Saint: ANTONY KAULEAS (#84)

[p. 412]

Νικηφόρου τοῦ μακαριωτάτου φιλοσόφου καὶ ῥήτορος
ἐπιτάφιος ἤτοι βίος ἐγκωμίῳ συμπεπλεγμένος
εἰς τὸν μέγαν ἐν ἀρχιερεῦσιν θεοῦ καὶ θαυμαστὸν ἐν πατριάρχαις Ἀντώνιον

1. οὐκ ἦν ἄρα τῶν προλαβόντων καλῶν εἰς πίστιν μὴ πάλιν τὸν χρόνον, κἂν ἐδόκει γεγηρακέναι, παραπλησίους γονὰς ἐνεγκεῖν καὶ διὰ τῶν ἐσχάτων ὠδίνων ἔργοις αὐτοῖς καὶ πράγμασι τῶν φθασάντων καρπῶν πιστώσασθαι τὸ παράδοξον· ἀπ᾿ ἀρχῆς γὰρ τὴν ἀνθρωπίνην ὁ πλάστης παλαμησάμενος φύσιν καὶ τῶν ἀγαθῶν σπερμάτων ἐντεθεικὼς ἀφορμάς, οὐκ ἀφῆκε ταύτην συγγηράσκειν τῷ χρόνῳ, ἀλλ᾿ ἀνηβᾶν ὁσημέραι καὶ τόκους ἀδελφοὺς τῶν προλαβόντων φέρειν τῆς ἄνωθεν συγγενείας τὸ εὐγενὲς ἐν ἑαυτοῖς ἐπιφερομένους ἀνόθευτον· οὐ γὰρ ὑστέρῳ κατὰ χρόνον καὶ πρώτῳ μετρεῖσθαι πέφυκεν ἀρετή, ἀλλ᾿ ἀδεκάστῳ γνώμῃ τῶν κατορθούντων, κατὰ τὸν νῦν εἰς ὑπόθεσιν εὐφημίας τῷ λόγῳ προκείμενον, τῇ καθ᾿ ἑκάστην ἐπιδόσει ὅλην ἀναβάντα τὴν τῶν ἀρετῶν κλίμακα καὶ ἀφιγμένον εἰς τὸ ἀκρότατον. ἀλλ᾿ ἔδει τούτῳ, διὰ βίου τὴν ἀρετὴν μελετήσαντι, τοὺς διὰ βίου περὶ λόγους ἐσπουδακότας διαπλέκειν τὸν ἔπαινον. οἵπερ εἰσὶ καὶ γλῶσσαν ἀγαθοὶ καὶ δυνατοὶ θαυμάζειν ἀνδρὸς κατορθώματα, ἐμὲ δὲ μακρᾷ σιγῇ διδόναι τὸ στόμα καὶ τὴν γλῶτταν δεσμῷ καὶ ῥητορευόντων ἄλλων ἐν ἀκροαταῖς καταλέγεσθαι, καὶ τῶν μὲν ἀνελίττειν τὴν μνήμην (ὧν ὄψις μοι καὶ πεῖρα χρόνοις οὐ συχνοῖς διδάσκαλος ἦν· καὶ τῇ ἀληθείᾳ προσμαρτυρεῖν τὸ ἀληθές τε καὶ βέβαιον), τῶν ἀγνοουμένων δὲ τῇ διηγήσει διὰ τοῦ λόγου καρποῦσθαι τὴν εἴδησιν, ἀλλὰ μὴ ἀπαιδεύτῳ γλώσσῃ καὶ συγκεχυμένῳ τῷ τῆς ἀθυμίας νέφει λογισμῷ πρὸς ὄγκον τοσούτου πράγματος ἀποδύεσθαι τὸν τοῖς ὑπὲρ δύναμιν ἐγχειροῦσιν ἐπηρτημένον κίνδυνον ὑφορώμενον· φύσει γὰρ οἱ λόγοι τῶν πραγμάτων ἐλαττοῦσθαι πεφύκασιν. ἐνταῦθα δὲ νῦν, ὅπου καὶ χρόνος μάλιστα μακρὸς διεμετρήσατο τὴν ἀρετὴν καὶ πολυανθῆ λειμῶνα μιμεῖται κατορθώματα, πρὸς τὴν πάντων ἀμηχανοῦντες διάληψιν, εἰκότως συστέλλονται· οὐδὲ γὰρ τὴν ἑαυτῶν φύσιν οὐ μὲν οὖν, οὐδὲ τὸ τῶν πραγμάτων ἀγνοοῦσι μέγεθος. ὅμως λήψεσθαί τι μᾶλλον ἢ δώσειν ἐλπίσαντες, τῷ τῶν ἀρετῶν ἡγοῦνται μεγέθει τὴν οἰκείαν ἀποκρύψειν ἀσθένειαν· μηδένα γὰρ κρίνειν τοὺς λόγους τῷ τῶν πραγμάτων ἐκπληττόμενον θαύματι· διὸ καὶ λαθεῖν ἐλπίζουσιν ὁμοῦ καὶ κηρύττεσθαι, τῇ τούτων συμπλοκῇ θαυμαζόμενοι. ἐπεὶ δὲ καὶ τῆς αὐτοκράτορος ἐν πᾶσι γνώμης ἡ ψῆφος κρατεῖ καὶ μετὰ τὴν ὁσίαν, ὡς ἔθος, δικαιοῦσα νέμειν τὰ ὅσια τῷ πατρί, τῇ
[p. 413] ταύτης περὶ λόγους χάριτι τὸ πᾶν ἐπιτρέψαντες (κἂν ὑστερίζειν ἀνάγκη, τὸ λεῖπον πάντως ἐκείνη προσθήσει, ὁλοσώματον δὲ μᾶλλον τῷ λόγῳ παρέξοι τὴν ἐπανόρθωσιν), ὅθεν ἑαυτοὺς ἐπὶ τὴν διήγησιν ἐπαφίεμεν, καθάπερ τινὰ κρηπῖδα τὴν πατρίδα προτάξαντες.

2. ἀλλὰ πατρίδος καὶ προγόνων οὐκ ἐβουλόμην εἰς μνήμην ἐλθεῖν, ὅτι μηδέ τι τῶν τῆς σαρκὸς τῷ οὐρανίῳ ἐκείνῳ μικροῦ καὶ ἀσάρκῳ καὶ μόνην εἰδότι πατρίδα τὴν ἄνω πόλιν, εἰς ἣν οἱ τῆς ἀρετῆς ἐργάται πολιτογραφοῦνται, προσοικειούμενον οἴδαμεν. ἀλλ᾿ ἐπεὶ καὶ τὸν δι᾿ ἡμᾶς τῇ τοῦ ἡμετέρου φυράματος προσλήψει γενόμενον καθ᾿ ἡμᾶς δημιουργὸν ὁρῶ τοῦ παντὸς καὶ δεσπότην πατρίδα τε καὶ προγόνους προσηκάμενον καὶ τῆς εὐτελοῦς Βηθλεὲμ τὸ μεγαλεῖον πάσῃ γλώσσῃ λαλούμενον, οὐδ᾿ ἐπὶ τοῦ θείου ἀρχιερέως ὅσιον κέκρικα ταῦτα παραλιπεῖν, συνεξωραϊσθῆναι δὲ μᾶλλον διὰ τῆς μνήμης καὶ τὸ τῶν τροφείων χρέος ἐντεῦθεν ἕξειν ἀποπληρούμενον. ἀλλ᾿ ἐπὶ μὲν τῶν ἄλλων ἴσως ἡ πατρὶς καὶ τὸ γένος ἐγκωμίου χρείαν τῷ ἐξ αὐτῶν τῇ τέχνῃ παρέχεται προβαλλόμενα, ἐπὶ δὲ τοῦ παρόντος ὁ τόκος μᾶλλον τοῖς ἐξ ὧν προῆλθεν ἀθάνατον τὸ κλέος χαρίζεται, κάτωθεν ἀντιπέμπων ἄνω τὴν αἴγλην ταῖς τῶν ἡλιακῶν ὁμοίως ἀκτίνων ἀντανακλάσεσιν.

3. πατρίδα τοίνυν μίαν τὴν οὖσαν οὐκ ἔστιν εὑρεῖν· Ἀσία γὰρ καὶ Εὐρώπη τὸ κλέος μερίζεται, ἡ μὲν διὰ τῆς Θρᾴκης, ἡ δὲ διὰ τῆς Φρυγίας τὴν γονὴν οἰκειούμεναι. ἀμφισβητησίμου δὲ ταύταις ὄντος τοῦ πράγματος, ἄλλη τρίτη πατρὶς ἡ βασιλὶς τῶν πόλεων ἀναφαίνεται· ἣ δὴ καὶ ἔτρεφεν ἀγκαλισαμένη. ἀφ᾿ οὗ μικροῦ τῶν παιδικῶν ἀποτετυλίχθαι συνέβη σπαργάνων αὐτῷ, ὡς εἰς ὕστερον αὐτῇ γενησομένῳ δόξαν καὶ ἐγκαλλώπισμα. καὶ ἡ μὲν οἷα κεφαλῇ προθύμως ταύτῃ παραχωρεῖ, τῆς δόξης παραπολαύειν ἐλπίζουσα. ἡ δ᾿ Ἀσία δυσχεραίνει μέν, οὐ μὴν δὲ ἐπὶ πολὺ τὸ φιλόνεικον παρατείνεται, ὑποκύπτουσα τῇ βασιλίδι καὶ τῇ τῶν προγόνων ἀρκουμένη δόξῃ, παρ᾿ ὧν αἱ πρῶται τούτῳ πηγαὶ τῆς γενέσεως. οὓς ἐκ Φρυγίας τὸ γένος ἕλκοντας, δι᾿ ἃς ἐν τῷ στρατιωτικῷ καταλόγῳ βασιλικὰς ἐπλήρουν ὑπηρεσίας, ἡ βασιλὶς εἶχεν οἰκήτορας, ἀνδρείους μὲν ψυχήν, ἀνδρείους δὲ σῶμα καὶ προδιαζωγραφοῦντας ἐν ἑαυτοῖς τὸ τοῦ ἐξ αὐτῶν γενησομένου κατὰ παθῶν ἀνδρεῖον καὶ εὔτονον. ἀφ᾿ ὧν ἐκφὺς ὁ τούτου πατὴρ ὑπ᾿ αὐτῶν τῶν τεκόντων ἐκ πρώτης αὐτῆς ἡλικίας, καθάπερ ὁ Σαμουήλ, καὶ σχήματι θεῷ κληροῦται καὶ πράγματι, καὶ τοῦ γένους εἰς διαδοχὴν νόμῳ γάμου συνάπτεται γυναικί, κοσμίῳ μὲν ψυχήν, κοσμίῳ δὲ πᾶσι τρόποις καὶ τῇ τοῦ σώματος ὥρᾳ οὐκ ἐνυβριζούσῃ τὸ τῆς ψυχῆς εὐγενές. οὐδ᾿ ὁμοῦ τῆς ψυχῆς, <ὡς> φάναι, καὶ σώματος ἀγαθοῖς τῷ
[p. 414] κατ᾿ ἄμφω τὸ ἐπίσημον ἔχοντι ἀνδρὶ κατ᾿ οὐδὲν οὐ μὲν οὖν ἐφαίνετο ἀποδέουσα, ἀλλ᾿ ἦν ξυνωρὶς ἐπίσημος, ξυνωρὶς τιμία, ξυνωρὶς ζηλωτή, συζυγία πρὸς θαῦμα τοὺς τῶν πολλῶν ὀφθαλμοὺς ἐπιστρέφουσα, ὀλίγα μὲν τῇ σαρκί, τὸ πλεῖστον δὲ ζῶσα θεῷ καὶ τοῖς πρὸς θεὸν φέρουσιν ὡς ἀληθῶς ἔργοις καὶ κατορθώμασιν. ὑπὲρ ὧν καὶ δι᾿ ὧν, καθάπερ τι ἔπαθλον ἀρετῆς, βλαστῆσαι τὸν ἱερὸν καρπὸν ἠξιώθησαν. ὃς ἔν τινι μητρῴᾳ κτήσει οὐ πολὺ ἀφισταμένῃ τοῦ ἄστεος (ἐν ᾗ κατῴκουν, τοὺς ἐν ἄστει θορύβους καὶ τῆς εἰκονομάχου λύττης τηνικαῦτα κρατούσης τὴν μανίαν ἐκκλίνοντες) τὰς ὠδῖνας λυσάμενος, ἐτρέφετο μᾶλλον εὐσεβείᾳ ἢ γάλακτι. ἄρτι δὲ τοῦ ψελλίζειν ἀρξάμενος, γλυκὺ τοῖς γεννησαμένοις θαῦμα περείχετο· οὐ γὰρ ὑπολαλεῖν ἄλλο τι σχεδὸν παρεῖχε τῇ ψελλιζούσῃ γλώσσῃ, πλὴν ὅσα τῆς μυστικῆς ἡμῶν λατρείας τῇ εὐλήπτῳ τέως καὶ παιδὸς ἁπαλῇ φύσει δυνατὸν ἐντυποῦσθαι καὶ τῶν χειλέων προέρχεσθαι. καὶ τοῦτο τῇ κατὰ μικρὸν αὐξήσει τοῦ σώματος ἐπίδοσιν λαμβάνον, συναυξόμενον εἶχε τὸ θαῦμα· καὶ πᾶς ὁρῶν προφήτης τοῦ μέλλοντος ἐχρημάτιζεν. εἰς δὲ πέμπτον ἀναβὰς χρόνον καὶ τοὺς τῶν γραμμάτων τύπους παρὰ τοῦ ἱεροῦ πνεύματος διδασκόμενος (οὐδὲ γὰρ εἰς παιδοτρίβου φοιτᾶν, τοὺς τῶν παίδων ἐπιτωθασμοὺς καὶ τὴν ἄλλην μειρακιώδη τερθρείαν ἐκκλίνων, ἠνέσχετο), τὰς ἱερολογίας ἁπάσας, ὅσα μάλιστα μὴ μυστηριαζόμενα τῇ τοῦ ἱεροτελεστοῦ φωνῇ εἰς τὴν ἀκοὴν ἐκπίπτει τῶν τελουμένων, εὐφυῶς ἀποστοματίζων, λοιπὸν καὶ τῶν πραγμάτων τὴν μίμησιν ὑπεκρίνετο, ἄρτον προτιθεὶς καὶ χειρίζων θυμιατήριον, ὥσπερ οὐκ ἀνεχομένης τῆς ἱερᾶς ψυχῆς μὴ καὶ ἐν τῷ ἀτελεῖ τῆς ἡλικίας ἐνεργεῖν τὰ θεῖα καὶ πρὸ καιροῦ τῆς ἀκριβείας τὰ τῆς ἀκριβείας προοιμιάζεσθαι. καὶ τοῦτ᾿ ἦν ἀντὶ πάσης παιδιᾶς τῷ ἱερῷ παιδὶ ἔργον καὶ σπούδασμα, ὀλίγα μὲν τῇ μητρὶ συμπαρομαρτοῦντι, τὰ πολλὰ δὲ τούτοις κατ᾿ ἰδίαν ἐνασχολουμένῳ. ἐπεὶ δὲ πρὸς τὴν μακαρίαν καὶ ἀγήρω μετέβη λῆξιν ἐκείνη, συνῆν τῷ πατρί, τῶν ἱερῶν τέως ψαλμῶν τὴν μάθησιν ἐξασκούμενος. εὐκληρία δὲ φύσεως, μείζω μὲν τὴν σύνεσιν τῆς ἡλικίας, ὡριμωτέραν δὲ τοῦ τῆς ἡλικίας χρόνου τὴν σωματικὴν ἐδίδου διάπλασιν ὑποφαίνεσθαι, ποριμωτέραν δὲ τοῦ καλοῦ τὴν γνώμην, ἢ ὅσον ἑκατέρῳ τούτων εἰκὸς τὸν χρόνον μετρεῖν.

[p. 415]

4. ἐντεῦθεν τὸν δωδέκατον χρόνον διαβὰς καὶ λογικώτερον ἐπιβάλλων τοῖς πράγμασιν (ὢ γνώμης εὐσταθοῦς· ὢ σπουδαίας προθέσεως), κρίσιν ἐποιεῖτο βίων καὶ αἵρεσιν· καὶ τοὺς ἄλλους παρωθούμενος, πρὸς τὸν μονήρη βλέπων, τὴν ἐπιθυμίαν ἀνέφλεγεν· αἱ γὰρ ἀρχαὶ τῶν πραγμάτων ἐκ τοῦ τέλους κρινόμεναι, τὴν αἵρεσιν ἀσφαλῆ διδόασι τοῦ βελτίονος· οὐ γὰρ ἀνάλογον τῆς ἡλικίας τὴν κρίσιν εἶχε προβαίνουσαν, ἀλλ᾿ ἐν νεαρῷ τῷ σώματι πολιὰν ὑπέφαινε σύνεσιν. δι᾿ ὧν ἐνήργει, τὴν πρὸς τὸ καλὸν παριστάνων οἰκείωσιν, καὶ οἷς ἐπεκτείνετο, τὸ τῆς ἀδεκάστου γνώμης εὐσταθὲς ὑπεσήμαινεν. καταφρονήσας μὲν δόξης, διαπτύσας δὲ πᾶν ὃ μὴ πρὸς θεὸν φέρει, τῆς πρὸς αὐτὸν εἴχετο φερούσης, τραχείας μέν, πλὴν ἐπικερδοῦς καὶ μόνης εἰδυίας διαβιβάζειν τοὺς ἀγαθοὺς ἐμπόρους πρὸς ἐκεῖνον τὸν μαργαρίτην τὸν ὄντως πολύτιμον· οἶδεν γὰρ ἔρωτι θείῳ προληφθεῖσα ψυχὴ πρὸς μόνον ὁλικῶς ἐπείγεσθαι τὸ ποθούμενον καὶ πάντα τίθεσθαι παρ᾿ οὐδὲν τὰ μηδὲν συντείνειν πεφυκότα πρὸς τὸ ζητούμενον· τὸ γὰρ ὁλοψύχως αἱρεθὲν εἰς ἐπίκτησιν βέβαιον, τὸ δὲ βεβαίως προσκτηθὲν πρόχειρον εἰς συντήρησιν· ἅπαξ γὰρ τὴν ὁρμὴν πρὸς τὸ καλὸν ποιησάμενος, καθάπερ τινὸς ἐξ ἀφετηρίας τῆς ἀρετῆς τῶν φυσάντων, ἄληκτον εἶχε τὴν φοράν, θεὸν ζητῶν καὶ πρὸς αὐτὸν ἐπειγόμενος.

5. ἐντεῦθεν ἀνδρὶ προσάγεται ἱερῷ ἱεροῦ προεστῶτι φροντιστηρίου καὶ διασήμῳ ἐπ᾿ ἀρετῇ, ᾧ τὸ κλέος πρᾶξις ἐποίει μέγα καὶ θεωρία, ψυχῆς καὶ σώματος τὰ κινήματα μερισάμεναι. ὃς εὐθὺς οἰκειωσάμενος, ὡς οἷα τοῦ νέου τὴν ἀρετὴν προορώμενος, εἰς τὸ αὑτοῦ καὶ σχῆμα καὶ ἔνδυμα μετεστήσατο, καθάπερ τινὰ πίνακα τὰς αὑτοῦ προθεὶς ἀρετὰς καὶ τυπῶν τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι, διδάσκαλος ἔργῳ μᾶλλον ἢ λόγῳ τῶν ἀγαθῶν μαθημάτων ἐδείκνυτο. ὑφ᾿ οὗ τὴν ἐγκύκλιον ἐξασκούμενος παίδευσιν, τὸ γλυκὺ τῶν θείων γραφῶν ἔσπα νᾶμα, τῆς ἔξω μέθης τὴν κραιπάλην ὑπ᾿ ἐκείνῳ καθηγητῇ παρωθούμενος. καὶ λοιπὸν ἀνεπιστρόφως τὸ τῆς ἀσκήσεως χειρίζεται ἄροτρον, τοὺς τῆς ἀρετῆς αὔλακας ἐκβαθύνων καὶ πρὸς καρπογονίαν καλῶς παρασκευαζόμενος. καὶ αἱ μὲν νύκτες εἶχον τὴν γλῶσσαν εἰς εὐχὰς καὶ ὕμνους καὶ τὴν τῶν θείων μελέτην σχολάζουσαν, τὰς δὲ χεῖρας αἱ ἡμέραι τοῖς συνασκουμένοις εὐτόνως ὑπηρετουμένας· ᾔδει γὰρ σαφῶς ὡς οἱ μὲν ἄλλοι πόνοι μέγα μὲν (πῶς γὰρ οὔ) πλὴν οὐ τοσοῦτον τὸ κέρδος παρέχονται, οἱ δὲ εἰς τὴν τοῦ πλησίον θεραπείαν καταβαλλόμενοι, πολύχουν φέροντες τὸν καρπόν, τὸ παρὰ θεοῦ δοθὲν ἑκάστῳ πλειστηριάζουσι τάλαντον. οὗ τὸ κεφάλαιον ἀγάπη, τῶν ἀγαθῶν ἡ πηγή, ἀφ᾿ ἧς ὁ ῥυπτικὸς τῶν μολυσμῶν ὁλκὸς προχεόμενος, λαμπροὺς λαμπρῶς παρίστησι θεῷ, τὸ κατ᾿ εἰκόνα διὰ τῆς συμπαθείας τῇ θείᾳ μιμήσει ἀπαραχάρακτον διαζωγραφῶν· διελόμενος γὰρ ἄριστα παρ᾿ ἑαυτῷ
[p. 416] καὶ φιλοσοφώτατα, ταύτην διὰ βίου κοινωνὸν ἐποιήσατο τὴν ἀγάπην. δι᾿ ἧς τῶν αἰσθητῶν ἀναπτᾶσα ψυχή, παλινδρομεῖ πρὸς τὸ πρῶτον ἀξίωμα· ταύτην κρηπῖδα τέθεικεν ἀσφαλῆ· ἐπὶ ταύτην τοῦ τῆς ἀρετῆς οἴκου ἀσφαλῶς κατέπηξε τὸ θεμέλιον· διὰ ταύτης οὔτε δόξης ἴχνος κενῆς παρεδέξατο· τῷ γὰρ φιλαύτῳ φιλεῖ τὸ πάθος τοῦτο παρέπεσθαι. ἐπεὶ τὸ φίλαυτον πάντως φιλόδοξον, οὐ φίλαυτον δὲ τὸ φιλάδελφον, ἀνώτερον ἄρα τοῦ πάθους δι᾿ ἀγάπης δουλούμενον καὶ δουλοῦν τὰ τῶν ἐντὸς θηρίων ἀτίθασα, τὰς τῶν παθῶν λέγω μανιώδεις ὁρμάς. οὔτε τινὶ δέδωκε πάροδον τῷ θυμῷ ἀνακρουομένῳ ταύτῃ, καθάπερ τι<νὶ> χαλινῷ καὶ καλῶς ἡνιοχουμένῳ ἐλαύνοντι τὴν ἐπ᾿ ἀρετήν· οὐδέ τι ὅλως ἐχαρίσατο τῇ ἐπιθυμίᾳ ἐκ τῆς τοῦ πέλας καὶ τοῦ ποιήματος ἀγάπης ἐπὶ τὸν ποιητὴν μεταβιβάζουσα τὸ ἔσχατον τῶν ὀρεκτῶν, τὸ πρῶτον τῶν ἐφετῶν· διὰ ταύτης ἀνόθευτον ἐτήρει τὸ ἐλευθέριον, ἐκ πρώτης αὐτῆς ἡλικίας διακρουσάμενος τὴν ταύτης ἐναντίαν διάθεσιν· καὶ σύνοικον ὑπ᾿ αὐτῇ προξένῳ κτησάμενος τὴν συμπάθειαν, ὅλως ἐγένετο τοῦ θεοῦ.

6. οὕτω τοίνυν κατὰ τὴν πρώτην ἡλικίαν ἐνευθηνῶν, ἀνὰ στόμα πάντων ἦν καὶ πάντα πρὸς αὑτὸν ἐπέστρεφεν ὀφθαλμόν. ἄρτι δὲ τῶν ἰούλων περὶ τὰς παρειὰς ἀνθούντων καὶ στεφανούντων τὸ πλῆρες θείας χάριτος πρόσωπον, ὁ τῆς πρακτικῆς συνεπήνθει φιλοσοφίας λειμὼν εὐθαλῶς ἐν αὐτῷ· καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ διατιθέμενος, τελειοτέρᾳ βουλῇ τελειοτέρων ἔργων ἐφήπτετο· ἐβουλεύετο δὲ οὐ Γοργιάδι μούσῃ, οὐ τῇ Δημοσθένους δεινότητι χρώμενος, ἀλλὰ θείᾳ τινὶ συνέσει καὶ κρεῖττον ἢ κατὰ ἄνθρωπον· καὶ εὕρισκεν πανταχοῦ τὸ μέγα κτῆμα, τὸ θεῖον χρῆμα, τὴν θεοποιὸν ἀγάπην· μᾶλλον δὲ ἣν εἶχεν προβαλλόμενος, ἐχώρει κατὰ σκοπόν, οὐδὲν τῆς πραγματικῆς Ἑρμογένους τέχνης ἐπιδεόμενος· διὰ ταύτης τὸ ἐπιεικὲς αὐτῷ προσῆν τοῦ ἤθους, τὸ εὐσταθὲς τοῦ τρόπου, τὸ πρᾶον, τὸ ἁπλοῦν, τὸ μειλίχιον, τὸ τοῦ ὄφεως φρόνιμον κεκραμένον τῷ τῆς περιστερᾶς ἀκεραίῳ· ἐντεῦθεν ᾔδει καὶ λόγου μέτρα καὶ σιωπῆς, καὶ χειρὸς κίνησιν καὶ βῆμα ποδός, καὶ γεύσεως κημὸν καὶ ὄψεως ὅρον, καὶ ὀσφρήσεως στάθμην καὶ ἀσφάλειαν ἀκοῆς, ὡς ἂν ἐν τῇ ἀκηράτῳ καὶ κατὰ φύσιν μένοι μεριωπῇ [λεγε· περιωπῇ] ἡ ψυχή, ἀλλὰ μὴ θάνατος ὁ προαιρετικὸς ἀναβαίνοι διὰ τῶν θυρίδων ἐπ᾿ αὐτὴν ἀσυμφανῶς κατὰ τὴν παροιμίαν. καὶ λοιπὸν ἦν μία σπουδή, τὸ δουλῶσαι τὴν σάρκα τῷ πνεύματι καὶ τὰ λογισμῶν θηρεύειν θηρία καὶ τοὺς χηραμοὺς ἀνακαθαίρειν τῶν ἐννοιῶν ἰχνηλατουμένων νήφουσι καὶ φυλακτικοῖς, οἷα κυσὶ ταχέσι, διανοίας πρὸς τὰ κρείττω κινήσεσιν. ὅθεν οὐδὲν ἡγεῖτο μέγα τῶν ὅσα νένευκε πρὸς φθορὰν καὶ πέφυκε τῷ χρόνῳ συμπαραρρεῖν, οὐ δόξαν, οὐ πλοῦτον, οὐ τὴν ἐν λόγοις σοφίαν αὐτήν, ἀλλ᾿ ἕνα πλοῦτον ἐπλούτει, τὴν ἀρετὴν καὶ γνῶσιν τὴν ἀληθῆ, ἣν προξενεῖν τὸ φιλοσοφεῖν ἔργῳ μόνον ἐπίσταται. ᾔδει γὰρ ὡς, εἰ καὶ φιλοσοφία γνώσις τῶν ὄντων, ἀλλὰ καὶ
[p. 417] πρᾶξις ἀληθοῦς θεωρίας ἐπίβασις, ἐκ δὲ θεωρίας ἡ τῶν ὄντων ἀκριβὴς κατανόησις· ἄρα τῇ πράξει τὴν ἀληθῆ φιλοσοφίαν ἐφαίνετο κατακτώμενος. τοιοῦτος ἦν ὁ νέος Ἰωσήφ, ὁ τῆς σωφροσύνης κανών, ὁ κατὰ παθῶν καὶ δαιμόνων περιφανῆ στησάμενος τρόπαια, καὶ εὐδοκιμήσας μὲν αὐτός, εὐδοκιμωτέρους δὲ πολλοὺς τῷ καθ᾿ ἑαυτὸν ἐργασάμενος ὑποδείγματι. τί μοι πρὸς ταῦτα Σωκρατικαὶ παραινέσεις, ἢ Πλατωνικαὶ νομοθεσίαι, ἢ πᾶσα ἡ ἐπιπλάστῳ σχήματι τελουμένη δῆθεν Ἑλληνικὴ ἀρετή ποῖος Σόλων νομικοῖς θεσπίσμασιν, ὡς ὑποθήκαις οὗτος πρακτικῆς φιλοσοφίας ἔργῳ λαλούσαις καὶ πράγματι, πρὸς βελτίους ἤγαγεν ἀνθρώπους διατριβάς τίς Ἐπιμενίδης τὰ θεῖα σοφὸς οὕτω πολλοῖς βίου θεοειδοῦς ὑπόθεσις γέγονε δι᾿ οὗ παθῶν μὲν νέκρωσις, ψυχῆς δὲ καὶ σώματος κάθαρσις, καὶ ὁ ἡσύχιος ἀνέλαμπε καὶ ἀπράγμων βίος. ἐν ᾧ καὶ θυμοῦ κημὸς καὶ γλώσσης ἐχαλκεύετο χαλινὸς καὶ ἡ τῶν μερῶν τῆς ψυχῆς ἐπραγματεύετο συμφωνία. ἐξ ὧν καὶ δι᾿ ὧν ἐν εἶδος ἀπηκριβοῦτο καλῶς τοῦ ἀρχαίου κάλλους ἀποστίλβον θείας μαρμαρυγάς.

7. ἐπεὶ δέ, τοῦ χρόνου προβάντος, εἰς ἄνδρας ἐτέλει καὶ τὴν πρακτικὴν ἀνδρικώτερον φιλοσοφίαν μετήρχετο, γεγηθὼς ὁ τούτου καθηγητὴς ἐπὶ τῷ ἐν σώματι τοῦ ἀνδρὸς ἀσωμάτῳ βίῳ καὶ ὡς οἰκείῳ καλλωπιζόμενος, ἐπὶ τὸν κατ᾿ ἐκεῖνο καιροῦ τοὺς τῆς βασιλίδος ἀρχιερατικοὺς οἴακας χειρίζειν λαχόντα ἄγει τῷ τοῦ πρεσβυτέρου τελεσθησόμενον χρίσματι. ὃς οὐ μόνον διὰ τῶν ἐν μέσῳ βαθμῶν ἐπὶ τὸ τῆς ἱερωσύνης ἀνήγαγεν ἔνδυμα, ἀλλὰ ταῖς ἐκείνου μαρτυρίαις καὶ τοῦ μοναχικοῦ φροντιστηρίου καθηγεῖσθαι κεχειροτόνηκε. καὶ λοιπὸν ὁ νέος Μωϋσῆς χειρίζεται τὴν δημαγωγίαν, τῇ μικρᾷ φιλοσοφίᾳ πολλὴν συλλεξάμενος ποιμαντικῆς ἐμπειρίαν· ἀρετῆς γὰρ τελειότητα, οὐχ ἵν᾿ ὅπως τὸ κατ᾿ αὐτὸν μόνον ἔχῃ καλῶς, διωρίζετο, ἀλλ᾿ ὅπως ἂν τῷ περιόντι πᾶσι κανὼν χρηματίσειεν· οὐχ οὕτω γὰρ εὔηχοι σάλπιγγες ἐν καιρῷ παρατάξεως πρὸς μάχην διεγείρειν τοὺς στρατευομένους πεφύκασιν, ὡς οἱ κατὰ ἀρετὴν ἱδρῶτες πρὸς τὴν τῶν νοουμένων ἐχθρῶν τοὺς ὑπὸ χεῖρα παρορμῶσιν ἀντιπαράταξιν. καὶ καθάπερ στρατηγὸς πᾶσαν κατὰ τῶν πολεμίων τὴν κατ᾿ αὐτὸν κινεῖ φάλαγγα, ἐπειδὰν αὐτὸς τῆς μάχης κατάρξηται, ἔργοις πρὸς ἀνδρείαν διεγείρων τοὺς σὺν αὐτῷ, οὕτως καὶ οἱ τῶν παθῶν καταστρατηγήσαντες, ἐπειδὰν τοὺς τῆς νίκης στεφάνους λαμπροὺς ἀναδήσωνται, καθίστανται πᾶσι παραίνεσις ἔμπρακτος.

8. ἐντεῦθεν αὐτῷ αἱ μικροῦ παντελεῖς ἀσιτίαι καὶ ἀγρυπνίαι καὶ τὸ ἀνένδοτον ἐν προσευχαῖς, ἀφ᾿ ὧν καὶ δι᾿ ὧν ἡ τοῦ σώματος τῆξις καὶ ἡ ἐν σαρκὶ ἄσαρκος
[p.418] διαγωγὴ καὶ ἡ γαλήνη τῶν λογισμῶν. ἐντεῦθεν ἡ ἀκραιφνὴς τῶν δεόντων διάσκεψις καὶ κρίσις καὶ ἡ τῶν ἡδέων πάντων ὁμοῦ καταφρόνησις καὶ τὸ περιστέλλειν χειμῶνος ὥρᾳ καὶ θέρους ἑνὶ χιτῶνι τὸ σῶμα καὶ ἡ χαμευνία καὶ ἡ σχέδιος τράπεζα ἄρτῳ δεξιουμένη καὶ λαχάνοις τὸν ἀσκητήν, οὐ κατὰ τοὺς πολλοὺς ἐπί τισι χρόνοις, ἀλλ᾿ ἐξ ἁπαλῶν ὀνύχων, ἐκ πρώτης αὐτῆς ἡλικίας συμπαραταθεῖσα μέχρι τῆς ἐσχάτης καὶ γηραιᾶς. ἐντεῦθεν τὸ κεκρᾶσθαι τὸ αὐστηρὸν τῇ γλυκύτητι καὶ τῇ λειότητι τὸ τραχύ, ὡς μήτε τὸ ἐλεγκτικὸν δι᾿ αὐστηρίαν ἀνόνητον, μήτε ἀπρόσιτον διὰ τραχύτητα τὸ παιδευτικόν, ὡς θαυμαστήν τινα διὰ πάντων εἶναι τὴν συμφωνίαν τῶν ἀγαθῶν. καὶ ἦν ἰδεῖν (ἐκεῖ γάρ μου ἡ διάνοια γίνεται) ἐν καιρῷ τῆς θείας τελετῆς προβεβλημένον τὸν θυηπόλον τοῦ ἀσκητικοῦ τάγματος, καθάπερ ἐκεῖνον ὁ λόγος γράφει τὸν Σαμουήλ, καὶ ὅλον ἐστηλωμένον θεῷ καὶ τῷ βήματι καὶ συγγινόμενον θεῷ νοὸς ἀκηλιδώτοις ἐπιβολαῖς καὶ ταῖς θείαις θεωρίαις ὅλον θεοειδῆ γινόμενον, ὅλον ἔκδημον, θεοφορούμενον ὅλον καὶ τὴν καλὴν ἀλλοίωσιν ἀλλοιούμενον. δοκεῖ δέ μοι καὶ θείας δυνάμεις περὶ αὐτὸν ἑστάναι καὶ συλλειτουργεῖν αὐτῷ (ὢ θυσίας θεοειδοῦς· ὢ τελετῆς τελειοποιοῦ), ὡς τῆς ἐν σώματι ἀσωμάτου κοινωνοῦντι ταύταις διαγωγῆς.

9. ταῦθ᾿ ὁρῶν ὁ τούτου πατὴρ κατὰ σάρκα, εἰς ἔφεσιν ἦλθεν τὸ τοῦ βίον [λεγε· βίου] σχῆμα ἀμεῖψαι καὶ τὸ μοναχικὸν μεταμφιάσασθαι ἔνδυμα· εἰς γὰρ ἀρετῆς λόγον σχεδὸν οὐδὲν ὑπελείπετο, τῆς ἀμείνονος διαγωγῆς ὅλην αὑτοῦ τὴν ζωὴν ἀναρτησάμενος. καὶ τοῦτο μὴ δι᾿ ἑτέρας χειρός, ἀλλὰ δι᾿ ἐκείνης τῆς ἱερᾶς, ἧς αὐτὸς ἐγεγόνει γεωργός, ἐπεθύμει λαβεῖν· καὶ ταύτην χάριν ἀντὶ πάντων ἀπῄτει τροφείων χειρὶ τοῦ υἱοῦ τελεσθῆναι καὶ τὴν πολιτείαν μεθαρμόσασθαι. ἀναγεννᾷ οὖν τὸν γεννήσαντα· καὶ τῷ τῆς σωματικῆς γενέσεως παρασχόντι τὰς πηγὰς τὴν ψυχικὴν ὁ παῖς καὶ καθαρὰν ἐργάζεται ἀναγέννησιν· καὶ χρόνοις τισὶ τὸν ἀσκητικὸν ἑλκύσαντα ζυγὸν καρτερῶς πλήρη ἡμερῶν, πλήρη ἀρετῶν, πλήρη χαρίτων, καθάπερ τινὰ καρπὸν ὥριμον πρὸς τὰς οὐρανίους ἀποθήκας, ἐπιστάντος τοῦ τέλους, μετὰ χρηστῶν τῶν ἐλπίδων παραπέμπεται τοὺς τῶν πόνων στεφάνους ἀξίους ἀποληψόμενον· εἶχε μὲν οὕτω καὶ λίαν τὰ κατ᾿ αὐτὸν θαυμαστῶς (οὐ γὰρ πάντα λόγῳ δυνατὸν διαζωγραφεῖν), ἑρμαίου δὲ λαβόμενος τοῦ καιροῦ, τῆς συμπαθοῦς γνώμης, ἣν ὤδινεν ἐκ μακροῦ, τὰς πηγὰς ἀνεστόμωσε καὶ τοὺς τοῦ ἐλέου ὀχετοὺς ἐπαφῆκεν τὸν τῶν πενήτων αὐχμὸν διαλύοντας, ἐκφορῶν μὲν εἴ τι περιττὸν εἰς τὴν ἐκείνων χρείαν, ἐκφορῶν δὲ πολλὰ καὶ τῶν ἀναγκαίων· οὐ γὰρ τῇ τοῦ περισσεύματος μεταδόσει, τῇ δὲ τοῦ ὑστερήματος ἐκεῖνος τὸν ἀληθῆ ὡρίζετο ἔλεον καὶ κοινὸν ὄφελος
[p. 419] ὁμοῦ προὔκειτο πλουσίοις καὶ πένησι, τοῖς μὲν λύων τὰς ἀπορίας, τοὺς δὲ τῆς ἀποκειμένης τοῖς ἀσυμπαθέσιν ἐξαρπάζων βασάνου, κοινὸς εὐεργέτης, κοινὸς κηδεμὼν ἄρχουσιν καὶ ἀρχομένοις, τὰς ἁπάντων μεταπλάττων γνώμας καὶ ῥυθμίζων πρὸς τὰ κρείττω τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι, ὀλίγα μὲν λόγοις, τὰ πλεῖστα δὲ ἔργοις πρὸς ἀρετὴν ἐκκαλούμενος. ὅθεν αἰδέσιμος ἦν τοῖς ἐν τέλει, αἰδέσιμος τοῖς ἐν ἀξιώμασι, τοῖς κρατοῦσιν αὐτοῖς. καὶ πᾶν οἰκονομίας ἔργον αὐτῷ κατευθύνετο, μηδενὸς ἀντιπράττοντος. ἐκ δὲ τούτων ἄπιστον οὐκ ἦν ὡς εἰς κοινὸν ὄφελος θεὸς ἐνήργει ποτὲ καὶ παράδοξα δι᾿ αὐτοῦ. κἂν ὅσον ἦν δι᾿ ἀρετὴν ἐργάσασθαι θαύματα δυνατός, τοσοῦτον ἐπικρύψαι καὶ λαθεῖν, ἔσθ᾿ ὅτε πράξας αἰνίγμασί τισι καὶ σκιαῖς ἐπιτευκτικός. πλὴν ὅπερ εἰς γνῶσιν ἦλθεν πολλῶν καὶ πιστεύεται γεγονός, ὁ λόγος δοκιμάσει διεξελθεῖν.

10. οὐκ ἐβούλετο πόλει μιᾷ, καίπερ οὔσῃ τοσαύτῃ, τὸ ἑαυτοῦ περιγράφεσθαι συμπαθές, ἀλλὰ τῇ ὅσην ἥλιος ἐφορᾷ ἐφιλονείκει συνεπεκτείνεσθαι. ἐντεῦθεν τῆς τὸν ἔλεον βλυζούσης χειρὸς μετεῖχον Σκύθαι καὶ Θρᾷκες, ναὶ δὴ σὺν ἄλλοις καὶ οἱ πρὸς τῇ Ἀσίᾳ Μυσοί. καὶ δὴ πρὸς τοὺς ἐν Ὀλύμπῳ ἀσκουμένους, οἷς μελέτη κατὰ παθῶν καὶ δαιμόνων ἀνδραγαθίζεσθαι, ποτὲ διαβάς, ἐπεὶ τὸ ἐπὶ χεῖρας χρυσίον εἰς τὴν ἐκείνων χρείαν ἦν ὅλον δεδαπανηκώς, ἐπανῆκεν τῇ πόλει, φροντίδας ἀνελίττων καὶ πανταχόθεν περισκοπῶν ὅθεν πάλιν πόρον τοῖς πένησιν ἐκπορίσεται. ἀλλ᾿ οὐκ ἀφῆκεν ἐπὶ πολὺ τοῦτον θεὸς ἀθυμεῖν. τερατουργεῖ δὲ συνήθως καὶ τῶν φροντίδων ἐλευθεροῖ· τῶν τις γὰρ ἀγνώστων ἅμα τοῦ τὴν πόλιν εἰσδῦναι, εἴτ᾿ ἄνθρωπος εἴτ᾿ ἄγγελος ἀνθρώπου μορφὴν ὑπελθών, παριόντι διὰ τῆς στοᾶς, ἐκ στενωποῦ τινος ἐπιστάς, ἀπόδεσμον ἐγχειρίζει χρυσίου καὶ «τῶν οὓς φροντίζεις εἰς ἀνάλωμα λάβε» φάμενος, θᾶττον ἢ λόγος ἀπέστη καὶ γέγονεν ἐκποδών. καὶ ἡ μὲν χεὶρ εἶχε τὸν χρυσόν, τοῖς δ᾿ ὀφθαλμοῖς ἄληπτος ἦν ὁ παρασχών. τοῦτο τῆς πρὸς θεὸν οἰκειώσεως ἐκείνου σημεῖον οὐκ ἀγεννές. τοῦτο τῆς μεγαλοψύχου γνώμης σύμβολον ἐναργές. τοῦτο τῆς Ἀβραὰμ εὐλογίας ἔσχε τὸν πληθυσμὸν τῇ φιλοξένῳ, καθάπερ τις σπόρος, γενόμενον δεξιᾷ. ἐπὶ τοιούτοις ὁ μέγας Ἀντώνιος ἐνευθήνει καλοῖς. αὕτη τῇ φιλοπτώχῳ χειρὶ τοῦ μὴ σπανίζειν χορηγούσῃ γέγονεν ἀφορμή, πρὸς ἣν μηδὲ τὴν Κροίσου ἐκείνου τοῦ Λυδοῦ εὐδαιμονίαν καὶ τὰς χρυσᾶς πλίνθους μηδὲ τὸν Μίδα μῦθον παραβάλλεσθαι δυνατόν. ἐν τούτοις δὲ ὄντα ἔβλεπεν ἡ πόλις· καὶ τῶν ἀρετῶν τὸν ὄγκον οὐκ ἔκρυπτεν, οὐκ ἐδίδου σιγῇ τῶν ἔργων τὸ μέγεθος. ἡ δὲ φήμη διεδέχετο καὶ μὴ παρόντα πᾶσιν αὐτοῖς ἐδείκνυ τοῖς πράγμασι.
[p. 420] καὶ μικροῦ χρησμοὶ στομάτων διὰ πάντων ἐκπίπτοντες, τὸ μέλλον ὡς παρὸν προεφήτευον. ταῦτα ᾔδετο πόλεσι πολλαῖς, ᾔδετο ἀγροῖς, ἐλαλεῖτο ἐν ὄρεσιν, ἐν σπηλαίοις, ἐν ἔθνεσιν· διὰ πάντων γὰρ ἐφοίτα τὸ θαῦμα καὶ κοινὸν ὑπῆρχε τῆς οἰκουμένης διήγημα. ταῦτα τῆς τοῦ Χριστοῦ νύμφης ἐκκλησίας ἀνεκίνει τὸν ἔρωτα· καὶ περικαῶς εἶχε διψῶσα τὸν ἐρώμενον, καὶ τὸν καιρὸν ἐπεζήτει τῆς συναφείας· καὶ τὸν τῆς νυμφεύσεως χρόνον προβλέπουσα, ἐπὶ γλυκείαις ἐλπίσιν ἡδέως ἐσάλευεν· ᾔδει γὰρ ὡς οὐ χηρωθήσεται τῇ τοῦ προλαβόντος ἀξιώσει νυμφίου, ἀλλὰ τὸν ἐκ βρέφους ἱερὸν πρὸς θεὸν καλούμενον παραπέμψασα, φημὶ δὴ τὸν τοῦ στέφους ἐπώνυμον, τῷ ἐκ σπαργάνων ἱερῷ ἱερῶς ἁρμοσθήσεται τὸ τῇ ἐκείνου στερήσει κατηφὲς αὐτῇ διαλύοντι.

11. ὅθεν ἐπιστάντος τοῦ καιροῦ καθ᾿ ὃν ἔδει ταῦτα γενέσθαι, ψῆφος παντὸς τοῦ τῶν ἀρχιερέων καὶ ἱερέων πληρώματος καὶ τοῦ ὅσοι τὸν μονάδα βίον διήθλουν, ναὶ μὴν καὶ τῆς συγκλήτου βουλῆς, ἐπὶ τὸν ἄξιον τῆς νύμφης Χριστοῦ ἐκκλησίας νυμφίον ἐφέρετο. καὶ τοῦτο βασιλεὺς ὁ μέγας ὁρῶν, πανταχοῦ τῆς διανοίας περιφέρων τὸ βλέμμα, καὶ πρὸς τὸ κατεπεῖγον ἀεὶ τὴν θεραπείαν ποιούμενος, δεινὸς ὢν μετρῆσαι τὸ παρελθὸν καὶ τὸ παρὸν σκοπῆσαι καὶ δι᾿ ἀμφοῖν ἀσφαλῶς τὸ μέλλον τεκμήρασθαι, τὴν ψῆφον ἐκύρου. μᾶλλον δὲ τὸ πᾶν δι᾿ αὐτοῦ θεὸς ἐπεσφράγιζεν καί, καθάπερ τινὰ νικηφόρον ἀθλητὴν ἀναπέμπων εἰς Ὀλυμπίαν, ἐπὶ τὸν ἀρχιερατικὸν ἀνάγει θρόνον μειζόνων ἀγώνων καὶ λαμπροτέρων στεφάνων τευξόμενον. καὶ λοιπὸν εἶχεν ἡ νύμφη Χριστοῦ τὸν τῆς ἱερωσύνης θεσμὸν ἀκριβοῦντα καὶ ζῶντα ταῖς τῶν δεομένων ἐλπίσι, βρύοντά τε τὸν ἔλεον δαψιλῶς καὶ χερσὶ πενήτων προκείμενον, τελοῦντα τὰ θεῖα καὶ τοῖς τελουμένοις ἀρετῆς εἰκόνα, ἀνδρείας στήλην, ἄγαλμα σωφροσύνης καὶ δικαιοσύνης κανόνα δεικνύμενον, τὸν βίον μᾶλλον ἢ τὴν γλῶσσαν διδάσκαλον προτεινόμενον. ἀλλ᾿ οὐκ ἠρκέσθη τοῖς προλαβοῦσιν, οὐ πρὸς ἀνέσεις εἶδεν, ὡς ἄν τις ἄλλος, οὐδὲ τοῦ γήρως ἐφείσατο, ἀλλ᾿ ἱδρῶτας ἱδρῶτες καὶ πόνοι πόνους καὶ ἱερὰς φροντίδας ἱερώτεραι διεδέχοντο· καὶ καθάπερ τις ὑπόπτερος, τῇ τοῦ ἁγίου πνεύματος δυνάμει ἐν γηραιῷ τῷ σώματι ἀναλαμβάνει προθυμίαν ἀκμάζουσαν· καὶ πάσας διατρέχει τὰς τοῦ Χριστοῦ ἐκκλησίας, ὁμοῦ μὲν λιταῖς τὸ θεῖον εὐμενιζόμενος, ὁμοῦ δὲ τὰς τῷ χρόνῳ πεπονηκυίας κατὰ τὸ δυνατὸν ἀνακτώμενος, τούς τε τοῦ βήματος κατωκλακότας ἐξ ἀπορίας ἀφθόνοις χορηγίαις ἐπανορθούμενος καὶ ταῖς καθημεριναῖς προόδοις ταῖς τῶν πενήτων μυριάσι διανέμων τὸν ἔλεον. δι᾿ οὗ καὶ ἄπορος εὐημέρει καὶ ξένος τῆς
[p. 421] πατρίδος ἐπελανθάνετο καὶ ὀρφανὸς οὐκ ἐδάκρυεν καὶ τὴν τῆς χηρείας σιδηρᾶν ἡ χήρα κατεσβέννυεν κάμινον. τίς δικαιοσύνης προέστη οὕτως τίς ἀδικουμένοις ὤφθη σωτήριος τίς ἀδικούντων ὁρμὰς ἐπέσχε τίς διέλυσεν ἔριδας τίς ὀφρὺν ἀνασπωμένην κατέσπασεν τίς γνώμην ἀλαζόνα πρὸς μετριοφροσύνην μετήγαγε πάντα καὶ διὰ πάντων αὐτὸς ἦν ἐξομαλίζων τῷ καθ᾿ ἑαυτὸν ὑποδείγματι, σωτήριον φάρμακον τοῖς ψυχικοῖς γινόμενος ἀρρωστήμασιν. ἀλλὰ τίς πενήτων δάκρυσι ῥάνας τὸ δικαστήριον, ἀντὶ τοῦ τῶν δικαίων τυχεῖν μετὰ τῆς πενίας ἀπῆλθεν, τοῦ δικαίου τὴν ἀποτυχίαν ἀποκλαιόμενος ποία δὲ χήρα, τίς ὀρφανός, εἰς ὄψιν ἐλθόντες ἐκείνου ἢ μετ᾿ αὐτήν, ἀπωδύρατο τὴν ὀρφανίαν ἢ κουφιζομένην οὐκ ἔσχε τὴν συμφοράν πᾶσι παρῆν τῇ προνοίᾳ, τὸ παρενοχλοῦν ἀλγεινὸν ἑκάστῳ ταῖς εὐεργεσίαις διαλυόμενος, λόγοις παρακαλῶν, ἐπικουρῶν χρυσίῳ, περιστέλλων ἀμφιάσμασιν. εἶδον καὶ φύσεις συνεῖναι φύσιν οὐκ ἐχούσας ὑπὲρ λόγον ἐν αὐτῷ συνιούσας, τὸ αὐστηρὸν καὶ μειλίχιον, τὸ ταπεινὸν καὶ σεμνόν, τὸ ἀπότομον καὶ ἐπιεικές. ὧν τὰ μὲν τοῖς βιαζομένοις, τὰ δὲ τοῖς τὴν βίαν ἐπάγουσιν ἐφηρμόζετο· καὶ τὰ μὲν ἦν φάρμακα τὸ σοβαρὸν καὶ φλεγμαῖνον καὶ τὴν ὀφρὺν ἀνασπώντων κατὰ τοῦ πλησίον καθαίροντα, τὰ δὲ τὸ πονούμενον δεξιούμενα.

12. τούτοις τὸ τῆς ἐκκλησίας πρὸς τὰ κρείττω μετερρυθμίζετο πλήρωμα. καὶ θεὸς εὐμενὴς καὶ βασιλεὺς ὁ μέγας γαννύμενος ἐνευφραίνετο. τῆς δὲ ἀδεκάστου γνώμης ἐπὶ τῇ ψήφῳ τὴν κρίσιν ὁρῶν ἐπὶ τῶν πραγμάτων τὸ ἀδιάψευστον ἔχουσαν καὶ δι᾿ αὐτοῦ τὸ παλαιὸν τῆς ἐκκλησίας ἕλκος, ἤτοι σχίσμα, εἰς συνούλωσιν προθέμενος ἀγαγεῖν, εἰς ἓν συνάγει τὰ ἑῷα καὶ τὰ ἑσπέρια· καὶ τὸ τῆς φιλοσοφίας ἄνθος ῥητορικῇ κερασάμενος, προτείνει γλῶσσαν σωτήριον· καὶ πειθοῖ δικαίᾳ, χαρίεντι προσώπῳ καὶ μειδιῶσιν ὀφθαλμοῖς λύει τὰ σκάνδαλα καὶ συνάπτει τὰ διεστῶτα καὶ δείκνυσιν ἔργοις ὅσον τὸ μέσον βασιλέως λόγοις ἐντεθραμμένου καὶ κράτους ἀμετόχου τούτων, τότε μάλιστα τὸν τῆς ἐκκλησίας ἑνωτικὸν κρατῆρα κιρνῶν {καὶ} ἐν ἀρχιερεῖ τράπεζαν προθεμένῳ τοῖς τῆς πρακτικῆς φιλοσοφίας ἀγαθοῖς εὐθηνουμένην καὶ πλήθουσαν. καὶ ἔπρεπε βασιλείας ἐμφιλοσόφου καὶ
ἀρχιερωσύνης ἐμπράκτου τὸ μέγα καὶ θαυμαστὸν ἐκεῖνο ἔργον γενέσθαι καὶ σπούδασμα. δι᾿ ὧν ἀδέκαστος δίκη καὶ τὸ λημμάτων ἄχραντον βῆμα καὶ ἡ τῶν συνεχῶν σοφὴ δικαστηρίων ἐπίνοια, δι᾿ ὧν τὸ παρρησιάζεσθαι τὴν δικαιοσύνην καὶ τὴν ταύτης μὴ εὑρίσκειν χώραν ἀντίθετον, δι᾿ ὧν καὶ δάκρυον ὀρφανικὸν προσῆν ἀναστέλλεσθαι καὶ χηρῶν στεναγμὸν καὶ πάσης κακούργου καὶ δολερᾶς σκέψεως στραγγαλιὰν διαλύεσθαι, στρατηγίδα τε στρατηγὸν ἔπαθλον ἀρετῆς ἀποφέρεσθαι καὶ κέρδους αἰσχροῦ καθαρὰν χεῖρα χειρίζεσθαι τὰ κοινὰ καὶ δημόσια, καὶ πλούσιον τῶν ὑπαρχόντων δήμευσιν μὴ ὑφίστασθαι καὶ πένητα ὑπάρχειν ἐπηρείας ἀμέτοχον, καὶ γεωργὸν ἡδεῖαν τέμνειν τὴν αὔλακα μὴ δεδοικότα φόρων ἔκτισιν
[p. 422] ἧς τοὺς καρποὺς γῆς οὐκ ἀπήλαυσε. τούτων καὶ χεῖρες εἰς οὐρανὸν ταθεῖσαι καὶ τῶν ὀφθαλμῶν λιβάδες ἀφεθεῖσαι δακρύων πάλαι, τὸ θεῖον ἐξευμενίσα<ν>το. καὶ ἣν τὸ ὑπήκοον ἐξετράχυναν τοῖς πλημμελήμασιν καθ᾿ ἑαυτῶν δικαίαν ὀργὴν τοῖς τῶν δακρύων ῥείθροις (ὢ φιλανθρώπου γνώμης· ὢ συμπαθοῦς) ἐξομαλίσαντες μετέβαλον· καὶ τὰ πάντων ἀνέστειλαν δάκρυα, συμπαθείας ῥάναντες δάκρυον καὶ τῷ πρὸς τὸ ὁμόφυλον ἐλέῳ τὸν θεῖον ἄνωθεν καθελκυσάμενοι ἔλεον· καὶ τὸ πρόσωπον τῆς γῆς ἀφανιζόμενον αὐχμῷ τοὺς θείους οἰκτιρμοὺς ἀνακαινίσαι ἐξεβιάσαντο. ταῦτα τῆς φιλοσόφου γνώμης ἔργα καὶ κατορθώματα, ἀδελφὰ τῶν Μωσέως καὶ Ἀαρών, ἰσόρροπα τῶν Ἠλιοὺ καὶ Ἐλισσαίου, τῶν Δαυὶδ καὶ Σαμουὴλ παραπλήσια.

13. μέγα τῆς ἀρετῆς ἐκείνου γνώρισμα τὸ τηνικαῦτα τὰς ἀρχιερατικὰς ἀνέχειν φροντίδας· ὅτε βασιλεὺς ἐξέτι [λεγε· ἐξ ἔτι] παιδὸς τῷ τῆς δικαιοσύνης ἐντραφεὶς γάλακτι, οὐ πρὸς ἀνέσεις ἰδών, οὐ παραιτησάμενος κόπους, ὧν οἱ καρποὶ ἡδονὴν ἀκήρατον φέρουσιν, ἀλλ᾿ ἑαυτὸν τοῖς λόγοις ἀναθείς, τὸ φιλοσοφεῖν τῶν ἄλλων καλῶν ὡς δι᾿ αὑτοῦ συνεισφερομένων αἱρετώτερον ἡγησάμενος, δημηγόρον γλῶσσαν προέτεινε πολὺ γλυκύτερα μέλιτος προχέουσαν ῥήματα παρόμοια τοῦ Σολομῶντος, τῶν Δαυὶδ ἰσοστάσια· ὅτε καὶ τράπεζαν λόγων μᾶλλον ἢ βρωμάτων προὐτίθετο, καὶ δογμάτων, ὡς ἔκ τινος πηγῆς, νᾶμα δαψιλῶς ἀνεδίδοτο, καὶ τοῦ γραφικοῦ βάθους ἀπταίστως ἡ κρυφιότης ἀνιχνεύετο, καὶ τῶν ἀγαθῶν ὁ χορὸς ὅλος εἶχε παρρησιάζεσθαι. ἐν τούτοις ὁ τοῦ θεοῦ ἄνθρωπος ὢν καὶ σὺν ἀρεταῖς τοὺς λόγους βλέπων ἀνθοῦντας ἐν βασιλείῳ ψυχῇ νεωτέρῳ χρωμένῃ σώματι καὶ ἀρχαίας εὐδαιμονίας ἴχνη καὶ πᾶσαν ἄλλην ἀκολουθοῦσαν κατάστασιν, ὅσην πολιτικήν τε καὶ οἰκονομικήν, ναὶ δὴ καὶ ὅσην ὁ τῆς τῶν πραγμάτων κρίσεως λόγος εἰς τὴν ἠθῶν ἀπένειμε παίδευσιν, ὅλως ἐγίνετο τῆς εὐφροσύνης καὶ θεὸν ἀνύμνει, εὐχαριστίας ἀφορμὴν τὸ πρᾶγμα ποιούμενος καὶ παρευδοκιμεῖσθαι λέγων ἡδέως ὑπ᾿ ἀνδρὸς βασιλέως, καὶ ταῦτα, κοσμικαῖς περιαντλουμένου φροντίσι, τῶν δὲ καταγηρασάντων ἐν τοῖς πνευματικοῖς ἀκριβέστερον τοῖς πράγμασιν ἐπιβάλλοντος φιλοτιμίᾳ φύσεως καὶ λόγων περιουσίᾳ μετὰ τῶν ἄλλων καὶ ὅσα γε εἰς ψυχὴν μάλιστα φέρει διακριβοῦντος ἐπιστημόνως, καθάπερ οὐ μόνον σωμάτων ἀλλὰ καὶ ψυχῶν κρατοῦντος ἀγχινοίᾳ γνώμης καὶ διανοίας ὀξύτητι. ὅθεν, ὥσπερ ἑαυτὸν καταιδούμενος ὁ θαυμάσιος, κατεφρόνει πάσης θεραπείας ἐν ἡλικίᾳ ἐκείνῃ τῇ γηραιᾷ, ὑπερόπτης παντελῶς τοῦ τε σώματος καὶ τῶν ὅσοις οἶδεν ἀνακτᾶσθαι γινόμενος καὶ πρὸς τὸ συνεργεῖν ἐν τοῖς κατ᾿ ἀρετὴν ἀγῶσι τὴν ψυχὴν μηδαμῶς τὸ σῶμα λυμαίνεσθαι. διὸ ἐν ἀσιτίᾳ μακρᾷ καὶ σωματικῶν ἀλγημάτων ἐπικρατείᾳ τῶν ὑπὲρ δύναμιν πόνων ἁπτόμενος,
[p. 423] τοῦτο δὴ τὸ καὶ τῇ φύσει πολέμιον καὶ μεθόδοις ἰατρικαῖς ἀποτρόπαιον, καίτοι τοῦ σώματος αὐτῷ θερμότερον κεκραμένου φύσει καὶ τὸ πρὸς ἐνδείας ὑποδηλοῦντος οὐκ ἐπιτήδειον, ὅμως ἵνα μὴ τῆς ἀνθρώπων ἐκτὸς εἶναι δόξῃ φύσεως, τί γίνεται εἰς ἑαυτὴν ὥσπερ ἡ ψυχὴ ἔσθ᾿ ὅτε συστελλομένη καὶ πρὸς θεὸν ἐκδημοῦσα τῇ βίᾳ τῆς φύσεως, καθάπερ τινὸς ἐκ προνοίας ἄνεσιν πραγματευομένη τῷ σώματι, ἠρεμίᾳ βραχείᾳ τὸ τοῦ τόνου [λεγε· πόνου] ἀνένδοτον μικρὸν ἔλυεν. καὶ τοῦτο τοῖς μὲν οὐκ ὀρθῶς αἱρουμένοις βλέπειν ἐπίδειξις ἐνομίσθη, τοῖς εὐθέσι δὲ τῇ καρδίᾳ καὶ πρὸς παλαιὰ βλέπειν οὐκ ὀκνηροῖς πατρικὰ παραδείγματα ἀρετὴ καὶ ἀρετῶν ἀκρότης καὶ τῷ ὄντι πρὸς θεὸν ἐκδημία καὶ ἀναχώρησις. τοιοῦτος ὁ δρόμος, οὗτος ὁ βίος, τοιαῦτα τὰ κατορθώματα. ἐν ἀνάγκαις τὸ καρτερικόν, τὸ ἀνδρεῖον ἐν περιστάσει, ἐν πόνοις τὸ εὔτονον, ἐν κόποις τὸ μεγαλόψυχον, ἐν τοῖς κατ᾿ ἀρετὴν ἱδρῶσι τὸ εὔθυμον, ἐν ἀσθενείαις τὸ σθεναρόν, ἐν νόσοις τὸ ἀνύπεικτον παντελῶς καὶ ἀνάλωτον.

14. ἀλλ᾿ ἔφθασεν ἡ τελευταία νόσος καὶ παρῆν ἡ ἐκδημία καὶ ὅσα τῆς ἐκδημίας, καὶ ἡ ἀνθρωπίνη ἠλέγχετο ἀσθένεια, ἐνδομυχοῦντος τοῦ πυρετοῦ καὶ τὴν φυσικὴν κατανεμομένου λιβάδα καὶ τὰς ἀδαμαντίνας ἐκείνας δυνάμεις καταλύοντος, καὶ προσηνεῖ βλέμματι πάντας εὐλογίαις ἀμειβόμενος, τὰ τελευταῖα ἠσπάζετο. καὶ τῆς γλώσσης ἀτονησάσης, ἡ ἱερὰ χεὶρ τὰς ἀφθέγκτους ἐπεσφράγιζεν εὐλογίας. καὶ θεὸς πρὸς τὴν ἄνω σκηνὴν καὶ ἡ οὐράνιος ἐζήτει χοροστασία τὸν ταύτην ἐπὶ γῆς ἀκριβῶς μιμησάμενον. καὶ τοῦ τιμίου καὶ ἱεροῦ σώματος ἡ θεία διαζευχθεῖσα ψυχὴ περὶ λύχνων ἁφὰς σὺν λαμπάδι παρθενίας πλήρει ἐλαίου πρὸς τὸ μέγα καὶ πρῶτον φῶς ἀπεφέρετο. τὸ δὲ ἐντεῦθεν ἡ νὺξ διεδέχετο, καὶ θαῦμα γίνεται τῶν πώποτε θαυμάτων ἐφάμιλλον, τῆς πρὸς θεὸν ἐκείνου παρρησίας δημοσιεῦον τὸ γνήσιον καὶ τὸ μέγεθος σαφῶς ὑπογράφον τῆς ἀρετῆς· τοῦ γὰρ ἐθίμου συμβόλου τὸ τοῦ πατριάρχου τέλος ἐφύπερθεν ἐν κύκλῳ τοῦ μεγάλου ναοῦ τῇ πόλει διασημαινομένου, γύναιον πενιχρὸν τῶν διὰ τῆς εὐεργέτιδος χειρὸς τὴν ἐφήμερον ποριζομένων τροφήν, ἐξ ὀλισθήματος σφοδροῦ τὸ σκέλος ἔχον κατεαγός, ἐπὶ καλύβης ἐκ χόρτου καὶ φορυτοῦ πεποιημένης ἀκίνητον καὶ ἐρριμ<μ>ένον, τὴν τοῦ σημαινομένου πυθόμενον αἰτίαν, τῷ τῆς σκυθρωπῆς ἀγγελίας ἀθρόῳ συσχεθὲν ἀφωνίᾳ, πρὸς ἀποπληξίαν ἐχώρει καὶ πάρεσιν. ἀνενεγκὸν δὲ μικρόν, ἀνῴμωξε γοερὸν καὶ ἀνεκλαύσατο· καὶ θρήνους ἀναλαβόν, ἐτραγῴδει τὴν συμφοράν, τὸν εὐεργέτην ἀνακαλούμενον,
[p. 424] τὸν σωτῆρα, τὴν τῶν πεινώντων τροφήν, τῶν γυμνῶν τὴν σκέπην, τῶν ἀπόρων τὸν πορισμόν, «ὢ τῆς σκληρᾶς καὶ ἀπηνοῦς ταύτης» λέγον «νυκτός, ἐν ᾗ τὸ προσηνὲς φῶς τῶν πενήτων ἀπέσβη. ὢ νυκτὸς κατηφοῦς ζόφον ἀφεγγῆ καταχεαμένης τοῖς τῶν πτωχῶν ὀφθαλμοῖς. ὦ Εὔα προμῆτορ καὶ παρακοὴ καὶ φθόνος καὶ ὄφις καὶ θάνατος, τὸ τῆς ἀνθρωπίνης φύσεως ἀπαραίτητον ἐπιτίμιον. ὦ σύντροφε πενία διὰ βίον παρεδρεύουσα καὶ πικρῶς ἐπιτιθεμένη, οὐκέτι ἄρα ἔχεις τὴν τιμίαν καὶ ἱερὰν χεῖρα ἀφ᾿ ἡμῶν ἀποσοβοῦσαν τὴν σὴν εἰδεχθῆ ἀγριότητα ἐπιτίθου λοιπὸν ἀδεῶς, ἐπέμβαινε κειμένοις. τί τῇ σωματικῇ θραύσει καὶ αἱ τῆς ζωῆς συνεθραύσθησαν ἐλπίδες οἴχεται τὸ τῶν πενήτων ἐφόδιον. ὤ, τίς Ἐρινὺς τὰς ἐμὰς ἐπήρωσε βάσεις, ἵνα μηδὲ τῷ τάφῳ συνέψωμαι παραπεμπομένῳ τῷ πολλοὺς ἐκ τάφου τῶν λυπηρῶν ἀνελκύσαντι» τούτοις, ὡς εἰκός, καὶ πλείοσιν ἄλλοις τὸ γύναιον ἀπολοφυράμενον καὶ πικροῖς λυσάμενον δάκρυσι καὶ τῇ λύπῃ καὶ ταῖς ἀλγηδόσιν ἐξατονῆσαν, ὕπνῳ γίνεται κάτοχον· καὶ γλυκὺ ὄναρ ἐπιστάντα βλέπει τὸν πατριάρχην τῷ τοῦ σταυροῦ τύπῳ τὸ κάταγμα τῇ χειρὶ διαχαράξαντα, καὶ «ἔχεις» εἰπόντα «τὴν θεραπείαν καὶ τὸ βαδίζειν ἀκώλυτον,» παρευθὺ μεταστῆναι τῶν ὄψεων. καὶ τὸ ὄναρ ὕπαρ ἦν καὶ ἡ ἐν ὕπνοις ὄψις ἀλήθεια. ἀνενεγκοῦσα γὰρ τοῦ ὕπνου, καίτοι τῶν ὀδυνῶν ἐνοχλουσῶν οὐδαμῶς, τῷ παραδόξῳ τέως οὐκ εἶχεν πιστεύειν ἡ γυνή, ἀλλ᾿ ἔτι τοῖς ὀνείροις ἐδόκει τρέφεσθαι. τελειοτέρᾳ δὲ νήψει διαλυσαμένη τὸ ἀμφίβολον, ἀνήλατό τε περιχαρῶς, φωναῖς εὐχαριστηρίοις τὸ θαῦμα διηγουμένη καὶ τὴν σωτηρίαν πανηγυρίζουσα.

15. καὶ γυνή τις ἄλλη, χρονίᾳ μάστιγι πάθους ἀλγυνομένη κρυπτοῦ κατὰ τὴν αἱμόρρουν ἐκείνην, ἁφῇ τῆς σοροῦ κλέπτει τὴν σωτηρίαν καὶ τῆς μακρᾶς βασάνου τὴν ἀπαλλαγὴν εὑρίσκει βραχείᾳ καιροῦ ῥοπῇ. ποῖος Ἀσκληπιός, τίς δὲ Χείρων τοιοῦτον ἐκέρασεν φάρμακον ποίαις ἰατρικαῖς μεθόδοις τοιαύτης εἶδος ἔστι θεραπείας εὑρεῖν ἀλλὰ τὸ μὲν τίμιον καὶ ἱερὸν σῶμα τὰς τῶν πολλῶν μόλις διαδρᾶσαν χεῖρας ἄλλας ἀλλαχόθεν μέρος τι λαβεῖν ἐπειγομένας (συνέρρει γὰρ πανταχόθεν πλήθη, πᾶν γένος, ἡλικία πᾶσα), ὡς ἐγγὺς τῆς κηδείας ἡκούσης τοῦ ἀδυνάτου, τῶν πλείστων καὶ βιαίᾳ ὁρμῇ ἀφαρπάσαι τινὰ μερίδα σπευδόντων καὶ σφίσιν αὐτοῖς ψυχικῆς σωτηρίας ἐφόδιον ἀπενέγκασθαι, ὅμως ῥώμῃ καὶ σπουδῇ τῶν σοφῇ προνοίᾳ ἀναστέλλειν ταῦτα τεταγμένων, ἐπείπερ ἀπεδόθη τῷ τάφῳ καὶ
[p. 425] τὸ χρέος ἡ φύσις τῇ γῇ διελύσατο καὶ ὁ πηλὸς ἐδόθη τῷ χοΐ, ὁ κεραμεὺς τὸν πηλὸν οὐδ᾿ οὕτως ἀφῆκεν ἀγέραστον, ἀλλὰ θαύμασι δοξάζει καὶ τάφῳ κρυπτόμενον.

16. τῶν τις γὰρ τῆς βασιλείου τῶν σηρῶν ἱστουργίας ἐπιστατούντων πλευρίτιδι νόσῳ συσχεθείς, ἐπεὶ πᾶσαν σωτηρίας ἀφορμὴν ἑαυτῷ περικοπεῖσαν εἶδεν καὶ ἰατρὸν ἡμέρας ἀριθμοῦντα καὶ ὥρας ἐπιτηροῦντα καὶ καιρὸν πολυπραγμονοῦντα καὶ τούτοις τρίβοντα τὸν χρόνον, γυναῖκα δὲ καὶ παῖδας ἐπ᾿ αὐτῷ τελευταῖα ῥαίνοντας δάκρυα καὶ δριμυτέραν τὴν ὀδύνην ἐργαζομένους ταῖς οἰμωγαῖς, ὡς οὖν εἶδεν ταῦτα καὶ πάσης ἐπικουρίας ἀνθρωπίνης τὸ πάθος ἐπικρατέστερον, ἐπὶ θεὸν καὶ τὸν αὐτοῦ καταφεύγει θεῖον θεράποντα Ἀντώνιον· καὶ τοῦ τὸ φῶς κατὰ τὴν σορὸν ὑποτρέφοντος ἐλαίου ἀλειψάμενος (πιστὸς γὰρ ὤν, εἶχε βραχύ τι λαβὼν παρ᾿ ἑαυτῷ), παρευθὺ φυγαδεύει τὸ πάθος καὶ καρποῦται τὴν ἴασιν· καὶ παρὰ πᾶσαν ἐλπίδα παρίσταται τῇ σορῷ, ἀνθομολογούμενος καὶ τὴν εὐεργεσίαν κηρύττων λαμπρᾷ τῇ φωνῇ.

17. τῆς δὲ θήκης τοῦ ἀρχιερέως τῇ μετὰ τὴν ὁσίαν ὀγδόῃ, ἐπείπερ μὴ καλῶς ἔχειν ἐδόκει, μετασκευαζομένης ἐπὶ τὸ σεμνότερον, μύρου τις εὐωδία τοῦ πανιέρου σκήνους, ξένη καὶ διαλλάττουσα, τῶν παρόντων ἐπλήρου τὴν αἴσθησιν, ἀφθέγκτως τιμῶσα τὸν κείμενον καὶ τὴν πρὸς θεὸν οἰκείωσιν ἀναγράφουσα· Χριστὸν γὰρ τῷ φθαρτῷ τούτῳ μεγαλύνας σαρκίῳ καὶ μυστική τις αὐτῷ εὐωδία δειχθείς, ὡς τοῖς ἀποστολικοῖς λογίοις προδιαγράφεται, εἰκότως μυριπνόου κατηξίωται καὶ χάριτος τὴν ἀθάνατον τῆς ἀρετῆς ἀνακηρυττούσης ἐνέργειαν.

18. ἡ δ᾿ ἐνάτη καὶ φιλοτιμότερον εἰς εὐεργεσίαν τῶν ἐξ ἔθους αὐτῷ τρεφομένων πενήτων θαῦμα παρείχετο, μᾶλλον δὲ θεὸς δι᾿ αὐτοῦ, ὁ καὶ διὰ Μωσέως ὀμβρήσας ἐν ἐρήμῳ τροφὴν παράδοξον καὶ τὰ τῆς Σαραφθίας χήρας ἐπιστασίᾳ προφήτου μικρὰ τῆς ζωῆς πλειστηριάσας ἐφόδια, ἄρτοις δὲ πέντε πεντακισχιλίους καὶ ἑπτὰ πάλιν τετρακισχιλίους θρέψας καὶ μάρτυρας ἀψευδεῖς, τὰ τοῦ κόρου τοῦ περισσεύματος ἀρθέντα φορτία, παρασχόμενος. τὸ δὲ θαῦμα προσθήκη κἀνταῦθα τῶν τοῖς πένησι διανεμομένων σιτίων ἐστίν. τὰ δὲ ἦν ἄρα ἄρτοι καὶ σῖτος ἑφθός, οὐκ ἀόριστόν τι χρῆμα, ἀλλ᾿ ὅσον συνήθως ὡρισμένῳ μέτρῳ χιλίαις ψυχαῖς διανεμόμενον ἐπαρκεῖν. οὐ μὴν ἀλλὰ καὶ πάντα τὰ ἐξ ἔθους μέτρα τὰ αὐτά, οἱ δεξάμενοι κόφινοι, αἱ αὐταὶ τῶν διακονουμένων χεῖρες. καὶ ὁ μὲν ἀριθμὸς τῶν ἐπὶ χεῖρας φερόντων
[p. 426] τὰς σφραγῖδας (ταύταις γὰρ προδιανεμομέναις τὸ τῶν χιλίων ἠριθμεῖτο πλῆθος) δεδαπάνηται, σιτίων δὲ πλήρεις τρεῖς ὑπολείπονται κόφινοι, τοῖς ἐκτὸς παραβαλοῦσιν σφραγίδων πένησιν ἐπαρκέσαντες.

19. οἷον δὲ θαῦμα, ὅπερ καὶ εἰς Λέοντα τετέλεσται τὸν πατρίκιον, τὸν τῶν στρατιωτικῶν καταλόγων τὴν ἐφορείαν διέποντα, λελέχθω παρ᾿ ἡμῶν. ἔπασχεν ὁ ἀνὴρ δυσπνοῶν, τῶν ὀργάνων τοῖς ἐπιρρεύσασιν ἀποφραγέντων χυμοῖς καὶ τοῦ ἄσθματος τὴν πάροδον μὴ ἔχοντος ἐλευθέριον. οἷς οὕτω δεινῶς πολιορκουμένῳ, ἀμυδρόν τε φωνοῦντι καὶ ἀσθενές, παρῆσαν μὲν οἱ προσήκοντες τὰ μάλιστα ὀλολύζοντες· πλέον γὰρ στροβεῖ τοὺς ἐπιδόξους ἡ τελευτή. οὐκ ἦν δὲ αὐτῷ λύσις τῆς ἀρρωστίας ποθὲν ὅτι μὴ πρὸς μόνου τοῦ θείου ποιμένος· ἐφίσταται γὰρ ὑπνουμένῳ καὶ διεγείρας τοῦ σκίμποδος, ὅπως ἔχοι τὸ πάθος ἐπύθετο. ὃς κεφαλήν τε καὶ τὸ νοσοῦν ἐπαφώμενος μέλος, οὐ παιανικὸν ἄκος, οὐδὲ τὰ Χείρωνος φάρμακα χεροῖν ἐπιπάσσει, (οὐδὲ γὰρ οὐδὲ τοῖς ἄλλοις ἐκ τοιῶνδε ἡ θεραπεία) ἀλλ᾿ εὐχὴν παραθεὶς τῷ πάθει τὴν πρόσφορον καὶ τὸν ἀνυπέρβλητον τῶν παθῶν ἡμῶν ἰατῆρα Χριστὸν ἐπικαλεσάμενος, ὁ μὲν ἀπαλ<λ>άττεται τῆς δριμείας καὶ χαλεπῆς νόσου, ὁ δὲ τὸ τῆς εὐχῆς πέρας εἶχεν ἐπαληθεῦον· ῥᾴων γὰρ αὐτίκα γέγονεν, ἀνεμποδίστως τὸ θαῦμα διατρανῶν καὶ πανοικεὶ τὴν ἰδίαν σωτηρίαν πανηγυρίζων.

20. ταῦτα τοῦ ἀρχιερέως τὰ μετὰ κοίμησιν ἔργα. ἂ δέ μοι παρέδραμον ὑπὸ τοῦ λόγου ἐν τῇ νεαζούσῃ αὐτοῦ ἡλικίᾳ γεγονότα θαυμαστὰ ἐπαναλαβών, διηγήσομαι. πάλαι νεάζων τῷ χρόνῳ καὶ τὴν Δαυιτικὴν κινύραν ἀνακρουόμενος ἐν τῷ τεμένει Θεοδώρου τοῦ μάρτυρος καθύπερθεν πολυανδρίου τινὸς ἱδρυμένῳ, ἐφ᾿ ᾧ τῶν ὑποδίκων σώματα κατερριπτοῦντο νεκρά, δύο τινὰς κατεῖδεν δυσειδεῖς τὴν ὄψιν (φιλοῦσι γὰρ τοῦθ᾿ ὅπερ εἰσὶν ὡς τὰ πολλὰ φαίνεσθαι) καθ᾿ αὑτοὺς πρὸς ὀργὴν φάσκοντας· «ἀπίωμεν τῶν ἐντεῦθεν· τοῦ γὰρ νέου παρόντος, οὐχ ὑποίσομεν ἐνταυθοῖ καρτερεῖν.» οἵ γε παραχρῆμα δραπετεύοντες ἠφαντοῦντο τῷ ῥήματι. τοῦτο τὴν κατ᾿ αὐτῶν τῷ ἁγίῳ προδεδωρημένην παρίστησιν ἐξουσίαν.

21. δεύτερον δὲ τοῦτο καὶ τῷ προτέρῳ ὁμόχρονον συγγεγράφθω. γύναιον τῶν ἐπιφανῶν, ἐφ᾿ ἵππου μετὰ τῶν τῆς γυναικωνίτιδος καλλωπισμῶν διὰ τῆς μονῆς παριόν, εἰς γῆν μικροῦ δεῖν ἠνέχθη κατεαγός· τοῦ γὰρ θεσπεσίου τότε Ἀντωνίου ἐν
[p. 427] νεανίαις τελοῦντος καὶ τῆς πύλης ἀπροόπτως ἐξωρμηκότος, σεσοβῆσθαι συμβέβηκεν ἐξαπιναίως τὸ ὄχημα καὶ κάτω ταύτην ἄνωθεν ἂν ἀπεώσατο, εἰ μὴ οἱ συμπορευόμενοι διεσώσαντο. ἡ δὲ τῷ συνενεχθέντι τεθροημένη τὸ τοῦ σχήματος διεκωμῴδει σεμνόν, οἷα πολλάκις τὸ μικρόψυχον ἐν τοῖς τοιούτοις φιλεῖ. πρὸς ἣν ὁ καὶ ἐν τῇ νεότητι τέλειος «γύναι, μὴ δυσφήμει·» φησί «ταῖς ἐμαῖς γὰρ χερσὶν εἰς τοῦτό γε ἥξεις τὸ σχῆμα.» ἔφη ταῦτα ὁ ὅσιος· καὶ χρόνων διῳχηκότων συχνῶν, ἧκεν εἰς ἔργον ἡ πρόρρησις, εἰς λήθην μὲν τούτων τοῦ πανολβίου ἐληλακότος, {ὑπὸ} τοῦ γυναίου δὲ προσειληφότος τὴν μνήμην καὶ τὸν εἶναι τὸν αὐτῇ ταῦτα τότε παρηγγελκότα διασαφήσαντος.

22. τοιαῦτα ὁ τῶν ἁγίων θεός, ὁ ποιῶν πάντα καὶ μετασκευάζων, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὁ ἀνοίγων τὴν χεῖρα καὶ ἐμπιμπλῶν πᾶν ζῷον εὐδοκίας, ὁ δοξάζων τοὺς δοξάζοντας αὐτὸν καὶ θαυμαστὸς ὑπάρχων ἐν τοῖς ἁγίοις αὐτοῦ. ἀλλ᾿ ἐπεὶ τῇ βραχείᾳ τοῦ λόγου κύλικι, καθάπερ ἐκ πελάγους μεγάλου, τοῦ θαυμαστοῦ Ἀντωνίου καὶ μεγάλου ἐν πατριάρχαις βίου μικρὸν ἀπηντλήσαμεν, φέρε τῇ πρὸς τοὺς διδασκάλους παραθέσει τὸν μαθητὴν καταμάθωμεν.

Ἀδὰμ ὡς τοῦ γένους ἀρχὴ καὶ ῥίζα θαυμάζεται. ἀλλὰ καὶ οὗτος πολλῶν ἀρχηγός, οὐ σωματικῇ συναφείᾳ τεχθέντων, πνευματικῇ δὲ πολυπλασιασθέντων, οὐ καταδίκης πατρῴας κληρωσαμένων ἐπιτίμιον, κλῆρον δὲ μᾶλλον χαρισμάτων ζωὴν ἀΐδιον προξενούντων, οὐ θάνατον, δι᾿ ἧς τῆς πατρικῆς τὸ γνήσιον συγγενείας χαρακτηρίζεται. καὶ ὑπέκυπτε μὲν τῶν θηρίων ἡ φύσις ἐκείνῳ, πλὴν οὐ τῶν ἐντὸς καὶ συνοίκων, ἔνθεν ὄφις καὶ φθόνος καὶ δόλος τὸν θάνατον ἐτεκτήνατο. ὁ δὲ τῇ αὐτοκρατορίᾳ τοῦ λόγου πᾶν τὸ ἀγριαῖνον ἐπιπειθὲς ἐργασάμενος, οὐδὲν πρὸς ἀπάτην τῷ ἐχθρῷ καταλέλοιπεν ἐπιτήδειον ὄργανον.

Ἄβελ πρῶτος θυσιῶν εὐπροσδέκτων ἐργάτης, πλὴν ἐναίμων καὶ τῆς ἀλόγου μοίρας. ὁ δὲ τῆς ἀναιμάκτου θύτης θυσίας, ἧς ἐκεῖναι τύπος καὶ σκιά, λόγῳ καλλιερουμένης καὶ πνεύματι καὶ θύων ἑαυτὸν καθ᾿ ἑκάστην, τῇ τῶν ἀλόγων παθῶν νεκρώσει ἀνώτερος καὶ τοῦ φθόνου καὶ τῶν ἐκγόνων τούτου, δόλου καὶ φόνου, κατέστη καὶ πάσης τῆς παρομοίας σειρᾶς.

μέγας ὁ Σήθ, ἀλλὰ τοὺς ἀπογόνους ἔσχεν τῇ τῆς ἀδελφοκτόνου συγγενείας ἐπιμιξίᾳ, ὄγκῳ σωμάτων τὸν ὄγκον τοῦ παραπτώματος ὑπογράφοντας. ὁ δὲ τὴν μὲν ἀρετὴν ἐκείνου παρήλασεν, τῆς δὲ κακίας χρησταῖς εἰσηγήσεσι τοὺς ἐξ αὐτοῦ πνευματικῶς ὠδινηθέντας μετασχεῖν σχεδὸν οὐ δέδωκε πάροδον.

Ἐνὼχ καὶ Νῶε, ὁ μὲν τῇ μεταθέσει μακαρίζεται, ὁ δὲ τῇ παντὸς γένους ζῴων ἐν τῷ κατακλυσμῷ σωτηρίᾳ. τὸ δὲ ἡμέτερον κἀνταῦθα τῶν παραδειγμάτων οὐκ ἐλαττούμενον τῷ τρόπῳ τὸ ὑπερκείμενον
[p. 428] ἀποφέρεται. ἥ τε μετάθεσις οὐκ ἐλπίδι θανάτου περικοπτόμενον ἔχει τὸ εὐφρόσυνον, ἀλλὰ ζωῆς ἀιδίου διαδοχῇ δρέπεται τὴν ἡδονὴν καθαρὰν καὶ σῴζει οὐ λάρνακα ξυλίνην ζῴων ἀλόγων πλήρη ἀλλ᾿ ἐκκλησίαν, ἧς εἰκόνες ἐκεῖνα, παντὸς γένους λογικῶν καὶ πάσης ἡλικίας εὐθηνουμένην καὶ πλήθουσαν. μετὰ Ἀβραὰμ τῇ κλήσει τοῦ καλοῦντος, τῆς πατρικῆς ἑστίας μετανάστης γενόμενος, μέχρι θανάτου ἐφάνη ὑπήκοος· πλὴν ὁ μέν, πλάνην φυγὼν δεισιδαίμονα (ἣν φυγεῖν καὶ φύσις αὐτὴ διδάσκαλος καὶ γνώμη, μὴ παντελῶς τῇ τοῦ χείρονος ἐπικρατείᾳ τὸ κριτικὸν παραφθείρασα), σκότους φῶς καὶ θανάτου ἠλλάξατο καὶ ἀσεβείας εὐσέβειαν, αἱρετὰ πάσῃ λογικῇ φύσει πράγματα καθ᾿ αὑτά· ὁ δὲ τῷ τῆς εὐσεβείας ἐξέτι [λεγε· ἐξ ἔτι] παιδὸς γάλακτι τραφεὶς καὶ τοῖς αἱρετοῖς ζῶν (οὐδὲ γὰρ οὐδ᾿ ὅλως τινὸς οὐ μὲν οὖν οὐδ᾿ ἴχνος παραδεξάμενος τῶν φευκτῶν), τελειοτέρᾳ κρίσει τὴν εὐσεβεστέραν ἐζήτει καὶ αἱρετωτέραν κατάστασιν, ζωῆς ζωὴν καὶ φωτὸς φῶς καὶ αἱρετῶν ἁπλῶς ἀλλασσόμενος αἱρετώτερα. ὅσῳ δὲ τῶν αἱρετωτέρων πρὸς τὰ αἱρετὰ τὸ διάφορον, τοσοῦτον ἄρα καὶ τῶν αἱρουμένων πάντως τὸ μέσον συναποδείκνυται.

ἀλλ᾿ ὁ μὲν Ἀβραὰμ τοὺς τῇ Μαμβρῇ ξενοδοχῶν παροδεύοντας, ἅπαξ ἔλαθεν ξενίσας ἀγγέλους, ὁ δὲ τοὺς τῆς οἰκουμένης διὰ παντὸς δεξιούμενος πένητας, ἐξενάγει Χριστὸν διὰ βίου ἀφάτῳ φιλανθρωπίᾳ τὰ ἐκείνων οἰκειούμενον. δι᾿ ὧν οὐκ ἀγγέλων προσχήματι, ἀλλ᾿ ἀληθείᾳ πραγμάτων τὴν παντουργὸν τῇ ψυχῇ τριάδα εἰσοικισάμενος, οὐχ ἑνὸς ἔσχεν ἐπαγγελίαν υἱοῦ σαρκικῇ παρ᾿ ἐλπίδας τεχθησομένου συναφείᾳ, πολλῶν δὲ μᾶλλον τῇ τῆς πρακτικῆς συζυγίᾳ φιλοσοφίας υἱῶν ἐν πνεύματι κληθῆναι πατὴρ καὶ τὴν ἐπαγγελίαν ἔσχε καὶ ὑπὲρ ἐλπίδας εἶδεν τὸν πληθυσμὸν τῆς ἐπαγγελίας ἐπάξιον, οὐ τριακοσίων οἰκογενῶν ἐπιδρομῇ πολλῶν βασιλέων συγκόψας ἔφοδον, ἀλλὰ τῇ ἀρρενωπῷ τοῦ τῆς ψυχῆς τριμεροῦς ὁρμῇ πᾶσαν καταστρεψάμενος παράταξιν ἐπιτιθεμένων καὶ τὸ συγγενὲς αἰχμαλωτιζόντων τυραννικῶς διὰ τῆς ἡδυπαθείας, ὡς ἐν ἐπιπλάστῳ βασιλείας προσχήματι.

τῷ Ἰσαὰκ συνανῆλθε, τῷ οὐρανίῳ κελεύοντι πατρὶ κατακολουθῶν, οὐκ ἐπὶ γεωλόφου τινός, ἀλλ᾿ ἐπ᾿ ὄρους τῶν ἀρετῶν, τοῖς τῆς ἐγκρατείας πεφορτισμένος ξύλοις. δι᾿ ὧν ἐπὶ τοῦ τῆς καρδίας βωμοῦ τὸ τῆς πρὸς θεὸν ἐφέσεως ἀνάπτων πῦρ, θῦμα παρέσχεν δεκτὸν ἑαυτόν.

23. πρὸς δὲ τὸν Ἰακὼβ πολλὴν εὑρίσκω τὴν μίμησιν, οὐκ ἐν τῷ ἀπλάστῳ μόνον τῶν τρόπων τῷ ποικίλως ἐμπολιτεύσασθαι, ἀλλὰ καὶ τῷ τῆς πατρικῆς ἑστίας ἀποστῆναι καὶ τὴν ἐπὶ ξένης ἑλέσθαι διατριβήν, πλὴν οὐκ ἐπὶ συνοικήσει γυναικῶν ἀδελφῶν ἀλλ᾿ αἱρετῶν ἀδελφῶν ἐφέσει, θεωρίας καὶ πράξεως, ὡς ἂν τῇ
[p. 429] πράξει μετάσχοι τῆς θεωρίας, πρὸς μίαν πηγήν, τὸ πρῶτον ἀγαθόν, ἀναφερομένας ἢ ἀναγούσας. δι᾿ ὧν τῷ πληθυσμῷ τῶν ἐπισήμων, οὐ θρεμμάτων ἀλόγων, μᾶλλον δὲ λογικῶν, τὸ ἐν πατριάρχαις ἐπίσημον ἀπηνέγκατο.

Ἀαρὼν πρῶτος ἀρχιερεύς, ἀλλὰ τῆς τυπικῆς σκηνῆς καὶ σκιώδους· ὁ δὲ τῆς ἀληθινῆς καὶ ἧς ἐκείνη τύπος.

μετὰ Μωσέως τὸν νέον ἐδημαγώγησεν Ἰσραήλ, μετὰ Σαμουὴλ ἐκ βρέφους ἱερός, καὶ μέχρι γήρως θεῷ λειτουργῶν τὸ τοῦ Δαυὶδ ἐμιμήσατο πρᾶον, εἰ βούλει, καὶ τὸ ἀνδρεῖον, οὐ κατὰ Γολιὰθ ἀνθρώπου τινὸς μεγέθει σώματος μέγα φρονοῦντος ἀριστεύσας καλῶς, ἀλλὰ κατὰ τοῦ νοητοῦ Γολιάθ, τοῦ πονηροῦ καὶ ἀσάρκου δαίμονος, ἐγκρατείας ῥάβδῳ καὶ πίστεως σφενδόνῃ ἐξελθὼν καὶ λαμπρὸν στησάμενος τρόπαιον.

Ἠλίας τὰς τῆς Ἰεζάβελ διέφυγεν ἐπιβουλάς, ὁ δὲ τὰς τῆς ἀναιδοῦς ἁμαρτίας. σὺν τῷ Ἐλισσαίῳ διπλῆν εἶχε τὴν τοῦ πνεύματος χάριν, ἀσκητικοῖς καὶ ἱερατικοῖς κεκοσμημένος χαρίσμασιν.

καὶ ἵνα τοὺς ἐν μέσῳ διὰ τὸ πλῆθος παρήσωμεν, τὸν ἐρημικὸν οὐκ ἔχων Ἰωάννου βίον, ἐν μέσῃ πόλει τὸ φιλόσοφον ἐμιμήσατο. καὶ οὗτος σχέδιον, ὅσον τὸ ἐπ᾿ αὐτόν, εἶχε τράπεζαν καὶ οὗτος ἐσθῆτι τὸ σῶμα τριχίνῳ περιεκάλυπτεν· καὶ καθάπερ τινὶ δερματίνῃ ζώνῃ, τῇ τῶν παθῶν νεκρώσει συνέσφιγγε τὴν ὀσφύν· καὶ συνέρρει πρὸς αὐτὸν οὐ μία πόλις, οὐδὲ ἓν ἔθνος, ἀλλ᾿ ὄχλοι παμπληθεῖς τῆς πολυανθρώπου πόλεως, ἐθνῶν καὶ πόλεων συνειλεγμένοι παντοδαπῶν, ἑῷοί τε καὶ ἑσπέριοι, οὐχ ὕδατι βαπτισθησόμενοι, ἀλλὰ πνευματικῇ καθαρθησόμενοι τελετῇ, θείοις ὀργίοις τῆς ἐκείνου τελουμένῃ καὶ χειρὸς καὶ γλώσσης καὶ τελούσῃ τοὺς ἀξιουμένους τῇ κοινωνίᾳ τῆς θεοποιοῦ μετοχῆς. ταῖς δὲ τῶν ἀποστόλων ἑπόμενος διδασκαλίαις καὶ παραδόσεσι καὶ τούτοις τὸν ἑαυτοῦ βίον ῥυθμίζων ἀεί, τὸ τῆς μαρτυρίας ἔργοις ἐβεβαίωσε γνήσιον ἐν τῷ τῶν μαρτύρων ὑπὲρ εὐσεβείας ἔχειν ζῆλον καὶ θνήσκειν καθ᾿ ἑκάστην τῇ συνειδήσει τῇ τῶν ἀσκητικῶν πόνων χρονίᾳ βασάνῳ τε καὶ δριμύτητι. ὃ τῆς μαρτυρικῆς ἀνδραγαθίας οὐδὲν ἀτιμότερον.

24. πάντων τοίνυν ὁσίων τε καὶ δικαίων, τῶν μὲν τὸν τρόπον, τῶν δὲ τὸν δρόμον, τῶν δὲ τὴν πρᾶξιν, ὁμοῦ δὲ πάντων τὴν πρὸς τὸ πρῶτον ἀγαθὸν ἀνένδοτον μιμησάμενος ἔφεσιν, οὗ νῦν τρανότερον ἀπολαύων, ἐποπτεύοις καὶ περιέποις, ὦ θεία καὶ ἱερὰ κεφαλή, τὴν ἱερὰν ποίμνην· καὶ τὰ εὐσεβείας σαῖς λιταῖς κρατύνοις σκῆπτρα, καὶ χεῖρα παρέχοις τῷ εὐσεβεῖ κράτει, τῶν κοσμικῶν αὐτῷ κοινωνῶν φροντίδων· καὶ πρεσβεύοις, θεῷ παριστάμενος, ἀδιαλείπτως, ὑπὲρ οὗ προσηύχου, συνὼν αὐτῷ καὶ τῷ βίῳ τούτῳ παρών· καὶ συνδιασῴζοις αὐτῷ τὴν κοσμικὴν ὁλκάδα ἐπ᾿ ἀκλύστῳ τῆς θείας γαλήνης λιμένι, πᾶσαν κατευνάζων σπιλάδα καταιγίδος πονηρευομένων καὶ βυθίζων ὁρατῶν ἐχθρῶν καὶ ἀοράτων ἐφόδους ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************