[p. 168]
διήγησις μερικὴ τοῦ βίου καὶ πολιτείας τοῦ ὁσίου πατρὸς ἡμῶν Ναούμ
πάτερ, εὐλόγησον.
1. καὶ Δανιὴλ ἐκεῖνος, ὁ κληθεὶς ἀξίως ἀνὴρ ἐπιθυμιῶν ἐπὶ τῆς ἀλλοδαπῆς, προσευχόμενος
καί τι πρὸς τῶν φθονούντων παγιδευόμενος, πρὸς τὴν ἐνεγκαμένην ἐπιστρεφόμενος, ἐν
ᾗ καὶ τὴν ἀληθῆ Θεοῦ ἐπίγνωσιν ὡς κλῆρον ἔσχεν ἀδιάστατόν τε καὶ ἀναφαίρετον, τάς
τε ἀπεστρεμμένος ἐκεῖθεν ὑπήνοιγε θυρίδας καὶ τὴν ὀφειλομένην προσκύνησιν ἀπεδίδου
πατρώῳ θεῷ ἀμελλητὶ· καὶ αὐτῇ ἧκε ἐν παντὶ τόπῳ τῆς τοῦ Θεοῦ δεσποτείας.
2. ἐνδόσιμον ἔχωμεν τὸ προσεύχεσθαι καὶ Ϡθυσίαν ζῶσαν τὰ μέλη ἡμῶν παρίσταντοϠ εἰπεῖν
ἀποστολικὰ καὶ Ϡτὴν λογικὴν αὐτῷ λατρείανϠ προσφέρειν διὰ παντός, ὡς ἐντεῦθεν αὐτῷ
καὶ τὴν μυστικὴν ἀναίμακτον θυσίαν εἰς ὀσμὴν εὐωδίας προσφέρεσθαι καὶ δύνασθαι κατατρυφᾶν
τε ἀνεπικωλύτως τοῦ κυρίου καὶ λαμβάνειν τὰ πρὸς σωτηρίαν ἡμῶν αἰτήματα ὡς ἑκάστοτε·
ἐκτὸς γὰρ οὐδὲν τῆς τοῦ Θεοῦ κυριότητος, ἐπειδὴ Ϡτοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα
αὐτῆς,Ϡ ὡς ἡ Δαυιτικὴ κινύρα ἐπεμελῴδησεν. ἀλλ᾿ ὅτι τῷ οἰκειωτέρῳ πέφυκέ πως ἡ ψυχὴ
προσπαθεῖν καὶ συνδιατίθεται, εἰ καὶ τὰ μάλιστα μὴ ἀντιβαίνει τοῖς τοῦ Θεοῦ διατάγμασι
μηδὲ κατά τινα λόγον τῶν θείων προτίθεται κριμάτων τὴν κατὰ σάρκα προσπάθειαν, τοῖς
καθ᾿ ἡμᾶς ὡς εἰκὸς ἐμφιλοχωρουμένοις ἁγιαστηρίοις καὶ τοῖς ἐν αὐτοῖς τιμωμένοις
ἁγίοις κατ᾿ ἐξοχὴν τὴν προσήκουσαν τιμὴν ἀφοσιούμεθα, ὅση δύναμις. ταύτῃ τῇ καὶ
μεμακαρισμένῃ οὐκ ἔστιν ὅσοις εἰπεῖν διαστήμασι καὶ δι᾿ ἁπάσης ἰδέας ὅσον ἡμᾶς συνειδέναι
διελθόντας παιδεύσεως, κρίμασιν οἷς οἶδεν ὁ ἐκ μέρους ἀνθρώπων ἀγνωμονούμενος μαστιγώσας
ἡμᾶς πρὸς ὃν ἐλάχομεν ὅλοι, ῥοπῇ καρδίας, ὡς εἴπω, ἐπιστρεφόμενοι. τῶν ἐκεῖ σεβασμάτων
μεμνήμεθα κἀκείνοις τὰ ὀφειλόμενα κατὰ τὸ καθῆκον καὶ ὅσιον ἀπονέμομεν.
3. εἷς τοίνυν τῶν καθ᾿ ὑπεροχὴν ἐν ἡμῖν σεβαζομένων καὶ θαυμαζομένων Ναοὺμ ὁ θειότατος.
οὐ δεῖ, τίς μὲν ἡ ἐνεγκαμένη καὶ ὅθεν ὥρμητο, περιηγεῖσθαι ἡμᾶς, ἐκεῖνο προδήλως
ἀνοίκειον ὄν. οὐδὲν τῶν γηίνων ἁπάντων ἐποιήσατο ἴδιον. οὐδέν τις αὐτῷ περιουσία
τε καὶ κατάσχεσις, (πῶς γάρ) ὃς ὑπερεῖδε τῶν προσκαίρων καὶ ἀστάτων ἁπάντων, καὶ
ὅλως ὅλης τῆς τῶν μενόντων καὶ μὴ σαλευομένων καρδίας ἐφέσει ξυμπᾶσι ἀντεποιήσατο·
καὶ διὰ ταῦτα κτισμάτων, χρη{σ}μάτων, πλούτου, τρυφῆς, δόξης, ἡλικίας ἀνθούσης καὶ
τῶν ἐντεῦθεν τερπνῶν, ἐνὸν ἀπολαβεῖν τοῦτο εἰς ἄφωνον, ὑπερεῖδεν ἑκών· καὶ τὰ μὲν
προσόντα πάντα τοῖς χρῄζουσιν <μετὰ> ἐκτενείας διένειμεν· αὐτὸς δὲ τὸν Χριστὸν καὶ
τὴν αὐτοῦ πτωχείαν καὶ τὸν σταυροφόρον βίον προτιμησάμενος, κατόπιν ἠκολούθησε τοῦ
κελεύσαντος αἴρειν τὸν ζυγὸν αὐτοῦ τὸν ἐλαφρὸν καὶ χρηστὸν καὶ ὀπίσω τούτῳ ἀκολουθεῖν
τῇ ἐλπίδι χαίροντας τῶν διὰ τοῦτο ἐπαγγελιῶν. ὧν μέτοχος γενέσθαι γλιχόμενος ὁ μακάριος,
σκύβαλα τὰ τοῦ βίου ἅπαντα νουνεχῶς ἐλογίζετο· καὶ τοίνυν φέρων ἑαυτὸν νεύματι τοῦ
προειρημένου καλῶς χεῖρα βοηθείας προτείνοντος, εἰς χεῖρας Κυρίλλου καὶ Μεθοδίου
ἐπίστευσεν ἑαυτόν, ἀνθρώπων παραδεδωκότων τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ
Χριστοῦ καὶ ἐν τοῖς τῶν Βουλγάρων κλίμασιν ἣν εἶχον πρὸς αὐτὸν ἀγάπην καὶ τῶν πλησίον
ἐνασμενισαμένων ἐνδείξασθαι.
4. μέντοι γε καὶ τῆς κατ᾿ αὐτῶν προθέσεως οὐ διήμαρτεν. ὅπερ δὲ προείλετο ἀποθνήσκειν
δηλονότι διὰ τὸν Χριστόν· καθ᾿ ἡμέραν εἶχεν ὡς δοῦλος διακοπτόμενος μετὰ τῶν διδασκάλων,
τυπτόμενος, λοιδωρούμενος, κακουχούμενος, ὑποφέρων ἀνυποίστους καὶ μακροὺς κόπους
καὶ πόνους, Ϡὧν οὐκ ἦν ἄξιος ὁ κόσμος,Ϡ ὡς ὁ
[p. 170] μέγας φησὶν ἀπόστολος, φυλακὰς ἀμείβων ἐκ φυλακῆς, θλῖψιν ἐκ θλίψεων, ἐκ
μαστίγων μάστιγας, εἰς πόλιν ἐκ πόλεως διωγμούς, ἐκ ξένων μερῶν καὶ χωρῶν καὶ τόπων
εἰς μέρη καὶ χώρας ἐρήμους καὶ ἀνωνύμους καὶ τόπους, οὓς διὰ τὴν ἀπιστίαν οὐκ ἐσκόπει
τὸ τηνικαῦτα ὁ κύριος καὶ γῆν ἐπιλελησμένην, τὸ γραφικὸν ἐν τούτοις ἀσκῶν ἐς ἀεί
τε τοῖς πρόσω ἐπε{ι}κτεινόμενος, οἷα μάρτυς τῶν παθημάτων τῶν Ϡτοῦ ἐπὶ Ποντίου Πιλάτου
τὴν καλὴν ὁμολογίαν μαρτυρήσαντος.Ϡ
5. τοιαῦτα τοῖς διδασκάλοις τελῶν οὐκ ἐνέλειπεν, ἔστ᾿ ἂν τὸν μέγαν τῆς κατὰ θεὸν
προθέσεως αὐτῶν θεοφιλῆ σκοπὸν ἐν τῇ Βουλγαρίᾳ ἐτελεσφόρησαν. ὃ δὲ ἦν ἄ<σ>κησίς
τε προηγουμένως καὶ εἰς ἄκρον κατάληψις τῆς διαλέκτου τοῦ ἔθνους, εἶτα καὶ γραμμάτων
ἰδιαιτάτη ἐφεύρεσις καὶ τῶν λέξεων ἀκριβεστάτη κατανόησις, δι᾿ ὧν τὴν τῆς θείας
γραφῆς εἰς τὸ βουλγαρικὸν ἑλληνικοῦ μεταγλώττισιν τοῖς ἐνδαπίοις λαοῖς προξενήσουσι·
καὶ διὰ τῆς νέας ἅμα καὶ παλαιᾶς τὴν τῆς σωτηρίας αὐτοῖς ὁδὸν πάλαι ὠθεῖσι τῇ ἀπιστίᾳ
ἐξαπλώσαντες, ἐγγεν<ν>ήσουσιν. ὃ δῆτα ἐποίουν καὶ συνέδραμε· τῆς γὰρ πάντα διηκούσης
καὶ συνεχούσης Θεοῦ σοφίας συνεργούσης αὐτοῖς καὶ τὸν λόγον βεβαιούσης, δι᾿ ὧν σημείων
ἐνήργησε δι᾿ αὐτῶν, εὐδοκιμῆσαι ἴσχυσαν δι᾿ ἀμφοῖν· γράμματά τε γὰρ ἐφεῦρον τῇ τῶν
Βουλγάρων διαλέκτῳ κατάλληλα, ὡς προέθεντο, καὶ βίβλους ἰσαρίθμους συνέταξαν τοῖς
καθ᾿ ἡμᾶς τῆς παλαιᾶς τε ἅμα καὶ νέας χάριτος· οὐ μέντοι γε πρότερόν τι τῶν ἐκδεδομένων
παραδόσεων ποιεῖσθαι δεῖν ᾠήθησαν τοῖς τῶν Βουλγάρων παισί, πρὶν τῇ καθολικῇ ἐκκλησίᾳ
τὰ τῶν πόνων αὐτῶν κοινώσασθαι. καὶ ταῦτα εἰδότες ὡς οὐκ ἦν καινὸν καὶ ἀπλανῶς ἣν
ἦλθον ὁδὸν ἐβάδισαν καὶ διαλαβόντες τὰς βίβλους ἃς συνετάξαντο, ὡς τῷ τούτους κινήσαντι
ἤρεσε πνεύματι, πρὸς τὸν προκαθήμενον τῆς τῶν Ῥωμαίων μεγαλοπόλεως ἱεραρχικῶς καὶ
τοὺς ὑπ᾿ αὐτὸν τελοῦντας τηνικάδε ἀρχιερεῖς σχεδὸν τὸ πλῆθος τῆς οἰκουμένης κατὰ
τοὺς ἀνέκαθεν πατρικοὺς τόπους τὸ τηνικαῦτα διέποντας.
6. Ἀδριανὸς δὲ ἦν ὁ μέγας ὁ τότε προλάμπων τοῦδε τοῦ θρόνου ἡλιακοῦ· οὗ τὸ κλέος
ὁποῖον βίβλοι διαγράφουσιν ἱστορικαί, πολιτικαί τε ἅμα καὶ ἐκκλησιαστικαὶ τοὺς ἀνέκαθεν
λάμψαντας [λεγε· τοῖς ἀνέκαθεν λάμψασι ασ ιν μσ] ἐν προστασίαις ἐκκλησιῶν, πῇ μὲν
ὑπεραναβιβάζουσαι, ἐκεῖσε δὲ οὕτω. διὰ ταῦτα παραγενόμενον αὐτοῖς. μαθὼν τὰ κατ᾿
αὐτοὺς ὁ Ἀδριανός, (οὐ γὰρ ἔλαθεν τοὺς τοσούτους καὶ τὸ ἔργον αὐτῶν τοσοῦτο μεγαλοπρεπές
τε καὶ ἀξιάκουστον, καθὰ οὐδὲ τὸν ἥλιον ἐξὸν κρυβῆναι ὑπὸ τὸν μόδιον) τὴν παρ᾿ αὐτῷ
ἀρχιερατικὴν ἅπασαν παραλαβὼν σύνοδον ἐκ μακροῦ διαστήματος, εἰς συνάντησιν τῶν
ἀνθρώπων τούτων τοῦ Θεοῦ ἐξῆλθε· περιφανῶς τούτοις τε ἐντυχὼν καὶ τὰ εἰκότα περιχυθεὶς
καὶ περιπλακείς, τῇ μὲν οὐκ εἶπε, τῇ δὲ οὐκ ἔπλεξεν ὅσα τῷ τηλικούτῳ εἰκός. Κύριλλος
δὲ ἦν καὶ μετὰ τοῦτον Μεθόδιος, ἄνδρες τὸν οὐρανὸν φθάσαντες, οἱ τοῦ ἔργου τουδὶ
ἡγήτορες, ὁ δέ γε νῦν εὐφημούμενος, ὡς ὁ λόγος ἐδήλωσε, μετὰ καὶ λοιπῶν ἑταίρων
τριῶν ἐγγὺς αὐτῶν παραθρώσκοντες, οἷάπερ πῶλοι εὐγενεῖς ταῖς ἑαυτῶν μητράσι σύμπολλα
τὰ σκιρτήματα. ἔχων δὲ τῇ προθέσει σύνδρομον τὸ τῆς ἡλικίας νεανικὸν ὁ Ναοὺμ τὸν
τε θεῖον ἔρωτα ὡς λίαν θερμότατον, ταχύνων τοὺς συννόμους προέτρεχεν· ὑπηρέτης τε
τῶν διδασκάλων ἐδείκνυτο. ἐφ᾿ οἷς ἐκεῖνοι μονοτρόπως ἐνέκειντο τοῖς θείοις κατὰ
θεωρίαν καὶ πρᾶξιν δόγμασι καὶ διδάγμασιν, ὃς μὲν γνήσιος, ὃς δὲ καὶ πιστότατος.
7. τί τὸ ἐπὶ τούτοις εἰσήλαυνον τὴν πόλιν μεγαλοπρεπῶς οἱ καρδίᾳ μᾶλλον ἢ τόπῳ συναφθέντες
τῷ πνεύματι, ὅ γε μὴν δοξάζων τοὺς αὐτὸν δοξάζοντας κύριος μέγιστα καὶ ἐξαίσια διὰ
τῶν αὐτοῦ θεραπόντων εἰργάσατο θαύματα· τυφλοὶ γὰρ
[p. 172] ἐξαπίνης ἀνέβλεπον, χωλοὶ ὡς ἔλαφοι ἥλαντο, οἱ παραλελυμένοι ἠρτίωντο,
οἱ κωφοὶ καὶ ἄλαλοι ἐλάλουν καὶ ἤκουον, οἱ ἀκαθάρτοις ἐνοχλούμενοι πνεύμασιν ἀπελύοντο
ἄτρωτοι καί, συλλήβδην εἰπεῖν, οἱ παντοδαποῖς νοσήμασι κάτοχοι ἠλευθεροῦντο πίστει
μόνῃ, θείᾳ κεχρημένοι τῇ διὰ τῶν ἁγίων καὶ χάριτι. καὶ ἦν θεὸς τὸ λοιπὸν ὁ πάντας
πληροφορῶν καὶ διὰ τῶν σημείων τούτων ἔφην [λεγε· ἐπῆν] πιστούμενος, ὡς ἔνθεοι οἱ
νεωστὶ ἐνδημήσαντες καὶ κατὰ θείαν βούλησιν τὸ ἔργον τὸ παρ᾿ αὐτῶν. ἔγνωσαν πάντες,
ἐντεῦθεν ἐξ ἑτέρων τε τῶν ἀποκαλύψεων, πρὸ δὲ πάντων ὑπὲρ πάντας καθ᾿ ὑπεροχὴν τὴν
ἱεραρχικήν, ὡς ἐκ θείας ἐπιπνοίας, τὸ ἔργον τὸ κατ᾿ αὐτούς· εὐλαβῶς διετέθησαν πρὸς
τοὺς ἄνδρας· καὶ σεμνοπρεπῶς τὸ πραχθὲν παρ᾿ αὐτῶν ἀποστολικὸν ἐλογίσαντο καὶ τῷ
κυρίῳ δοκοῦν καὶ ὄντως πατροπαράδοτον, παραθέμενοι δὲ τρόπῳ ἀντιβολῆς τὰ μεταποιηθέντα
βουλγαρικὰ τοῖς μεταποιηθεῖσιν ἑλληνικοῖς πρὸς τὸ γράμμα τὸ ἱερόν, τὰ [λεγε· τὸ]
νέον ἅμα καὶ τὸ παλαιόν, καὶ τῆς ἀκριβείας ἅμα καὶ ἀληθείας περὶ τὴν ἐξέτασιν τοὺς
θεοφόρους πατέρας τοῦ ἔργου ὡς θεαρέστου καὶ θεοσεβεστάτου ὑπεραγάμενοι, τῷ μὲν
φιλοπονήματι ἔθεντο καὶ τὸ ἐνεργὸν ἔχειν καὶ πιστὸν καὶ βέβαιον, ἐψηφίσαντο <δὲ>
καὶ τῇ τῶν Βουλγάρων νεολαίᾳ προστεθῆναι εἰς μάθησιν, ὡς καὶ μετὰ ταῦτα γενεαῖς
μεταδοθῆναι εἰς ἀληθινὴν τῆς εὐσεβείας ἐπίγνωσιν.
8. σὺν μείζονι δὲ καὶ πλείονι προπομπῇ τῆς [λεγε· τοῖς?] ἐπὶ τῇ εἰσδοχῇ καὶ πολλῷ
τῷ σεβάσματι ἀναγομένους τούτους προέπεμπον καὶ τοσοῦτον, ὅσον καὶ τὴν πόλιν ἅπασαν
ἐκκενωθῆναι σχεδὸν ὀπίσω αὐτῶν· λατρείαν τε τῷ θεῷ εὐθυβόλῳ ξύμπαντες ἐλογίζοντο
πᾶν τὸ παρ᾿ ἑκάστου τιμητικῶς πρὸς τούτους γινόμενον. καὶ πάλιν ὁ τοῖς ἁγίοις αὐτοῦ
ἐνδοξαζόμενος κύριος ἐπὶ μείζοσιν ἐδοξάζετο θαυμασίοις καὶ τέρασιν, οἷς αὐτὸς ἐπετέλει
συνεργῶν τοῖς αὐτῷ κακοπαθοῦσι. καὶ πρὸς τὴν αὐτοῦ ἐπίγνωσιν ἔθνος ὁλόκληρον μέγα
ἐνάγουσι λόγων διὰ βεβαίων. καὶ γὰρ ἦσαν οἱ πρὸ αὐτῶν ῥιπτόμενοι ἅπαξ ἅπαντες, ὁποίῳ
ἄρα ἕκαστος τούτων πάθει κατείχετο καὶ νοσήματι, πάντῃ ἀπαλλαττόμενοι· καὶ πρὸς
τὴν οἰκείαν καὶ τὴν πόλιν ἑαυτοῦ, ἐξ ἧς νοσῶν ἐξῆλθεν ἢ ἐκομίσθη καὶ τοῖς τῶν ἁγίων
ὀπτάνετο ὀφθαλμοῖς, εὐσθενὴς καὶ ἐρρωμένος καὶ τοῦ κατέχοντος πάθους παντάπασιν
ἀπηλλαγμένος, ἐπανερχόμενος καὶ ἀποκαθιστάμενος, ᾔειν. μόλις δὲ ἀποσπασθέντες ἀπ᾿
αὐτῶν οἱ προπέμποντες τοὺς ἁγίους σεμνοπρεπῶς, δακρυρροοῦντες στυγνοῖς τοῖς προσώποις
καὶ τοῖς σχήμασιν, ἀπ᾿ ἀλλήλων διίσταντο, ἑκάστοις τὰ μέλλη [λεγε· μέλη] ἐπιβαλόντες
καὶ τῇ διὰ τῶν φιλημάτων καὶ ἐπαφῶν κοινων{ε}ίᾳ μεταδόντες ἀλλήλοις τῆς ἁγιότητος
καὶ ἐπευξάμενοι· ὧν θάτεροι πόνων καὶ ἔργων θεαρέστων πρόθεσιν καὶ σπουδὴν ἀντεποιήσαντο
τούτων ἐν τάχει Θεοῦ συνάρσει καὶ ἀρωγῇ θεάσασθαι τὴν κατόρθωσιν· ἀλλ᾿ οὕτω μὲν
<ἀπηλλαγμένοι?> νόσου τῆς πρὸς τὰ οἰκεῖα, ᾗ [λεγε· οἱ?] δὲ τῆς προκειμένης ὁδοιπορίας
ἐγένετο [λεγε· εἴχοντο].
9. οἷον δέ με παρέδραμε τῇ παρολκῇ τοῦ λόγου συναρπασθὲν {λόγου} μνήμης ἄξιον· ὁ
γὰρ πολὺς τὰ θεῖα καὶ μέγας Κύριλλος, ὁ καὶ τοῦ ζηλωτοῦ καὶ ἀπολυτικοῦ τούτου ἔργου
ἀρχηγὸς καὶ καθαγιαστής, τοῦ χρόνου ἐφ᾿ ὃν ἡ δοκιμασία τῆς θεοφιλοῦς φιλοπονίας
αὐτοῦ τε καὶ τῶν κατ᾿ αὐτὸν θεοφόρων ἐγένετο, <ὡς> ἀνόπιν ὁ λόγος ὑπέστησε, μακροῦ
τριβομένου ἐν Ῥώμῃ, τὸ ζῆν μετήλλαξεν ἐν γήρᾳ πολλῷ καὶ πίονι καὶ βίῳ καθηγνισμένῳ
καὶ ταῖς μελέταις ἐντεθραμμένῳ, πρὸς τὸν αὐτῷ ποθούμενον Χριστὸν μετὰ χρηστῶν τῶν
ἐλπίδων ἀναδραμών. ἡ δὲ τὸ σκῆνος τοῦτο κερδήσασα πόλις ἡ τοῦ Ῥωμύλου, ὡς μέγαν
καὶ ἀδαπάνητον πλοῦτον ἀποθησαυρίσασα ἐκεῖ ἔκτοτε καὶ μέχρι καὶ νῦν, ψυχῶν καὶ σωμάτων
οὐκ ἔστιν <εἰπεῖν> ὅσην {εἰπεῖν}
[p. 174] τὴν θεοσυγκρότητον ἀποφέρεται ὄνησιν, πᾶσαν νόσον καὶ μαλακίαν, πᾶσαν ἐπήρειάν
τε δαιμόνων καὶ παντοίων κακῶν ἐπισύστασιν ἐν ἰσχύϊ πολλῇ τῆς πίστεως ἐντρεπομένη
διηνεκῶς.
10. καὶ Κύριλλος μὲν ὁ θεῖος οὕτω βιώσας τὸν μακρὸν πόνον τοιαύτῃ [λεγε· τοιαύτην]
ἔσχε καὶ τὴν κατάληξιν καὶ οὕτω δεδόξασται παρὰ Χριστοῦ, ὃν αὐτὸς ἐδόξασεν οἰκείοις
ἄθλοις καὶ ἀγωνίσμασι· Μεθόδιος δὲ ὁ γενναιόφρων δυσφόρως ἄγαν τὴν ἐκείνου διάζευξιν
ἐνεγκών, ὥσπερ εἰ τομὴν ὑπέστη τοῦτον διχάζουσαν, τοῖς ἑαυτοῦ πόνοις ἀλ{λ}ήκτοις
οὖσι καὶ ἀνενδότοις καὶ τοὺς ἐκείνου οὐχ ἧττον ὄντας εἰ μὴ καὶ μᾶλλον προσέλαβε.
τοὺς δὲ μαθητὰς ἔχων συνεπομένους, ὧν μέρος οὐκ ἔλαττον Ναοὺμ ὁ θαυμάσιος, ὁ νῦν
παρ᾿ ἀξίαν παρ᾿ ἡμῶν εὐφημούμενος, καὶ πεζῇ τὴν Βουλγάρων εἰσελάσαι προκρίνας, (παρελέγετο
γὰρ τὸν διάπλουν πρὸς τὸ Ἰλλυρικόν, ἐπειδὴ διὰ πολλῶν ἐθνῶν τῶν ἐν μέσῳ προέκειτό
οἱ ἡ πάροδος) τῷ τῶν Ἀλαμάνων γένει προσέβαλε, τοὺς μύστας ἔχων τοῦ δρόμου καὶ τῶν
ἐν μέσῳ, ὡς ἔφης, συμπράκτορας. βάρβαρον τοῦτο τὸ φῦλον ὡς λίαν καὶ ὑπερήφανον καὶ
θυμῷ παρὰ τὸ μέτρον νικώμενον, πυρρὸν τῇ ὄψει, πῦρ ἐκπέμπον τῶν ὀφθαλμῶν τῶν ἀγριωπῶν
καὶ τοσοῦτον τῇ ἀποτομίᾳ καὶ τῇ ἀκρατήτῳ φορᾷ κρατούμενον, ὡς κατ᾿ ἀλλήλων κἀπὶ
αἰτίᾳ οὐτιδανῇ ἐπιπηδᾶν καὶ καταχρῆσθαι τοῖς ξίφεσι. τούτοις ἐντυχόντες καὶ συμπλακέντες
οἱ ἅγιοι (νοσοῦσι γὰρ κατὰ πνεῦμα μέγιστον νόσημα, τὴν εἰς τὸ πνεῦμα δηλονότι τὸ
ἅγιον καθ᾿ ὑπερβολὴν βλασφημίαν, εἰσὶ δὲ οἱ καὶ μᾶλλον δοκοῦντες τὴν τοῦ ματαιόφρονος
Ἀπολλιναρίου δι᾿ ἀκρασίαν αἱρετικὴν φρενοβλάβειαν), κραταιῶς ἠγωνίσαντο καὶ ὑπὲρ
τοῦ πνεύματος μετὰ τοῦ πνεύματος ἰσχυρῶς ἐμαχέσαντο· καὶ πλείους μὲν συνέσχον τῇ
σαγήνῃ τῆς ὀρθοδόξου πίστεως, παρὰ δὲ τῶν δημίων τοῦ κοσμοκράτορος, εἴτ᾿ οὖν τούτου
τοῦ ἔθνους, καθ᾿ ὑπεροχὴν πικραῖς αὐτοὶ φυλακαῖς δέσμιοι παρεπέμφθησαν, δεινῶς μαστιγωθέντες
πρότερον, ὑβρισθέντες, χαλεπαῖς αἰκίαις καταξανθέντες τὰς σάρκας καὶ ἀφόροις ποιναῖς
ἀνηλεῶς καὶ κακώσεσι.
11. τί τὸ ἐντεῦθεν ὕμνουν καὶ δεδεμένοι οἱ ἅγιοι (Ϡὁ γὰρ λόγος τοῦ Θεοῦ οὐ δέδεται,Ϡ
ᾗ φησιν ὁ μέγας ἀπόστολος)· κἀπειδὴ ὁ τρίτης ὥρας ὕμνος ὑπῄδετο, ψαλλόντων αὐτῶν
συντονότερον γλώσσῃ τε καὶ καρδίᾳ τὸ Ϡκύριε, ὁ τὸ πανάγιόν σου πνεῦμα ἐν τῇ τρίτῃ
ὥρᾳ τοῖςϠ καὶ ἐφεξῆς, τοῦτον διττὸν ἐκτυπούντων καιριώτατον, Ϡσεισμὸς ἐγένετο μέγας,Ϡ
ὥστε τείχους καὶ οἴκους, τοὺς μὲν σαλευθῆναι, τοὺς δὲ καταπεσεῖν, ταραχθῆναί τε
καὶ τὰς τῶν τυράννων καρδίας καὶ περὶ ψυχῆς ἔχειν κίνδυνον. ἐξέπιπτον γοῦν παραχρῆμα
ἀπὸ τῶν ποδῶν καὶ τῶν χειρῶν τῶν ἁγίων αἱ ἁλύσεις ἅμα καὶ τὰ δεσμά· καὶ αἱ θῦραι
τῆς φυλακῆς διηνοίγοντο καὶ τοῖς κατεχομένοις παρεῖχον τὴν ἔξοδον ἄνετον· καὶ δὴ
ἐξιόντες, ἀπῄεσαν χαίροντες, ὡς πάλαι ἐν ἀρχῇ τοῦ κηρύγματος οἱ τῶν τοιούτων ἀρχηγοὶ
οἱ χριστοκήρυκες θεῖοι ἀπόστολοι, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ πνεύματος τοῦ ἁγίου
ὡς ἐκεῖνοι ὑπὲρ τοῦ δεσποτικοῦ ὀνόματος ἀτιμασθῆναι.
12. ἀμέλλητοι καὶ διὰ πολλῶν αὖθις κωλυμάτων διαδραμόντες μόλις, τῇ ἄνωθεν χειραγωγούμενοι
χάριτι, εἰς τὴν τῶν Βουλγάρων ἐξετινάχθησαν πολυπλήθειαν, καθάπερ ἦν αὐτοῖς προσευχῆς
ὁμοῦ καὶ ἐφέσεως. μέντοι γε καὶ κατ᾿ εὐχὴν δεξάμενος τούτους θεοφιλῶς τε καὶ μεγαλοπρεπῶς
ὁ τότε τῶν Βουλγάρων ἀρχηγός, (Μιχαὴλ τούτῳ τὸ ὄνομα, Βορίσης τοὐπώνυμον) οὗ τὸν
κατ᾿ εὐσέβειαν καὶ τὸν θεάρεστον βίον βίβλοι ἱστοροῦσι καὶ ἐκ διαδοχῆς ἀνδρῶν παλαιῶν
διηγήσεις ἕως καὶ εἰς ἡμᾶς ἄρτι διαδιδόασιν, ἵνα τὰ ἐν μέσῳ παρῶ, τὴν κατ᾿ ἀξίαν
ὑπερβάλλουσαν τιμήν, τὴν ἀγάπην, τὴν ὑπόπτωσιν, τὴν ὡς πρὸς πατέρας καὶ δεσπότας
υἱοῦ
[p. 176] καὶ δούλου σχέσιν τε καὶ εὔνοιαν, τὴν τῆς ἐξουσίας ἁπαξαπλῶς παραχώρησιν
ἁπάσης, εἰ μόνον βούλο<ι>ντο, ἐν πάσαις ταῖς τῆς ἐπικρατείας αὐτοῦ χώροις τε καὶ
τοῖς μέρεσιν, αὐτοὺς καί, ὡς αὐτοὶ ᾐτήσαντο, διενείματο διδασκάλους ἅμα τοῦ τε θείου
κηρύγματος· καὶ τῆς τῶν γραφῶν κατὰ τὴν σφῶν διάλεκτον παρ᾿ αὐτῶν ἐπινοηθείσης καὶ
τελεσθείσης καί, ὡς ἔφαμεν, παρὰ τῆς καθολικῆς ἐκκλησίας δεχθείσης ἐκδόσεως, δι᾿
ἐνταλμάτων τοῖς ἐπ᾿ ἐξουσίαις ὑπ᾿ αὐτοῦ τεταγμένοις διαταξάμενος τοῖς τῶν ἁγίων
μᾶλλον οὐχ ἧττον ἢ τοῖς αὐτῶν ὑπείκειν κελεύσμασι καὶ θελήμασιν, ἔν τε τοῖς τῶν
λαῶν καὶ ναῶν ἱερῶν οἰκοδομήμασι πρὸς εὐσέβειαν ἅμα καὶ πρὸς συνάθροισιν.
13. ἄλλος μὲν οὖν ἄλλο τι μέρος κατέλαβε καὶ ἀποστολικῶς διέλαβε τῷ κηρύγματι, Κλήμης
δὲ ὁ μέγας ἐπιλεξάμενος τὸν λόγοις καὶ τρόποις ὁμόζηλον Ναούμ, τὸ ἐμὸν ἄρτι μελέτημα
τε καὶ μέλημα, Δακίαν, Μυσίαν, Παννονίαν, Τριβάλλους ἄχρι τοῦ Ἰλλυρικοῦ δι᾿ ἑνὸς
τοῦ Μοράβου (ἐκεῖσε γὰρ καὶ ἀρχιερεὺς ὁ Κλήμης ἐπεκηρύχθη) μεγίστῳ τῷ τῆς διδασκαλίας
πρὸς θεογνωσίας φέγγει κατηύγαζε· καὶ ὅπερ ζώσῃ φωνῇ ὀρθόδοξον δόγμα καὶ ἣν πολιτείαν
θεάρεστον ἐξεπαίδευσε καὶ θείων γραμμάτων τύποις τῇ τῶν διδαγμάτων γλώσσῃ προσφόροις,
ἐπλάτυνεν ἐν τοῖς τῶν Βουλγάρων πέρασιν, ἐς ἀείμνηστον Τιμόθεον ἄλλον ἢ Τῖτον καὶ
Σίλαν ὥσπερ Ναοὺμ τὸν θεῖον κατὰ τὸν μέγαν Παῦλον συναγωνιστὴν τῶν μεγίστων καὶ
συνεργάτην συνεπαγόμενος. ἐπεὶ δὲ καὶ γήρᾳ καὶ κόποις καὶ πόνοις μακροῖς καὶ ἀγῶσιν
ἀθλητικοῖς τὴν τοῦ σώματος ἅπασαν ἴσχυν γενναίως Κλήμης ἐκκένωσεν, κἂν τῇ προθυμιᾳ
καὶ τῷ θείῳ πνεύματι ἄχρι τελευταίας ἐννεάσας τῆς ἀναπνοῆς, τὸ πᾶν ἦν αὐτῷ Ναοὺμ
ὁ μακάριος, ὡς Ἀαρὼν τὸ πάλαι τῷ θεόπτῃ Μωυσῇ, διὰ τὸ βραδύγλωσσον ἁπανταχοῦ διατρέχων
καὶ τοὺς λαοὺς στηρίζων πρὸς θεῖον βούλημα, ἐν οἷς δηλαδὴ ὁ τῆς αὐτῶν διδασκαλίας
φθόγγος διέδραμε· καὶ Κλήμεντος μὲν τὰ πλεῖστα τῇ Ἀχρίδι ἐπιχωριάζοντος, αὐτὸς ἐν
τῇ ἀντιπέρα τῆς λίμνης Διαβόλει διέτριβε, ταῖς τῶν πανσόφων δογμάτων ἀκτῖσι καταφωτίζων
αὐτὴν καὶ τῆς μακρᾶς καὶ πατροπαραδότου πλάνης τοῦ διαβόλου καὶ παντελοῦς ἀλογίας
τοὺς αὐτῆς ἀπάγων οἰκήτορας καὶ τῆς ζωῆς ὁδοὺς τῆς ὄντως ἀδιαδόχου καὶ διαιωνιζούσης
ἀπλανῶς ὑποδεικνύων αὐτοῖς.
14. ὅτι δὲ ἔδει μετὰ πλείστους καὶ τοὺς ἀμυθήτους δρόμους τε καὶ καμάτους, οὓς ἄνωθεν
ὁ λόγος ὡς ἐν εἰκόνι δὴ ἔγραψε καὶ σκιᾷ, ἔτι δὲ καὶ ἀποστολικοὺς καὶ μαρτυρικοὺς
χωρὶς αἵματος ἀγῶνας καὶ ἄθλους καὶ τὸν Ναοὺμ πρὸς τὸν ἀγωνοθέτην ἐπαναδραμεῖν τὸν
τῇ προαιρέσει καὶ τῇ διαθέσει μετροῦντα τὰς ἀμοιβὰς ληψόμενον τῶν μεγίστων ἄθλων
τὰ ἔπαθλα προστεθῆναί τε πρὸς τοὺς πατέρας αὐτοῦ· ἔφθη γὰρ καὶ Κλήμης ὁ παμμακάριστος
ἐξ ἱκανοῦ ἐν τῇ Ἀχρίδι <τὸν> τοῖς ὁσίοις πρέποντα ὕπνον ἀφοσιώσασθαι. καὶ νῦν ἡ
φορτὶς τῶν ὑπερτίμων πλήρης ἐμπορευμάτων καὶ ἀποτεθησαυρισμένη ἡ ἀποθήκη μενουσῶν
ἀπολαύσεων μεθίσταται. καὶ νῦν ἡ μὲν θεία τούτου ψυχὴ τῶν ὁσίων καὶ διδασκάλων καὶ
καθηγητῶν καὶ ὁμολογητῶν ὡς ὁμοστόλου αὐτῶν καὶ ὁμόφρονος περὶ τὸν θρόνον χορεύει
καὶ ἐπευφραίνεται καὶ ἦχον διεορτάζει τὸν [λεγε· διεορτάζων τὸν ορ διεορταζόντων
τὸν?] τοῦ μισθαποδότου Χριστοῦ, τῆς ἀληθινῆς ὡς ὄντως εὐφροσύνης καὶ ἀγαλλιάσεως,
τὰς τῶν δι᾿ αὐτοῦ πεπιστευκότων ψυχὰς τούτῳ προσάγουσα, πολυτελὲς καθάπερ ὀψώνιον
καὶ θυμῆρες ἐντρύφημα, τοσοῦτον μεγαλοπρεπὲς καὶ τρισευκλεές, ὅσον καὶ τὰς χοροστασίας
τὸν οὐρανὸν ἀνεκφράστου πληροῦν τῆς ἀγαλλιάσεως· τήν γε μὴν κόνιν τούτου τὴν ἱερὰν
ταῖς καθ᾿ ἡμᾶς καὶ ἐφεξῆς κατέλιπε γενεαῖς θησαυρὸν ἰαμάτων ἀνέκλειπτον τοῖς ἐν
[p. 178] ἀδιστάκτῳ καρδίᾳ τῇ ἱερᾷ σορῷ τούτου προστρέχουσιν, ὑγείας φύλακα, νόσων
διώκτριαν, λυπουμένων παράκλησιν, χαιρόντων σωφρονισμόν, παιδαγωγεῖον νεότητος,
γήρως ἔρεισμα, νηπίων ἀσφάλειαν, γυμνῶν περιβολήν, χαλινὸν εὐημερούντων, ἀθυμούντων
παραψυχήν, εὐθυμίας διαμονήν, ὀρφανῶν καὶ χηρῶν καὶ πτωχῶν γυμνῶν τε καὶ ἀσθενῶν
ἰατρείαν, σκέπην, προμήθειαν, κηδεμονίαν, καὶ ὑπὲρ πατέρας καὶ ἄνδρας περίθαλψιν
καὶ ἀντίληψιν, ξενοδοχίαν τῶν ἀστατούντων, τῶν ἐν φυλακαῖς καὶ ἐξορίαις καὶ πικραῖς
συμφοραῖς, ἐπηρείαις τε καὶ κακώσεσιν, ἐπιβουλαῖς, ἐπιδρομαῖς, ἐπιθέσεσιν ἐξορωμένων
καὶ ἀοράτων δυσμενῶν ἐπαγομένων συχνὸν μετεωρισμόν, ἀντίμαχον καὶ ὑπέρμαχον ἰσχυρὸν
καὶ ἀπρόσμαχον καὶ ῥύστην ταχύτατον, πύργον τε ἀδιάρρηκτον καὶ ἔρεισμα ἀσφαλέστατον·
διὰ γὰρ πασῶν τῶν τοιούτων καὶ τοσούτων μεταβουλῶν καὶ περιπετειῶν, τῶν ἔνδοθεν
καὶ τῶν ἔξωθεν ἐξ ἀνειμένου βίου ποικίλως ἐπεισφρησάντων τῇ ἀθλίᾳ ταύτῃ καὶ ταλαιπώρῳ
ἡμῶν ἐπικήρῳ ζωῇ, ἐν πείρᾳ ὅτι πολλῇ τῶν τοῦ ἁγίου τοῦδε μεγαλουργῶν θαυμασίων ἡμεῖς
αὐτοὶ κατέστημεν· ἀκριβέστατα προθέμενοι γάρ, ὅσον ἔνεστι, τὸν τούτου βίον ἐκ μέρους
ὡς ὁρᾶται παραδοῦναι γραφῇ, τοῦ διδόντος ἀνθρώπῳ γνῶσιν καὶ σοφίαν Θεοῦ συναρήγοντος,
ἐν ἀλλοδαπῇ καὶ οὐκ ἰδίᾳ κατασχέσει τε καὶ ταῖς ἄλλαις δυσκληρίαις τὸ πονηρὸν ἡμῶν
ἐκμετροῦντες βιώσιμον. οὐ διέλιπε τοσαυτάκις παντοδαπῶς ἡμᾶς παραμυθούμενος καὶ
πολυτρόπως ψυχαγωγῶν καὶ πολὺ τῆς ἐπαγωγῆς τῶν ἐνισταμένων ὑποτεμνόμενος δεινοπαθειῶν
καὶ ἐλαφρύνων τὰ δυσαχθῆ κἂν τοῖς ἀναγκαίοις διαβαστάζων, ὅθεν τὰ πλεῖστα οὐκ ἦν
ἡμῖν οὐδ᾿ ἡ τυχοῦσα ἐλπίς, λέγω δὴ κατὰ ἀνθρώπων· δι᾿ ὀνείρων ἐπιφαινόμενος, ὅτε
ἀκηδία καρδίας ἡμῖν ἐπέβρισε, καὶ πολὺ τῆς ἀθυμίας ὑστερούμενος παραμυθείας ταῖς
ὑφηγήσεσιν, ὕπαρ δὲ μεθ᾿ ἡμέραν ἐξ ἔργων παριστῶν ἡμῖν ἐμφανῶς τὸ τῶν ἀγαθῶν ἐκείνων
ὀνείρων ἀπλανές τε καὶ ἀληθέστατον, οὐ πάντοτε δὲ μόνος, ἀλλὰ τὰ πολλὰ τὸν θεμιτουργὸν
ἔχων Κλήμεντα προάγοντα καὶ παρορμῶντα εἰς ἡμετέραν ἀντίληψιν καὶ ὥσπερ διὰ τὸ ὑπερέχον
τοῦ γήρους ὡς ἀκμάζοντι αὐτῷ δηλαδὴ καθ᾿ ἡλικίαν ἐγκελευόμενον καὶ εἰσακούων θερμότατα.
15. τοιούτους ἡμῖν, ἀδελφοί, τέκνα καὶ πατέρες, ὁ τοῖς καθ᾿ ἡμᾶς ἐσχάτοις καὶ ἔξω
τῆς οἰκείας γενεᾶς προθυμούμενος ἐπέστη κύριος φύλακας, βοηθούς, ἀρωγοὺς καὶ ὑπερασπιστάς,
κηδεμόνας καὶ ἀντιλήπτορας ὄντας ὑπὲρ ἡμῶν ἀκαταπαύστοις καὶ ἀδιαλείπτοις δεήσεσιν.
ἵλεως ἡμῖν ὁ φιλάγαθος γένοιτο κἂν τῇ φοβερᾷ ἡμέρᾳ τῆς τῶν ἡμῶν βεβιωμένων ἐνταῦθα
ἀνταποδόσεως, μὴ μακρύνων πάμπαν ἡμᾶς τῆς μετ᾿ αὐτῶν κοινωνίας καὶ παρ᾿ ἑαυτῷ τῆς
συμπαραστάσεώς τε καὶ ἀπολαύσεως, τῶν ἐπικειμένων κακοπαθειῶν ὁσημέραι ἡμῖν τὴν
ἄνεσιν καὶ τὴν ἀπολύτρωσιν τῆς ἐνιζούσης κολάσεως καὶ τὴν τῶν ἀδιαδόχων ἀγαθῶν μετουσίαν
ἰσομετρίαν τῆς περὶ ἡμᾶς φιλευσπλαγχνίας ἀντισταθμώμενος.
16. ἀλλ᾿ ὦ πάτερ, τὸ θεῖον κατέχων ἐν προφήταις ὁμώνυμόν σοι λῆμμα τῆς χάριτος,
τὸ ἐμὸν τῆς καρδίας μελέτημα καὶ καλλώπισμα, ἡ ἐμὴ τῶν ὀδυνῶν τῶν κατ᾿ ἐμοῦ κόπων
καὶ πόνων ἀνακωχή, ὁ τῆς ἐμῆς ἀσθενείας ὑποστηριγμός, ὁ ἰατρὸς τῶν τοῦ σώματος καὶ
τῆς ψυχῆς μου ποικίλων ἀρρωστειῶν, ἡ παραμυθεία μου ἐφάπαξ καὶ ἀναψυχή, ὁ πτερωτὴς
τῶν πρὸς σωτηρίαν προθυμιῶν, ὁ τῶν πρὸς κακίαν χαλινὸς ὁρμημάτων, πρὸς δὲ ἀγαθοπραγίαν
παροξυσμός, ὁ ἐκ ῥαθυμίας διυπνισμός, ὁ ταχύτατος πρὸς ἐπικουρίαν ἐπηκόων· νῦν μὲν
τὸν παρόντα λόγον, ὃν εἰς ἔπαινον καὶ γνώρισμα τοῦ κατά σε βίου τοῦ θεαρέστου ἐνεστησάμεθα,
καὶ τὰς ἐφυμνίους ὠδὰς ὡς κάρπωμα δεκτὸν δέξαι καὶ θυμίαμα δεκτὸν ἐνώπιον κυρίου
διὰ σοῦ λαμβανόμενον, κἀκεῖθεν ἡμῖν ἀντιμέτρησον πλουσίαν τῶν οἰκτιρμῶν τὴν
[p. 180] ἀντίδοσιν εἰς βίου ἀκραιφνεστάτην διόρθωσιν, εἰς ψυχικῆς σωτηρίας ἐπίτευξιν,
εἰς κουφισμὸν τοῦ βάρους τῶν πλημμελημάτων μου, εἰς ἀπολογίαν εὐπρόσδεκτον πρὸς
τοῦ δεσποτικοῦ βήματος τοῦ ἀδεκάστου καὶ φοβεροῦ, εἰς ἀπολύτρωσιν παντελῆ ἤγουν
ἄνεσιν εἰρηνικὴν τῶν δοθέντων μοι, εἰς σωφρονισμὸν καὶ διόρθωσιν τῶν ἐξ ἀνέσεως
καὶ ῥαθυμίας καὶ ὑπτίου καὶ βεβλακευμένου βίου κἀκ τρυφῆς καὶ σπατάλης θανατούντων
ἀνέργητα, πειρασμῶν δηλονότι καὶ ὀχληρῶν καὶ νοσημάτων κρυφίων καὶ φανερῶν· καὶ
τὸν ἡμᾶς κολαφίζοντα σκόλοπα, ἄγγελον τοῦ Σατᾶν (εἴποι ἄν τις προσφόρως τὸ ἀποστολικόν)
εἰς ταλαιπωρίαν ἡμᾶς στρέφοντα ἐν τῷ ἐμπαγῆναι ἡμῖν τῆς ἁμαρτίας τὴν ἄκανθα περίελε
ἀφ᾿ ἡμῶν, (ὁρᾷς ὅπως ἡμᾶς τρίβωντα καὶ κλονοῦντα ἀνηλεῶς) ἤγουν φέρει [λεγε· φέρε]
μεγαλοψύχως ἐνίσχυσον, ὡσὰν μὴ τῶν ἐκ τῆς ὑπομονῆς ἐλπιζομένων ἐκπέσωμεν ἀντιδόσεων.
ἢν δὲ καὶ πρὶν ἀντισταίημεν, ἐπανόδων ἀξιωθῶμεν πρὸς ἣν ἐλάχομεν ποίμνην, ἣν ἱδρῶσι
καὶ πόνοις κτισάμενοι [λεγε· κτησάμενοι?] ἐσώσαμεν, εὐσεβῆ ἐπιεικῶς παραπέμψασθαι
μεσιτείαις ἡμῶν εὐπροσδέκτοις καὶ ἱλαστηρίοις ἐντεύξεσιν ἐκ τῆς περὶ ἡμᾶς συμπαθεστάτης
προστασίας καὶ ἰσχυρᾶς ἀντιλήψεως. καὶ δι᾿ αὐτῶν ἐν τῷ κατέχοντι τὴν σὴν πανσέβαστον
κόνιν θείῳ ναῷ ὕμνοις αἰσίοις καὶ πλουσίοις σὲ καταστέψωμεν, καθ᾿ ὅσον ἔνεστι· καὶ
σχῶμεν τὸ δύνασθαι παρὰ σοῦ· καὶ τῷ σὲ δοξάσαντι κυρίῳ ἡμῶν Χριστῷ τῷ ἀληθινῷ θεῷ
ἡμῶν θύσωμεν δεκτὰ εἰς δόξαν καὶ μεγαλωσύνην τοῦ ὑπερενδόξου καὶ ἀνυπερβλήτου κράτους
αὐτοῦ καὶ σοῦ τοῦ δοξάσαντος αὐτὸν κατ᾿ ἀξίαν καὶ διαπρεπῆ ὑπερτίμησιν. εἴ τις ἐστιν
ἡ διὰ πασῶν τῶν ἐντολῶν αὐτοῦ τῶν θεοπρεπῶν ὅδευσις καὶ εἰς τέλος κατόρθωσις αὐτοῦ
καὶ ἔστιν αἰώνιος βασιλεία, καὶ αὐτῷ ὀφείλεται καὶ παρὰ πάντων προσφέρεται τῶν κατ᾿
αὐτὸν πολιτευσαμένων αἴνεσίς τε καὶ ὕμνησις μετὰ τῶν ἐπουρανίων καὶ ὑπερκοσμίων
δυνάμεων σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοπαρόχῳ πνεύματι εἰς τοὺς ἀπεράντους
αἰῶνας τῶν αἰώνων· ἀμήν.
**********************************************************