Saint: ANDREW OF CRETE (# 102)
Edition: ed. A. Papadopoulos-Kerameus, Analekta 5 (1899), 169-179.

μηνὶ ἰουλίῳ δ´.

βίος τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀνδρέου τοῦ Ἱεροσολυμίτου, ἀρχιεπισκόπου γενομένου Κρήτης, συγγραφεὶς παρὰ Νικήτα τοῦ πανευφήμου πατρικίου καὶ κυέστορος.

κύριε, εὐλόγησον.

1. οὐ θεμιτόν ἐστιν, οὔτε μὴν ὅσιον, τὰς τῶν δικαίων καὶ ὁσίων ἀνδρῶν ἐπὶ γῆς ὑψηλὰς πολιτείας καὶ θεῷ διὰ καθαρότητα πλησιαζούσας βυθῷ λήθης καταβαπτίζεσθαι, ἢ τῷ μοδίῳ τῆς σιωπῆς ἐπὶ πολὺ κατακαλύπτεσθαι, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν φανερῶς τῆς διηγήσεως ἐπιτίθεσθαι, ὅπως ἐντεῦθεν τῶν καλῶν ἔργων φανερουμένων ἡ πρὸς τὸν ἀγαθὸν θεὸν ἄδυτος ἐξανατέλλῃ δόξα καὶ κέρδος πολὺ τῆς ὠφελείας τοῖς ἀνθρώποις καλῶς θησαυρίζηται
[p. 170] πρὸς τὸ τοὺς σπουδαιοτέρους τῇ τούτων χρηστῇ μιμήσει τὰ χρηστότερα περιποιηθῆναι. οὐκοῦν δικαίως ἐπὶ τὸν παρόντα λόγον ὡς εὐγνώμονες ἀπιδόντες, ἵνα καὶ ἡμεῖς ταὐτὸν ἐκείνοις πάθωμεν, οἷς οὐκ ἔστιν ἔπαινος, τὸ μὴ τοὺς ἀξίους ἀξίως ἐγκωμιάζειν, τὸ φῶς τὸ ἐκ τοῦ φωτός, Χριστόν, ἐκτενῶς ἐπικαλεσάμενοι, τὸν τοῦ πατρὸς συνάναρχον καὶ τοῦ παναγίου πνεύματος συναῒδιον, τὸν ἕνα τῆς μιᾶς τρισηλίου θεότητος, τὸν πληροῦντα τὰ πάντα χρηστότητος, τὸν ἐπιχορηγοῦντα σοφίας δωρήματα καὶ ἀρκοῦσαν τοῖς πᾶσι γνῶσιν ἅπασαν, καὶ παρ᾿ αὐτοῦ τὰς αὐτοῦ μεγαλοδωρεὰς τοῦ λέγειν ἐμπλησθέντες, τῆς τοῦ ὁσίου πατρὸς Ἀνδρέου τοῦ γεγονότος ἀρχιεπισκόπου τῆς Κρητῶν φιλοχρίστου νήσου ἐναρέτου καὶ ὑψηλῆς πολιτείας ἀπαρξώμεθα διηγήσεως.

2. γονέων μὲν οὗτος θεοφιλῶν καὶ εὐλαβῶν γέγονε τέκνον, Γεωργίου καὶ Γρηγορίας προσαγορευομένων, ὧν ἡ πολιτεία συνέδραμε τοῖς ὀνόμασιν· ἀμφότεροι γὰρ ἐπιμελῶς γρηγορήσαντες ἐν ἔργοις ἀγαθοῖς, θεοῦ γεώργιον ὤφθησαν καὶ δικαιοσύνην αὐτῷ ἐκαρποφόρησαν. Δαμασκὸς δὲ πόλις αὐτοῖς, οὐδὲν δυτικὸν ὡς ἐξ ἐχθρῶν ἀπίστων εἰσάγουσα, ἀλλὰ μία τῆς Ἀνατολῆς τυγχάνουσα, πρὸς ἀνατολὴν πίστεως αὐτοῖς ὀρθοδόξου μηδὲν κατασκιάσασα· ἐν ᾗ καὶ ὁ τούτων γόνος, μᾶλλον δὲ τοῦ θεοῦ δοῦλος, ἐξ ὀσφύος αὐτῶν προῆλθεν· ἐχρῆν γὰρ ἐκ ῥίζης ἀγαθῆς ἀγαθὸν καὶ κλάδον ἀναβλαστῆσαι. καὶ σιγὴ μὲν αὐτῷ γλώσσης ἀπὸ γεννήσεως καὶ μέχρι χρόνων ἑπτὰ οἰκονομικῶς παρὰ θεοῦ ἐπιτίθεται, ὅπως ἂν ἐγκράτειαν γλώσσης ἐκ νηπίας ἐκμανθάνων ἡλικίας θεῷ μυστικῶς ὡς τὸ Μωσέως ἐντυγχάνῃ στόμα καὶ αἴρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ· καὶ καλῶς τῷ ἀρότρῳ ἑαυτὸν ἐπιτίθησι καὶ εἰς τὰ ὄπισθεν οὐκ ἐπιστρέφεται, ἀλλὰ τούτων ἐπιλανθάνεται τοῖς ἔμπροσθεν ἐκτεινόμενος, ὅπως ἂν τὰ τῶν ἔργων αὑτοῦ νεώματα καὶ γεώργια εἰς ἑκατὸν εὐθηνοῦντα τῷ θεῷ παραστήσῃ. ὀκταετοῦς δὲ αὐτοῦ γεγονότος, ἐν μιᾷ τῶν ἡμερῶν, ὡς ἦν αὐτῷ μετὰ τῶν
[p. 171] αὑτοῦ γονέων καὶ προτέρως ἔθος ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ ἐκκλησίᾳ παραγίνεσθαι, κἀκεῖσε τὴν θείαν ἐκτελεῖν λειτουργίαν, μετὰ τὴν μετάληψιν τοῦ τιμίου καὶ ζωοποιοῦ σώματος καὶ αἵματος τῆς ἐνσάρκου οἰκονομίας τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦτον φωνὴν ἔναρθρον κατὰ τὸν ἴδιον καιρὸν ἀφεῖναι, ὡς τῶν ἑπτὰ ἐτῶν τὴν σιωπὴν τῶν ἑπτὰ ἡμερῶν τοῦ παρόντος βίου αὐτῷ προτυπουμένων τῆς ἐν ἡσυχίᾳ χρηστῆς διαγωγῆς· τὸ δὲ φωνὴν αὐτὸν ἐν τῷ ὀγδόῳ ἀφεῖναι χρόνῳ τὴν ὀγδόην καὶ πρώτην ἀνέσπερον ἡμέραν τῆς μελλούσης ἀπεράντου ζωῆς δηλοῖ, ὡς διὰ τῶν ἔργων αὐτοῦ τῶν καλῶν μετὰ θεοῦ διὰ παντὸς ὢν θεῷ ἔσηται [λεγε· ἔσεται] λαλῶν.

3. παρευθὺς οὖν ἐκδιδαχθεὶς δεόντως τὰ πεζὰ γράμματα, ἐν συνέσει πολλῇ διαπρέπων, τοῖς ὑψηλοτέροις ἐπιβαίνει μαθήμασι· γραμματικῆς τὸ κάλλιστον πρὸς σοφωτάτην παίδευσιν ἑαυτῷ συλλέξας, ὥσπερ μέλισσα τὰ ἁρμόδια· πρὸς ἐργασίαν εὔχρηστα ἐπιλέγεται ἄνθη, καὶ προσάγεται παρὰ τῶν αὐτοῦ θεοφιλῶν γονέων ὁ παρὰ τοῦ θεοῦ καλούμενος πρὸς πᾶσαν θεοσέβειαν εὐσεβὴς οὗτος νεανίας, κατὰ τὴν δευτέραν αὐτοῦ ἡλικίαν, τῇ ἁγιωτάτῃ τῶν Ἱεροσολύμων ἐκκλησίᾳ τῆς Ἁγίας τοῦ Χριστοῦ Ἀναστάσεως, ὅπως ἔνθεν αὐτῷ ἡ τῶν παθῶν νέκρωσις, ὡς τῷ ζωοποιοῦντι θεῷ μέλλοντι ζῆν, περιποιηθῇ. καὶ παρὰ Θεοδώρου τοῦ ἐν τοῖς ζῶσι τότε τῶν ἐκεῖσε ὄντος πατριάρχου, τανῦν δὲ ἐν ὁσίᾳ τῇ μνήμῃ, δεχθεὶς καὶ ἀποκαρεὶς καὶ τῷ ἱερῷ ἀποκληρωθεὶς καταλόγῳ, τῇ τῶν τριχῶν ἀποβολῇ τὰ τερπνὰ τοῦ βίου ὡς ῥευστὰ συναπεβάλετο καὶ τῷ ἱερῷ στεφάνῳ τῆς αὑτοῦ κεφαλῆς ταῖς κατὰ θεὸν ἀρεταῖς τὴν ψυχὴν ἐστεφάνωσε· καὶ ἦν ἐν τῷ πατριαρχείῳ ταῖς θείαις προσκαρτερῶν γραφαῖς καὶ τὴν ἐξ αὐτῶν ψυχικὴν καρπούμενος ὠφέλειαν, προκόπτων ἐν χάριτι καὶ ἀναβάσεις ἀγαθῶν ἐν καρδίᾳ τιθέμενος· καὶ θεὸς ἦν μετ᾿ αὐτοῦ, τὸν ἑαυτοῦ δοῦλον ἐλευθερῶν ἐκ πάσης πονηρᾶς ἐνεργείας, καὶ δι᾿ ἐπαινουμένην κατήφειαν καὶ μεγίστην εὐλάβειαν τῇ τῶν εὐλαβῶν τοῦ
[p. 172] αὐτοῦ πατριαρχείου νοταρίων τετίμηται τάξει. τοῦ δὲ προειρημένου τῶν Ἱεροσολύμων πατριάρχου θαυμάζοντος τὸ ἐν πᾶσι νηφάλεον αὐτοῦ καὶ πρὸς ἅπαντας ἐπιεικὲς καὶ χαρίεν, περὶ τὰ ἔσχατα τῆς αὑτοῦ ζωῆς μετακαλεσάμενος Θεόδωρον τὸν θεοφιλέστατον αὑτοῦ οἰκονόμον, δεόντως αὐτῷ προσέταξεν ἐκκλησιαστικὸν τὸ οἱονοῦν πρᾶγμα μετὰ τελευτὴν αὑτοῦ ἄνευ γνώμης καὶ βουλῆς τοῦ εὐσεβοῦς τούτου καὶ φιλοθέου ἀνδρὸς μὴ διοικηθῆναι, ἀλλὰ πάντα μετὰ συναινέσεως αὐτοῦ πράττειν· τοῖς γὰρ μυστικοῖς ὀφθαλμοῖς ὡς πνευματικὸς ἑώρα φανερῶς τὰ τοῦ πνευματικοῦ τούτου κατορθώματα, καὶ νέος ὢν τῇ ἡλικίᾳ παλαιῷ τῷ φρονήματι τοὺς ἐν παλαιότητι χρόνων ὡς νέους ὑπερενίκα, καὶ γέγονε τῶν ἐκκλησιαστικῶν πραγμάτων ὑπέρμαχος, ὅπλοις ἀριστεύων τῆς εὐσεβείας καὶ τῆς χρηστῆς διοικήσεως ἐγείρων τὰ τρόπαια· καὶ τοῦ οἰκονομοῦντος ἀνδρὸς γέγονεν ἀντιλήπτωρ καὶ βακτηρία ἔμψυχος, ἐν τῇ εὐθείᾳ τῶν πραγμάτων διοικήσει τοῦτον ὁδηγῶν. καὶ μοναχὸς μὲν ἦν ὁ μετὰ τοῦ θεοῦ καὶ θεοῦ δοῦλος πολλοστὸς ἐν ἀγαθοῖς, τοῖς ἱερεῦσιν ὅσια πάντα ἐπιδεικνύμενος, τοῖς πτωχοῖς πλουσίως διαρκῶν, ὀρφανῶν πατήρ, καταπονουμένων ἐκδικητής, λυπουμένων χαρμονή, ἀθυμούντων ἀνατολὴ παραμυθίας, καὶ τοῖς πᾶσι τὰ πάντα ἀποστολικῶς διὰ θεὸν γέγονε, παρὰ πάντων ἐν πᾶσι θαυμαζόμενος.

4. τῆς δὲ ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου ἐν τῇ θεοφυλάκτῳ καὶ βασιλίδι πόλει, ὡς κεφαλῇ τοῦ σώματος τυγχανούσῃ τοῦ παντὸς χριστιανικωτάτου πολιτεύματος, εὐσεβῶς κροτηθείσης ἐπὶ Κωνσταντίνου τοῦ τότε ἐν τοῖς ζῶσιν ὄντος ὀρθοδόξου τῶν χριστιανῶν βασιλέως, τοῦ πατρὸς Ἰουστινιανοῦ, καὶ τὰ τῆς κακοδοξίας ζιζάνια τῇ δρεπάνῃ τῶν εὐσεβῶν ἐκ ῥιζῶν ἀποτεμνούσης καὶ τὸ περὶ δύο φύσεων καὶ θελημάτων καὶ ἐνεργειῶν ἐπὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ ἑνὸς τῆς ἁγίας καὶ ζωαρχικῆς τριάδος
[p. 173] κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καλῶς ὁρισάσης, καὶ πρὸς θεραπείαν τοῖς τὰ ἐναντία τούτων κακοδόξως νοσοῦσιν θεοφιλῶς ἐκφωνησάσης, ὡς ἁπανταχοῦ ταῖς ἁγιωτάταις τοῦ θεοῦ ἐκκλησίαις τῶν παρὰ τῆς εἰρημένης ἁγίας ἕκτης συνόδου θεοπρεπῶς θεσπισθέντων καὶ κατὰ τὴν ἐκκλησίαν τῶν Ἱεροσολύμων ἐγγράφως παρὰ τοῦ βασιλέως ἀποσταλέντων, καὶ πάντων τῶν ἐκεῖσε συναχθέντων ἐπὶ τοῦτο, ἱερέων τε καὶ θεοφιλῶν ἀνδρῶν, καὶ μετὰ πολλῆς χαρᾶς ἀσπασαμένων τὰ τῶν ὀρθοδόξων δογμάτων συγγράμματα, καὶ πᾶσαν φλόγα κακοδόξου δίψης ἀποσβεσάντων, ὡς ἐκ πηγῆς τῆς ὀρθοδοξίας κορεσθέντων αὐτῶν τὰ νάματα, τὸν προκείμενον ἡμῖν ἄνδρα, τὸν ἄξιον τοῦ θεοῦ δοῦλον, εἰ καὶ ἐν ἡλικίᾳ νέᾳ ὑπῆρχε, μεγάλως διὰ τὴν σεμνότητα τῶν τρόπων ἐπιλεξάμενοι καὶ τούτῳ ἐγχειρίσαντες καὶ ἐμπιστεύσαντες τὰ τῶν εἰρημένων εὐσεβῶν δογμάτων ἀντίγραφα, ἤγουν τῆς ὀρθῆς αὐτῶν πίστεως τὴν ὁμολογίαν, μετὰ καὶ δύο εὐλαβῶν γερόντων τοῦτον πρὸς τὸν αὐτὸν ἀνέπεμψαν εὐσεβέστατον βασιλέα· τοῦ δὲ αὐτοῦ βασιλέως πρὸς τὴν κρείττω μετατεθέντος ζωὴν καὶ τὸν φθαρτὸν τοῦτον καταλιπόντος βίον, τὰ τῆς βασιλείας διαδέξασθαι σκῆπτρα τὸν αὐτοῦ υἱὸν Ἰουστινιανόν, ᾧτινι καὶ τὰ λεχθέντα τῆς εὐσεβείας ἀπεκόμισεν ἀντίγραφα ὁ εὐσεβὴς οὗτος καὶ θεῷ προσῳκειωμένος ἀνήρ· καὶ παρὰ τοῦ εἰρημένου ὀρθοδόξου βασιλέως Ἰουστινιανοῦ τὰς περὶ τῆς ἀποδοχῆς εὐσεβεῖς αὐτοῦ δεξάμενος κεραίας, καὶ ταύτας ἐμπιστεύσας τοῖς μετ᾿ αὐτοῦ συναπολυθεῖσιν, ἀπέστειλε πρὸς τοὺς κατοικοῦντας τὰ Ἱεροσόλυμα, ἐξ ὧν καὶ ἀνεπέμφθη.

5. μένει οὖν ἐν ὅροις τοῦ καλοῦ ὁ πρὸς πᾶσαν ὁδὸν σωτηρίας ἐκτρέχων· τοῦ γὰρ θεοῦ καὶ δεσπότου περὶ τοῦ ἰδίου δούλου κρεῖττόν τι προβλεψαμένου κατὰ πρόφασιν εὔχρηστον, τὴν ἀπὸ τῆς τῶν ἐχθρῶν γῆς μετάθεσιν, ὡς ἀπὸ Ἱεριχὼ εἰς Ἱερουσαλήμ, τὴν βασιλίδα τῶν πόλεων τούτῳ συμφερόντως χαρίζεται·
[p. 174] ἐν ᾗ καθίσας καὶ δύναμιν χάριτος, ἀποστολικῶς εἰπεῖν, ἐξ ὕψους ἐνδιδύσκεται, ὡς μαθητὴς τῶν μαθητῶν καὶ διδασκάλων τῆς ὅλης οἰκουμένης καὶ μιμητὴς τῶν κατορθωμάτων καὶ τῆς θείας αὐτῶν διδασκαλίας. τῇ γὰρ σαγήνῃ τῶν πρὸς διόρθωσιν λόγων αὑτοῦ πολλοὺς τῶν ἀνθρώπων πνευματικῶς ἀγρεύσας, τῷ θεῷ λογικὸν προσήγαγεν ὀψώνιον· ἐν ἡσυχίᾳ γὰρ ἐπὶ πλείστους χρόνους διάγοντος αὐτοῦ καὶ ἐν τῷ ἰδίῳ σχολάζοντος κελλίῳ, οὐκ ἐπὶ πολὺ τοῦτον ὁ θεὸς ηὐδόκησεν ἀποκρύπτεσθαι, ἀλλὰ πρὸς ψυχικὴν αὐτοῦ τε καὶ τοῦ πλησίον ὠφέλειαν τοῦτον ἐφανέρωσεν, ὅπως αὐτὸς ὑπὸ ἄλλων ὠφεληθῇ, ἄλλους ὠφελῶν. τὰ τῆς αὐτοῦ τοίνυν χρηστῆς διαγωγῆς διαγινώσκεται τῷ τότε βασιλεῖ κατ᾿ οἰκονομίαν τοῦ ἄνω βασιλέως, τοῦ βασιλεύοντος τῶν ἐπὶ γῆς βασιλέων, καὶ προχειρίζεται διάκονος, κατὰ βασιλικὴν πρόσταξιν, ἐν τῇ μεγάλῃ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ, μεγάλως ἐν τῇ ἱερατικῇ τῶν διακόνων διαπρέπων τάξει, ὥστε καὶ πρεσβυτέρους τὸ ἐν νεότητι αὐτοῦ ὑπὲρ γέροντας θαυμάζειν φρόνημα· καὶ μετ᾿ ὀλίγον ὁ πολὺς ἐν διδασκαλίαις πατὴρ γίνεται πατὴρ ὀρφανῶν, τὴν τοῦ εὐαγοῦς ὀρφανοτροφείου ἐμπιστευθεὶς φροντίδα, καὶ ὡς εὐγενὴς ταῖς κατὰ θεὸν ἀρεταῖς καὶ φιλόπτωχος πλούσιος καὶ τὴν τῆς εὐσεβοῦς διακονίας τῶν Εὐγενίου διοίκησιν· καὶ τὸ στενὸν τῶν δύο τούτων τόπων ὁ τῆς τριάδος μύστης εἰς πλατυσμὸν πολλῶν ἀγαθῶν παραχρῆμα μετήγαγεν, εὐχαῖς τε καὶ χρηστῇ διοικήσει τὰ κάτω κείμενα δεόντως ἀνύψωσε, τοῦ μὲν ἑνὸς εὐαγοῦς τόπου τὸν ὀρφανισμὸν ὀρφανίσας τῇ χρηστῇ καὶ πατρικῇ ἀντιλήψει, τοῦ δὲ ἑτέρου εὐαγοῦς οἴκου ἐν πλάτει τὴν στένωσιν ἀποδιώξας καὶ τῷ ἀδιαλείπτῳ ἐπισιτισμῷ τοὺς πτωχοὺς διαθρέψας, ὡς ἄλλος σώφρων Ἰωσήφ, οὐκ ἐν Αἰγύπτῳ, ἀλλ᾿ ἐν τοῖς οἴκοις τοῦ θεοῦ τοῖς πένησιν ὡς ἀδελφοῖς καταφανείς. ἐντεῦθεν λοιπὸν ὡς ἐκ δυνάμεως εἰς δύναμιν πορευόμενος καὶ ἀπὸ δόξης εἰς δόξαν μετερχόμενος, ὡς ἐκ θεοῦ
[p. 175] καλούμενος, αὐτὸς δὲ διὰ τὴν ταπεινοφροσύνην παραιτούμενος, ὁ πτωχὸς τῷ πνεύματι διὰ τὴν οὐρανῶν βασιλείαν καὶ μὴ θέλων τοῖς ὑψηλοτέροις ἐπιβαίνει, ψηφισθεὶς προσφόρως ὑπὸ ἀξίων ὡς ἄξιος ἀρχιεπίσκοπος τῆς Κρητῶν φιλοχρίστου νήσου.

6. καὶ ἀποκαθίσταται ἐν τῷ ἑτοιμασθέντι αὐτῷ παρὰ θεοῦ τῆς ἀρχιεπισκοπῆς θρόνῳ, δεχθεὶς παρὰ τοῦ ἐκεῖσε παντὸς ἱερατικοῦ τάγματος καὶ τοῦ φιλοχρίστου λαοῦ μετὰ χαρᾶς μεγάλης ὡς ποιμὴν εὐσεβείας, τὰ ἐμπιστευθέντα αὐτῷ λογικὰ πρόβατα ὡς ἐν μάνδρᾳ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κατασφαλιζόμενος καὶ ῥάβδῳ δυνάμεως τῷ ὅπλῳ τοῦ ζωοποιοῦ πάθους, σταυρῷ, ἐπιδεξίως τοὺς εὐωνύμους καὶ νοητοὺς ἀπελαύνων θῆρας, καὶ τῇ σφενδόνῃ τῶν ἀδιαλείπτων εὐχῶν τούτους σφοδρῶς κατατραυματίζων διὰ τὴν ἐπιτεθεῖσαν αὐτῷ μεγίστην τῆς ἱερωσύνης ἀρχήν, ὡς γινώσκων τὸ ἐπικείμενον βάρος τοῖς ἐμπιστευομένοις λογικὴν τοῦ θεοῦ ποίμνην. καὶ λόγον τῷ λαῷ προσεφώνησε, δι᾿ αὐτοῦ φανερῶς δεικνύων τὸ ὡς εἴρηται ἐπικείμενον τοῖς ἱερεῦσι φορτίον· τὸ γὰρ τῆς πρώην ἡσυχίας ἐνάρετον ἔπειθεν αὐτὸν λυπεῖσθαι, οἷα ζημίαν ὑπομενηκότα, ὡς ἐννοοῦντος αὐτοῦ θησαυρόν, τὸ ἰδιάζειν, ἀπολωλεκέναι· ὁ δὲ διδοὺς λόγον ἐν ἀνοίξει στόματος θεὸς λόγος καὶ διὰ τοῦ προφήτου Δαυὶδ φθεγξάμενος Ϡπλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό,Ϡ αὐτός, ὡς προειδὼς τὴν σοφίαν τῆς καρδίας μελέτην τοῦ θεσπεσίου τούτου ἀνδρός, μᾶλλον τὸ στόμα αὐτοῦ πληρώσας συνέσεως, τοῦτο πρὸς δόξαν ἐπλάτυνε τῆς αὑτοῦ μεγαλειότητος. ὅθεν καὶ ἐγκωμίων λόγους διαφόρους πρὸς τὴν πανάμωμον καὶ πάσης κτίσεως ὑπερτέραν, τὴν παρθένον κατὰ φύσιν καὶ ὑπὲρ φύσιν μητέρα τοῦ υἱοῦ τοῦ θεοῦ καὶ θεοῦ ἀληθινοῦ, μετὰ πάσης εὐφροσύνης καὶ ἀγαλλιάσεως ἐξέθετο, εἶτα δὲ καὶ εἰς τὴν ὑπὲρ τῆς ἀληθείας ἀποτομὴν Ἰωάννου τοῦ προδρόμου καὶ βαπτιστοῦ καὶ ἑτέρων ἁγίων καὶ ὁσίων πατέρων.

[p. 176]

7. ὡς οὖν ἑαυτὸν ναὸν τοῦ θεοῦ ἐξ ἔργων ἀγαθῶν ἐργασάμενος, κατὰ Παῦλον τὸν ἅγιον ἀπόστολον καὶ μαθητὴν τοῦ κυρίου καὶ τῶν περάτων διδάσκαλον, τὸν εἰπόντα ναὸν θεοῦ εἶναι τὸν ἄνθρωπον, ναὸν ἐκ νέας εὐπρεπῶς ᾠκοδόμησε τῆς παναχράντου καὶ πανυμνήτου θεοτόκου Μαρίας, τοῦ ἐμψύχου καὶ ἡγιασμένου τοῦ θεοῦ λόγου ναοῦ, Βλαχέρνας τὸν τοιοῦτον παρ᾿ αὐτοῦ οἰκοδομηθέντα ναὸν ὀνομάσας, ἱερεῖς λειτουργοὺς ἐκ τοῦ μοναχικοῦ σχήματος ἐν αὐτῷ πρὸς ὑμνῳδίαν καὶ δοξολογίαν θεοῦ θεοπρεπῶς ἐγκαταστήσας, εἰς ἀντίδωρον τῶν μεγαλοδωρεῶν καὶ ἀντιλήψεων τῶν εἰς αὐτὸν παρὰ τῆς τοῦ θεοῦ πύλης προελθόντων· καλῷ δὲ τὸ καλὸν ἐποικοδομῶν καὶ ἀγαθὰ ἐπ᾿ ἀγαθοῖς καθ᾿ ἡμέραν τιθέμενος - οὐ γὰρ ἦν αὐτῷ σχεδὸν ἡμέρα μὴ δικαιοσύνης φῶς ἐξ ἔργων ἀνατέλλουσα -, ὡς τὸν πλησίον εὐεργετῶν καὶ θεῷ ἔνθεν ἐγγίζων, τοῖς σωματικοῖς [λεγε· σωματικῶς?] ἅμα καὶ ἐξ ἐνδείας νοσοῦσιν οἶκον παραμυθίας καὶ ἰατρείας ἐκ νέας ὁ παλαιὸς οὗτος καὶ ἐν κατορθώμασι γεγηρακὼς συνεστήσατο, τὸν καλούμενον Ξενῶνα, πᾶσαν αὐτάρκειαν χρείας διὰ Χριστὸν ἐξ οἰκείας ἐπιδόσεως παρασχών, ὡς τὰ τοῦ θεοῦ τῷ θεῷ ἐν ἱλαρότητι προσφέρων καὶ ὡς τὸ τῆς σοφίας ῥητὸν ὁ σοφώτατος οὗτος ἐκμαθὼν καὶ γινώσκων, τὸ Ϡἐν ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι·Ϡ καὶ διακονίαν ὡς πτωχὸς τῷ πνεύματι τοῖς πτωχοῖς διακονῶν κατεσκεύασε καὶ ἐν νιπτῆρι βάλλει ὕδωρ, τὴν ἐξ οἰκείων χρημάτων ὡς ἐξ ἀγγείων ἐπιχέων τῷ τόπῳ τῆς χρείας αὐτάρκειαν· καὶ τὴν ὀρθὴν διεζωσμένος ὥσπερ λέντιον πίστιν, ἐξ ἀμφοτέρων οὐχὶ πόδας μόνον ἀλλὰ καὶ πᾶσαν αὑτοῦ τὴν ψυχὴν ἀποπλύνας καὶ ἐκμάξας ἀπελεύκανε. πιστὸς οὖν ἱερεὺς ὢν τοῦ μεγάλου ἱερέως καὶ τοὺς οὐρανοὺς διεληλυθότος, ὡς ἐν θυσιαστηρίῳ τῇ ἑαυτοῦ ψυχῇ δεκτὰ τῷ θεῷ καθ᾿ ἡμέραν θύων, καὶ τοὺς ἠμελημένους ἐπιμελῶς ἀνεκτίσατο ἐκκλησιαστικοὺς ναούς, καὶ ὅσα τούτοις πρὸς
[p. 177] κόσμον ἱερῶν κειμηλίων ἁρμόδιον ὁ παγκόσμιος οὗτος παρασχών, εὐπρεπῶς αὐτοὺς κατεκόσμησεν.

8. τί δὲ διὰ τὸν ἑαυτοῦ δοῦλον καὶ φίλον ὁ θεὸς τοῖς πολεμίοις ἐχθροῖς πεποίηκεν οἱ γὰρ ἀλιτήριοι Ἀγαρηνοὶ ἐν θαλάσσῃ τὸ ὅρμημα αὑτῶν θέμενοι, διὰ πλήθους σκαφῶν ἐν τῇ φιλοχρίστῳ Κρητῶν νήσῳ ἐκμανῶς ἐπέστησαν, ὅπως αὐτοὺς ὡς κατακρίτους ἡ τοῦ θεοῦ κρίσις διὰ τὰς ἀδίκους αὐτῶν κατὰ τῶν χριστιανῶν ἐπιβάσεις καὶ ἐν Κρήτῃ καταδικάσῃ· τῷ γὰρ ὀχυρώματι τῷ προσαγορευομένῳ Τοῦ Δριμέως, ἐν ᾧ πρὸς τὸ σύνηθες ὁ τοῦ θεοῦ ἄνθρωπος μετὰ τοῦ ὑπ᾿ αὐτοῦ ποιμαινομένου χριστιανικωτάτου λαοῦ διὰ τὰς ἐχθρικὰς ἐπιβάσεις εἰσήρχετο, οἱ βάρβαροι πρὸς πολιορκίαν παρακαθίσαντες καὶ πολλὰς μηχανὰς πρὸς παράταξιν πολέμων ἐν αὐτῷ ἐπιδειξάμενοι, τὸ ἄπρακτον ἑαυτοῖς περιεποιήσαντο, ζημίαν τὴν ἰδίαν κατάλυσιν ἀντὶ κέρδους· τῆς αἰχμαλωσίας οἰκειωσάμενοι, ἐκ βελῶν τῶν εὐχῶν τοῦ πρὸς θεὸν ὡς τόξον τὸ ὄμμα τείνοντος ἱερέως πολεμηθέντες.

9. τοιοῦτον τὸν ἑαυτοῦ ἄνθρωπον ὁ θεὸς περίδοξον ἀναδείξας, καὶ λοιμικῆς νόσου τῷ λαῷ τῆς κατ᾿ αὐτὸν νήσου ἐπελθούσης καὶ ἀνομβρίας κατὰ παίδευσιν θεοῦ ἐπιπεσούσης, τὸν μὲν ὑετὸν παρὰ θεοῦ ἐξῃτεῖτο τῇ διψώσῃ γῇ καταπεμφθῆναι αὐτὸς ἀπαύστως καὶ ἀκορέστως, ὡς διψῶν τὴν τοῦ θεοῦ δικαι<ο>σύνην, ὄμβρους δακρύων αὐτῷ προσφέρων καὶ παρ᾿ αὐτοῦ τὰ τῶν αἰτήσεων κομιζόμενος, καὶ ὥσπερ ἐμπλάστρῳ ταῖς πολλαῖς νηστείαις καὶ ἀνυστάκτοις ἀγρυπνίαις καὶ ἀδιαλείπτοις εὐχαῖς κεχρημένος, τῇ θεηλάτῳ προσέφερε νόσῳ καὶ τὴν ἰατρείαν ἔλαβε παρὰ τοῦ ὑπὲρ ἡμῶν τραυματισθέντος καὶ ἰασαμένου τὰ ἀνίατα πάθη Χριστοῦ τοῦ σωτῆρος καὶ λυτρωτοῦ θεοῦ ἡμῶν, καὶ ὅλοις ὅλος ἦν τὰ πρὸς θεὸν δι᾿ ἱκεσιῶν μεσιτεύων καὶ ἀβλαβεῖς διαφυλάττων, νουθετῶν ἅπαντας καὶ καθοδηγῶν τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων καὶ τοῦ εὖ [p. 178] ποιεῖν ἀντέχεσθαι καὶ τὴν βασιλικὴν τῶν θείων ἐντολῶν πορεύεσθαι τρίβον, τὴν εἰσάγουσαν εἰς τὴν τῶν οὐρανῶν βασιλείαν. χρείας δὲ οὕτω καλεσάσης, ὥστε ἀνελθεῖν αὐτὸν ἐν τῇ θεοφυλάκτῳ πόλει καὶ βασιλίδι τῶν πόλεων, πολλοὶ πρὸς αὐτὸν ὠφελείας χάριν ἀόκνως παρεγίνοντο, καὶ οἳ [λεγε· οἱ] μὲν τὸ πρᾶον αὐτοῦ καθορῶντες, τὸ θυμῶδες καὶ ὀργίλον ἐξ ἑαυτῶν ἀποδιώκοντες, ἐν γαλήνῃ διετέλουν, ἄλλοι δὲ τῷ ὑετῷ τῆς διδασκαλίας αὐτοῦ τὰς καρδίας καταρδευόμενοι δικαιοσύνην ἐκαρποφόρουν θεῷ· καὶ στρατευόμενοι πρὸς αὐτὸν παραγινόμενοι, καὶ παρ᾿ αὐτοῦ καλῶς διδασκόμενοι ἀρκεῖσθαι τοῖς ὀψωνίοις αὑτῶν καὶ μὴ διασείειν τινά, τὸ ἀναδίκητον ἔνθεν προθύμως κατησπάζοντο· καὶ πένητες παρ᾿ αὐτοῦ ἐν πλάτει διατρεφόμενοι πλουσίως τῷ θεῷ τὴν εὐχαριστίαν ἀνέπεμπον.

10. εἶτα λοιπὸν τὸ τέλος τῆς προσκαίρου αὑτοῦ ζωῆς ὡς πρὸς ζωὴν τὴν αἰώνιον παρὰ θεοῦ καλουμένου, καὶ ἡ ἐντεῦθεν μετάστασις μυστικῶς αὐτῷ ἄνωθεν φανεροῦται, καὶ προλέγει ταύτην τοῖς φίλοις αὑτοῦ καὶ ἐναρέτοις ἀνδράσιν, ὡς ἐν τῇ μητροπόλει αὐτοῦ ἔτι ζῶν οὐ μὴ παραγένηται· καὶ μετὰ χαρᾶς πάντας περιπτυξάμενος καὶ ἐν φιλήματι ἁγίῳ κατασπασάμενος ἀπέλυσεν ἀπὸ Κωνσταντινουπόλεως, καὶ τὴν νῆσον τὴν οὕτω καλουμένην Μιτυλήνην καταλαβὼν προσώρμισεν, οὐχ ὡς ἔτυχεν, ἀλλὰ κατὰ πρόνοιαν, ἐν τόπῳ λεγομένῳ Ἐρισσῷ, ὡς τὴν ἐκεῖσε κατάπαυσιν αἱρετισάμενος. ὡς οὖν τὴν πίστιν καλῶς τηρήσας καὶ τὸν πνευματικὸν δρόμον δεόντως ἐκτελέσας ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ ἐκεῖσε κεκοίμηται, τὴν ψυχὴν εἰς χεῖρας θεοῦ ζῶντος παραθέμενος καὶ πρὸς αὐτὸν τὰς ἐντεύξεις ὑπὲρ ἡμῶν ποιούμενος. καὶ ἡ κοίτη τῆς ἀναπαύσεως αὐτοῦ γέγονεν ἐν τῷ ναῷ τῆς ἁγίας μάρτυρος Ἀναστασίας, ἐν ᾧ καὶ ἀπεκδέχεται τὴν τῶν νεκρῶν διὰ σάλπιγγος
[p. 179] ἀνάστασιν ἐν τῇ ἀνεσπέρῳ ἡμέρᾳ τῆς δευτέρας μετὰ πολλῆς δόξης ἐπιφανείας Ϡτοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κυρίου ἡμῶν Ἰησοῦ ΧριστοῦϠ, ἐξ οὗ καὶ τὸν μισθὸν τῶν πόνων τῶν ἔργων αὐτοῦ, ὡς τῆς ὅλης ἡμέρας τὸν καύσωνα βαστάσαντος, λήψεται· ἡ δὲ ἐν Χριστῷ κοίμησις αὐτοῦ γέγονε κατὰ τὴν τετάρτην τοῦ ἰουλίου μηνὸς ἰνδικτιῶνος ὀγδόης· τῷ δὲ θεῷ καὶ πατρί, ἅμα τῷ υἱῷ καὶ θεῷ σὺν τῷ παναγίῳ καὶ ὁμοουσίῳ πνεύματι, τῇ μιᾷ τριαδικῇ θεότητι, ἀνθ᾿ ὧν τοὺς ἑαυτῆς δούλους καὶ θεράποντας ὡς φωστῆρας τῇ δικαιοσύνῃ τοῖς πέρασιν ἐξέλαμψε, δόξα, τιμὴ καὶ προσκύνησις παρὰ πάντων ἡμῶν ἐποφείλεται εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

************************************************************