[p. 135B]
μαρτύριον τοῦ ἁγίου καὶ ἐνδόξου ὁμολογητοῦ καὶ θαυματουργοῦ Ἀνδρέου τοῦ μαρτυρήσαντος
ἐπὶ Κωνσταντίνου τοῦ Κοπρωνύμου βασιλέως.
1. μέγα μὲν ὡς ἀληθῶς καὶ παντὸς ἄλλου τῶν τιμίων κρεῖττον καὶ λίαν ὀνησιμώτερον
τὸ ταῖς θείαις εὐπροσόχως ἐμμελετᾶν γραφαῖς καὶ τὴν ἐξ αὐτῶν πορίζεσθαι [Χ] θεοδώρητον
καὶ ψυχοτρόφον ὠφέλειαν. καὶ ὅτι μὲν πολλὴ ἐγκέκρυπται τῆς περιεκτικῆς σοφίας καὶ
γνώσεως ἡ θεοδωρία, αὐτὸς ἡμῖν ὁ δοτὴρ τῶν ἀγαθῶν καὶ θεὸς πάσης παρακλήσεως παρεγγυῶν,
ἐντέλλεται λέγων· «ἐρευνᾶτε τὰς γραφάς· ἐν αὐταῖς γὰρ εὑρήσετε ζωὴν τὴν αἰώνιον.»
καὶ τοῦτό ἐστιν, ὡς εἰκός, ὁ εὐαγγελικὸς καὶ θεῖος ἀγρός, ἐν ᾧ τὸ μέγα καὶ τιμαλφέστατον
τοῦ δεσποτικοῦ μαργαρίτου τεθησαύρισται κτῆμα. καὶ ὁ κτησάμενος ἐκεῖνον τὸν περιβόητον
τῆς θείας γραφῆς ἀγρόν, λέγω δὴ τοῦ γράμματος τὴν περιοχήν, καὶ διὰ τῆς καρτερᾶς
μελέτης εὐσεβοτρόπως τῷ τοῦ νοὸς ἀρότρῳ τοῦτον γεηπονῶν, εὑρίσκει πάντως τὴν χάριν
τοῦ ἁγίου πνεύματος καὶ τοῦ τιμίου καὶ σεπτοῦ μαργαρίτου καταπλουτεῖ τὴν ἐπίτευξιν.
2. εἰ δέ τις αὖθις τῶν διὰ τῆς γραφῆς τραπέζης δαιτυμόνων καὶ εἰς ἑτέραν εὐωχίαν
καὶ πολυτελῆ πανδαισίαν τῷ θείῳ πνεύματι ἐναγόμενος ἑαυτὸν ἀνακλίνοιεν, λέγω δὴ
τὸ βίους προφητῶν καὶ ἀποστόλων καὶ θεοφόρων πατέρων, καὶ μάλιστα τῶν θεολέκτων
καὶ ὄντως στερροφρόνων μαρτύρων τοὺς εὐκλεεῖς ἀγῶνας καὶ τὰς ἀκλινεῖς ἐνστάσεις
καὶ ὑπερφυεῖς πόνους, μελέτην ποιήσοιτο, πόσης ἂν τῆς ψυχωφελοῦς καὶ οὐρανίου ἀπολαύσεως,
τὴν ἄφθονόν τε καὶ μακαρίαν δωρεὰν ὁ τοιοῦτος καρπώσηται. καὶ γὰρ ὡς ἀληθῶς μεγάλης
τινὸς καὶ θεοπρεποῦς χάριτος ἀξιοῦται ὁ μετὰ πόθου καὶ πίστεως τοῖς τῶν ἀοιδίμων
καὶ
[p. 136Δ] καλλινίκων μαρτύρων πάθεσιν ἐντυγχάνων· ἐντεῦθεν γὰρ τῶν βλεπομένων τερπνῶν
ἡ ἀληθὴς ἀλόγησις ἀναφαίνεται καὶ ὁ πλοῦτος τῶν ἐλπιζομένων ἀγαθῶν παραγίνεται.
ἐντεῦθεν ἡ τῆς θείας ἀγάπης μεγίστη κορωνὶς ταῖς τῶν φιλομαρτύρων κορυφαῖς ὑπερλάμπει,
καὶ ὁ τῆς μεγίστης καὶ θεοφιλοῦς ταπεινώσεως ἀρραβὼν ταῖς χριστοτερπέσι τῶν φιλάθλων
καρδίαις ἐπιχορηγούμενος διαγράφεται· ἐντεῦθεν ὁ θεῖος ζῆλος καὶ ἡ πρὸς τοὺς φθάσαντας
καὶ διὰ Χριστὸν μαρτυρικῶς τελειωθέντας ἀκριβὴς μίμησις τοῖς εὐσεβέσιν ἀνθρώποις
ἐγγίνεται, καὶ ὁ τῆς ὑπομονῆς καὶ ἀκλινοῦς ὁμολογίας ἀναφύεται τρόπος. οἱ γὰρ τὰ
τῶν σεπτῶν μαρτύρων προφρόνως καὶ μετὰ πόνων διερχόμενοι ἆθλα καὶ τῶν ἴσων αὐτοῖς,
<ὡς> εἰκός, ἐφίενται ταυτοτρόπως βασάνων, ἵνα καὶ τῶν θείων γερῶν καὶ ἀκηράτων ἐπάθλων
ἐφάμιλλον ἔχοιεν τότε τὴν ἐπικόσμησιν. εἰ δέ τινες ἀμφιβάλλοντες τῷ λόγῳ διαπιστοῖεν,
ἐνθυμείσθωσαν πολλοὺς τῶν ἀηττήτων μαρτύρων ταῖς τῶν φθασάντων ἐντυχόντας μαρτυρικαῖς
τελειώσεσιν, ὅπως εἰς ζῆλον διάπυρον καὶ μίμησιν ἀπαράτρεπτον διαναστάντες, τὸν
τῆς ἀθλήσεως κατ᾿ ἐκεῖνο καιροῦ ἀγωνισάμενοι, στέφανον ἀπηνέγκαντο.
3. ὧν εἷς καὶ μάλιστα τυγχάνει ὁ μέγας ἐν μάρτυρσι φερωνυμήσας καὶ ἀθλοπρεπῶς τὴν
πίστιν τετηρηκὼς καὶ τὸν δρόμον τετελεκὼς πανευπρόθυμα. τίς οὗτος εἴπω βούλεσθε
[Ε] ἢ καὶ εἰς μέσον προτιθεμένου, τὸ ἀθεράπευτον τῆς δυσπιστίας κατέχετε πλὴν ἀγέσθω
καὶ γνωριζέσθω περιφανῶς ὑμῖν ὁ ἀνήρ. Ἀνδρέας οὗτός ἐστιν, ὦ ἀδελφοί, τῷ γνωρίσματι,
ὅς τῇ μελέτῃ τῶν θεοπνεύστων λογίων τὸν ἑαυτοῦ βίον προκαθηράμενος καὶ ταῖς μετὰ
προθυμίας εὐτυχίαις τῶν μαρτυρικῶν παλαισμάτων ἀνδρειοφρόνως ἐγγυμνασθεὶς καὶ διὰ
τούτων τὰς φρένας εἰς θεῖον ζῆλον ἐναχθεὶς καὶ τὸ σῶμα νευρωθείς, εἶτα καὶ πρὸς
αἰκίας ὑπὲρ τοῦ δι᾿ αὐτὸν πεπονθότος ἑαυτὸν προητοιμακώς, ἐν οἰκείῳ καὶ προσφόρῳ
καιρῷ ἀθλητὴς δοκιμώτατος ἀναδείκνυται· τοῦ γὰρ μισοκάλου καὶ φιλαιμάτου δαίμονος
μικρὸν ὕστερον κατὰ τῶν εὐσεβῶς καὶ ὀρθοδόξως βιούντων καιροῦ ἐνσκιρτήσαντος ἔν
τινι φονίῳ καὶ δυστρόπῳ ἀνδρὶ τῷ τηνικαῦτα κατὰ θεοῦ συγχώρησιν τῶν χριστιανῶν βασιλεύοντι,
οὐ μόνον κατὰ τῆς πρωτοτύπου Χριστοῦ τοῦ θεοῦ ἡμῶν βροτείας μορφῆς τοῦτον ἐξέμηνεν,
ἀλλὰ καὶ κατὰ τῆς κατ᾿ ἐκείνην ἐγγραφομένης τοῖς εὐσεβέσιν εἰκόνος καὶ σχετικῶς
προσκυνουμένης τοῦτον παρέδειξε. Κωνσταντῖνος δὲ οὗτος ὁ μέγας καὶ πρόθυμος τοῦ
σατᾶν ὑπηρέτης, Κωνσταντῖνον δέ φημι, ὃν καὶ Κοπρώνυμον κικλήσκειν οἱ ἐν τοῖς τότε
χρόνοις εὐσεβεῖς εἰκότως ἐσκέψαντο.
4. τούτου κρατοῦντος καὶ τὴν ὀρθὴν καὶ θεοπαράδοτον καθυβρίζοντος, καὶ ὡς ᾤετο,
ἐξαφανίζοντος πίστιν, ὁ [Φ] προρρηθεὶς ἀνδρειώνυμος ἄνθρωπος τὴν ἑαυτοῦ σταθερὰν
καὶ ἁγιόλεκτον πίστιν τε καὶ ὁμολογίαν ἐπεδείξατο, αὐτὸν μὲν ἐκεῖνον διελέγξας καὶ
καταισχύνας μετὰ τοῦ ἀθέου καὶ βλασφήμου φρονήματος, τὴν δὲ σεπτὴν καὶ ὄντως οὐράνιον
διδασκαλίαν κατ᾿ ὀφθαλμοὺς πάντων τῶν τηνικαῦτα λαχόντων ἀνθρώπων εὐσεβοφρόνως καὶ
θαρσαλέως ἀνακηρύξας, ὡς διδάξει, παρακατιὼν [λεγε· παρακατιὸν] τὸ ψυχοτερπὲς καὶ
θεῖον διήγημα· ὁ γὰρ ἀλάστωρ καὶ θεομισὴς οὗτος τύραννος, κατὰ θεοῦ συγχώρησιν,
τοὺς τῆς ὑπερκειμένης ἀρχῆς, ὡς ἐνόμιζε, κατέχων οἴακας καὶ μέγα φρονῶν καὶ μείζω
κατὰ θεοῦ κατὰ τὸν αὐτοῦ διδάσκαλον ἐπαιρόμενος τὸν διάβολον, ἤρξατο, καθάπερ κύων
μανικός, τῇ λύττῃ τῆς ἑαυτοῦ ἀσυγκρίτου ἐπάρσεως ἀναιδεῖν, ἀθυροστομεῖν καὶ ἀκρατῶς
ὑλακτεῖν κατὰ τῆς τοῦ θεοῦ ὀρθοτομούσης ἐκκλησίας καὶ τῶν αὐτῆς κατηγιασμένων [λεγε·
καθηγιασμένων] τροφίμων, καὶ βλάσφημα ῥήματα μανικῶς ἐκλαλεῖν κατὰ τῆς ἁγίας καὶ
ὁμοουσίου τριάδος, κενοφωνίας τινὰς ἀντεισάγων καὶ ἀθέους ἀντιρρήσεις πρὸς ἀπάτην
καὶ παντελῆ ἀπώλειαν τῶν ἁπλουστέρων. καὶ πρῶτον μὲν ταύτην τὴν ἀκανθώδη καὶ παντοίας
φλυαρίας καὶ θεοῦ ἀλλοτριώσεως οὖσαν ἀνάμεστον διάλεξιν ἐκ τῆς ἑαυτοῦ κοπροθέτου
καὶ δαιμονιώδους καρδίας ᾠήθη προφέρειν, εἰς τὸ δι᾿ ἔργων ἀποδεῖξαι καὶ πεῖσαι πάντας
σκιωδῶς καὶ ἐν φαντασίᾳ καὶ οὐ δι᾿ ὅλου ἐκ τῆς παναγίας παρθένου τὸ ἡμέτερον
[p. 137Α] σῶμα τὸν λόγον φορέσαι ἐθέσπισε, μὴ ἀκούων ὁ ἐμβρόντητος τοῦ εὐαγγελιστοῦ
Ἰωάννου μεγάλῃ τῇ φωνῇ καὶ διαρρήδην βοῶντος, «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν
ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης
χάριτος καὶ ἀληθείας·» καὶ τοῦ ἀποστόλου, «ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς τὸν κόσμον
ἦλθεν ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ·» καὶ αὖθις ὁ αὐτός, «ὃς ἐν μορφῇ θεοῦ
ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ· ἀλλ᾿ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου
λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος.» ἀλλ᾿ ἐκ
πάντων τούτων τῶν θείων καὶ σωτηρίων ᾠδῶν τὰ ἑαυτοῦ ὦτα, ὡς ἀσπὶς βύουσα, συγκλείσας,
ἔξω που τοῦ θεοῦ καὶ τῶν ἁγίων ἑαυτὸν ἠλλοτρίωσεν.
5. ἔπειτα δὲ ἐπὶ μείζοσι κακοῖς ἑαυτὸν συνεργίᾳ τοῦ μισοκάλου δαίμονος παροτρύνας,
ἤρξατο, ὡς ἀνήμερος λέων, βρύχειν κατὰ τῶν ὀρθοδόξων δούλων τοῦ Χριστοῦ, καὶ τέκνων
τῆς ἐκκλησίας, ἐξαφανίζων ὁ παμμίαρος ἐκ τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ τὰς ἁγίας καὶ
ἱερὰς καὶ σεπτὰς εἰκόνας, τήν τε σωματόμορφον τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰκόνα,
καὶ τῆς αὐτοῦ πανυπερενδόξου καὶ ἁγίας παρθένου, καὶ πάντων τῶν ἁγίων, φονοκτονῶν
τε αἷμα ἀθῶον τῶν τε τοῦ Χριστοῦ ἱερῶν κληρικῶν τε καὶ μοναχῶν, [Β] καὶ τὸ κοινὸν
τοῦ λαοῦ ἄθροισμα ἀνενδότως ἐκχέων, ἐξορίαις τε καταδικάζων, φυλακαῖς τε καὶ λιμώξεσιν
ἄρχων, καὶ παντοίας ἄλλας ἐπινοῶν αἰκίσεις κατὰ τῶν δούλων τοῦ Χριστοῦ. ὢ πῶς σου
θαυμάσω, Χριστέ μου, τὸ τότε φιλάνθρωπον καὶ ἀνεξίκακον. ὢ τῆς τότε ἀφάτου σου μακροθυμίας
τὸ ἀνεξιχνίαστον πέλαγος. ὢ πῶς ἠνέσχου, φιλάνθρωπε καὶ παντοδύναμε κύριε, τὴν σὴν
ἁγίαν καὶ σωματόμορφον εἰκόνα ὑπὸ τῶν ἀσεβῶν καὶ ἀθέων καθυβρίζεσθαι, καὶ ποσὶν
αὐτῶν ἀθέοις καὶ μιαροῖς καταπατεῖσθαι. ὄντως ἀνεξιχνίαστος ἡ μακροθυμία σου, ὡς
προέφην, δέσποτα, καὶ ἄμετρα τὰ πλήθη τῶν οἰκτιρμῶν σου· συνέκλεισας γάρ, ὦ ὁ θεός
μου, ἐνταῦθα ἔργα καὶ πράξεις, ἔστησας δὲ ἐκεῖ ἡμέραν ἐτάσεως, ἐν ᾗ πάντα γυμνὰ
καὶ τετραχηλισμένα σοὶ τῷ δικαίῳ καὶ ἀπροσωπολήπτῳ κριτῇ καὶ θεῷ παραστῶσι. τίς
γὰρ θεωρῶν τότε τὰ αἵματα ἀδίκως στάζοντα τῶν ἀνθρώπων, καὶ τῶν μωλώπων τὰς πληγάς,
ἃς ὑπὲρ σοῦ καὶ τῆς σῆς εἰκόνος ὑπέμειναν, οὐκ ἐδόξαζε τὴν σὴν οἰκονομίαν καὶ φιλανθρωπίαν,
πόσαι μυριάδες ἀνδρῶν ἐσφάγησαν ὑπὲρ τοῦ ὀνόματός σου, μέχρι τέλους ἀγωνισάμενοι
ὑπὲρ τῆς ἀληθείας
6. ὧν εἷς σήμερον πέλει καὶ ὁ ἐμὸς Ἀνδρέας, τῷ μαρτυρικῷ διαδήματι περικείμενος,
καὶ τοῖς τῆς ἀθλήσεως [Χ] αἵμασι λελαμπρυσμένος, φανότατος ταῖς τῆς χάριτος ἀκτῖσι
τοῖς πᾶσι πεφανέρωται. τούτων γὰρ οὕτως, ὥσπερ ἔφην, παρὰ τοῦ χριστοκατηγόρου καὶ
ἀσεβεστάτου βασιλέως τελουμένων Κωνσταντίνου· ἐπειδή περ ἡ φήμη τούτων παντί τε
καὶ πανταχοῦ διέδραμε, καὶ ἐν ταῖς τῶν πάντων ἀκοαῖς ἐνηχήθη, γνωστὸν ἐγένετο καὶ
τῷ μακαρίῳ τούτῳ Ἀνδρέᾳ περὶ τοῦ βασιλέως· ἦν δὲ οὗτος ὁ μακάριος διάγων καὶ ζῶν
κατὰ θεὸν εὐσεβῶς ἐν τῷ ἐπιλεγομένῳ τῆς Κρήτης Κάστρῳ. θελχθεὶς δὲ τῷ πόθῳ τοῦ Χριστοῦ,
καὶ μὴ φέρων τὴν πήρωσιν τοῦ παναγίου πνεύματος, μετανάστης τῶν ἐκεῖσε γίνεται,
καὶ ἐν τάχει τῷ μαρτυρικῷ φίλτρῳ ἡδόμενος, τὴν Βύζαν καταλαμβάνει, θεοῦ φόβον ἐν
τῇ ψυχῇ ἐνστερνισάμενος, καὶ τῇ αὐτοῦ ἐλπίδι ἐπιστηριζόμενος. μαθὼν δὲ τὸν φιλοκοπρόψυχον
καὶ μισόχριστον βασιλέα ἐν τοῖς πέραν βασιλείοις τοῦ πανευφήμου μάρτυρος Μάμαντος
ἐνδιατρίβειν, δρομέως [λεγε· δρομαίως] ἐκεῖσε παρεγένετο. κατέλαβε δὲ τοῦτον τὸν
ἀνήμερον ἄνακτα ἐξέτασιν ποιοῦντα τῶν ὀρθοδόξων τοῦ Χριστοῦ φίλων καὶ βαρέα κατὰ
τούτων καὶ φονικὰ ἀπειλοῦντα. ὁρῶν δὲ ὁ θεσπέσιος οὗτος Ἀνδρέας τοὺς μὲν βουνεύροις
τὰς σάρκας καταξεομένους, καὶ ἀφειδῶς τοῦ ζῆν στερουμένους, ἄλλους δὲ πυρὶ καταφλεγομένους,
ἑτέρους δὲ τῇ ἀφαιρέσει τῶν ὀφθαλμῶν ἐγκαρτεροῦντας, ἄλλους δὲ τῆς γλώσσης καὶ τῶν
χειρῶν ἐκτομῆς τοὺς πόνους γενναίως ὑπομένοντας, τὸ τῆς καρδίας ὄμμα πρὸς
[p. 138Δ] τὸν ἐφορῶντα τὰ πάντα κύριον ἀδιστάκτῳ πίστει πετάσας, τοιάσδε πρὸς αὐτὸν
ἠφίει φωνάς· «ὦ κύριε σῶσον δή, ὦ κύριε εὐόδωσον δή. σὸν ἔργον τοῦτο, φιλάνθρωπε,
καὶ τοῦ σοῦ ἐλέους ἐφόδιον, τὸ τὴν ἐμὴν προαίρεσιν εἰς τέλος ἀγαγεῖν, καὶ ἀκαταγώνιστόν
με τοῖς ἐχθροῖς ἀναδεῖξαι. ἐνδυνάμωσόν με, υἱὲ καὶ λόγε τοῦ θεοῦ, καὶ δὸς ἰσχὺν
τελείως τὸν ὑπὲρ τῆς ἀληθείας ἀγῶνα ἀνύσαι, ἵνα νικήσας τὰς ἐπινοίας τοῦ δράκοντος,
δέξωμαι παρὰ σοῦ τὸν ἀμαράντινον στέφανον ἐκ τῆς παντοκρατορικῆς δεξιᾶς σου. μὴ
οὖν ἐάσῃς με, δέσποτα, ἀρνήσασθαι τὴν θείαν καὶ ἀνθρωπόμορφον καὶ σεβασμίαν εἰκόνα
τοῦ ἁγίου σου χαρακτῆρος, ἣν ἐφόρεσας δι᾿ ἐμέ, καὶ δι᾿ ἧς τὴν σωτηρίαν μοι ἐπραγματεύσω,
ὅλος γεγονὼς ὡς ἐγώ, ἵνα γένωμαι κἀγὼ ὡς σύ, πλὴν δεσποτείας. ὅτι σὲ ὑμνοῦσι πᾶσαι
αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοῦ ἐστίν ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.»
7. καὶ ταῦτα εἰπὼν προσέθηκε τῷ καλῷ λόγῳ καὶ τὴν πρᾶξιν, καὶ ὠκυτάτως. πλησιάσας
τῷ ἀλάστορι καὶ χριστιανοκτόνῳ βασιλεῖ, ἔτι τούτου τῷ θυμῷ σφόδρα ζέοντος (ἦν γὰρ
ἐξετάσεις ὡς προεῖπον ποιῶν ἀνηκέστους κατὰ τῶν ἁγίων) τοιαύτας πρὸς αὐτὸν ἠφίει
φωνάς· «ὦ βασιλεῦ, [Ε] Χριστιανὸς εἶ» στραφεὶς δὲ ὁ μακάριος καὶ πρὸς τὸν παρεστῶτα
ὄχλον τὸ αὐτὸ ἐφθέγξατο. ὢ μακαρίας ὡς ἀληθῶς καὶ γενναίας ψυχῆς· ὢ γνώμης ἀνδρείας,
ὢ πόθου διακαοῦς, καὶ ψυχῆς ἀνεπιλήπτου καὶ σταθηρᾶς γνωρίσματα. ὁ δὲ τυραννώδης
βασιλεύς, ὡς ἦν αὐτῷ ἔθος πρὸς τοὺς τὰ τοιαῦτα φθεγγομένους ποιεῖν, δρακοντῶδες
καὶ φονίῳ τῷ ὄμματι πρὸς αὐτὸν ἀποβλεψάμενος, καὶ τὴν κάραν πως νευστάσας, τοῖς
παρεστῶσιν ἐδήλου τὴν αὐτοῦ σύλληψιν, καὶ πρὸς αὐτὸν ἐγγύτητα. οἱ δὲ συνεργοὶ τοῦ
φόνου καὶ τοῦ βασιλέως ὁμόγνωμοι τὴν αἰτίαν καὶ τὸν θυμὸν τοῦ ἄνακτος ἐκ τῆς προσόψεως
τεκμηράμενοι, θᾶττον ὡς ἔκ τινος λόχμης λέοντες ἐκπηδήσαντες, τοῦτον, οἱ μὲν ἐκ
τῶν τριχῶν τῆς κεφαλῆς, τοῦ τε ταίνοντος [λεγε· τένοντος] καὶ τοῦ μετώπου, ἔσυρον
ἀνηλεῶς καὶ ἀπανθρώπως, ἕτεροι δὲ ἐκ τοῦ νώτου τόν χιτῶνα διαρρηγνύντες σκληρῶς
καὶ ἀπεινῶς τὸν δίκαιον ὤθουν. ἦν δὲ ἰδεῖν τότε τὸν μακάριον ὥσπερ κρίνον μέσον
τῶν ἀκανθῶν συμπνιγόμενον, ἕως οὗ προσήγγισαν αὐτὸν τῷ βασιλεῖ.
8. εἶτα τὸν θυμὸν ἀποσοβήσας ὁ τύραννος ἐξ ἑαυτοῦ, ὕπουλος πῶς [λεγε· πως] ὤν ὁ
ἀνόσιος, καὶ τῇ χειρὶ τοῦτον προσκαλούμενος, τοὺς συνέχοντας αὐτὸν πόρρω που ἀπέπεμπε·
τοῦτον δὲ μόνον ὑποκρίσει δολερᾷ πρὸς αὐτὸν διεκελεύετο [Φ] τοῦ ἐλθεῖν· ὁ δὲ ἀνδρείῳ
τῷ φρονήματι καὶ σταθηρᾷ τῇ πίστει σταυροῦ τῷ τύπῳ ἑαυτὸν σημειωσάμενος, πλησίον
ἵστατο τοῦ βασιλέως· ὁ δὲ βασιλεύς φησι πρὸς αὐτόν· «ὦ ἄνθρωπε, οὕτως διδάσκουσιν
οἱ νόμοι τῶν αὐτοκρατόρων, τοῖς δεσπόταις τῆς οἰκουμένης ἀντιτάσσεσθαι, καὶ ἀθέους
αὐτοὺς ἀποκαλεῖν καὶ πόρρω χριστιανικοῦ φύλου» ὁ δὲ τῆς ἀνδρείας ἐπώνυμος, ὁ κατὰ
τὸ ὄνομα καὶ τὴν πράξιν κοινωνὸν ἐν Χριστῷ εὑράμενος, πάντα δέος ἀποσεισάμενος,
φησὶ πρὸς αὐτόν· «ὦ βασιλεῦ, οὐδεὶς ἁμαρτάνει ἐλέγχων βασιλέα παρανομοῦντα· οὐδὲν
γὰρ ὁρῶ ὑμᾶς ἀληθοῦς χριστιανοῦ πράττοντας. τὰ γὰρ ἐνθάδε τῇ γῇ προσρεύσαντα αἵματα
τῶν ἀνθρώπων ἀδίκως τὴν ὑμῶν ἀσέβειαν στηλινεύουσιν [λεγε· στηλιτεύουσιν]· τὰ ξίφη,
κατήγορα· οἱ παρεστῶτες, δεινοὶ πάντες, φονώδεις πάντες, πρὸς τὸ κολάζειν ἐπιτήδειοι·
καὶ οἱ παθόντες ἐν ὀφθαλμοῖς ὑμῶν. καὶ πῶς κελεύεις με, βασιλεῦ, χριστιανόν σε καλεῖν
τὰ γὰρ ἐνταῦθα πραττόμενα, πόρρω τοῦ χριστιανικοῦ ἔθνους τυγχάνοντα, τὴν ὑμῶν ἀσέβειαν
διαρρήδην δεικνύουσι· ταῦτα γάρ, ὡς ἔγωγε οἶμαι, τῶν ἔκπαλαι ἀθέων Ἑλλήνων καὶ χριστιανοκατηγόρων
καὶ εἰδωλολατρῶν καὶ τῶν διωκτῶν τῶν ἁγίων ἐφόδια πεφύκασιν. οἶμαι δὲ ἐγώ, καὶ καθὼς
ἀκήκοα, χριστιανοὺς ἀρτίως χάριτι καὶ φιλανθρωπίᾳ Χριστοῦ τὰ τῆς βασιλείας σκῆπτρα
διέπειν. εἰπάτω δὲ μοι καὶ ὁ βασιλεὺς τὴν αἰτίαν ταύτης τῆς δεινῆς καὶ ἀπηνοῦς πράξεως,
εἴπερ γνώσομαι κἀγώ, καὶ μὴ ἀγνώστως τὰ ἐνταῦθα
[p. 139Α] λεγέτωσαν.» ὁ δὲ βασιλεύς φησιν· «ἡμεῖς μέν, ὦ ἄνθρωπε, χριστιανοί ἐσμεν,
πράττοντες ὅσα οἶμαι καλῶς τὰ τῶν χριστιανῶν· ἵνα δὲ ἀληθῆ τοῖς πᾶσι ταύτης τῆς
πίστεως εἶναι δείξωμεν, τὰ τῷ θεῷ μιγητά, τοῖς δὲ ἁπλουστέροις ἀνθρώποις ποθητά,
τὰ ἐπὶ τῶν ἐκκλησιῶν καὶ παντὶ τόπῳ προσεδρεύοντα ζωδιακὰ ἰνδάλματα τὸ ἡμέτερον
κράτος ἐθέσπισεν ἐκ παντὸς τόπου ἐξαφανίζεσθαι. τοὺς δὲ ταῦτα σέβοντας καὶ ὡς θεοὺς
προσκυνοῦντας, ἔδοξε τῷ ἡμετέρῳ κράτει, ἵνα, εἰ μὲν τοῖς ἡμετέροις ὑπείκωνται δόγμασιν,
εὖ ἂν ἔχοι· εἰ δὲ μή, ὡς εἰδωλολάτρας τούτους τὴν προσήκουσαν ποινὴν ἀποδίδωμεν.»
9. ὁ δὲ χριστοφιλὴς ὡς ἀληθῶς καὶ χριστεπώνυμος Ἀνδρέας, τὸ τῆς ἀνδρείας καὶ ἐν
Χριστῷ πίστεως φρόνημα ἐν τῇ ψυχῇ ὁλικῶς ἐνστερνισάμενος, καὶ πάντα φόβον ἀποσεισάμενος,
φησὶ πρὸς τὸν βασιλέα· «ὡς οἶμαι, ὦ βασιλεῦ, πολλῆς ἀνοίας καὶ ἀφροσύνης τὰ παρὰ
σοῦ λεγόμενα τυγχάνουσιν. εἰ δὲ βούλει, ἐξ αὐτῶν τῶν φληναφικῶν σου λόγων, ὧν ἀφρόνως
ὡς κύων λυσσώδης ἐρεύξω, ἀληθῆ τὴν ἀνατροπὴν ἐκ τῶν θείων γραφῶν ποιήσομαι.» ὁ δὲ
ἐμβρόντητος βασιλεὺς ἔφη· «λέγε ὃ βούλει.» ἀπεκρίθη ὁ ἅγιος· «εἴρηκας, ὦ βασιλεῦ,
εἰδώλοις προσκυνεῖν ἡμᾶς· καὶ τοῦτο ἀναποδείκτως, καὶ πόρρωθεν τῆς κοπροθέτου καρδίας
σου εἴρηκας. ἡμεῖς γὰρ τὰς παραδόσεις τῶν ἁγίων καὶ θεοφόρων πατέρων καὶ τὰ [Β]
ψυχωφελῆ αὐτῶν διδάγματα κατέχοντες, ταῦτα ὡς τοῦ θεοῦ δι᾿ ἡμᾶς ἐνανθρωπήσαντος
εἰκονίσματα καὶ ὁμοιώματα σεβόμεθά τε καὶ προσκυνοῦμεν· διότι ἡ τῆς εἰκόνος τιμὴ
ἐπὶ τὸ πρωτότυπον διαβαίνει. ὃ γάρ ἐστιν ἐνταῦθα μιμητικῶς ἡ εἰκών, τοῦτο ἐκεῖ φυσικῶς
ὁ υἱός. καὶ οὐχὶ τῆς ἀκαταλήπτου αὐτοῦ καὶ ἀθεάτου θεότητος τὴν εἰκόνα τυποῦμεν·
τὸ γὰρ αὐτῆς θεῖον κάλλος, οὐ σχήματί τινι καὶ μορφῆς εὐχροίᾳ διαγλαῒζεται, ἀλλ᾿
ἐν ἀφράστῳ μακαριότητι κατὰ ἀρετὴν θεωρεῖται.»
10. ὁ δὲ βασιλεύς, ὡς ταῦτα παρὰ τοῦ θεοφόρου Ἀνδρέου ἀκήκοε, θυμῷ ἀσχέτῳ καὶ μανίᾳ
θηριώδει ὑποβληθείς, συντόμως τοῦτον εἰς ἀνηκέστους μάστιγας ταθῆναι τοῖς παρεστῶσι
μιαιφόνοις διεκελεύετο. τείνουσιν οὖν τοῦτον τὸν μακάριον οἱ τῆς ἀσεβείας ἔξαρχοι,
καὶ σπαρτίοις τὰς χεῖρας συνδήσαντες ἀφειδῶς, ἔνθα καὶ ἔνθα ταύτας διέτειναν· εἶτα,
τοῦ βασιλέως βοῶντος, «πείσθητι τοῖς ἡμετέροις θεσπίσμασι καὶ ἀπαλλάττου τῶν μενουσῶν
σε βασάνων,» ἐκ βάθους μέγα ὁ γεννάδας στενάξας καὶ τὸ τῆς καρδίας ὄμμα πρὸς τὸν
ἐφορῶντα τὰ πάντα κύριον πετάσας, πάντων ἀκουόντων εἶπε· «μή μοι γένοιτο, θεέ μου,
ποιητά μου καὶ κτίστα, σοῦ τὴν ἁγίαν καὶ προσκυνητὴν καὶ ἄχραντον εἰκόνα ἀρνήσασθαι
πώποτε, ἥντινα ἐκ τῆς ἁγίας καὶ παναμώμου θεοτόκου προσλαβόμενος, ὅλως γέγονας ὡς
ἐγώ, δι᾿ αὐτῆς τὴν σωτηρίαν μου πραγματευσάμενος.» [Χ] εἶτα τὴν τιμίαν κάραν ὀλίγον
πρὸς ἑαυτὸν ὑποκλίνας, τοὺς δὲ ὀφθαλμοὺς πρὸς τὸν δεινὸν καὶ ἀπηνέστατον ἀπαιωρήσας
βασιλέα, τάδε πρὸς αὐτὸν ὁ ἅγιος· «ὦ βασιλεῦ, εἴασας τὴν κατὰ τῶν βαρβάρων πάλην
καὶ τὴν τῆς πολιτικῆς εὐταξίας διοίκησιν, καὶ ὡς σὺ λέγεις, χριστιανὸς ὑπάρχων,
τὴν πολεμικήν σου δύναμιν, καὶ σοῦ τὸν ὑπερβάλλοντα θυμόν, εἰς χριστιανοὺς ἔκρινας
ἀφρόνως φανεροποιῆσαι. οὕτως βούλει κατὰ Χριστοῦ καὶ τῆς ἀληθείας ἀνθιστάμενος,
ἐν εἰρήνῃ τὰ τῆς βασιλείας σκῆπτρα διέπειν οὐ μένεις ἐξεταστὴν τῶν σῶν πράξεων τὸν
θεὸν γενέσθαι ἀλλ᾿ ὅμως, ἵνα μὴ δόξω σοι ἀσέμνως καὶ παρανόμως οἰόμενος τῶν μαστίγων
τὴν πείραν φεύγειν ταῦτα λαλῶ, ἰδοὺ γίνωσκε ἐκ παντὸς τρόπου καὶ πάσης ἀληθείας
διαβεβαιούμενος, ὡς ὅτι πρόκειμαί σοι ἕτοιμος πρὸς τὸ ὑπὲρ Χριστοῦ ἀποθανεῖν· ποίει
τοίνυν ὃ θέλεις ἐν τάχει εἰς ἐμέ, σφάττε, κατάκαιε πυρί, τιμώρει, ἐξόριζε, κατάτηκε,
φυλακῇ τε καὶ κακουχίᾳ δάμαζε, οὐκ ἂν δέ μου κάμψαι τὸν ἀληθῆ λογισμὸν ἰσχύσειάς
ποτε.» ταῦτα ὁ παρανομώτατος καὶ παντὸς δόλου μεμεστωμένος ἄναξ παρὰ τοῦ ἀηττήτου
μάρτυρος Ἀνδρέου ἀκούσας καὶ θυμῷ ἀσχέτῳ ληφθείς τὰ ὄμματά τε δρακοντιαῖον καὶ βλοσυρῶδες
ἐπιδειξάμενος κατὰ τῶν βασανιζόντων ἀπειλητικὰς καὶ χολώδεις ἠφίει φωνάς, λέγων
πρὸς αὐτούς· «ὢ τῆς κατ᾿ ἐμὲ περιφρονήσεως τῆς ὑπὸ τῶν ἐμῶν δούλων ἐνθάδε
πολιτευομένης·
[p. 140Δ] ἵνα οὕτως ἐστήκατε, ὦ κάκιστοι, καὶ ἀγνώμονες πρὸς τὸν ὑμέτερον δεσπότην
δοῦλοι, μακροθύμως πῶς [λεγε· πως] καὶ εὐσπλάγχνως οἶμαι εἰς αὐτὸν διακείμενοι,
καὶ μάλιστα βλέποντες κατηγοροῦντά τε καὶ κατὰ τοῦ ὑμῶν δεσπότου σοφιζόμενον.»
11. οἱ δὲ φονιώδεις καὶ συνεργοὶ τῶν κακῶν, τούτων ἀκούσαντες τοῦ βασιλέως τῶν ῥημάτων,
ὥς τινα βίαια ὕδατα ἀπὸ ἀκρωρείας ὄρους ὁρμαδὸν κατασυρόμενα, ἀκράτητά πως καὶ δυνατά,
τοῖς πᾶσιν ἔοικεν, οὕτως καὶ τῶν ἀνόμων τὰ πλήθη, ἄρδην ὥσπερ λέοντες ἀνήμεροι,
πρὸς τὸν ἅγιον εἰσπηδήσαντες, οἱ μὲν τὰς σπάθας αὐτῶν ἐκ τῶν κολεῶν ἐξαγαγόντες,
μεληδὸν τὸν ἅγιον κατατεμεῖν διισχυρίζοντο· ἄλλοι δὲ ταῖς ἑαυτῶν χερσὶ παμμεγέθεις
λίθους ἄραντες, ταῖς νιφάσι τοῦτον κτεῖναι παρωτρύνοντο· ἕτεροι δέ, διὰ τὸ μὴ πρόχειρον
ἐν αὐτοῖς εἶναί τι τῶν εἰς φόνον ἐπιτηδείων, ἀνακομβοῦνται τοὺς ἑαυτῶν χιτῶνας,
καὶ γυμνοῦντες τοὺς βραχίονας, τοὺς ὀδόντας τρίζοντες, τὸν ἅγιον διαχειρίσαι ἔσπευδον.
εἶτα τὸν θυμόν πως τὸν ἑαυτοῦ ὑπούλως ὁ ἄνομος ἄναξ καταπραῢνας, τοὺς λαοὺς τῆς
τοῦ φόνου ὁρμῆς τῇ ἰδίᾳ χειρὶ ἀποστρέφων, διεκώλυε. τοῦτον δὲ τὸν ἅγιον τοῖς σπαρτίοις
ὡς τεινόμενον καὶ γυμνὸν ἱστάμενον ἑώρα, δύο δυνατοὺς ἄνδρας καὶ πρὸς φόνον ὄντας
ἐπιτηδείους προσέταξε βουνεύροις τὸν ἕνα κατὰ τῶν νώτων, καὶ τὸν ἕτερον ἐκ τῶν ἔμπροσθεν
[Ε] παραστάντας, ἀφειδῶς τοῦτον τιμωρήσασθαι· ἄρχονται τοιγαροῦν τὸ σῶμα τοῦ μάρτυρος
οἱ δήμιοι αἰκίζειν, καὶ ἐπὶ τοσοῦτον οἱ ἄθεοι τὸν ἅγιον κατῄκιζον, ἕως ὅτου εἶδον
τὰς σάρκας αὐτοῦ σὺν τῷ αἵματι ὡς λεπίδας πιπτούσας χαμαί, καὶ τὴν γῆν τῇ κογχύλῃ
τοῦ αἵματος καταβαπτομένην.
12. ὁ δὲ πάσης ἀνομίας, ἀδικίας τε καὶ ἀσεβείας μεμεστωμένος ἄναξ, ὁρῶν τὴν ὑπερβάλλουσαν
καρτερίαν τε καὶ ὑπομονὴν τοῦ πανευφήμου μάρτυρος Ἀνδρέου, καὶ τὸ τῆς γνώμης ἀνδρεῖον,
καὶ τὸν ἀκλινῆ καὶ ἀμετάθετον τῆς ψυχῆς πρόβολον, τοῖς μαστίζουσι πέρας τῶν πληγῶν
δοῦναι τῷ μάρτυρι ἐκελεύετο, καὶ πλησίον αὐτοῦ ἀχθῆναι προσέταττε· μόλις δὲ ὁ ἅγιος
εἰς ἑαυτὸν ἐλθών (ᾖν γὰρ ὡσεὶ νεκρὸς καὶ ἀκίνητος ἐκ τῶν ἀνηκέστων βασάνων), κατ᾿
ὀλίγον ἰδίοις ποσὶ πρὸς τὸν παράνομον βασιλέα ἠπείγετο. ὢ πίστεως θερμῆς. ὢ πόθου
χριστοφιλοῦς. ὢ γνώμης ἀνδρείας. ὢ ὑπομονῆς ἀφάτου, τῆς ἀνθρωπίνης δυνάμεως τὰ μέτρα
ὑπερβαινούσης· ὄντως οὐκ ἐνέδωκεν ὁ μέγας ἀθλητής, ἀπεινῶς [λεγε· ἀπηνῶς] μαστιζόμενος·
οὐ προέδωκε τὸ εὐγενὲς τῆς ψυχῆς· οὐκ ἔδεισε τὴν θηριότροπον τῶν ἀνόμων πρὸς αὐτὸν
ὁρμήν τε καὶ φονικὴν ἐπανάστασιν· ἀλλ᾿ ὡς ὑψιπέτης ἀετός, μετάρσιος πρὸς τὸ ὕψος
τῷ νῷ γενόμενος ὅλῳ, τῷ ποθουμένῳ Χριστῷ ὡμίλει παρ᾿ αὐτοῦ τὴν ὑπομονὴν αἰτῶν καὶ
τὴν νίκην· ὅθεν καὶ νηπίων βέλη τῶν ἀνόμων τὰς πληγὰς [Φ] ἐλογίσατο· εἶτα σταθείς,
πρὸς τὸν βασιλέα φησίν· «ὦ βασιλεῦ, ἔλαβες πείραν τῆς ἐμῆς ἀκλινοῦς καὶ ἀνυπερθέτου
πίστεως ἔγνως ὅτι, εἰ πάντα τὰ φονικὰ ὄργανα τῆς σῆς ὠμότητος ἐν τῷ ἐμῷ σώματι προσφέρεις
καὶ δοκιμὴν ποιήσεις, τὸν ἀμετάθετόν μου λογισμὸν οὐκ ἂν κάμψαι ἰσχύσειάς ποτε»
ὡς δὲ ταῦτα ὁ κοπροψυχόφιλος καὶ παντὸς δόλου καὶ πονηρίας μεμεστωμένος ἄναξ παρὰ
τοῦ μεγάλου καὶ ἀηττήτου ὁσιομάρτυρος Ἀνδρέου ἤκουσε, λίθους τοῖς παρεστῶσι παρεκελεύετο
αἴρειν, καὶ τούτου τὰς σιαγόνας συνθλάττεσθαι· ὁ δὲ ἅγιος λιθολευστούμενος, καὶ
κατὰ παντὸς μέρους σωματικοῦ τὰς πικρὰς καὶ ἀνηκέστους νιφάδας τῶν λίθων δεχόμενος,
τὰ γόνατα αὐτοῦ τῇ γῇ προσερείσας, κατὰ τῶν λιθαζόντων προσεύχετο, τὸν πρωτομάρτυρα
Στέφανον καὶ ἐν τούτῳ μιμησάμενος, καὶ τὸν αὐτοῦ διδάσκαλον καὶ ποιητὴν τῶν ἁπάντων
κύριον.
13. εἶτα τὴν πικρὰν ταύτην καὶ ἀνήκεστον βάσανον παρὰ τῶν ἀνόμων ὁ ὁσιόμαρτυς Ἀνδρέας
δεξάμενος, καὶ μηδόλως τὸν νοῦν κατασπάσας ἐκ τῆς ἀκραιφνοῦς καὶ ἀληθινῆς πίστεως,
ἤχθη, τοῦ βασιλέως κελεύσαντος, καὶ ἐκλείσθη ἐν ἀσφαλεσ<τ>άτῃ καὶ κοπροθέτῳ φρουρᾷ,
διὰ πάσης νυκτὸς αἰνῶν τὸν θεὸν καὶ λέγων· «ἐν τῇ ὀδῷ τῶν μαρτυρίων
[p. 141Α] σου ἑτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ· ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ
κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου· λαλῶν γὰρ ἐν τοῖς μαρτυρίοις σου ἐναντίον
βασιλέων, οὐκ αἰσχύνομαι, κύριε.»
14. ὡς δὲ ἡ ῥοδοδάκτυλος καὶ διαυγὴς ἡμέρα τοῦ ὄρθρου ἀνέτειλε, προκαθίσας ἐπὶ
τοῦ πέραν παλατίου ὁ ἄνομος βασιλεὺς καὶ παντὸς δόλου μεμεστωμένος ὡς θὴρ ἀτιθάσσευτος
τῷ θυμῷ ἐσφάδαζε καὶ τάχει τὸν ἅγιον τῷ τούτου βήματι παραστῆναι διεκελεύετο. οἱ
δὲ συνεργοὶ τοῦ φόνου καὶ κακεντρεχεῖς ὑπουργοί τάχει τὸν ἅγιον τῆς φρουρᾶς ἐκβαλόντες
τῷ τοῦ βασιλέως βήματι παρέστησαν· ὡς δὲ ἑώρα αὐτὸν ὁ ἄνομος ἄναξ μηδ᾿ ὅλως ὑποκλινόμενον
ταῖς αὐτοῦ θωπείαις, μηδὲ συγκαταβαίνοντα τοῖς τούτου ψυχοβλαβέσι λόγοις, ἐκέλευσε
τοῖς παρεστῶσι, τοὺς χιτῶνας τούτου ἐπάραντας, βουνεύροις αὐτὸν πάλιν ἀφειδῶς τύπτεσθαι.
ὡς δὲ ἑώρα τούτου ὁ παράνομος μίαν πληγὴν ὅλον τὸ σῶμα γινόμενον, καὶ μικροῦ δεῖν
ἡμιθανῆ ὄντα, ἐκέλευσε χαμαὶ τοῦτον ἐπὶ κεφαλῆς σύρεσθαι, λαοῦ ἀπείρου θεωροῦντος.
εἶτα καὶ ἕως τούτου τοῦ βασιλέως ἐλθόντα, τῇ Κωνσταντινουπόλει τοῦτον ἐκέλευσε παραπεμφθῆναι·
κἀκεῖθεν ὡς αὕτως [λεγε· ὡσαύτως] τῇ γῇ προσηλωμένον ἐν ταῖς πλατείαις πάσαις καὶ
λεωφόροις ἀνηλεῶς σπαρτίοις δεδεμένον σύρεσθαι. τούτου δὲ ἐν τοῖς πετρώδεσι καὶ
τραχέσι [Β] τόποις, ῥύμαις τε καὶ λεωφόροις, ἀπανθρώπως συρομένου, καὶ τὴν γῆν
τοῖς αἵμασι καταρδεύοντος, εἰς τὸν τόπον τοῦ λεγομένου Βοὸς ἔφθασε.
15. εἷς τῶν ὄντων ἐκεῖ, τῇ τέχνῃ τῆς ἁλείας ἐνδιατρίβων, τὴν τούτου ἄγραν ἦν εἰς
μέσον προθείς, κἀκεῖθεν ἀναμένων τὴν ἀναγκαίαν τοῦ σώματος τροφὴν πορίσασθαι. οὗτος
οὖν ὡς τὸν ἅγιον συρόμενον ἐθεάσατο παρὰ τῶν εἰσπορευομένων [λεγε· συμπορευομένων?]
τῷ ἁγίῳ ἀνδρὶ ἀνόμων ἀνδρῶν, τὴν αἰτίαν μαθεῖν ἐπειρᾶτο. καὶ μαθὼν ὁ ἄθλιος τὴν
αἰτίαν τῆς βασάνου, μήτε τὸν τοῦ Θεοῦ φόβον κατὰ νοῦν λαβών, μήτε τὴν ἄδικον βάσανον
τοῦ δικαίου ἐννοήσας, ἀλλ᾿ ὅλον τὸν διάβολον ἐν τῇ ἑαυτοῦ ψυχῇ ἐνστερνισάμενος,
ὡς τὸν ἅγιον συρόμενον καὶ ἐγγὺς τούτου φθάσαντα ἐθεάσατο, δρομαίως τὴν ἀξίνην ἄρας
τοῦ μακέλλου, ἥνπερ ἐπιτηδείως οἱ ταύτῃ τῇ τέχνῃ χρώμενοι κατέχουσι, προσερείσας
τῷ τοῦ ἁγίου δεξιῷ ποδί, τοῦτον βιαίως ἐξέκοψε, καὶ παρ᾿ αὐτὰ τὴν μακαρίαν καὶ ἁγίαν
αὐτοῦ ψυχὴν ὁ ὁσιομάρτυς Ἀνδρέας τῷ δεσπότῃ Χριστῷ παρέδωκε, μηνὶ ὀκτωβρίῳ κ´. καὶ
μετέστη πρὸς οὐρανίους σκηνάς, ἔνθα πάντων εὐφραινομένων ἡ κατοικία.
16. ὢ πονηρᾶς καὶ ἀπανθρώπου γνώμης. ὢ τόλμης ἁγιοκτόνου θεὸν παροξυνάσης, καὶ διάβολον
χαροποιησάσης. ὢ χειρὸς ἀνόμου, καὶ ὁρμῆς δαιμονιώδους, τῆς ἀδίκως [Χ] τοῦ δικαίου
τὸ αἷμα τῇ γῇ ἐκχυσάσης. ὢ δὲ καὶ τῆς ἀνεικάστου μακροθυμίας τοῦ ἐμοῦ θεοῦ καὶ δεσπότου.
οἱ μὲν οὖν σύροντες τὸν ἅγιον ἄνομοι ἄνδρες, ὡς τοῦτον ἀπνευστὶ συρόμενον ἐθεάσαντο,
καὶ τὸν ποῦν αὐτοῦ κεκομμένον, τοῦτον ὥσπερ τι θνησιμαῖον καὶ τοῖς πᾶσιν ἀπόβλητον
ἐν ἑνὶ τόπῳ κοπρωδεστάτῳ οἱ κοπρώδεις τὸ σῶμα καὶ τὴν ψυχήν ἐναπέρριψαν, τῷ ἁγιοκτόνῳ
καὶ παρανόμῳ ἀνδρί ὀφειλέτην τούτῳ τῆς παρ᾿ αὐτῶν καὶ τοῦ βασιλέως τιμῆς, ἀποφαινόμενοι
ἦσαν ἐπὶ πολύ, ὡς πρόξενον αὐτοῖς χαρᾶς γεγενημένον. νυκτὸς δὲ καταλαβούσης, τινὲς
τῶν ὀρθοδόξων εὐλαβέστατοι ἄνδρες, θεῷ καὶ τῷ ἁγίῳ θαρρήσαντες, κρυφῇ προσελθόντες,
τὸ τίμιον καὶ πολυτίμητον σῶμα τοῦ ἁγίου μάρτυρος Ἀνδρέου ἀφείλαντο, καὶ τοῦτο ὁσίᾳ
ταφῇ παρέδωκαν, ἐν τόπῳ ἐπιλεγομένῳ Κρίσις.
17. ταῦτα τοῦ νεομάρτυρος καὶ ὁσίου Ἀνδρέου τὰ κατὰ τοῦ διαβόλου ἀνδραγαθήματα.
ταῦτα τοῦ ὁσίου τὰ ὑπὲρ τῆς Χριστοῦ σεπτῆς εἰκόνος ἀληθῆ θεράστια [λεγε· τεράστια],
καὶ μέχρις αἵματος νικητήρια. τοῦτό σοι καὶ ὁ παρ᾿ ἡμῶν προσαγόμενος ἔπαινος, ὦ
θεία καὶ ἱερὰ κεφαλή. εἰ γὰρ καὶ τὸ κατ᾿ ἀξίαν ἐγκώμιον ἀπέλιπον, ἀλλ᾿ οὖν γε ὁ
πρὸς σὲ πόθος τῆς ἀξίας τῶν καθ᾿ ὅλου ἐπαίνων οὐκ ἀπέτυχε. σταθμίσας τοίνυν τὴν
προαίρεσιν, δίδου τῶν ἐγκλημάτων τὴν λύσιν εὕρασθαι, ἐν τῇ φοβερᾷ καὶ φρικώδει τῶν
ἐτασμῶν
[p. 142Δ] ἡμέρᾳ, καταξιῶν με τοῖς δεξιοῖς προβάτοις τοῖς τοῦ δεσπότου μου Χριστοῦ,
σὺν πᾶσι τοῖς ἀπ᾿ αἰῶνος ἁγίοις, καὶ τῆς μακαρίας φωνῆς ἐνωτισθῆναι· «δεῦτε, οἱ
εὐλογημένοι τοῦ πατρός, κληρονομήσατε τὴν ἡτοιμασμένην μου βασιλείαν ἀπὸ καταβολῆς
κόσμου,» σὺν τοῖς τιμῶσι τὴν ἱερὰν καὶ πάνσεπτον μνήμην, καὶ προσκυνοῦσι τὴν σορὸν
τῶν λειψάνων σου· ἔχεις γὰρ, ἔχεις πρὸς κύριον τὸν ἀληθινὸν ἡμῶν θεὸν παρρησίαν,
ὡς ὑπὲρ αὐτοῦ τὸ αἷμα ἐκχέας, ᾧ πρέπει πᾶσα τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ
πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
ἀμήν.
*************************************************************