[p. 62]
τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ὁσίων πατέρων ἡμῶν καὶ ὁμολογητῶν Ὑπατίου καὶ Ἀνδρέου. οὗτοι
χώρας μὲν ἐτύγχανον τῶν Θρᾳκησίων, ὥρμηντο δὲ τῆς ἐπαρχίας Λυδῶν· καὶ ἔν τινι φροντιστηρίῳ
παῖδες ὄντες φοιτήσαντες, τὸν μονήρη βίον ἠσπάσαντο· καὶ Ὑπάτιος μὲν τὸ τῶν μοναχῶν
σχῆμα ὑπῆλθεν, Ἀνδρέας δὲ τὸν ἀποστολικὸν κλῆρον ποθήσας, ἱεροκήρυξ τῆς ἐκκλησίας
κατέστη· οὐ νηστείαις δὲ μόνον καὶ ἀγρυπνίαις καὶ προσευχαῖς τῶν ἄλλων ἀδελφῶν ἐκράτουν,
ἀλλὰ καὶ πάσης ταπεινοφροσύνης καὶ ἀγάπης ὑπῆρχον ἀνάπλεω. μαθὼν δὲ τὰ περὶ αὐτῶν
ὁ πρόεδρος Ἐφέσου καὶ πρὸς ἑαυτὸν ἀγαγών, Ὑπάτιον μὲν ἐπίσκοπον χειροτονεῖ, Ἀνδρέαν
δὲ πρεσβύτερον. ἐπεὶ δὲ ὁ τῆς ἀσεβείας ἀρχηγὸς καὶ μισάγιος βασιλεὺς Λέων ὁ Ἴσαυρος
ἀνέμαθε τὰ περὶ αὐτῶν, αὐτίκα ἐκ τῆς Λυδίας πρὸς τὴν βασιλεύουσαν
[p. 63] αὐτοὺς μετεστείλατο. καὶ εὐθέως τῇ εἱρκτῇ ἐναπερρίφησαν· εἶτα χερσὶ παλαμναίαις
ἑλκόμενοι καὶ σπαραττόμενοι καὶ ξύλοις τὰ σώματα τυπτόμενοι, ἡμιθνῆτες κατέπεσον·
καὶ μεθ᾿ ἡμέρας πάλιν ξυρῷ ἀποσύρονται τὸ δέρμα τῆς κεφαλῆς· καὶ τὰς ἐπὶ
[p. 64] τῶν σανίδων εἰκόνας πυρπολουμένας ἄνωθεν τῶν κρανίων δέχονται· καὶ πίσσῃ
χρισθέντες τὰς γενειάδας καὶ διὰ μέσου συρέντες τῆς πόλεως, ἐπὶ τὰ μέρη τοῦ Ξηρολόφου
κατασφάττονται, ῥιφθέντες βορὰ τοῖς κυσίν.