τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ ὁμολογητοῦ ἀρχιεπισκόπου
Σουγδαίας
1. οὗτος ὁ ἀοίδιμος καὶ παναγιώτατος πατὴρ ἡμῶν Στέφανος πατρίδα μὲν ἔσχεν ἐν χώρᾳ
τῶν Καππαδοκῶν, κώμης καλουμένης Μοριβάσου. γονέων εὐσεβῶν καὶ θεοφιλῶν παῖς γενόμενος
ἐπεδόθη παρ᾿ αὐτῶν τὰ ἱερὰ γράμματα ἐκμανθάνειν, καὶ πάντας τοὺς ἐκεῖσε συνηλικιώτας
καὶ προκαθημένους ἐν τῇ σχολῇ τῶν γραμμάτων ὑπερηκόντισε. καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ
ἔτει τῆς ἡλικίας αὐτοῦ τὴν [p. 73] ἐντὸς γραφὴν καὶ ἐκτὸς εἰς ἄκρον ἐξασκήσας, γραμματικήν
τε καὶ ποιητικήν, ἀστρονομίαν τε καὶ γεωμετρίαν καὶ πᾶσαν τὴν ἐγκύκλιον παίδευσιν
καλῶς ἐκδιδαχθείς, καὶ παρὰ πάντων πολυέραστος γίνεται. τῶν δὲ γονέων αὐτοῦ τὸν
βίον ἀπολιπόντων, πάντα τὰ προσόντα αὐτοῦ τοῖς πένησιν διανέμει. ξενιτευθεὶς δὲ
τῆς πατρίδος εἰς τὰς Ἀθήνας ἐπέδραμεν· ἔσχεν γὰρ ἐπιθυμίαν τοῦ προσκυνῆσαι καὶ κατασπάσασθαι
τὸν ναὸν τῆς Θεομήτορος. εὑρὼν δὲ ἐκεῖσε ἐνδογενεῖς τοῦ τόπου καὶ πατρίους φιλοσόφους
τε καὶ ῥήτορας, πάντας προσομιλήσας καὶ διαλεχθεὶς οὐκ ὀλίγα, ἐν Κωνσταντινουπόλει
ἀπέστρεψεν. καὶ πάντων τῶν προυχόντων τὴν γνῶσιν γνώριμος καὶ ἀγαπητὸς γίνεται διὰ
τὸ ἄκρον τῆς ταπεινώσεως αὐτοῦ καὶ τὴν ἡδύτητα τοῦ λόγου. ἐμβὰς δὲ ἔν τινι μοναστηρίῳ
τὴν κόμην ἐκείρατο· ἐπεπόθει γὰρ τὸν μονήρη καὶ ἀσκητικὸν βίον. καὶ οὐκ ἀπέτυχεν
οἷς ἐπεπόθει.
2. κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον τῆς περιωνύμου πόλεως Σουγδαίας πρόεδρος τὸν βίον
ἀπολιπόντος καὶ πρὸς κύριον ἐκδημήσας, χρεία καὶ ζήτησις ἐγένετο ἑτέρου ἀρχιερέως·
εὑρὼν δὲ ἡ ἐκκλησιαστικὴ
[p. 74] τάξις τὸν ἀοίδιμον ἄνδρα καὶ διὰ τὴν προσοῦσαν αὐτοῦ ἀρετὴν καὶ τὸ εὐσταθὲς
τοῦ ἤθους καὶ τοῦ λόγου βρίθοντα καὶ ὀρθῶν δογμάτων ὑφηγητήν, ψήφῳ καὶ δοκιμασίᾳ
τῆς θείας καὶ ἱερᾶς συνόδου καὶ αὐτοῦ τοῦ τοῦ ἀποστολικοῦ θρόνου ἰθύνοντος (Γερμανοῦ,
λέγω, τοῦ ἁγιωτάτου καὶ ὁμολογητοῦ) εἰς τὸν ἀρχιερατικὸν θρόνον ἀνάγεται ὁ πανιερώτατος
Στέφανος. καὶ τίθεται τὸ φῶς ἐπὶ τὴν λυχνίαν καὶ φέγγει πᾶσιν τοῖς ἐκεῖσε μὴ μόνον
πιστοῖς, ἀλλὰ καὶ ἀπίστοις, οὐ μόνον τοῖς ἐγγύς, ἀλλὰ καὶ τοῖς πόρρω· δίκην ἡλίου
πάντας καταφωτίζει καὶ καταγλαῒζει τῷ φαεινῷ αὐτοῦ βίῳ. καὶ στέλλεται ὁ ἀοίδιμος
εἰς τὴν λαχοῦσαν αὐτῷ ποίμνην.
3. παραχωρήσαντος δὲ τοῦ θεοῦ καὶ ὁ ἀνάξιος τῆς βασιλείας Ἀρμένιος Λέων, ἀναξίως
καὶ τυραννικῶς κρατήσας τὴν αὐτοκρατορίαν, κατὰ τῶν θείων ἁγίων καὶ ἱερῶν εἰκόνων
πόλεμον ἀνερρίπισεν σφοδρότατον, καὶ πάντας οὓς εὗρεν πιστοὺς καὶ ὀρθοδόξους φυλακαῖς
καὶ ἐξορίαις καὶ πικραῖς τιμωρίαις κατεδίκασεν, καὶ σχεδὸν
[p. 75] εἰπεῖν πᾶσαν τὴν γῆν σαλεύσας, τὸ μιαρὸν αὐτοῦ δόγμα ἔφθασεν καὶ ἐν τῇ περιωνύμῳ
πόλει Σουγδαίᾳ. καὶ πέμψας ὁ θὴρ Λέων λύκους Ἀράβους συνασπιστὰς αὐτοῦ καὶ συμπράκτορας,
καὶ τὸ πρόβατον τοῦ Θεοῦ κατήρπαξαν· καὶ ὡς μαθητὴς τοῦ διδασκάλου αὐτοῦ ὡς ἀρνίον
ἄκακον ἠκολούθει αὐτοῖς οὐκ ἐρίζων οὐδὲ κραυγάζων. καὶ κατελθόντες εἰς τὸν αἰγιαλὸν
(ὢ τοῦ θαύματος↙), τὸ εὐχρηστότατον καὶ ἱερώτατον καὶ ἁγιώτατον σκεῦος, ὥσπερ τινὰ
ἄχρηστον φόρτον, ἐν τῇ νηΐ ῥίψαντες ἐξώρμησαν. καὶ πολλὰ κατὰ τὸν πλοῦν παθόντες,
ὁ ἱερώτατος Στέφανος ἔφθασεν ἐν τῇ βασιλίδι τῶν πόλεων. καὶ ἐκβὰς ἐκ τοῦ πλοίου
ὁ γενναῖος οὗτος ἀνὴρ καὶ θωρακισάμενος τὴν πανοπλίαν τοῦ ἁγίου πνεύματος συνεπλάκη
τῷ θηρί. καὶ βρυχησάμενος ὁ Λέων, οὐκ ἔπτηξεν ὁ ἀδάμας, οὐκ ἐδειλίασεν ὁ γενναῖος.
καὶ ἀπὸ τῶν γραφικῶν καὶ πολλῶν δογμάτων καὶ τοῖς πνευματικοῖς βέλεσιν τοῦτον κατέτρωσεν
καὶ τὸ ἀνίσχυρον αὐτοῦ θράσος κατέβαλεν, καὶ βροντήσας ὁ ἅγιος κατέπτηξεν τὸν δυσσεβῆ
καὶ κατεφόβησεν αὐτόν. καὶ φησὶν ὁ γενναῖος μεγάλῃ τῇ φωνῇ· «ὦ βασιλεῦ ἀνάξιε τῆς
βασιλείας↙ ἡ τιμὴ τῆς εἰκόνος καὶ ἡ προσκύνησις,
[p. 76] ὥς πού τις φησίν, ἐπὶ τὸ πρωτότυπον διαβαίνει.» καὶ ἄλλα πλεῖστα εἰπὼν ὁ
ἅγιος ἐφίμωσε τὸν Λέοντα, ὥς ποτε Δανιήλ. καὶ ἀλλοιώσας τὴν ὄψιν εὐθὺς ἀπεφήνατο
τοῦ τιμωρῆσαι τὸν ἅγιον· καὶ εὐθὺς οἱ ὁμογνώμονες τοῦ θηρὸς εἰς τὴν γῆν τὸν ἅγιον
κατέβαλον, καὶ οἱ μὲν λὰξ ἐντείνοντες, οἱ δὲ ξύλοις παίοντες, ἕτεροι λίθοις βάλλοντες,
καὶ πολλὰ τιμωρηθεὶς ὁ ἅγιος, εἰς φρουρὰν αὐτὸν κατέκλεισαν.
4. καὶ πολλὰ ὑπομείνας καὶ καρτερήσας καὶ νικήσας εὐδοκίᾳ Θεοῦ, διά τινος γυναικὸς
Εἰρήνης (καὶ τῷ ὄντι αὐτῆς εἰρήνης) ἀπελύθη ὁ ἅγιος τοῦ δεσμοῦ. καὶ ἐπανελθὼν ὁ
ποιμὴν ὁ καλὸς εἰς τὸ ἑαυτοῦ ποίμνιον καὶ εὑρὼν τὰ λογικὰ αὐτοῦ πρόβατα ἐν πολλῇ
θλίψει μεμεστωμένα· καὶ ἰδόντα τὸν ποιμένα τὰ πρόβατα ἐχάρησαν χαρᾷ μεγάλῃ ἀνεκλαλήτῳ.
καὶ καλῶς ποιμάνας καὶ διδάξας τὸ ἑαυτοῦ ποίμνιον καὶ πολλὰ θαύματα κατεργασάμενος
τὰ μὲν πρὸ τῆς κοιμήσεως, τὰ δὲ μετὰ τὴν κοίμησιν, καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ δεκεμβρίου
μηνὸς πρὸς κύριον ἐξηδήμησεν.
ταῖς αὐτοῦ πρεσβείαις ὁ θεὸς καὶ ἐλέει καὶ σῶσον ἡμᾶς.
*************************************************************