Saint: THEOPHILOS THE CONFESSOR (# 100)
Edition: SynaxCP (AASS, 1902), 100.

[p. 100]

τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Θεοφίλου τοῦ νέου ὁμολογητοῦ. ὃς ὑπῆρχε Τιβεριουπόλεως γέννημα καὶ θρέμμα, χριστιανῶν γονέων υἱὸς καὶ ἐξ αὐτῶν τῶν σπαργάνων ἔχων βίον καθαρόν τε καὶ ἀνεπίληπτον. οὗτος μοναχὸς γεγονὼς πολλοῖς ἐγένετο διδάσκαλος καὶ ἀλείπτης πρὸς τὴν εὐσέβειαν. περὶ τοῦτον ἀναμαθὼν ὁ βασιλεὺς Λέων ὁ Ἴσαυρος, ὅτι προσκυνητὴς τῶν θείων εἰκόνων ἐστί, μετακαλεσάμενος πρὸς ἑαυτὸν καὶ συμβουλευσάμενος δῆθεν ἀποστῆναι τῆς προσκυνήσεως τῶν σεπτῶν εἰκόνων, οὐ μόνον οὐκ ἔσχε καταπειθῆ ἀλλὰ καὶ ἐλέγχοντα αὐτὸν καὶ ὑβρίζοντα ἰσχυρῶς, ἄθεον αὐτὸν ἀποκαλοῦντα καὶ παράνομον καὶ τοῦ ἀντιχρίστου πρόδρομον καὶ ἀρνητὴν τῆς τῶν χριστιανῶν πίστεως. ὅθεν εἰς ὀργὴν κινηθεὶς ὁ βασιλεύς, πρῶτον μὲν τύπτει σφοδρῶς καὶ εἰς φυλακὴν αὐτὸν ἐμβάλλει καὶ λιμοκτονεῖ ἱκανῶς, ἔπειτα δὲ καὶ οὕτως <μὴ> πείθων, εἰς ἐξορίαν ἐκπέμπει. διὰ βασιλικῶν δὲ γραμμάτων κἀκεῖσε συμβουλεύων καὶ ἀπειλῶν καὶ μηδ᾿ ὅλως πείσας, ἀποστείλας Καλύβιόν τινα τοὔνομα, τύπτει τοῦτον βουνεύροις· εἶτα τὴν ὄψιν καὶ τοὺς πόδας διαπερονήσας σιδήροις ἐλαύνει· καὶ ἀφανίσας αὐτοῦ τὸ σῶμα ἀπορρίπτει. ἐπεὶ δὲ καὶ θανεῖν ἔμελλεν ὁ μακάριος, ἀφείθη· Χριστοῦ δὲ χάριτι αὖθις ὑγιασθείς, τὸν ὑπόλοιπόν τε χρόνον θεαρέστως βιώσας καὶ θαυμάτων ἀπείρων γενόμενος αὐτουργός, τοῦ βίου ἐνδόξως μεθίσταται.

*************************************************************