνάμεις, δίδωμί σοι παρευθὺς συμπάρεδρον ἐκ τῶν ἐμῶν ἐπισήμων ὑπηρετῶν ἕνα, ὃς
γενήσεταί σοι συμπράττων καὶ συνεργῶν εἰς πάντα ὅσα θελήσεις καὶ βουληθῇς.»
12. ὁ δὲ δείλαιος παραχρῆμα τὸν Χριστὸν ἀπαρνησάμενος κατέρχεται στήλης μετὰ πολλῆς
χαρᾶς, προσέρχεται δὲ καὶ προσπίπτει καὶ συντάσσεται τῷ διαβόλῳ, ἀσπάζεταί τε τὴν
αὐτοῦ χεῖρα καὶ λαμβάνει παρ᾿ αὐτοῦ τὸν ὑποσχηθέντα πονηρὸν πάρεδρον, πάσης γοητείας
καὶ περιεργίας ἐργάτην δεινότατον, Γάσπαρ προσαγορευόμενον, παραγγελίαν εἰληφότα
πολλὴν εἰς μηδ᾿ ὁτιοῦν παραμελῆσαι ἢ καθυστερῆσαι ἐν πᾶσιν, οἷς ἂν ὁ τοῦ σωτῆρος
ἔξαρνος ἐπιχειρήσοι
[p. 17] ποιεῖν, ἀλλ᾿ εἶναι διηνεκῶς μετ᾿ αὐτοῦ συμπαρομαρτοῦντα καὶ συνεργοῦντα
αὐτῷ μέχρι τέλους ἀδιάστατον. καὶ ταῦτα κατεργασάμενος ὁ τοῦ σκότους ἄρχων ἐν σκότει
διαπορευόμενος ἄφαντος ᾦχετο. ἔλαθε δὲ ὁ δείλαιος Ἡλιόδωρος τὴν ἰδίαν ἀπώλειαν λίαν
ἐπισφαλῶς ἐν τούτοις πραγματευσάμενος· οὐ γὰρ δὴ μόνον τῆς μελλούσης ἀκηράτου ζωῆς
ἐλεεινῶς ἀπεστέρηται, ἀλλὰ καὶ τῆς παρούσης αἰσχρῶς καὶ πολυωδύνως ἀπερράγη, πυρὸς
παρανάλωμα γεγονώς, ὡς ἀτελευτήτου πυρὸς κληρονόμος κρίσει δικαίᾳ τῆς παντεπόπτου
τοῦ θεοῦ περὶ πάντα προνοίας διὰ τοῦδε τοῦ θεσπεσίου θεράποντος καὶ ἀρχιερέως Χριστοῦ
τοῦ μακαρίτου Λέοντος, ὡς μικρὸν ὕστερον δηλωθήσεται.
13. ἀγνοήσας γὰρ οὗτος ὁ νέος ἀποστάτης καὶ τοῦ πρώτου τῶν ἀποστατικῶν δυνάμεων
ἐφάμιλλος τὸ τῆς Χριστοῦ τοῦ ὄντως θεοῦ δυναστείας ἀνίκητον ἀδεῶς ἐπιβουλεύειν ἐπεχείρησε
κατὰ πάντων τῶν ἐπικεκλημένων τὸ αὐτοῦ πολυύμνητον ὄνομα, καθ᾿ ἑνὸς μὲν ἑκάστου
ποικίλας ἐπιτηδεύων κακώσεις πρὸς αἰσχύνην καὶ χλεύην, ἀπορίαν τε καὶ καινοτομίαν
ἐσχάτην, κατὰ πάσης δὲ κοινῶς τῆς Καταναίων πόλεως ἐπιβουλὰς καὶ ταραχὰς συνεχῶς
ἐπιφέρων οὐκ ἐπαύετο, πάντας ἐξιστῶν καὶ δειματῶν, πάντας ἀνιών τε καὶ συνταράσσων
ταῖς φαντασιώδεσι γοητείαις καὶ μαγγανείαις, αἷς ἐπετήδευε, καὶ οὐ κατ᾿ αὐτῆς μόνον,
ἀλλὰ καὶ πάσης ὁμοῦ τῆς Σικελῶν νήσου τὴν κακομήχανον ἐνέργειαν τῆς σατανικῆς ἐμπειρίας
αὐτοῦ δυσμενῶς ἐπεδείκνυτο, συσσείων καὶ συνταράττων ἅπασαν ἄρδην· ἐν τοσαύτῃ γὰρ
ὑπερηφανίᾳ καὶ ἀλαζονείᾳ ἑαυτὸν ὑπεραιρόμενον καὶ ὑπερυψούμενον ἀπεδείκυεν, ὥστε
ταῖς ὑπερβαλλούσαις γοητικαῖς ἐπιτηδεύσεσι καὶ αὐτὸν δοκεῖν ὑπερβαίνειν τὸν περιβόητον
Σίμωνα μάγον, ὃν εἰς οὐρανὸν ἀναλαβάνεσθαι δόξαντα πάλαι κατὰ πρόσωπον τοῦ θεομάχου
Νέρωνος διὰ προσευχῆς κατήραξε πρὸς γῆν καὶ συνέτριψεν ἡ θεοσυνέργητος δυὰς τῶν
κορυφαίων ἀποστόλων Χριστοῦ, Πέτρος καὶ Παῦλος.
14. οὗτος τοιγαροῦν ὁ τοῦ ἀντιχρίστου πρόδρομος Ἡλιόδωρος μετὰ τῶν ὁμοφρόνων ἐχθρῶν
καὶ ἀκολάστων ἀνδρῶν συναναστρεφόμενος, γυναικῶν ποτε παρερχομένων ἔμπροσθεν αὐτῶν
διὰ τῆς λεωφόρου, πρὸς τέρψιν καὶ θεραπείαν τῆς φιληδόνου τούτων ἐπιθυμίας διὰ τῆς
κακοτέχνου μαγγανείας αὐτοῦ ποταμῶν ἐπιρρεόντων ὑπεδείκνυεν αὐτοῖς [λεγε· αὐταῖς]
φαντασίαν· αἱ δὲ δοκοῦσαι διά τινων βαθέων ὑδάτων διαπορεύεσθαι, τοὺς χιτωνίσκους
ἀνασυρόμεναι μέχρι γονάτων, ἀλλὰ μὴν καὶ αὐτῶν τῶν μηρῶν οὕτως ἐβάδιζον, εἰς αἶσχος
καὶ γέλωτα καὶ καγχασμὸν καθιστάμεναι τοῖς ἀσελγέσι δημόσιον.
15. ἡ μέντοι δεινότης τῆς διαβολικῆς ἐκείνου δολιότητος καὶ δημοσίᾳ προέβη μέχρι
τῶν πωλούντων λέγω καὶ τῶν ἀγοραζόντων· μεταλλάττων γὰρ τῷ δοκεῖν ἦν τὰς προκειμένας
ὕλας καὶ δεικνύων λίθον μὲν ὡς χρυσίον, ξύλον δὲ ὡς ἀργύριον καί τι τυχὸν ἄλλο τῶν
εὐώνων καὶ οὐδαμινῶν ὡς πολύτιμόν τι
[p. 18] χρῆμα καὶ μέγα καὶ τῶν ἀχρείων καὶ ἀφελῶν ὡς ἀναγκαῖον καὶ χρήσιμον, ὅπερ
μετὰ τὸ ἀπεμπωληθῆναι εἰς τὴν οἰκείαν αὖθις εὑρίσκετο μένον ποιότητα καὶ θεωρίαν,
οὐ τὴν τυχοῦσαν παρέχων ζημίαν καὶ φιλονεικίαν τοῖς τε πιπράσκουσιν ἅμα καὶ τοῖς
ἀγοράζουσιν. τὴν γοῦν τοιαύτην ἐναργῶς καταμανθάνοντες δυσπραγίαν, διὰ δεινότητα
γινομένην Ἡλιοδώρου, τοῦ πωλεῖν καὶ ἀγοράζειν πάντες ἀπέσχοντο, πρὸς ἐσχάτην ἐντεῦθεν
πτωχείαν καὶ ἀπορίαν καταντήσαντες. οὐ μέντοι μέχρι τούτων ἔστη τὰ τῆς κακούργου
ῥᾳδιουργίας αὐτοῦ, ἀλλὰ μὴν καὶ τὰς θυγατέρας τῶν ἐπισήμων καὶ παραδόξων ἀνδρῶν
πρὸς οἶστρον ἀκαθέκτου φιληδονίας ἐξέκαιεν, ὥστε καταλιμπάνειν οἰκίας καὶ συγγενείας
καὶ γεννήτορας, κατακρημνίζειν τε μανιωδῶς ἑαυτὰς καὶ ἀκρατῶς πορεύεσθαι πρὸς οὓς
ἂν ἔτυχεν ἐπιποθοῦντας τυχόν, ἤτοι καὶ ἐπιθυμουμένους παρ᾿ αὐτῶν.
16. ὁ μέντοι δῆμος ἅπας τῆς πόλεως, τὴν τοσαύτην ἐπήρειαν στέγειν οὐ φέροντες, πανδημεὶ
τῷ ὑπάρχῳ προσῆλθον, τὴν ἀνύποιστον συμφορὰν ἀπαγγέλλοντες καὶ λύσιν τῶν τηλικούτων
λαβεῖν προσδεόμενοι· καὶ αὐτὸς προσέταξε διὰ τῶν τῆς τάξεως ὑπηρετῶν παραστῆναι
τὸν ζητούμενον, ὥστε δημοσίᾳ παραδοθῆναι τοῖς ὄχλοις πρὸς ἄμυναν. ζητήσεως μέντοι
πολλῆς καὶ ἐρεύνης περὶ αὐτοῦ γεγενημένης ἀνεύρετος ἐγεγόνει καὶ ἀθέατος, τῆς οἰκίας
αὐτοῦ καταλειφθείσης σεσαρωμένης καὶ μηδὲν μηδ᾿ ὅλως ἐχούσης. ὡς δὲ διηπορεῖτο τούτοις
ὁ ἔπαρχος, τοὔνομα Λούκιος, διασκεπτόμενος, τί ἂν δέοι διαπράξασθαι, ὑπὸ παντὸς
τοῦ δήμου δυσωπηθεὶς διὰ γραμμάτων τοῖς τότε τὴν βασιλείαν διέπουσιν ἐσήμανε, δηλώσας
λεπτομερῶς ἅπαντα τὰ τῆς ῥᾳδιουργίας καὶ κακουργίας αὐτοῦ. ἐκράτει δὲ τηνικαῦτα
τὰ σκῆπτρα Ῥωμαίων Κωνσταντῖνος ὁ εὐσεβέστατος σὺν Ἰουστινιανῷ τῷ υἱῷ, ὁ υἱὸς Κώνσταντος,
ἔκγονος δὲ Ἡρακλείου.
17. ἡ δὲ τῶν γεγραμμένων ὑφήγησις τοιαύτη τις ἦν. «τοῖς θεοστεφέσιν αὐτοκράτορσι
νικηταῖς τροπαιούχοις, τῆς οἰκουμένης δεσπόταις καὶ φιλοχρίστοις βασιλεύουσιν ἡμῶν
Κωνσταντίνῳ καὶ Ἰουστινιανῷ Λούκιος ὕπαρχος, ὁ ἐλάχιστος δοῦλος τῆς ὑμετέρας μεγαλειότητος,
ἐν εἰρήνῃ βαθείᾳ χαίρειν. δίκαιον ἅμα καὶ συμφέρον ἡγησάμην τὰ νῦν συμβεβηκότα κατὰ
τήνδε τὴν καθ᾿ ἡμᾶς ἐπαρχίαν ἀκουστὰ καταστῆσαι πρὸς τὰς θεοηχεῖς ἀκοὰς τῆς ὑμετέρας
γαληνότητος. καὶ γὰρ ἀνεφάνη κατὰ τήνδε τὴν δουλικὴν ὑμῶν πόλιν Κατάνην ἀνήρ τις
τερατοποιός, δεινότατος γόης καὶ μάγος, τοὔνομα Ἡλιόδωρος, πλείστας χαλεπὰς μαγγανείας
καὶ γοητείας κατεργαζόμενος, ὡς δοκεῖν ὑπερβάλλειν ἐν αὐταῖς καὶ αὐτὸν τὸν ἐπὶ μαγείαις
πάλαι περιβόητον Σίμωνα. οὗτος πολυτρόποις ἐπιτηδεύμασι πονηρίας διέφθειρε πᾶσαν
τὴν πόλιν, τὰς μὲν θυγατέρας τῶν ἐπισήμων δι᾿ ἐνεργείας γοητικῆς πρὸς οἶστρον ἀνάπτων
ἔρωτος μανικοῦ, ὥστε καταλιμπάνειν τὰς τῶν γεννητόρων οἰκίας, ἀφ᾿ ὕψους τε κατακρημνίζειν
ἑαυτὰς καὶ πρὸς ἀκολάστους ἄνδρας πορεύεσθαι, ἄλλας τε γυναῖκας σώφρονας
[p. 19] διερχομένας δημοσίαν ὁδὸν ἀσχημόνως βαδίζειν ἐποίησε· ποταμὸν γὰρ ἔμπροσθεν
αὐτῶν ἐν φαντασίᾳ παραδεικνὺς μέχρι μηρῶν αὐτῶν ἀνακαλύπτειν ἑαυτὰς παρεσκεύασεν.
ὁ αὐτὸς τοὺς λίθους, τὰ ξύλα τε καὶ τὸν χοῦν ὡς χρυσίον ἢ ἀργύριον παραδεικνύων
τοὺς ἀγοράζοντας καὶ πωλοῦντας εἰς ἐσχάτην πτωχείαν περιέστησεν. οὐ ταῦτα δὲ μόνον
φαντασιοκοπῶν ἐν πολλῇ πλάνῃ καὶ ἀπάτῃ διατελεῖ, ἀλλά γε καὶ πρόξενος εἰδωλολατρείας
πολλοῖς τῶν ἀφελεστέρων προκείμενος μετατρέπειν τὸ πλῆθος τοῦ λαοῦ πειρᾶται πρὸς
ἀπώλειαν· ἀπειλεῖ δὲ καὶ πᾶσαν ἄρδην διαπρῆσαι καὶ ἀπολέσαι τὴν πόλιν, τὸ καλούμενον
Αἰτναῖον πῦρ διὰ μαγικῆς κακομηχανίας ἐκ τοῦ ὑπὲρ κεφαλὴν ὄρους κειμένου αἰφνιδίως
ἐφ᾿ ἡμᾶς πρὸς ἀφανισμὸν φρυαττόμενος ἐπενεγκεῖν.»
18. ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἀκουτισθέντες οἱ βασιλεύοντες καὶ μαθόντες μάλισθ᾿
ὅτι μετὰ τῶν ἄλλων χαλεπῶν καὶ κατ᾿ αὐτῆς τῆς ἐκκλησίας ἀναιδῶς ἐπεχείρησεν, αὐτῇ
τῇ ὥρᾳ μεταστειλάμενοί τινα τῆς τάξεως ἄνδρα, τοὔνομα Ἡρακλείδην, ὃν πρωτοκούρσωρα
καλεῖν ἔθος Λατίνων γλώττῃ, διὰ πολλῆς σπουδῆς τὴν Σικελίαν καταλαβεῖν κελεύουσι,
τριάκοντα δὶς ἡμερῶν ὅρον ἐμπρόθεσμον παρασχόμενοι, τούτων ἐντὸς ἀνυπερθέτως ὥστε
παραστῆσαι κατὰ πρόσωπον αὐτῶν τὸν δύσμορον Ἡλιόδωρον ἐντειλάμενοι.
19. αὐτοῦ τοιγαροῦν διὰ τῆς νυκτὸς ἐκείνης ἀποπλεύσαντος καὶ δι᾿ ἡμερῶν τριάκοντα
τὴν νῆσον καταλαβόντος κατά τινα συγκυρίαν ὡράθη ὁ Ἡλιόδωρος παρὰ τὸν αἰγιαλὸν καθίζων
καθ᾿ ὃν τόπον αὐτὸς Ἡρακλείδης τὴν ναῦν ἐκέλευσεν ἐποκεῖλαι· καὶ αὐτὸς προσαγορεύσας
αὐτοὺς κατὰ τὴν κοινὴν συνήθειαν ἔφη· «μή τινα καλούμενον Ἡλιόδωρον πάριτε ζητοῦντες»
τῶν δὲ πρὸς τῷ ῥήματι παρὰ προσδοκίαν ῥηθέντι καταπλαγέντων αὐτὸς πάλιν ἀποκρίνεται·
«μὴ κόπους ἑαυτοῖς μάτην παράσχοιτε· ἰδοὺ γὰρ ἐγὼ πάρειμι νῦν αὐθαιρέτως ὁ ζητούμενος·
Ἡλιόδωρον ἕτερον οὐδαμῶς ἂν δυνηθείητε θεάσασθαι πώποτε. ἐγὼ καὶ τὴν παρουσίαν ὑμῶν
ταύτην τὴν δι᾿ ἐμὲ γεγενημένην ἀποδέχομαι καὶ τὴν μεθ᾿ ὑμῶν πορείαν ἀσμένως ἀσπάζομαι·
αἱρετώτερον γάρ μοι μᾶλλον θάνατον ἑλέσθαι παρὰ τοὺς πόδας τῶν ἐμῶν δεσποτῶν, ἤπερ
τὸ ζῆν μετ᾿ ἀδείας παρ᾿ ἄλλοις.»
20. ὁ γοῦν Ἡρακλείδης τοῖς ῥήμασιν αὐτοῦ προσεσχηκὼς καὶ θάμβους πλησθεὶς ἐπείσθη
παρευθὺ τοῦτον εἶναι τὸν ζητούμενον. καὶ αὐτὸς προσθεὶς εἶπε πρὸς αὐτούς· «ἄνδρες
αἰδέσιμοι καὶ συνετοί, ἰδοὺ νῦν ὑμεῖς ἔγνωτε πάντως, ὡς οὐ βίᾳ τινὸς ἀνάγκης κατεπειγόμενος
ἥκω πρὸς ὑμᾶς, ἀλλ᾿ ἑκὼν αὐτοπροαιρέτῳ πάρειμι γνώμῃ· εἰ γὰρ ἀποδιδράσκειν ἔμελλον,
τὴν ἀρχὴν φυγεῖν ἐπτοούμην οὐδ᾿ ὅλως· μὴ δὴ διαπράξασθαι τὰ τῶν δραπετῶν εἰς ἐμὲ
διανοηθῆτε.» ὁ δὲ δίδωσιν αὐτῷ ἄδειαν ἀδεῶς πορεύεσθαι καὶ μετ᾿ αὐτῶν ἀκωλύτως συνελθεῖν
ἐν τῇ πόλει· χρεὼν γὰρ ἔλεγεν εἶναι τῆς πόλεως ἔνδοθεν γενέσθαι,
[p. 20] «ὅπως τὰ τῶν χρειῶν ἐλλείποντα παρὰ τῶν ἐχόντων εἰσκομισώμεθα.» λέγει γοῦν
ὁ Ἡλιόδωρος τῷ Ἡρακλείδῃ· «τὴν βουλήν μοι νῦν ἀπαγγείλατε τῶν βασιλέων καὶ τὴν ὑμετέραν,
κἀγὼ δίδωμι ὑμῖν ἄδειαν ἀδεῶς διαναπαύεσθαι μέχρις ἂν ὑμᾶς εὐοδώσω διὰ μιᾶς ἡμέρας
ἢ μᾶλλον ὥρας ἀκαμάτως καταλαβεῖν τὸ Βυζάντιον.» ὡς δὲ θαμβούμενος ἐπὶ πλέον Ἡρακλείδης
διηπόρει ἐπὶ τῷ παραδόξῳ τοῦ ῥήματος καὶ τριάκοντα λαβεῖν ἔλεγεν ἡμερῶν πρὸς ὑποστροφὴν
προθεσμίαν, ὧν τὰς ἡμισείας ἤδη προσανηλῶσθαι τούτοις χρονοτριβήσασιν, αὖθις ἔφησεν
Ἡλιόδωρος· «λάβε δὴ καὶ τὰς ὑπολειπομένας πάσας πρὸς ἀνάπαυσιν· ἐπὰν δὲ τούτων ἡ
τελευταία φθάσῃ, καθάπερ ἐπηγγειλάμην ἐντεῦθεν ἀπαίρομεν καὶ δι᾿ αὐτῆς τῆς μιᾶς
ἡμέρας τὴν βασιλεύουσαν καταλαμβάνομεν.»
21. γέγονεν οὕτω κατὰ τοῦτον τὸν λόγον, καὶ τῶν λοιπῶν ἡμερῶν παρελθουσῶν ἤγγικεν
ἡ τελευταία καὶ ἐμπρόθεσμος, καθ᾿ ἣν Ἡρακλείδης Ἡλιοδώρῳ λέγει· «καιρὸς ἰδοὺ πάρεστι
πληρῶσαί σε τὸ ἐπαγγελθέν· εἰ δ᾿ ἀνανεῦσαι πρὸς τοῦτο θελήσειας, ὑποβρύχιόν σε τῷ
βυθῷ τῆς θαλάττης προστάττω γενέσθαι.» ὁ δὲ Ἡλιόδωρος ἐπὶ τὸ λουτρὸν βαδίζειν προέτρεπε
μετ᾿ αὐτοῦ αὐτόν τε τὸν Ἡρακλείδην καὶ τοὺς σὺν αὐτῷ. ἔνθα τὸ πάντων ἀπιστότατον
δαιμόνιον φάσμα λέγεται γεγονέναι παρ᾿ αὐτοῦ· καὶ γὰρ εἰσεληλυθότων αὐτῶν ὡς ἔδοξεν
ἐν τῷ λουτρῷ καὶ λουσαμένων τοὺς ἅπαντας ἐν τῷ κολύμβῳ συνεισελθεῖν μεθ᾿ ἑαυτοῦ
προτρέπεται, παραγγείλας πρότερον μηδένα μηδαμῶς τὸν Χριστὸν ὀνομάσαι· τὰς δὲ κάρας
αὐτῶν τοῖς ὕδασι καταδύσας ἐπὶ μικρὰν ῥοπήν, ἐν τῷ ἀνανεύειν αὐτοὺς αἰφνιδίως ὤφθησαν
εὑρεθέντες ἔν τινι βαλανείῳ τοῦ Βυζαντίου· ἀκριβέστερον δὲ περισκοπούμενοι καὶ διαπορούμενοι
ἐπὶ τῇ παραδόξῳ παρ᾿ ἐλπίδας παρουσίᾳ, καὶ πρό γε πάντων Ἡρακλείδης μόλις ἑαυτοῦ
γενόμενος ἐγνώρισεν ἑαυτὸν ἐν τῷ βασιλικῷ παμμεγέθει βαλανείῳ τυγχάνοντα· πρὸς δὲ
τὰ ἐκτὸς τοῦ λουτροῦ γενόμενοι εὕροσαν ἕκαστος καὶ τὰ ἴδια ἐνδύματα κείμενα, μηδενὸς
ταῦτα φυλάσσοντος.
22. λαβόντες τοίνυν τὸν Ἡλιόδωρον τοῖς βασιλεῦσι παρέστησαν, οἷς καὶ πάντα τὰ παρακολουθήσαντα
κατ᾿ ἔπος ἀπήγγειλαν καὶ ὅτι «τῇ παρελθούσῃ νυκτὶ πρὸς τῇ πόλει μείναντες Καταναίων
κἀκεῖσε λουσάμενοι σήμερον παρὰ πᾶσαν προσδοκίαν εἰς τὴν βασιλεύουσαν εὑρέθημεν.»
ἐκπλαγέντες οὖν ὡς εἰκὸς ἐπὶ τῷ παραδόξῳ τοῦ ἀκούσματος οἱ αὐτοκράτορες καὶ τὴν
ὑπερβάλλουσαν ἀσέβειαν τῆς αὐτοῦ γοητικῆς περιεργίας ἐκ τούτου τεκμηράμενοι οὐδὲ
ψιλῆς ἐρωτήσεως ὅλως τὸν ἀλιτήριον ἠξίωσαν, ἀλλὰ θᾶττον κεφαλικὴν ἀπεφήναντο τιμωρίαν
κατ᾿ αὐτοῦ. ὁ δὲ καθώρκωσε τοὺς βασιλεῖς κατὰ τῆς δυνάμεως τοῦ Χριστοῦ, ὥστε προστάξαι
παρασχεθῆναι αὐτῷ ὕδωρ πιεῖν. ἐπιδοθέντος οὖν αὐτῷ ὕδωρ ἐν φιάλῃ προσεποιήσατο πίνειν,
μηδαμῶς μέντοι κορέννυσθαι· κατ᾿
[p. 21] ὀλίγον δὲ διὰ τοῦ ὕδατος ἐν τῇ φιάλῃ καταδὺς ἄφαντος γέγονεν ἀπ᾿ αὐτῶν,
τοῦτο μόνον εἰπών· «βασιλεῦ, τὸ παρὸν σώζοιο, ζήτει δέ με πάλιν ἐν τῇ πόλει Κατάνῃ.»
23. οἱ μὲν οὖν βασιλεῖς, τὸ τοιόνδε γοητείας ἀνάμεστον τεράστιον κατιδόντες, ἐπὶ
πολὺ καταπληττόμενοι διέμενον ἐνεοί· ἔπειτα κατὰ μικρὸν εἰς ἀνάμνησιν ἐναγόμενοι
τῆς ῥηθείσης παρ᾿ αὐτοῦ φωνῆς, δι᾿ ἧς ἐπὶ τὴν τῶν Καταναίων πόλιν ἐπηγγείλατο πορεύεσθαι
πάλιν, ἐκ δευτέρου τὸν Ἡρακλείδην προσκαλεσάμενοι τὰ ἐκεῖσε καταλαβεῖν παρακελεύονται.
ὡς δὲ τὴν νῆσον αὖθις οὗτος δι᾿ ἡμερῶν οὐκ ὀλίγων κατέλαβε, πρὸ τοῦ τὸ πλοῖον προσορμίσαι
τῇ γῇ, προέφθασεν ὁ Ἡλιόδωρος πρὸς τῷ αἰγιαλῷ ἐφιστάμενος, λόγοις εἰρηνικοῖς προσαγορεύων
αὐτούς· ὃν Ἡρακλείδης θεασάμενος δρομαίως ἐπ᾿ αὐτὸν ὡς εἶχε τάχους ἐφώρμησε καὶ
τῆς χειρὸς αὐτοῦ αἰφνιδίως δραξάμενος εἴχετο κατὰ κράτος· ὁ δὲ λέγει πρὸς αὐτόν·
«ἐπειδὴ πάλιν κόπους παρέχειν προῃρημένον ὁρῶ σε σεαυτῷ, προσφιλέστατε, παραινῶ,
μὴ κάμνε μάτην, ἀλλὰ λάβε παρ᾿ ἐμοῦ βεβαίως ἀρραβῶνα, δι᾿ οὗ δυνήσῃ διὰ μήκους ἡμέρας
μιᾶς αὐθημερὸν τὴν βασιλεύουσαν καταλαβεῖν.»
24. Ὁ δὲ τοῖσδε τοῖς αἱμυλίοις ῥήμασι πειθήνιος γεγονὼς ἐν ἀμεριμνίᾳ καὶ ἀδείᾳ
πάσῃ τῷ καιρῷ πρὸς ἀνάπαυσιν ἀπεχρήσατο, τὴν ἐμπρόθεσμον καὶ τελευταίαν ἀναμένων
ἡμέραν· καθ᾿ ἣν ὁ Ἡλιόδωρος τῆς χειρὸς αὐτοῦ Ἡρακλείδου λαβόμενος, ἑπομένων καὶ
τῶν σὺν αὐτῷ, πρὸς τὸν αἰγιαλὸν ἐπορεύθη μεγαλοφρονῶν ἅμα καὶ σφόδρα γαυρούμενος
ἐφ᾿ οἷς ἔμελλε δρᾶν. κεκίνητο δὲ κατ᾿ αὐτοῦ πᾶν τὸ πλῆθος τῆς πόλεως, βουλόμενον
αὐτῷ χεῖρας ἐπιβαλεῖν καὶ θάνατον ἐπαγαγεῖν, τὴν ὑπερβολὴν τῆς ἀλαζονείας αὐτοῦ
μηκέτι στέγειν δυνάμενον· πρὸς οὓς ὁ Ἡρακλείδης ἔλεξεν ἐπιεικῶς· «ἄνδρες ἀδελφοὶ
καὶ σύνδουλοι, οὐ δίκαιόν ἐστι, ζητήσεως βασιλικῆς κατὰ τοῦδε τοῦ ἀνδρὸς γεγενημένης,
δίχα τῆς ἐκείνων δοκιμασίας καὶ κρίσεως ὑπ᾿ ἄλλου τινὸς τοῦτον ἀναλωθῆναι.»
25. τοῦ δὲ δημώδους ὄχλου τοῖσδε τοῖς λόγοις τοῦ θυμοῦ λήξαντος, ὁ Ἡλιόδωρος ἐκτείνας
τὴν μετὰ χεῖρας κατεχομένην αὐτοῦ ῥάβδον δαφνίνην διαχαράττει σχῆμα πλοιαρίου περὶ
τὸ κύτος τῆς θαλάσσης, διατάσσει τε τοὺς ναύτας κατ᾿ αὐτὴν τὴν διαγραφὴν τοῦ πλοίου,
οὓς μὲν πρυμναίους, οὓς δὲ πρωραίους, μέσον ἐμβαλὼν τὰ τούτων ἐφόδια ὅσα τε πρὸς
διατροφὴν καὶ ὅσα πρὸς ἀποσκευὴν ἐπεφέροντο, ἔσχατος δὲ πάντων μετὰ Ἡρακλείδου αὐτὸς
εἰσελθὼν ὁ Ἡλιόδωρος, τὸν ἑαυτοῦ συμπάρεδρον ἐξ ὀνόματος καλέσας, αὐθόρμητον τὴν
ναῦν, μηδενὸς ἕλκοντος, ἄνευ εἰρεσίας μετὰ σφοδρότητος πάνυ πολλῆς συνελαύνεσθαι
παρεσκεύασεν· ἅμα μέντοι καὶ προσεποιεῖτο τοῦ ἐπερωτᾶν, «ἐν ποίῳ τόπων» λέγων «κατελάβομεν»
ὁ δὲ συμπάρεδρος δαίμων ἠκούετο διδοὺς
[p. 22] τὰς ἀπορκρίσεις· «εἰς τοὺς Καλάμους» φησί «τοῦ Ῥηγίου.» καὶ πάλιν ὁ μὲν
ἐπηρώτα «ποῦ παροδεύομεν» ὁ δὲ «εἰς Κρότωνα» ἔφασκεν. εἶτα πυθομένῳ «ποῦ ποτε ἄρα
παραβάλλομεν» «εἰς Ὑδροῦντα» ἀπεκρίνατο· καὶ καθεξῆς τοὺς ἐπισημοτέρους τόπους ποτὲ
μὲν λιμένων, ποτὲ δὲ πόλεων ὀνομαστὶ δηλοῦντος πυκνότερον τοῦ δεινοῦ συμπλωτῆρος
εἰς μῆκος ἡμέρας μιᾶς αὐθημερὸν τὴν βασιλεύουσαν καταλαμβάνουσιν. ὡς δὲ τῷ καλουμένῳ
Βουκολέοντι παρέβαλον, ὁρμητηρίῳ τυγχάνοντι παρ᾿ αὐτὰ τὰ βασίλεια, ἡ μὲν σκιαγραφηθεῖσα
ναῦς ἐκείνη ἐξ ὀφθαλμῶν αὐτῶν ἄφαντος ἄφνω γέγονεν, αὐτοὶ δὲ μετὰ τῶν προσόντων
αὐτοῖς ἐφοδίων πάντων ὧν πρὸς τὴν χρείαν ἐπεφέροντο εὑρέθησαν ἐπὶ τῆς ξηρᾶς.
26. ὡς δὲ περιηγγέλη πᾶσιν ἡ τοῦ δυστήνου Ἡλιοδώρου παρουσία, συνέρρει πᾶς ὁ λαὸς
ἐπ᾿ αὐτόν πᾶσά τε σχεδόν, ὡς εἰπεῖν, ἡ πόλις τετάρακτο ἐπὶ τῇ θεωρίᾳ αὐτοῦ, προσδοκῶσα
τάχα τι τῶν ἀπευκτοτάτων πείσεσθαι διὰ τῆς κακομηχάνου μαγγανείας αὐτοῦ. τότε δὴ
καὶ ἡ λεγομένη στρατώρισσα, τοὔνομα Αἰθαλία, τοῦ οἰκήματος προκύψασα, θεάσασθαι
θέλουσα ὡς ἐξ ἀποδημίας ἥκοντα τὸν ἴδιον ἄνδρα Ἡρακλείδην, ὡς εἶδε συνοδοιποροῦντα
μετ᾿ αὐτοῦ τὸν Ἡλιόδωρον, πτυέλου τὸ στόμα πληρώσασα κατὰ τῆς ἐκείνου ὄψεως αὐτὸν
ἐναπέρριψεν, ὡς ἐν μυκτηρισμῷ δὲ καὶ ἐξουδενώσει μετὰ φωνῆς ἐκραύγασεν ἰσχυρᾶς·
«βλέπετε» φησίν, «οἷον κάθαρμα καὶ βδέλυγμα τὸν ἐμὸν σύνευνον ἐποίησε τὴν τῶν Σικελῶν
νῆσον ἐκ δευτέρου καταλαβεῖν.» ὁ δὲ τὴν δημοσίαν αἰσχύνην οὐκ ἐνεγκών, εἰς ἄμετρον
ὀργὴν ἐκτραπεὶς εἶπε πρὸς αὐτήν· «ἐγώ σε ποιήσω παραβολὴν καὶ παράδειγμα πάσῃ τῇ
πόλει εἰς κοινὴν ὕβριν καὶ καταγέλωτα.» τοσοῦτον οὖν ὑπερίσχυσεν ἡ τῆς μαγγανείας
αὐτοῦ δαιμονιώδης ἐνέργεια, ὡς καὶ τὸ πῦρ, διὰ πάσης τῆς πόλεως σβέσαι. ἔφθασε τοίνυν
καὶ μέχρι τῶν βασιλικῶν ἀκοῶν, δι᾿ ἣν αἰτίαν καθ᾿ ὅλου τὸ πῦρ σβέννυται. καὶ λέγουσι
πρὸς αὐτὸν οἱ βασιλεῖς· «εἰς τοσοῦτον μανίας ἦλθες ὑπερβολήν, ἄθλιε, ὅτι καὶ κατὰ
τοῦ πυρὸς ἐπεχείρησας, ὥστε ἀφανισμὸν αὐτοῦ παντελῆ γοητικαῖς ἐπαοιδίαις ἐπιτηδεῦσαι»
τοῦ δὲ τοῦτο πρᾶξαι καθομολογήσαντος, λιμῷ καθυποβαλεῖν τοῦτον κελεύουσιν ὡς γόητα.
ὁ δὲ τῇ δολιότητι τῆς μαγικῆς κακομηχανίας χρώμενος τὸν λιμὸν ἐπὶ πᾶσαν τὴν πόλιν
ἐπήνεγκεν.
27. οἱ δὲ ὄχλοι πανδημεὶ συνδραμόντες τοῖς βασιλεῦσιν ἐκραύγαζον· «ἀρθήτω ὁ μάγος,
ἀναλωθήτω ὁ γόης, διέφθειρε γὰρ πᾶσαν τὴν πόλιν.» οἱ δὲ θυμοῦ πολλοῦ πλησθέντες
κατ᾿ αὐτοῦ ἄγουσιν αὐτὸν εἰς δημοσίαν ἐξέτασιν, ἐπερωτῶσί τε σὺν αὐστηρίᾳ πολλῇ
λέγοντες· «αὐτὸς ἐποίησας τὴν τοσαύτην τῶν χρειῶν ἔνδειαν, ὥστε λιμῷ κινδυνεῦσαι
τὴν πόλιν» ὁ δὲ κατέθετο τοῦτο ποιῆσαι, ἀλλά γε καὶ χείρονα κατεργάσασθαι ἐπαπειλῶν
διισχυρίζετο, εἰ μὴ τὴν ἁρμόζουσαν ἐκδίκησιν λήψοιτο, φησί, παρ᾿ αὐτῶν κατὰ τῆς
ἐνυβρισάσης αὐτὸν
[p. 23] δημοσίᾳ· παρασκευάσαι γὰρ ἔλεγε φλόγα καὶ πῦρ διὰ τῆς νηδύος αὐτῆς ἐκπορεύεσθαι
καὶ μηδαμόθεν ἄλλοθεν δυνατὸν τοῦτο εὑρίσκεσθαι. τούτοις τοῖς ἀτόποις ῥήμασι πρὸς
μείζονα κινηθέντες ὀργὴν οἱ βασιλεύοντες κεφαλικὴν ἀποφαίνονται κατ᾿ αὐτοῦ τιμωρίαν.
ὁπηνίκα δὲ τὴν δεξιὰν ὕψωσεν ὁ σπεκουλάτωρ χεῖρα σὺν τῷ ξίφει πρὸς τὸ τὸν ἀλιτήριον
καρατομῆσαι, αἰφνίδιον οἱονεὶ σφαῖραι δύο τῶν ὤμων αὐτοῦ καθωράθησαν ἐκπηδήσασαι,
αἳ τὴν στέγην τοῦ οἰκήματος διασχίσασαι ἀποπτῆναι διὰ μέσου αὐτῆς τὸν πάσης γοητείας
ἀνάμεστον παρεσκεύασαν, τοῦτο μόνον εἰπόντα· «βασιλεῦ, ζῆθι καὶ σώζου, ζήτει δέ
με πάλιν ἐν Κατάνῃ.»
28. ὡς δὲ τῆς δεινῆς αὐτοῦ περιεργίας ἡ πρᾶξις μέχρι τινὸς εἰς ἀφανισμὸν τοῦ πυρὸς
παντελῆ κατεκράτησεν, συνδραμόντες οἱ ὄχλοι τὴν προρρηθεῖσαν στρατώρισσαν Αἰθαλίαν
εἰς μέσον προήγαγον· ὅσα δὲ δεδρακέναι λέγεται τὸ πλῆθος τοῦ λαοῦ προφάσει τῆς τοῦ
πυρὸς χρείας εἰς αὐτήν, οὐ μόνον αἰσχρόν, ἀλλὰ καὶ περιττὸν ἥγημαι λέγειν, ἄξια
λήθης μᾶλλον ἢ μνήμης ὑπάρχοντα. φέρε δὴ λοιπὸν ἐπὶ τὴν διήγησιν τῶν λοιπῶν σατανικῶν
φαντασιῶν ὧν ἔδρασεν ὁ τῆς ἀπωλείας υἱὸς Ἡλιόδωρος ἐν τῇ Καταναίων πόλει τὸν λόγον
μετενέγκωμεν, ἵν᾿ εἰδῇ τὸν ἀσεβῆ κατὰ τὸν ψαλμῳδὸν ὑπερυψούμενον μὲν καὶ ἐπαιρόμενον
ὑπὲρ τὰς κέδρους τοῦ Λιβάνου, καταβαλλόμενον δὲ καὶ κακῶς ἀπολλύμενον ὑπὸ τοῦ μεγάλου
ἀρχιερέως καὶ θεράποντος Χριστοῦ Λέοντος, ὥστε μηκέτι εἶναι μήτε μὴν τὸν τόπον αὐτοῦ
ζητούμενον εὑρίσκεσθαι.
29. καὶ γὰρ ἐν ἡμέρᾳ τινὶ ἀγῶνος ἱππικοῦ τελουμένου παρὰ τοῖς Καταναίοις <ἰδὼν>
παρόντα τινὰ νεανίαν, Χρύσην τοὔνομα, ὡραῖον καὶ περικαλλῆ, πρὸς τὴν ἅμιλλαν εὐτρεπισμένον,
ἀδελφιδοῦν τυγχάνοντα τοῦ μακαρίτου Λέοντος, λέγει πρὸς αὐτόν· «εἰ θέλεις, ὦ φίλε,
δύναμαι ποιῆσαί σοι ἵππον, δι᾿ οὗ δυνήσῃ τοὺς ἄλλους ὑπερελάσαι καὶ πάντας συνθλᾶσαι
κατὰ πρόσωπον τοῦ ὑπάρχου.» ὁ δὲ μὴ συνιδὼν τὸν δόλον τῆς ἐπαοιδίας αὐτοῦ «βούλομαι,»
φησί, «ποίησον ὡς ἐπηγγείλω.» καὶ δὴ σὺν τῷ λόγῳ ἐξαίφνης παρέστη ἔμπροσθεν αὐτοῦ
ἵππος λευκὸς καὶ ὡραῖος· ἐφ᾿ ὃν ἐπιβὰς ὁ νεανίας τοὺς λοιποὺς ἐν τῷ δρόμῳ τῇ ταχύτητι
λίαν ὑπερήλασεν, ὥστε θαυμάζειν ἐπὶ τούτῳ πάντας, ἀλλά γε καὶ αὐτὸν τὸν ὕπαρχον.
ὡς δὲ τὰ τῆς ἁμίλλης τοῦ δρόμου τέλος εἴληφεν, αἰφνιδίως ὁ ἵππος ἄφαντος ἐγεγόνει·
ἦν γὰρ φάσμα δαιμονιῶδες· ὁ μέντοι ἐπιβάτης καταπληττόμενος ὡς εἰκὸς ἔμεινεν ἐννεός.
30. εὐθέως οὖν ἀποστέλλονται παρὰ Λουκίου τοῦ ὑπάρχου στρατιῶται τοῦ μεταστεῖλαι
πρὸς ἑαυτὸν σὺν τῷ ἵππῳ τὸν ἐπιβάτην. ὡς δὲ παρέστη κατὰ πρόσωπον αὐτοῦ ὁ Χρύσης,
φησὶ πρὸς αὐτόν· «ἄγε δὴ τὸν θαυμάσιον ἐκεῖνον ἵππον, ἄξιον ὄντα τοῖς βασιλεῦσιν
ἀποσταλῆναι. οὐδὲ γὰρ ἁρμόδιόν ἐστιν ἄλλῳ τινὶ τοιοῦτον ἔχειν ἵππον, ἀλλ᾿ ἢ μόνοις
τοῖς δεσπόταις εἰς τὰ βασίλεια.Ϡ ὁ
[p. 24] μέντοι νεανίας εἰς ἔκστασιν ἐλθών, ὡς μὴ δυνάμενός τι ἀπολογήσασθαι, κατείχετο
δέσμιος· ὁ δέ γε μακαριώτατος Λέων, ἀναμαθὼν τὰ τοῦ δράματος καὶ γνοὺς τὸν Ἡλιόδωρον
αἴτιον ὄντα, πρὸς τὸν Λούκιον παραγίνεται καὶ πείθει τοῦτον, πληροφορίαν τελείαν
παρασχών, μηδέποτε τὸν Χρύσην λευκὸν ἵππον κτήσασθαι καὶ ὅτι ταύτης τῆς φαντασιώδους
ἀπάτης πρόξενος κατέστη ὁ λυμεὼν Ἡλιόδωρος. καὶ δὴ παραυτίκα τοῦτον προστάττει παραστῆναι·
παραστάντα γοῦν καὶ ἀνακριθέντα καὶ τὸ δρᾶμα πᾶν ἐκκαλύψαντα τὸν μὲν παῖδα περιπεσόντα
πλάνῃ δι᾿ ἐπαοιδίας τοῦ ἀπατεῶνος ἀθῳώσας δίδωσι τῷ σεβασμίῳ Λέοντι, αὐτὸν δὲ τὸν
ἀπατήσαντα τοῦτον, ὡς δεινότατον ῥᾳδιουργόν, τῇ φρουρᾷ παραπεμφθῆναι προσέταξεν.
31. πρὸς ἣν ἀπαγόμενος, διαλαθὼν τοὺς ἕλκοντας αὐτὸν στρατιώτας καὶ γῆθεν λίθον
ἀνελόμενος, διὰ τῆς συνήθους μαγγανείας τοῦτον ἐχρύσωσε καί φησι πρὸς αὐτούς· «ἐὰν
ἄνετον ἀφῆτέ με πορευθῆναι, δίδωμι ὑμῖν ποσότητα χρυσίου λιτρῶν τριῶν.» οἱ δὲ τὸ
ὑπέρογκον τοῦ χρήματος κερδᾶναι γλιχόμενοι «δίδου ἡμῖν» φασί «τὸ ποσὸν καθάπερ ὑπέσχου
καὶ χαίρων ὅπου βούλει πορεύθητι.» ὁ δὲ δίδωσιν αὐτοῖς τὸν χρυσοειδῆ λίθον ἐκεῖνον·
κἀκεῖνοι περιχαρῶς τοῦτον λαβόντες τὸν δόντα μὲν Ἡλιόδωρον ἀφίασι πορεύεσθαι, πρὸς
δὲ τὸν ὕπαρχον ἀνθυποστρέψαντες, λόγους οὐκ ἀληθεῖς πλασάμενοι ἔφασαν, ὅτι «περιπατοῦντος
αὐτοῦ μεθ᾿ ἡμῶν δύναμίν τινα καθ᾿ ἡμῶν ἐναντίαν ἐπήγειρε καὶ καταράξας ἡμᾶς πρὸς
γῆν αὐτὸς ἄφαντος ἄφνω πεφηνὼς ᾤχετο.» κἀκεῖνος, ὡς εἰκὸς τεκμηράμενος ἐκ τῶν προτέρων
ὧν ἔδρασεν ἐνδεχόμενον εἶναι καὶ ταῦτα συμβεβηκέναι μαγικῆς κακουργίας δεινότητι,
ἀνευθύνους τοὺς στρατιώτας ἀπέφηνεν. οἱ δὲ τὸν νομιζόμενον χρυσὸν διαμερίζειν βουληθέντες
λίθον εὗρον, μηδαμῶς τῆς οἰκείας μεταβληθέντα ποιότητος· ὃν καὶ ζυγοστατήσαντες
εὗρον ὁλκὴν ἔχοντα λιτρῶν τριῶν, ὡς ἐκεῖνος ἔχειν προείρηκεν.
32. ὁ τοίνυν συμπαθέστατος ποιμὴν Λέων, χριστομιμήτῳ χρηστότητι χρώμενος τοῦ μὴ
βουλομένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτὸν καὶ μὴ θέλων
τὸν ἄθλιον κακῶς ἀπολέσθαι συναπολλύντα πολλοὺς τῇ τῆς μαγικῆς κακοδαιμονίας ἐξαπάτῃ,
πολλάκις μεταστελλόμενος τοῦτον πρὸς ἑαυτὸν παρακαλεῖν καὶ παραινεῖν καὶ νουθετεῖν
οὐκ ἐνέλιπε παύσασθαι τῆς τοιαύτης σατανικῆς μαγγανείας καὶ τερατείας εἰς πρόφασιν
ἀπωλείας γινομένης τῶν ἀφελεστέρων. ὁ μέντοι δολιώτατος Ἡλιόδωρος, ὡς λῆρον λογιζόμενος
τὰς σεπτὰς παραινέσεις καὶ νουθεσίας, οὐκ ἐπαύετο προκόπτειν τοῖς χείροσι, προστιθεὶς
μᾶλλον ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτοῦ· ἐπὶ τοσοῦτον γὰρ ἀναιδείας καὶ ἀσεβείας εἰς
ἄκρον ἤλασεν, ὥστε καὶ κατὰ τῆς ἁγίας τοῦ Θεοῦ ἐκκλησίας ἐπιχειρῆσαι καὶ κατατολμῆσαι
διαπαίζειν καὶ χλευάζειν τὰ φρίκης ἄξια μεγάλα μυστήρια.
[p. 25]
33. ἐν μιᾷ γοῦν τινι τῶν ἡμερῶν, ἑορτῆς τινος τελουμένης καὶ τοῦ σεβασμίου πατρὸς
ἡμῶν Λέοντος τὴν θείαν μυσταγωγίαν ἐπιτελοῦντος συνεισέδραμε καὶ αὐτὸς ὁ δυσσεβὴς
καὶ ἄφρων Ἡλιόδωρος, ὡς δῆθεν χριστιανός, μετὰ τοῦ πλήθους τῶν πιστευσάντων εἰσελθὼν
εἰς τὸν θεῖον ναὸν ἤρξατο τὰ τῶν ἡμιόνων μιμεῖσθαι λακτίσματα, σκιρτῶν ἀτάκτως καὶ
κατὰ πάντων παικτικῶς ἐφαλλόμενος καὶ ποτὲ μὲν εἰς γέλωτα κινῶν, ποτὲ δὲ φλυαρίαις
καὶ βλασφημίαις αἰσχρῶν ῥημάτων εἰς ἀγανάκτησιν ἐνάγων τοὺς συνεληλυθότας. ὡς δὲ
τὰ τῆς ἱερουργίας ἔτι ἐτελεῖτο μυστήρια, λέγει πρὸς τοὺς παρόντας ὁ ἄθλιος· «δύναμαι
νῦν ποιῆσαι τὸν ἐπίσκοπον ὑμῶν τοῦτον σὺν τοῖς ἱερεῦσιν αὐτοῦ ἅλλεσθαι.» ὅπερ εἰπεῖν
μὲν καὶ ἐπαγγείλασθαι ποιεῖν ἀθέως ἐτόλμησεν, εἰς ἔργον δὲ ἀγαγεῖν οὐδαμῶς δεδύνητο,
τῆς θείας δυνάμεως ἀργὴν καὶ ἄπρακτον ἀποδειξάσης τὴν δι᾿ αὐτοῦ προχωροῦσαν ἐναντίαν
ἐνέργειαν.
34. γνοὺς δὲ τὴν τοιαύτην ἀναιδῆ δυσσέβειαν τοῦ ματαιόφρονος ὁ θεοφόρος πατὴρ ἡμῶν,
κλίνας τὸ γόνυ προσηύξατο, τὴν ἄνωθεν συμμαχίαν συνήθως ἐπικουρῆσαι αὐτῷ δυσωπῶν·
μετὰ δὲ τὴν εὐχὴν δρομαίως προελθὼν ἐν τῷ νάρθηκι τοῦ θείου ναοῦ τὸν Ἡλιόδωρον ἐκεῖσε
καταλαμβάνει, κατὰ δὲ τοῦ τραχήλου τούτου τὸ ὠμοφόριον αὐτοῦ περιειλήσας καὶ δεσμεύσας
ἰσχυρῶς λέγει· «ἐπιτιμᾷ σοι κύριος ὁ θεὸς Ἰησοῦς ὁ καταράξας ὡς ἀστραπὴν οὐρανόθεν
τὸν κατὰ τῆς θείας θεαρχίας τραχηλιάσαντα διάβολον, τὸν σὸν μυσταγωγὸν καὶ πατέρα,
μηκέτι τοῦ λοιποῦ δύνασθαι ἐνεργεῖν τὰς μαγείας σου πρὸς ἀπάτην καὶ ἀπώλειαν πολλῶν.»
ταῦτα εἰπών, ἕλκων αὐτὸν δι᾿ ἑαυτοῦ ἀποφέρει τὸν ἀλιτήριον εἰς τόπον καλούμενον
Ἀχίλλειον, κολαστήριον ὄντα τῶν καταδίκων. πρὸς ὃν ἀφικόμενοι, παρεσκεύασεν αὐτὸν
πρότερον ἐκπομπεῦσαι πᾶσαν τὴν σατανικὴν αὐτοῦ μαγγανείαν καὶ γοητείαν, πῶς καὶ
τίνι τρόπῳ καὶ πότε καὶ διὰ τί τὸν Χριστὸν ἐξωμόσατο. ἔπειτα προσέταξεν ὑπὸ τοῦ
πλήθους πυρκαιὰν ἀναφθήναι μεγίστην, καὶ τούτου κατὰ τάχος γενομένου δεδεμένον τοῦτον
κατέχων ἐκ τοῦ τραχήλου εἰσῆλθεν ἐν μέσῳ τῆς ἀναφθείσης καμίνου καὶ οὐ πρότερον
ἀπέστη, μέχρις ἂν εἰς τέλος ἀπετεφρώθη ὁ δείλαιος· ὃς δίκῃ δικαίᾳ διὰ πυρὸς παραδόξως
ἀναλωθείς, ὡς πυρὸς κληρονόμος, πρὸς πῦρ ἀπεδήμησεν ἀτελεύτητον. ὁ δὲ μέγας ἐν ἀρχιερεῦσι
σημειοφόρος καὶ θαυματουργὸς ἐν ὁσίοις Λέων οὐ μόνον αὐτὸς ἀλώβητος ἐκ τῆς φλογὸς
ἐξελθὼν εἰς θάμβος μέγιστον τοὺς ὁρῶντας περιέστησεν, ἀλλὰ καὶ τῶν ἱερῶν ἐνδυμάτων
αὐτοῦ μηδαμῶς τῇ φλογὶ λωβηθέντων τὸ σύνολον κατὰ τὴν τῶν ἐν Βαβυλῶνι πάλαι παίδων
τερατουργίαν πρὸς μείζονα κατάπληξιν τῆς πάντα νοῦν καὶ λόγον ὑπερβαινούσης θείας
δυνάμεως ἅπαντας συνεκίνησε, μεγάλαις φωναῖς μεγαλύνοντας καὶ δοξάζοντας τὸ ὑπερύμνητον
ὄνομα τῆς τρισυποστάτου θεαρχίας.
35. τούτου τὴν φήμην τῆς ὑπερβαλλούσης θαυματουργοῦ ἁγιότητος
[p. 26] μέχρι τερμάτων τῆς οἰκουμένης ἐξενεχθεῖσαν οἱ τότε βασιλεύοντες ἐνωτισθέντες
πρὸς ἑαυτοὺς διὰ παρακλητικῶν γραμμάτων μετεστείλαντο, τῆς τούτου μετασχεῖν εὐχῆς
καὶ εὐλογίας γλιχόμενοι. ὃν καὶ παραγενόμενον εὐλαβῶς ἄγαν καὶ σεβασμίως τιμήσαντες
ἀπεδέξαντο <καὶ> μετὰ δέους ἐσεβάσθησαν, ὁρῶντες μάλιστα τὴν ἐν αὐτῷ μένουσαν χάριν
τοῦ πνεύματος, τήν τε τῆς ἀγγελικῆς διαγωγῆς σεμνοπρέπειαν καὶ λαμπρότητα καὶ τὴν
τῶν ἀπορρήτων τεραστίων ἐνέργειαν· οὓς ἐπὶ πλέον μᾶλλον κατέπληττε καὶ ἄλλα μὲν
πλεῖστα ἐπίπροσθεν αὐτῶν τερατουργῶν, ἐξαιρέτως δὲ τούτους ἐκίνησε πρὸς τὸ πλεῖον
θαμβεῖσθαι ὁρῶντας αὐτὸν ἀναφθέντας ἄνθρακας ἀκαταφλέκτως ἐν ἱματίῳ αὐτοῦ περιφέροντα
καὶ θυμιῶντα.
36. τούτου τὸν ὑπερθαύμαστον βίον ἐθαύμασαν μὲν ἄγγελοι καὶ λίαν ἠγάσθησαν διὰ τὸ
συγγενὲς τῆς λαμπρότητος, δαίμονες δὲ δεδιότες σφόδρα κατέπτηξαν διὰ τὴν δεδομένην
αὐτῷ παρὰ Θεοῦ κατ᾿ αὐτῶν ἐξουσίαν καὶ δύναμιν, ἄνθρωποι ἐθαμβήθησαν καὶ σεπτῶς
ἐσεβάσθησαν διὰ τὸ ὑπερβάλλον τῆς ἁγιωσύνης καὶ τὸ τῆς σεμνοπρεπείας ἀξιάγαστον·
αἱρετικῶν στῖφος ἀπὸ φωνῆς βροντῆς τῶν ὀρθῶν δογμάτων αὐτοῦ ἐδειλίασε καὶ ἀπὸ ἐπιτιμήσεως
τῆς ἀτρέπτου αὐτοῦ περὶ τὴν πίστιν ἐνστάσεως ἐδραπέτευσεν· Ἑλλήνων πλήθη τῇ τῆς
ἐνθέου σοφίας αὐτοῦ δυνάμει σαφῶς ἐληλεγμένα ἐφιμώθησαν εἰς τέλος καὶ κατῃσχύνθησαν,
χεῖρα θέντα ἐπὶ στόματος· παθῶν ἐσμὸς ἐξ ἀρρωστούντων ἀπελήλαται τῇ δυναστείᾳ τῆς
δοθείσης αὐτῷ τοῦ πνεύματος χάριτος· ὀφθαλμοὶ πεπηρωμένοι τὸ φῶς αὖθις ὑπελάμβανον,
ὦτα κωφεύοντα παραδόξως διηνοίγετο, χεῖρες παρειμέναι τὴν δραστικὴν παρ᾿ ἐλπίδας
ἐνέργειαν ἐκομίζοντο, πόδες ἀργοῦντες καὶ σκάζοντες ἐδυναμοῦντο πρὸς εὐδρομίαν καταρτιζόμενοι,
πᾶσά τε λώβη σωματικὴ καὶ πᾶν μέλος ἐμπαθὲς δι᾿ ἐπιθέσεως χειρῶν καὶ προσευχῆς τὴν
κατάλληλον θεραπείαν ἐδέχετο. ταῦτά τε καὶ τὰ τούτων μείζονα παραδόξως ἐνεργῶν ἐξαίσια
ὑπερφυῶς, ὡς εἰκός, ὁ θαυμάσιος ἐθαυμάζετο· οὐ μόνον ἔτι περιὼν μετὰ σώματος ὡς
ἰσάγγελος, ἀλλά γε καὶ μετὰ τὴν ἐντεῦθεν {καὶ} πρὸς θεὸν ἐνδημίαν οὐδαμῶς διαλιμπάνων
εὑρίσκεται τὰ παραπλήσια, μᾶλλον δὲ καὶ παραδοξότερα κρεῖσσον εἰπεῖν ὁσημέραι τῶν
θαυμασίων ἐπιδεικνύμενος· ἐξαιρέτως δὲ κατ᾿ αὐτὴν τὴν ἡμέραν τῆς κοιμήσεως αὐτοῦ
τὸ πάντων μέγιστον ἐξειργάσθη τεράστιον παρ᾿ αὐτοῦ, δεσποτικὴν προσμαρτυροῦν αὐτοῦ
δυνάμεως ὁμοίωσιν καὶ ἐνεργείας ἰσότητα.
37. γυνὴ γάρ τις ἐκ γένους καταγομένη συγκλητικοῦ, τῆς δὲ Συρακουσίων ὁρμωμένη μητροπόλεως,
ἐν ῥύσει αἵματος γεγενημένη πᾶσάν τε τὴν προσοῦσαν αὐτῇ περιουσίαν εἰς ἰατροὺς
καταναλώσασα, παραμυθίας τοῦ πάθους οὐδεμιᾶς ἀπώνατο. τότε δὴ κατά τινα θείαν ἀποκάλυψιν
ἀπανίσταται τῆς πατρίδος καὶ πρὸς τὸν πανθαύμαστον τοῦτον θεραπευτὴν παραγίνεται.
ὁπηνίκα
[p. 27] δὲ τὴν καλουμένην Ἀρειανὴν πύλην κατέλαβεν, ἠκροάσατο κρούματος τοῦ σημαντῆρος,
ὡς ἔθος ἐστὶ δηλοῦντος πᾶσι τοῦ θεσπεσίου τούτου ποιμένος τὴν ἔξοδον, καὶ δραμοῦσα
σπουδῇ πολλῇ καὶ πίστει μετὰ δακρύων προσέπεσε τῷ τιμίῳ λειψάνῳ, ἐπιζητοῦσα τὴν
ἴασιν. παραχρῆμα δὲ παραδόξῳ τρόπῳ τῆς πηγῆς τοῦ θανατηφόρου ῥύακος τῶν αἱμάτων
ἀποφραγείσης τῆς θεραπείας ἐπέτυχε καὶ πρὸς τὴν οἰκείαν πατρίδα ὑπέστρεψε χαίρουσα,
διηγουμένη πᾶσι τὰ τοῦ θεοῦ μεγάλα θαυμάσια καὶ μεγαλύνουσα τὸν αὐτοῦ γνήσιον θεράποντα.
38. κεκοίμηται τοιγαροῦν οὗτος ὁ περιβόητος ἐν θαυματουργοῖς καὶ μέγας ἐν ἀρχιερεῦσι
Χριστοῦ Λέων κατὰ τὴν εἰκοστὴν ἡμέραν τοῦ Φεβρουαρίου μηνός, παραδοὺς εἰς χεῖρας
θεοῦ ζῶντος διὰ θεοειδῶν ἀγγέλων τὴν ἀκηλίδωτον καὶ καθαρωτάτην αὐτοῦ ψυχήν· τὸ
δὲ ταύτης τίμιον σκήνωμα, τῇ τῶν ποικίλων ἀρετῶν λαμπρότητι καὶ τῇ τῶν πολυειδῶν
χαρισμάτων τερπνότητι κεκοσμημένον καὶ μεμυρισμένον, σεμνοπρεπῶς κηδευθὲν καὶ σεβασμίως
ἐκκομισθὲν ἐναπεθησαυρίσθη θήκαις ὁσίαις ἐν περικαλλεῖ μαρτυρικῷ σηκῷ Λουκίας τῆς
καλλίστης παρθενομάρτυρος, ὅνπερ αὐτὸς οὗτος, ὡς λίαν φιλόμαρτυς, καθάπερ καὶ πρόσθεν
εἴρηται, εἰς τιμὴν αὐτῆς καὶ δόξαν θεοῦ ἐκ βάθρων φιλοπόνως ἀνῳκοδόμησεν. ἔδει γάρ,
ἔδει πάντως τὸν συνόμιλον ἀγγέλοις τῷ βίῳ καὶ τοῖς μάρτυσιν ἐν πόνοις ἐφάμιλλον,
ὥσπερ ἐν οὐρανῷ τούτοις συνδιαιτώμενον, οὕτω κἀν τῇ γῇ σύσκηνον ἀναδείκνυσθαι. τὸ
μέντοι τῆς ἐλεημοσύνης αὐτοῦ δαψιλὲς καὶ ἱλαρὸν μετὰ τῶν ἄλλων καλῶν διὰ παντὸς
ἐναργῶς βεβαιούμενον δείκνυται διὰ τοῦ βρύοντος ἀεννάως μυριπνόου ἐλαίου ἐκ τῆς
ἐκείνης σεβασμίας σοροῦ, πάσης ἀρρωστίας χρηματίζον ἀκεσώδυνον φάρμακον καὶ παντὸς
πάθους ἀνιαροῦ ἰατήριον τοῖς εὐλαβῶς μεταλαμβάνουσιν.
39. ἀλλ᾿ ὦ τῶν οὐρανίων ἐραστὰ καὶ κληρονόμε Λέων, ὁ λέων ὡς ἀληθῶς πεφηνὼς καὶ
πεποιθὼς ὡς λέων· ὦ βασιλεῦ τῶν δουλικῶν παθῶν κράτιστε καὶ τῶν τυραννικῶν ἐχθρῶν
δραστικώτατε καθαιρέτα, ὁ τῶν αἱρετιζόντων τὸ στῖφος ὡς ἀλώπεκας ὑπούλους βασιλικῷ
βρυχήματι καταπλήττων καὶ ἀπελαύνων, τὸν δὲ δῆμον τὸν ὀρθόδοξον δόγμασι στερροῖς
καὶ διδάγμασι σοφοῖς συγκροτῶν καὶ καταρτίζων, ὁ δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ γενόμενος
καὶ κατ᾿ ἀμφοῖν διαλάμπων δίκην ἡλίου πᾶσι τοῖς πέρασιν, ὁ τοῖς μεγίστοις τεραστίοις
καὶ θαύμασιν οὐ τοὺς πάλαι προφήτας μόνον ὑπερβαλών, ἀλλὰ καὶ αὐτοῖς τοῖς μεγάλοις
πρωταποστόλοις συναμιλλώμενος, ὦ ποιμὴν θεοπρόβλητε, λαμπτὴρ θεοπύρσευτε καὶ πατὴρ
χριστομίμητε, ὦ μιμητὰ τῶν πατέρων καὶ ζηλωτὰ τῶν ἀποστόλων, παιδευτὰ τῶν ἀφρόνων,
ὑπερασπιστὰ <τῶν> πενομένων, ὀλοθρευτὰ τῶν ἀθέων καὶ πρεσβευτὰ τῶν σῶν προσφύγων
θερμότατε, εὐμενῶς δέχοιο τὰ παρόντα νηπιώδη ψελλίσματα ἐξ ἀτέχνου διανοίας καὶ
γλώττης πόθῳ πολλῷ προσφερόμενα καὶ τοῖς εἰς τοῦτο πίστει πολλῇ προτρεψαμένοις
[p. 28] τὴν ἡμετέραν εὐτέλειαν χάρισαι εἰρήνην, εὐημερίαν, εὐρωστίαν καὶ σωτηρίαν
ψυχῆς αἰώνιον, ἡμῖν δὲ τοῖς τὴν ὑπακοὴν ἀντὶ τῆς παρακοῆς μᾶλλον ἑλομένοις καὶ παρ᾿
ἀξίαν τὰ σὰ διεξελθοῦσι θαυμάσια τῆς προθυμίας ἀποδεξάμενος δώρησαι κακῶν ἀποτροπήν,
πειρασμῶν ἀπολύτρωσιν, ἁμαρτημάτων συγχώρησιν, νοσημάτων ἀναίρεσιν, κινδύνων ἀπαλλαγὴν
καὶ μελλούσης εὐκληρίας ἐπιτυχίαν καὶ πᾶσι τοῖς τὴν σὴν ἱερὰν πανήγυριν ἐπιτελοῦσι
λαμπρῶς, τῷ σῷ δὲ μάλιστα σεμνυνομένοις ὀνόματι μὴ διαλίποις αἰτῶν παρασχεθῆναι
παρὰ Θεοῦ τὰ συμφέροντα, πάντων μὲν τῶν ἀγαθῶν χορηγίαν ἐν τῷ παρόντι, ἐν τῷ μέλλοντι
δὲ ζωῆς ἀτελευτήτου ἀπόλαυσιν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα,
τιμὴ καὶ κράτος σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων· ἀμήν.
************************************************************