[p. 354]
τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Θεοδώρας τῆς ἀπὸ Καισαρίδος. αὕτη ἤσκησεν
ἐν τῇ μονῇ τῆς ἁγίας Ἄννης τῇ λεγομένῃ Ῥιγίδιον· ὑπῆρχε δὲ ἐπὶ τῆς βασιλείας Λέοντος,
πατρὸς Κωνσταντίνου τοῦ Κοπρωνύμου, γένους οὖσα λαμπροῦ καὶ ἐπισήμου, πατρὸς μὲν
ὀνόματι Θεοφίλου, πατρικίου τὴν ἀξίαν, μητρὸς δὲ Θεοδώρας. αὕτη ἡ Θεοδώρα ἐν πολλοῖς
ἔτεσι τὴν στείρωσιν ἀποδυρομένη καὶ τὸν θεὸν ἱκετεύουσα καὶ τὴν ὑπεραγίαν Θεοτόκον,
δέχεται τὴν χάριν οὐρανόθεν, ταύτην κομισάσης τῆς τιμίας Ἄννης τῆς μητρὸς τῆς Θεοτόκου.
τεχθεῖσα τοιγαροῦν ἡ νεᾶνις καὶ εἰς μέτρον ἡλικίας φθάσασα, προσάγεται τῷ ναῷ τῆς
ἁγίας Ἄννης καὶ τῷ μοναστηρίῳ εἰσδέχεται ὡς θεῖον ἀνάθημα. θεοσεβῶς δὲ ῥυθμιζομένη
[p. 355] παρὰ τῆς προεστώσης, ἐκδιδάσκεται τὰ ἱερὰ γράμματα. τῆς δὲ τιμίας παιδὸς
καλῶς πολιτευομένης, οὐκ ἤνεγκεν ὁ πονηρὸς δαίμων ὁρᾶν ἑαυτὸν ὑπὸ ταύτης πατούμενον,
ἀλλ᾿ ἐξήγειρε τὸν θεομάχον Λέοντα τὸν βασιλέα ἀγαγέσθαι ταύτην γυναῖκα Χριστοφόρῳ
τῷ τούτου υἱῷ, ὃν καίσαρα ἀνηγόρευσε· καὶ βίᾳ καὶ τυραννίδι ταύτην ἀποσπάσας τῆς
μονῆς, καταλαβεῖν τὴν Κωνσταντινούπολιν αὐτὴν κατηνάγκασεν. ἀχθείσης δὲ αὐτῆς, τὰ
τοῦ γάμου αἴσια ἐπ᾿ αὐτῇ τελοῦνται καὶ παστὰς πήγνυται. ἀλλ᾿ ὁ μὲν ἐκείνου σκοπὸς
τοιοῦτος. ὁ δὲ θεὸς ὁ τὸν Αἰγύπτιον πάλαι δειματώσας λυττῶντα κατὰ Σάρρας καὶ τὸν
Τιριδάτην ὑπὸ τῆς Ῥιψιμίας καταγωνισάμενος, αὐτὸς καὶ ταύτην διασώζει ἀμόλυντον
ἐκ τῆς συναφείας καὶ κοινωνίας τοῦ μνηστῆρος· παραδόξως γὰρ τῶν Σκυθῶν ἐπιστρατευσαμένων
ἐν τῇ ἑσπέρᾳ, ἐν τάχει ἀποστέλλεται ὁ νεόνυμφος τοῖς βαρβάροις ἀντιπαραταξόμενος·
ὃς κατὰ τὴν πρώτην προσβολὴν τῷ θανάτῳ παραπέμπεται. τότε πληροφορίαν λαβοῦσα ἡ
ἀκήρατος ἀμνὰς Θεοδώρα καὶ λαθοῦσα πάντας, χρυσίον καὶ ἀργύριον καὶ μαργαρίτας καὶ
ἱματισμὸν λαβοῦσα πολυτελῆ καὶ ἐν πλοίῳ εἰσελθοῦσα, πρὸς τὴν μονὴν ἐπανῆλθε χαίρουσα
καὶ εὐχαριστοῦσα τῷ τῶν ὅλων θεῷ. ὡς δὲ ἐγνώσθη τὰ κατ᾿ αὐτήν, ἐλθὼν ὁ
[p. 356] δεύτερος υἱὸς τοῦ θηριωνύμου καὶ εὑρὼν αὐτὴν κεκαρμένην καὶ ῥακώδη ἱματισμὸν
ἠμφιεσμένην, θεοῦ προνοίας συνεργησάσης, ἀφῆκεν αὐτήν. αὕτη δὲ τελείας λαβομένη
ἐλευθερίας, ἐπὶ τοσοῦτον τὴν σάρκα κατεδάμασεν, ὥστε τὰς τῶν ὀστῶν αὐτῆς ἁρμονίας
καθορᾶσθαι· τροφὴ γὰρ ἦν αὐτῇ ἄρτος οὐγκία μία, καὶ οὗτος διὰ δύο καὶ τριῶν ἡμερῶν
καὶ οὐδὲν ἕτερον· τὸ δὲ ἔνδυμα εἶχεν ἓν καὶ τοῦτο τρίχινον. ἡ δὲ στρωμνὴ αὐτῆς ἄνωθεν
μὲν τριχίνῳ ῥάκει περικεκάλυπτο, κάτω δὲ λίθοι ὑπεστρωμένοι ὑπῆρχον· καὶ οὕτως
τὸν τῆς ἀγρυπνίας ὕπνον ἐξετέλει πολλάκις καὶ διὰ πάσης νυκτὸς ἦν ἀγρυπνοῦσα. οὐ
τούτοις δὲ μόνοις ἠρκέσθη τοῖς παλαίσμασιν, ἀλλὰ καὶ σιδήροις τὴν σάρκα καθηλώσασα,
οὕτως τὰ μέλη κατεδαπάνησεν, ὥστε καὶ πνοὴν δυσώδη ἐξ αὐτῶν ἀποδίδοσθαι. οὕτως ἐπὶ
πλείστοις ἔτεσι παντοίων ἀρετῶν ἰδέαις διαπρέψασα, πρὸς τὴν ἀγήρω καὶ μακαρίαν ζωὴν
μετατίθεται.
*************************************************************