Saint: PAUL OF KAIOUMAS (# 103)
Edition: ed. A. Papadopoulos-Kerameus, Analekta 4 (1897), 247-251.

ἄθλησις τοῦ ἁγίου μάρτυρος Παύλου ἐν τοῖς Καϊουμᾶ ἐπὶ τῶν εἰκονομάχων ἀθλήσαντος

1. ἄρτι τῆς δυσσεβεστάτης τῶν Ἑλλήνων θρῃσκείας ἀποσβεσθείσης καὶ τοῦ τῆς εὐσεβείας δόγματος ἁπανταχοῦ διαλάμψαντος, εἰρήνη κατεῖχε τὴν οἰκουμένην βαθεῖα, καὶ ἦν οὕτω καλῶς τὰ πράγματα νεύσει διακυβερνώμενα θείᾳ καὶ τὸ χριστιανικὸν φῦλον γηθόμενον ἐν τούτοις καὶ ἀγαλλόμενον καὶ ὁσημέραι εὐθηνούμενον. ἐπεὶ δὲ τὸν πονηρὸν οὐκ ἦν ἠρεμεῖν ἐν οὕτω βαθείᾳ καὶ καθαρᾷ τῇ γαλήνῃ, χειμῶνα δεινὸν καὶ κλύδωνα σφοδρὸν ἐξεγείρει καὶ Ϡπάντα λίθονϠ κινεῖ, τὸ τοῦ λόγου, τὸ καλὸν διατεμεῖν σῶμα τῆς ἐκκλησίας καὶ οὕτως ἀνεπαισθήτως ὥσπερ ἐκκυλίσαι τοὺς ἀνθρώπους αὖθις ἐπὶ τὴν πλάνην. καὶ τί ποιεῖ Λέοντα τὸν Συρογενῆ, τὸν πάσης πλήρη κακίας καὶ δόλου κατὰ τοῦ καλοῦ βασιλέως, τοῦ Θεοδοσίου φημί, κατεξανιστᾷ, χεῖρα τοῦτον ἄρασθαι πείσας πολεμικὴν κατ᾿ αὐτοῦ. ἀλλ᾿ ὃ [λεγε· ὁ] μὲν ὑπεξίσταται τούτῳ τῆς βασιλείας καὶ τὸν μοναδικὸν βίον ἐπαναιρεῖται καὶ γίνεται τὸ τοῦ δαίμονος ὄργανον, ὁ <δὲ> Λέων τῶν Ῥωμαϊκῶν σκήπτρων ἐγκρατής, ὡς μὴ ὄφελε, καὶ δεινὴν κατὰ τῶν σεπτῶν εἰκόνων πνέει τὴν αἵρεσιν, [p. 248] τὴν προσκύνησιν αὐτῶν ἀποκηρύττων ὁ κατάρατος, οἴμοι, καὶ τὸ πονηρὸν τοῦτο δόγμα κατὰ πᾶσαν σχεδὸν διασπείρων τὴν οἰκουμένην.

2. ἀλλ᾿ ἐπεὶ τοῦτον ἡ δίκη μετῆλθε καὶ τὸ πονηρὸν τῆς κακίας κύημα τῶν σκήπτρων κακῶς ἐπελάβετο, ὁ Κοπρώνυμος Κωνσταντῖνος, καὶ τὴν αὐτὴν ἐνόσει καὶ ἐπλάτυνεν αἵρεσιν, ὁ καλὸς οὗτος Παῦλος καὶ τῆς ἀληθείας ὑπέρμαχος, τὸ τῆς ἡμετέρας πόλεως, τῆς Κωνσταντίνου φημί, γέννημα καὶ θρέμμα καὶ παίδευμα, καὶ πολλοὺς ἄλλους πρὸς τὸν ὅμοιον ἔχων ζῆλον κρατύνοντας τὸ ὀρθόδοξον, παρρησιάζεται καὶ αὐτὸς τὴν εὐσέβειαν, καὶ τῷ τοῦ πικροῦ λέοντος πικροτέρῳ σκύμνῳ προσιών, τῷ Κωνσταντίνῳ φημί, βάλλει τοῦτον τοῖς ἐκ λόγων βέλεσι καὶ στηλιτεύει καλῶς καὶ νικᾷ κατὰ κράτος· ἀλλὰ δὴ καὶ πρὸς ὀργὴν ἐρεθίζει, «μὴ δεῖν,» λέγων, «τὰ παρὰ βασιλέων καὶ πατέρων τεθεσπισμένα καὶ χρόνοις ἐν οὕτω μακροῖς τὴν πῆξιν εἰληφότα καινοφωνίαις τισὶν ἐναλλάττειν καὶ προσσχήματι τῆς εὐσεβείας ἐγκατασπείρειν ἀσέβειαν.» ὁ δυσσεβὴς οὖν τοὺς ἐλέγχους μὴ φέρων, καὶ μακροὺς ὄντας καὶ ἀληθεῖς καὶ ὅλως ἀναντιρρήτους, μήτε μὴν οἷός τε ὢν πρὸς τοσαύτην ἀλήθειαν ἀντισχεῖν, τὸν τῆς εὐσεβείας κακῶς μετέρχεται κήρυκα, καὶ πρῶτα μέν «τίς καὶ πόθεν οὗτός ἐστιν» ἐρωτᾷ, «ὅτι καὶ βασιλικοῦ καταπεφρόνηκε βήματος καὶ τοσαύτην ῥημάτων ἐπαφῆκε δεινότητα» καὶ ἐπεὶ μάθοι ὡς ἡμεδαπὸς ὁ ἀνὴρ καὶ θείων εἰκόνων προσκυνητής, τέως μὲν αὐτὸν τῇ εἱρκτῇ παραπέμπει, ξύλῳ τοὺς πέδας ἐγκλεισθῆναι κελεύσας.

3. μετὰ δέ τινα παρέλευσιν ἡμερῶν παρίστησιν αὖθις τοῦτον ἐπὶ τοῦ βήματος καί «νῦν γοῦν ἀνανήψας,» φησί, «γενέσθαι, Παῦλε, θέλησον μεθ᾿ ἡμῶν καὶ στοιχῆσαι τοῖς ἡμῶν δεδογμένοις.» καὶ ὁ ἅγιος «ἡμεῖς,» φησί, «βασιλεῦ, τοῖς ἀποστολικοῖς καὶ τοῖς τῶν πατέρων πειθαρχοῦντες κανόσι τὴν τιμὴν οὔμενουν ἀπαρνησόμεθα ταῖς εἰκόσι προσνέμειν· διὸ καὶ τοῖς μὴ τοῦτο κελεύουσι δόγμασιν ἀποτασσόμεθα καὶ θεοῦ ἐχθροὺς διαρρήδην κατονομάζομεν.»
[p. 249] τότε θυμοῦ πληρωθεὶς ὁ παράνομος τμηθῆναι κελεύει τὴν τοῦ μάρτυρος ῥῖνα καὶ δοθῆναι τοῦτον αὖθις τῇ φυλακῇ. τρεῖς ἐν τούτῳ παρῆλθον ἡμέραι καὶ πάλιν ἐπὶ τὸ βῆμα προάγεται καὶ τῆς γνώμης ἀποστῆναι κελεύεται· ἀλλ᾿ ἐκεῖνος «τί μάτην,» ἔφη, «βασιλεῦ, πιθανότητας ὡς οἴει μοι λόγων προσάγεις ἴσθι τοιγαροῦν, ὡς οὐ χρονία κάθειρξις, οὐ μελῶν ἀποκοπαί, οὐκ ἄλλο τι τῶν θάνατον ἐπαγόντων, ἀποστῆσαί με τῆς προσκυνήσεως τῶν σεπτῶν εἰκόνων δυνήσεται. ποίει τοιγαροῦν τὸ τῇ ἐξουσίᾳ σου παριστάμενον.» ταῦθ᾿ οὕτως εἰπὼν καὶ πρὸς οὐρανοὺς ἀπιδών «μὴ γένοιτό μοι,» ἔφη, «Χριστὲ βασιλεῦ, τὴν σαρκομοιόμορφόν σου θείαν ἀθετῆσαι τὸ παράπαν εἰκόνα↙ μὴ τῆς σῆς κατὰ σάρκα μητρός↙ μὴ τῶν πάντων ἁγίων σου↙» τότε μαίνεται τὸ τοῦ δαίμονος, ὁ βασιλεύς, ἐργαστήριον καὶ πίσσαν ἐνεχθῆναι κελεύει καὶ τέαφον καὶ πυρὶ ταῦτα λυθῆναι καὶ χεθῆναι κατὰ τῆς τοῦ μάρτυρος κεφαλῆς· ἀλλὰ καὶ τούτου γενομένου καρτερὸς ὁ μάρτυς ἐδείκνυτο καὶ πρόθυμος πρὸς τὴν κόλασιν.

4. ἔνθεν τοι καὶ δέχεται πάλιν τοῦτον τὸ δεσμωτήριον καὶ ὃ [λεγε· ὁ] μὲν θείοις ἐτρέφετο λόγοις καὶ ταῖς εὐχαῖς, ὁ τύραννος δὲ τῇ μανίᾳ φλεγόμενος πάλιν αὐτὸν πρὸς ἐξέτασιν ἄγει, καὶ πάλιν μανίας ὑποπλησθεὶς «μέχρι τίνος, ὦ δύστηνε, τοῖς δεινοῖς διὰ δόξαν κενὴν ἐθέλων ἐγκαρτερεῖν, οὐ στοιχεῖν ἐθέλεις τοῖς ἡμετέροις, ἀλλὰ παραβάτας ἡμᾶς, μὴ καλῶς νοῶν, θείων νόμων ἀποκαλεῖς» καὶ ὁ ἅγιος· «αὐτά, βασιλεῦ, κατηγοροῦσι τὰ πράγματα, κἂν ἐγὼ σιωπῶ, ὅτι τὴν πατροπαράδοτον ἠθέτησας πίστιν καὶ καινὴν ἄλλην καὶ πόρρω θεοῦ βάλλουσαν προτετίμηκας.» καὶ ὁ βασιλεύς· «κακὴ κεφαλή↙ ἔστι που παρὰ τοῖς προφήταις, ἢ τοῖς ἀποστόλοις, ἢ τοῖς πατρᾶσιν, μορφὴν ἀνθρωπίνην νενομοθετημένον στηλογραφεῖσθαι καὶ τὸ ἀνόσιον προσκυνεῖσθαι» καὶ ὁ ἅγιος τὴν παρὰ τῆς αἱμόρρου γυναικὸς τοῦ Χριστοῦ γεγενημένην καὶ παρὰ Λουκᾶ τοῦ ἀποστόλου τῆς θεοτόκου μορφὴν εἰς μέσον προθείς, καὶ ὡς ἐδέχθη τούτων ἡ τιμητικὴ παρὰ τῶν πατέρων προσκύνησις καὶ τῶν ἄλλων ἁγίων, ὧν πλήρεις οἱ θεῖοι ναοί, σαφῶς ἀποδείξας,
[p. 250] καί «πῶς οὐκ ἔφριξας,» εἰπών, «ὦ ταλαίπωρε, τὴν ἀθέτησιν αὐτῶν δογματίσαι, ἀλλὰ δὴ σπεύδεις ἡμᾶς κοινωνῆσαί σοι τοῦ ἀτοπήματος,» ἔπληξε τὴν ψυχὴν τοῦ τυράννου.

5. διὸ καὶ τὸ ἀπολογήσασθαι πρὸς ταῦτα καταλιπὼν ὑπεχώρησε καὶ τίνα τιμωρίαν σὺν τοῖς ἀδίκοις κριταῖς ὑποστῆναι τὸν δίκαιον διεσκέπτετο, ναὶ δὴ καὶ νόμον ἐζήτει ὁ τοῦτον παραβάς, τῶν πραττομένων συλλήπτορα. καὶ οἳ [λεγε· οἱ] μὲν ὡρίσαντο κακῶς ὅπερ ὥρισαν, ὁ δὲ τύραννος, ἅτε δεινότερος αὐτῶν ὤν, δεινοτέραν ὁρίζει ταύτην· τοὺς ὀφθαλμοὺς ἐκκοπῆναι προστάττει τοῦ μάρτυρος. ἀλλὰ καὶ τίνα τῆς αὐτοῦ κακίας ἐπινοεῖ τούτῳ βάσανον, καὶ σκοπεῖτε ὡς χαλεπήν, διὰ μέσης ἕλκεσθαι τοῦτον κελεύει τῆς ἀγορᾶς, σχοίνων τῶν αὐτοῦ ποδῶν ἐκδεθέντων, εἶτα καὶ κυσὶ μετὰ θάνατον ῥιφῆναι βοράν· ἃ δὴ καὶ τάχιον ἐπλήρουν οἱ στρατιῶται, τὰς αὐτοῦ χεῖρας ἐξαγκωνίσαντες, τῶν ποδῶν τε σχοίνους ἐκδήσαντες καὶ μέσης ἑλκύσαντες τοῦτον τῆς ἀγορᾶς, «ἦρα,» λέγοντα, «τοὺς ὀφθαλμούς μου, Κύριε, πρὸς σὲ τὸν κατοικοῦντα τοὺς οὐρανούς, ὅθεν ἥξει ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.» ταῦτα δεινῶς ἑλκόμενος ἔλεγε καὶ οὕτω παρέθετο χερσὶ θεοῦ τὴν ψυχήν· ὀγδόην ἦγεν ὁ ἰούνιος μήν. οἱ οὖν ἀσεβεῖς ἤδη καὶ νεκρὸν αὐτοῦ τὸ σῶμα κοράκων δίκην αἰκίζοντες τῷ τόπῳ ῥίπτουσι τῶν καταδίκων εἰς βορὰν οἱ κυνῶν αὐτοῦ τρόπον καθυλακτοῦντες· ἄνδρες δέ τινες εὐλαβεῖς τοῦτο λαβόντες ἐν ἰδιάζοντι κατατίθενται τόπῳ, λίθον μέγαν τῇ σορῷ προσκυλίσαντες, καὶ ἦν οὕτω κρυπτόμενον διὰ τὸν φόβον τὸ καλὸν ἐκεῖνο σῶμα τοῦ μάρτυρος.

6. ὅτε δὲ πάλιν τῆς ἀληθείας ἡ χάρις ἐξέλαμψε καὶ πάντες γεγόνασιν ἐκποδὼν οἱ κακόδοξοι καὶ τὸν οἰκεῖον κόσμον ἡ ἐκκλησία ἠμφιάσατο, Μιχαὴλ τοῦ τῆς εὐσεβοῦς Θεοδώρας υἱοῦ τηνικαῦτα τὰ τῆς βασιλείας ἰθύνοντος σκῆπτρα καὶ Ἀντωνίου τοῦ Καυλέου κατονομαζομένου τὸν θρόνον κατακοσμοῦντος τῆς ἐκκλησίας, τότε φανεροῦται καὶ τὸ σῶμα τοῦ μάρτυρος, καὶ ὅπως ὁ λόγος παραστήσει σαφῶς. τῷ πατριάρχῃ δὴ τούτῳ τῷ Ἀντωνίῳ
[p. 251] νυκτὸς ὄψις ἐφίσταται, «ἄγε δή,» λέγουσα πρὸς αὐτόν, «τὸν κλῆρον ἀναστὰς τάχος παράλαβε κἀν τοῖς Ἄσπαρος μέρεσιν ἄπελθε, καὶ πρὸς αὐτὴν τοῦ Καϊουμᾶ γενόμενος τὴν μονὴν τὸ τοῦ Παύλου ζήτησον σῶμα, ὃς πολλοὺς ὑπὲρ τῆς ἀληθείας τοὺς ἀγῶνας ὑπέστη, καὶ τοῦτο φιλοτίμως ὑπὲρ γῆν καταθέμενος, οὕτω τῆς προνοίας εὐδοκησάσης, ἰατρεῖον ἀπόδος τοῖς χρῄζουσι.» κατέλαβε τὸν τόπον ὁ πατριάρχης, τελεῖ τὴν θείαν μυσταγωγίαν κατὰ τὴν δηλωθεῖσαν μονήν, ἀνορύττει τόπον ἐκκαλυφθέντα τούτῳ, πολλὰ καταδίκων εὑρίσκει κείμενα σώματα, μέγιστον ἐκεῖσε λίθον ὁρᾷ, τοῦτον ἆραι κελεύει. ἤρθη τὸ πάμμεγα τοῦ λίθου χρῆμα· μύρων ἡδυπνόων ὀσμὴ κηρύττει τὸν μάρτυρα, ἐκ παραδόξου φανέντα· ἦν γὰρ ὅλος ἀσινής, ὁλόκληρος, ὅλος, ὡς ἄρτι τῇ γῇ τεθειμένος, δύο πρὸς τοῖς εἴκοσι χρόνων καὶ ἑκατὸν παρεληλυθότων, ἀφ᾿ οὗπερ ὁ σοφὸς τὴν τοῦ μαρτυρίου διήνυσε δίαυλον. θαῦμα τοίνυν τοὺς ἰδόντας εἶχε καὶ ἔκπληξις, καὶ δὴ καὶ τὰ εἰκότα τελέσαντες καὶ πιστῶς αὐτὸ καὶ ἐντίμως ἀράμενοι τῷ ναῷ τῆς Θεομήτορος ἐγκατέθεντο. καὶ νῦν ἔστιν ἰδεῖν πᾶσαν ἐκεῖσε σχεδὸν ἐκκενουμένην τὴν πόλιν καὶ τὸ συμφέρον ἕκαστον εἰς θεραπείαν λαμβάνοντα· νοσούντων μὲν γάρ ἐστιν ὁ μέγας ἐπίσκεψις, ἣν ἂν εἴποις θεραπεύων νόσον καὶ ἐξιώμενος, λυπουμένων καὶ καταπονουμένων ἀναψυχὴ καὶ ἀνάκλησις, συμφορῶν ἀπαλλαγὴ καὶ χειμαζομένων λιμήν. ἀλλ᾿ ὦ πανάγαστε καὶ πανάριστε μάρτυς, νέμοις ταῖς πρὸς θεόν σου δεήσεσι καὶ βασιλεῖ ἡμῶν τῷ ὀρθοδόξῳ καὶ φιλομάρτυρι μῆκος ζωῆς εὐτυχοῦς, ἰσχὺν καὶ κράτος κατ᾿ ἐναντίων, χρηστότητα καὶ τρόπων εὐθύτητα, ἄλυπον τὸ βασίλειον, ἡδὺ καὶ παγγάληνον, λαμπρὸν καὶ πανθαύμαστον, πολλοῖς τροπαίοις κοσμούμενον καὶ χειρὶ θεοῦ τῇ πανσθενεῖ συντηρούμενον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

************************************************************