[p. 157]
βίος τοῦ ὁσίου πατρὸς ἡμῶν Νικηφόρου μοναχοῦ καὶ ἐπισκόπου Μιλήτου.
1. ζῆλος θεοσεβείας καὶ ἀρετῆς πρὸς ἐπίδοσιν αἱ τῶν ἁγίων πράξεις ἀναγραφόμεναι·
πέφυκε γάρ πως ἡ περὶ αὐτοὺς ἱστορία εἰσδυομένη ταῖς ἀκοαῖς πρὸς τὴν ἐκείνων μίμησιν
τῶν γενναίων τὰς ψυχὰς ἐρεθίζειν. διὸ καὶ ὁ σοφός, ἐγκωμιαζομένων ἁγίων, εὐφραίνεσθαί
φησι λαοὺς πολλούς· τὴν γεννητικὴν τῶν ἀγαθῶν ἡδονὴν καὶ τὴν ἐκμιμήσεως ἐπιγινομένην
διὰ τῶν λόγων διάθεσιν εὐφροσύνην εἰπών, ἀλλ᾿ οὐ τὴν ἀποκληρωτικὴν καὶ καταστατικήν,
τὴν ἐπὶ τῷ τέλει τῶν ἀγώνων συμβαίνουσαν· εὐφροσύνη γὰρ ἀρετῆς ἀμετάληπτος, ἀπόντος
τοῦ ἀληθῶς εὐφραίνοντος, ἀνευφρόσυνος· ὥστε ἀληθὴς εὐφροσύνη ἡ ἀπὸ τῆς ἀποδοχῆς
τῶν λεγομένων ἐπὶ τὰ ἔργα προβαίνουσα μηδὲ ὠδίνειν καὶ συλλαμβάνειν ποιοῦσα τοὺς
λαβόντας τὸν φόβον καὶ πατέρα τῶν ἀγαθῶν [p. 158] ἐν τῇ γαστρὶ τῶν ψυχῶν καὶ σωτηρίου
πνεύματος γεννήματα τίκτοντας. διὰ τοῦτο μὴ μόνον εὐφραντέον τῷ βίῳ τοῦ θαυμαστοῦ
Νικηφόρου, ἀλλὰ καὶ διεγερτέον καὶ ἀντιληπτέον τῶν ἴσων ἀγωνισμάτων, δι᾿ ὧν τὸ μὲν
τῆς εὐφροσύνης ἐνταῦθα προσγίνεται τὴν ἀπέραντον καὶ ἀκόρεστον ἡδονὴν προξενοῦν
τοῖς εἰς τὴν μέθεξιν ἐπειγομένοις τοῦ ἀκροτάτου τῶν ὀρεκτῶν, τὸ δὲ ἐκεῖσε τρανότερον,
ἡνίκα τῶν λυπηρῶν οὐδ᾿ ἀνάμνησις ἔσται, φωνὴ δὲ μᾶλλον ἀγαλλιάσεως καὶ ἦχος ἑορταζόντων,
κατατρυφώντων ἀμογητὶ τοῦ γλυκυτάτου κάλλους ἐκείνου· οὐ γὰρ ὅτι μόνον ψυχωφελὴς
διηγούμενος, ἀλλ᾿ ὅτι καὶ κατὰ τὴν ἡμετέραν γενεὰν τὴν κατωφερῆ καὶ παλίμβολον ἐπιτελεσθεὶς
ἐκληρώθη, γενεὰν πολὺ μὲν τὸ ἀναπεπτωκός τε καὶ ῥᾴθυμον μετὰ τῶν ἄλλων παρατροπῶν
κεκτημένην, πολὺ δὲ τὸ σπάνιον τοῦ καλοῦ καὶ προσκαλουμένου τῇ θέᾳ πρὸς τὴν ἐπίγνωσιν.
καὶ γὰρ πεφύκαμέν πως οἱ ἄνθρωποι νοῦν προσέχειν μᾶλλον τοῖς ὁρωμένοις (καὶ τούτοις
μόλις) ἢ τοῖς ἀκουομένοις ἐγκατανύσσεσθαι· καὶ τῶν παλαιῶν ἀνδρῶν τοὺς βίους καὶ
τὰς ὑποθήκας ὁμοῦ καὶ τὰ ᾄσματα καὶ πᾶσαν ἄλλην θείαν γραφὴν οὐχ ὥς τι κερδήσοντες
τὰ εἰς ψυχὴν διεξέρχεσθαι, ἀλλ᾿ ὡς ἔθος ἀποπληροῦντες καὶ χρέος ἀποδιδόντες τοῖς
ταῦτα γράψασιν· ὡς διὰ τοῦτο καὶ μόνον γραφέντα, ἵνα δαψιλῶς τε καὶ ἀκερδῶς καὶ
λέγωνται καὶ ἀναγινώσκωνται. καὶ οὗτος ἡμῖν θαυμαστός τε καὶ ἄριστος, οὐχ ὅστις
οἶδεν ἀναγινώσκειν καὶ ψάλλειν μέτρια νουνεχῶς τε καὶ ἐπιστατικῶς, ἀλλ᾿ ὅστις ὀλίγῳ
χρόνῳ πάντα διέρχεται· καὶ τὸ τῆς ἀρετῆς κτῆμα μέχρι τούτων ἐστὶ καὶ μόνον, τὰ δ᾿
ἄλλα ἕωλα καὶ ἀπόπτυστα. καίτοι φησὶν ὁ θεῖος ἀπόστολος· κρεῖττον πέντε λόγους λαλεῖν
ἐν ἐκκλησίᾳ θεοῦ τῷ νοῒ ἢ μυρίους ἀνωφελεῖς ἐν γλώσσῃ. οὐ μὴν διὰ τοῦτο σιγητέον
τῶν ἀνδρικῶν τὰ παλαίσματα οὐδ᾿ ἀπογνωστέον τῶν τούτοις σωθησομένων· ἀλλ᾿ ἀναγραπτέον
καὶ κηρυκτέον ὡς μάλιστα· τάχα γὰρ ταῖς ἐπαλληλίαις τῶν ἐπηχήσεων, οἷόν τινων σαλπίγγων,
τῶν προσφάτων καὶ διαφόρων βίων καὶ οἱ καθεύδοντες ἀνδρισθέντες ἀφυπνισθήσονται.
ἀλλ᾿ ἀρκτέον ἤδη καὶ προσεκτέον τῷ διηγήματι.
2. Νικηφόρος ὁ πάνυ, τὸ μέγα κλέος τῆς καθ᾿ ἡμᾶς οἰκουμένης, χώρας μὲν τῆς τῶν Μαρυανδηνῶν
ὥρμητο, εἴτουν Βουκελλαρίων (τούτῳ γὰρ νῦν μᾶλλον τῷ ὀνόματι κέκληται), κώμη δ᾿
αὐτῷ μεγίστη τε καὶ πολυανθρωποτάτη, Βασίλε<ι>ον προσαγορευομένη. εἰ μὲν οὖν ᾔδειν
τὸν ἄνδρα θέσει γῆς ἢ εὐφορίᾳ φιλοτιμούμενον καὶ τοιούτων ἐγκωμίων ἐρῶντα ἢ πατρίδος
ἐπαίνοις χαίροντα, οὐκ ἄν τινι τῶν πρωτείων εἰς τοῦτο παρεχώρησα, μάλα τῆς χώρας
ἡμῖν ἀφθονίαν ἐπαίνων παρεχομένης· τίς γὰρ οὐκ οἶδε ταύτην πᾶσι μὲν ἀγαθοῖς τοῖς
ἐκ γῆς εὐθηνουμένην ἄνδρας τε γενναίους προϊσχομένην καὶ ὡρῶν κράσει τῶν λοιπῶν
διαφέρουσαν ἀλλὰ δέδοικα, μὴ καὶ πρὸς ὀργῆς αὐτῷ γενοίμην, γῆς ὅλως μνημονεύσας
καὶ τῶν γηῒνων ἐν τοῖς περὶ αὐτοῦ λόγοις καὶ διηγήμασι· πῶς γὰρ οὐκ ἂν ἀλογώτατον
εἴη καὶ μανίας ἁπάσης ἐπέκεινα ἐκ γῆς καὶ τῶν κάτω ἐπιχειρεῖν ἐγκωμιάζειν τὸν πάντων
μὲν ὑπεριδόντα τῶν ὁρωμένων καὶ πολὺ τούτων καταγνόντα τὸ ἄστατόν τε καὶ ἄπιστον,
πρὸς ἄλλον δὲ κόσμον μεταθέμενον τὸ πολίτευμα, οὗ φθορὰ καὶ διάλυσις περιγενέσθαι
μὴ δύναται ἢ πῶς ἄν τις τολμήσειε, κἂν εἰ λίαν φιλόπατρις ἢ μᾶλλον εἰπεῖν φιλόκοσμος
εἴη καὶ τῷ πηλῷ μέγα φυσῷτο, πατρίδα τούτῳ ταύτην ἐπιγράφειν τὴν κάτω καὶ εἰς δουλείαν
γεννῶσαν, ἧς ἡ τιμὴ ἄτιμος καὶ τὸ περίβλεπτον ἄδοξον, ἀλλὰ μὴ τὴν ἄνω, τὴν ὑψηλήν
τε καὶ μένουσαν καὶ ἧς τὸ πᾶν διαρκές τε καὶ μόνιμον πρὸς ἣν ἐκεῖνος ἔσπευδε καταλῦσαι
καὶ ἧς τὸ μὴ διαμαρτεῖν διὰ σπουδῆς αὐτῷ ἦν.
3. καὶ μή με νομίσητε ἀπορίᾳ ἐπαίνων πρὸς ταύτην ἐλθεῖν τὴν ἀντίθεσιν ἢ διὰ τῶν
εὐπρεπεστέρων ὀνομάτων καὶ τῆς ἄνω πατρίδος σπεύδειν ἐπικαλύπτειν τὸ ἄσημον ἢ δυσγενὲς
τοῦ ἀνδρός· οὐ γὰρ οὕτω ταῦτ᾿ ἔχει ἀλλ᾿ ὄντως γελοῖόν μοι καταφαίνεται πηλῷ συμφύρειν
τὸν μαργαρίτην καὶ ἐκ τῶν μισουμένων αὐτῷ τὴν εὐφημίαν ὑφαίνειν ἐνὸν ἐκ τῆς αὐτῷ
προσκτηθείσης δι᾿ ἀρετῶν εὐγενείας τε καὶ λαμπρότητος λίαν καταποικῖλαι τὸν λόγον,
καὶ καθαρὸν πάντῃ κοσμικῆς ἀλαζονείας καὶ κόμπων κενοδοξιακῶν πλέξαι τὸν ἔπαινον·
εἰ γάρ, ὡς Παῦλός φησι, τὰ ἀγενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεὸς καὶ τὰ ἐξουθενημένα,
τοὺς δοκοῦντας εὐγενεῖς παρωσάμενος, τίς ὁ καινοτομῶν νόμους καὶ ἀντιλέγειν προπετευόμενος
καὶ τὸ περιφανὲς ἡμῖν προβαλλόμενος τῆς ἐνεγκαμένης ἀλλὰ ταῦτα ῥητορικῆς τερθρείας
τε καὶ ἐρεσχελίας καὶ ὕθλων ἑλληνικῶν τεχνάσματα· οἳ μὴ ἔχοντες,
[p. 159] ὅτι θαυμάσονται τῶν παρ᾿ αὐτοῖς εὐδοκίμων, μηδ᾿ ὑπὲρ τὰ ὁρώμενα βλέπειν
δυνάμενοι, ἐκ τῆς γῆς αὐτοὺς καὶ τῶν τοῦ σώματος ἐξεθείαζον, τὴν μὲν βωτιάνειραν
ἀποκαλοῦντες καὶ ἐριβώλακα, τοὺς δὲ θοούς τε καὶ ποδώκεις καὶ καλῶς εἰδότας νωμᾶν
βῶν ἀζαλέην καὶ ἔτι τὰ τούτων εὐτελέστερα καὶ μηδαμινώτερα. ἡμῖν δέ, οἷς ἡ σπουδὴ
πρὸς τὰ μὴ βλεπόμενα καὶ τὸν ἔσω ἄνθρωπον, ἄλλος λόγων σκοπὸς καὶ ἄλλη πραγματείας
ὑπόθεσις· τί γὰρ κοινὸν οὐρανῷ καὶ γῇ τί δὲ πνευματικοῖς νόμοις καὶ ῥητορικοῖς,
ἢ κόσμῳ καὶ τοῖς ὑπὲρ κόσμον καὶ ταῦτα διεξῆλθον οὐ τὸ δηλοῦν γένος καὶ πατρίδα,
περὶ ὧν ὁ λόγος, κωλύων ἀλλὰ τὸ ἀσέμνως τούτοις σεμνύνεσθαι καὶ ἀπρεπῶς ἐγκαλλωπίζεσθαι
καὶ ἐπαίρεσθαι καὶ τῇ τούτων ἀκαίρως ἐμφιλοχωρεῖν διηγήσει μᾶλλον ἢ τοῖς παρέξουσι
τῷ ἀκροατῇ τὴν ὠφέλειαν· ἂν γὰρ μὴ πρὸς τοῦτο μόνον σκοπῶμεν, ὅπως ἂν κέρδος τι
προσγένηται τοῖς ἀκούουσιν, ἀλλ᾿ ἵνα διὰ κεκαλλιεπημένων ῥημάτων τὰ τῆς ὑποθέσεως
συντελεσθείη, περιττὸς ὁ πόνος σαφῶς καὶ μάταια τὰ συγγράμματα.
4. ἐπεὶ οὖν οὕτω ταῦτ᾿ ἔχει, πάλιν ἐπανακτέον τὸν λόγον πρὸς τὰ ἑξῆς καὶ μνημονευτέον
καὶ γονέων τῶν τούτου, ἵν᾿ ἐν μηδενὶ τοῦ τῆς διηγήσεως ὑστερώμεθα νόμου. γονεῖς
τοίνυν αὐτῷ τὸ μὲν σέβας θεοφιλεῖς καὶ ὀρθόδοξοι, τὴν δ᾿ ἀρετὴν λαμπροὶ καὶ περιφανεῖς·
ὧν ὁ μὲν Εὐστάθιος, ἡ δὲ Μαρία ἐλέγοντο, τὴν οὐσίαν αὐτάρκεις, μήθ᾿ ὑπερπλουτοῦντες
καὶ διὰ τὸν κόρον ἐξυβρίζοντες, μήτ᾿ ἐνδεῶς ἔχοντες τῶν ἀναγκαίων, τὴν προαίρεσιν
συμπαθεῖς· οὐ γὰρ καρπὸς εὐδόκιμος ἀδοκίμων ἀναβλαστάνει φυτῶν, εἴπερ ἔστι τῶν τοῦ
δεσπότου ῥημάτων ὑπονοεῖν καὶ τὸ ἔμπαλιν. ὑφ᾿ ὧν τὴν πρώτην ἀναχθεὶς ἡλικίαν καὶ
οἷός τε ὢν ἤδη καὶ μαθημάτων ἀντιλαμβάνεσθαι (καὶ τούτου γὰρ εὐφυῶς ἔχειν μετὰ τῆς
ἄλλης καλοκαγαθίας ἐδηλοῦτο), ὄγδοον ἀνύων ἔτος ἐπ᾿ αὐτῷ τούτῳ πρὸς τὴν βασιλεύουσαν
πέμπεται, μηδενὶ τῶν παιδικῶν εἰς τὴν κρείττονα παραβλαβεὶς διάθεσιν καὶ ἐπίδοσιν·
ἦθος γὰρ νεαρὸν τῆς φυσικῆς στοργῆς διαστάν, εἶτα τυχὸν ἐπιμελείας οὐχ ἥττονος,
ἀκριβέστερον διατυποῦται πρὸς εὐκοσμίαν, οὔτε τῷ φιλοστόργῳ παρεμποδιζομένης εἰς
τὸ καλῶς παιδεύεσθαι τῆς φύσεως, οὔτε τῷ θαρρεῖν τοῖς γεννήσασι δυσανασχετοῦντος
τοῦ παιδὸς προϊέναι σπουδαίως ἐν τοῖς σπουδαίοις τῶν ἔργων· ὑπὸν γὰρ τῆς βασάνου
τὸ δέος, τὸ ῥᾴθυμον καὶ ὑπεροπτικὸν διωθεῖται. διὸ καὶ ἡ παροιμία εὐλόγως φησί·
τοῦ μὴ προσήκοντός σοι τὸ τύμμα σφοδρότερον καὶ ἀλγεινότερον. καὶ πέμπεται μὲν ὑπὸ
τῶν γεννητόρων εὐνουχισθεὶς ἤδη πρὸς τὴν βασιλεύουσαν, καθ᾿ ὃν ἐκράτει χρόνον τὰ
σκῆπτρα τῇ τῶν διαδόχων ἀσθενείᾳ καὶ νεότητι Ῥωμανός· οὐχ ὁ νέος, ἀλλ᾿ ὁ Κωνσταντίνῳ
τὸ κῆδος τῆς ἑαυτοῦ θυγατρὸς Ἑλένης συναψάμενος, ὃν καὶ γέροντα καλεῖν οἶδεν ὁ λόγος
πρὸς τὴν τοῦ νέου διαστολήν. προσδέχεται δὲ κηδεμονικῶς τε καὶ προσηνῶς ὑπὸ μαγίστρου
τοῦ Μωσελλοῦ, τὴν ἱερὰν γραφὴν μόνην παιδευθησόμενος, οὐκ ἀνεχομένων τῶν προστατῶν
τὸ γνήσιον καὶ γόνιμον τῆς ψυχῆς τοῦ παιδὸς ἐκσπόροις ἐμμωμῆσαι μαθήμασιν· ὅτι μὴ
δυνατὸν τοὺς τύπους τῆς τερατολογίας προτυπωθέντας ἀπαλεῖψαι ῥᾳδίως, εἰ καὶ τὴν
πρᾶξιν διαφυγεῖν.
5. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ἡ μήτηρ εἰσῄει τῇ φιλοστοργίᾳ συνωθουμένη καὶ ἑλκομένη,
οὐκ ἐπὶ μακρὸν τὴν διάστασιν καρτερήσασα, καθάπερ ἡ Ἄννα Σαμουὴλ τοῦ δοθέντος καὶ
ἀντιδεδομένου τῷ δεδωκότι. ὁ δὲ παιδοτριβούμενος οὐκ ἀθύρμασιν ἑαυτὸν παιδικοῖς
ἐδίδου, πρὸς ἃ πλέον ἀπασχολεῖσθαι φιλεῖ τὰ τῶν νέων φρονήματα· ἀλλ᾿ ὥσπερ τις τῶν
κατ᾿ ἄμφω τελείων, ἡλικίαν καὶ σύνεσιν, διακρίσει καλῶν καὶ τῶν ἐναντίως ἐχόντων
ἐπιστημονικῶς κεχρημένος, ὅλος τῶν μαθημάτων ἐξήρτητο καὶ πρὸς κατοχὴν αὐτῶν ἐπιτηδείως
εἶχεν ὀξύτητι νοῦ καὶ φιλοπονίᾳ· ἅπερ εἰς ταὐτὸ συνδραμόντα θᾶττον αὐτὸν ὑπερσχεῖν
πάντας ἐποίησαν τοὺς ὁμήλικας. φοιτῶντι τοίνυν ἐς διδασκάλου ποτέ, καθὼς εἴρηται,
καὶ διὰ μέσης τῆς ἀγορᾶς παριόντι τῶν τις πενήτων ὑπηντήθη γυμνός· ὃ πολὺν οἶκτον
τῷ νέῳ κεκίνηκεν· αἱ γὰρ εὐγενεῖς ψυχαὶ καὶ θεῷ φιλούμεναι καὶ τηρούμεναι πρὸς πολλῶν
σωτηρίαν παρὰ τὴν ἀρχὴν διαδείκνυνται. καὶ δὴ ἀποδὺς τὸν χιτωνίσκον μὴ αἰτήσαντι
μηδὲ
[p. 160] δεηθέντι τῷ ἐνδεεῖ δέδωκε, μεῖζόν τι καὶ τῶν εὐαγγελικῶν προσταγμάτων νομοθετήσας
ἑαυτῷ, εἴπερ ἐκεῖ τῷ αἰτοῦντι διδόναι τεθέσπισται. ὡς δὲ καιρὸς ἦν ἐπανιέναι τοῦ
διδασκαλείου οἴκαδε, μόνῳ τῷ ἐπισαρκίῳ ἀπῄει· ἐφ᾿ οἷς λυπηρῶς διατεθείσῃ τῇ μητρὶ
καί τινα ὑπόνοιαν ἀπτοεπῆ σχούσῃ περὶ τοῦ παιδός, ὡς οὐκ εἰς καλὸν αὐτῷ τὸ χιτώνιον
ἀποδέδοται· «πρὸς τῶν πενήτων» εἶπε, «βιαίως, ὦ γλυκυτάτη μῆτερ, τὸν χιτωνίσκον
ἀφῄρημαι, τούτων δὴ τῶν ἀτακτότερον βιούντων τῶν λοιπῶν ἐνδεῶν.» ἡ δὲ δυσπιστήσασα
τοῖς λεχθεῖσι κολακείαις, τοῦτον ὑπεισέδυ καὶ ῥήμασι παρακλητικοῖς· καὶ ὃς ὀψὲ καὶ
μόλις ἐξεῖπεν, ὡς μὴ καρτερεῖν δύνασθαι πηγνυμένους καὶ γυμνῆτας ὁρᾶν τοὺς πάντοθεν
ἀπορουμένους. ἔκτοτε οὖν σὺν αὐτῷ τὴν σχολὴν καταλαμβάνουσα καὶ ταῖν χεροῖν τὸν
ἄτρακτον ἔχουσα, ἔνηθέ τε τὸ λίνον καὶ πρὸς τὴν φυλακὴν τοῦ παιδὸς ἐγρηγόρως ἀπέβλεπε,
μή πού τινα κηλῖδα ἢ μῶμον προστρίψηται ταῖς τῶν ὁμηλίκων συναναστροφαῖς τε καὶ
συνουσίαις, ἀλλ᾿ ὅλος ἁγνὸς συντηρηθείη καὶ ἄμωμος πρὸς ὑποδοχὴν τοῦ καθαρωτάτου
καὶ ἀκραιφνεστάτου φωτός. ἀλλ᾿ ἐνταυθοῖ τοῦ λόγου γενόμενος οὐκ ἔχω, πῶς τὴν μητέρα
θαυμάσομαι ἢ ποίοις αὐτὴν ἀναδήσω τοῖς ἐγκωμίοις· τί γὰρ ὑψηλότερον τοῦ ταύτης νοός
τί δὲ φωτεινότερον ἢ ἁγιώτερον ἔγωγε ταύτην καὶ μείζονα θυσίαν τῆς τοῦ Ἀβραὰμ προσενεγκεῖν
πέπεισμαι, ὅτι ψυχῇ καθαρὸν καὶ σώματι πάναγνον τῷ θεῷ καθιεροῦν ἔσπευδε τὸ δοθὲν
αὐτῇ παρ᾿ αὐτοῦ βλάστημα. οὕτως ἐκτρέφειν δεῖ τὰς μητέρας τὰ τέκνα, τοιαύτην περὶ
αὐτὰ τὴν ἐπιμέλειαν ἐπιδείκνυσθαι. ἀλλ᾿ οὐδ᾿ εἰς νοῦν αὐταῖς τὸ τοιοῦτον, σαρκικαῖς
οὔσαις καὶ πόρρω τῆς καλῆς ταύτης φρονήσεως· τοῦτο δὲ μόνον δι᾿ εὐχῆς καὶ ἐπέραστον
καὶ πρὸς τοῦτο μόνον ὁ σκοπὸς τῆς τῶν παίδων μαθήσεως, ὅπως πρὸς ἀξιωμάτων ὄγκον
ὑπεραρθεῖεν καὶ λίαν ὑπερπλουτήσαιεν καὶ διὰ τῆς τούτων εὐπραξίας καὶ αὐταῖς ἄλυπος
ὁ τῆς ζωῆς χρόνος διανυσθείη· τὰ δ᾿ ἄλλα ὅπως ἂν ἔχωσι τρόπου καὶ βίου ἐχέτωσαν·
οὐ γὰρ διὰ φροντίδος αὐταῖς τοῦτο. καὶ ταῦτα μὲν τοιαῦτα.
6. ἐπεὶ δὲ τελεωτέρας τῆς ἡλικίας ἀντείχετο καὶ τρανοτέραν ἐπεδείκνυ τὴν σύνεσιν,
τὰ τῶν ταμείων κλεῖθρα τοῦ μαγίστρου καταπιστεύεται. οὐ μὴν ᾠκονόμησεν ὡς ὁ πιστεύσας
ἤλπισε καὶ ἠθέλησεν, ἀλλ᾿ ὡς αὐτῷ εἴθιστο, μᾶλλον δὲ τῷ θεῷ δέδοκτο· ἐπεὶ καὶ τὰ
παρὰ γνώμην ἐνίοτε τῶν κυρίων θεὸς προσίεται, ἡνίκα μὴ αὐτοὶ κατὰ τὸ ἀνάλογον τῶν
ὑπαρχόντων τὴν μετάδοσιν ποιοῦνται, πεφεισμένως καὶ ἀνελευθέρως τῷ πλούτῳ χρώμενοι,
καθάπερ οἱ ῥανίδα μικρὰν πελάγους ἀχανοῦς ἐξαντλοῦντες. ὅθεν ὀλίγαις ἡμέραις ἐξεφορήθησαν
τὰ ταμεῖα τοῖς ἐνδεέσι, καὶ τῇ ἐκκλησίᾳ, καθὰ κακοῦργος φυγάς, ἱκέτης παρακαθέζεται·
τάχα μὲν νεωτερικῆς ἀπειροκαλίας ὑπονοεῖσθαι φειδοῦς τὸ μηχάνημα, τάχα δὲ καὶ τῷ
μὴ βούλεσθαι κατακρίσει περιβαλεῖν τὸν δεσπότην, δίκας τῶν τολμηθέντων εἰσπραχθησόμενον·
ὑπεξέρχεται γὰρ θεὸς τοὺς κακοῖς ἀμείβοντας τὰ πραχθέντα καλῶς· καὶ διὰ τοῦτο Νικηφόρος
τῆς ἀγανακτήσεως τὸν μάγιστρον ὑπεξίστησι τῆς διὰ ποινῆς. καὶ γὰρ τοὺς ἀνακειμένους
θεῷ παρέχειν ἄλλοις τοῦ ἁμαρτάνειν προφάσεις οὐ χρή, ὅπου καὶ ὑπερεύχεσθαι τῶν ἐπηρεαζόντων
ἀλλ᾿ οὐ κατεύχεσθαι κελευόμεθα, ὅπως ἂν φέρωνται καθ᾿ ἡμῶν, εἴτ᾿ ἀμυνόμενοι ἐφ᾿
οἷς ἠδικῆσθαι δοκοῦσιν, εἴτε καὶ ἄλλως καθ᾿ ἡμῶν ἐκθυμούμενοι. ἀλλὰ πρᾷος ὢν ὁ μάγιστρος
τὴν ἱκετείαν οὐκ ἐκαρτέρησε, τὰς τοῦ ἀνδρὸς δυσωπούμενος ἀρετάς, ἀλλ᾿ ἀμνηστίαν
δοὺς πάλιν ἀναλαμβάνει πρὸς ἑαυτὸν τὸ παράπαν ἀνεπιβούλευτον.
7. πολὺς δὲ ἦν Νικηφόρος τὴν ἠθικὴν καὶ πρὸς κατάγνωσιν ἑαυτῶν τῶν ὁρώντων ἐπαγωγός,
διαλάμπον ἔχων ἀεὶ καὶ προϊὸν τὸ θειῶδες τῆς ψυχῆς διὰ τοῦ σώματος, ὡς διὰ λαμπτῆρος
τὸ φῶς, οὐκ ἐχούσης τῶν ὑλικῶν τινα πυκνότητα ἢ στεγανότητα· τὴν γὰρ εὐσέβειαν καὶ
τὴν πίστιν ὑποθεὶς καθάπερ τινὰ θεμέλιον ἀδαμάντινον, τὸν χρύσεον ἐπῳκοδόμει τῶν
ἀρετῶν θάλαμον· καὶ τῇ ἐλπίδι τῶν μελλόντων τὰς ἀναβάσεις ἐν τῇ καρδίᾳ ποιούμενος,
πρὸς ὕψος τῆς ἀγάπης ἀνεβιβάζετο καὶ ταύτης σφοδρότερον ἀντείχετο ἢ πετρῶν οἱ πολύποδες.
ἧς θατέρῳ μὲν μέρει τὰ τῆς σαρκὸς ἀποτεφροῦται σκιρτήματα δι᾿ ἐγκρατείας, διὰ νηστείας,
διὰ τῶν ἄλλων συννόμων τῆς πρακτικῆς· δι᾿ ἃ θεὸς ἀνταγαπώμενος ἀγαπᾷ τε καὶ εἰσοικίζεται,
ὥσπερ τοῖς ἐναντίοις ἐχθραίνει τε καὶ ἀφίσταται· θατέρῳ δὲ τὸ θυμοειδὲς τῆς ψυχῆς
τιθασσεύεται καὶ μαλάττεται φιλοπτωχίας καὶ
[p. 161] συμπαθείας θεσμοῖς, καὶ τοῖς πένησιν ἐμβραβεύεται τὸ φιλάνθρωπον καὶ τῷ
ταπεινῷ μέρει τοῦ γένους. ἐξ ὧν τῷ μακαρίτῃ συνέβαινε πάντας μὲν οἰκείους εἶναι
καὶ προσφιλεῖς διὰ τὴν μετάδοσιν· μάλιστα δὲ τοὺς ἀσκητικούς, σαρκί τε καὶ δαίμοσι
μαχομένους διὰ τῆς τῶν ἡδυνόντων ἐκμυκτηρίσεως· οἳ ξενοδοχούμενοι καὶ ἀναλαμβανόμενοι
μεσίτην τοῦτον εἶχον πρὸς τοὺς πλουσίους παρρησιαστικώτατον καὶ θερμότατον· διῒπτατο
γὰρ αὐτοῦ τὸ κλέος τὰ ὄρη τῶν ἀποτακτικῶν παλαιστῶν, καὶ πάντες τούτῳ προσέρρεον
ὥσπερ εἰς κοινὸν ταμίαν καὶ προμηθέα, καὶ οὐδεὶς ἀπῄει τῶν τοῦ θεοῦ ἀμέτοχος δωρεῶν,
τοῦτον λαμβάνων συνεργὸν καὶ συλλήπτορα, ἀλλ᾿ ἄλλῳ μὲν χρυσὸς ἐδίδοτο, ἄλλῳ δ᾿ ἄργυρος,
ἄλλῳ δ᾿ ἄλλο τι, ἃ παρηγορήματα πέφυκεν ἀνθρώποις ἀκτήμοσι τὸ ἐνδεὲς τούτων παραμυθούμενα,
ἀλλαττόμενα τῶν ἀναγκαίων καὶ ἀνταλλαττόμενα, ἐπειδὴ πάντες ὁμοῦ καὶ πᾶσαι, ὅσοις
ὁ βίος δαψιλὴς τρυφηλός τε καὶ ἄνετος, Νικηφόρον εἶχον τὸν θεῖον ταῖς ἐξαγγελίαις
τα<ῖς> εἰς θεόν, ἱερωσύνῃ τετιμημένον ἀμολύντῳ καὶ ὑψηλῇ καὶ ἆθλον ἀρετῆς λαβόντα
δικαίως τὸ τῶν βασιλικῶν κληρικῶν ἐγκαταλεγῆναι βαθμῷ· θεοῦ γὰρ ἡ φωνὴ καὶ θεία
*** [λαχυνα] <ὑπόσχεσις?> ἡ τοῖς αὐτῷ προσανέχουσιν ἐντεῦθεν ἐπαγγελλομένη πολλαπλασίονα
ὧν ἀποκτῶνται καὶ καταφρονητικῶς ἔχουσι, κἀκεῖθεν ζωὴν αἰώνιον.
8. τοιγαροῦν ὑπεραγρυπνῶν τῶν χωρὶς αἵματος καὶ σαρκικῶν θελημάτων τέκνων καὶ σκληροτέροις
ἀγῶσιν ὑπαγαγὼν ἑαυτόν, ὤκλασέ τε τῷ σώματι καὶ περιέπεσεν ἀσθενείᾳ τοσοῦτον βαρείᾳ
καὶ ὀχληρᾷ, ὥστε δοκεῖν ἤδη σπένδεσθαι· ἔκειτο γὰρ ἀσθμαίνων μικρά τε καὶ ἀδρανῆ
καὶ οἷον ἐξόδια· καὶ ἔτι προῄει τὸ πάθος σφοδρότερον ἐξαπτόμενον, ἐφ᾿ ᾧ τῶν κατὰ
γῆν ὅλος ἐξεστηκὼς ἐν ὅλαις ὥραις ὀκτὼ καὶ οἷς αἴσθησις χαίρει, τὰ ὑπὲρ ταῦτα ἀνεπόλει
θεάματα, συνομιλῶν ἐκείνοις ὀλίγα μὲν τοῖς χείλεσιν ὡς ὡρᾶτο, τὰ δὲ πλείω τῷ νοῒ
ὡς εἰκάζετο, λόγοις ἀπορρήτοις καὶ ὄψεσιν, ἃ Παῦλος ἂν μόνος καὶ ὅσοι κατὰ Παῦλον
τὸ θεῖον πάθος παθόντες καὶ ἀπαθές, καὶ ἴδοιεν καὶ λαλήσαιεν· καὶ πρὸς τούτοις τὸ
τέλος φωνή τις αὐτοῦ ταῖς ἔνδον ἀκοαῖς μυστικώτερον ὑπηχεῖτο λέγουσα· «στραφήτω
τὸ τέως· βούλομαι γὰρ ἔτι τοῦτον ἐμμένειν, ἐπεὶ ἀπόκειται δείμασθαι μοναστήριον
οὐκ ἀδόξων ἀνδρῶν ἄρασθαί τε καὶ ὁπλίσασθαι τὰ νοητὰ ὅπλα καὶ στρατηγήματα διὰ τοῦ
καταλλήλου τρόπου καὶ σχήματος τῆς ἀγγελικῆς ἀμφιάσεως· καθὸ οἱ τὰ παραπλήσια ταῖς
νοεραῖς οὐσίαις ἀνιστῶντες τρόπαια, ἄγγελοι καὶ αὐτοὶ γίνονται καὶ ὀνομάζονται,
διαλλάττοντες μόνῳ τῷ σώματι καὶ τοῖς σώματος ἐπὶ πολλοῖς τοῖς στεφάνοις. οἳ κείσονται
τούτῳ διὰ τὸ τῆς ἱερωσύνης καὶ τῆς ὅσον οὔπω ἀρχιερωσύνης ἀκίβδηλον, ἔτι τε ἔννομον
ἄσκησιν καὶ τοῦ ἱεροῦ σχήματος τὴν ἀνάληψιν.» ταῦτα ἰδὼν καὶ ἀκούσας, εἰς ἑαυτὸν
ἐλθών, τέλεον τῆς ἀσθενείας ἀφείθη καὶ δὴ τῶν ἀγώνων αὖθις εἴχετο συντονώτερον·
ψυχὴ γὰρ θεοφιλὴς καὶ ἁγία, τῶν ποθουμένων κἂν δι᾿ ἐμφάσεως εὐμοιρήσασα, τῶν παρὰ
τοῦτο πάντων ἐκλαθομένη, πρὸς αὐτὸ μόνον ἀκατασχέτως πάσαις ταῖς προθυμίαις φέρεται·
κἂν ἀνθέλκῃ τις βιαζόμενος, κἂν κατατέμνῃ, κἂν κατακαίῃ, κἂν ὅλα στοιχεῖα μεταβάλῃ,
πῦρ (τὸ τοῦ λόγου) ξαίνει, ἀέρα δέρει, τὸν οὐρανὸν βάλλει, τὴν θάλασσαν ἐξαντλεῖ,
τῶν ἀδυνάτων ἀντέχεται.
9. ἐν τούτοις τοίνυν διάγων καὶ προαγόμενος ταῖς ἀγωνίαις ἐπὶ τὸ μεῖζον, ἀπέστη
τοῦ Μωσελλοῦ, δι᾿ ἃς οἶδε θεὸς καὶ αὐτὸς αἰτίας· καθ᾿ ἑαυτόν τε διῆγε καὶ διῃτᾶτο
κατὰ τοὺς βασιλείους οἴκους, τοὺς κατὰ τὸν ἱππόδρομον ἀφωρισμένους τοῖς κληρικοῖς,
ἀνάξιον εἶναι κρίνας τὸ συνδιάγειν τοῖς μὴ τῇ συνουσίᾳ κερδαίνουσί τι· χρὴ γὰρ τοὺς
θεοσεβεῖς, εἰ μὲν ὠφελοῖεν, τὴν κοινωνίαν ἀσπάζεσθαι· εἰ δ᾿ ἀνιάτως ἔχοιεν οἷς συνδιάγουσιν,
ἀπαλλάττεσθαι τιθέντας ἐπίγνωσιν τῷ χωρισμῷ τῆς κακοβουλίας, ἐπεὶ καὶ τοῦτο μέθοδος
διορθώσεως τῶν μὴ πάντῃ διερρωγότων τὰ αἰσθητήρια, ὑπονοούντων, ὡς εἰ τῶν ἀνθρώπων
διὰ τὴν ἁμαρτίαν ἀλλοτριοῦνται, πολλῷ μᾶλλον θεοῦ· καὶ πείθειν ὁ μάγιστρος εἰς τὰ
οἰκεῖα μετακάμπτειν οὐκ εἶχεν. ἐποιεῖτο γοῦν μελέτην πολλὴν καὶ τὰς θείας ἐξεμάνθανε
γραφὰς νυκτὸς καὶ ἡμέρας τοῖς τοῦ κυρίου νόμοις καὶ δικαιώμασιν ἐντρυφῶν καὶ καθηδυνόμενος.
τῷ τοι καὶ καρπὸν ἐξήνεγκε πλεῖστον, ταῖς τῶν γραφικῶν ὑδάτων ἀρδευόμενος διεξόδοις,
καὶ οὐδὲ λαθεῖν οἷός τε ἦν τὸ λαθεῖν ἐπειγόμενος. ἀλλ᾿ ἔκδηλος πᾶσι καὶ ποθεινὸς
ἐγεγόνει τῷ περιόντι τῆς ἀρετῆς.
[p. 162]
10. χρόνων γὰρ ἱκανῶν ἤδη παρῳχηκότων καὶ ἄλλοτε ἄλλων κατὰ καιροὺς τὸ τῆς βασιλείας
κράτος διαδεξαμένων, ὁ πολὺς τὴν ἀνδρίαν Νικηφόρος τῶν σκήπτρων ἐγκρατὴς γεγονώς,
πέμπει κατὰ τῆς Σικελίας στρατόν, στρατηγὸν τῶν ὅλων Νικήταν καταστησάμενος ἀδελφὸν
ὄντα τοῦ τηνικάδε πρώτου τῶν θεραπόντων τοῦ βασιλέως. ἐπεὶ τοίνυν ἔδει τινὰ συναπελθεῖν
τῷ στρατῷ τῶν ἐπ᾿ ἀρετῇ γνωρίμων καὶ διαβοήτων, ἵνα τὰ πρὸς θεὸν αὐτοῖς εἴη καὶ
τὴν ἀναίμακτον τελοίη λατρείαν καὶ σύμβουλος δεξιὸς τῷ κρατοῦντι παρείη, τίνα τοῦτον
ἄλλον ἐχρῆν εἶναι ἢ πάντως τὸ πάντων τῶν καλῶν καταγώγιον, Νικηφόρον τὸν μέγιστον
διὸ καὶ συναπαίρει τούτοις, π<ε>ιθήσας τῇ ἀξιώσει τοῦ βασιλέως. πταίσαντος δὲ τοῦ
στρατοῦ (καθ᾿ ὃν τρόπον οἶδεν μὲν ὁ πάντα πρὸ τοῦ γενέσθαι ἐπιστάμενος θεός, οἶδε
δὲ καὶ ὁ ταῦτα συγγράφων· κατὰ γὰρ τὸ αὐτοῦ ἄστυ τὰ δράματα γέγονεν· οὐ βούλεται
δὲ παραγώνια γράφειν, εἰ καὶ ἄλλως τῇ ἱστορίᾳ ἁρμοδία), πλὴν βαρεῖαν καὶ ἐλεεινὴν
ἡττηθέντων ἧτταν πάντων τε σχεδὸν βαρβαρικῆς χειρὸς καὶ διανοίας παρανάλωμα γεγονότων
καὶ μόνου ζωγρηθέντος αἰχμαλώτου τοῦ προειρημένου Νικήτα τῶν ἄλλων στρατηγῶν (ἐπέζευε
γάρ), προγνοὺς ὁ καθαρὸς Νικηφόρος τὰ πραχθησόμενα, ὢν (ὡς λέλεκται) καὶ αὐτὸς κατὰ
τὴν Σικελίαν αὐτήν, τὸ μὲν ἀπὸ τῆς οἰκείας μάλα συνέσεως (ἑώρα γὰρ ἀναγωγίαν πλείστην
τῶν στρατηγῶν), τὸ δὲ καὶ ἀπό τινος τῶν ἐν τῇ χώρᾳ θεοπτικῶν (πλεονεκτεῖ γὰρ καὶ
τῇ τούτων φορᾷ τῆς ἄλλης εὐθηνίας οὐκ ἔλαττον), τοῦ ἐγχωρίως Πρασινακίου καλουμένου,
αὐτοῦ που κατασκηνοῦντος τὸ τηνικαῦτα πρὸς τῷ πορθμῷ καὶ ταῖς ἐνθέοις ἀρεταῖς περιφανῶς
διαλάμποντος, οὐκ ἔχων ὅ τι καὶ δράσειεν ἐπ᾿ αὐτῶν τῶν πραγμάτων, ἐπανιὼν ἐπεδίδου
τὴν θείαν ἐργασίαν, πάσῃ τέχνῃ καὶ σπουδῇ χρώμενος πρὸς τὴν ἑαυτοῦ ἀποθέωσιν, δι᾿
ἣν ἐκαινοτομήθη τὰ τῆς φύσεως καὶ πρὸς τὴν ἀμείνονα χώραν ἀνήχθη, βρίθοντα τοῖς
ἐφολκίοις τῶν μοχθηρῶν καὶ ἐπιβουλαῖς.
11. οὐ γὰρ ἔφερεν ἡ φιλάνθρωπος φύσις, μᾶλλον δὲ αὐτοφιλανθρωπία καὶ αὐτοῢπαρξις,
συγχωσθεῖσαν τὴν ἑαυτοῦ εἰκόνα δυσειδέσι μετατυπώμασι καὶ τοσαύτῃ αἰσχρότητι καθορᾶν,
δι᾿ ὃν τὴν κτίσιν συνεστήσατο ἅπασαν, οὐδὲ τοσαύτην μεταβολὴν γενέσθαι τῆς ἡμετέρας
παραγωγῆς καὶ μορφώσεως. ἀλλ᾿ ὥσπερ οὐκ ὄντας, ὥς φησιν ὁ τῆς τριάδος ὑπογραφεύς,
ὑπεστήσατο, οὕτως κακῶς ὄντας καὶ πάσχοντας ἀνασωσάμενος, μετεσκεύασε καὶ ἀνέπλασε.
τοῦτό ἐστι τοῖς σπουδαιοτέροις τὸ ἀγώνισμα. διὰ ταῦτα στενὸς καὶ τεθλιμμένος καὶ
πάσης πικρίας μεστὸς ὁ τῶν ἁγίων βίος, ἵν᾿ ὥσπερ διὰ τὴν ἄνεσιν ἐξεπέσομεν, οὕτως
διὰ τῶν πόνων ἀνορθωθῶμεν καὶ ὑπερβῶμεν ἔτι τὸν οὐρανὸν τῷ δρόμῳ καὶ τὰ οὐράνια·
εἰ γὰρ καὶ χρηστὸς ὁ τοῦ δεσπότου ζυγὸς καὶ τὸ φορτίον τῶν ἐνταλμάτων κοῦφον, ὡς
μεμαθήκαμεν, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι καὶ ταῖς ὑπὲρ αἴσθησιν ἀντιδόσεσιν, ἐπεὶ
καὶ ἄλλως τοῖς πόθῳ κάμνουσι τὸ ἀλγεινὸν ἀνεπαίσθητον ἢ ἔθει κτηθὲν ἢ κατορθωθὲν
τῇ σπουδῇ καὶ ἢ κατορθούμενον φόβῳ ἢ σπουδαζόμενον ἀμοιβαῖς ἐμφαινομέναις, αἳ διὰ
τῶν ὀπτάσεων κατοπτάνονται τοῖς πρὸ τῆς βασιλείας ἀξιουμένοις ἐνταυθοῖ τῶν χαρισμάτων
καὶ τῶν θαυμάτων· οὐ γὰρ καλὸν μόνον τὸ μὴ ἁμαρτάνειν ἢ ἁμαρτάνοντας αἰσθέσθαι (ὅτι
γε καὶ τῶν ἀτελῶν τὸ καλόν, εἴπερ καλόν), ἀλλὰ καὶ διαμορφουμένους ἐπιτείνεσθαι
πρὸς τὸ κάλλιον ἄπαυστα· μοχθηρὸν γὰρ ἡ στάσις καὶ ὡς ἐπίπαν νικωμένη τῷ χείρονι.
ταῦτα ὁ θεῖος ἄνθρωπος ἐπιστάμενος, οὐκ ᾔδει μέτρον τῆς ἀπλανοῦς ἀεικινησίας. διὸ
καὶ δόξῃ καλλίστῃ τὰς ἀκοὰς ἁπάντων πληρῶν, ἀρχιερωσύνῃ τιμᾶται, τὸν τῆς Μιλήτου
θρόνον διαδεξάμενος. ὁ γὰρ τὸν Δαυὶδ χρίσας μὲν εἰς βασιλέα τὸ πρότερον, ἀναγορεύσας
δὲ τὸ δεύτερον, οὗτος καὶ τοῦτον εἰς τὸ μεῖζον ἀπὸ τοῦ ἐλάττονος ὕψωσεν· οὐ γὰρ
ἀνίησι θεὸς τοὺς αὐτάρκεις τὰ καθ᾿ ἑαυτοὺς μόνους ἐξακριβοῦν, ἀλλ᾿ εἰ μὴ καὶ ἄλλους
ἀκριβώσειάν τε καὶ προσαγάγοιεν, ζημίαν καὶ ἡγεῖται καὶ ἐπιτίθησιν.
12. ἀλλ᾿ ὅπως μὲν τὰ τῆς ἐκκλησίας διῴκηκε καὶ τῶν πιστευθέντων προέστη καὶ λόγοις
διδασκαλίας καὶ πράγμασι συμπαθείας, εἰ γράφοιμεν, πέλαγος ἀπαριθμεῖν ἐξέσται καὶ
τάχα ῥᾷον ἢ τὰ τότε πραχθέντα λόγῳ περιλαβεῖν. πλὴν ἐπειδὴ κόρον περὶ τὴν ἐλεημοσύνην
οὐκ εἶχεν, ὥσπερ οὐδὲ θάλασσα τῶν ποταμῶν, καὶ τὰ
[p. 163] τῆς ἐκκλησίας ὑπῆρχον προκαθηρπασμένα παρὰ τῶν ἐπιστατούντων τοῦ Μυρελαίου,
τί ποιεῖ τῷ βασιλεῖ θαρραλέως πρόσεισι καὶ παρρησιάζεται (δίκαιος γὰρ ὡς λέων ἀληθῶς
πέποιθε) καὶ τῶν ἀφαιρησάντων καταβοᾷ, «ἢ ἀπόδος» λέγων, «τὰ τοῦ θεοῦ ἢ μὴ προσδόκα
Χριστῷ πράττειν φίλια, τοῖς μὴ προσήκουσιν ἀνεχόμενος ταῦτα καρποῦσθαι· σωτηρία
γὰρ οὐδεμία, πλείων τε μᾶλλον ὁ κίνδυνος τῷ τὸν μὲν θανατοῦντι, τὸν δὲ ζωογονοῦντι·
καὶ οὐκ ἀναθήματα καὶ ἀφιερώματα μᾶλλον ἢ ἱεροσυλία καὶ πολλῆς πενίας κατηγορία
τοῦ τολμήσαντος, εἴτε τις βασιλεὺς εἴη, εἴτε καὶ μή.» ἐφ᾿ οἷς τὸν βασιλέα καταπλαγέντα
τὴν τοῦ ἀνδρὸς παρρησίαν (καὶ γὰρ καὶ τὰ σκῆπτρα τὰς ἀρετὰς οἶδεν αἰδεῖσθαι καὶ
τοῖς συνετοῖς εὐδιάγνωστον τὸ φιλόθεον), ἀναντιρρήτως κελεῦσαι τὰ οἰκεῖα ἀπολαβεῖν
καὶ ἀποκαταστῆναι κατὰ τὸ ἀρχαῖον τῇ ἐκκλησίᾳ τὴν πρόσοδον. ἀποκαθίσταται τοίνυν
καθ᾿ ὃν εἴρηται τρόπον τὰ δεομένοις ἱκανὰ χορηγεῖν ἁπάσαις ἡμέραις καὶ πᾶσαν πεινῶσαν
ψυχὴν ἐμπιπλᾶν· εἰ καὶ αὖθις οἱ ταῦτα προκαθηρπακότες ἀφείλοντο βίᾳ, ἤδη τοῦ ἀποδεδωκότος
αὐτὰ βασιλέως διαπεφωνηκότος. διὸ καὶ πρὸς τὸν μετ᾿ ἐκεῖνον τῆς βασιλείας δραξάμενον
(Ἰωάννης δ᾿ ἦν οὗτος, ᾧ Τζιμισκὴς τὸ ἐπώνυμον), τοῦ ὁσίου ἀπιόντος, συνεβάδιζεν
αὐτῷ ὁ τὴν παρατροπὴν ἢ μᾶλλον εἰπεῖν τὴν κακίαν ἐπιβόητος Σαχάκιος, τοὺς λόγους
τῆς δίκης τῶν κτημάτων ἀναδεξάμενος καὶ ἰσχυρῶς τῷ μεγάλῳ ἀντικαθιστάμενος, ἐφ᾿
οἷς ἐκεῖνος ἐποιεῖτο τὴν ἔγκλησιν. ἔνθα καὶ ἡ τῆς ἐμπράκτου αὐτοῦ πίστεως ἔνδειξις
τοῖς ὀρθῶς συνιοῦσι γνωσθήσεται καὶ ἡ τοῦ κακῶς ἐπιβουλεύσαντος ἄπρακτος πανουργία.
13. ἤδη τοιγαροῦν τὴν ὁδὸν ἀνυόντων καὶ ἐν μιᾷ τροφῆς μεταλαβεῖν μελλόντων, ὁ μὲν
ἰπνολέβης τοῦ ἱεροῦ ἀνδρὸς οὔπω ἔζει, συνείχετο δὲ τῷ δίψει ὁ μέγας καὶ τὸν ὑπηρετοῦντα
κατήπειγε· τοῦ δὲ τοῦ Σαχακίου κοχλάζοντος, αὐτὸς ἐκεῖνος συγκεκερακὼς ὁ Σαχάκιος,
τῷ μεγάλῳ πιεῖν δέδωκε. τὸ δὲ ἄρα ἦν πλῆρες φαρμάκου. ὃ λαβὼν ὁ θεῖος ἀνὴρ καὶ σφραγῖδι
ζωοποιῷ σημειωσάμενος, ἔπιεν, ὑπονοήσας μηδέν. πόθεν γὰρ ἔπειτα τοσοῦτος αἴφνης
ἔμετος ἐξεβλύσθη, ὥστε συνεκβλυσθῆναι αὐτῷ καὶ τὸ φάρμακον, μηδ᾿ ὁπωσοῦν παραβλάψαν
τὸν ἅγιον· οὐδὲ γὰρ ἡ τολύπη τοὺς περὶ τὸν Ἐλισσαῖον τὸν θεῖον, ἀλλ᾿ ἐκεῖ μὲν ἀλεύρῳ
τὸ θεῖον συνήργησε σῴζοντι τύπον τοῦ καθ᾿ ἡμᾶς ἐκ μήτρας ἁγίας φυραθέντος παρθένου
πρὸς μίαν τῶν ἑνωθέντων ὑπόστασιν. δι᾿ οὗ τὰ θανατηφόρα τοῦ κοσμικοῦ δαιμόνια λέβητος
ἠπρακτήθησάν τε καὶ ἐξινώθησαν. ἐνταῦθα δὲ σταυροῦ τὸ σημεῖον δι᾿ αὐτοῦ Χριστοῦ,
τοῦ τὸν τύπον σῳζόμενον ἐν ἀληθείᾳ δείξαντος, τὸ δηλητήριον ἤμβλυνε, τὸν σαρκὶ σταυρωθέντα
βεβαιωσάμενον τούς τε ὑποκειμένους γνησίως αὐτῷ τά τε ἄλλα ῥᾳδίως ἐπιτελεῖν καὶ
θανασίμων κακοχυμίαις μὴ βλάπτεσθαι. ταῦτα ὁ τῶν ἁγίων θεὸς ὁ ποιῶν πάντα καὶ μετασκευάζων
πρὸς τὸ δοκοῦν τε καὶ ἀσινὲς τοῖς θεράπουσιν αὐτοῦ. τί μὲν οὖν αὐτῷ πέπρακται συντυχόντι
τῷ βασιλεῖ καὶ ὅπως αὐτὸν ὑπηγάγετο τῇ τε τῶν ἠθῶν κοσμιότητι καὶ τῇ τοῦ λόγου σεμνότητι,
λέγειν οὐ τοῦ παρόντος καιροῦ, ὅτι μηδὲ διὰ σπουδῆς ἡμῖν ταῦτα. ἐπανελθὼν δ᾿ ἐκεῖθεν
καὶ τοῖς οἰκείοις ἀποδοθεὶς οὐκέτι τῶν πραγμάτων ἐφρόντιζεν οὐδὲ τὸ ὑπὲρ αὐτῶν ἀμφισβητεῖν
καλὸν ᾤετο, κἂν τὸ παρακινοῦν πρὸς τοῦτο τῶν ἐπαινετῶν εἴη· ἀλλά τινα θείαν ἐμελέτα
βουλὴν καὶ γνώμην σωτήριον, θεοῦ ταύτην ἐπιβεβαιοῦντος ἔρωσιν ἐγκαρδίοις καὶ λογισμῶν
χρηστῶν ἐπιτάσεσι καὶ σφοδρότησιν.
14. ἡ βουλὴ δὲ τίς ὑπεκστῆναι κόσμου καὶ τῶν τοῦ κόσμου ἢ τό γε οἰκειότερον εἰπεῖν
σχισθῆναι τέλεον καὶ ῥαγῆναι καὶ πρὸς ἄλλην βιοτὴν μεθαρμόσασθαι, ἵν᾿ ἀπερισπάστως
καὶ ἡσυχίως ὁμιλοίη θεῷ, μηδενὶ τῶν κάτω καὶ ὑλικῶν παρεμποδιζόμενος. καὶ δὴ περατοῦται
τούτῳ τὰ βεβουλευμένα καὶ πᾶσι χαίρειν εἰπών, τὸ προσεχὲς ὄρος τῇ Μιλήτῳ καταλαμβάνει
σὺν προθυμίᾳ καὶ τάχει πολλῷ, Λάτρον δὲ τοῦτο καλεῖται, οὐκ οἶδα πόθεν ἔχον τὴν
τοιαύτην προσηγορίαν. ὡς δέ γέ τινων ἀκήκοα καὶ ἀληθὴς πάντως ὁ λόγος, ὅτι πάλαι
τῶν βαρβάρων καταδραμόντων καὶ λεηλατησάντων τὰ τῷ Σιναίῳ καὶ τῇ Ῥαϊθοῖ ὁμοροῦντα,
πρὸς δὲ καὶ τῶν ἐν τοῖσδε τοῖς ὄρεσι πατέρων οὐκ ὀλίγους ἀναιρησάντων, περιλειφθέντες
τινὲς ἐξ αὐτῶν κατ᾿ οἰκονομίαν ἑνταυθοῖ παρεγένοντο· οἷς ἀγνοοῦσι τὸ τῷ θεῷ δοκοῦν
περὶ τῆς αὐτόθι κατοικίας αὐτῶν καὶ πολλῆς ἐπὶ τούτῳ πεπληρωμένοις ἀνίας καὶ πρὸς
ἱκετείαν ἐκτενῆ τετραμμένοις πῦρ τῶν ἄνω κατενεχθὲν καὶ τὴν πέτραν καταφλέξαν
[p. 164] ἐγνώρισεν αὐτοῖς, ὡς θεῷ εὐαπόδεκτον ἐκεῖσε λατρεύεσθαι λατρείαν τὴν ἀληθῆ
καὶ ἀναίμακτον, ἣν νοῦς καθαρὸς καὶ ἰλυώδους ἀπηλλαγμένος συγχύσεως τῷ πάσης ὑπερκειμένῳ
καθαρότητος θεῷ θύει τε καὶ προσφέρει. καὶ ταῦτα μὲν ὡς ἐν βραχεῖ περὶ τοῦ ὄρους.
ὁ δὲ πρὸς τὸν θαυμαστὸν ἄνεισι Συμεών, ἄνδρα καλῶς ἐξησκημένον τὴν ἀρετὴν καὶ ψυχῶν
ποιμαντικῆς οὐκ ἄπειρον, μαθητὴν γεγονότα Παύλου τοῦ πάνυ τοῦ θαύμασι καὶ σημείοις
δίκην ἀστέρος πανταχοῦ διαλάμψαντος· καὶ παρ᾿ αὐτοῦ τὸ θεῖόν τε καὶ ἱερὸν ἐνδιδύσκεται
σχῆμα, ὁ καὶ πρὸ τοῦ ἐνδύματος ἱερὸς καὶ θεῷ ἀνακείμενος· μᾶλλον δὲ καὶ τὴν ἱερατικὴν
στολὴν ἀποθέμενος καὶ τῇ μείζονι καὶ ὑψηλοτέρᾳ δόξῃ ἀποταξάμενος τῆς ταπεινοτέρας
ἐγένετο καὶ τὰ τῆς μετανοίας ὑπέδυ σύμβολα, ὁ μικροῦ δεῖν καθαρὸς καὶ ἀμόλυντος.
15. ἐπεὶ δὲ καθαρότητος ἐμνήσθην, τίς ἐκείνου μᾶλλον καθαρώτερος ἢ ἁγιώτερος, ὃς
οὐδὲ σώματος οἰκείου ἅψασθαι ἢ ὅλως προσιδεῖν πρός τινα{ς} τῶν οἰκείων καθωμολόγησεν
ὃ μικρὸν μὲν ἢ οὐδὲν δοκεῖ τοῖς παθῶν ἀπείροις ἐπαναστάσεως, ἠλιθίοις ἴσως καὶ οὖσι
καὶ φυσικῶς εὐμοιρήσασι τοῦ καλοῦ, ἀλλὰ μὴ ἀγῶσι κατακτησαμένοις τὸ ἀπολέμητον.
οἷς δὲ κατ᾿ ἀνθρωπίνην ἀκολουθίαν καὶ θεσμοὺς φύσεως, οὓς ὁ κτίσας ἐνέθετο πρὸς
παιδογονίαν, ἡ τοῦδε τοῦ σαρκίου βία καὶ μάχη διέγνωσται, βληθεῖσι λογισμῶν ῥυπαρῶν
βέλεσι καὶ πειραθεῖσιν ἱκανῶς τῆς χαλεπῆς ἀντικαταστάσεως τοῦ σαρκικοῦ φρονήματος
καὶ θελήματος, καὶ λίαν ὑψηλὸν φανεῖται καὶ λόγων ἄξιον· πόθεν γὰρ ἄλλοθεν καὶ ἁφῆς
εἴρχθη καὶ θεωρίας ἢ πάντως τῷ μηδ᾿ εἰς νοῦν βαλέσθαι σαρκὸς ἡδονὴν μηδὲ γαργαλισμοὺς
καρδίας ἢ μολυσμοὺς ἀσμενέστατα δέξασθαι καὶ μή τις ἡμῖν δύσερις ὢν καὶ φιλόνεικος
καὶ ταῖς ἀντιλογίαις γανύμενος τὴν ἐκτομὴν τῶν μελῶν ἀντιτιθέναι πειράσθω, ὡς διαφέρειν
ταύτῃ τὸν κουφισμόν· μηδὲ γὰρ οἰέσθω τῶν μορίων ἀφῃρημένων συνεκτετμῆσθαι καὶ τὴν
ἐπιθυμίαν. ὡς γὰρ οἱ περὶ φύσεως δεινοὶ κατανόησιν λέγουσι, σφοδρότερος μᾶλλον οἶστρος
καὶ ἀγριώτερος ἔγκειται τούτοις πρὸς συνουσίαν ἤπερ τοῖς ἀπαθῶς ἔχουσι καὶ ἀτμήτως
τοῦ σώματος. καὶ εἴπερ ἀπιστοίη τις τῷ λόγῳ, τῷ τοῦ Φιλοστράτου ἐντυχὼν βιβλίῳ τῷ
περὶ τοῦ Τυανέως Ἀπολλωνίου πεποιημένῳ, εὑρήσει μηδὲν ἡμᾶς τῆς ἀληθείας προκρίνοντας·
δυνατῶς γὰρ καὶ πιθανῶς τὰ τῆς ὑποθέσεως ἐξείργασται τῷ ἀνδρὶ ἐν τοῖς πρὸς τὴν Δάμιν
τοῦ Ἀπολλωνίου διερμηνευτικοῖς καὶ φυσιολογικοῖς λόγοις. οὐχ ἡ ἀφαίρεσις οὖν τῶν
μελῶν, ὡς ἀποδέδεικται, τῆς καθαρότητος τούτῳ τὸ αἴτιον, ἀλλ᾿ ἡ τοῦ θεοῦ διάπυρος
ἀγάπη καὶ ἡ πρὸς αὐτὸν οἰκείωσις καὶ ἀνάβασις, εἰς ὃν τὸ ἐπιθυμητικὸν πᾶν ἀναλίσκων
σαρκὸς ἡδοναῖς ἀνάλωτος ἦν· ὅτι μηδ᾿ ἐξὸν δυσὶ κυρίοις δουλεύειν, καθὼς τὸ γλυκὺ
καὶ ἅγιον ἀπεφήνατο στόμα, τοῦτ᾿ ἔστι σαρκὶ καὶ θεῷ. ἀλλ᾿ ἐπανιτέον ὅθεν ἐξέβημεν.
16. ἐπεὶ γὰρ ὃν ὤδινε πάλαι πόθον ῥᾷον αὐτῷ θεὸς ἐκπεπλήρωκε, φέρων ἑαυτὸν δίδωσι
τῷ ἡσυχαστικῷ καὶ ἀναχωρητικῷ τέλεον βίῳ, τὴν σκηνήν, ὡς ὁ πατριάρχης, ἐν τῇ Πλατάνῃ
πηξάμενος κειμένῃ περὶ τὰ Ἄναια, προσηκαμένου τοῦ ἐπισκόπου τὴν κατασκήνωσιν πρὸς
τὸ παρὸν μὲν ἥδιστα καί, εἴ τι λαβεῖν βούλοιτο τῆς ἐπισκοπῆς, παρέχειν αὐτίκα μέχρι
τῆς ἡμισείας τῶν τῆς ἐκκλησίας ὑπισχνουμένου· ἐπὰν [λεγε· ἐπεὶ] δὲ προῄει χρόνος
βραχύς, δαίμονός τινος ἐπηρείᾳ ἐπεισέρχεται τὸν ἐπίσκοπον ζῆλος καὶ ἀπελαύνει τῆς
Πλατάνης τὸν ἄνδρα, δόξαν καὶ ἀρετὴν καὶ περιφάνειαν καὶ πάντα ἁπλῶς παρ᾿ οὐδὲν
θέμενος, ὥσπερ οἱ Φυλισταῖοι τὸν Ἰσαάκ. ὁ δὲ θείῳ νόμῳ πειθόμενος καὶ μὴ μαθὼν ἀντιλέγειν,
μεταστὰς ἄνεισιν εἴς τι μέρος τοῦ τῆς Βασιλικῆς ὄρους, ἤδη καὶ μαθητὰς ἔχων συνεπομένους,
τῷ αὐτοῦ βίῳ ὥσπερ κατόπτρῳ τινὶ ῥυθμιζομένους πρὸς τὰ κρείττονα· κἀν τούτῳ ταῖς
ἀναβάσεσιν ἐμφιλοχωρεῖ ἐφ᾿ ὅλοις τρισὶν ἔτεσι, νηστείαις τὸ σαρκίον ἐκτήκων καὶ
παντοίᾳ σκληραγωγίᾳ καὶ κεφαλῆς καὶ ποδῶν γυμνότητι. ὃ πῶς ἐπαίρειν λόγοις οὐ δίκαιον
ὅτι μηδὲν ἑαυτῷ συνειδὼς μηδ᾿ ἔχων ἐφ᾿ ὅτῳ μετανοήσειεν, εἰ δὲ καὶ ἔχοι, μικρά τινα
καὶ οὐδ᾿ εἰς μνήμην ἡμῖν ἐρχόμενα, μήτι γε μέτρῳ ἁμαρτίας παρ᾿ ἡμῖν ὑποκείμενα,
τὰ τῶν ἐν ὑποπτώσει καὶ δικαίως μετάνοιαν χρεωστούντων ἐπεδείκνυτο, διὰ δύο ἡμερῶν
ἐσθίων καὶ τοῦτο βραχὺ καὶ πρὸς συντήρησιν μόνην τοῦ σώματος. καὶ τὸ καινότερον
ἢ ἀληθέστερον, ὅτι μὴ στῆσαι παθῶν ἐπίρροιαν τῇ τῶν πόνων τραχύτητι διενοεῖτο, κενῶσαι
δὲ τὸν χοῦν ἢ λεπτῦναι τῇ τῶν κρειττόνων ἐπιθυμίᾳ, ὡς ἂν μὴ τῇ τρυφῇ καταβαρυνόμενος
ἀχλυώδη τὸν νοῦν καὶ πρὸς θεωρίαν δυσκίνητον ἀπεργάσοιτο.
[p. 165]
17. ἔπειτα μεταβαίνει πρὸς ἄλλο μέρος τοῦ ὄρους, ὅπου καὶ μονὴν καθιστᾷ τὴν ἐπιλεγομένην
τὰ Ἐρεβίνθου, καὶ πρῴην μὲν οὖσαν, οὐκ ἐπίσημον δέ, οἵα νῦν ἐστι. καλὸν δὲ μὴ παραλιπεῖν
τὸ γεγονὸς ἐν ταύτῃ ξένον τεράστιον, μνήμης καὶ θαύματος ἄξιον ὂν καὶ ἱκανὸν παραστῆσαι
τὴν περὶ τὸν ἄνδρα τοῦ θεοῦ πρόνοιαν καὶ διάθεσιν καὶ τὴν τούτου πρὸς τὸν θεὸν αὖθις
οἰκειότητα καὶ παρρησίαν· εἰ γὰρ καὶ τοῖς ἀπιστοῦσιν, ὥς που τῶν ἱερῶν ἀναγέγραπται
λογίων, τὰ θαύματα, ἵν᾿ ἑλκυσθεῖεν δι᾿ αὐτῶν γοῦν πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν
καὶ βεβαιόπιστοι γένωνται, ἀλλ᾿ οὔτι γε τούτῳ πρὸς πίστωσιν ἡ τοῦ λεχθησομένου ἐνέργεια,
μείζους τῶν ὁρωμένων καὶ θαυματουργουμένων ἐν τοῖς τῆς καρδίας ἀποκρύφοις ταμείοις
τὰς πληροφορίας κεκτημένῳ, ἀλλ᾿ ὅπως ἡμεῖς ἐπιγνῶμεν, ὁποίαν παρὰ θεῷ τὴν τιμὴν
εἰλήχει, διὰ τῆς ἐκλάμπρου ἐργασίας τοῦτον τετιμηκὼς καὶ πάντας πεπεικὼς τῇ τοῦ
βίου καθαρότητι δοξάζειν αὐτόν. τί τοίνυν τὸ πραχθέν, ἀναγκαῖον εἰπεῖν· ἔτι γὰρ
διάγων αὐτόθι, καθὰ προείρηται, τῆς μονῆς ἀπορούσης ἐλαίου, τῷ κελλαρίτῃ προσέταξεν
(Ἐφραΐμ τούτῳ τοὔνομα) παρασχεῖν ἔλαιον, εἴτε τινὶ τῶν αἰτούντων εἴτε τοῖς φώτοις
εἴτε καὶ τοῖς ἑψήμασι, λέγειν οὐκ ἔχω· πλὴν ἐκέλευε καὶ κατήπειγε φέρειν ἔλαιον.
ὁ δὲ διετείνετο τοιοῦτον ἔχειν οὐδέν, ἀλλὰ καὶ προσέλεγεν ἑβδομάδα ἤδη παρελθεῖν
ἡμερῶν ἡμᾶς ἐλαίου χωρίς. τοῦ δὲ ψηλαφῆσαι τὸ ἄγγος βιαζομένου, δυσφορῶν ἐπὶ τούτοις
ἀπῄει Ἐφραῒμ· ᾔδει γὰρ ὡς ἀληθῶς μηδὲν ἔχειν τὸν ἀμφορέα ἢ πρὸ τοῦ γενέσθαι ὅλως
ἀμφορέα· ἀλλ᾿ ὁ ἐξ ἀπόρων παρεχόμενος πόρον καὶ τὸν καμψάκην πηγάζειν καὶ τὴν ὑδρίαν
διὰ τοῦ προφήτου πεποιηκώς, οὗτος διὰ τοῦ ἁγίου καὶ νῦν τὸ ἄγγος ἐπλήρωσεν ὂν κενόν,
πλέον ἢ τρεῖς χωροῦν μετρητάς, καὶ ἐκχέεσθαι ἔτι κατεπειγόμενον. ἐκπλαγεὶς οὖν τῷ
παραδόξῳ ὁ Ἐφραΐμ ἀπήγγειλε τάχει πολλῷ τῷ πατρί· καὶ ὃς μὴ μελλήσας θεασόμενος
εἵπετο. ἰδών τε καὶ δάκρυα καταχέας τοῦ θαύματος οὐκ ἐλάττονα, ἀνθωμολογεῖτο τῷ
διὰ τῆς πέτρας ὕδωρ τερατουργήσαντι καὶ προσέλεγεν, ὅπερ καὶ ὁ μέγας Ἐφραΐμ ὁ Σύρος
ἐπὶ ταῖς τῶν συνάξεων θεωρίαις λέγεται προσειπεῖν· «ἄνες μοι, κύριε, τὰ κύματα τῆς
χάριτός σου· οὐ γὰρ βούλομαι περιττευόμενος ἀγαπᾶν σε.» καὶ τοῦτο πολλοὶ τῶν ἰδόντων
ἔτι διάγουσι τὸ θαύμα, πᾶσιν ἐκδιηγούμενοι. καὶ οὐ μόνον ζῶντος ἀλλὰ καὶ μετὰ θάνατον
ἕτερόν τι τοιοῦτον γέγονε καὶ ἄλλα πάμπολλα, ὧν ὀλίγα τινὰ καὶ ὅσα ἡ μνήμη φέρει
κατὰ τάξιν λελέξεται. τὸ δὲ νῦν ἔχον ἐπὶ τὰ ἑξῆς βαδιούμεθα.
18. τὴν γὰρ εἰρημένην μονὴν κατὰ πάροδον κειμένην καὶ μὴ παντάπασιν ἀνενόχλητον
παρεχομένην τὴν ἀναχώρησιν καταλιπών, ἀπανίσταται πρὸς τὴν Πλάτανον, διετῆ χρόνον
κἀκεῖσε διηνυκώς. μεθ᾿ ἣν εἰς τὸ Ξηρὸν Χωράφιον μετοικίζεται, τόπον τινὰ ἀλσώδη
καὶ θηρῶν ἀγρίων ἐνδιαίτημα ὄντα. κατατεμών τε ὅμως τοῦτον καὶ καθῃρημένος [λεγε·
καθηράμενος?], μοναστήριον ἔδειξε [λεγε· ἔδειμε?], τῶν ἑβδομήκοντα τὸν ἀριθμὸν πληροῦντος
ἤδη τοῦ συστήματος τῶν συνεπομένων αὐτῷ μαθητῶν. οὓς ἐλπίδι μόνῃ τῇ εἰς θεὸν καὶ
θείοις λόγοις ἀρδεύων διέτρεφε, μηδὲν τοῦ αἰῶνος τούτου τὸ παράπαν ἐπιφερόμενος.
σπουδὴ δέ τις ὑπῆν οὐκ ἀγεννὴς τῷ ἀνδρὶ κατ᾿ αὐτὸν τὸν τόπον οἶκον εὐκτήριον δείμασθαι·
ἦν δὲ ὑλώδης ὁ τόπος, ὃν διεγείρειν προέθετο, καὶ πάνυ δάσει περιειλημμένος πολλῷ
καὶ προϊσχόμενος οὐ ῥᾳδίαν τὴν ἀποκάθαρσιν, ὡς καὶ ἐπέκεινα τῶν πέντε καμίνων ἐν
αὐτῷ καυθῆναι ἀσβέστου, ὥς φασιν, ἐκ τῆς ἐπικειμένης ὕλης. ἐν μιᾷ τοίνυν τῶν νυκτῶν,
ἐν ὅσῳ προσηύχετο, ὁρᾷ στῦλον πυρός, οὗ ἡ κορυφὴ τῶν οὐρανίων ἐξήπτετο. μηδὲν οὖν
ἰλιγγιάσας (εἴθιστο γὰρ ὀπτασίαις τοιαύταις), ἀπῄει μετὰ τὴν νύκτα τὸν τόπον ὀψόμενος.
καὶ ἰδοὺ ὁ ἀμφιλαφὴς ἐκεῖνος χῶρος, ἐν ᾧ ὁ στῦλος ὡράθη, ἐμπεπυρισμένος ἦν. εὐχαριστήσας
οὖν κἀνταῦθα καὶ προσειπὼν τὰ εἰκότα, κατ᾿ ἐκεῖνο τὸ μέρος τὸ θυσιαστήριον ἐπήξατο,
οὗ τὸν στῦλον ἑστάναι ἔδοξεν.
19. ἀλλὰ τίς διέλθοι τοὺς πόνους τοὺς ἐκεῖσε, τὰς ἀγρυπνίας, τὰ δάκρυα, τὴν ἀπαραμύθητον
κακοπάθειαν, ἁπλῶς πάντα, ὅσοις νυκτὸς καὶ ἡμέρας ἐπύκτευσε συνοχῇ καρδίας καὶ ἀνετῷ
συνελαυνόμενος ἐγκρατείᾳ οὐ γὰρ ἦν τις διατροφή, ὡς εἴρηται, ἐν αὐτῷ, οὐ χρυσός,
οὐκ ἄργυρος, οὐκ ἐσθῆτες, οὐκ ἐπιβλήματα, οὐκ ἄλλο
[p. 166] οὐδὲν τῶν πρὸς τὸ ζῆν ἀφορμῶν οὔτε τῶν ἀναγκαίων οὔτε τῶν περιττῶν, δι᾿
ὧν τὸ εὐπραγεῖν ἀντεισέρχεται καὶ τὸ δυσπραγεῖν ἀποτίθεται. οὐ φύσει δὲ τούτοις
ἐστενοχώρητο· κατεπλούτει γάρ, εἴπερ ἐβούλετο, τοῦ τε Ἀμπελᾶ καὶ τῶν ἄλλων Ἀσίαν
ἀρχόντων χορηγούντων διὰ τὴν τοῦ ἀνδρὸς ἀρετὴν ἄφθονα· προαιρέσει δὲ μᾶλλον καὶ
τῷ μὴ θέλειν τῶν σήμερον εἰς τὴν ἑξῆς κἂν λείψανον ἀποτίθεσθαι, καθάπερ οἱ δι᾿ ἑαυτῶν
ζῆν δοκοῦντες, ἀλλ᾿ οὐ θεῷ. καὶ καλῶς μεθώδευε τὰ διδόμενα· οὐ γὰρ ὁ μηδὲν ἔχων,
εἶτα βουλόμενος κτᾶσθαι καρτερικός, μὴ δυνάμενος· ἀλλ᾿ ὁ δυνάμενος μέν, οὐ βουλόμενος
δέ. ἐξ οὗ καὶ τὸ τέλεον ἀπερίσπαστον τοῖς τὸν ἀγῶνα τρέχουσι περιγίνεται τοῦτον,
διότι τὸ μὴ διασπᾶσθαι περὶ τούτων μηδὲν εἰς τὴν τοῦ σκοποῦ πολὺ συμβάλλεται τελειότητα·
ὑπεισδύεται γὰρ ὁ ταῖς μεθοδείαις τῆς ἀπωλείας ποικίλος καὶ πρόφασιν ἐφευρίσκει
καὶ διὰ τῶν ἐλαχίστων φροντίδων τοῦ κτᾶσθαί τι καὶ τῶν εὐλόγων αὐτῶν, εἰδώς, ὅτι
ὁ ταῦτα περὶ πλείστου ποιούμενος καὶ τοῖς ἀλόγοις πάντως περιπεσεῖται (καθά που
καλῶς ὁ τῆς ἱερᾶς ἀρχιτέκτων κλίμακος ἔφησε), καὶ ὑπεισδυόμενος τὸ πᾶν πληροῖ τε
καὶ καθαιρεῖ· ἢ γὰρ ἀσθένειαν ἔσεσθαι ὑποβάλλει ἢ γῆρας μακρὸν ἢ οἰκείων <ἀγ>ανάκτησιν
ἢ ἄλλα τινὰ τοιαῦτα, δι᾿ ὧν τις καθίσταται φιλάργυρος καὶ μισάνθρωπος· καὶ τὸ ἐλεεινότερον,
ἀποκλείεται ἢ καταδύεται μετὰ τὰ πολλὰ κύματα καὶ τὴν ζάλην τῆς ἀσκητικῆς θαλάσσης
ἐκ τῆς τοῦ κλύδωνος τῶν νοητῶν πνευμάτων διεγέρσεώς τε καὶ ἐπιπνεύσεως τοῦ σωστικοῦ
λιμένος τῆς τοῦ θεοῦ γαληνότητος, ἢ πρὸς αὐτῷ τῷ λιμένι σὺν πολλοῖς ἀγωγίμοις καὶ
ἐμπορεύμασι κατακλύζεται. διὰ τοῦτο Νικηφόρος, ὁ σοφὸς εὑρετὴς καὶ διαγνώστης ἀλάθητος
τῶν σοφισμάτων τοῦ πονηροῦ, πάντοθεν ἀποκρουόμενος τὰς ἐπιβουλάς τε καὶ μηχανὰς
τοῦ ἀλάστορος, πάροδον οὐκ ἐδίδου τῷ μιαρῷ διὰ τῆς ἀποθησαυρίσεως τῶν ἐπιδιδομένων.
20. καίτοι τοῦ χρόνου προϊόντος, καὶ πλῆθος πολὺ τῶν συστάντων περὶ αὐτὸν μοναχῶν
ἦν. ὧν λέγεται τραπέζῃ περικαθισάντων μιᾷ τινι τῶν ἡμερῶν, ὡσεὶ ὀγδοήκοντα ὄντων
ἀνδρῶν, μηδὲν ἄλλο (ὅτι μηδ᾿ ἦν) κατὰ τὸ μέσον παρατεθῆναι ἢ προσφορὰν μίαν καὶ
μόνην. ἣν ὁ πατὴρ εἰς ἐλάχιστα διαθρύψας (ὢ τῆς καρτερίας) πᾶσι διένειμε τοῖς ὥσπερ
ἀνῃρημένοις τηνάλλως καὶ ἀνέμοις ζῆν, τὸ λεγόμενον· καὶ τὸ λοιπὸν τῆς ὥρας ἐψυχαγώγει
ἀνέχων τῆς ἀσιτίας ταῖς διδασκαλίαις τοὺς μοναχούς. τί ἄν τις θαυμάσειε πρότερον
τὸν πατέρα τὰ τέκνα ὁ μὲν γὰρ οὐκ ἀπέπεμπε τῶν προσιόντων οὐδένα διὰ τὴν ἔνδειαν·
οἱ δὲ τὸ συνταλαιπωρεῖν κατησπάζοντο διὰ τὸν πλοῦτον τῆς χρηστότητος τοῦ γεννήσαντος.
οὕτως εἰσὶν ὠδῖνες πνευματικαὶ τῶν σαρκικῶν κρείττους καὶ αὐτανάγκαστοι· καὶ τῆς
ὑπερφυοῦς ἀγάπης κάτοχοι γε γενημέναι ψυχαὶ εὐμαρῶς καὶ ἡδέως καὶ τὰ προσάντη φέρουσι
καὶ πικρότατα. οὐ μὴν ἅπαντες, ὡς εἰκός, τὴν ὀνόματι τράπεζαν ἀπεδέχοντο, ἐπεὶ μηδ᾿
οἱ τοῦ Ἰακὼβ τοῖς ὀνείροις τοῦ Ἰωσὴφ ἥδοντο, ἀλλ᾿ ἦσάν τινες γογγυσταὶ καὶ μικρόψυχοι,
ὅσοις τὸ νηπιῶδες τῆς πνευματικῆς ἡλικίας ἔτι προσῆν, καὶ τὰ τῆς σαρκικῆς γεννήσεως
ἐξανθήματα διὰ τῆς τριχώσεως οὐκ ἀπέβαλον. συνεῖχε δ᾿ οὖν ὅμως ὁ πατὴρ διὰ τοῦ λόγου
παρέλκων καὶ ἀπάγων τοῦ ἐξανίστασθαι, καθά τινας ἥξεσθαι προσδοκῶν· οἵ γε καὶ ἥκασιν
αὐτίκα μάλα παντοδαπὴν φέροντες πανδαισίαν τοῖς ὑποζυγίοις ἐπηχθισμένην, ἄρτους,
ἰχθύας, οἶνον, ἃ πάντα κατὰ τὸ ἔθος ὁ γέρων, ὁποτέρας ἡμέρας βούλει, διανειμάμενος
οὐδὲν ἧττον τῶν ἐφημέρων ἔμενεν ἐνδεής, ἀπαράλλακτον ἔχων τὸ ἐπιτήδευμα. τοῦτο δ᾿
οὐχ ἅπαξ αὐτῷ συμβεβήκει, τὸ τῶν ἀναγκαίων φημὶ ἐλλιπές, ὅτι μηδ᾿ ἅπαξ ἦν τοῦ οἰκτείρειν·
ἀλλὰ καὶ πολλάκις αὐτῷ συντετυχήκει, μᾶλλον δὲ ἀεί. πλὴν οὐδ᾿ ὁ θεὸς ἐπιχορηγῶν
δαψιλῶς καὶ θαυματουργῶν ἐνεδίδου· καὶ ὥσπερ φιλονεικία τις ἦν καὶ ἅμιλλα μεταξὺ
ἀμφοτέρων, δεσπότου καὶ δούλου, κἂν τολμηρὸν τὸ λεγόμενον, τοῦ μὲν φιλοτιμουμένου
ταῖς ξέναις εἰσφοραῖς καὶ προσόδοις καὶ τερατουργοῦντος παράδοξα, τοῦ δὲ φιλονεικοῦντος
νικῆσαι τῇ ἀφθονίᾳ τῆς δόσεως. ὃ καί τις ἄλλος τῶν τῆς συμπαθείας ἐραστῶν ποιῶν
ἦν, ὡς ἐν τῷ τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ ἐλεήμονος ἀναγέγραπται βίῳ. τοιαῦτα γὰρ πρὸς
τὸν θεὸν παρρησιαζόμενος, ἀπεφθέγγετο· «ναί, ναί,» φησίν, «ὦ δέσποτα τῶν ὅλων καὶ
βασιλεῦ, σοῦ παρέχοντος κἀμοῦ σκορπίζοντος, ἴδωμεν τίς νικᾷ.» καὶ ταῦτα μὲν εἰς
τοσοῦτον· ἐπ᾿ ἄλλο δὲ τρεπτέον τὸν λόγον.
[p. 167]
21. μετὰ γὰρ τὴν ἐκ τῶν Ἐρεβίνθου πρὸς τὴν Πλάτανον καὶ αὖθις πρὸς τὸ Ξηρὸν Χωράφιον
μετοικεσίαν καὶ μετανάστασιν τοῦ ἀνδρὸς ἡ τούτου μήτηρ ἡ μακαρῖτις Μαρῖνα (αὕτη
γὰρ αὐτῇ μετὰ τὴν τοῦ θείου σχήματος ἀνάληψιν ἡ προσηγορία) τοῖς Ἐρεβίνθου ἐνδιῃτᾶτο
καὶ διέτριβεν, ὑπουργῷ τὰ πολλὰ κεχρημένη τῇ θαυμασίᾳ γραῒδι τῇ μητρὶ τοῦ νῦν τὴν
τῶν ἀδελφῶν προστασίαν πεπιστευμένου Ἀνδρέου. πῦρ τοίνυν, πρὸς τίνος μὲν ἀναφθὲν
λέγειν οὐκ ἔχω, πολὺ δ᾿ ἐπελθὸν τὰ πέριξ ἐδῄου καὶ κατελυμαίνετο, καὶ δὴ καὶ τὴν
μονὴν ἐξαφανίζειν ἠπείλει. ἀλλ᾿ ὁ μέγας οὗτος καὶ θεῷ μεμελημένος ἀνήρ, δέκα πρὸς
τοῖς δυσὶν ἢ καὶ πρὸς ἀφεστηκὼς μιλίων διάστημα, τὰ κατὰ τὴν μητέρα διέγνω διὰ θείας,
οἶμαι, φαντασίας καὶ ἀποκαλύψεως· καὶ προσκαλεσάμενος ἕνα τῶν ἀδελφῶν (Νικόλαος
δ᾿ ἦν οὗτος ὁ τὴν τῶν ἡμιόνων ἐγκεχειρισμένος ὑπηρεσίαν καὶ ἐπιμέλειαν), «ἄπιθι,»
φησίν, «ὦ οὗτος, δρομαῖος καὶ τὰ Ἐρεβίνθου καταλαβών, τὸν ἐπελθόντα φόβον ταῖς γραῒσι
κατάστειλον· πυροειδὴς γὰρ κύων [λεγε· κίων?] ἱκανῶς ταύτας ἐξεδειμάτωσε,» τὸν ἐμπρησμὸν
ἐν τούτοις ὑπαινιττόμενος. ὁ δὲ θᾶττον πεφθακὼς τὴν μονὴν καὶ θεασάμενος πάντα τὸν
τόπον πυρίκαυστον, συνῆκε τίς ὁ πυρώδης κύων [λεγε· κίων?].
22. ὅμοιον δὲ τούτῳ καὶ ὃ μέλλω λέγειν, μᾶλλον δὲ καὶ πλεῖστον τούτου διαφέρον καὶ
ὑψηλότερον. ἤδη κλινούσης ἡμέρας ποτὲ καὶ πρὸς τῇ δύσει ὄντος ἡλίου, δίψει περιφλεγὴς
ἐγεγόνει καὶ τὸν ταμίαν προετρέψατο ποτὸν ὀρέξαι αὐτῷ. καὶ ὃς κεκερακώς, ἐπώρεξε.
μήπω δ᾿ ἐκπιὼν τὸ δοθέν, αἴφνης παρεκελεύσατο μεταστῆσαι τὰ παρακείμενα τάχει πολλῷ,
ἥκειν τινὰς προσειπών. ὁ δὲ κελλαρίτης μετατιθεὶς πάντα καθὼς προστέτακτο, τῇδε
κἀκεῖσε περιῆγε τοὺς ὀφθαλμοὺς ἰδεῖν τίνες οἱ ἥκοντες, ἀλλ᾿ οὐδὲν ἠδύνατο καθορᾶν·
ἔτι γὰρ ὡς πρὸς τὴν τοῦ μεγάλου ὀξυδορκίαν παραβαλλόμενος ἀμβλυωπῶν ἦν. πολλῶν δὲ
ὡρῶν διελθουσῶν καὶ τοῦ μετὰ τὸ δεῖπνον κανόνος ἐκτελεσθέντος, ἧκον οἱ προλεχθέντες
ἄνδρες, πολλὴν ἔκπληξιν ἐπὶ τῇ προρρήσει παρασχόντες τῷ κελλαρίτῃ· ἀπείκασε γάρ,
ὡς ἔφησε, τὸ τηνικάδε τὴν τούτων ἄφιξιν σημᾶναι τὸν ἅγιον, ἡνίκα πρὸς τῷ τῆς Βασιλικῆς
ἦσαν μέρει. ἀλλ᾿ ὢ διαυγῶν καὶ φαεινῶν ὀμμάτων μηδενὶ διειργομένων τὰ πορρωτάτω
βλέπειν· ὢ καρδίας ἀκραιφνοῦς καὶ εἰλικρινοῦς. αἰσχυνέσθωσαν λοιπὸν Ἕλληνες καὶ
καταδυέσθωσαν οἱ ῥυπαροὶ καὶ ἀκάθαρτοι κύνες, οἱ θρασύστομοι καὶ ψευδῆ φληναφοῦντες,
Λυγκέας τινὰς ἐπεισάγοντες πολυομμάτους διὰ τοίχων καὶ τὰ ὑπὸ γῆν βλέποντας· εἰ
γὰρ ἐκ καθαρότητος καὶ θεοῦ δῶρον ἡ προόρασις, πόθεν ἐκείνοις τοῖς τῶν παθῶν δημιουργοῖς
καὶ προσκυνηταῖς τὸ τιμῆεν καὶ ὑπερφυὲς τοῦτο κτῆμα κτηθήσεται τί τοίνυν ἀπολείπεται
τοῦτο τοῦ κατὰ τὸν μέγαν Ἀντώνιον ὃς τοῦ τῆς Ν{η}<ι>τρίας Ἀ{μ}μοῦν τὴν ψυχὴν ἑωράκει
ἀναλαμβανομένην εἰς οὐρανούς, πεντεκαίδεκα ἡμέρων ἀπέχων ὁδόν· ὁ γὰρ πεφθακὼς ἀοράτως
ὁρᾶν καὶ δι᾿ ἡμέρας ὁδοῦ βλέπειν πάντως καὶ διὰ πλειόνων οὐκ εἰρχθήσεται τῆς τοιαύτης
ὁράσεως, ἐπειδὴ τῷ ἔχοντι καθαρότητα δοθήσεται νοῦς φωτεινὸς τὰ μακρόθεν ὁρῶν καὶ
περισσευθήσεται θεάματα μυστικά.
23. θαυμάζεται Σαραπίων ἐπὶ τῇ τοῦ ἱεροῦ δόσει πυκτίου καὶ ἄξιος θαύματος ὁ ἀνήρ·
καὶ γὰρ ἄκρως τὴν μοναδικὴν πολιτείαν κατώρθωσεν. ἀλλ᾿ οὐδ᾿ ἡ τοῦ ἡμετέρου πατρὸς
συμπάθεια καὶ χρηστότης τὴν ἐλάττονα ψῆφον ἀποίσεται τῆς τοῦ μεγάλου Σαραπίωνος
προαιρέσεως, εἰ παρὰ κριταῖς ἐξετασθείη δικαίοις μηδ᾿ ἑτέρῳ προσώπῳ χαριζομένοις.
καὶ οὗτος γὰρ ταὐτὸ τοῦτο πεποιήκει τῶν ἀδελφῶν ἀγνοούντων· καί μοι δοκεῖ παραχωρεῖν
αὐτῷ τῶν πρωτείων ἐν τούτοις καὶ Σαραπίωνα· ὅτι ὁ μὲν πυθομένου τοῦ μαθητοῦ ποῦ
δὴ τὸ εὐαγγέλιον, οὐκ ἀπεκρύψατο τὴν δόσιν. ὁ δὲ ὥσπερ καὶ ἑαυτὸν καὶ τοὺς ἀμφ᾿
αὐτὸν λαθεῖν ἐπειγόμενος κλὼψ τῶν οἰκείων πραγμάτων ἐγίνετο, οὐ νοσφίσασθαί τι τούτων
βουλόμενος ὡς Ἀνανίας καὶ Σάπφειρα, ἀλλ᾿ ὁμογενέσι βοηθεῖν σοφωτάτως διανοούμενος.
πῶς δ᾿ ἂν ἐξαριθμήσαιμι χιτωνίσκων παροχὰς κλωπιμαίας, οὓς ταῖς τῶν ἀδελφῶν κέλλαις
λαθραίως εἰσπηδῶν ἐκλωποφόρει καὶ ἀφῃρεῖτο, ἵν᾿ ἐπαρκέσειε τοῖς μὴ ἔχουσιν οὐδὲ
γὰρ ἐν μέτρῳ ταύτας παραλαβεῖν νοῦς ἐξισχύσειε· βοῶν δ᾿ ἀροτήρων καὶ ἡμιόνων ταλαεργῶν
ὑπεξαιρέσεις καὶ δόσεις ἀφίημι, μή πως ὀχληρὸς τῷ πλήθει τοῦ λόγου τοῖς ἀκούουσι
κατασταίην. πλὴν τοῦτο μόνον ἀναγκαῖον ἐπισημήνασθαι,
[p. 168] ὅτι τὸ περὶ τοὺς πλησίον ἐπιμελὲς καὶ φιλόπτωχον ἐκ τῆς εἰς θεὸν ἀκορέστου
ἀγάπης ἐξεγένετο τούτῳ, ἢ μᾶλλον εἰπεῖν ἐκ τοῦ κήδεσθαι τῶν πλησίον καὶ τὸν θεὸν
φιλεῖν προσεγένετο· ταῦτα γὰρ ἐξ ἀλλήλων ἀμοιβαίως καὶ κατὰ διαδοχὴν ἀποτίκτονται·
ὁ γὰρ μὴ θεὸν ἀγαπῶν, ὃν γενεσιουργὸν πάντων καὶ ἑαυτοῦ ἐξεπίσταται, πῶς περιέξεται
τοῦ συνδούλου καὶ ὁ μὴ ὃν ὁρᾷ περιέπων τε καὶ φιλῶν πῶς τῷ ἀοράτῳ προσέξει καὶ ποθήσει
<τὸν> μὴ βλεπόμενον οὗτος τοίνυν καὶ θεοῦ σφοδρῶς ἀντείχετό τε καὶ περιείχετο καὶ
τῷ περὶ τοὺς ὁμογενεῖς οἴκτῳ κατεμαλάττετο καὶ ἐκάμπτετο. καὶ διὰ τοῦτο συνήλγει
τοῖς πάσχουσι καὶ τοῖς λυπουμένοις συνωλοφύρετο καὶ τοῖς εὐφραινομένοις συνήδετο,
καὶ ἁπλῶς εἰπεῖν τοῖς πᾶσι συνδιετίθετο καὶ τοῖς ἅπασιν ἐμερίζετο καὶ πάντα πᾶσιν
ἐγίνετο κατὰ τὸν ἀπόστολον, ὡς ἑκάστῳ τὰ τοῦ βίου συνέπιπτεν.
24. ἆρ᾿ οὖν ἀγάπης ἐπιμελησάμενος, ἐλπίδος ἢ πίστεως κατημέλησεν ἀλλὰ τοῦτο τῶν
οὐκ ἐνδεχομένων· οὐκ ἂν γάρ τις ἀγαπήσειεν, ᾧ μὴ πεπίστευκεν· οὐδ᾿ ἂν τὰ προσόντα
προθύμως ἀποκτήσαιτο, μὴ βεβαίαις ἐλπίσι περί τινων μελλόντων ἐπερειδόμενος ἀγαθῶν,
καὶ περὶ τῶν παρόντων δὲ θαρρεῖν ἔχων, ὡς οὐδενὸς ὑστερηθείη πεποιθὼς ἐπὶ κύριον·
εἰπὲ γάρ μοι τίνι θαρρῶν ἀνυδροτάτοις ὡς ὁρᾷς ἐνηυλίσθη χωρίοις τὸ γὰρ ὁμιχλῶδες
τοῦ χώρου καὶ πᾶσιν ἀσύμφορον καταλείψομεν· καίτοι καὶ τοῦτο παραστατικὸν τῆς τοῦ
ἀνδρὸς πίστεως καὶ δεῖγμα μέγιστον τῆς εἰς θεὸν πεποιθήσεως καὶ ἀγάπης. τίσι δὲ
καὶ τίνων λόγοις βεβαιωθεὶς περὶ τοῦ τῆς χρείας ἀνελλιποῦς τοιοῖσδε τόποις ἐνεκαρτέρησε
καὶ ταῦτα μὴ μόνος ὤν (οὐ γὰρ ἦν τοσοῦτον παράδοξον τὸ λεγόμενον), ἀλλ᾿ ἑβδομήκοντά
που περὶ αὑτὸν ἔχων ψυχάς· ὧν ὅσον ὁ ἀριθμὸς ἄπειρος, τοσοῦτον καὶ τὸ πρᾶγμα θαυμάσιον.
ἆρ᾿ οὐ δῆλον, ὡς ἐκείνου τοῖς λόγοις πεπίστευκε τοῦ εἰπόντος, Ϡμὴ μεριμνήσητε τί
φάγητε ἢ τί πίητε ἢ τί ἐνδύσεσθεϠ; τούτων οὖν οὕτως ἀποδεδειγμένων καὶ ἱκανῶς ἐξητασμένων,
προϊέτω ὁ λόγος ἐπὶ τὰ πρόσω καὶ τῆς οἰκείας ἐχέσθω τάξεως.
25. ἀνῄει ποτὲ Θεόδουλος (ὃς καὶ ἔτι περίεστι) τὴν ἐπὶ τὴν μονὴν ἄγουσαν λεωφόρον,
οἶνον ἐκ τῶν Ἐρεβίνθου ἐπισάξας τῷ ἀχθοφόρῳ ζῴῳ· οὕτω γὰρ πρὸς τοῦ ὁσίου ἐπετέτραπτο.
ἀνιόντι δὲ πτῶμά τι συνέπεσε χαλεπὸν καὶ δαιμόνιον· κατὰ γὰρ μέσην τὴν ὁδόν, ἔνθα
πολὺ τὸ φαραγγῶδες καὶ ἀπόκρημνον πάνυ στενοτάτην παρέχον τὴν δίοδον, τὸ ζῷον παρατραπὲν
τῆς εὐθείας κρημνιζόμενον ἑωρᾶτο. ἀλλ᾿ ὢ τῶν σῶν θαυμασίων, οἷς ἀμείβῃ τοὺς σοὺς
θεράποντας, δέσποτα. ὥσπερ γὰρ ὑπό τινος βασταζόμενον καὶ ἀγόμενον καὶ κατὰ πεδίου
πρανοῦς βαῖνον τό τε ζῷον ἀσινὲς ἐφυλάχθη καὶ τῶν ἀσκῶν οὐδεὶς διερράγη. τοῦτο θεασάμενος
ὁ Θεόδουλος, ἐξηπόρητό τε καὶ ἐξεπέπληκτο· ἀνελπίστου τε χαρᾶς πλήρης ἐπὶ τούτῳ
γενόμενος, ἠρέμα κάτεισιν ἐπὶ τὸν κρημνόν· καὶ τοῦ καλωδίου δραξάμενος, ἀνήγαγε
τὸ ζῷον εὐμαρῶς μηδὲν λυμανθέν, ὡς προείρηται. ἐλθόντι δὲ πρὸς τὴν μονὴν προσυπαντήσας
ὁ μέγας, «τί,» φησίν, «ὦ Θεόδουλε, λελύπησο καὶ κατήφησας, ὀλιγοπιστίᾳ κεκρατημένος
ὡς μή τινος τῶν ἡμετέρων προνοουμένου οὐκ ἂν γὰρ ἡμᾶς ἐάσει ποτὲ λυπηθῆναι ἡ οἰκονόμος
ἡμῶν καὶ κελλαρῖτις, ᾗ τὰ καθ᾿ ἡμᾶς μέλει τε καὶ μελήσει, ἕως καὶ ἡμεῖς αὐτὴν στέργωμεν,»
τὴν ἄχραντον Θεοτόκον διὰ τούτων ὑποσημαίνων· οὕτω γὰρ εἰώθει κελλαρῖτιν ταύτην
ἀποκαλεῖν ἐκ πολλῆς καὶ διαπύρου πίστεως. καὶ τοῦτο μὲν τοιοῦτον· οὗ μεγάλου ὄντος,
τοῦ μὴ τῷ κρημνῷ τὸ ζῷον διαπεφωνηκέναι ἢ ῥῆξίν τινα τοὺς ἀσκοὺς πεπονθέναι, μεῖζον
τὸ μὴ μαθόντα τὸ γεγονὸς προειπεῖν ἐκδηλότατα καὶ φανότατα.
26. τὸ δὲ τοῦ ἀββᾶ Ζωσιμᾶ πῶς ἂν σιωπήσαιμι ἢ σιωπήσας, πῶς οὐκ ἂν τὸν λόγον τὰ
μέγιστα ζημιώσαιμι γεγόνει γὰρ καὶ οὗτος ἐν τοῖς τοῦ μεγάλου χρόνοις, ἐρημικὸν πάντῃ
καὶ μηδὲν πτηνῶν διαφέροντα τὸν βίον διαγαγὼν ἐν πλείστοις τοῖς ἔτεσι, μέχρις ἂν
τὸ σῶμα τὴν οἰκείαν ἀπολωλεκὸς δύναμιν καὶ λίαν ἠτονηκὸς καὶ ὠκλακὸς πρὸς τοὺς πόνους
χρείαν ἔσχε μικρᾶς ἀνέσεως. κτίσας τοίνυν κελλίον πρὸς τοῖς Ἐρεβίνθου, τοῦ τῆς ἡσυχίας
κἀν τούτῳ μέλιτος ἡδέως ἐνεφορεῖτο, ᾗ παρ᾿ ὅλον τὸν βίον συνέζησε· φιλικῶς δὲ πρὸς
τὸν ἅγιον
[p. 169] ἔχων, πυκναῖς πρὸς αὐτὸν ταῖς προόδοις ἐκέχρητο. ἡνίκα γοῦν ἀνιέναι βεβούλητο,
προέγνωστο ἡ τοῦ γέροντος ἔλευσις, ὡς αὐτὸς ἐκεῖνος ὁ Ζωσιμᾶς διηγήσατο. ἡ δὲ πρόγνωσις
δι᾿ ὧν ἐροῦμεν γνωσθήσεται· λαμβάνων γὰρ ταῖν χεροῖν ἄγγος τι πλῆρες οἴνου, προῄει
μικρὸν ἔμπροσθεν ἐπὶ τὸν τοῦ Σωτῆρος νεών (ὃ νῦν ταφεῖον ἢ πολυάνδριον τῶν ἀδελφῶν
προσωνόμασται). καὶ τῷ σταυρῷ προσκαθεζόμενος, ὃς παρὰ τὴν ὁδὸν πέπηκται, τὸν Ζωσιμᾶν
προσεδέχετο· καὶ ἀνελθόντα φιλανθρώπως ἐδεξιοῦτο τῷ ἐκπώματι, εἰδὼς αὐτὸν ἐκ πολλῶν
κόπων δεόμενον ἀναπαύσεως. τοιοῦτος ἦν περὶ τὴν συμπάθειαν πολὺς καὶ ἀκόρεστος·
οὐ γὰρ μέτρον ᾔδει τοῦ τῆς ἐλεημοσύνης καλοῦ, ἀλλ᾿ ἴσος ἦν ἅπασι καὶ ἴσως πρὸς πάντας
διέκειτο, πραείᾳ τῇ φωνῇ καὶ μειλιχίῳ τῇ ὄψει τοῖς ἅπασι προσφερόμενος. ἐκ τούτου
συνέβαινεν αὐτῷ μηδὲ κατηφιᾶν ἢ σκυθρωπάζειν, ἀλλ᾿ ὅ φησιν ὁ θεῖος ἀπόστολος, Ϡπάντοτε
χαίρειν,Ϡ πλὴν εἰ μή πού τινα ῥακοδυτοῦντα ἢ τεταριχευμένον θεάσαιτο· ἐν γὰρ τοῖς
τοιούτοις πάθεσιν οὐχ οἷός τε ἦν ἑαυτὸν ἐπισχεῖν, ἀλλ᾿ ὅλος δακρύων ἐνεπιμπλᾶτο
καὶ κατηφείας καὶ οὐκ ἀνίει θρηνῶν, ἕως ὅτου παρεμυθήσατο λόγοις τε παρακλήσεως
καὶ δόσει ἀγαθῶν, ὧν ηὐπόρει, τὸν ἐν ἀπορίᾳ τυγχάνοντα.
27. ἐκ τούτου καὶ τὸ πρὸς τοὺς οἰκείους μαθητὰς πρᾷόν τε καὶ ἀόργητον καὶ εἰρηνικὸν
αὐτῷ κατωρθώθη· καὶ τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐπὶ τῆς οἰκείας ἔμεινε καταστάσεως·
καὶ ἣν παρὰ τοῦ δημιουργήσαντος τάξιν ἐτάγη, ταύτην ἀκλινῆ διετήρησεν· οὐ γὰρ καθ᾿
ὁμογενῶν ὁ θυμὸς ἐδόθη, κἂν ἐχθροὶ δοκοῖεν καὶ ἐπαχθεῖς, ἀλλὰ παθῶν ἀμυντήριον καὶ
ὄφεως ἀναιρετικὸν τοῦ τὴν πτέρναν τηροῦντος μισητοῦ καὶ ἐχθροῦ. ταῦτα ὁ θεῖος ἀνὴρ
ἀκριβῶς ἐξεπιστάμενος, οὐδέποτε τοῖς ἀδελφοῖς γογγύζουσιν ἢ ἀνθισταμένοις καὶ μηδὲν
ἔχειν διαβεβαιουμένοις πρὸς τὴν τῶν ξένων ὑποδοχὴν προσωργίζετο ἢ ἐταράττετο, ἀλλὰ
παιδικῶς ὥσπερ κλαυθμυρίζων καὶ ὑποκνηθόμενος πρὸς τὴν ὑπακοὴν ἤλειφε, δύο διὰ τούτου
τὰ μέγιστα πραγματευόμενος· τῇ τε γὰρ κολακείᾳ καὶ ἡμερότητι ῥᾷον αὐτοὺς κατεδουλοῦτο
καὶ ὑποχειρίους εἶχεν· οἷς ἔλεγε, φιλοῦντος οὕτω τοῦ ἀνθρωπίνου γένους, διὰ πρᾳότητος
εἴκειν μᾶλλον καὶ ἄγεσθαι ἢ τραχύτητι καὶ σκληρότητι κάμπτεσθαι· καὶ τῆς κακίστης
ἀνελπιστίας ἀπῆγε, θεῷ ἑαυτοὺς ἐπιτρέπειν καὶ ἀνατιθέναι διδάσκων καὶ μὴ περὶ τροφῆς
μεριμνᾶν ἢ ἐνδύματος, ἀλλ᾿ ἐλπίζειν ἀνενδοιάστως, ὡς οὐδενὸς στερηθήσονται, οἷς
θεὸς ἥδεται προσανέχοντες.
28. περὶ δὲ δακρύων τί χρὴ καὶ λέγειν ὁπότε μηδ᾿ ἀναφανδὸν ἐγκρατεύσασθαι τούτων
ἠδύνατο, ἡνίκα θείοις νοήμασι καὶ λόγοις ὡμίλει· τὰ γὰρ ἐγκρυφῆ ὁ τῶν κρυπτῶν οἶδε
γνώστης, ᾧ τὰ πάντα ἑαυτὸν μᾶλλον ἐφανέρου· κάτοχος γὰρ ὅλος ὢν τῷ τοῦ Χριστοῦ καὶ
θεοῦ ἡμῶν ἔρωτι, ἡνίκα τις τῶν δεσποτικῶν ἑορτῶν ἐπέστη, ἑαυτὸν ἀποκρίνων τῶν ἄλλων
καὶ τοῦ λαοῦ παντὸς προψάλλων ἡδείᾳ καὶ μελισταγεῖ τῇ φωνῇ, τοῖς δάκρυσι κατεβρέχετο.
καὶ ἦν εἰκάσαι πηγῇ πολυχεύμονι τὰ χεόμενα δάκρυα. εἰ δὲ διήκουσας ἀναγινώσκοντος,
ὡς οἱ ἀκηκοότες φασίν, εἶπες ἂν ἁρπάζεσθαι τοῦτον καὶ τὴν ψυχὴν ἀποκρέμασθαι τῶν
λογίων καὶ πρὸς οὐρανὸν μετεωροπορεῖν, καὶ μάλιστα εἰ θεολογία ἦν τὸ ἀναγινωσκόμενον.
τὴν δὲ πάννυχον στάσιν, ἣ τὰ πλεῖστα μὲν ταῖς εὐχαῖς, ἐλάττω δὲ ταῖς ψαλμῳδίαις
ἐδίδοτο, πῶς ἂν προσηκόντως ἐκπλαγείην ἢ ἀγασαίμην ἐπαινέσαι γὰρ ἐξηπόρημαι, βραδύνους
ὢν παντελῶς καὶ λογικῆς ἀποδείξεως ἀπορῶν. ἀλλ᾿ εἰ καὶ λόγον εἶχον, οὐκ ἂν πρὸς
τοσοῦτον καὶ τηλικοῦτον μέγεθος καὶ ὕψος πραγμάτων ἤρκεσα, μιᾶς ἑκάστης ἀρετῆς τοῦ
ἀνδρὸς ὑπερβαινούσης ὅρους ἐγκωμίων καὶ λόγων δύναμιν· εἰ γὰρ Ὅμηρος ὁ σοφώτατος
πρὸς ἐξαρίθμησιν μόνην Ἑλληνικοῦ στρατεύματος ἀπηγόρευσε καὶ πρὸς τοῦτο μὴ ἐξισχύειν
καθωμολόγησε, μηδ᾿ εἰ παρεῖεν αὐτῷ δέκα μὲν γλῶσσαι, δέκα δὲ στόματα, τί ἂν αὐτὸς
ποιήσαιμι, μεγίστων μὲν πραγμάτων ἁψάμενος καὶ τοσούτῳ μείζονα τὴν ἀπορίαν προϊσχομένων
τῆς ἀπαγορεύσεως τοῦ ποιητοῦ, ὅσῳ ταῦτα θειότερα ἐκείνων καὶ ὑψηλότερα, ἀμαθίᾳ δὲ
παντελεῖ καὶ ἀγροικίᾳ σύντροφος ὢν καὶ (ὃ τούτων βαρύτερον ἢ ἀληθέστερον) νοῦν ζοφώδη
καὶ ἀφεγγῆ ἐκ τῆς τῶν παθῶν κεκτημένος ἐπικρατείας πλὴν ἐπειδήπερ οὐ λόγων εὔροια,
πίστις δὲ καὶ προαίρεσις τὰ ζητούμενα, ταῦτ᾿ ἐκφέρομεν κατὰ δύναμιν. τοσοῦτον γοῦν
τῇ στάσει ἀκορέστως καὶ ὑπὲρ μέτρον ἐκέχρητο, ὥστε μὴ ἄλλο τι τοῦ
[p. 170] σώματος ἀλγῆσαί ποτε, παντὸς ὄντος ὑγιεινοτάτου καὶ ἐρρωμενεστάτου, ἢ μόνον
τοὺς πόδας διὰ παντός, οἵ, δίκην ἀσκῶν, ἐκ τῆς τοῦ αἵματος καταρρεύσεως καὶ τῆς
ἀνενδότου στάσεως ἦσαν πεφυσημένοι καὶ ἔξογκοι καὶ τῷ πάχει κίοσιν προσεῴκεισαν.
τὸν οὖν οὕτω καλῶς περὶ τούτων διανοησάμενον καὶ οὕτω κατὰ παθῶν ἀνδρικῶς διαγωνισάμενον
οὕτω τε σωφρόνως καὶ δικαίως τὸν ἑαυτοῦ βίον οἰκονομήσαντα τίς ἄρα ὑπερβαλεῖται,
κἂν εἰ λίαν φιλότιμος εἴη τῇ σπουδῇ καὶ ἁμιλλητήριος ἑνὶ γὰρ τοῦτον ἀνάγκη χωλεύειν
καὶ ὑποσκάζειν, κἂν τοῖς λοιποῖς ἅπασιν ἀγαθοῖς ἔρρωται, ἄνθρωπον ὄντα καὶ τῆς κάτω
καὶ γεώδους μετέχοντα κράσεως, καὶ ἡδονῶν μὲν κρατοῦντα ἡττᾶσθαι θυμοῦ, θυμῷ δ᾿
αὖθις ἀπομαχόμενον καὶ νικῶντα ταῖς ἡδοναῖς ὑπείκειν. ὁ δέ, συνελόντα φάναι, ὥσπερ
μιᾶς πασῶν τῶν ἀρετῶν ἀντείχετο καὶ πάσας ἐν ἑαυτῷ συλλαβὼν εἶχε· καὶ φρονήσει μὲν
θείᾳ καὶ σταθερᾷ τῆς τοῦ βίου συγχύσεως καταστοχασάμενος, διέπτυσεν ἀθρόον τὸ τούτου
κοῦφον καὶ ἄστατον, ἀνδρικῷ δὲ λογισμῷ καὶ γενναίῳ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν
ἀντικατέστη· τὸ γὰρ μαλακόν τε καὶ χαῦνον ὡς αὐξητικὸν τῶν παθῶν καὶ τῆς γυναικείας
φύσεως ἀπωθεῖτο καὶ ἀπεβάλλετο, σωφροσύνῃ δ᾿ εἰ καί τις ἄλλος διέλαμψε· τὸ δὲ κεφαλαιωδέστερον,
δικαιοσύνης ζυγοῖς καὶ ταλάντοις πάντα τὸν ἑαυτοῦ βίον ἐξίσωσέ τε καὶ ἀπηύθυνεν,
ὡς μήτε ταῖς ὑπερβολαῖς δοκεῖν τὸ καλὸν οὐ καλὸν μήτ᾿ αὖ ταῖς ἐλλείψεσι διὰ τῆς
τῶν ἐναντίων ἐπεισαγωγῆς τὴν ἀρετὴν ἀτιμάζεσθαι.
29. ἀλλὰ καιρὸς ἤδη καὶ τὴν ἀνάλυσιν αὐτοῦ προσειπεῖν. ἣν γνούς, τοῖς συνοῦσι προεῖπεν
τὰ μὲν πρῶτα τῆς ἐν τῇ τελευταίᾳ αὐτοῦ κατακλίσεως ἀρρωστίᾳ δι᾿ ὀνειράτων καὶ ὡς
ἂν εἴποι τις ἀμυδρῶς· ἔδοξε γὰρ αὐτὸν ἑστάναι ἐν τῷ τῆς μεγάλης τοῦ θεοῦ σοφίας
τεμένει ἔνδον τοῦ θυσιαστηρίου· ἐν ᾧ χρύσεον θεασάμενος χιτῶνα, ἀμφιάσασθαι τοῦτον
παρὰ τῶν ἑστώτων ἐκελεύετο. διαφανεῖς δὲ οὗτοι καὶ λαμπροὶ ὑπῆρχον τὴν θέαν. ὃν
ἀπηνήνατο περιβαλέσθαι σταθμὸν ἕλκοντα χρυσίου πολύν. τὴν δὲ μητέρα σὺν τοῖς λοιποῖς
ἱσταμένην εἰπεῖν φησι πρὸς αὐτόν· «ὡς ἀναντιρρήτως, ὦ τέκνον, περιβαλέσθαι τοῦτον
ὀφείλεις.» ἃ διεξιὼν τοῖς ὑπ᾿ αὐτὸν φοιτηταῖς, καὶ ἄλλου ἄλλο λέγοντος εἶναι, αὐτὸς
ἔφη· «οὔ, τέκνα ποθούμενα, ἀλλ᾿ ἡ γῆ με μετὰ μικρὸν καλύψει·» ταύτην γὰρ τὸν χρυσοῦν
εἶναι διέκρινε χιτῶνα, θείᾳ σοφίᾳ καὶ διακρίσει πεφωτισμένος τὸν νοῦν. καὶ πρῶτα
μέν, ὡς εἴρηται, τοιούτῳ τρόπῳ τοῖς ὑπ᾿ αὐτὸν τὰ περὶ τῆς ἐκδημίας ἐδήλου· ἔπειτα
δὲ καὶ ἀναφανδὸν ταύτην ἐξεῖπεν, ὡς ἔσται τῇ θείᾳ καὶ μεγάλῃ τῶν ἱερῶν ἑβδομάδων,
τόνδε τὸν μῆνα καὶ τήνδε τὴν ἡμέραν. ἧς φθασάσης, πολλὰ ἐπισκήψας τῶν ἐχομένων σωτηρίας,
ᾤχετο, τὴν αὑτοῦ θεῷ μὲν παραθεὶς τὴν ψυχήν, θείοις δὲ ἀγγέλοις παραπεμφθείς, ὧν
τὸν βίον ἐπὶ γῆς ἔτι περιὼν ἐμιμήσατο. οὐ μὴν ἀνεπισκιάστους καταλέλοιπε τοὺς αὐτοῦ,
οὐδ᾿ ἀφοίτητός ἐστι τοῖς ἐπικαλουμένοις, ἀλλὰ νῦν μᾶλλον ἢ πρότερον τερατουργεῖ,
ἐπιστατεῖ τῶν χρῃζόντων, παντὸς ἐπιτηδεύματος καὶ ἡλικίας καὶ ἀξίωματος, καὶ ἐπὶ
παντὶ πάθει συμπτώματί τε καὶ συναντήματι, ὧν τὰ μνημονευόμενα παραθήσομεν εἰς ἔνδειξιν
καὶ τῶν ἄλλων ἁπάντων τῆς ἐκείνου περὶ ἡμᾶς προμηθείας καὶ χάριτος.
30. Φίλιππός τις σαγοπώλης εἴθιστο τῷ ἁγίῳ παραβάλλειν διὰ τὴν τέχνην· οὗτος νόσῳ
κατασχεθεὶς βαρείᾳ κατὰ τὴν οἰκείαν χώραν, παραλελυμένος ἔκειτο διετῆ χρόνον. ὃν
ἐλεήσας ὁ μακαρίτης, νυκτὸς καθεύδοντι φαίνεται τοιάδε ἐγκελευόμενος· «ἐγερθείς,
ἄπιθι πρὸς τὴν μονὴν τὴν πρὸς τῷ Ξηρῷ Χωραφίῳ κειμένην· καὶ ἀπαλλαγήσῃ τῆς παραλύσεως.»
τοῦ δὲ τὸ ἀδύνατον προβαλλομένου καὶ προτείνοντος τὸ ἀνόρθωτον, «οὐ χωρεῖ» ἔφη,
«συστῆναί σε οὐδὲ τὸ ὑγιὲς ἀναλήψεσθαι παρακούσαντα.» ὁ μὲν οὖν ταῦτα ἐπισκήψας,
ἀπηλλάγη. ὁ δὲ διϋπνισθείς, συμβαλών τε τὸν φανέντα καὶ ἃ προσεῖπεν, ἤδη δέ τινος
κουφισμοῦ καὶ μεταβολῆς τοῦ πάθους μετρίας αἰσθόμενος (οὐ γὰρ ἀχαρίτωτοι τῶν ἁγίων
οὐδὲ αἱ ὄψεις), ἐπιβὰς τοῦ ὀχήματος, ἧκεν εἰς ἣν ἐκελεύσθη μονήν· εἶτα τῇ λάρνακι
προσπεσών, ἐπιδακρύσας τε καὶ προσφθεγξάμενος, ὅσα εἰκός, ὠρθώθη· οὐ πλεῖον τῶν
τριῶν νυχθημέρων προσμείνας τῇ λάρνακι, τέλεόν τε ἀπαλλαγεὶς τοῦ νοσήματος, ᾤχετο,
δοξάζων τε ὁμοῦ τὸν θεὸν καὶ τῷ ἁγίῳ αὐτοῦ θεράποντι χάριτας ὁμολογῶν, χαίρων καὶ
εὐφραινόμενος.
31. ἄρτι τοῦ θέρους ἀρχομένου καὶ τῶν σπερμάτων καταντησάντων εἰς τὸ οἰκεῖον τέλος,
ἐφ᾿ οἷς γεγήθασι γεωργοὶ τὰς δρεπάνας τε θήγουσι καὶ πρὸς τὸν ἀμητὸν εὐτρεπίζονται,
πῦρ ὑφήφθη <οὐ> μακρὰν τῆς μονῆς, οὐκ οἶδ᾿ ὅθεν ἐκριπισθέν, καὶ τῆς ὕλης πολλῆς
οὔσης δραξάμενον, κατῃθάλου τὰ προστυχόντα καὶ εἰς ἀφανισμὸν τὸ σχῆμα μετέστρεφε·
παρατεῖναν δ᾿ οὖν εἰς κόλπον ἑαυτὸ καὶ ἡμικύκλιον σχῆμα διεργασάμενον, τὴν ὁρμὴν
ἐπὶ τὸ μοναστήριον ἐποίει τὴν πολλὴν καὶ ἀκάθεκτον· τοὺς δὲ μοναχοὺς περιλαβόντας
ὕλας καὶ ἀνθισταμένους μηχαναῖς ἁπάσαις καὶ ἐπινοίαις, διατέμνοντας, ἀντεξάγοντας,
ἀπράκτους ἀπέφαινεν οὐδὲν ἧττον ἢ τὸ μηδὲν ἀντιβαίνοντας· ἐπιφόρου γὰρ ὄντος τοῦ
πνεύματος καὶ δαψιλοῦς τῆς ὕλης καὶ συνεχοῦς, ἄλλως τε καὶ ὑπ᾿ ἀναστήμασιν ἐπερχομένης,
κειμένης καὶ ὑποπιπτούσης ὡς ἐν στόματι χαίνοντος, ὑπερβαῖνον τὰς διακοπὰς τῶν ἀνδρῶν,
ὥσπερ ὑπόπτερον, εἴχετο τὰ ἑξῆς συλλαμβάνον ὡς ἀκμαιότερον· οὕτω τοίνυν προϊόντος
*** [λαχυνα].
**********************************************************