Saint: MICHAEL OF ZOBE (# 98)
Edition: SynaxCP (AASS, 1902), 98.

[p. 98]

καὶ μνήμη τοῦ ἁγίου μάρτυρος Μιχαὴλ ἡγουμένου μονῆς λεγομένης Ζώβης καὶ τῶν σὺν αὐτῷ τριάκοντα ἓξ ἁγίων μοναχῶν. οὗτοι ὑπῆρχον ἐπὶ τῆς βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης προκαθεζόμενοι ἐν μοναστηρίῳ λεγομένῳ Ζώβῃ πλησίον Σεβαστουπόλεως. εἰς ἣν ἐκστρατεύσας Ἀλὴμ ὁ ἀμηρᾶς τῶν Ἀγαρηνῶν ἐκράτησε μετὰ τῶν ἄλλων καὶ τούτους τοὺς ἁγίους. ἀναγκάσας δὲ ἀρνήσασθαι τὴν τῶν χριστιανῶν πίστιν καὶ εὑρὼν ἀντιστάντας αὐτῷ καὶ ἐμπτύσαντας καὶ ἐνυβρίσαντας, τὴν κατ᾿ αὐτῶν ἀπόφασιν ἐξέδοτο. ἐν μέσῳ τοίνυν τῶν ὑπ᾿ αὐτῷ μοναχῶν Μιχαὴλ ὁ ὁσιώτατος ἡγούμενος στὰς καὶ πολλὰ παρακαλέσας τοῦ μὴ τὴν σφαγὴν φοβηθέντας ἀρνήσασθαι τὸν Χριστόν, πάντας παρέθηξε προθύμως τῷ ξίφει τὰς κεφαλὰς ὑποσχεῖν· ἔσχατον δὲ καὶ αὐτὸς ἐκτμηθεὶς τῇ κεφαλῇ πάντων, συνήφθη θεῷ.

************************************************************