[p. 3]
1. [λαχυνα] *** μὴν ἐφίστατο αὔγουστος, καὶ αὐτὸς Βασίλειος ὁ ἄναξ ἐξῄει θηράσων
ἐν τοῖς Θρᾳκῴοις μέρεσι πρὸς τὰ σύνεγγυς Ἀπαμείας καὶ Μελιτιάδος· ἐν οἷς εὑρὼν ἀγέλην
ἐλάφων, μετὰ καὶ τῶν ἀπὸ τῆς συγκλήτου καὶ τῶν κυνηγετῶν ἐπ᾿ αὐτὴν ὥρμησε· πάντων
δὲ τῇδε κἀκεῖσε περισπαρέντων καὶ καταδιωκόντων, πρὸς τὸν πρωταγέλαιον τούτων ὁ
αὐτοκράτωρ ἐφώρμησεν ὡς ὑπερμεγέθη πάντων ὑπάρχοντα καὶ πίονα· καὶ ὁ μὲν μόνος τοῦτον
ἐδίωκεν, τῶν συνεπομένων ἀτονησάντων· ὁ δέ γε ἔλαφος αἰσθόμενος τὴν τούτου μόνωσιν,
τῆς φυγαδείας ἀνατραπεὶς κατ᾿ αὐτοῦ ἀνθυπέστρεφε καὶ κερατίζειν ἐπεχείρει· ὁ δὲ
τὸ δόρυ ἠκόντισε, παρὰ δὲ τῶν τοῦ ἐλάφου κεράτων παρεμποδισθέν, εἰς τὴν γῆν διακενῆς
ἀπέρριπτο· ὁ τοίνυν βασιλεὺς ἐπὶ τούτῳ ἐξαπορήσας, εἰς φυγαδείαν τρέπεται. ὁ δέ
γε ἔλαφος καταδιώκων, τοῦτον τοῖς κέρασιν ἔτυπτεν· ἐξ οὗ καὶ ἑάλω παρ᾿ αὐτοῦ· τῶν
γὰρ ἐξοχῶν τῶν κεράτων ὑπὸ τοῦ ζωστῆρος τούτου ὑπεισελθόντων, ἀνάρπαστον τοῦτον
ἐκ τοῦ ἵππου λαβόμενος ἔφερεν, τὸ γεγονὸς μή τινος ἐπισταμένου, ἕως ὅτε τὸν ἵππον
κενὸν ἐθεάσαντο. τότε Στυλιανὸς ὁ λεγόμενος Ζαούτζης καὶ Προκόπιος ὁ πρωτοβεστιάριος
κατάδηλον τὸ συμβὰν τοῖς πᾶσι πεποιήκεισαν· καὶ τῇδε κἀκεῖσε πάντων περιθεόντων,
μόλις τὸν ζητούμενον ἐπὶ τὸ ζῷον βασταζόμενον ἑώρων· πολλῷ δὲ τῷ τάχει καταδιωκόντων,
ἔμενον ἄπρακτοι· μακρόθεν γὰρ ὁ ἔλαφος τούτων γενόμενος, ἵστατο ἀσθμαίνων καὶ πνευστιῶν·
πάλιν δὲ πλησιάσαι ἐφορμώντων, εὐθυδρόμει μέχρι πολλῆς διαστάσεως. ἐπὶ τούτῳ ἐξαπορούντων,
λαθραίως τινὲς τῶν τῆς καλουμένης ἑταιρείας
[p. 5] τὴν πρὸς τὰ πρόσω τοῦ ἐλάφου ὁδὸν προκατασχόντες καὶ τῇδε κἀκεῖσε κυκλοτερῶς
ἐν τοῖς ἐκεῖσε ὄρεσι διασπαρέντες, τὸν ἔλαφον θροήσαντες πρὸς φυγὴν πάλιν ὥρμησαν.
τότε τις τῶν ἀπὸ τῶν Φαργάνων λεγομένων σύνδρομος τῷ ἐλάφῳ γίνεται· καὶ ἐπὶ χεῖρα
γυμνὴν σπάθην λαβόμενος, τὸν ἐν τοῖς κέρασι κωλυόμενον ζωστῆρα διέκοψε. πέπτωκε
δὲ ὁ βασιλεὺς ἐπ᾿ ἐδάφους λειποθυμῶν. ὡς δὲ εἰς ἑαυτὸν κατέστη, τὸν τοῦ κινδύνου
τοῦτον ἀπαλλάξαντα φρουρεῖσθαι προσέταξε καὶ τὴν ὑποβολὴν τῆς τοιαύτης αὐθαδείας
ἐξετάζεσθαι παρεκελεύετο. ἔλεγεν γάρ· «οὐ ζωῶσαι ἀλλὰ θανατῶσαί με τὸ ξίφος προέτεινεν.»
μετρῆσαι δὲ τὸν τόπον ἀφ᾿ οὗ ἀνάρπαστος γέγονε προσέταξε. καὶ εὕρηται σὺν τῶν τῇδε
κἀκεῖσε περιδρομῶν μέχρι Κατασυρτῶν, ἐν ᾧ καὶ ἀπερρίφη τόπῳ, μίλια δεκαέξ. καὶ τότε
μήτε τοῦ ἐλάφου περικρατεῖς γενόμενοι, μήτε μικρόν τι κἂν πλῆξαι τοῦτον δυνηθέντες,
τὸν αὐτοκράτορα διαβασταζόμενον λαβόντες, ἐν τοῖς βασιλείοις ὀδυνώμενον ὑπέστρεψαν.
τοῖς δὲ ἐνδοσθίοις σφόδρα ἀλγῶν, καὶ ῥύσεως αἵματος κατὰ γαστρὸς αὐτῷ ἐπιγενομένης
δι᾿ ἡμερῶν ἐννέα, τὸ κοινόν ἀνέπλησεν ὄφλημα, ἐννεακαίδεκα χρόνους ἐπὶ τῆς βασιλείας
διαρκέσας, τὸ κράτος τῶν σκήπτρων τῷ υἱῷ Λέοντι καταλιπὼν σὺν Ἀλεξάνδρῳ ἀδελφῷ,
εἰ καὶ τὰ ἀδελφὰ μὴ φρονοῦντι· ἤδη γὰρ Στέφανος ὁ τούτων ὕστατος ἀδελφὸς τῇ τῆς
διακονίας ἱερωσύνῃ καὶ τῷ τοῦ συγκέλλου ἀξιώματι κεκόσμητο. Στυλιανῷ δὲ τῷ καὶ Ζαούτζῃ
κατὰ τὴν τῶν Ἀρμενίων διάλεκτον προσαγορευομένῳ, ὡς ἅτε Μακεδόνι ὄντι καὶ τὸ γένος
Ἀρμένιον καθὼς καὶ αὐτός, ἐπίτροπον καταλιμπάνει, τὴν τῶν ὅλων πραγμάτων διοίκησιν
ἐγχειρίσας τῶν τε ἐκκλησιαστικῶν καὶ πολιτικῶν, ἔσχατον πρὸς αὐτόν τε καὶ τοὺς υἱοὺς
προσειπών· «αἴ, αἴ· ὁ ἐπαοιδίαις καὶ μαγγανείαις τερατοποιὸς Σανταβαρηνὸς τοῦ θεοῦ
με μακρύνας καὶ ἀπατηλοῖς καὶ ψευδέσι λόγοις ἐξαπατήσας καὶ ἀλλότριον τῆς δικαίας
γνώμης ποιήσας, εἰ μὴ κύριος ἐβοήθησέ μοι, παρὰ μικρὸν εἰς τὴν ἴσην αὐτοῦ κατάκρισιν
ἐπεσπάσατο.»
[p. 7]
2. Λέων τοίνυν ὁ βασιλεὺς τῆς αὐτοκρατορίας ἐπιλαβόμενος, παρευθὺ Στυλιανῷ τῷ Ζαούτζῃ
πρωτομάγιστρον καθίστησιν· μετ᾿ οὐ πολὺ δὲ καὶ βασιλοπάτορα ἀναδείκνυσι. καὶ τῶν
ἐπερχομένων τῇ βασιλείᾳ διοικήσεων τὴν ἐπιστασίαν καὶ φροντίδα ὁ αὐτὸς Στυλιανὸς
διέπων ἐγνωρίζετο. τοῦ παρευθὺ δὲ εἰς τὰ βασίλεια ὁ ἄναξ προσκαλέσασθαι τὸν πάτερα
Εὐθύμιον ἀνάξιον κρίνας, πρὶν αὐτοψὶ καὶ κατίδοι τοῦτον καὶ προσαπολογήσοιτο, πρὸς
τὸν τῆς Θεομήτορος ναὸν τὸν ἐν τῇ Πηγῇ ἐξῄει καὶ πρὸς τὸν ποθούμενον ἀφίκετο. ὃν
ἰδὼν καὶ τὴν κεφαλὴν τοῖς τούτου ποσὶν ὑποκλίνας τοῦ τε παλλίου αὐτοῦ περικρατὴς
γενόμενος, τοῦτο κατασπαζόμενος, χαρμονικοῖς δάκρυσι τὴν πορφυρίδα κατέβρεχε· τήν
τε τῆς ἁγίας εὐχῆς αὐτοῦ ἰσχὺν καὶ τὴν ἐν ταῖς ἀνελπίστοις αὐτοῦ θλίψεσι παρηγορίαν
τά τε ἐπ᾿ αὐτῷ προδηλωθέντα διαπρυσίοις φωναῖς ἐξομολογούμενος ἐκήρυττε καὶ θάμβους
καὶ ἐκπλήξεως τοῖς τε ὁρῶσι καὶ ἀκούουσιν ἐπλήρου. μικρὸν δὲ τὰ πρὸς ὠφέλειαν ψυχῆς
ὁ πατὴρ προσειπών, μετ᾿ εὐχῆς τοῦτον ἀπέλυεν. ὁ δὲ μᾶλλον καὶ προσμένειν καὶ προσομιλεῖν
προεθυμεῖτο καὶ πρὸς τὰ βασίλεια τοῦτον ἀνελθεῖν παρεβιάζετο. τοῦ δὲ μὴ συνθεμένου,
ἀλλὰ μετὰ τὴν τῶν πανσέπτων καὶ ἁγίων ἑορτῶν τεσσαρακοστὴν κατανεύσαντος, τὰ πρὸς
ὠφέλειαν καὶ σύστασιν τῇ μονῇ παρώρμα καὶ ὡς ἐφετὸν αὐτῷ ἐστιν καὶ ἐράσμιον εἰπεῖν
κατηνάγκαζεν. οὐδὲν δὲ ἐκεῖνος ἕτερον ἔφασκεν ἐφετὸν εἶναι τούτῳ καὶ ἐράσμιον ἢ
τό· «ἐν δικαιοσύνῃ καὶ εὐσεβείᾳ μετ᾿ ἐλέους τε καὶ συμπαθείας διευθετεῖν σε καὶ
διέπειν τὸ ὑπήκοον καὶ κατὰ νοῦν ἀδιαλείπτως ἔχειν ὅσων σοι θλιβερῶν ἐξήρπασεν ἡ
τοῦ βασιλέως τῶν βασιλευόντων δεξιά. καὶ ἔτι μᾶλλον προσθήσει τοῦ ῥύεσθαι, εἴ γε
καὶ σὺ τῶν αὐτοῦ ἐντολῶν πληρωτὴς φανείης, καὶ μὴ λόγοις μόνον ἀλλὰ
[p. 9] καὶ ἔργοις θεραπεύσεις τὴν αὐτοῦ ἀγαθότητα.» οὕτως αὐτῷ συνταξάμενος εὐχαῖς
τε πλείσταις ἐφοδιάσας, μετ᾿ εὐχῆς ἀπέλυσεν.
ὁρῶν δὲ ἔκτοτε ὁ φιλήσυχος πατὴρ ἡμῶν Εὐθύμιος πλείστας παρενοχλήσεις παρὰ τῶν εἰς
αὐτὸν καταφευγόντων ἐπιγινομένας, τὴν πρὸς τὸ ὄρος λαθραίαν φυγὴν σὺν τοῖς σὺν αὐτῷ
οὖσιν ἀδελφοῖς διενοεῖτο. τότε δὴ πρὸς αὐτὸν ἐξῄει ὁ τῆς εὐαγεστάτης μονῆς τῶν Στουδίων
ἡγούμενος ὁσιώτατος ἀνὴρ Ἀνατόλιος, τὴν πρὸς αὐτοὺς ἀποστολὴν τοῦ Σανταβαρηνοῦ κωλυθῆναι
καθικετεύων· ἐκεῖσε γὰρ τοῦτον ἐκ τῶν Εὐχαΐτων εἰσενέγκαντες, φρουρεῖσθαι προσέταξαν.
ὁ δὲ εἰς τὸ ὑπακούειν ἑτοιμότατος παρευθὺ τῷ βασιλεῖ γράψας, τὴν πρὸς τὰ Στουδίου
κάθειρξιν τούτου ἐκώλυσεν, πρὸς δὲ τὰς Ἀθήνας ἡ περιόρισις τούτου ἀπὸ τῆς τοῦ Δαλμάτου
εἱρκτῆς μετέπιπτε, ἐν αἷς καὶ τὴν τῶν ὀφθαλμῶν πήρωσιν ἐκ τῆς τοῦ Ζαούτζη προστάξεως
κατὰ πόδας ἐδέξατο.
παρ᾿ ἑαυτῷ δὲ ὁ πατὴρ τὸν ὁσιώτατον τοῦτον ἄνδρα Ἀνατόλιον ἐπὶ τρισὶν ἡμέραις ἐπισχών,
τὰ τῆς βουλῆς φανεροῖ καὶ τὰ τῆς ἀναχωρήσεως. ὃς ὁρῶν τὸ ἐκεῖσε ἐπιρρέον πλῆθος
τῶν τε ἀπὸ τοῦ κοιτῶνος ἐπὶ τοῦ πατρὸς τῷ νέῳ βασιλεῖ προσκρουσάντων, τῶν τε ἐκ
τῆς συγκλήτου βουλῆς προσπταιόντων, ἔστι δ᾿ ὅτε καὶ τῶν αὐτῷ τῷ βασιλεῖ καθυπουργούντων,
καὶ ἁπαξαπλῶς ἅπαντας, ὡς εἰς λιμένα ἄκλυστον, ἐπὶ τοῦτον τὸν μακαρίτην καταφεύγοντας
Εὐθύμιον, ἐγεγήθει καὶ ἠγαλλιᾶτο τῷ πνεύματι εὐχαριστῶν τῷ θεῷ τῷ κατὰ καιροὺς παρέχοντι
πληρωτὰς τῶν αὐτοῦ ἐντολῶν. καὶ γὰρ τοῖς πᾶσιν ὁ συμπαθέστατος διὰ τῆς οἰκείας γραφῆς
κατευθύνων τῷ αὐτοκράτορι συνώψει. καὶ ἦν ἰδεῖν τοὺς πρὸς αὐτὸν φοιτῶντας κατὰ τὴν
τοῦ ὀνόματος ἐπίκλησιν εἰς εὐθυμίαν ἐξ ἀθυμίας μεταρρυθμιζομένους· τοῖς πᾶσι γὰρ
ὑπῆρχε τὰ πάντα, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, καὶ ἐπὶ μὲν θλιβομένοις μᾶλλον ὑπερθλιβόμενον
ἦν ὁρᾶν αὐτὸν ἢ συνθλιβόμενον, ἐπὶ δὲ τοῖς ὀδυνωμένοις καὶ συνοδυνώμενον καὶ συμπάσχοντα,
ἔστι δ᾿ ὅτε καὶ τοῖς δάκρυσι καταρραινόμενον μετ᾿ εὐχαριστίας τε παραινοῦντα ἅπαντα
τὰ ἐπερχόμενα φέρειν. καὶ ὅλως ἦν παραμύθιον καὶ ὅλως ἀναψυχὴ ἐκ τοῦ τοῖς πᾶσι τὰ
πάντα γίνεσθαι. ὁ δέ γε βασιλεὺς τὰ παρ᾿ αὐτοῦ γραφόμενα, ὡς υἱὸς εὐγνώμων ὑπείκων
πατρί, πληρῶν ἅπαντα διετέλει.
[p. 11] ταῦτα ὁρῶν, ὁ μέγας ἐν πατράσι πρὸς αὐτὸν ἔφη Ἀνατόλιος· «εἰ τὴν τοιαύτην
μετὰ θεὸν πρὸς πάντας διατηρήσεις συμπάθειαν, δύνασαι καὶ ἐνθάδε παρὼν τῆς τῶν ἁγίων
πατέρων ἡμῶν μερίδος ἐπιτυχεῖν. μόνον εἰ ἐπὶ πλεῖον διαρκέσῃ καὶ ἀλώβητος μείνῃ
ἡ πρὸς πάντας παρά σου ἐπιγενομένη θερμὴ βοήθεια, (ὑπὲρ γὰρ τοῦ ὄρους καὶ τῆς μακρᾶς
ἐρημίας κρείττων) ὁ θεὸς προσδέξεται τὸν διὰ σοῦ γινόμενον τοῖς ἀνθρώποις ἔλεον.»
ταῦτα προσειπὼν καὶ ἑτέροις τισὶ προστεθεικὼς καὶ πρὸς συμπάθειαν ὑπαλείψας, συνταξάμενος
αὐτῷ ἀνεχώρησε.
Στυλιανὸς δὲ ὁ καὶ Ζαούτζης ὀργῇ καὶ χόλῳ διεπρίετο διὰ τὸ ἐπὶ πᾶσι καὶ πρὸς πάντας
ἱλαρυνόμενον ὁρᾶν τὸν πραότατον ἄνακτα· ἀπεχθῶς τε πρὸς τὸν πατέρα διέκειτο Εὐθύμιον
καὶ τὰ παρ᾿ αὐτοῦ αἰτούμενα ἀνατρέπειν καὶ ἀντιπράττειν ἐσπούδαζε· πολλῶν γὰρ τὰς
ὑπάρξεις ἀφείλετο καὶ τῷ δημοσίῳ παρέπεμψεν, ἔστι δ᾿ οὓς καὶ ἀπέκειρεν καὶ ὑπερορίᾳ
κατεδίκασεν. ἐξ ὧν εἷς ἐστι καὶ Λέων ὁ γεγονὼς δρο<υ>γγάριος ὁ Κατακοίλας· ὃς καὶ
συγγενὴς ὑπῆρχεν Φωτίου τοῦ κατὰ καιρὸν πατριαρχήσαντος. καὶ ἑτέροις τισὶ τὸ αὐτὸ
πεποίηκεν, οὓς ἑκὼν ὑπερβήσομαι. αὐτὸν δὲ Φώτιον παρευθὺ τοῦ θρόνου κατεάξας καὶ
ἀτίμως ὑπερορίσας, παραίτησιν καὶ μὴ βουλόμενον ἀπῄτει· ἣν καὶ βεβιασμένως πεποίηκεν·
πέραν δὲ τοῦ ἄστεος ἐν τοῖς καλουμένοις Ἱερίοις τοῦτον ὑπερορίσας, ἀπρόοπτον καθέζεσθαι
προσέταξεν· καὶ οὐ μόνον τοῦτον ἀλλὰ καὶ πᾶσιν αὐτοῦ τοῖς συγγενεῦσι τὰ ὅμοια ἀπειργάσατο,
τῆς περιουσίας αὐτῶν τούτους στερήσας καὶ ἀποκείρας. ἐξ οὗ καὶ Νικόλαος ὁ τούτου
οἰκογενὴς δεδοικὼς μὴ τὰ παραπλήσια πάθῃ, φυγὰς πρὸς τὴν τοῦ ἁγίου Τρύφωνος μονὴν
ᾤχετο τῇ [λεγε· τὴν] ἐπὶ Χαλκηδονέων μητροπόλει παρακειμένῃ [λεγε· παρακειμένην].
ἐν ᾗ καὶ πεφθακώς, ἐκ πολλοῦ τοῦ φόβου παρευθὺ τὰς τρίχας ἀποκείρεται καὶ τὸ τῶν
μοναχῶν ἐνδύεται ἅγιον σχῆμα. ὃν εἰς ὕστερον ὁ βασιλεὺς Λέων προσλαβόμενος, ὡς ἅτε
συμμαθητῇ αὐτῷ γεγονότι καὶ θετῷ ἀδελφῷ, ὡς μέγα τι ποιήσαντι τὴν ἀπόκαρσιν, τῇ
τοῦ μυστικοῦ ἀξίᾳ τετίμηκεν.
[p. 13]
3. ταῦτα καὶ ἕτερα πλείονα καὶ τὰ παραπλήσια καθ᾿ ἑκάστην παρὰ τοῦ Ζαούτζη γινόμενα
ἀκούων, ὁ πατὴρ ἠνιᾶτο κατὰ ψυχὴν καὶ οἰκειογράφως τῷ βασιλεῖ παρέπεμπεν καὶ δῆλα
πάντα εἰργάζετο.
ὁ δὲ τὴν γραφὴν δεξάμενος, τῷ Ζαούτζῃ ἐδείκνυεν καὶ ἀναγινώσκεσθαι παρ᾿ αὐτοῦ ἐκέλευεν.
ἀνθίστατο οὖν ἐκεῖνος, μηδὲν ἄτοπον ἢ παράνομον παρ᾿ αὐτοῦ γεγονέναι διομνύμενος.
«καὶ εἰ οὕτως,» φησὶν ὁ βασιλεύς, «δικαίως καὶ εὐσεβῶς ἅπαντα διευθέτησας, ἄπελθε
καὶ προσαπολόγησαι τῷ πνευματικῷ μου πατρί.» ὁ δὲ συνθέμενος μεθ᾿ ἡμέρας ἐξῄει·
καὶ τὸν πατέρα θεασάμενος, ἔφη· «οὐ δεῖ σε, πάτερ ἅγιε, τοῖς τοῦ βασιλέως ἐχθροῖς
προνοεῖσθαι καὶ ὑπερμαχεῖν· ἀπειρίαν γάρ, μᾶλλον δὲ ἀγνωσίαν, ἐπὶ τούτοις ἐχούσης
τῆς ἁγιωσύνης σου, δοκεῖς μὲν καλῶς λέγειν, μὴ ἀκριβῶς τὰ τούτων ἐπιστάμενος ἔνεδρα·
πληρουμένων δὲ τῶν σῶν αἰτήσεων, τῇ τε βασιλείᾳ ἀσυστασίαν καὶ τῇ πόλει τάραχον
οὐ τὸν τυχόντα εἰσάγεις. καὶ οὐχ ἁρμόζει σοι τοιαῦτα αἰτεῖσθαι τῷ βασιλεῖ καὶ τοῖς
κατ᾿ αὐτοῦ προσλαμβάνεσθαι.» πρὸς τούτοις ὁ πατὴρ πρὸς αὐτὸν ἔφη· «σὺ γάρ, κύρι
ὁ μέγας, ἐμπειρίαν καὶ γνῶσιν ὡς λέγεις ἔχων, καλῶς ποιεῖς ἐπὶ κακώσει καὶ θλίψει
τῶν ὁμοιοπαθῶν σοι ἀνθρώπων ἐπεκτεινόμενος, οὐδὲν ἕτερον διορθούμενος ἢ τὴν σὴν
θέλησιν ἐπ᾿ ὀργῇ καὶ χόλῳ ἐκπληρῶν.» ὁ δέ «ναί,» φησὶ «καὶ λίαν γε καὶ καλῶς ποιῶν»
ἀπεκρίνατο. ὁ δὲ πατὴρ πρὸς αὐτόν· «ἡ δὲ σὴ βούλησις, μᾶλλον δὲ ἀρέσκεια καὶ ἔφεσις,
ποίοις θεσμοῖς ἐξακολουθοῦσα, οὕτως, ὡς σὺ φῄς, πρεπόντως καὶ καλῶς γεγένηται ἆρα
τοῖς τοῦ νόμου παραγγέλμασιν ἢ τοῖς τοῦ εὐαγγελίου διδάγμασιν ταῖς τῶν ἀποστόλων
εἰσηγήσεσιν ἢ ταῖς τῶν πατέρων παραινέσεσιν ἐκτὸς γὰρ τούτων ὁ διανοούμενός τι ἢ
πράττων τυφλός ἐστι, μυωπάζων καὶ τοῦ χειραγωγοῦντος δεόμενος. ὅπερ καὶ σύ, κύρι
ὁ μέγας, ἐπὶ τῇ σῇ φρονήσει καὶ δικαιοπραγίᾳ ἐπερειδόμενος, πέπονθας.» ἐπὶ τούτοις
ταραχθείς, ἀντεῖπεν ἐκεῖνος· «εὐκαιρηταί ἐστε ὑμεῖς οἱ μοναχοὶ καὶ ἐν οὐδενὶ ἄλλῳ
ἀσχολεῖσθε ἢ τοῦ διασύρειν καὶ
[p. 15] διαβάλλειν τὰ ἡμέτερα. ἐξ οὗ καὶ διανοητικώτεροι ἡμῶν εἶναι φαντάζεσθε,
ἐπεί, ὅτ᾿ ἂν καιρὸς ἀγώνων ἐπέλθοι, καὶ γενναιότεροι ὑμῶν καθεστήκαμεν καὶ ἐν φρονήσει
ὑπέρτεροι. σὺ δὲ μοναχὸς ὤν, ὡς δὲ ὁ βασιλεὺς λέγει καὶ ἅγιος, ἡσύχαζε εἰς τὸ κελλίον
σου καὶ πρόσεχε σεαυτῷ καὶ μὴ περαιτέρω περιεργάζου· καὶ γὰρ ἃ τῷ βασιλεῖ προείρηκας,
πάντων τὴν ἔκβασιν θεασάμενος ἀρκέσθητι· οὐδὲ χρεία σοι ἔτι τοῦ προλέγειν ἢ προσυπομνήσκειν
καὶ βουλομένῳ γενήσεται.» «μή τι δέδοικας» ὁ πατὴρ ἔφη «ἐπὶ τῇ διαβολῇ τῆς καρδίας
σου, ὡς ἵνα μὴ τὴν ἐπὶ σοὶ ἐνδομυχοῦσαν φιλαρχίαν στηλιτεύσω, καὶ τούτου χάριν προβάλλῃ
τούτοις τοῖς ῥήμασιν ἰδοὺ προμαρτύρομαί σοι, ὡς οὔποτε τῶν σῶν καταθυμίων τὴν περαίωσιν
ἐπιτεύξῃ, ἀλλ᾿ ἔμπροσθεν τοῦ αὐτοκράτορος Λέοντος τελευτήσεις· τὸν θεὸν γὰρ τὸν
ἅγιον ἀρωγὸν τοῦ αὐτοκράτορος κεκτημένου, καταβαλεῖ καὶ εἰς τέλος ὀλέσει καὶ σὲ
καὶ πᾶσαν τὴν συγγένειάν σου, καθὼς ἐμοὶ τῷ ἐλαχίστῳ δεδήλωται.» καὶ ἔτι τοῦ πατρὸς
τὸν λόγον συναίρειν ἐθέλοντος, ἀνέστη ἐκεῖνος κράζων· «οὐαὶ τὴν ἡμέραν ταύτην καὶ
ὅτ᾿ ἂν ἐγὼ ἠβουλήθην ἐνθάδε ἐλθεῖν· ἰδοὺ γὰρ ὁ πατὴρ ἐφωδίασεν ἡμῖν τῶν εὐχῶν αὐτοῦ,
καὶ ἀπερχόμεθα.» ὁ δὲ πραείᾳ φωνῇ πρὸς αὐτόν· «μετανόησον, ὦ ἄνθρωπε, εἰς οὓς ἔκτεινας,
τοῦ φωτὸς ἐστέρησας, ἐπτώχευσας ὑπερώρισας· στῆσον τὴν τῶν ἐκκλησιῶν ἐρήμωσιν, τὴν
τῶν ἱερέων ἐκδίωξιν· παῦσαι τῆς τοιαύτης σου τόλμης. ἢ τοῦ πλήθους τῆς χρηστότητος
καὶ τῆς ἀνοχῆς καὶ μακροθυμίας καταφρονεῖς τοῦ θεοῦ μὴ πλανῶ· θεὸς ἐκδικήσεών ἐστι
καὶ οὐ μυκτηρίζεται.» ὁ δὲ λέγει· «ὁ ἔχων σοι ἄλλο, καλόγηρε, ἀποκριθῆναι γενήσεται
ὥσπερ σύ.» οὕτως εἰπών, παρευθὺ ἀνεχώρησεν.
ὑποστρέψας δὲ πρὸς τὸν ἀποστείλαντα, ἔφη· «ποῦ σοι, δέσποτα, ἐφεῦρεν ὁ αὐθάδης καὶ
ἀλαζὼν μοναχὸς οὗτος εἰ ταῖς αὐτοῦ κομπορρημοσύναις καὶ εἰσηγήσεσιν ὑπείκεις, τάχα
ἂν καὶ
[p. 17] τοὺς ἐν τῷ πραιτωρίῳ εἱργμένους Σαρακηνοὺς δωρήμασι παρασχών, εἰς τὰ ἴδια
ἐπαποστείλαις, τοὺς δὲ τὴν ζωήν σου ἐπιβουλεύοντας καὶ ἐχθροὺς τῆς σῆς βασιλείας
ὑπάρχοντας λαμπροῖς ἀξιώμασι καὶ προκοπαῖς ὑπερεχούσαις τιμήσεις. τοιοῦτον οὐδαμῶς
πώποτε συνέτυχον μοναχόν, ὡς εἴθε μηδὲ τοῦτον ἀρτίως· μήπω γὰρ κἂν μικρὰν πεῖραν
τῶν τοιούτων εἰληφώς, δοκεῖ καλῶς περὶ πάντων ἐπίστασθαι καὶ διανοεῖσθαι. γνωστὸν
δὲ ἔστω τῇ βασιλείᾳ σου, ἐὰν μὴ παρά σου παρεωραθῇ καὶ τῆς πολλῆς διαθέσεως ἐξωσθῇ,
οὔποτε ταπείνωσιν τὴν κἂν μέχρι ῥήματος ἐν ἑαυτῷ προσκτήσηται. ἐπὶ τῇ σῇ γὰρ ἐπερειδόμενος
ἀγάπῃ ἐν ὑπερηφανίᾳ διάγει.» ὁ δὲ βασιλεύς· «οὐδαμῶς ἐπίσταμαι τοῦτον καθὼς σὺ λέγεις,
ἀλλ᾿ ἐπ᾿ εὐλαβείᾳ μᾶλλον καὶ τελείᾳ ταπεινώσει πάντοτε διατελοῦντα, ὑπὲρ δὲ ἀληθείας
καὶ τοῦ δικαίου ἀεὶ ἀνθιστάμενον. εἰ δ᾿ ἀγνοεῖς τὰ κατ᾿ αὐτόν, παρ᾿ ἐμοῦ ἄκουσον·
δίκαιος καὶ ἅγιός ἐστιν ὁ ἀνήρ· ὃς πολλῷ ἀγῶνι καὶ μακρᾷ ἀσκήσει τὸ σῶμα κατατήξας
καὶ τὸν νοῦν τῆς ὕλης ἀποκαθάρας, τοῖς ἔμπροσθεν ὡς ἐνεστῶσι πάντοτέ μοι διήγγελλεν,
μηδὲ τοῦ τυχόντος ἐκ τῶν παρ᾿ αὐτοῦ μοι ῥηθέντων διαμαρτόντος ῥήματος. ἐξ οὗ καὶ
διανοοῦμαι μὴ τὴν βασιλείαν μόνην διὰ τῶν εὐχῶν αὐτοῦ ἔχειν, ἀλλὰ καὶ αὐτὴν τὴν
ζωήν. οὐ δίκαιον δὲ ἡγοῦμαι τὸν ἐν τῇ φλογώδει καμίνῳ τῶν ἀμετρήτων μου θλίψεων
ἀναψυχήν μοι παρασχόντα ἐν τῇ ἐπελθούσῃ χαρμονῇ ἀποδυσπετεῖν τούτου καὶ ἀπαναίνεσθαι,
καὶ μάλιστα τῶν εὐχῶν αὐτοῦ καὶ προρρήσεων ἐνεργῶς, ὡς ὁρᾶτε, ἐν ἐμοὶ τελουμένων.
τοίνυν αὐτὸς ἐγὼ οἰκείοις ὀφθαλμοῖς τοῦτον ὀψόμενος, περὶ πάντων ἀκριβῶς ἀναμαθήσομαι.»
ἡ τῆς μεσοπεντηκοστῆς ἐπέστη ἑορτή, καὶ ὁ βασιλεὺς ἐν τὸ τοῦ μεγαλομάρτυρος Μωκίου
τέμενος παρῆν, ὅτε καὶ παρ᾿ αὐτοῦ προσκληθεὶς ὁ πατὴρ ἀπελογήσατο τοῦ μὴ δύνασθαι
ἐν τῇ πόλει εἰσιέναι διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πραττομένων
[p. 19] ἀδικιῶν, <λέγων>· «κρεῖττον δέ μοι καθειστήκει τῇ φίλῃ ἡσυχίᾳ προσκαρτερῖν
ἢ εἰς ὦτα μὴ ἀκουόντων λέγειν.» τούτων ὁ βασιλεὺς παρ᾿ αὐτοῦ λεχθέντων ἀκηκοώς,
ἡσύχασεν. τῆς δὲ ἁγίας ἀναλήψεως καταλαβούσης καὶ πάσης τῆς συγκλήτου ναὶ μὴν καὶ
πάσης ἡλικίας σὺν τῷ ἄνακτι καὶ τῷ νέῳ ἀρχιερεῖ Στεφάνῳ ἐν τῷ τῆς θεομήτορος νεῷ
τῷ ἐν τῇ Πηγῇ ἀφικνουμένων, ἐγένετο καὶ τὸν πατέρα Εὐθύμιον προσκληθῆναι οὐ παρὰ
τοῦ βασιλέως μόνον ἀλλὰ καὶ παρὰ τοῦ πατριαρχοῦντος δι᾿ ἐπιτιμήσεως τὴν εἰσέλευσιν
ἀποστείλαντος· πολλὴν γὰρ καὐτὸς ἐν αὐτῷ ἀγάπην ἐκέκτητο. ὁ δὲ καίπερ μὴ βουλόμενος,
ὅμως δ᾿ ἀπῄει. τοῦ δὲ τὴν παρουσίαν αἰσθόμενος, ὁ ἄναξ ἐξῄει αὐτὸν προσυπαντήσων·
καὶ σύνδακρυς γενόμενος, ἀπολογεῖσθαι ἀπήρξατο ἐξομνύμενος, ὡς ἔξω τῆς αὐτοῦ βουλῆς
γνώμης τε καὶ θελήσεως πάντα τὰ συμβάντα γεγονέναι· συγγνώμην τε αἰτήσας παρ᾿ αὐτοῦ
καὶ λαβών, πρὸς τοῖς ἐν τῇ πόλει βασιλείοις εἰσιέναι παρεκάλει. ὡς δὲ μὴ συνθέμενον
ἑώρα, συναριστῆσαι μόλις παρέπεισεν. καὶ ἐν αὐτῷ δὲ τῷ ἀρίστῳ ἐν τῇ πόλει εἰσιέναι
πάλιν ἐκλιπαρούμενος, οὐ κατένευσε λέγων· «εἰ ταῖς γινομέναις ἐκ μακρόθεν ἀδικίαις
ἀκούων ταράττομαι καὶ ἀνιῶμαι, πολλῷ μᾶλλον αὐτοψὶ ὁρῶν τοὺς ἠδικημένους λίαν ἀλγυνθήσομαι.»
οὕτως προσειπὼν καὶ μικρόν τι προσομιλήσας αὐτοῖς καὶ συνταξάμενος, πρὸς τὸν ἅγιον
ἀπῄει Θεόδωρον.
τοῦ οὖν ἄνακτος ἐν τοῖς βασιλείοις παλινοστήσαντος, δεδοικὼς Στυλιανὸς ὁ καὶ Ζαούτζης
μήποτε πρὸς αὐτὸν ὁ πατὴρ ἐξ ὧν προειρήκει τούτῳ ῥημάτων ἐν ταῖς αὐτοῦ ἀκοαῖς ἐνέθηκεν,
εἰσελθὼν τῇ ἐπαύριον πρὸς αὐτὸν ἔφη· «οἶδα, δέσποτα, ὅτι ὁ στομοχαρής σου μοναχὸς
πνεύματι οἰήσεως κρατούμενος, ὡς ἔκπαλαι αὐτῷ εἴθιστο ταῖς προρρήσεσι φενακίζεσθαι,
ἀναγγεῖλαι εἶχεν κατ᾿ ἐμοῦ, ψευδηγορῶν τὴν βασιλείαν σου, ὡς ὅτι· Ϡεἰς ἑαυτὸν τὰ
τῆς βασιλείας περιποιεῖσθαι διανοεῖται καὶ διὰ τοῦτο τοὺς αὐτοῦ οἰκείους καὶ συγγενεῖς
ἐπὶ μείζοσιν ἀξιώμασι καὶ προκοπαῖς ἀναβιβάζει.Ϡ ἅπερ καὶ ἐμοί, ὅτε πρὸς αὐτὸν ἐξῆλθον,
κακῶς εἴρηκεν. ἀλλὰ μὴ γένοιτο τοῦτον ἀληθεύειν. ἀλλ᾿ ὡς ἔμοιγε δοκεῖ, ἐκ πολλῆς
ἐπάρσεως ταῦτα διανοούμενος φθέγγεται.» καὶ ὁ βασιλεὺς πρὸς αὐτόν· «ἐμοὶ μὲν τοιοῦτόν
τι οὔτε προσεῖπεν
[p. 21] οὔτε ἐπὶ μνήμης ἔφερε. τοῦτο δὲ γινώσκειν σε βούλομαι, ὡς εἴ τι ἄν σοι εἰρήκει,
βεβαίως γενήσεται. ἅγιος γάρ ἐστι καὶ διορατικώτατος ὁ ἀνήρ. καὶ εἰ θεραπεύειν με
βούλει, θέλησον καὶ σὺ τῶν αὐτοῦ πρὸς θεὸν ἐπιτυγχάνειν ἐντεύξεων.» ἐπὶ τούτοις
μεθ᾿ ἡμέρας τινὰς τὸν πατέρα προσκυνήσων ἐξῄει· κατὰ στόμα δὲ ἀσπασάμενος, τὰ πρὸς
εἰρήνην ἐλάλησε καὶ συγγνώμην ᾔτησεν καὶ τὴν διόρθωσιν ἐπὶ πᾶσιν ποιεῖν ὑπέσχετο·
καὶ τῷ πατρὶ συνταξάμενος καὶ εὐχὰς εἰς ἐφόδιον λαβών, ἐν τῇ πόλει ἀνέστρεψεν, ὅτε
καὶ τὸν βασιλέα πολλὰ τὰ ὑπὲρ αὐτοῦ λέγων κατεφαίνετο.
4. τότε δὴ τότε ἡ εὐσεβὴς καὶ φιλόχριστος βασιλὶς Θεοφανὼ ἐκ τῶν βασιλείων κατιοῦσα
πρὸς τὸν ναὸν τῆς Θεομήτορος τὸν ἐν Βλαχέρναις, νηστείαις καὶ εὐχαῖς προσεκαρτέρει·
ἐκεῖθέν τε πρὸς τὸν ἐν τῇ Πηγῇ ἱερὸν σηκὸν χάριν εὐχῆς ἀφίκετο, ὅτε καὶ τῷ πατρὶ
Εὐθυμίῳ ἐπισκεψαμένη, ἐν τῇ πόλει εἰσιέναι παρεκάλει καὶ ἐν τοῖς βασιλείοις ἀνιέναι
ἐδέετο, δύο τὰ κάλλιστα συμβήσεσθαι λέγουσα, τήν τε τοῦ αὐτοκράτορος ψυχικὴν σωτηρίαν
καὶ τὴν τῶν ἀδικουμένων προμήθειαν. τούτων παρ᾿ αὐτῆς λεγομένων, δάκρυα ἐκ τῶν ὀφθαλμῶν
κατέρρεον. καὶ διὰ τοῦτο πείθει τὸν συμπαθέστατον μετὰ δυσὶ χρόνοις καὶ μησὶν ἓξ
ἐν τοῖς βασιλείοις ἀνιέναι. ὅνπερ ὁ βασιλεὺς ἔξωθεν τῶν καλουμένων Ἀργυρῶν πυλῶν
προσυπήντα καὶ ἀσπασίως ἐδέχετο. ἐκεῖσε τοίνυν παρά τε τοῦ ἄνακτος καὶ πάσης τῆς
ἱερᾶς συγκλήτου ναὶ μὴν καὶ αὐτοῦ τοῦ πατριαρχοῦντος <τοῦ> ἀοιδίμου Στεφάνου ἀσμένως
δεχθείς, ἐπὶ τρισὶν ἡμέραις τοῖς ἐκεῖσε προσκαρτερεῖ. τότε καὶ πρὸς αὐτὸν ὁ ἀρχιερεὺς
ἔφη Στέφανος· «ὦ πάτερ τίμιε, ὡς ἐπ᾿ ἐμοὶ ἀκμὴν ὑπάρχον ἐκ πατρῴου δωρεᾶς τὸ τοῦ
συγκέλλου ἀξίωμα,
[p. 23] σὲ ἐπὶ τοῦτο ἐλθεῖν ἀντ᾿ ἐμοῦ προτρέπομαι, ὡς ἅτε θεοῦ δούλῳ ὄντι καὶ πνευματικῷ
ἡμῶν πατρὶ ὑπάρχοντι. μὴ τὴν οἱανοῦν ἐπὶ τούτῳ ἀναβολὴν ποιούμενος, ὑπεῖξαι τῇ ἡμῶν
ἀξιώσει θέλησον, μηδέπω ἐκ τούτου σκυλμὸν ἢ παρενόχλησιν τὴν οἱανοῦν δεχομένου σου·
καλὸν γάρ ἐστι καὶ ἀβαρὲς καὶ ἀνεπίληπτον τὸ πρᾶγμα.» τούτων δὲ παρὰ τοῦ ἀρχιερέως
λεγομένων, καὶ ὁ βασιλεὺς συνευδόκει καὶ τὰ ὅμοια λέγων κατένευε καὶ οὕτως ἔχειν
τὸν πατέρα διεμαρτύρατο. ἐπὶ τούτοις πεισθείς, ὁ λίαν ἄκακος τῷ τοῦ συγκχέλλου [λεγε·
συγκέλλου] κοσμεῖται ἀξιώματι· καὶ σὺν τῷ πατριάρχῃ ἐν τῷ τῆς τοῦ θεοῦ Σοφίας μεγάλῳ
ναῷ ἐν ἑτέραις τρισὶν ἡμέραις προσκαρτερήσας, συνταξάμενος τοῦτον ἐξῄει.
χρόνου δὲ παρῳχηκότος καὶ ἐν τῇ πόλει τοῦ πατρὸς μὴ εἰσιόντος (καίπερ πολλάκις προσκληθέντος)
καὶ ἀναβαλλομένου, ἤσχαλλεν ὁ ἄναξ, ἐπὶ συχνῷ τοῦτον βλέπειν ἐφιέμενος· καὶ τῷ Ζαούτζῃ
τὰ τοῦ σκοποῦ ἀνατίθησιν. ὁ δὲ δηλοποιῶν τοῦτον καὶ μὴ ἀκουόμενος, διὰ γραφῆς ἀποστέλλει
τάδε· «ὡς ἔοικε, πάτερ, ἔλαθεν τῇ ἁγιωσύνῃ σου ὅτι βασιλικοῦ ἀξιώματος καὐτὸς μέτοχος
γέγονας· καὶ καθάπερ ἡμεῖς οἱ σὺν σοὶ τῇ ἱερᾷ συγκλήτῳ καταλεγέντες, οὕτως καὶ σὺ
ὀφείλεις τοῦ μὴ καθυστερεῖν τῶν ἐκ τύπου προελεύσεων. μήτε τῇ ἡσυχίᾳ ἐπὶ πολὺ προσκαρτερῶν
καταπαίζῃς, τῆς βασιλείας καταφρονῶν καὶ αὐτῶν τῶν βασιλευόντων. αὔταρκες γάρ ἐστί
σοι τὸ μόνην τὴν ἁγίαν καὶ μεγάλην ἡσυχάζειν τεσσαρακοστήν. ἢ οὐκ ἀνέγνως τὸ Ϡἀπόδοτε
τὰ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷϠ; κρεῖττον γάρ ἐστί σοι παρὰ τῶν βασιλευόντων
καθ᾿ ἑκάστην ὁρᾶσθαι καὶ τούτους διεγείρειν πρὸς ὠφέλειαν ἢ καθυστεροῦντα τὸν ὄλισθον
ἐμποιεῖν. ἔρρωσο, τίμιε πάτερ, τὸ ἐπὶ τούτῳ σφάλμα σου διορθούμενος.» ὡς δὲ ταῦτα
ὁ πατὴρ ἀνέγνω, ἠνιάθη καὶ τῇ ἐπαύριον ἐν τῇ πόλει εἰσῄει. ὅτε καὶ τὸν βασιλέα κατεβόα
λέγων· «καλὸν πρᾶγμα ἐπ᾿ ἐμοὶ πεποιήκατε εἰς ἀχρειωσύνην τῆς τε ἱερουργίας καὶ τοῦ
ἁγίου τούτου σχήματος συναρίθμιόν με τῆς συγκλήτου καταστήσαντες, πρὸς τούτοις καὶ
προελεύσεις ἀπαιτούμενον.
[p. 25] ταῦτά εἰσιν ἃ διεμαρτύρασθε, καλὸν εἶναι καὶ ἀνεπίληπτον τὸ πρᾶγμα γνωστὸν
οὖν ἔστω σοι· ἐνταῦθα τοῦτο ἐάσας, ἀπέρχομαι· οὔποτε γὰρ ἐμοὶ χρεία τούτου γέγονεν,
ἀλλ᾿ οὔτε γενήσεται.» ὁ δὲ γλυκύτατος ἄναξ προσηνέσι ῥήμασι καταπραῢνας τοῦτον,
ἔφη· «ὦ πάτερ, εἰ μὴ οὕτως πεποιήκαμεν, οὐκ ἂν τὸν σὸν τίμιον χαρακτῆρα ἐβλέπομεν.»
ὁμοέσθιος τοίνυν τῷ βασιλεῖ γεγονώς, συνταξάμενός τε τῇ αὐγούστῃ καὶ ἐφ᾿ ἑκάστῳ
μηνὶ εἰσιέναι συνθέμενος, οὕτως ἐξῄει πρὸς τὴν τοῦ μεγαλομάρτυρος Θεοδώρου μονὴν
αὐτοῦ.
ἐπὶ τούτοις τῷ βασιλεῖ ἀρρωστήσαντι συνέβαινε τὸν πατέρα συνεχέστερον παρ᾿ αὐτοῦ
ἐπιζητεῖσθαι καὶ συνομιλεῖν αὐτῷ, ἀλλὰ καὶ πάλιν ἐξιόντι ἀποστέλλειν διὰ τάχους
καὶ προσκαλεῖσθαι τοῦτον· ἔστι δ᾿ ὅτε καὶ ἀωρὶ καὶ μεσονυκτίου μετὰ φανῶν καὶ λαμπάδων
ἐξερχόμενοι οἱ ἀπεσταλμένοι καὶ τὴν κλεῖν τῆς πόρτης ἐπιφερόμενοι, ἐλάμβανον. ὡς
δὲ τὸ τῆς ὁδοῦ μῆκος ὁ βασιλεὺς ᾔσθετο καὶ τὸ ἔξω πόλεως κατοικεῖν αὐτὸν μὴ συμφέρον
εἶναι διέγνω, φησὶ πρὸς αὐτόν· «ὦ πάτερ, εἰ ἀρεστὸν τῇ ἁγιωσύνῃ σου πέφυκε, τὴν
τοῦ ἁγίου Σεργίου μονὴν παρέξω σοι ὅπως, πλησιοχωροῦντός σου πρὸς ἡμᾶς καὶ γειτνιάζοντος,
ἀχώριστος τῶν ὦδε τυγχάνῃς.» τούτων ὁ πατὴρ ἀκηκοώς, ἀνεβάλλετο, «μὴ γένοιτο» λέγων
«ἐπὶ ξένης φυτείας ποτὲ ἀρδεῦσαί με· ἀλλ᾿ εἰ ἔστιν ἐράσμιον τῇ ἐκ θεοῦ βασιλείᾳ
σου τοῦ θεραπεῦσαι τὴν ἐμὴν ταπείνωσιν, ἀπὸ βάθρων αὐτῶν θέλησον μονὴν ἀνεγεῖραί
μοι ἣν ὑπισχνῇ δωρήσασθαι· οὐδὲ γὰρ ἐνδεχόμενόν ἐστιν ἐπ᾿ ἀλλοτρίοις κόποις καὶ
καμάτοις τοῖς προτυπωθεῖσιν ἐμὲ ὑπεισελθεῖν, καὶ τούτους μὲν διασκεδάσαι, ἰδίοις
δὲ θεσμοῖς καὶ κανόσι μετοχετεύσασθαι· ὥσπερ οὔτε, παρ᾿ ἑτέρου ἐμοὶ τούτου προσγινομένου,
ἠσμένισα ἄν. καὶ εἰ ἀρεστὸν τῇ σῇ βασιλείᾳ ἐστίν, ἐν ᾧ καθέζομαι τόπῳ κατασκευάσαι
μονὴν διανοήθητι· ἡσυχώτερον γὰρ ἐν τῇ πόλει εὕρασθαι ἀμήχανον.» καὶ ὁ βασιλεύς
«οὐκ ἐνδεχόμενόν ἐστιν» ἔφη «ἔξω πόλεως διάγειν σε ἐπὶ συχνῷ παρ᾿ ἐμοῦ ἐπιζητούμενον·
ἔφεσις δέ μοί
[p. 27] ἐστιν τοῦ ἐν τῇ πόλει γενέσθαι τὸ μετὰ θεὸν παρ᾿ ἡμῶν φροντιζόμενόν σοι
μοναστήριον πρὸς παράλιόν τε γειτνιάζειν, ὅπως ἐπὶ συχνῷ πρὸς σὲ καὶ τοῖς σὺν σοὶ
παραγίνωμαι. ὅμως θεοῦ εὐοδοῦντος διὰ τῶν σῶν τιμίων εὐχῶν καὶ τὴν ῥῶσιν παρέχοντος,
τὰ τῆς βουλῆς καὶ θελήσεώς σου ἐκπληρώσομεν.» οὕτως αὐτὸν συνθέμενος ἢ μᾶλλον συνταξάμενος,
τῶν βασιλειῶν ἀπέλυε, κομψότερόν πως ἔχων.
ὅτε δὲ τὴν ἀρρωστίαν διὰ μετανοίας τῇ τοῦ πατρὸς καλοσυμβουλίᾳ καὶ εὐχῇ ἀπετινάξατο,
τότε καὶ τὴν ἐξομολόγησιν ἐν τῷ τῆς θεομήτορος ναῷ τῷ ἐν Βλαχέρναις πεποιήκει, τὸ
Ϡὡς ἐνώπιον, κύριε, τοῦ φοβεροῦ βήματός σου ἑστὼς ὁ κατάκριτοςϠ εἰς ἐπήκοον πάντων
ἐπᾴδων καὶ θερμὰ προχέων δάκρυα· δι᾿ ὧν καὶ τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος ῥῶσιν
ἐδέξατο. τούτου δὲ διὰ θαλάσσης ἐν τοῖς βασιλείοις παλινοστοῦντος καὶ τῇδε κἀκεῖσε
περισκοποῦντος καὶ διανοουμένου καὶ ἐρωτήσει τὴν ἐρώτησιν προστιθέντος εἴ που ἐν
τῇ πόλει ἐπιτηδειότητα τόπου πρὸς μονὴν ἐφεύροιτο ἀπῳκισμένον τῶν θορύβων καὶ ἥσυχον,
Βαάννης ὁ ἐξοχώτατος σκηνικὸς μήτε τὴν τοῦ λόγου πλήρωσιν προσδεξάμενος, πρὸς αὐτὸν
ἔφη· «εἰ βουλῆς ἔχεις, δέσποτα, κατασκευάσαι μοναστήριον, οὐχ ἕτερος ἐπὶ τούτῳ ἁρμόδιος
τόπος ἔστιν σοι ἢ τὸ τοῦ Κατακοίλα οἰκοπροάστειον, πλησιοχωροῦν μὲν τὴν τῶν Στουδίων
μονήν, τερπνότατον δὲ πάνυ καὶ ἥσυχον.»
5. ὁ δὲ βασιλεὺς μὴ μελλήσας, ἐκεῖσε τὸ ὅρμημα ἔστησε καὶ τὸν δηλωθέντα κατειλήφει
τόπον. εἰς δὲ τὸ περικαλλὲς καὶ ἥσυχον ἀγασθείς, παρευθὺ ἀποστέλλει καὶ τὸν πατέρα
προσκαλεῖται. ὃν ἰδὼν καὶ τὴν ἐξ ἔθους προσκύνησιν ἀπονείμας, ἔφη· «ἰδού, πάτερ
ἅγιε, σὺν θεῷ καὶ ὁ τόπος τῆς καταπαύσεώς σου.» ὁ δὲ τὸ ἐκ συνηθείας αὐτῷ ῥῆμα προσειπὼν
Ϡτὸ θέλημα τοῦ κυρίου γενέσθω,Ϡ ἐν τῇ ἐκκλησίᾳ πρότερον εὐχῆς χάριν εἰσῄει. εὗρεν
δὲ ἐν τῷ μύακι ἐπιγραφὴν οὕτως ἔχουσαν· Ϡκαὶ ἔσται
[p. 29] ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει κύριος παντοκράτωρ.Ϡ
ἐπὶ τούτῳ λίαν εὐφρανθείς, ἐξῄει τῷ βασιλεῖ λέγων· «καλὸν μέν ἐστιν, ὦ δέσποτα,
τὸ ὑπείκειν τοῖς σοῖς προστάγμασι καὶ τὰ σοὶ δόξαντα ὡς ἐκ θεοῦ βουλῆς τε καὶ προνοίας
δέχεσθαι· καρδία γὰρ βασιλέως ἐν χειρὶ θεοῦ. ἀλλ᾿ ἐπειδὴ πολλάκις τὴν ἡμῶν εὐτέλειαν
προέκρινας τοῦ διασκέψασθαι καὶ διευθετῆσαι περί τε τοῦ τῆς ἐκκλησίας ὀνόματος,
μεγέθους τε καὶ σχήματος, τούτου εἵνεκα θαρρῶν αἰτοῦμαί σε, ὅπως ἡ ἐν τῷ ναῷ τούτῳ
ἔκπαλαι προγεγραμμένη προφητεία πληρωθῇ. καὶ τοῦτον μεγεθύνας καὶ κατακοσμήσας,
λαμπρύνῃς ἔν τε κιόνων καὶ μαρμάρων στιλπνότησι καὶ μουσουργικοῖς καλλωπίσμασι τὴν
τῶν ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ τε καὶ Δαμιανοῦ προσωνυμίαν ἔχοντα, ὡσαύτως
καὶ τῶν τῇδε κἀκεῖσε εὐκτηρίων τοῦ τε Προδρόμου καὶ τοῦ Ἀρχαγγέλου τὴν κλῆσιν φέροντα.»
καὶ ὁ βασιλεύς· «ὡς δὲ πρώην ἐπὶ τῷ τῆς Θεομήτορος τὸν ναὸν ἔλεγες κατασκευασθῆναι
ὀνόματι καὶ τοῦ πολυάθλου Κλήμεντος, τί ἀρτίως ἆρα γενήσεται» ὁ δὲ πρὸς αὐτόν· «τὸ
μὲν τῆς ἐμῆς θελήσεως ἐξεῖπον· ὡς δὲ θεὸς ὁ συμβασιλεύων σοι ἐν τῇ σῇ διανοίᾳ ἐμβαλεῖ,
ἐράσμιόν μοί ἐστιν». ταῦτα εἰπὼν καὶ ἐπὶ τῷ τόπῳ σφόδρα ἐπευφρανθείς, τῷ βασιλεῖ
δὲ πολλὰ ἐπευξάμενος, πρὸς τὸν ἅγιον Θεόδωρον ἐξῄει.
ὁ δὲ βασιλεὺς ἐν τοῖς βασιλείοις ὑποστρέψας καὶ τοῖς ἐπιστατεῖν τοῦ ἔργου προχειρίσας
παρευθύ τε ἀποστείλας, ἀπάρχεσθαι τούτοις τὰ τῆς οἰκοδομῆς κατὰ τὴν αὐτοῦ διάταξιν
παρεκελεύετο, ἐπὶ συχνῷ ἐκεῖσε ἀπερχόμενος καὶ τὰ συντείνοντα πρὸς τὴν οἰκοδομὴν
διευθετῶν. τότε δὴ ἐκ τῶν τοῦ Κατακοίλα συγγενῶν πρὸς τὸν πατέρα ἐξῄεσαν, τὴν ὑπερορίαν
καὶ δήμευσιν τὴν παρὰ τοῦ Ζαούτζη ἐπιγενομένην αὐτῷ δηλοῦντες, καὶ ὡς ἄκοντα καὶ
μὴ βουλόμενον μοναχὸν τοῦτον κατέστησαν· «ἀλλὰ καὶ τὸ ἀρτίως παρὰ τοῦ βασιλέως κατασκευαζόμενόν
σοι μοναστήριον ἐξ οἰκείας ἀγορᾶς τὴν κυριότητα ἔχοντι μετὰ πάντων ἀφείλαντο, ὡσαύτως
καὶ τῷ ἐν τῷ Στενῷ αὐτοῦ προαστείῳ τοῦ Ἀγαθοῦ καλουμένῳ τοῖς αὐτοῖς πέπραχαν. ὅμως,
ἅγιε πάτερ, εἰ ἔστιν σοι ἰσχὺς συνοψῆσαι τοῦτον τῷ βασιλεῖ, καὶ ἡ
[p. 31] πνοὴ αὐτοῦ καὶ ζωὴ ἐπί σοί ἐστιν· μόνον, εἴ τι δύνασαι, βοήθησον αὐτῷ.»
ὁ δὲ ταῦτα ἀκούσας, γράφει οἰκειοχείρως τῷ βασιλεῖ οὕτως·
«Λέοντι τῷ εὐσεβεῖ βασιλεῖ καὶ αὐτοκράτορι ὁ ἐλάχιστος Εὐθύμιος· τὴν τῆς σῆς, ὦ
δέσποτα, δικαίας βασιλείας ἐκ στέρνου καρδίας πρός με διάθεσιν οὐ μόνον ἐκ λόγων
ἀλλὰ καὶ ἐξ ἔργων πεπληροφόρηκας, καὶ πάντοτε μέν, ἐξαιρέτως δὲ τὰ νῦν εἰς τὴν τῆς
νέας μονῆς τοῦ Ψαμαθία κατασκευήν. διὸ καὶ ἀδιαλείπτως, χρεωστικῶς τῇ σῇ βασιλείᾳ
ὑπερευχόμεθα, ὅσοι τε φοιτῶμεν ἐνταῦθα καὶ ὅσοι ἐκεῖσε μέλλομεν. μὴ ἀγνοεῖν δὲ τῇ
σοφωτάτῃ βασιλείᾳ σου ἐπίσταμαι, ὡς Ϡτὰς ἐξ ἁρπαγῆς τῷ θεῷ προσφερομένας θυσίας
ὡς ὁ ἐκχέων αἷμα υἱοῦ ἀγαπητοῦϠ ὁ κοινὸς πατὴρ ἡμῶν Ἰωάννης ὁ Χρυσόστομος διεμαρτύρατο
καὶ ἀποστρέφεσθαι καὶ βδελύττεσθαι τὸν θεὸν τὴν τοιαύτην προσφορὰν ἔφησεν. τοίνυν
εἰ ὅλως ἐφετόν ἐστι τῇ βασιλείᾳ σου τοῦ τὴν ἐμὴν θεραπεῦσαι ταπείνωσιν, ὁ τοῦ τόπου
κύριος τῆς παρὰ σοῦ μοι κατασκευαζομένης μονῆς τῆς ὑπερορίας ἀνακληθήτω καὶ τῇ βασιλείᾳ
σου συνοψηθήτω, τὴν ὑπὲρ αὐτοῦ δικαίαν τιμὴν ἀναλαμβάνων καὶ τοῖς αὐτοῦ χαρτῴοις
δικαιώμασιν ἀποδώσων· τούτων γὰρ μὴ γινομένων, ἀδύνατόν ἐστι τῶν ἐνθάδε ἡμᾶς ἀποστῆναι
καὶ πρὸς τὴν νεοκατάσκευον μονὴν μετοικισθῆναι. ἔρρωσο, δέσποτα θεοπρόβλητε.»
ταῦτα δεξάμενος ὁ βασιλεὺς καὶ τῶν γεγραμμένων τὴν δύναμιν ἐπιγνούς, ἔτι τοῖς ἐκεῖσε
παρισταμένου τοῦ τὴν ἐπιστολὴν ἀποκομίσαντος μοναχοῦ, «καὶ ταύτην» ἔφη «τὴν αἴτησιν
τὸ σὸν τέκνον, ὦ πάτερ ἅγιε, ἐκπληρώσω.» καὶ παρευθὺ Λέοντι τῷ Κατακοίλᾳ ἀνακληθῆναι
τῆς ὑπερορίας προσέταξεν.
Στυλιανὸς δέ, ὁ καὶ Ζαούτζης, ἐπὶ τούτοις ἤχθετο καὶ καθ᾿ ἑαυτὸν τῷ ἁγίῳ πατρὶ ἐμήνιεν.
ἐν μιᾷ δὲ τοῦτον ἐν τοῖς βασιλείοις εὑρών, ἔφη· «μὴ οὕτως, πάτερ, τοῖς τοῦ βασιλέως
ἐχθροῖς προνοοῦ καὶ κατάλλαττε· οὐδὲ γὰρ ἁρμόζει σοι πνευματικῷ τούτου πατρὶ ὄντι
καὶ τὰ τῆς αὐτοῦ σωτηρίας ἐπιμελουμένῳ.» ὁ δὲ μᾶλλον αὐτὸν ἐπεβοᾶτο ὡς ἀθέμιτα τῆς
χριστιανικῆς καταστάσεως πράττοντα, τὴν τοῦ ἁγίου σχήματος περιβολὴν εἰς
[p. 33] ποινάλιον κόλασιν προκεῖσθαι ποιήσας καὶ τοῖς κακοῖς χώραν τοῦ ποιεῖν τοῦτο
παρασχών. «καὶ ὁ μὲν θεὸς ὁ ἅγιος φιλάνθρωπος ὤν, ἀνέχεταί σου τῆς θρασύτητος· ἔστι
δ᾿ ὅτε καὶ ἐκδικήσει.» οὕτως εἰπών, καταλιπὼν αὐτὸν ἐξῄει.
πάντων οὖν κατὰ τὴν τοῦ πατρὸς θέλησιν κατευθυνθέντων, μᾶλλον δὲ κατὰ θεοῦ βούλησιν
γεγονότων, τῆς τε τοῦ ναοῦ κατασκευῆς ἐκπληρωθείσης καὶ τῆς ἁπάσης οἰκοδομῆς τελειωθείσης,
θερμῶς πως ὁ βασιλεὺς διακείμενος τῷ πατρί, τὴν εἰσέλευσιν προτρεπόμενος τὴν πρὸς
τὴν μονὴν ἐδήλου. ὁ δὲ ἀντιδηλοῖ αὐτῷ· «γινωσκέτω ἡ βασιλεία σου, ὡς ἡ τοῦ ἐκεῖσε
ναοῦ τῶν ἐγκαινίων ἡμέρα ἐν τῇ τοῦ μαΐου ἕκτῃ εἴωθεν γίνεσθαι, καθὼς παρὰ τῶν ἐκεῖσε
μεμαθήκαμεν. ταύτης τοίνυν ἐφεστώσης, καὶ τὴν ἡμῶν ἔλευσιν σὺν αὐτῇ ἐγκαινίζοντες,
μετὰ λιτανείας τῶν ὧδε ἀπάραντες, πρὸς αὐτὴν ἐλευσόμεθα, δηλονότι καὶ τῆς σῆς κραταιᾶς
βασιλείας καὶ τοῦ ἀοιδίμου πατριάρχου παραγενομένου καὶ τὴν ἐναλλαγὴν τῆς θείας
τραπέζης ἐν τῇ αὐτῇ ἡμέρᾳ διὰ σμικρότητα μεταλλάττοντος.» ὁ δὲ πραότατος ἄναξ ποιεῖν
ἅπαντα τὰ τῆς αὐτοῦ θελήσεως συνθέμενος, πρὸς τῇ νέᾳ μονῇ τοῦ Ψαμαθία κατοπτεύσων
καὶ ἐπισκεψόμενος παρεγένετο· καὶ τὰ συντείνοντα παρακελευσάμενος τά τε ἐλλείποντα
ἀναπληρώσας, εἰς τὰ βασίλεια ὑπέστρεψεν.
μάϊος ἐνίστατο μήν, καὶ τὸν βασιλέα δι᾿ οἰκειογράφου δηλώσεως ὁ πατὴρ τὴν τῶν ἐγκαινίων
ἐμφανίζει ἑόρτιον ἡμέραν. ἀφ᾿ ἑσπέρας δὲ προσκαλεσάμενος ἅπαντας τοὺς πλησιοχωροῦντας
μοναχοὺς τοὺς ἐν τῇ Πηγῇ τῆς Θεομήτορος καὶ τοὺς τῆς τοῦ Ἀβραμίου μονῆς, ὁλονύκτοις
δεήσεσι καὶ ἀγρύπνοις δοξολογίαις διανυκτερεύων, μέχρι πρωΐας τὴν ὑμνῳδίαν ἐκτελῶν
οὐκ ἐπαύσατο, δάκρυσιν ἀκατασχέτοις τὸν φιλοικτίρμονα θεὸν ἱκετεύων, τόν τε μάρτυρα
Θεόδωρον μεσίτην προβαλλόμενος τοῦ καταρτίσαι καὶ ἀπήμονα διατηρῆσαι τῆς τῶν ἐναντίων
προσβολῆς τὴν νεοκατάσκευον μονὴν αὐτοῦ. βασιλικῆς δὲ φωταγωγίας παρασχεθείσης καὶ
τοῦ τροπαιοφόρου σημείου προάγοντος, τοῦ τε ἁγίου εὐαγγελίου τὰς τρίβους αὐτῶν εὐθείας
ἀπεργαζομένου, μετὰ λιτανείας ἀπάραντες, πάντων ᾀδόντων, πάντων ὑμνολογούντων, ἐν
τῇ τοῦ Ψαμαθία νεοκατασκεύῳ μονῇ ἐπέστησαν καὶ τὸν τῶν Ἀναργύρων ἱερὸν σηκὸν κατέλαβον.
ἦν δὲ βλέπειν ἐκ περιχαρείας τὸν αὐτοκράτορα τούτοις προσυπαντῶντα
[p. 35] καὶ γλυκέα κατὰ γῆν στάζοντα δάκρυα· καὐτὸς γὰρ τῶν Στουδιτῶν τοὺς λογάδας
προσκαλεσάμενος ἄγρυπνόν τε δοξολογίαν ἐκπεράνας, τὴν αὐτῶν ἐξεδέχετο παρουσίαν,
σὺν τούτῳ δὲ καὶ Στέφανος ὁ ἁγιώτατος πατριάρχης, ὁ νέος μὲν τῇ ἡλικίᾳ πεφηνώς,
τέλειος δὲ τῇ φρονήσει ἔν τε εὐλαβείᾳ καὶ ἀρετῶν ἐπιδόσεσι.
6. τῆς τοίνυν ἐνθρονίσεως τοῦ θείου ναοῦ καὶ αὐτῆς τῆς μυσταγωγίας τελεσθείσης,
οὐκ εὐδόκησεν ὁ πατὴρ τοῦ ναοῦ ἐξιέναι οὔτε τῷ βασιλεῖ συναριστῆσαι, ἀλλὰ μέχρι
τῆς τεσσαρακονθημέρου συμπληρώσεως μὴ ἐξέρχεσθαι τοῦ ναοῦ ἔλεγεν· ὃ δὴ καὶ πεποίηκεν.
ὁ δὲ βασιλεὺς μεγάλως ἐπὶ πᾶσιν εὐφρανθεὶς καὶ ταῖς τοῦ πατρὸς εὐχαῖς ἐφοδιασθείς,
ἐν τοῖς βασιλείοις ἀνῄει. Στέφανος δὲ ὁ ἀοίδιμος πατριάρχης ἐπὶ τρισὶν ἡμέραις συνεορτάσων
*** συνταξάμενος, καὐτὸς ἀπῄει. ἐν ταύταις δὲ ταῖς ἡμέραις οἵους ἀγῶνας ὁ παμμάκαρ
πατὴρ ἡμῶν ἐνεδείξατο Εὐθύμιος, ἀπορεῖ πᾶς τις τοῦ τε λέγειν καὶ γράφειν. οὔτε γὰρ
οἴνου οὐκ ἐλαίου μετελάμβανεν, ἀλλ᾿ οὔτε μέχρι ὀπώρας ἢ ὀσπρέου, εἰ μὴ μονῇ τῇ παρὰ
τοῦ ἱερέως καθ᾿ ἑκάστην παρεχομένῃ τούτῳ εὐλογίᾳ σὺν ὕδατι ἐπαρκούμενος, καὶ τοῦτο
δὶς τῆς ἑβδομάδος· οὔτε μὴν ἐπὶ πλευροῦ ἐκάθευδεν. τῆς δὲ τεσσαρακοστῆς ἡμέρας καταλαβούσης
καὶ τῆς ὀρθρινῆς ὑμνῳδίας τελεσθείσης, μήπω τῆς ἐκ συνηθείας ἐξ αὐτοῦ ἀκουομένης
εὐχῆς πέρας λαβούσης, εἰς ἐπήκοον πάντων ἐκ βάθους καρδίας καὶ πολλῆς κατανύξεως
ἤρξατο μετὰ δακρύων βοᾶν καὶ λέγειν· «εὐχαριστῶ σοι, δέσποτα φιλάνθρωπε, πλούσιε
παροχεῦ τῶν ἀγαθῶν δωρημάτων, φιλεύσπλαγχνε, φιλοικτίρμον. τίς εἰμι ἐγὼ ὁ ἀνάξιος
καὶ ἐλαχιστότερος πάντων ἀνθρώπων, ὅτι οὕτως πλουσίως ἐπὶ τὴν ἐμὴν ταπείνωσιν καὶ
ἀναξιότητα τὸ σὸν ἐξέχεας ἄπλετον ἔλεος ἄνες τὰ κύματα τῆς σῆς ἀμετρήτου παροχῆς·
περίελε τοῖς σοῖς ἀπείροις δωρήμασι· μέχρι τούτου ἡ δαψίλεια τοῦ σοῦ πλουσίου
[p. 37] ἐλέους στήτω καὶ μὴ ὑπερβήτω· ἐν τῷ μέλλοντί μοι αἰῶνι τῆς εὐεργεσίας τι
κατάλιπε· οἷς ἐπίστασαι κρίμασι, σῶσόν με οὐκ ἐξ ἔργων τῶν ἐμῶν, ἀλλ᾿ ἕνεκεν τοῦ
ἐλέους σου· καὶ τὴν νεοπαγῆ μάνδραν ταύτην τῶν λογικῶν σου προβάτων τούτων περιχαράκωσον
καὶ στερέωσον ἀκλόνητόν τε καὶ πάγιον διαφύλαξον· μὴ σχείη χώραν ὁ αἱμοβόρος θὴρ
ἐπὶ τῇ μικρᾷ ταύτῃ ποίμνῃ σου, ἀλλὰ τῇ σῇ κραταιᾷ δεξιᾷ σφενδονισθείς, ἀπελαθήτω,
ὅπως ἀπήμονα ταῦτα φυλαττόμενα καὶ ταῖς τῆς ἐμῆς ἐλαχιστότητος ἑπόμενα παραδόσεσι
τὴν σήν τε παναλκεστάτην βοήθειαν ἄγκυραν ἔχοντα εἰς *** [λαχυνα οφ ονε μσ. παγε]
*** <ἀνιστο>ρήσας ὁ ἄναξ, τούτους μὲν ἠθῴωσεν, περὶ αὐτῶν δὲ ἔλεξε τάδε· «φροντίζουσί
τινες (αὐτοὶ δ᾿ ἂν εἰδείησαν ἐκ τίνος προαιρέσεως) τῆς ἡμῶν βιοτῆς καὶ ταύτην ὁρίζουσι
πέρατι, ὥσπερ αὐτοὶ κρατοῦντες ἡμῶν τῆς πνοῆς, ἀλλ᾿ οὐκ ἐν χειρὶ κατεχομένης τοῦ
πλάσαντος τῇ τοῦ τριακοστοῦ καὶ τρίτου ἔτους περιόδῳ, πόθεν οὐκ οἶδα λαβόντες τὰς
πίστεις· Ϡζητήσας δὲ εὑρήσειςϠ καὶ τὰ ἑξῆς τοῦ ἔπους καὶ θαυμάσεις τὴν αὐτοῦ ἀγχίνοιαν.»
ἐπὶ τούτοις ὁ Ζαούτζης ἐδυσφόρει καὶ ἤσχαλλε, τὴν τοῦ πατρὸς παρρησίαν μὴ δύνασθαι
φέρειν ἐπομνύμενος.
οὕτως οὖν ἐν τῇ τοῦ Ψαμαθία νεοκατασκεύῳ μονῇ πάντων εὐθηνούντων ἐπί τε τελείᾳ καταστάσει
καὶ ἡσύχῳ βίῳ διαγόντων, οὐκ ἤνεκγεν ὁ τῶν καλῶν ἐχθρὸς διάβολος ἐπὶ πολὺ τὸ ἀγαθὸν
πλεονάσαι καὶ ἐφ᾿ ὕψος κορυφωθῆναι, ἀλλὰ καταβαλεῖν καὶ ἀπολέσαι τῇ αὐτοῦ βασκανίᾳ
ἐσπούδασεν· καὶ ἀντὶ μὲν τῆς εὐθυμίας εἰς ἀθυμίαν ἐνέβαλεν, ἀντὶ δὲ τῆς ἡσυχίας
ἐν ταραχαῖς καὶ θορύβοις ἀποκατέστησεν. ἔστι δ᾿ ὁ τρόπος τοῦ πειρασμοῦ ἐν τούτοις.
ἡ τιμία βασιλὶς Θεοφανὼ ἐν τοῖς βασιλείοις τῷ πατρὶ προσκαλεσαμένη, δῆλα τούτῳ ποιεῖ
τὰ ἐπ᾿ αὐτῇ ἐπαγόμενα θλιβερὰ καὶ ὅτι· «τῶν ὧδε κατελθεῖν βουλῆς ἔχουσα, καὶ τῷ
βασιλεῖ τοῦτο δεδήλωκα· τοῦ γὰρ φιλτάτου μου τέκνου στερηθεῖσα, οὐκέτι χρεία μοι
τοῦ ἐνταῦθα προσμένειν καὶ καρδιακῶς ὀδυνᾶσθαι, οὐδὲν ἕτερον αἰτουμένης μου ἢ ἐν
τῷ τῆς ἁγίας σοροῦ τεμένει τῷ ἐν Βλαχέρναις ἐᾶσαί με προσκαρτερεῖν. πρὸς τούτοις
καὶ βιβλίον ἀποστασίου παρέχω· μόνον τοῦ ἐμοὶ ἐφετοῦ τύχοιμι.» ὁ δὲ πατὴρ πρὸς αὐτήν·
«μὴ οὕτως, τέκνον, λέγειν θέλε· οὐδὲ γὰρ ἐνδεχόμενόν ἐστι τοῦτόν σοι καταλιπεῖν
καὶ
[p. 39] αἰτίαν μοιχείας αὐτῷ γενέσθαι. οὐκ ἤκουσας τοῦ ἀποστόλου λέγοντος· Ϡὁ ἀνὴρ
οὐκ ἐξουσιάζει τοῦ ἰδίου σώματος, ἀλλ᾿ ἡ γυνή,Ϡ ὡσαύτως καὶ Ϡἡ γυνὴ οὐκ ἐξουσιάζει
τοῦ ἰδίου σώματος, ἀλλ᾿ ὁ ἀνήρϠ; καὶ εἰ ὁ ἀπολύσας τὴν ἑαυτοῦ γυναῖκα ἔνοχός ἐστι,
πάντως καὶ ἡ ἀπολύσασα τὸν ἑαυτῆς ἄνδρα τῷ αὐτῷ περιπεσεῖται ἐγκλήματι. καὶ ὅλως
βούλει πρόφασις γενέσθαι μοιχείας τῷ ἀπὸ νεότητος ἀνδρί σου μὴ τέκνον, παραινῶ σοι·
ἀλλ᾿ εἰ ὅλως τῶν αἰωνίων τυχεῖν ποθεῖς ἀγαθῶν, σπούδασον τὰ μὲν λυπηρὰ γενναίως
φέρειν, τῷ δὲ σῷ ἀνδρὶ μὴ γενέσθαι παρανομίας αἴτιος. καὶ γὰρ ὑπὲρ αὐτοῦ δίκην τίσεις
ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ.» ἡ δὲ ταῖς τοῦ πατρὸς παραινέσεσι πειθήνιος
γενομένη εὐχήν τε μετὰ συγχωρήσεως λαβοῦσα, τοῦ μηκέτι τι τοιοῦτον συνέθετο προσειπεῖν.
7. πρὸς δὲ τὸν βασιλέα τοῦ πατρὸς εἰσιόντος, προσυπαντήσας ἐκεῖνος ἔφη· «ἔγνως,
ὦ πάτερ, ὡς ἡ αὐγοῦστα θελήσεως ἔχει τοῦ ἐᾶσαι ἡμᾶς καὶ τῶν ὧδε ἀναχωρῆσαι» ὁ δέ
«ἆρα τί τὸ αἴτιον» ἀπεκρίνατο. καὶ ὁ βασιλεύς· «ἀφ᾿ οὗπερ τὸ παιδίον αὐτῆς ἐτεθνήκει,
τοῦτο ἐν διανοίᾳ περιφέρει.» ὁ δὲ πατήρ· «μὴ λέγε παιδίον αὐτῆς, ἀλλὰ τὸ παιδίον
ἡμῶν. ὡς ὁρῶ γάρ, ἡ τῶν ῥημάτων ἔμφασις ἀηδίαν σὴν καὶ ἀποσκορακισμὸν τὸν πρὸς αὐτὴν
δηλοῖ. μὴ τοῦτο δὲ παραδέξηται ἡ διάνοιά σου, ὡς ὅτι ἐάσει σε πώποτε· καὶ γὰρ χάριν
δοκιμῆς εἴρηκέ μοι τοῦτο λεχθήσεσθαι παρ᾿ αὐτῆς. εἰ δὲ καὶ ὃ οὐκ ἔξεστι γένηται,
ἀγνοεῖ ἡ βασιλεία σου ὅτι ἐν τῷ τῆς μοιχείας ἐγκλήματι γίνῃ ὑπεύθυνος» ὁ δὲ βασιλεύς·
«οὐχ ἑκοντὶ ταύτην ἀποβάλλομαι· καὶ εὐδοκήσουσιν οἵ τε νόμοι καὶ οἱ κανόνες τοῦ
ἑτέραν ἀγαγέσθαι με.» ὁ δὲ πατὴρ πρὸς αὐτόν· «ὥσπερ οὐκ ἔξεστιν ταύτῃ, σοῦ ἐν τοῖς
ζῶσιν ὑπάρχοντος, ἑτέρῳ προσομιλῆσαι ἀνδρί, οὔτε σοὶ ἔξεστιν ἑτέρᾳ προσομιλῆσαι
γυναικί.» πρὸς τούτοις ὁ βασιλεὺς μικρόν τι τῆς ἀποκρίσεως κατασχεθείς, ἔφη· «ὡς
ἔοικεν, ἀγνοεῖ
[p. 41] ἡ σὴ ἁγιωσύνη ἃ στυγηρὰ παρ᾿ αὐτῆς πέπονθα· εἰσελθοῦσα γὰρ πρὸς τὸν μακαρίτην
μου πατέρα, καταπλοκήν μοι συνέρραψεν, ὡς εἰς τὴν θυγατέρα τοῦ Ζαούτζη Ζωὴν διαπέμπομαι.
καὶ οἷος ἐκεῖνος ἐν τοῖς κατ᾿ ἐμέ *** καὶ ψιλῆς προσλαλιᾶς μόνης ὑπακούειν, τῶν
τριχῶν με παρευθὺ λαβόμενος καὶ εἰς γῆν ῥίψας, γρονθισμοῖς τε καὶ προπηλακισμοῖς
παίων αἱμόφυρτον πεποίηκεν, ἐκείνην δὲ τὴν μηδὲν ἀδικήσασαν παραδοθῆναι ἀνδρὶ καὶ
μὴ βουλομένην προσέταξεν. ἧστινος οὔποτε λήσμων γενήσομαι, ἀλλ᾿ Ϡἔσσεται ἦμαρ, ὅτε
καὶ ἐλεήσω καὶ οἰκτειρήσω.Ϡ» ὁ δὲ πατὴρ ἐπὶ τοῖς λεγομένοις ἀλλοιωθείς, πρὸς αὐτὸν
ἔφη· «καὶ ὅλως ἐν τῇ διανοίᾳ σου ἐπιφέρεις τὸ ἀνοσιούργημα τοῦτο οὐκ ἀνέγνως· Ϡπῖνε
ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· ἡ πηγή σου τοῦ ὕδατος ἔστω σοι
ἰδία· καὶ συνευφραίνου μετὰ γυναικὸς τῆς ἐκ νεότητός σουϠ;» καὶ ὁ βασιλεύς· «ταῦτα
πάντα, ὡς καὶ ἡ σὴ ἁγιωσύνη γινώσκει, ἀκριβῶς ἐπίσταμαι.» ὁ δὲ πρὸς αὐτόν· «διὰ
τοῦτο λήψῃ περισσότερον κρῖμα.» καὶ ὁ βασιλεύς· «οἱ τῆς συγκλήτου πάντες ἐπίστανται
οὐ κατ᾿ οἰκείαν θέλησιν ταύτην ἀγαγέσθαι με, ἀλλὰ δεδοικότα τὸν πατέρα καὶ πάνυ
ἀνιώμενον.»
ἐπὶ τούτοις ὁ πατὴρ χαλεπήνας καὶ τὴν καρδίαν λίαν ἀλγυνθείς, ἔφη· «ἐγὼ μέν, ὦ τέκνον,
τῆς τῆς ψυχῆς σου κηδόμενος σωτηρίας καὶ τὴν τοῦ θεοῦ πρὸς σὲ δεδοικὼς ἀποστροφὴν
οὐ μὴν ἀλλὰ καὶ τὴν τῶν ἀνθρώπων κατάγνωσιν, τούτου εἵνεκα καὶ προσκόπτω καὶ παραινῶ,
χρηστὰς ἐλπίδας ἔχων τοῦ τοιούτου σε ἐξαρπάσαι πτώματος. ἐπεὶ δὲ τοῖς αὐτοῖς ἐπιμένεις
καὶ ἐν τῇ διανοίᾳ σου ταῦτα ἀναπλάττεις, γνωστὸν ἔστω σοι, ὡς οὐκέτι ἐνθάδε ἀνέλθω,
οὔτε μὴν ἐξ ἐμοῦ ἀκούσεις τι, ἕως οὗ σεαυτὸν καταγνοὺς πρὸς μετάνοιαν ἔλθῃς.»
ταῦτα εἰπὼν καὶ ἀσυντάκτως τῶν ἐκεῖσε ἐξελθών, πρὸς τὴν βασίλισσαν εἰσῄει πάλιν
Θεοφανὼ καί φησι πρὸς αὐτήν· «γινώσκειν σε βούλομαι, τέκνον, ὡς ἡ πρὸς θεὸν ἐκδημία
σου ἐγγύς ἐστι καὶ δεῖ σε πειραθῆναι πειρασμοῖς ἀνηκέστοις· ὅμως οἵους περ δέξῃ
τοὺς πειρασμούς, τοιαύτας ἀπολήψῃ καὶ τὰς ἀντιδόσεις· καιρὸς γὰρ ἀγῶνος καὶ δοκιμῆς
ἐφέστηκέν σοι· καὶ εἰ τῆς αἰωνίου ζωῆς ἐπιτυχεῖν βούλει, εὐχαρίστως τὰ ἐπερχόμενα
καὶ γενναίως φέρε, μὴ κατολιγωροῦσα, μὴ μικροψυχοῦσα. καὶ ὁ θεὸς ὁ ἅγιος ἀρωγός
σοι γενήσεται. καὶ λοιπόν, τέκνον, σῴζου·
[p. 43] οὐκέτι γὰρ ἐνταῦθα ὄψει με.» ἡ δὲ ἐπὶ τῷ λόγῳ σύνδακρυς γενομένη, λέγει·
«μή τί γε πάλιν σεαυτὸν ἐγκλεῖσαι βούλει καὶ ἀπρόοπτον καθεστάναι» εἴθιστο γὰρ τοῦτο
πολλάκις ποιεῖν τῷ φιλησύχῳ πατρὶ καὶ ἐπὶ τρισὶ καὶ τέτρασι μησίν, ἔστι δ᾿ ὅτε καὶ
ὅλῳ ἐνιαυτῷ περιορίζων ἑαυτὸν ἐφ᾿ ἑνὶ κελλίῳ, τῆς θύρας ἀνεῳγμένης, οὔποτε ταύτης
ἐξῄει· ἀλλ᾿ ὃν συνέθετο ἀριθμόν, καρτερῶν διετέλει. τοῦτο αὕτη δεδιῶσα, τοῦ μὴ γενέσθαι
παρεκάλει· «καὶ γὰρ ἐπίστασαι,» ἔλεγεν «ὦ πάτερ, ὡς οὐκ ἔχω που ἑτέρωθι τοὺς ὀφθαλμοὺς
ἐκτεῖναι ἢ τὰ τῆς καρδίας λυπηρὰ ἐκφάναι καὶ ἀναψυχὴν δέξασθαι, εἰ μὴ τὴν σὴν ἁγιωσύνην.»
ὁ δὲ τὸ ἐξ ἔθους αὐτῷ ῥῆμα προσειπών, τῶν βασιλειῶν ἀνεχώρησεν. ὁ δὲ βασιλεὺς ἐπὶ
τοῖς παρὰ τοῦ πατρὸς μετὰ παρρησίας λεχθεῖσι σκληρυνθεὶς τὴν καρδίαν, οὐ προσέθετο
ἔτι, ὡς αὐτῷ εἴθιστο, καθ᾿ ἑκάστην ἐπαποστέλλειν, ἀλλὰ μικρόν τι ταῖς ἐκ τοῦ Ζαούτζη
διαβολαῖς κατασυρείς, ἀηδῶς πρὸς αὐτὸν τὰ τῆς διαθέσεως μετατρέψας διέκειτο.
μετ᾿ οὐ πολὺ δὲ Στέφανος ὁ μακαριώτατος πατριάρχης ἑπτὰ συμπεράνας χρόνους ἐν τῷ
τῆς ἀρχιερωσύνης ἀξιώματι, τέλει τοῦ βίου ἐχρήσατο. τότε δὴ τότε ἀγὼν τῷ Ζαούτζῃ
καθειστήκει ἄφατος, τὸ οἰκεῖον αὐτῷ προστήσασθαι πατριάρχην· ἐδεδοίκει γὰρ τῷ βασιλεῖ
μήποτε ὡς οἰκεῖον τὸν πατέρα Εὐθύμιον τῇ ἐκκλησίᾳ προβάλλοιτο· καὶ εἰς τοσαύτην
κατ᾿ αὐτοῦ κεκίνητο μῆνιν, ὥστε καὶ τοὺς ἐν τῷ βασιλικῷ ἀρίστῳ ἐξ ἔθους εἰσιόντας
σκηνικοὺς παρορμῆσαι τοῦ εἰπεῖν τι κατ᾿ αὐτοῦ· ἐξ ὧν ὁ πρώτιστος τούτων, Τιτληβάκιος
καλούμενος, τὴν ἐπὶ κακῷ συμβουλὴν οὐ παρεδέξατο, καίπερ πολλὰ ὑπισχνούμενος παρ᾿
αὐτοῦ· ὁ δὲ ἕτερος, Λαμπούδιος λεγόμενος, ὁ ἄθλιος ἐκεῖνος ἔφη· «ἐγὼ ποιήσω ἵνα
καὶ τὸ ὄνομα τούτου μισητὸν τοῖς πᾶσιν ἀνθρώποις καὶ στυγηρὸν λογισθῇ.» ὅτε καὶ
πρὸς αὐτὸν ἐκεῖνος ἔλεξεν· «ἴδω, Λαμπούδιε, ὡς ἀποθεραπεύσεις με.» τοῦ ἀρίστου δὲ
ἐπιστάντος, τοσαύταις καὶ τηλικαύταις αἰσχίσταις ὕβρεσιν ἐκ τῆς αὐτοῦ ὀργίλου ἐξηρεύξατο
καρδίας κατὰ τοῦ ἀνεπιλήπτου τούτου πατρὸς ἡμῶν ὁ Λαμπούδιος, ὡς καὶ αὐτοὺς τοὺς
συναριστήσαντας τότε τῷ βασιλεῖ ἐρυθριᾶσαι, αὐτὸν δὲ τὸν ἄνακτα
[p. 45] μετ᾿ ὀργῆς ἐξεῶσαι τοῦτον καὶ ἀποπέμψασθαι. μετὰ δὲ τὴν τοῦ ἀρίστου πλήρωσιν
παρῆν ὁ Λαμπούδιος, τὰς συνταγὰς ἀπαιτῶν. ὁ δὲ παρέχει τούτῳ ὡς ἄλλῳ τινὶ Ἰούδᾳ
τριάκοντα ἀργύρια· σὺν τούτοις γὰρ ὡς ἄλλην ἀγχόνην καὶ τὸν ὀλέθριον αὐτοῦ θάνατον
προσλαμβάνεται. μετὰ δὲ τῶν ἑταίρων αὐτοῦ τῶν βασιλειῶν ἐξιὼν πεφθακώς τε ἐν τῇ
καλουμένῃ Ἐλεφαντίνῃ πύλῃ, ἐν ᾗ καὶ εὐκτήριον ἵδρυται Ἀθηνογένους τοῦ ἱερομάρτυρος,
ἐξαίφνης δονεῖται ὅλως καὶ τῇ γῇ προσρήσσεται· παρευθύ τε τὴν ἰδίαν κόπρον σὺν αἵματι
ἄνωθεν ἐκκρίνας, ἐλεεινῷ καὶ φρίκης γέμοντι μόρῳ παραυτίκα ἐξέψυξεν εἰς τὰ βασίλεια.
γνωστὸν δὲ τοῖς πᾶσιν ἐδείκνυτο, ὡς ἡ πρὸς τὸν πατέρα γενομένη φλυαρικὴ συκοφαντία
παραίτιος τῆς τοιαύτης πτώσεως τοῦ Λαμπουδίου ἐγεγόνει.
νοέμβριος παρῆν μήν, καὶ ἡ ἀοίδιμος βασιλὶς Θεοφανὼ ἐν τῷ τῆς Θεομήτορος ναῷ τῷ
ἐν Βλαχέρναις νοσηλευομένη παρεγένετο, τὸν δὲ πατέρα Εὐθύμιον ἐκεῖσε προσκαλεσαμένη,
διηγεῖται τὰ κατ᾿ αὐτὴν ἅπαντα, ὥστε δακρῦσαι τὸν συμπαθέστατον καὶ πρὸς αὐτὴν ἀποφθέγξασθαι·
«τοῦτό μοί ἐστιν, ὦ κυρία μου καὶ τιμία δέσποινα Θεοφανώ, τὸ τελευταῖον συντακτήριον·
οὐκέτι γὰρ ἐν τῷ βίῳ τούτῳ ὄψει τὴν ἡμῶν ταπείνωσιν. ἀλλ᾿ εἰ παρρησίας τῆς ἐλπιζομένης
τύχῃς, καὶ τῆς ἡμῶν ἐλαχιστότητος μέμνησο.» ἡ δὲ τιμία ἐκείνη βασιλὶς ἐκβαλοῦσα
τοῦ αὐτῆς κιβωτίου, παρέχει τούτῳ ἱερὰ σκεύη ἐξ ἰασπείων λίθων τὴν σύστασιν ἔχοντα
μετὰ καὶ τῶν ἐπικειμένων αὐτοῖς καλυμμάτων, ἃ χρυσοῖς ὑφάσμασιν τῇ τοῦ πατρὸς ἐπωνυμίᾳ
ὑπῆρχε κοσμήσασα. σὺν τούτοις δὲ παρέχει τὸ ἐπ᾿ ἐκκλησίας αὐτῇ ἐπὶ κεφαλῆς καὶ ὤμων
ἐπικείμενον περιβόλαιον, εἰς τύπον τοῦτο ἀναφορᾶς ἐπιδόσασα. ἅπερ ἱερὰ σκεύη εἰς
ὕστερον ὁ βασιλεὺς ἐπιζητήσας λαμπρῶς τε κατακοσμήσας, τῷ πατρὶ πάλιν ἐπαποστέλλει.
ἐν δὲ τῇ δεκάτῃ νοεμβρίου μηνὸς ἡ τιμία βασιλὶς τῶν ἐπιγείων ἀνταλλάξασα τοῖς ἐπουρανίοις,
πρὸς κύριον ἐξεδήμησεν. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ Θεόδωρος, ὁ λεγόμενος Γουζουνιάτης,
ὁ τῆς τοῦ Ζαούτζη θυγατρὸς Ζωῆς σύμβιος, τέλει τοῦ βίου ἐχρήσατο· ὡς δὲ λόγος, παραίτιον
εἶναι ταύτην τοῦ τῆς αὐγούστης θανάτου καὶ τοῦ οἰκείου συνεύνου.
[p. 47]
8. παρευθὺ τοίνυν ταύτην ὁ πατὴρ Στυλιανὸς ἐν τοῖς βασιλείοις προσλαβόμενος, ἐπειρᾶτο
τῷ βασιλεῖ συζεῦξαι. πολλῆς δὲ παρρησίας ἐκ τούτου τυχών, πείθει τὸν ἄνακτα ἐν τοῖς
βασιλείοις τὸν πατέρα προσκαλέσασθαι τοῦ μετ᾿ εὐχῆς αὐτοῦ καὶ συναινέσεως τὸ τοιοῦτον
εἰσπράξασθαι. ὁ δὲ μᾶλλον ἀσχάλλων καὶ ἀνιώμενος, τοῦ βασιλέως κατεβόα καὶ κενοὺς
καὶ ἀπράκτους τοὺς ἀπεσταλμένους παρέπεμπεν. ὁ δὲ βασιλοπάτωρ τούτους προϋπήντα·
καὶ προβιβάσας τοῦ εἰπεῖν κατὰ τὴν αὐτοῦ θέλησιν, εἰς ὀργὴν τὸν ἄνακτα ἤγειρεν·
καὶ κελεύει παρευθὺ ἄκοντα καὶ μὴ βουλόμενον ἐν ἀκατίῳ ἐμβαλόντας μέχρι τῶν βασιλειῶν
τοῦτον ἀγαγεῖν. ὡς δὲ τοῦτο ἐγεγόνει, μὴ τὴν ἐξ ἔθους τιμὴν παρὰ τοῦ ἄνακτος δεξάμενος
μήτε μὴν τὴν προσυπαντήν, ἐν τῷ αὐτοῦ κοιτῶνι εἰσῄει καὶ πρὸς αὐτὸν ἔφη· «περὶ ἧς
ὑποθέσεως ὠργίσθης ἐπ᾿ ἐμοί, οὔποτε παύσομαι τὸ ἀληθὲς λέγων, ἀνοσιούργημα τὸ τοιοῦτον
ἀποκαλῶν καὶ παρανομίαν ἐσχάτην· εὔχομαι δὲ τῷ θεῷ μου τοῦ ἐν τάχει τοῦ τοιούτου
σε σκοποῦ ἀνατραπῆναι.» ὁ δὲ βασιλεὺς τοῦτον καθιλαρύνας καὶ καθεσθῆναι ποιήσας,
λέγει· «ἄκουσον, πάτερ, καὶ μὴ οὕτως ἀλλόκοτα λέγε. τῆς ἐμῆς συμβίου, ὡς ἐπίστασαι,
στερηθείς, ἀνάγκη ἐστὶ κἀμοί, καθὰ καὶ πᾶσι, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν, δευτέροις
γάμοις προσομιλῆσαι, ὡσαύτως κἀκείνης, τῆς Ζωῆς λέγω, τοῖς αὐτοῖς περιπεσούσης,
τὴν αὐτὴν ἐλευθερίαν ἔχειν. καὶ ἃ οἱ νόμοι παρακελεύονται καὶ αὐτὴ ἡ τῶν ἀποστόλων
διάταξις, σὺ τίς εἶ ὁ ὑπὲρ αὐτῶν νομοθετῶν» ὁ δὲ πάλιν ἐπέμενε παράνομον εἶναι καὶ
ἄθεσμον τὸ τοιοῦτον ἐπιμαρτυρούμενος· «καὶ ἑτέραν μὲν ἀγαγέσθαι σε γυναῖκα οὐδεὶς
ὁ κωλύσων, οὐ χρὴ δὲ ταύτην τὴν ἐπὶ κακῷ φωραθεῖσαν. εἰ γὰρ τοῦτο γένηται, ὄντως
ἀληθῆ ἅπαντα τὰ κατ᾿ αὐτῆς λεχθέντα πάντες εἶναι λογίσονται.» καὶ ταῦτα εἰπών, ἀναστὰς
ἐξῄει. ἐπὶ τούτοις ὁ βασιλεὺς ἀνιαθείς, τῷ βασιλοπάτορι προσκαλεῖται· ἐπὶ πλεῖον
δὲ εἰς θυμὸν παρ᾿ αὐτοῦ ἐξαφθείς, κελεύει παρευθὺ τὸν πατέρα ἐν τῇ τοῦ πατρὸς αὐτοῦ
Βασιλείου μονῇ τοῦ ἁγίου Διομήδους ὑπερόριον γενέσθαι· ὃ δὴ καὶ παρευθὺ γεγένηται.
[p. 49] οὕτως οὖν ὁ πατὴρ ἡμῶν ἐπὶ δυσὶν ἔτεσι τῷ εὐαγεῖ τούτῳ σεμνείῳ καὶ τῇ φίλῃ
αὐτῷ ἡσυχίᾳ προσεκαρτέρει. ἔστι δ᾿ ὅτε καὶ τοῦ βασιλέως ἐπαποστέλλοντος, ὡς μεταμελομένου,
πρὸς αὐτόν, οὔτε μέχρι ῥήματος τοῖς ἀπεσταλμένοις ἠξίου, μή τί γε ἀποκρίσεως· καὶ
τὸ γεγονὸς ἐπέμενεν τόλμημα παρανομίας ἀποκαλῶν. ἃ καὶ ἀκούων, ὁ ἄναξ ἐπὶ πλεῖον
ἐταράττετο. ἐν μιᾷ δὲ τὸν αὐτοῦ πρωτοβεστιάριον ἀποστείλας, ἐν ταῖς τοῦ ἰδίου ἀδελφοῦ
Στεφάνου τοῦ πατριαρχεύσαντος οἰκίαις μεταβῆναι τὸν πατέρα παρεκελεύετο καὶ οἷς
ἂν ἐθέλοι τῶν μαθητῶν αὐτοῦ προσλαβεῖν ἐξελιπάρει *** [ονε μσ. page μισσινγ]
«*** καὶ τίνων παραφυλάττεσθαί με κελεύεις» ὁ δὲ πρὸς αὐτόν· «ὡς οἶμαι, τοῖς ἀπὸ
γυναικὸς συγγενεῦσί σου.» πρὸς τούτοις ὁ βασιλεὺς ἔφη· «ὦ πάτερ ἅγιε, πῶς πάντες
ἄνθρωποι χοϊκοὶ εἶναι ἐλεγχόμεθα καὶ τῇ ὀργῇ καὶ τῷ χόλῳ παραρρυόμεθα· ἀηδῶς γὰρ
τὰ πρὸς τὴν ἐμὴν σύμβιον διακείμενος καὶ τοὺς αὐτῆς συγγενεῖς ἀεὶ μεμηνώς, ταῦτα
παρά σου ἀποκαλύπτονται· ἐπεί, εἰ ἱλαρῶς καὶ προσηνῶς πρὸς αὐτὴν διέκεισο, τάχα
ἂν καὶ τοὺς αὐτῆς συγγενεῖς φύλακας τῆς ἐμῆς βασιλείας ἐκήρυττες.» «ἐγὼ μέν, ὦ δέσποτα,»
ὁ πατὴρ ἔφη «τῆς τε σῆς σωτηρίας φροντίζων καὶ τοῦ χριστιανικωτάτου φύλου κηδόμενος,
τὸ τῇ ἐμῇ ταπεινώσει δηλωθὲν ἀνήγγειλα. σὺ δὲ ὄψει τὸ ἀποβησόμενον.» οὔπω ἓξ παρῆλθον
μῆνες τῆς τοῦ Ζαούτζη τελευτῆς, ἔτι τοῦ ἐν ἁγίοις Ἀντωνίου πατριαρχοῦντος τοῦ κατ᾿
ἐπίκλην Καλέου, καὶ ἡ Ζωὴ τῆς ζωῆς ἐστέρηται, φρικτῇ νόσῳ καὶ σκοτοδινίᾳ περιπεσοῦσα.
τότε δὴ ἐκ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς ἀποδιδράσκει εὐτελέστατος μειρακίσκος τὸ θερμοδοτεῖν
πεπιστευμένος, τομίας μὲν τῇ θέσει, ἐξ Ἀγαρηνῶν δὲ ὁρμώμενος· ὃς ἐκαλεῖτο Σαμωνᾶς·
οὗτος εἰς τὰ βασίλεια εἰσπηδήσας καὶ τὸν αὐτοκράτορα ζητήσας, ἰδὼν ἔφη ὡς· «εἰ μὴ
αὐτῇ τῇ ἡμέρᾳ περικρατὴς γίνῃ τῶν τῆς κυρίας μου συγγενῶν, ἀπόλλεις, δέσποτα, οὐ
μόνον τὴν βασιλείαν ἀλλὰ καὶ αὐτὴν τὴν ζωήν.» πρὸς τούτοις κατεῖπεν καί τινων ἑτέρων
τῶν ἐκ τοῦ παλατίου τούτοις συνεργούντων· [p. 51] ἐξ ὧν καί τινων κρατηθέντων λόγον
τε ἀπαθείας παρὰ τοῦ ἄνακτος εἰληφότων, ἀληθῆ εἶναι ἅπαντα τὰ παρὰ τοῦ Σαμωνᾶ λεχθέντα
ἐξεῖπον· πρὸς τούτοις δὲ καὶ ἀρμάτων καταμηνύεται πλῆθος δι᾿ αὐτοῦ· καὶ διὰ τοῦτο
τιμᾶται μὲν παρευθὺ κουβικουλάριος, παρέχεται δὲ αὐτῷ καὶ τῆς τῶν διαβληθέντων οὐσίας
τρίτον μέρος. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ νιψηστιάριον τοῦτον ἀναδείκνυσι. τότε ἱκέτης
πρὸς τὸν πατέρα ἡμῶν ὁ βασιλεὺς παραγίνεται, «συγχώρησον, πάτερ ἅγιε,» βοῶν «τῇ
ἐξ ἀπροσεξίας πλημμεληθείσῃ πρός σε ἀπιστίᾳ μου.» καὶ δακρυρροῶν ἠντιβόλει τὴν ἄφεσιν.
ὃν ἱλαροῖς καὶ ἐπιεικέσι ῥήμασιν, οἷα εἰκὸς ἦν, βασιλεῖ προσφθεγξάμενος καὶ τὴν
συγχώρησιν ἀπονείμας, ἀπέστελλεν. ὁ δέ «οὐ πληροφορήσεις μοι,» ἔφασκεν «ἐὰν μὴ ἐν
τοῖς βασιλείοις συνανέλθῃς μοι.» ὁ δὲ καὶ συνανῄει τούτῳ καὶ ἐπὶ τρισὶν ἡμέραις
ἐκεῖσε διήρκεσεν, ὅτε καὶ ἱεροῖς ἀργυροῖς τούτῳ ὁ βασιλεὺς παρέσχεν καὶ λευκοτάτοις
τῇ ἐκκλησίᾳ στολίσμασιν, βίβλον τε πάντερπνον ἐξ ἐνδύματος ὀξέου καὶ διαργύρου καὶ
διαχρύσου περικεκοσμημένην, ἣν οἰκειόγραφον ὑπάρχειν ἔλεγε καὶ τοῖς αὐτοῦ πονήμασι
διαγράφειν· «διὰ δὲ τὸ παρὰ τῆς σῆς ἁγιωσύνης καὶ τῶν μετά σε φοιτώντων ἀείμνημον
εἶναί με τοῦτο δεδώρημαι.» οὕτως οὖν ὁ πατὴρ τῷ βασιλεῖ συνταξάμενος, πρὸς τὴν ἐν
τῷ Ψαμαθίᾳ μονὴν αὐτοῦ διὰ θαλάσσης κατῄει. ἔκτοτε οὖν ὁ βασιλεὺς καὶ ἐκ τῶν ἀνελπίστως
πολλάκις ἐν τῇ μονῇ παρεγένετο.
9. ἔδοξε δὲ αὐτῷ ποτε πρὸς τὰς ἐπιλυχνίους ὥρας ἀψοφητὶ παραβαλεῖν καὶ μέχρι τοῦ
πυλεῶνος, τῆς πόρτης ἠνεῳγμένης, καταντῆσαι· τῆς γὰρ ἐξ ἔθους εὐφημίας μὴ γενομένης,
λαθραία ἡ ἔλευσις ἐγεγόνει. ταῖς οἰκείαις δὲ χερσὶν ὁ ἄναξ τοῦ κρουστῆρος λαβόμενος,
ἤρξατο ῥαγδαίοις ἐπιφέρειν τοῖς κρούσμασι.
[p. 53] ἐπιδείπνου δὲ τοῦ πατρὸς τοῖς ἀδελφοῖς συναριστοῦντος καὶ τῆς ἐξ ἔθους ἀναγνώσεως
τελουμένης, φησὶν ὁ πατήρ· «ὁ οὕτως ἀφειδῶς θυροκρουστῶν κτήτωρ ὑπάρχει». τοῦ δὲ
ὀστιαρίου ἔσωθεν λέγοντος, «τίς εἶ καὶ τί κελεύεις» ἐκεῖνος ἀπεκρίνατο· «ἐκ τοῦ
παλατίου εἰμὶ καὶ ἀπεστάλην πρὸς τὸν σύγκελλον.» προσυπομνησθεὶς δὲ ὁ πατήρ, εὐθέως
ἀποστέλλει μοναχὸν τοῦ προσυπαντῆσαι καὶ προσειπεῖν· «μὴ ἀπαξιώσῃς, κύριέ μου καὶ
ἀδελφέ, εἴ τις ἂν εἴης, μέχρι τῆς ἡμῶν ταπεινώσεως σκυλῆναι καὶ συνδειπνῆσαι· εἶθ᾿
οὕτως ἀναγγελεῖς ἡμῖν καὶ τὰ τῆς ὑποθέσεως.» ὁ δὲ ἀπελθὼν καὶ πρὸ τοῦ ἀνοῖξαι ταῦτα
προσειπών, ὡς εἰς ὕστερον ἐπέγνω αὐτὸν εἶναι τὸν βασιλέα, ἐξέστη· κωλύσας δὲ ὁ ἄναξ
τὴν αὐτοῦ ἔλευσιν μὴ δηλωθῆναι, ἐξαίφνης εἰσῄει ἐπὶ τῆς τραπέζης τῷ πατρὶ προσκυνήσων
καὶ πάσῃ τῇ ἀδελφότητι. τῶν δὲ τῇδε κἀκεῖσε διασπαρέντων, πάντας ἐφέζεσθαι καθὰ
πρώην παρεκελεύετο καὶ τὸν ἐπὶ τραπέζης ἅπαντα τύπον τελεῖσθαι ἔμπροσθεν αὐτοῦ προσέταττεν.
ὁ δὲ πατὴρ τοῖς τὰ πρῶτα φέρουσι τῷ βασιλεῖ συνδειπνῆσαι προσεφώνει. ὁ δὲ οὐ κατεδέξατο
προσειπών· «οὐ χρὴ κοσμικοῖς μοναχοῖς ὑπερβαίνειν, μήπως φανείην ὀχληρὸν τοῖς πατράσιν».
τῶν δὲ βαυκαλίων ἐφ᾿ ἑκάστῳ ἐπικειμένων, καὐτὸς τὸ ἴδιον ἐπεζήτησεν. καὶ τοῦ κρούσματος
γεγονότος καὶ τὸ Ϡεὐλόγησον, πάτερϠ τοῦ οἰνοχόου προσειπόντος, τὸν κρατῆρα λαβόμενος,
τῷ βασιλεῖ παρειστήκει, «κῦρι, εὐλόγησον κρᾶσιν» ἐπιφωνῶν. ὁ δὲ περιστραφείς, λέγει·
«τοῦτ᾿ ἔστιν τί» πρὸς ὃν ὁ πατήρ· «εἰ βούλει, δέσποτα, πιεῖν, ἐπίδος τὸ βαυκάλιον.»
ὁ δέ «καὶ πάνυ διψῶ» ἀντεῖπεν. εἶτα τὸ κρασοβόλιον ἐπὶ τὸ βαυκάλιον αὐτοῦ κενωθὲν
καὶ μηδὲν ἕτερον, πρὸς τὸν πατέρα ἔφη· «ἆρα, πάτερ, τὸ τοῦ βαυκαλίου τούτου μέγεθος
οὐδὲν ἄλλο ἢ ὅπερ ἐπιφέρει χαλκοῦν ἀγγεῖον μόνον ἐκχέει, κἂν μικρόν ἐστι κἂν μέγα»
ὁ δέ· «πάντως, δέσποτα, τοῖς πᾶσιν ἐξ ἴσου παρέχεται.» εἶτα δέ· «κρύον τοῦτο πίνουσι»
«μὴ γένοιτο» ἀντεῖπεν ἐκεῖνος· «ἰδοὺ γὰρ καὶ ὁ θερμοδοτῶν.» εἶτα τό· «εὐλόγησον
[p. 55] θερμὸν» ἐπακούσας, περιστραφεὶς καὐτὸς τῷ ἰδίῳ βαυκαλίῳ κεκέρακεν. σφοδρῶς
δὲ ζέοντος, ἤρξατο τῇδε κἀκεῖσε περισκοπεῖν εἴ πως ἄκρατον ἐπιχέωσιν. ὁ δὲ πατὴρ
πρὸς αὐτόν· «οὐ παράδοσίς ἐστιν εἰς ὕστερόν τι ἐπιβαλεῖν· καὶ γὰρ ἕκαστος τὸ ἴδιον,
καθὼς ἡ αὐτοῦ ἀρέσκειά ἐστι, κεκέρακε, κἄν τε θερμότερον κἄν τε ψυχρότερον.» ὁ δὲ
βασιλεὺς τὸν πατέρα λέγει· «καὶ τοῦτο ἐπακολουθήσει τοῖς σοῖς ἐκτεθεῖσι τύποις,
τὸ ἀπὸ τοῦ νῦν δαψιλῶς ἐπὶ τοῦ βράσματος ψυχρὸν ἐπιχέεσθαι. κἀγὼ τὴν τούτου ἱκανοδοσίαν
ἐκπληρώσω.» γευσάμενος δὲ ἔφη· «πόθεν οὗτος ὁ οἶνος» οἱ δὲ λέγουσιν· «ἐκ τῶν ὧδε
γεωργουμένων δουλικῶν σου, δέσποτα.» καί φησιν ἐκεῖνος· «φεῦ στυγηρᾶς ἀμπέλου· πόσα
δὲ τὸ ἡμερούσιον μετὰ τοῦ χαλκοῦ τούτου λαμβάνουσιν» ὁ δὲ πατήρ· «δύο» ἔφη «τῷ πρωΐ
καὶ ἓν τῇ ἑσπέρᾳ, κατὰ τὴν τοῦ ὄρους παράδοσιν.» καὶ ὁ βασιλεύς· «ἰδού, πάτερ ἅγιε,
ἀφιεροῦμαι τῇ νεοκατασκεύῳ μονῇ ταύτῃ τὸ ἐν τῷ Πυλιατικῷ ὂν κτῆμα τῆς ταπεινῆς ἐκείνης
μου γυναικός, πρὸς ἣν ἀπεχθῶς διέκεισο, ὅπως κἀμοῦ κἀκείνης ἀδιαλείπτως μνημονεύητε·
διὰ χρυσοβούλλου δὲ δωρεᾶς τοῦτο παρέξομαι.» ὃ καὶ μετὰ ταῦτα πεποίηκεν.
οὐ πολὺ τὸ ἐν μέσῳ καὶ πάλιν ταραχαὶ καὶ πάλιν τοῦ βασιλεύοντος πρὸς τὸν πατέρα
ἀγανάκτησις· τῷ γὰρ ἰδίῳ ἀδελφῷ Ἀλεξάνδρῳ, ἀκούσας νεωτερίζειν ἐπιχειροῦντα κατ᾿
αὐτοῦ, τῆς ἰδίας γαμετῆς ἐστέρησεν, τοῦτον ἐάσας παντὶ ἀνέμῳ περιφέρεσθαι· ὁ δὲ
πατὴρ οὐκ ἐπαύσατο δυσωπῶν, παραινῶν, παρακαλῶν τοῦ καὶ τῷ ἀδελφῷ συμπαθῆσαι καὶ
τῇ ἠδικημένῃ ἐλεῆσαι. ὡς δ᾿ οὐκ ἔπειθεν, γράφει αὐτῷ οἰκειοχείρως οὕτως· «τάδε λέγει
σοι κύριος δι᾿ ἐμοῦ τοῦ ἐλαχίστου· ᾧ κρίματι ἔκρινας, κριθήσῃ καὶ ᾧ μέτρῳ ἐμέτρησας,
ἀντιμετρηθήσεταί σοι.» ὁ δὲ τὸ γραμματεῖον ἀναγνοὺς καὶ διαρρήξας, τῷ κομίσαντι
ἔφη· «εἰπὲ τῷ ἀποστείλαντί σε· Ϡεἰς ὅσα, πάτερ, οἴκοθεν κινούμενος ἐξ ἰδίας θελήσεως
εἴπω σοι, ἐκείνων καὶ οἰκονόμει καὶ φρόντιζε· ἐπεὶ οὐ καταδέχομαί σοι ἔχειν ἄλλον
Ζαούτζην προστάσσοντα καὶ ἐπιτάττοντα. τοίνυν καθέζου εἰς τὸ κελλίον σου καὶ πρόσεχε
σεαυτῷ, παραιτέρω [λεγε· περαιτέρω] μὴ παρεκτεινόμενος.Ϡ» ὁ δὲ πατὴρ
[p. 57] οὐ τοσοῦτον τῇ ἀγγελίᾳ ἠχθέσθη, ὅσον ἐπ᾿ αὐτῇ μᾶλλον ἡδύνθη τοῦ ἀπροόπτως
ἐν τῇ αὐτοῦ μονῇ διάγειν. ἡ τῶν ἁγίων νηστειῶν παρείσβασις παρῆν, καὶ ὁ πατὴρ ἡμῶν
ἐν τοῖς βασιλείοις οὐκ ἀνῄει, καίπερ προσκληθεὶς παρὰ τοῦ βασιλεύοντος, ἀλλ᾿ ἀντεδήλου
αὐτῷ· «ὑπὲρ πάντων τῶν παρά σου εἰς ἐμὲ γεγονότων ἐπὶ τούτῳ μᾶλλον εὔφρανα, μηνύσας
καθέζεσθαι ἐν ἡσυχίᾳ καὶ προσέχειν ἑαυτῷ· ὃ καὶ μετὰ θεὸν διατηρήσω, ἑαυτῷ προσέχων
καὶ ὑπέρ σου εὐχόμενος.» ὡς δ᾿ οὐκ ἐπείθετο ἀνελθεῖν, κηροὺς καὶ θυμιάματα ἀποστείλας,
εὔχεσθαι τοῦτον ὑπὲρ αὐτοῦ καθικέτευεν.
εἴπω δέ τι καὶ τῆς αὐτοῦ τοῦ πατρὸς ἁπλότητος καὶ καθαρᾶς καρδίας ἐπάξιον. τῆς τῶν
Στουδίων εὐαγεστάτης μονῆς κατὰ τοὺς τότε καιροὺς ἡγεῖτο ὁ ἐν ἁγίοις Ἀρκάδιος· ὃς
τοσοῦτον ἐπ᾿ εὐλαβείᾳ καὶ ἀρετῇ περιβόητος ἦν, ὡς καὶ αὐτὸν τὸν βασιλεύοντα αἰδεῖσθαι
τούτου τὸ τῆς ἀρετῆς μέγεθος. οὗτος ὁ ἱερώτατος ἀνὴρ εἰς τοσαύτην φιλίας καὶ εἰλικρινοῦς
ἀγάπης διάθεσιν πρὸς τὸν πατέρα ἡμῶν Εὐθύμιον διετέθη, ὥστε καὶ τὰ τῶν λογισμῶν
καὶ ἐνθυμήσεων ἀλλήλοις θαρρεῖν. τῆς τοίνυν κυριακῆς (ἥτις καὶ τυροφάγος καλεῖται)
καταλαβούσης, ἀσχοληθεὶς ὁ προμνημονευθεὶς Ἀρκάδιος εἰς εὐλόγους τινὰς ὑποθέσεις,
οὐ παρῆν πρὸς τὸν πατέρα κατὰ τὸ σύνηθες τοῦ ἀλλήλους συντάξασθαι. ὁ δὲ πατήρ, ὡς
αὐτῷ εἴθιστο, ἀφ᾿ ἑσπέρας τοῖς πᾶσιν ἀδελφοῖς συνταξάμενος καὶ ἐπευξάμενος, ἐν τῷ
αὐτοῦ ἡσυχαστικῷ κελλίῳ εἰσέδυ. τῇ δὲ ἐπαύριον, τῆς τρίτης ὥρας τελουμένης, παρῆν
καὶ ὁ προμνημονευθεὶς τῶν Στουδίων ἡγούμενος, πῆ μὲν καὶ παράθεσιν ζητῶν τοῦ πατρός,
πῆ δὲ καὶ προσαπολογούμενος. ὁ δὲ πατὴρ ἡμῶν τοῦτον ἀσπασίως δεξάμενος, ἐκ τοῦ αὐτοῦ
τε κελλίου ἐξῄει καὶ προσυπαντήσας καὶ περιπλακείς, ἤρξατο εὐφραίνεσθαι καὶ λέγειν
αὐτῷ· «καλῶς ἦλθες, ὁ ποιμὴν τῶν τοῦ Χριστοῦ λογικῶν προβάτων. ὄντως ὡς αὐτόν σε
τὸν Πρόδρομον δέδεγμαι.» μέχρι δὲ ἕκτης ὥρας προσομιλήσαντες καὶ ὡς ἐξ ἔθους ἀλλήλους
ἐπ᾿ ἀγῶσιν ἀλείψαντες καὶ κανονίσαντες, φησὶν ὁ μέγας πρὸς αὐτὸν Ἀρκάδιος· «εἰ τοῦ
ἐξ ἔθους τύπου οὐδὲν παρελείψαμεν, μὴ δὲ τὴν τῆς διακρίσεως συνήθειαν.» ὁ δὲ παρευθὺ
κελεύει τὸ ξύλον κρουσθῆναι καί, τῆς ἐννάτης τελεσθείσης, συνεπᾴδεσθαι καὶ τὸ λυχνικόν·
τράπεζαν δὲ παρετοιμασθῆναι προσέταξεν καὶ μετάληψιν οἴνου καὶ ἐλαίου.
[p. 59] ὃ καὶ γέγονεν. καὶ οὕτως οἱ διακριτικώτατοι πατέρες ἡμῶν συνταξάμενοι ἀλλήλοις
καὶ διευθετήσαντες, ἕκαστος τοῖς ἰδίοις ἀγῶσιν ἔκτοτε ἐνήρξαντο ἐν ταύτῃ τῇ ἁγίᾳ
τεσσαρακοστῇ. καὶ ταῖς παρ᾿ αὐτοῦ λεχθείσαις τῆς πρώτης ἑβδομάδος ὁμιλίαις, οἰκείαις
χερσὶ καλλιγραφήσας ἡμῖν τοῖς ἐν τῇ μονῇ ἀδελφοῖς παρέσχετο. τότε καὶ Πέτρον τὸν
ἐν ἁγίοις ἐπίσκοπον Γορδορυνίας ἐν τῷ τοῦ ὁσίου πατρὸς Νικολάου εὐκτηρίῳ τῷ πρὸς
θάλασσαν κειμένῳ ἔξωθεν τοῦ ἄστεος δι᾿ ὀπτασίας φοβερᾶς ἔνδοθεν εἰσεκόμισε· καὶ
λόγοις ἐγκωμιαστικοῖς ἐδόξασέν τε καὶ μεγάλυνεν, ὡς τὰ αὐτοῦ ἀκριβῶς ἀναμαθὼν παρά
τε τῶν μαθητῶν αὐτοῦ καὶ ἐν τῇ ἀπὸ Σελευκείας αὐτοῦ εἰσόδῳ. καὶ ἑτέροις δὲ πλείστοις
ἐγκωμιάσας καὶ οἰκείοις ὕμνοις ταῖς μνείαις τῶν ἁγίων καταφαιδρύνας, καλλιγραφῶν
διετέλει, τὸν τῆς ἡσυχίας αὐτοῦ διανύων δρόμον.
10. ἡ τοῦ εὐαγγελισμοῦ τῆς ἀχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας
παρῆν λαμπροφόρος καὶ φαιδρὰ ἑορτή· ἣν καὶ ὁ πατὴρ ἡμῶν ἐκτελεῖν εἴθιστο. παρῆν
δὲ πρὸς αὐτὸν καὶ ὁ μνημονευθεὶς πατὴρ Ἀρκάδιος καὶ Ἐπιφάνιός τις, ἀνὴρ λόγῳ καὶ
ἔργῳ ἡγιασμένος δεικνύμενος· ὃς ἐπὶ Θεοφίλου τοῦ δυσσεβοῦς εἱρκταῖς καὶ ῥαβδισμοῖς
καὶ λιμαγχονήσεσι καὶ διαφόροις ἐξορίαις προσκαρτερῶν, οὐ διέλιπε διακονῶν ἁγίοις
πατράσι, Συμεώνιόν τε τὸν ἐν ὁμολογίᾳ ἀστράψαντα, οὐ μὴν δὲ ἀλλὰ καὶ Γρηγόριον τὸν
ἐν θαύμασι περιβόητον, ὃν Δεκαπολίτην καλοῦσιν· ὃς καὶ τῷ πατρὶ ἀγχιστεὺς ἐτύγχανε
καὶ διὰ τοῦτο τῇ τῆς συγγενείας θαρρῶν ἐγγύτητι ἐπὶ συχνῷ τούτῳ παρέβαλεν. παρῆσαν
δὲ καί τινες πλεῖστοι τοῦ μοναχικοῦ τάγματος καὶ ὁ τοῦ ἁγίου Διομήδους ἡγούμενος.
ὧν κατενώπιον ὁ μακαρίτης Ἀρκάδιος εἰς ἐπήκοον πάντων ἔφη· «ἰδού, πάτερ
[p. 61] Εὐθύμιε, εὐαγγελίζομαι κἀγώ σοι ἐν τῇ χαρμοσύνῳ ταύτῃ ἡμέρᾳ πατριάρχην μέλλειν
γενέσθαι σε Κωνσταντινουπόλεως· καὶ τοῦτό μοι ἀπεκαλύφθη ταύτῃ τῇ διελθούσῃ νυκτί.
καὶ εἰ τοῦτο τοῦ θεοῦ κατευοδοῦντος γένηται μίαν αἰτῶ χάριν παρά σου, ἣν καὶ ἐν
καρδίᾳ φέρω.» ὁ δὲ πατὴρ πρὸς αὐτόν· «λέγε, πάτερ, τὴν χάριν· καὶ εἰ ἰσχὺν ὁ θεὸς
παρέξει, νόμιζε ταύτην πληροῦσθαί σοι.» ὁ δὲ πρὸς αὐτόν· «τὴν τοῦ Προδρόμου τιμίαν
κάραν.» ὁ δὲ ἀντεῖπεν· «ὡς ὑπολαμβάνω, ὑπὲρ τὴν δύναμιν ἡ αἴτησις. ἀλλὰ τὸ θέλημα
τοῦ κυρίου γενέσθω·» ὁ δὲ πατὴρ πάλιν ἔφη· «ὅτι μὲν καὶ ὃ ἡμῖν εὐηγγελίσω τίμιον
καὶ ἅγιον καὶ ὑψηλόν ἐστιν, κἂν ἡμεῖς ἐπὶ τοῦτο ἀνάξιοι, εὔδηλον· ὅτι δὲ καὶ ὃ ᾔτησας
ὑπεράγιον καὶ ὑπέρτιμον, παντί που δῆλον· ἐπεὶ δὲ τὴν ἐκ ψυχῆς καὶ καρδίας αὐτῆς
θέλησιν τὴν πρὸς ἡμᾶς ἀπεκάλυψας, καὶ ὅσον τὰ κατά σε τοὺς τῆς ἐκκλησίας παρέσχες
οἴακας, κἀγὼ προσβεβαιῶ τῇ ἁγιωσύνῃ σου, ὡς κατὰ τὴν ἐμὴν βούλησιν ἐν τῇ ἁγίᾳ μονῇ
σου ταύτην ἔλπιζε ἔχειν, εἴπερ καὶ μέχρι ῥήματος ἀκουσθήσομαι· οὐδὲν γὰρ πρὸ τούτου
ἢ προσλαλήσω ἢ αἰτήσομαι. ἀλλ᾿ ὡς ὁρῶ, πάτερ, εἰ οὕτως ὁ κρατῶν ἐπιμένοι τῇ αὐτοῦ
ἰδιορρυθμίᾳ καὶ ἰταμότητι, τάχα ἂν καὶ ὑπερορίους ἡμᾶς πάλιν ἀποκαταστήσοιεν.» οἱ
δὲ τίμιοι δαιτυμόνες συνταξάμενοι ἀλλήλοις, ἀπῄεσαν. Ἐπιφάνιος δὲ ὁ ἀοίδιμος τῷ
πατρὶ κατ᾿ ἰδίαν προσλαβών, ἔφη· «γνωστὸν ἔστω σοι, κῦρι Εὐθύμιε· πατριάρχης γίνῃ
Κωνσταντινουπόλεως καὶ ὁ βασιλεὺς Λέων πάλιν ἱκέτης ἐλεεινός σοι γενήσεται, καὶ
οὐκέτι παρ᾿ αὐτοῦ ἐναντίον τί σοι συμβήσεται, αὐτὸς δὲ ἐν τῇ τοῦ ἁγίου πάσχα ἁγίᾳ
καὶ λαμπρᾷ ἡμέρᾳ πολλὰ στυγνάσει καὶ κατηφὴς διατελέσει καὶ θλίψει περιπεσεῖται
ἀπαραμυθήτῳ καὶ συμφορᾷ ἀπαρηγορήτῳ, ὥστε, πάντων ἑορταζόντων, αὐτὸν θρηνεῖν καὶ
κόπτεσθαι. ἐγὼ δὲ ἐν Θεσσαλονίκῃ πορεύομαι τῷ μάρτυρι Δημητρίῳ συντάξασθαι καὶ τοὺς
ἐκεῖσε τοῦ κυροῦ Συμεὼν φοιτητὰς καὶ πατέρας μου. ἐν γὰρ τῷ πρός σε πάλιν ὑποστρέφειν
με τότε καὶ τὰ τῆς ἐμῆς ζωῆς πεπλήρωνται.» οὕτως τῷ ἁγίῳ πατρὶ ἡμῶν συνταξάμενος
καὶ εὐλογίας χάριν τῶν ἐκεῖσε ἀδελφῶν ἐξ αὐτοῦ κομισάμενος, τὴν ὁδὸν αὐτοῦ ἤνυεν.
ἡ βαϊαπάντησις παρῆν, καὶ ἅπαξ καὶ δὶς παρὰ τοῦ ἄνακτος ὁ πατὴρ προσκληθείς, οὐ
μὴν δὲ ἀλλὰ καὶ παρὰ τοῦ πατριαρχοῦντος, ἀναβολὴν ἐποιήσατο, τὴν ἐξ ταλαιπωρίας
ἀδυναμίαν
[p. 63] προβαλλόμενος. ὁ δὲ βασιλεὺς σφόδρα ἐπὶ τούτῳ ἠχθέσθη, ὥστε καὶ τὸν αὐτοῦ
πιγκέρνην πρὸς αὐτὸν ἀποστεῖλαι καὶ προσονειδίσαι. ὁ δὲ δηλοῖ αὐτῷ τὴν μέλλουσαν
ἐπ᾿ αὐτῷ συμβήσεσθαι μεγάλην καὶ ἀπαραμύθητον συμφορὰν καὶ ὅτι· «ἐν ἐλεημοσύναις
καὶ εὐπραγίαις καὶ τῇ τῶν χρεωστούντων καὶ ἐγκεκλεισμένων ἐλευθερώσει τὴν ἐπὶ σοὶ
ἐπερχομένην φεύξῃ ὀργήν.» ὁ δὲ βασιλεὺς ἀκούσας, ἔφη· «ὡς ἔοικεν, τινὲς αὐτῷ κατέφυγον
προσρυέντες ὑπόχρεοι· καὶ διὰ τοῦτο πάλιν προσυπομνήσκει μοι· ἐπεὶ ἐγὼ οὔτε ἐξ ἀνατολῆς
οὔτε μὴν ἐκ δύσεως στυγερὴν ἀγγελίαν δέδεγμαι. δέδοικα δὲ μήποτε αὐτοῦ ἀεὶ ἀληθεύοντός
τι καὶ ἄρτι γενήσεται.» καὶ ὡς ἐναγώνιος διετέλει. τῆς δὲ κυρίας τῶν ἡμερῶν τῆς
ἁγίας ἀναστάσεως καταλαβούσης, ἡ τοῦ βασιλεύοντος γαμετὴ Εὐδοκία, ἡ καὶ Βαϊανὴ προσκεκλημένη,
ἐν ταῖς τοῦ τοκετοῦ ὠδῖσιν ἐξέψυξεν, ἐλεεινὸν θέαμα καὶ ἀπαραμύθητος θλῖψις γενομένη
τῷ βασιλεῖ, ἐπὶ ἐνιαυτῷ ἑνὶ τούτῳ συμβιώσασα· ἡ τε σύγκλητος τὴν χαρμόσυνον ταύτην
καὶ λαμπρὰν ἁγίαν ἡμέραν συναλγοῦσα τῷ αὐτοκράτορι, πένθιμον ἐξετέλεσε. πρὸς δὲ
τὸ νεωστὶ κατασκευασθὲν αὐτῷ τοῦ ἁγίου Λαζάρου μοναστήριον ταύτην κομίσαι καὶ ἐνταφιάσαι
βουληθείς, παρὰ τοῦ ἐκεῖσε τὴν ἡγουμενείαν κατέχοντος ἁγίου ἀνδρός, Ἱεροθέου τῇ
κλήσει, τοῦ σκοποῦ κεκώλυται ἐξ αὐτῆς τῆς πόρτης τὸ λείψανον πρὸς τὰ βασίλεια ἀντιστρέψαντος.
καὶ διὰ τοῦτο τῇ ἐπαύριον ὑπὸ τῆς συγκλήτου ἐν τῷ τῶν Ἀποστόλων ἱερῷ σηκῷ μετακομίζεται,
ὅτε καὶ τῷ πατρὶ ἐν τοῖς βασιλείοις ἀνελθεῖν ὁ ἄναξ δεδήλωκε, προσθεὶς τοῦ εἰπεῖν
καὶ ταῦτα τῷ ἀποσταλέντι· «ἰδού, πάτερ, ὡς ὁρῶμεν, ἡ δηλωθεῖσά μοι παρά σου προφητεία
πέρας ἐδέξατο. ἐν δὲ τῇ εἰς αὔριον γινομένῃ κηδείᾳ παραγενέσθαι μὴ κατοκνήσῃς.»
ὁ δὲ ἀντιδηλοῖ αὐτῷ· «ὁ θεὸς ὁ ἅγιος, ἡ τῶν πενθούντων παράκλησις καὶ παραμυθία
τῶν ἀθυμούντων, αὐτὸς τὸ ἐν τῇ καρδίᾳ σου ἄλγος θεραπεύσοι, ἀναψυχήν σοι ὑπομονῆς
παρεχόμενος. ὡς αὐτουργὸς δὲ τῶν ἐπὶ σοὶ συμβαινόντων καθιστάμενος, μὴ ἀθύμει· ἅπερ
γὰρ καὶ οἷα ἑαυτοῖς τεκταίνομεν, ταῦτα καὶ παρὰ τοῦ τὰ ἡμῶν δικαίως ζυγοστατοῦντος
ἀπολαμβάνομεν. μὴ θελήσῃς δὲ τὴν τῆς ἁγίας ἀναστάσεως λαμπρὰν καὶ παγγέραστον ἡμέραν
σκυθρωπάσαι τὴν παρά σοι βασιλευομένην πόλιν, μηδὲ ἀντὶ φαιδρότητος καὶ χαρμονῆς
[p. 65] τῆς πάντων ἡμῶν σωτηρίας καὶ ἀναστάσεως θρήνους καὶ κωκυτοὺς γοεροὺς ἐπιφέρειν·
τοῦτο γὰρ ἀνάξιον τῆς ἡμῶν τῶν χριστιανῶν ἀμωμήτου πίστεως. ἀλλ᾿ εἰ βουλὴν παραδέχῃ
ταπεινοῦ μοναχοῦ γέροντος, μεθ᾿ ἡσυχίας τῷ τάφῳ ἀποδοθήτω· τί γὰρ ὄφελος ταύτῃ αἱ
τῶν ἐπακολουθούντων βοαὶ καὶ ἄτακτοι κραυγαί πάντως καὶ τούτων γινομένων, ἐν τῷ
αὐτῷ τάφῳ εἰσελεύσεται. ἐπίσταμαι δὲ τοῦτο, ὡς τὰ τῆς ταπεινώσεώς μου ῥήματα τὰ
νῦν ὡς λῆρον ἡγήσῃ· ὄψει δὲ μετὰ ταῦτα.» ὁ δὲ βασιλεὺς ἀκηκοὼς τὴν τοιαύτην ἀγγελίαν,
καίπερ ἑσπέρας βαθείας οὔσης, γράφει πρὸς αὐτόν· «τῆς πρὸ πολλοῦ ἡμῖν παρὰ τῆς σῆς
ἁγιωσύνης δηλωθείσης ἐμφάσεως τὸ πέρας ὁρῶντες ἐνεργῶς γενόμενον καὶ ἃ πρώην γέγραφας
καὶ ἃ τὰ νῦν δεδήλωκας, ὡς δικαίως ταῦτα καὶ ὡς αὐτουργοὶ τούτων τῶν ἐπερχομένων,
εὐχαριστοῦμεν ἐπὶ τούτοις στέργοντες. ποῦ δὲ ἀνέγνω ἡ ἁγιωσύνη σου μὴ ἐνταφιάζεσθαι
τεθνεῶτα ἐν ἀναστασίμῳ ἡμέρᾳ οὐδὲν δὲ τῶν παρά σου δηλωθέντων ἀληθὲς εὗρον ἢ τὸ
Ϡὡς λῆρον ἡγήσῃ τὰ ῥήματά μου.Ϡ τοῦτο καὶ ποιήσω, ἀκυρῶν τὰ παρὰ σοῦ μοι δηλούμενα·
αὔριον γὰρ ὡς βασιλίδα ταύτην σὺν τῇ ἱερᾷ συγκλήτῳ βασιλικῶς τῷ τάφῳ παραπέμψομαι
καὶ τῇ πολυανθρώπῳ ταύτῃ πόλει ὑποδείξω, ὡς Εὐδοκία ἡ βασιλὶς Ῥωμαίων ἐτελεύτησεν,
ὅπως κἂν ἐξ αὐτῶν συλλυπουμένους καὶ συναλγοῦντας εὑρήσομαι. σὺ δὲ ἔρρωσο, τῇ ἡσυχίᾳ
σου καταπολαύων καὶ ὑπὲρ ἡμῶν εὐχόμενος.» τούτων ὁ πατὴρ ἀναγνοὺς καὶ τὸ ἐξ ἔθους
ῥῆμα προσειπών, μετὰ τὴν νέαν κυριακὴν σὺν ἑτέροις ἓξ ἀδελφοῖς εἰς <τὴν> τοῦ Ἀγαθοῦ
ἐξῄει, τὰς ὀχλήσεις ἀποδιδράσκων.
ἰστέον δὲ ὅτι μετὰ τὴν τοῦ Μάπ{π}α <τοῦ> καὶ Στυλιανοῦ τοῦ Νεοκαισαρείας συνέλευσιν
καὶ τῆς ἁπάσης ἐκκλησίας ἕνωσιν Ἀντώνιος ὁ ἐν μακαρίᾳ καὶ ἀοιδίμῳ ζωῇ διαπρέψας
ἐν τῷ αὐτῷ ἐνιαυτῷ τέλει τοῦ βίου ἐχρήσατο μηνὶ φευρουαρίῳ δωδεκάτῃ, Νικόλαος δὲ
ἀντ᾿ αὐτοῦ ὁ κατ᾿ ἐκείνῳ καιρῷ μυστικὸς τοὺς τῆς ἐκκλησίας ἀναδέχεται οἴακας.
[p. 67]
11. οὐ μετ᾿ οὐ πολὺ δὲ ἡ τῆς μεσοπεντηκοστῆς ἑορτῆς ἡμέρα παρῆν, καὶ αὐτὸς ὁ βασιλεὺς
σὺν τῇ ἱερᾷ συγκλήτῳ, καθὼς εἰώθει προέρχεσθαι, ἐν τῷ τοῦ ἱερομάρτυρος Μωκίου πανιέρῳ
σηκῷ ἀπῄει· ἐκεῖσε τοίνυν ἀφικόμενος σὺν τῷ πατριάρχῃ Νικολάῳ, τοῦ ναοῦ τὴν εἴσοδον
ἐξετέλει. ἐξαίφνης δὲ ἐκπηδήσας κάτωθεν τοῦ ἄμβωνος ὡς πρὸς τὴν σολίαν τις ἀνήρ,
Στυλιανὸς μὲν τῇ κλήσει, ἀγνώριστος δὲ πάντη καὶ μὴ παρά τινος γινωσκόμενος, κατὰ
τὴν τοῦ βασιλέως κεφαλὴν τὴν ῥάβδον, ἣν ἐπεφέρετο, ῥαγδαίως κατέφερεν. καὶ εἰ μὴ
τὸ ἐκεῖσε ἄνωθεν κρεμάμενον πολυκάνδηλον τὴν ὀξεῖαν φορὰν τῆς ῥάβδου ἐδέξατο, τάχα
ἂν νεκρὸς καὶ ἄπνους ὁ βασιλεὺς ἀπεδείκνυτο· ἐκ γὰρ τῆς μικρᾶς προσψαύσεως ταύτης
αἱμόφυρτος ἐγεγόνει. τότε δὴ πάντων ἐπὶ τῷ ἀθρόῳ τοῦ γεγονότος πτοηθέντων, φυγάδες
ᾤχοντο οἵ τε τῆς συγκλήτου ἅπαντες καὶ οἱ τοῦ ἱεροῦ βήματος. καὶ εἰ μὴ μόνοις [λεγε·
μόνους] ἓξ ὁ βασιλεὺς ἔχων οὐκ ἦν, καὶ οὗτοι τῆς ἀπὸ μέσης ἑταιρείας· ἐξ ὧν ὁ εἷς
λεγόμενος Χάνταρις εὐθέως μετὰ τὸ ἀπορρῖψαι τὸν ἄθλιον ἐκεῖνον ἐπὶ γῆς, τὴν σπάθην
γυμνώσας· «κρούω,» ἔφη «δέσποτα» ὁ δὲ ἀνένευσεν, εἰπών· «δήσαντες τοῦτον, ἀσφαλῶς
τηρήσατε.» τότε καὶ πρὸς Νικόλαον τὸν πατριαρχοῦντα ἠχθέσθη τὰ μέγιστα, ὡς μὴ τοῦ
αὐτοῦ κλήρου καταλειφθῆναί τινα κἂν ἐπὶ τοῦ βήματος, ἀλλ᾿ οὔτε αὐτὸν Νικόλαον, ὅτε
καὶ Ἀλέξανδρος ὁ συμβασιλεύων αὐτῷ ὁ καὶ ἀδελφός, εἰ καὶ μὴ τὰ ἀδελφὰ φρονῶν, προσεποιήσατο
τοῦ ἑαυτὸν καταβαλεῖν ἀπὸ τῶν καλουμένων κατηχουμενίων. καὶ ὁ μὲν βασιλεὺς ἐν τῷ
καλουμένῳ Πετρίῳ τῷ πρὸς θάλασσαν διασώζεται, Στυλιανὸς δὲ ὁ τολμητίας βασάνοις
ἀνηκέστοις καὶ φρικώδεσιν ἐγκαρτερήσας καὶ μηδὲν ἕτερον ἢ τὸ ὄνομα αὐτοῦ προσειπών,
διὰ πυρὸς ἐτελειώθη. τότε συνεὶς ὁ βασιλεὺς ταῖς ἐκ τοῦ πατρὸς δηλουμέναις αὐτῷ
προρρήσεσιν, ἱκέτης τούτου πάλιν καθίσταται οὐ δι᾿ ἑτέρου τινός, ἀλλ᾿ ἑαυτὸν δι᾿
ἑαυτοῦ προσφέρων καὶ καταλλάσσων· ὃν ὁ πατὴρ μεταμελόμενον ἐξ ὅλης ψυχῆς προσεδέξατο
[p. 69] καὶ τὴν συγχώρησιν ἀπένειμεν· καὶ ἐκ τῆς τοῦ Ἀγαθοῦ τοῦτον ἀπάρας, ἐν τοῖς
βασιλείοις ἐπὶ τρισὶν ἡμέραις τούτῳ προσκαρτερῆσαι προσέπεισεν.
οὐ πολὺ τὸ ἐν μέσῳ καὶ τάραχος τῇ πόλει κατέλαβεν ἐπὶ τῇ τοῦ Δουκὸς παροινίᾳ· μοῦλτον
γὰρ συσκευάσας καὶ ἐν τῷ Καβάλᾳ λεγομένῳ ἄστει ἀποδυσπετήσας καὶ καθεσθεὶς ἐπὶ μησὶν
ἕξ, πρὸς τοὺς Ἀγαρηνοὺς τὸ ὅρμημα ἔστησεν· πολλὰ δὲ παρὰ τοῦ βασιλεύοντος προσκληθεὶς
διά τε χρυσοβούλλων γραμματείων καὶ φρικτῶν ὅρκων ἐν αὐτοῖς ἐγγεγραμμένων, οὐ μὴν
δὲ ἀλλὰ καὶ αὐτῶν τῶν τοῦ βασιλέως φυλακτῶν, ὁ τῇ καρδίᾳ πεπωρωμένος τὴν ἐπὶ καλῷ
ἐπιστροφὴν οὐ κατεδέξατο, ἀλλὰ πρὸς Ἀσσυρίους ἀπηυτομόλησεν, ἐλεεινὸν ἄκουσμα καὶ
τοῖς μετέπειτα χριστιανοῖς καταλιπών. ἐπὶ τούτοις ἐδυσφόρει ὁ βασιλεὺς καὶ ἤσχαλλεν,
τί ἂν πράξοι διανοούμενος. τότε δὴ εἰσέρχεταί τις τῶν ἀπὸ τοῦ Δουκὸς πρόσφυξ ἔχειν
τι πρὸς τὸν βασιλέα λέγων. ὃν ἰδών, ἐπιδίδωσι πιττάκιον ἐγγεγραμμένον σὺν ἑτέροις
τρισίν· ἅπερ ὁ Ἀνδρόνικος, ἐν τῇ Καβάλᾳ καθεζόμενος, ἀπὸ τῆς βασιλευομένης πόλεως
ἐδέξατο· ἃ καὶ εἰς χεῖρας ὁ βασιλεὺς κρατήσας, τήν τε γραφὴν καὶ τὴν τοῦ λόγου δύναμιν
ἑκάστῳ τούτων κατανοούμενος περιεσκόπει· ἐξ ὧν εὑρέθη τὸ ἓν τὴν τοῦ λόγου σύνταξιν,
οὐ μὴν δὲ ἀλλὰ καὶ οἰκείαν χειρογραφίαν ἔχον τοῦ πατριαρχοῦντος Νικολάου. ὡς δὲ
ὁ βασιλεὺς τοῦτο αὐτοῦ εἶναι ἐπέγνω, ἠλλοιώθη ὅλος· καὶ ἔντρομος γενόμενος, παρ᾿
ἑτέρου ἀναγινώσκεσθαι εἰς ἐπήκοον αὐτοῦ κελεύει. ἦν δὲ τὴν ἔμφασιν ταύτην ἔχον·
«Δοὺξ ἐνδοξότατε καὶ μεγαλοπρεπέστατε, μελλοαύγουστε Ἀνδρόνικε, παρεγγυῶμαι καὶ
παραινῶ σοι μὴ προέσθαι ἑαυτόν, μηδ᾿ ὑποκαταβληθῆναι τοῖς ἀπὸ τοῦ βασιλέως, μὴ δὲ
καταπιστεῦσαι τοῖς ἐξιοῦσι πρός σε· ψευδῆ γὰρ ἅπαντα καὶ ἕωλα τὰ δηλούμενα καὶ γραφόμενα.
ὁ γὰρ σατανώνυμος ἀκμὴν κατά σου διαπρίεται Σαμωνᾶς. μεῖνον τοίνυν προσκαρτερῶν
καὶ ἐνδυναμούμενος καὶ κατ᾿ <τ>οὔνομα καὶ τὴν πρᾶξιν ἐπιδεικνύμενος. καὶ ἡ πόλις
ταχέως διὰ τῶν ἡμῶν παραινέσεων ἐπιζητήσει σε. μὴ ἐπιλάθῃ δὲ τῆς ἡμῶν ταπεινώσεως,
[p. 71] κατευοδούμενος. ἔρρωσο.» ὡς δὲ καὶ τοῖς ἐκεῖσε παρεστῶσι, τούτων ἀναγινωσκομένων
παρὰ τοῦ Δουκός, ἐξ ὀνόματος ἔλεγεν, ἐθαμβοῦτο ὁ βασιλεὺς καὶ παροῦσι κἀκείνοις
προσκληθῆναι παρεκελεύετο· τὴν δέ γε βεβαίωσιν παρ᾿ αὐτῶν δεξάμενος, τῷ πατριάρχῃ
μηδὲν προσειπών, καθ᾿ ἑαυτὸν ἀλγυνόμενος διετέλει· ἦν γὰρ αὐτῷ θετὸς ἀδελφὸς καὶ
συνίστωρ ἐν τοῖς μαθήμασιν. οὐδὲν δὲ τῶν γεγονότων ἢ λεγομένων αὐτὸν ἔλαθεν· τινὲς
γὰρ τῶν ἀπὸ τοῦ κοιτῶνος τούτῳ πάντα ἐγνώρισαν. ὃς ἐπὶ τούτοις δεδιώς, συνευδοκεῖν
τῷ βασιλεῖ συνετίθετο, οἰκονομεῖν ἐν πάσαις αὐτοῦ ταῖς θελήσεσι καὶ τόσον, ὥστε
καὶ τῷ ἐκ Ζωῆς υἱῷ αὐτοῦ Κωνσταντίνῳ τῷ νέῳ βασιλεῖ ἐπὶ τῆς μεγάλης ἐκκλησίας καὶ
προσδέξασθαι καὶ βαπτίσαι τοῦτον οἰκείαις χερσίν, καίπερ Ἐπιφανίου τοῦ Λαοδικείας
πολλὰ ἀντεχομένου καὶ ἀναβαλλομένου τοῦτο μὴ γενέσθαι καί τινων μητροπολιτῶν. ὅτε
καὶ ὁ πατὴρ ἡμῶν Εὐθύμιος ἐκεῖσε παρῆν, ἀνάδοχος τοῦ νέου τούτου Κωνσταντίνου γνωριζόμενος.
διὰ δὲ γῆρας καὶ ταλαιπωρίαν σώματος ἀδυναμοῦντος τούτου, τὸν Σαμωνᾶν βαστάζειν
τῷ νέῳ βασιλεῖ προσέταξαν. τότε δὴ καὶ πρὸς τὸν πατέρα Εὐθύμιον ὁ πατριάρχης ἔφη
Νικόλαος· «ἰδού, πάτερ ἅγιε, εὐχῆς ἔργον ὁ καρπὸς οὗτος, ὃν ὁρᾷς, γέγονεν· ἔχει
γὰρ καὶ τὰ νῦν ἡ γενεὰ ἡμῶν ἄνδρας τῷ ὄντι δούλους τοῦ θεοῦ· ἑπτὰ γὰρ ἱερεῖς τῷ
ἁγίῳ τούτῳ καὶ μεγάλῳ τῆς τοῦ θεοῦ Σοφίας ναῷ ἐν τοσαύταις ἡμέραις προσκαρτερεῖν
παρακελευσάμενοι καὶ τὰς ἱλαστηρίους εὐχὰς τῷ ἁγίῳ θεῷ καθ᾿ ἑκάστην παρ᾿ αὐτῶν λέγεσθαι
ἐπὶ τοῦ θείου βήματος προτρεψάμενοι, τοῦ ποθουμένου τυχεῖν τὸν βασιλέα πεποιήκαμεν.
καὶ ἰδοὺ συγχαιρόμεθα αὐτῷ ἔχοντι υἱῷ ἀγαπητῷ.»
τότε δὴ τότε τῷ βασιλεῖ προσοικειωθῆναι ὁ πατριάρχης ἐπὶ πλεῖον βουλόμενος, (σειραῖς
γὰρ τῶν οἰκείων σφαλμάτων κατακεκράτητο) τὰ παρὰ τῶν μητροπολιτῶν πρὸς αὐτὸν λεγόμενα
δῆλα πάντα καθ᾿ ἑκάστην πεποιήκει τῷ ἄνακτι· καὶ γνωμοδοτεῖν ἐπειρᾶτο καὶ τὰ πρὸς
τούτοις λεγόμενα ἀντετίθει· καὶ ὅπως ἕνα ἕκαστον τῶν μητροπολιτῶν ἑλκύσει πρὸς ἑαυτὸν
ἐγνώριζε· συγκατέθετο τοίνυν ἐν τῇ τῶν ἐγκαινίων ἑορτῇ τοῦ μεγάλου τῶν βασιλειῶν
ναοῦ τὴν εἴσοδον μετ᾿ αὐτοῦ ποιήσασθαι, καὶ οὐ
[p. 73] μόνον τότε, ἀλλὰ καὶ κατὰ τὴν τῆς μεταμορφώσεως δεσποτικὴν ἑορτὴν ἀνυπερθέτως
ἐν τῇ ἐκκλησίᾳ τοῦτον εἰσδέξασθαι· τοῦτο μὲν ἐπὶ μάρτυσι πολλοῖς ἐποίει, κἂν ὁ εἰρηνικώτατος
βασιλεὺς τὴν τῆς ἐκκλησίας εἰρηναίαν στοχαζόμενος κατάστασιν, ἀνεβάλλετο τὴν εἴσοδον
ὡς· «εἰ μὴ τοὺς ἀπὸ Ῥώμης ἐπισκόπους ἐγγίζοντας ἴδω,» φησίν «οὐχ ὑπείξω τῇ παρ᾿
ὑμῶν χωρὶς αὐτῶν παρεχομένῃ εἰσόδῳ» ἔφη. ὁ δὲ πατριάρχης ἐπέμενε πάλιν λέγων· «μηδενὸς
λόγον ποιούμενος ἢ φροντίζων, μήτε τοὺς ἀπὸ Ῥώμης μήτε τοὺς ἐξ ἀνατολῶν ἐκδεχόμενος,
παραχωρῶ τὴν εἴσοδον τῷ βασιλεῖ.» καὶ βιβλίον ἐπεδείκνυ, λέγων τὸ ὅλον εἶναι ἐπιστολὰς
τοῦ μεγάλου Ἀθανασίου· εἰς ὃ ἐπερειδόμενος ἔφη· «εἰ ὁ πατὴρ οὗτος, ὃν καθηγητὴν
καὶ διδάσκαλον οἱ λοιποὶ πατέρες ἐπιγράφονται, ἀνεπιτίμητον τὸ τρίτον ἡγεῖται συνοικέσιον,
τί δὴ καὶ πτοηθήσομαι ἐγὼ μετά τινος ἐπιτιμίου τὸ τέταρτον διατιθέμενος· μάταιος
καὶ ὀλεθριώτατος ἔσομαι, εἰ ἔτι περὶ τούτου ἀναβολὴν τὴν οἱανοῦν ποιήσομαι ἢ τὸ
σύνολόν τινος ἀκούσομαι ἢ τὴν τῶν Ῥωμαίων ἔτι προσμείνω ἄφιξιν, ἀλλ᾿ ἐκ παντὸς εἴσω
ἐκκλησίας τὸν βασιλέα εἰσδέξομαι.» ἐγένετο δὲ ἂν τοῦτο, εἰ μὴ σκαιός τις κακοδαίμων
τὴν τῆς ἐκκλησίας κατάστασιν εἰς τοιαύτην φλόγα ἐξῆψεν καὶ ἀνερρίπισεν, οἵαν ὁ λόγος
ἑξῆς δηλώσει.
12. συνέβαινε γὰρ τὴν τῆς πυρκαϊᾶς ταύτης ἄναψιν γενέσθαι τρόπῳ τοιῷδε· ποτὲ τῷ
βασιλεῖ Λέοντι προσειπεῖν λέγεταί τινας τῶν ἀπὸ τοῦ κοιτῶνος, εἰς οὓς καὶ πληροφορίαν
ἔσχεν ὡς· «ἀδύνατόν ἐστι πάντως μὴ ἐξεωθῆναι τὸν πατριάρχην τοῦ θρόνου αὐτοῦ· οὐ
γὰρ ἔτι τὸ πνεῦμά μου ἐπ᾿ αὐτὸν ἀναπαύσεται. ἀλλὰ μετὰ τὸ εἰσδεχθῆναί με παρ᾿ αὐτοῦ
ἐν τῇ ἐκκλησίᾳ, εὐθὺς τοὺς τὰ τοῦ ἀντάρτου Δουκὸς ἐπισταμένους κατὰ πρόσωπον αὐτοῦ
ἐπιστήσω· παρευθύ τε τῷ τῆς καθοσιώσεως ἐγκλήματι τοῦτον ὑποπεσόντα τῆς ἐκκλησίας
ἐξεώσω. οὐκ ἐνδεχόμενον γάρ ἐστιν ἐχθρῷ ὄντι μοι καὶ πολεμίῳ καὶ κατ᾿ ἐμοῦ τρακτεύοντι
προσέρχεσθαι τούτῳ καὶ τῶν ἀχράντων ἐξ αὐτοῦ τὴν μετάληψιν
[p. 75] δέχεσθαι μυστηρίων, τῆς καρδίας ἔνδοθεν διαλογιζομένης καὶ ἐπ᾿ αὐτῷ ἀνιωμένης.
οἶμαι δὲ καὶ τὴν ἐν τῷ ναῷ τοῦ ἱερομάρτυρος Μωκίου ἐπενεχθεῖσάν μοι πληγὴν μετ᾿
εἰδήσεως αὐτοῦ γενέσθαι. καὶ τοῦτο λέγειν με πείθει ἐκ τοῦ μὴ προστάξαι τινὶ τῶν
αὐτοῦ κληρικῶν τοῦ ἐπιβαλεῖν χεῖρα καὶ τὸν τολμητίαν κατασχεῖν, ἀλλὰ μᾶλλον τοῖς
λοιποῖς τοῦτον συναποδρᾶν. Ϡἀλλ᾿ ἔσσεται ἦμαρ, ὅτ᾿ ἂν ἑαυτὸν ἐκδικήσω.Ϡ» ἐκ τῶν
ἀκουόντων δὲ εἷς, ὁ καὶ Ἀφύλακτος μᾶλλον ἢ Θεοφύλακτος καλούμενος, πάντα δῆλα τῷ
ἀρχιερεῖ πεποίηκεν. ὁ δὲ κατὰ νοῦν ταῦτα ἐνδομυχῶν, διενοεῖτο τί ἂν καὶ δράσοι.
καὶ τοὺς τῶν μητροπολιτῶν καλέσας προύχοντας, χειρογραφῆσαι παρασκευάζει, ὡσαύτως
καὶ ἅπασιν εἰς ὕστερον πεποιήκει, καὶ ἀντιτείνειν τῷ βασιλεῖ παρώρμα ὁ πρὸ μικροῦ
καὶ οἰκονομεῖν καὶ δέχεσθαι τοῦτον συνθέμενος. οὐκ ἔλαθε δὲ ταῦτα Λέοντι τῷ βασιλεῖ.
ἡ τοῦ σωτῆρος ἡμῶν θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ γενέθλιος ἡμέρα ἐφεστήκει, καὶ
πάντες ἐν τῇ ἐκκλησίᾳ μετὰ τῆς ἱερᾶς συγκλήτου καὶ αὐτοῦ τοῦ βασιλεύοντος συνῆλθον,
χρηστὰς ἐλπίδας ἔχοντες τοῦ εἰσδεχθῆναι ἔνδοθεν τοῦ ναοῦ τὸν βασιλεύοντα. ὁ δὲ πατριάρχης
προσυπαντήσας τούτῳ ἐν τοῖς βασιλικοῖς πυλῶσι, προσαπελογεῖτο ὡς· «ἐπὶ τοῦ παρόντος
μηδὲν δυσχεράνασα ἡ βασιλεία σου, τὸ κατ᾿ ἔθος διὰ τοῦ δεξιοῦ μέρους τῆς πλαγίας
δίελθε· καὶ ἐν τῇ τῶν ἁγίων φώτων ἑορτῇ καὶ συνελεύσῃ καὶ εἰσδεχθήσῃ, ἡμῶν μηδὲν
ἐπὶ τούτῳ διακρινομένων· εἰ δὲ τυραννικῶς ἐπιβῇς, ἑτοίμως ἔχομεν ἅπαντες τοῦ ναοῦ
ἀπαναχωρῆσαι.» ὁ δὲ σύνδακρυς γενόμενος καὶ τὸ ἅγιον ἐκεῖνο
τοῖς δάκρυσι πλύνας ἔδαφος καὶ μήτε μέχρι ῥήματός τι προσειπών, διὰ τῆς ἐκ δεξιῶν
πλαγίας πύλης παλινοστήσας, πρὸς τὸ μητατώριον εἰσέδυ. τότε τῶν μητροπολιτῶν τινας
προσκαλεσάμενος, παρ᾿ αὐτῶν ἅπαντα τά τε λεχθέντα τά τε χειρογραφηθέντα μεμαθήκει·
πρὸς οὓς ἐκ βάθους καρδίας στενάξας ἀπελογήσατο· «ἐλπίζω εἰς Χριστὸν τὸν υἱὸν τοῦ
θεοῦ τὸν διὰ τὴν σωτηρίαν ἡμῶν τῶν ἁμαρτωλῶν κατελθόντα ἐκ τῶν κόλπων τῶν πατρικῶν.
κἀμὲ τὸν ἁμαρτωλότερον πάντων καὶ ἐλεήσοι καὶ ἐπαγκαλίσοιτο
[p. 77] ὡς τὸν ἄσωτον υἱὸν καὶ τῇ ἁγίᾳ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ συγκαταριθμήσοι
δι᾿ εὐχῶν τοῦ τε κοινοῦ πατρὸς ἡμῶν τοῦ πατριάρχου καὶ πάσης ὑμῶν τῆς ἁγίας ὁμηγύρεως.»
τοῦ τοίνυν ἁγίου κηρυχθέντος εὐαγγε{λ}λίου, πολλὰ ὁ βασιλεὺς σὺν οἰμωγῇ ῥάνας δάκρυα,
τοὺς ἀκούοντας συνθρηνεῖν καὶ συγκόπτεσθαι τούτῳ παρώρμα, οὐ τῆς συγκλήτου βουλῆς
μόνης, ἀλλὰ καὶ αὐτῶν τῶν μητροπολιτῶν· καὶ πρὸς τοῖς βασιλείοις ἀνῄει, μηδένα πρός
τινα τὸ σύνολον λέξας τι ἢ προσειπών, τὴν τοῦ πατριαρχοῦντος ἐκδεχόμενος περαιωθῆναι
βούλησιν.
ἡ τῶν φώτων ἁγία ἐφέστηκεν ἑορτή, καὶ ἐν τοῖς βασιλείοις ὡς πρὸς συνήθειαν τῇ ἀφ᾿
ἑσπέρας ὁ πατριάρχης οὐκ ἀνῄει ἐπευλογήσων τοῖς ὕδασιν, ἀδυναμίας νόσον προβαλλόμενος·
τῇ ἐπαύριον δὲ παρῆν ὁ βασιλεὺς μετὰ καὶ τῆς ἱερᾶς συγκλήτου ἐν τῇ ἐκκλησίᾳ, τὴν
πολλάκις συνταγεῖσαν αὐτῷ παρὰ τοῦ ἀρχιερέως εἴσοδον ἐπιζητῶν. ὁ δὲ πατριάρχης πρὸς
αὐτὸν ἀπολογούμενος, ἔλεγεν ὡς· «εἰ μὴ παρὰ τῶν μητροπολιτῶν ὁμόνοια γένηται καὶ
αὐτοῦ τοῦ πρωτοθρόνου Ἀρέθα, ἀδυνάτως ἔχω· εἰ δὲ ἐκ τῆς αὐτονομίας εἰσελθεῖν βουληθῇς,
παρευθὺ ἐγὼ μετὰ καὶ τῶν σὺν ἐμοὶ τῶν ὧδε ἐξίημι.» καὶ ὁ βασιλεὺς πρὸς αὐτόν· «ὡς
ἔοικεν, κῦρι ὁ πατριάρχης, καταπαίζων μου τῆς βασιλείας, ταῦτα καὶ λέγεις καὶ ποιεῖς.
ἢ τῷ ἀντάρτῃ Δουκὶ προσδοκῶν ἐκ τῆς Συριάτιδος γέας καὶ ἐπ᾿ αὐτῷ τεθαρρηκώς, ἡμῖν
καταφρονεῖς» ὁ δὲ τούτοις ἐπακηκοώς, ἔστη μέσον τῶν βασιλικῶν πυλῶν ἄναυδος, μήτε
τὴν εἴσοδον μήτε τὴν ὑποστροφὴν δυνάμενος ποιεῖν. τότε Λέων ὁ βασιλεὺς βασιλικόν
τι βασιλικῶς ἐποίησεν, ἑαυτὸν ἐπ᾿ ἐδάφους ῥίψας καὶ ἐπὶ πολὺ δακρύσας ἀναστάς, τῷ
πατριάρχῃ ἔφη· «εἴσελθε, δέσποτα, μὴ παρ᾿ ἐμοῦ τὸ παράπαν ἐμποδιζόμενος· διὰ γὰρ
τὸ πλῆθος τῶν ἐμῶν ἀμετρήτων σφαλμάτων ἀξίως καὶ δικαίως πάσχω.» καὶ ταῦτα προσειπὼν
καὶ τούτῳ συνταξάμενος, μετεστράφη πρὸς τὴν πλαγίαν πύλην τὴν εἰς τὸ μητατώριον
ἀπάγουσαν. τῶν δὲ συγκλητικῶν
[p. 79] ἀνθισταμένων καὶ ἐπιβοώντων, «κἂν μετὰ τὸ διελθεῖν ἐκεῖνον, εἴσελθε ὡς εἷς
πάντων ἡμῶν,» τῇ χειρὶ τούτους κατασιγήσας, πρὸς τὸ μητατώριον εἰσέδυ, ἐκεῖσέ τε
πάλιν τοὺς μητροπολίτας προσκαλεσάμενος καὶ πολλὰ μετ᾿ αὐτῶν συζητήσας· τοῦ ἁγίου
εὐαγγελίου κηρυχθέντος, τεθορυβημένως ἀνῆλθεν πρὸς τὰ βασίλεια.
τοῦ δὲ πατριάρχου τὴν τῶν ἀκουβίτων πρόσκλησιν ἀναβαλλομένου, ὁ βασιλεὺς δηλοῖ αὐτῷ·
«ἐλθέ, δέσποτα· οὐκ εἰς ἐκκλησίαν σοι προσκαλούμεθα, ἀλλ᾿ εἰς ἣν ἐκ τύπου ἐπευλογεῖς
σήμερον τράπεζαν.» ὡσαύτως καὶ πρὸς τοὺς μητροπολίτας προσαπολογούμενος, δεδήλωκεν·
ἐξ ὧν Ἀρέθας ὁ πρωτόθρονος καὶ Ἐπιφάνιος ὁ Λαοδικείας ἀποδυσπετήσαντες, ἀνεχώρησαν,
οἱ δὲ λοιποὶ τῷ πατριάρχῃ παρείποντο· εἶτα συνανακλιθέντων τῷ βασιλεῖ, πρὸς τὰ τῆς
τραπέζης τέλη εἰς ἐπήκοον πάντων τῷ πατριάρχῃ ἔλεξε τάδε· «διατί, δέσποτα, συνθέμενός
μοι ἐν τῇ ἐκκλησίᾳ προσδέχεσθαι οὐχ ἅπαξ ἢ δὶς ἀλλὰ καὶ πολλάκις, ἀρτίως ἀναβάλλῃ
καὶ τὰ ἐκπορευθέντα διὰ τῶν χειλέων σου ἀθετεῖς εἴρηκας γάρ μοι πρώην· Ϡοἰκονομοῦντος
τοῦ Ῥώμης καὶ τοῦ Ἀντιοχείας, πρὸς τούτοις τοῦ τε Ἀλεξανδρείας καὶ Ἱεροσολύμων,
οὐδεὶς ὁ κωλύων σε τῆς ἐν τῇ ἐκκλησίᾳ εἰσόδου, ἀλλ᾿ οὔτε αὐτῶν τὴν τῶν ἁγίων μυστηρίων
μετάληψιν.Ϡ καὶ πρὸς τούτοις πρέσβεις ἀποστείλαντός μου καὶ τὰ ἐπ᾿ ἐμοὶ συμβάντα
κατὰ τὸν τοῦ θεοῦ φόβον ἐν πάσῃ ἀληθείᾳ ἐπιστείλαντος τοῖς πατριάρχαις, εἰς οἰκτιρμοὺς
καὶ ἔλεον καὶ συμπάθειαν ἐλθεῖν ἀνέμαθον, ἀμφότεροί τε τοποτηρητὰς μετὰ λιβέλλων
τὰ κατ᾿ ἐμὲ οἰκονομούντων ἔχοντες παραγίνονται· καὶ τοῦτο βεβαίως διὰ γραφῆς τῶν
ἐκεῖσε στρατηγούντων ἐδηλώθη μοι. ἐὰν δέ σοι ὑπήκουον καὶ τὴν σὴν θέλησιν ἐξεπλήρουν
ἐν τοῖς τῆς Νέας ἐκκλησίας ἐγκαινίοις, οὐ σὺν σοὶ τὴν ἐπὶ τοῦ ναοῦ τούτου εἴσοδον
ἐποιούμην ὁπότ᾿ ἂν παρὰ σοῦ αὐτοῦ προσκαλούμενος, καὶ τὴν συνέλευσιν ἐβιάζου καὶ
κατηνάγκαζες, ἀναβολὴν ἐπὶ τούτῳ ἐμοῦ ποιήσαντος καὶ προσειπόντος ὅτι· Ϡἐρχομένων
τῶν πατριαρχικῶν τοποτηρητῶν, ὡς ὁ θεὸς εὐδοκήσει, καὶ οὗτοι οἰκονομήσουσιν, οὕτως
καὶ γενήσεται,Ϡ τότε καὶ σὺ κατενώπιον πάσης τῆς ἱερᾶς συγκλήτου προσεῖπας ὅτι·
Ϡἐγὼ κανόνα εὑρὼν τοῦ μεγάλου Ἀθανασίου τὸν συνιστῶντά σε καὶ μὴ κωλύοντα
[p. 81] οὔτε τοῦ Ῥώμης ἐκδέξομαι ἔτι τὴν οἰκονομίαν, οὔτε τῶν τῆς ἑῴας πατριαρχῶν,
ἀλλ᾿ εἰς τὴν ἐκκλησίαν ἀπροφασίστως σε καὶ ἀναντιρρήτως προσδέξομαι.Ϡ» ταῦτα οἱ
μητροπολῖται ἀκούσαντες, ἐννεοὶ καθεστήκασιν, ναὶ μὴν καὶ αὐτὸς ὁ ἀρχιερεὺς ἔμεινεν
μηδὲν τὸ σύνολον φθεγγόμενος. ὁ δὲ βασιλεὺς σύνδακρυς γενόμενος πρὸς αὐτὸν ἔφη·
«φοβήθητι τὸν θεόν, δέσποτα· οὐκ εἰσὶ ταῦτα τὰ ῥήματα σὰ ἅπερ εἴρηκας πρός με» καὶ
ὁ πατριάρχης· «ἀλλ᾿ οὐκ ᾔδειν ἀκμὴν τὴν τῶν ἀδελφῶν καὶ συλλειτουργῶν τελείαν ταύτην
ἔνστασιν τὴν ἐπ᾿ ὠφελείᾳ καὶ συστάσει τῆς ἡμῶν μητρὸς τῆς ἐκκλησίας γινομένην.»
καὶ ὁ βασιλεύς· «ὅτε τὰς ἱλαστηρίους εὐχὰς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐν ἑπτὰ ἡμέραις
ποιεῖσθαι προσέταξας καὶ τὴν τῆς γυναικὸς μήτραν οἰκείαις χερσὶν ἐπευλόγεις, Ϡἡ
ἐκκλησία μᾶλλον ἐπὶ τῷ ἐκ σοῦ φύντι βασιλεῖ καὶ μεγαλυνθήσεται καὶ φαιδρυνθήσεταιϠ
ἔλεγες καὶ ἄρρεν ἐν γαστρὶ ἔχειν ταύτην ἐπεβεβαίους, ὅτε καὶ καθ᾿ ἑκάστην καὶ νύμφην
προσέλεγες, συνεσθίων ταύτῃ καὶ συνανακλινόμενος, καὶ πάλιν ὅτ᾿ ἂν ἀναγεννᾶν τὸ
παιδίον διὰ τοῦ ἁγίου βαπτίσματος ἔμελλες, πάντων τῶν μητροπολιτῶν τούς τε λόγους
καὶ τὰς ἐνθυμήσεις αὐτὰς ἐπέστειλας, καὶ ὅπως αὐτοὺς πείσαντες μεθοδεύσομεν ἐδίδασκες·
καὶ τὰ νῦν λέγεις· Ϡἀνθιστάμεθα ὑπὲρ τῆς μητρὸς ἡμῶν τῆς ἐκκλησίας.Ϡ οὐ παρ᾿ ἐμοί
εἰσιν αἱ κατὰ τοῦ πρωτοθρόνου καὶ τοῦ Λαοδικείας ἐπιστολαί σου καὶ αἱ κατὰ τῶν λοιπῶν
θρόνων πεύσεις τε καὶ ἀνταποκρίσεις ἃ διὰ τὸ κατὰ πολὺ στυγηρὸν σιωπήσω.» εἶτα τοῦ
βασιλέως ἐκ τοῦ ἀρίστου ἀπαναστάντος καὶ τοῖς ἀρχιερεῦσι πρὸς τὰς ἔνδοθεν βασιλείας
προσκαλεσαμένου, ἤρξατο σὺν ὀλοφυρμῷ καρδίας καὶ τῇ τῶν δακρύων ἐκχύσει ταῖς ἐπὶ
γυναιξὶν ἐπαλλήλαις αὐτῷ δυστυχίαις διηγεῖσθαι. ὅτε καὶ τὸ παιδίον εἰσφερόμενον
ἐφ᾿ ἑνὶ ἑκάστῳ παρεῖχε τοῦ εὐλογεῖν καὶ ἐπεύχεσθαι· ὃ καὶ πεποιήκεσαν ἅπαντες. ἐπ᾿
ἀγκάλαις δὲ τοῦτο ὁ βασιλεὺς λαβόμενος, ὡς ἀνακρεοντείοις ἔπεσι, δακρυρροῶν προσεφθέγγετο,
ὥστε τοὺς ἀκούοντας εἰς οἶκτον καὶ δάκρυα χωρῆσαι. ὁπότ᾿ ἂν τούτους ἐν τῇ ἀναχωρήσει
οὐδὲν ἄλλο παρ᾿ αὐτῶν αἰτεῖν ἢ ἀντιβολεῖν ἔλεγεν, εἰ μὴ τὴν τοῦ ναοῦ εἴσοδον μέχρι
τῶν ἱερῶν κιγκλίδων, τινὲς δὲ τῶν ἐκεῖσε εὑρεθέντων μητροπολιτῶν τὸν τοῦ βασιλέως
θρῆνον κατοικτείραντες, συμπαθείᾳ ἀγόμενοι,
[p. 83] προσδέχεσθαι τὸν βασιλέα καὶ οἰκονομεῖν τοῦτο προεθυμήθησαν, τοῖς τοῦ πατριάρχου
ἀκουτιζόμενοι ῥήμασιν· ἔλεγεν γὰρ ὡς· «πάντων ὁμονοούντων καὶ τοῦτο οἰκονομούντων,
κἀγὼ σὺν πᾶσι καὶ οἰκονομήσω καὶ προσδέξομαι.» τῶν δὲ βασιλειῶν κατιὼν καὶ ἐν τῷ
πατριαρχείῳ σὺν πᾶσιν ἀνιών, χειρογραφεῖν πάλιν καὶ ἐπικυροῦν μεθ᾿ ὅρκων φρικτῶν
τὰ πρώην χειρογραφηθέντα πεποίηκεν· καὶ πᾶσιν ἐγγράφοις καταθέσεσιν βεβαιώσας καὶ
στηρίξας τοῦ μὴ κατολιγωρῆσαί τινα ἢ κατοκλάσαι ἢ παραιτήσει τοὺς ἑαυτῶν θρόνους
ὑπενδοῦναι, ἀλλὰ καὶ μέχρι αὐτῆς τῆς θανατηφόρου ψήφου ἀντιστῆναι, ὡς εἶναι αὐτοὺς
παγίους, ἀμεταθέτους, μὴ ταῖς ἐκκλησίαις παραιτουμένους, μὴ τῇ τοῦ κρατοῦντος θελήσει
ὑπείκοντας, ἀλλ᾿ ἀμεταστρέπτους μένειν, ἀμεταστρεπτὶ τῶν κανόνων διάγειν, ὡς· «εἰ
μὴ οὕτως καρτερήσας καὶ διαφυλάξας φανείην, ἀνάθεμα <ἐμ>αυτῷ ἔστω ἀπὸ πατρός, υἱοῦ
καὶ ἁγίου πνεύματος, καὶ μὴ σχείην ἔκτοτε ἐξουσίαν τὰ τῶν ἱερέων πράττειν, ἀλλ᾿
εἶναι αὐτοκατάκριτον ἐπὶ πάσης ταύτης τῆς ἁγίας ὁμηγύρεως.» οὕτως ἐπὶ πάντων ὁ ἀρχιερεὺς
προσειπὼν καὶ πρῶτος χειρογραφήσας, πάντας ἀπέλυσεν εἰρηκώς· «βλέπετε, πατέρες καὶ
ἀδελφοί, τὴν παρακαταθήκην φυλάξατε.»
13. φευρουάριος ἐνίστατο μήν, καὶ ὁ βασιλεὺς τὴν τοῦ ἁγίου Τρύφωνος, ὡς εἴθιστο,
μνήμην ἑκτελῶν, τῷ πατριάρχῃ προσκέκληκε καὶ τοὺς τῶν μητροπολιτῶν προύχοντας. ὁ
δὲ μηδὲν ἐνδοιάσας ἢ ἀναβαλλόμενος, διαλλαγῆναι μᾶλλον αὐτῷ διὰ τεχνουργοῦ σκέψεως
ᾤετο. πρὸς δὲ τὰ τοῦ ἀρίστου τέλη φησὶ πρὸς αὐτὸν ὁ βασιλεύς· «ἕως πότε, δέσποτα,
αἱ ἀναβολαί ἕως πότε αἱ ἐπίπλαστοι καταθέσεις καὶ κοῦφαι συνταγαί ἕως πότε αἱ παρὰ
σοῦ ψευδεπίπλαστοι οἰκονομίαι ἐδήλωσάς μοι, μᾶλλον δὲ καὐτὸς εἴρηκας, κατελθεῖν
ἐν τοῖς τῆς Νέας ἐγκαινίοις καὶ συνεισοδεῦσαί σοι· καὶ μὴ μεμαθηκὼς ἀκμὴν τὴν ἐκ
τῶν [p. 85] πατριαρχικῶν θρόνων βούλησιν, ἐξαιρέτως δὲ καὶ σοῦ κηδόμενος, τοῦτο
ποιῆσαι ἀνεβαλόμην, τὴν τῶν συλλειτουργῶν, ὡς ἔλεγες, δεδιὼς πρός σε ἐπανάστασιν.
μετὰ ταῦτα δὲ καὶ τούτων οἰκονομούντων, ἐν τῇ τοῦ σωτῆρος ἡμῶν θεοῦ μεταμορφώσει
συνέθου προσδέξασθαι. εἶτα πάλιν ἀναβαλλόμενος ἐν τοῖς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν
γενεθλίοις συνέθου ἡμῖν ἐν τῇ ἐκκλησίᾳ εἰσδέξασθαι, ὅτε καὶ ἀπράκτους ἡμᾶς τεταπεινωμένους
τε καὶ κατῃσχυμμένους ἐποίησας ἐν αὐτῇ τῇ τῶν ἱερῶν πυλῶν εἰσόδῳ, παρεστώτων ἐκεῖσε
πάντων, τῶν τε ἐν ἱερῷ βαθμῷ ὄντων καὶ πάσης τῆς ἱερᾶς συγκλήτου. ὧν κατενώπιον
προσαπελογήσω μοι καὶ συνέθου ἐν τῇ τῶν ἁγίων φώτων ἡμέρᾳ εἰσδεχθῆναι. εἶτα καὶ
ταύτης παραγενομένης τὰ ὅμοια, μᾶλλον δὲ χείρονα, διεπράξω, ἀθετήσας τὰ διὰ τῶν
χειλέων σου λεχθέντα ἐν ἁγίῳ ναῷ. καὶ εἰς οἵαν ἡμᾶς αἰδῶ κατέστησας, σὺ αὐτὸς ἐκεῖσε
παρὼν ἐπίστασαι. προφασίζῃ δὲ προφάσεις εἰκῇ καὶ μάτην· καὶ δοκεῖς ἐμὲ λανθάνειν
τῆς πανουργίας σου· οἷος γὰρ καὶ σὺ μηχανορράφος ἔκπαλαι ὑπάρχεις, ἐκ τῆς συμμαθητείας
ἐπίσταμαι. λέγε δέ μοι καὶ σὺ πρὸς ταῦτα· τίνι τρόπῳ πρώην συνθέμενος, τὴν τοῦ ναοῦ
εἴσοδον τὰ νῦν ἀναβάλλῃ καὶ ἀποδυσπετεῖς» ὁ δὲ πρὸς αὐτόν· «τῇ τῶν ἀρχιερέων βουλήσει
ἐξακολουθῶν, τοῦτο ἀναβάλλομαι· ἐπεί, εἰ τούτων βούλησις, μᾶλλον δὲ θέλησις κατανεύσειεν,
τάχα ἂν καὐτὸς ἐγὼ σὺν πᾶσι καὶ οἰκονομήσω καὶ προσδέξομαι· ἄνευ γὰρ τῆς τῶν ἀδελφῶν
καὶ συλλειτουργῶν συναινέσεως προσδεχθῆναί σε ἀμήχανον.» καὶ ὁ βασιλεύς· «τὰ δὲ
πρὸ καιροῦ παρὰ τῆς σῆς ἁγιωσύνης ἡμῖν δηλούμενα καὶ συμβουλευόμενα, τὸ τί ἕκαστος
τούτων λέγει καὶ τί ἀπολογησόμεθα, μετὰ βουλῆς τῶν ἀδελφῶν καὶ συλλειτουργῶν ἐποίεις,
ἢ μόνος ταῦτα ἐτράκτευες ἃ δὲ κατὰ τῆς ἡμῶν βασιλείας διενοοῦ καὶ ἐκάττυες, διεγείρων
καὶ ἐπαλείφων τῷ τῆς ἡμῶν τῶν Χριστιανῶν πίστεως ἀποστάτῃ Δουκί, ποίοις συλλειτουργοῖς
ἐθάρρησας τὸ τοιοῦτον ἀνοσιούργημα» ὁ δὲ ἐπὶ τούτοις ἔστη, μηδὲν ἀντιφθεγγόμενος.
τότε πρὸς πᾶσιν ὁ βασιλεὺς ἔφη· «ἐγώ, κύριοί μου καὶ δεσπόται, τὰ κατ᾿ ἐμαυτὸν τῇ
ἁγίᾳ συνόδῳ
[p. 87] ἀνατίθημι, τοῖς τοποτηρηταῖς ἀπεκδεχόμενος τῶν πατριαρχικῶν θρόνων, καθὼς
καὶ αὐτοὶ ὑμεῖς ἐξ ἀρχῆς μοι κατέθεσθε. καὶ ὁ κοινὸς πατὴρ ἡμῶν ὁ πατριάρχης πολλάκις
ἔλεξεν ὅτι· Ϡτῶν πατριαρχικῶν λιβέλλων μετὰ καὶ τοποτηρητῶν παρόντων, οὐδεὶς ἐξ
ἡμῶν ἐστιν ὁ κωλύων σοι τὴν τοῦ ναοῦ εἴσοδον.Ϡ ὡς δὲ οἱ εἰσελθόντες ἀνήγγειλαν,
ἰδοὺ πλησιάζουσιν· ἀλλὰ καὶ Λέων ὁ Χοιροσφαγεὺς πρὸς ἡμᾶς γέγραφεν ὡς τοποτηρηταὶ
σὺν αὐτῷ πάρεισι, λιβέλλους ἐπιφερόμενοι τοῦ τε Ἀντιοχείας καὶ Ἀλεξανδρείας καὶ
Ἱεροσολύμων. πρὸς τούτοις καὶ Συμεὼν ὁ κατὰ πολὺ χρησιμώτατος καὶ τιμιώτατος ἡμῶν
ἀσηκρῆτις ἀπὸ Ἰνδροῦντος [λεγε· Ὑδροῦντος] γεγραφήκει ὡς ἀπὸ τῆς πρεσβυτέρας Ῥώμης
ἐκ τοῦ πάπα τοποτηρηταῖς καὶ λιβέλλοις σὺν αὐτῷ προσλαβόμενος συστατικὴν οἰκονομίαν
ἔχουσιν παραγίνεται. καὶ ὡς ἂν θεὸς ὁ φιλάνθρωπος καὶ φιλεύσπλαγχνος καὶ ἡ ἁγία
σύνοδος οἰκονομήσῃ διευκρινοῦσα τὰ κατ᾿ ἐμέ, οὕτως καὶ γενήσεται καὶ βεβαιωθήσεται.
ὡς δὲ ἡ ὑμῶν ἁγιωσύνη ἐπίσταται, τῇ αὔριον ἑόρτιον ἡμέραν ἄγομεν τὴν ἀπαντὴν τοῦ
μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῷ τῆς πανυμνήτου Θεοτόκου ἱερῷ σηκῷ
τῷ ἐν Βλαχέρναις. δέχεσθέ με τοίνυν ἔνδοθεν τοῦ ναοῦ μέχρι τῆς ἱερᾶς κιγκλίδος ἱστάμενον
καὶ προσκλαίοντα.» πάντων δὲ πρῶτος ὁ πατριάρχης ἀνεβάλετο Νικόλαος, εἶθ᾿ οὕτως
τὸ στῖφος τῶν μητροπολιτῶν. ἐξ ὧν τινες αὐτῶν οὐκ ἀνεβάλλοντο μέν, τὴν οἰκονομίαν
δέ, καίπερ εὐδοκοῦντες, οὐκ ἐπαρρησιάσαντο. τότε ὁ βασιλεὺς τούτοις προσχὼν καὶ
ὥσπερ σύνδακρυς γενόμενος, τοῖς ἀπὸ τῆς συγκλήτου ἔφη· «τὰ κατ᾿ ἐμὲ τῇ ἁγίᾳ συνόδῳ
ἀναθείς, μέχρις ὅτε ἐπιστῇ ταύτῃ προσκαρτερήσω· ὡσαύτως καὶ τούτοις τοῖς τιμίοις
πατράσι καὶ δεσπόταις μου τὸ αὐτὸ ποιεῖν παρακελεύομαι· καὶ προσμένειν τούτοις σὺν
τῷ αὐτῶν πατριάρχῃ ἔξωθεν τοῦ ἄστεος ἰδίᾳ καὶ χωρὶς διορίζομαι, ἕως ὅτε, τῆς συνόδου
πάσης παρούσης, τὰ κατ᾿ ἐμὲ τέλος λάβοι.» καὶ ταῦτα εἰπών, εἰσῄει ἐν τῷ κοιτῶνι
αὐτοῦ κλαίων.
παρευθὺ τούτους οἱ ἐκεῖσε παριστάμενοι τῶν βασιλειῶν καταγαγόντες καὶ πρὸς τὴν πρὸς
θάλασσαν καλουμένην Φιάλην καταγαγόντες, ἐν πλοίοις ἐμβαλόντες ἅπαντας ὑπερώρισαν,
τὸν δέ γε πατριάρχην μετὰ τῆς πρεπούσης τιμῆς διὰ τοῦ λεγομένου
[p. 89] Βουκολέοντος κατεάξαντες, ἐν ἀκατίῳ ἐμβαλόντες, τῇ αὐτοῦ μονῇ τῇ ἐν ταῖς
Γαλακρήναις ἀποκατέστησαν. τῇ δὲ τετάρτῃ τῆς ὑπερορίας ἡμέρᾳ τοὺς μὴ ἀναβαλλομένους
ἐπὶ τῇ αὐτοῦ μετανοίᾳ μητροπολίτας τῆς ὑπερορίας ἀνθυποστρέψας, ὁ βασιλεὺς ἔφη·
«ὑμεῖς, ὦ κύριοί μου καὶ δεσπόται, ἐπίστασθε ὁποίαν εἰλικρινῆ ἀγάπην καὶ πρέπουσαν
ἀρχιερεῖ τιμὴν ἀπένειμα τῷ σκολιῷ καὶ μηνιώδει ἀνδρὶ τούτῳ. ὃς οὐκ ἐπαύσατο τῇ ἐμῇ
ζωῇ ἐπιβουλεύειν πάντοτε, ὡς αὐτῶν τῶν πραγμάτων ἡ ἔκβασις ἔδειξεν.» οἱ δὲ πρὸς
αὐτὸν μειλιχίοις ἐπέφερον ῥήμασιν· ὀξυπαθείας γὰρ ἕνεκα καὶ ὀξυχολίας ταῦτα λέγεσθαι
τὰ ῥήματα ᾤοντο· διὸ καὶ ἐπιφέρουσι λέγοντες· «ὦ δέσποτα, εἰρηνευούσης πάλιν πρὸς
τὸν ἀρχιερέα τῆς βασιλείας σου, ταῦτα ὡς εἰς ἀέρα χεόμενα διελεύσονται καὶ ὡς ἱστὸς
ἀράχνης διαλυθήσονται.» ὁ δὲ ἐξ ὅλης καρδίας ἐξώμνυτο, τούτοις διαβεβαιούμενος ὡς·
«οὐκ ἔτι ἐπ᾿ αὐτὸν τὸ πνεῦμά μου ἀναπαύσεται.» ὡς δὲ πάλιν οἱ μητροπολῖται τὰ ὑπὲρ
αὐτοῦ λέγοντες ἐνίσταντο ὡς ὅτι· «τῆς συνόδου κροτουμένης καὶ τὴν σὴν οἰκονομούσης
μετάνοιαν καὶ τὴν τοῦ ναοῦ ἔλευσιν, τοῦ πατριάρχου μὴ ἀναβαλλομένου, τί τὸ κωλῦον
τοῦτον τὸν ἴδιον θρόνον ἀπολαβεῖν» ὁ δὲ πρὸς αὐτοὺς ἔφη· «τῇ αὔριον πρὸς ἡμᾶς σπεύσατε
καὶ πληροφορῶ ὑμῖν, ὁποῖός ἐστιν ὁ ἀνήρ.»
τῇ ἐπαύριον κατὰ τὴν τοῦ βασιλεύοντος πρόσταξιν ἀνῄεσαν οἱ ἀρχιερεῖς· καὶ πρὸς τὸν
ἐν τοῖς βασιλείοις ναὸν τούτους παραλαβών, ἐκεῖσέ τε τὰ ζωοποιὰ ξύλα προσθείς, τοῖς
ἐκ τοῦ Δουκὸς Ἀνδρονίκου τότε προσφυγοῦσι ἐκάλει, ἐννέα τὸν ἀριθμὸν οὖσι εὐγενεστάτοις
ἀνδράσιν, ἐξ ὧν καὶ στρατηγοὶ δυὸ καὶ πρωτοσπαθάριοι ἕτεροι, πάντες ἀξιόλογοι καὶ
ἀξιόπιστοι. οἵτινες ἐπὶ χεῖρας τὰ τίμια καὶ ἄχραντα ξύλα ἐπιφερόμενοι, οὕτως ἔχειν
διεβεβαιοῦντο, ὡς ὁ τοῦ Δουκὸς νοτάριος ἀνήγγειλεν, «αὐτήκοοι γὰρ τῶν τοιούτων γραμμάτων
καὶ αὐτοθεωροὶ ἐπὶ τῆς Καβάλας καθεστήκαμεν,» ἔλεγον. ταῦτα ὁ βασιλεὺς ἀκούων, περίλυπος
διετέλει καὶ κελεύει παρευθὺ αὐτὸν εἰσενεχθῆναι καὶ δίκας ὑπὲρ τούτων δοῦναι· καὶ
ἐγένετο ἄν, εἰ μὴ παρὰ τῶν μητροπολιτῶν κεκώλυτο λεγόντων ὡς· «ἱκανὸν αὐτῷ ἐστιν
ἡ τῆς
[p. 91] ἐκκλησίας ἐξέωσις· οὐδὲ γάρ, ὡς γέγραπται, Ϡκύριος ἐκδικήσει δὶς ἐπὶ τὸ
αὐτό.Ϡ» οὕτως αὐτῷ εἰρηκότες καὶ τοῦ πολλοῦ χόλου καταπραῢναντες, συνταξάμενοί τε
αὐτῷ, τῶν βασιλειῶν ἀνεχώρουν.
οὔπω δὲ πέντε ἡμερῶν παρελθουσῶν τῆς τοῦ πατριάρχου ὑπερορίας, δηλοῖ αὐτὸν ὁ βασιλεύς·
«τὴν τῶν πατριαρχῶν οἰκονομίαν μὴ δεχομένου σου, μήτε μὴν τῇ τῆς ἁγίας ταύτης συνόδου
ἐπὶ τῇ ἐμῇ μετανοίᾳ κανονικῇ ψήφῳ συνεπομένου, ἀλλὰ μᾶλλον τὸ σὸν ἐπὶ κακῷ ἐφετὸν
ἐκπληροῦντος, καὶ αὐτοῖς τοῖς ἁγίοις πατράσι καὶ πατριάρχαις ἀνταίροντος καὶ ἀνθισταμένου,
ἐπιλέγοντός τε καθ᾿ ἑκάστην τὸ μήτε ἀέρα ἀναπνεῖν τὸν ὑπὸ τὴν βασιλείαν μου, τὴν
τοῦ θρόνου τέως παραίτησιν πρὸς ἡμᾶς ἀπόστειλον. τοῖς δ᾿ ὑπὸ σοῦ λεγομένοις ἅπασι,
μὴ ἀφομοιούμενοι τῇ ὀργίλῳ διαθέσει σου, συμπαθῶς ὑποφέρομεν, μόνον τοῦ θρόνου ὑπεξαγάγωμεν.»
ὁ δὲ νόσον προφασισάμενος, μὴ δύνασθαι γράφειν ἔλεγεν, καὶ κενὸν διὰ τοῦτο τὸν ἀποσταλέντα
ἀντέστρεψεν.
14. μετὰ ταῦτα πάλιν ὁ βασιλεὺς μετὰ καὶ τῶν μητροπολιτῶν Σαμωνᾶν ἀποστέλλει τὸν
αὐτοῦ πρωτοβεστιάριον, δηλῶν αὐτὸν ταῦτα· «γινώσκειν σε βούλομαι, Νικόλαε, ὡς, εἰ
μὴ τὴν παραίτησίν σου ταύτῃ τῇ ὥρᾳ ἀποστείλῃς μοι, ἐπί τε τῆς ἱερᾶς συγκλήτου καὶ
τοῦ ἱεροῦ καταλόγου τὸ σὸν οἰκειόγραφον προκομίσας, αἴτιόν σε ἀπωλείας πολλῶν καὶ
γενναίων ἀνδρῶν ἀποδείξας, τῷ τῆς καθοσιώσεως ἐγκλήματι ὑποβαλῶ· καὶ γὰρ ἐπίστανται
ἅπαντες τὴν παρὰ τοῦ Δουκὸς γενομένην τῶν ὁμοφύλων καὶ ὁμοπίστων ἡμῶν ἀπώλειαν,
ἥνπερ σύ, ὁ ἅγιος δεσπότης, ποιῆσαι προτεθύμησαι, καθὼς ἐκ τοῦ οἰκειογράφου σου
σαφέστερον ἔγνωμεν. ὅπερ ἀκμὴν οὐδὲ αὐτοῖς τοῖς μητροπολίταις ὑπεδείξαμεν (οὐ γὰρ
σοὶ ἀφομοιούμεθα, ἵνα καὶ τὸν ἰὸν δίκην ἀσπίδος ἐκπέμψωμεν), ἀλλ᾿ οὐδέ, παραιτουμένου
σου, φανερόν τινι ποιήσομεν. τοίνυν, ἢ τὴν σὴν παραίτησιν ὑπαπόστειλον ἢ ἐλθὲ προσαπολογούμενος
ἐπὶ τῇ ἐγγράφως φανείσῃ ἀπανθρωπίᾳ σου.» ὁ δὲ ἐπὶ τούτοις ἐξαπορήσας ὅ τι καὶ πράξοι,
ἐπιγινώσκων δὲ ὡς ἀληθὲς τὸ ἐγκαλούμενον, τῷ πρωτοβεστιαρίῳ ἔφη· «τοὺς μητροπολίτας
εἰσιέναι πρόσταξον.» καὶ τῆς πρὸς ἀλλήλους προσκυνήσεως
[p. 93] γενομένης, τὸ τί ἂν ἐθέλοιεν αὐτοῖς ἐπερώτα. αὐτῶν δὲ μηδὲν γινώσκειν φασκόντων,
«οὐδὲν γὰρ ἕτερον πρὸς ἡμᾶς ὁ βασιλεὺς εἶπεν ἢ ὅτι· Ϡἐξέλθετε σὺν τῷ πρωτοβεστιαρίῳϠ»,
τότε λέγει αὐτοῖς· «ἐγὼ τὸ τί θέλετε ὑμεῖς γινώσκω.» καὶ ταῦτα εἰπών, ἐκ τοῦ ἰδίου
κόλπου ἐκβαλών, ἐπιδίδωσι τὴν αὐτοῦ παραίτησιν λέγων· «ἐγὼ ταύτην οἰκείαις χερσὶ
γέγραφα, καθὼς καὶ ὑμεῖς καὶ αὐτὸς ὁ βασιλεὺς τὴν τῶν γραμμάτων μου θέσιν ἐπίστασθε.
λάβετε τοίνυν τὸ ζητούμενον καὶ ἀπέλθετε.» τῶν δὲ μητροπολιτῶν ἀνανευόντων τοῦ μὴ
ἐπιδοῦναι τῇ ἐγγράφῳ ταύτῃ παραιτήσει, ἀλλὰ μᾶλλον ἀναβαλλομένων καὶ ἀνθισταμένων,
ὁ ἀρχιερεὺς οἰκειοχείρως τῷ πρωτοβεστιαρίῳ ταύτην δέδωκεν· ἣν ὁ Σαμωνᾶς ἐπὶ χεῖρας
λαβών, τῷ βασιλεῖ ἀπέδωκεν ἔχουσαν ἐπὶ λέξεως οὕτως· «ἐπειδήπερ, πραγμάτων ἐναντιότητος
καὶ δυσχερείας τὴν τοῦ θεοῦ καταλαβοῦσαν [λεγε· καταλαβούσης] ἐκκλησίαν, εἰς τὸ
ἀδύνατον περιέστην τοῦ οἰκονομεῖν τι περὶ τὸν φιλόχριστον βασιλέα, τὸν θρόνον παραιτοῦμαι,
τὴν κατ᾿ ἐμαυτὸν ἰδίᾳ καὶ ἀνακεχωρημένην προτιμήσας ζωὴν τῆς ἐν πράγμασιν ἀστατούσης
συναναστροφῆς, μὴ τῆς θείας ἐξιστάμενος ἱερωσύνης, ἐν ᾧ ἂν τόπῳ τὴν ταπεινὴν ἡμῶν
παρελκύσωμεν ζωήν.» πολλὰ δὲ πρὸς αὐτὸν οἱ μητροπολῖται τότε προσειπόντες, συνταξάμενοί
τε αὐτὸν κατηφεῖς ἀνεχώρουν.
οὐ μετ᾿ οὐ πολὺ δὲ καὶ πάλιν ἑτέραν παραίτησιν οἰκειογνώμως ποιήσας, τῷ βασιλεῖ
ἐπαποστέλλει οὑτωσὶ περιέχουσαν· «ἐπειδὴ προεπηγγειλάμην συμφωνίᾳ τῆς ἐκκλησίας
περὶ τὸν φιλόχριστον οἰκονομεῖν βασιλέα χάριν τῆς συνοικούσης αὐτῷ γυναικός, ὁρῶ
δὲ μακρὰν καὶ ἀκατάπαυστον διαφωνίαν πρὸς τὸ τί περὶ αὐτὸν οἰκονομεῖν, ἐξίσταμαι
τοῦ θρόνου, τῷ δυναμένῳ τὴν διαφωνίαν εἰς ὁμογνωμοσύνην ἄγειν παραχωρῶν. τὰ δὲ τῆς
ἀρχιερωσύνης καὶ τῶν ταύτης ἐνεργειῶν, ἵλεω θεοῦ ὑπάρχοντος, διὰ βίου ἀναδέξομαι.»
καὶ ταύτην τοῖς μητροπολίταις ὁ ἄναξ ἐπιδείξας, τὸν τῆς ἀρχιερωσύνης ἄξιον διερευνᾶν
καὶ ἐκζητεῖν παρακελεύεται.
[p. 95]
οἱ δὲ ὡς ἐκ συνθήματος ἅπαντες τὸν μέγαν ἐπεζήτουν Εὐθύμιον· «καὶ γὰρ οὔτε κρείττονα
τούτου ἐν ταῖς ἡμέραις ἡμῶν ταύταις εὑρεῖν δυνάμεθα,» ἔλεγον «ὅνπερ καὶ ὑπὲρ ἅπαντας
ἡ σὴ βασιλεία λίαν καὶ πάνυ ἐπίσταται ἀνεπίληπτον ὄντα καὶ ἡγιασμένον τὸν ἄνδρα
καὶ ἐπὶ μεγάλοις διαπρέψαντα κατορθώμασι.» καὶ ὁ βασιλεύς· «ὡς μὲν πνευματικῷ καὶ
ἁγίῳ ὄντι χαίρω ἐπὶ τούτῳ, ὡς δὲ πολλάκις μοι ἀντιπίπτοντι δέδοικα. ὅμως τὸ θέλημα
τοῦ θεοῦ γενέσθω. ἀπέλθετε τοίνυν ἐν τῇ τοῦ Ψαμαθία μονῇ αὐτοῦ διηγούμενοι τούτῳ
τὰ τῆς ὑποθέσεως, ἐκλιπαροῦντές τε καὶ ὡς ἐξ ἡμῶν καθικετεύοντες· ποτὲ γὰρ ἐπὶ μνήμης
αὐτῷ τοῦτο φέροντος ἐμοῦ, ἀνεπιτήδειον τοῦ τοιούτου ἐγχειρήματος ἑαυτὸν εἶναι ἔλεγεν.
ὡς δὲ ἐξ αὐτοῦ τὴν πληροφορίαν δέξασθε, διὰ τάχους ὁμοῦ τῇ αὔριον πρός με σπεύσατε.»
ἀπελθόντων τοίνυν τῶν μητροπολιτῶν ἐν τῇ τοῦ Ψαμαθία μονῇ καὶ αὐτῷ τὰ τῆς ὑποθέσεως
προσειπόντων, πρὸς αὐτοὺς ἐκεῖνος ἔφη· «συγχωρήσατε, κύριοί μου καὶ δεσπόται, ἐμοὶ
τῷ ἐλαχίστῳ ἀναξίῳ ὄντι τοῦ τοιούτου μεγάλου καὶ ὑψηλοῦ ἐγχειρήματος, ἐάσαντες προσέχειν
ἐμαυτῷ καὶ τοῖς ὑπ᾿ ἐμοῦ ἐνταῦθα φοιτήσασιν. ἐξ ὑμῶν αὐτῶν, ὃν ἂν ἱκανὸν ὄντα εὕροιτε,
τοῦτον προστήσασθε.» οἱ δὲ ἀντέλεγον· «τοῦτο, πάτερ ἅγιε, γενέσθαι ἀδύνατόν ἐστιν·
ἀλλὰ σὲ μετὰ θεὸν παραληψόμεθα ποιμένα ἡμῶν καὶ ἀρχιερέα· σοῦ γὰρ ἐν τῇ ἐκκλησίᾳ
ὄντος, οὐκ ἔρις, οὐ στάσις, οὐ φιλονεικία, ἀλλὰ κοινῇ συμφερόντως γενήσεται μία
ποίμνη ἐφ᾿ ἑνὶ ποιμένι.» πάλιν τε πρὸς αὐτοὺς ὁ πατήρ· «καὶ εἰ καθ᾿ ἑαυτοὺς δυσανασχετεῖτε
καὶ ἀναβάλλεσθε καὶ ὑποταγῆναι ἕτερος τῷ ἑτέρῳ ἀδυνάτως ἔχετε, κἂν τὸν ἀρχιερέα
ὑμῶν ἐπιζητήσατε.» οἱ δέ «ἐκεῖνος» ἔφησαν «τῇ ἰδιορρυθμίᾳ καὶ μονοτονίᾳ αὐτοῦ ὑπαχθεὶς
ἢ ταῖς ἡμετέραις πειθαρχήσας παραινέσεσι, τὴν ἁρμοσθεῖσαν αὐτῷ ἐκκλησίαν καταλιπών
ἔρημον, βιβλίον ἀποστασίου παρέσχετο, οἰκειογραφησάμενος τὴν αὐτοῦ παραίτησιν· καὶ
ἀπὸ τοῦ νῦν ἀλλότριος ταύτης καθέστηκεν.» ὁ δὲ πρὸς αὐτούς· «τίνος τοῦτο προστάξαντος
ἢ οἰκονομήσαντος» οἱ δέ «τῆς ἑαυτοῦ» εἶπον «συνειδήσεως· καὶ γάρ, εἰ πρὸς τὴν ἁρμοσθεῖσαν
αὐτῷ ἐκκλησίαν ὁλοψύχως διέκειτο, οὐκ ἂν ἐγγράφως ταύτην καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς
ἀπετάξατο ἐκ ψιλῆς μόνης προσφωνήσεως. περὶ ἧς ἡμᾶς ἐγγράφως ἐβεβαίου καὶ συνεγγράφεσθαι
τούτῳ πεποιήκει,
[p. 97] Ϡκἂν δέῃ μεϠ λέγων Ϡκεφαλικὴν ὑποστῆναι τιμωρίαν, τὴν ἐκκλησίαν ἣν ὁ θεός
μοι ἐνεχείρισεν οὐκ ἀποβαλοῦμαι οὔτε μὴν παραιτήσομαι. μόνον ὑμεῖς ἑδραῖοι γίνεσθε
καὶ ἀμετακίνητοι.Ϡ οὕτως ἡμῶν παρ᾿ αὐτοῦ ἐπιστηριχθέντων, πρῶτος ὁ τούτων τεχνουργὸς
τὴν παράβασιν ἐνδειξάμενος, τὴν τοῦ σταυροῦ ἀθέτησιν κατειργάσατο, παρασχὼν οἰκειοχείρως
τὴν παραίτησιν, καίπερ ἡμῶν ἐπὶ τῇ ἀποδόσει παρόντων καὶ ἀνανευόντων· κἂν τὴν αὐτοῦ
θέλησιν κωλῦσαι οὐκ ἰσχύσαμεν.» καὶ ὁ πατὴρ πρὸς αὐτούς· «ταῦτα, πατέρες ἅγιοι καὶ
δεσπόται μου, τῷ θεῷ καταλειπτέον, ἡμῖν δὲ συγγνωστὸν τῆς ἀπαιτουμένης ἐγχειρήσεως.»
καὶ μηδὲν ἕτερον προσθεὶς εἰρηκέναι, συνταξάμενος αὐτοῖς, εἰσῄει ἐν τῷ ἡσυχαστικῷ
αὐτοῦ κελλίῳ. οἱ δὲ τὸ ἀμετάθετον αὐτοῦ ὑπερεκπλαγέντες, καίπερ πολλὰ καθικετεύσαντες,
ἀνεχώρουν ἄπρακτοι. τῇ δὲ ἐπαύριον τούτους ὁ βασιλεὺς κατηφεῖς προσυπαντῶν, ἔφη·
«οὐ προείρηκα ὑμῖν τοιαῦτα πείσεσθαι πῶς δὲ περὶ αὐτοῦ ὑμῖν δοκεῖ» οἱ δέ· «εἰ μὴ
τοῦτον κατελθοῦσα πείσει ἡ βασιλεία σου τοῦ ἀσμενίσαι καὶ συντάξασθαι, τάχα ἂν καὶ
ἡμεῖς τῆς ἐκκλησίας ἀφιστάμεθα· καὶ γὰρ οὔποτε τοιοῦτον τεθεάμεθα ἄνδρα ἔν τε νοὸς
ὀξύτητι καὶ ἠθῶν ἡμερότητι. τὸ δὲ προσηνὲς καὶ ἡδὺ αὐτοῦ τῆς μεθ᾿ ἡσυχίαν ὁμιλίας
τίς ἂν διηγήσηται τί δὲ ἡμῖν ἐπὶ πολὺ λέγειν τὰ τοῦ ἀνδρός οὗτός ἐστιν ὁ ὑπὲρ πάντας
καὶ παρὰ πάντων ζητούμενος.»
15. ὁ δὲ βασιλεὺς τούτων ἐπακηκοώς, τῇ ἐπιούσῃ ἡμέρᾳ διὰ θαλάσσης πρὸς τὸν πατέρα
ἀπῄει, πῆ μὲν παραινῶν, παρακαλῶν, ἱκετεύων τε καὶ προτρεπόμενος, πῆ δὲ μεθ᾿ ὅρκων
φρικτῶν ἐν τῷ τῶν ἁγίων Ἀναργύρων ἱερῷ σηκῷ ἐπομνύμενος ὡς, εἰ μὴ καταδέξοιτο τὴν
ἀρχιερωσύνην, ἀλλὰ ἀναβάλλοιτο, «πάντως οὐκ ἔστιν ἐπ᾿ ἐμοὶ ἐλπὶς σωτηρίας, καὶ ἐν
τῷ τῆς ἀπογνώσεως ἐμπίπτω βαράθρῳ· ἀδεῶς τε πράττων, μεθίημι πᾶσαν κακίαν καὶ πονηρίαν,
ἀλλὰ καὶ μέχρι αἱρέσεως καταντήσω. καὶ ἀπαιτήσει κύριος ὁ θεὸς τὴν ψυχήν μου καὶ
τῶν σὺν ἐμοὶ ἀπολλυμένων ἐκ τῶν χειρῶν σου.» ταῦτα δὲ ἔλεγεν ὀργιζόμενος καὶ κλαίων.
[p. 99] ὁ δὲ πατὴρ ὁρῶν αὐτὸν ταραττόμενον ἔφη· «μὴ οὕτως, ὦ δέσποτα, σφοδρῶς ἀνιῶ·
οὐ γὰρ ἁρμόζει σοι. εἰ δὲ κελεύεις, ἀνεξικάκως ἄκουε». ὁ δέ· «λέγε, πάτερ, ὃ βούλει.»
«τοῦ ἀρχιερέως Νικολάου ἔτι ἐν τοῖς ζῶσιν ὑπάρχοντος καὶ μήτε κανονικῶς μήτε μὴν
συνοδικῶς τῆς ἐκκλησίας ἐξεωθέντος, οὐκ ἔξεστιν ἀντ᾿ αὐτοῦ ἄλλον εἰσδεχθῆναι ἐν
τῇ ἐκκλησίᾳ· τοῦτο γὰρ οὔτε παρὰ θεῷ εὐάρεστον, οὔτε παρὰ ἀνθρώποις εὐαπόδεκτον,
οὔτε μὴν παρὰ τῆς ἡμῶν ταπεινώσεως.» τότε διηγεῖται αὐτῷ ὁ βασιλεὺς ἅπαντα τὰ ἀναμεταξὺ
αὐτῶν συμβεβηκότα, ἐπομνύμενος ἐπὶ τῶν φυλακτῶν αὐτοῦ, ὡς μετὰ πάσης ἀληθείας τὰ
λεχθέντα εἰρηκέναι καὶ ὅτι· «λίαν τούτου κηδόμενος, ἀψοφητὶ τὴν αὐτοῦ παραίτησιν
ἐδεξάμην, ἐπεὶ ἄξιος ἦν εἰς ἐπίπροσθεν πάντων καθαιρέσεως μέτοχος γενέσθαι, ὡς τολμητίας
τοιούτων κακῶν.» καὶ οὕτως εἰπών, ἐπιδίδωσιν αὐτῷ τὴν πρὸς τοὺς μητροπολίτας παρ᾿
αὐτοῦ πεμφθεῖσαν ἰδιόγραφον αὐτοῦ παραίτησιν ἔχουσαν ἐπὶ λέξεως οὕτως· «ἐπειδὴ ἐκ
διαφωνίας καὶ γνώμης πρὸς ἀλλήλους μαχομένης, ὅπερ θεοῦ ἀρχιερεῦσιν ἀνοίκειον, πρὸς
συμφωνίαν καὶ φίλην ὁμογνωμοσύνην κατέστητε, διὰ τοῦτο κρίσει μιᾷ τὰ περὶ τὸν φιλόχριστον
βασιλέα οἰκονομεῖτε χάριν τῆς συνοικούσης αὐτῷ γυναικός, οὐκ ἀντιφθέγγομαι ὑμῖν,
ἀλλὰ στέργων τὴν οἰκονομίαν καὶ τὴν συμφωνίαν ἀποδεχόμενος, ἐξίσταμαι τοῦ θρόνου·
τοῦτο μὲν ὡς ἄνθρωπος ὢν καὶ ἀνθρώπινόν τι πεπονθώς, ἐφ᾿ οἷς ἐπὶ μακρῷ χρόνῳ τὴν
ψυχὴν κατετρίβην ἐπὶ ταῖς ὑμῶν ἔρισι καὶ φιλονεικίαις, τοῦτο δὲ καὶ ὅτι οὐκ οἶδα
εἴ τις ἀνθρώπων ἀγαπήσας τῇ περὶ τὸν φιλόχριστον βασιλέα ἐμαυτὸν ἀγάπῃ ἀναδησάμενος,
ὑπὸ τῆς τῶν πραγμάτων περιηνέχθην ἀνωμαλίας, ὥστε καὶ ἡμᾶς ἐκεῖνον λυπῆσαι καὶ αὐτὸν
πρὸς ἡμᾶς ἐκτραχυνθῆναι· διὰ τοῦτο ἐξίσταμαι τοῦ θρόνου, τὴν καθ᾿ ἑαυτὸν ἡσυχίαν
προκρίνας τῆς ἀνθρωπίνης ματαιότητος, καὶ τὸ τὰ οἰκεῖα καὶ καθ᾿ ἑαυτὸν ἀσφαλίζεσθαι
ἢ ἐν τοῖς ἀνθρωπίνοις στρέφεσθαι πράγμασι.» ταῦτα ἀναγνούς, φησὶ τῷ βασιλεῖ· «ὄντως,
δέσποτα, εἰ μὴ καὶ ὁ Ῥώμης καὶ οἱ λοιποὶ πατριάρχαι τὰ κατὰ σὲ οἰκονομήσουσιν, οὔτε
συνευδοκῶ οὔτε μὴν τοῖς ὑπὸ σοῦ λεγομένοις πειθαρχήσω· τίς γάρ εἰμι ὁ ἐλαχιστότερος
πάντων ἀνθρώπων καταλύειν ἐκθέσεις κανόνων καὶ ὑπερβαίνειν ὅρια πατέρων οἰκονομούντων
δὲ πάλιν, οὐκ ἀντιτείνω οὔτε μὴν ἀναβάλλομαι. τοῦτο δὲ παρεγγυῶμαι,
[p. 101] παραινῶν τὴν βασιλείαν σου, μὴ οὕτως ἀνιῶ καὶ ἀθύμει, ἀλλ᾿ Ϡἐπίρριψον ἐπὶ
κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει.Ϡ» καὶ ὁ βασιλεύς· «κἀγὼ οὕτως, πάτερ,
καὶ λέγω καὶ θέλω καὶ εὔχομαι. μόνον σὺ τῆς ἐκκλησίας μὴ ἀποστῇς.» οὕτως αὐτῷ συνταξάμενος
καὶ τὸ πᾶν τῆς ἐλπίδος πρὸς θεὸν ἔχειν ὑπαλείψας, ἀπέλυσεν ἐν ἱλαρότητι.
μεθ᾿ ἡμέρας δὲ πάλιν παρῆν πρὸς αὐτὸν ὁ βασιλεὺς μετὰ καὶ τῶν λιβέλλων καὶ αὐτῶν
τῶν τοποτηρητῶν. συνείποντο δὲ τῷ βασιλεῖ καὶ οἱ αὐτοῦ ἀποκρισιάριοι, ὁ τε Λέων
ὁ κατ᾿ ἐπίκλην Χοιροσφαγεύς, καὶ Συμεὼν ὁ θεοφιλὴς καὶ τιμιώτατος καὶ κατὰ πάντα
ἀξιάγαστος ἀνήρ.
(ὃς καὶ τὴν πόλιν Θεσσαλονίκης μέχρις ἐδάφους καταλύεσθαι μέλλουσαν παρὰ τοῦ κατὰ
συγχώρησιν θεοῦ καὶ πλῆθος ἡμῶν ἁμαρτιῶν παραλαβόντος ταύτην ἀσεβοῦς Ἰσμαηλίτου,
τοῦ Τριπολίτου καλουμένου, τὸ πάρεργον ἔργον ποιησάμενος καὶ αὐτοψὶ τὸν ἀλιτήριον
θεασάμενος, ὡς ἀγχίνους καὶ ἐχέφρων, πείθει τοῦτον τό τε ἄστυ σῶον ἐᾶσαι καὶ τὸ
τῆς αἰχμαλωσίας πλεῖστον καταλιπεῖν, τὴν εἰς Βουλγάρους παρ᾿ αὐτοῦ ἀποσταλεῖσαν
φιλικὴν δεξίωσιν μετὰ καὶ τῆς ὁλκῆς τοῦ χρυσίου τοῖς Ἄραψι παρασχόμενος· τοῦτο δὲ
εἴρηκα δεικνύων τήν τε τοῦ ἀνδρὸς ἀρετὴν καὶ τὸ ἀξιόπιστον.) οὗτος ἐπανῆκεν ἀπὸ
Ῥώμης, τοὺς ἀπὸ τοῦ πάπα τοποτηρητὰς ἐπιφερόμενος μετὰ καὶ λιβέλλων συνοδικῶν τὴν
τοῦ βασιλέως μετάνοιαν προσδεχομένους καὶ φιλευσπλάγχνως καὶ συμπαθῶς τὰ περὶ αὐτοῦ
συνοδικῶς οἰκονομοῦντας. «Ϡοὐκ ἔστιν γάρ» ἔλεγον «ἁμαρτία τὴν τοῦ θεοῦ φιλανθρωπίαν
νικῶσα,Ϡ ὡς γέγραπται.» ὡσαύτως καὶ οἱ ἀπὸ Ἀντιοχείας καὶ Ἱεροσολύμων καὶ Ἀλεξανδρείας
μετὰ καὶ λιβέλλων εἰσιόντες, ᾠκονόμησαν· ναὶ μὴν καὶ τῶν ἐν τῷ Βυζαντίῳ μητροπολιτῶν
οἱ πλείους ἐπιτιμίοις ὑποπίπτοντι τῷ βασιλεῖ εἰσδεχθῆναι ἐν τῇ ἐκκλησίᾳ παρεκελεύοντο
καὶ ἐγγράφως ἐξετίθεντο. τούτων οὕτως συμβεβηκότων, περιῃρεῖτο πᾶσα πρόφασις καὶ
μηχανὴ τῆς τοῦ πατρὸς ἀναβολῆς. τοίνυν ἐπικαμφθείς, μᾶλλον δὲ βιασθεὶς ταῖς τοῦ
βασιλέως αἰτήσεσι καὶ ταῖς τῶν ἀρχιερέων παραινέσεσι, ναὶ μὴν καὶ αὐτῶν τῶν τοποτηρητῶν,
ἐξαιρέτως τῶν Ῥώμης, καταναγκαζόντων τοῦτον καὶ πολλάκις λεγόντων· «δόμνε Εὐθύμιε,
τῇ ἐκκλησίᾳ, εἰσακούσας ἡμῶν, βοήθησον.» ψήφῳ θεοῦ καὶ συνοδικῇ ὁμονοίᾳ τοὺς τῆς
ἐκκλησίας ἀναδέχεται οἴακας.
[p. 103]
ἐπὶ τοῦ θρόνου τοίνυν ἀναχθεὶς καὶ ἐπὶ τῆς λυχνίας τεθείς, πᾶσι ταῖς ἀρεταῖς κατέφαινε
καὶ τοσοῦτον ἡδὺς τοῖς πᾶσι καὶ ἐπέραστος γέγονεν, ὡς οὐ παρὰ τῶν προσηκόντων μόνον
ἀλλὰ καὶ αὐτῶν τῶν ἀντιπιπτόντων προσδεχθῆναι ἀσμένως τοῦτον καὶ αὐτῷ συνέπεσθαι
καὶ συνεῖναι μᾶλλον τούτῳ ἀεὶ ἑλέσθαι ἢ πρὸς τοὺς τῇ μετανοίᾳ ἐναντιουμένους συστρέφεσθαι.
τοῖς δὲ σκώπτουσι καὶ διαλοιδοροῦσιν αὐτόν, κατὰ τὴν φάσκουσαν εὐαγγελικὴν φωνὴν
τὸ Ϡἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ καλῶς ποιεῖτε,Ϡ τοσοῦτον δαψιλῶς πάντας τὰ πρὸς
χρείαν ἐπιτήδεια παρεῖχεν ὅσον καὶ τὴν ὕβριν καὶ τὴν διαβολὴν μειζόνως ὁ τοῦτο ποιῶν
εὑρίσκετο, ὡς καί τινας λέγειν· «ὁ θέλων εὐεργετεῖσθαι παρὰ τοῦ νέου τούτου πατριάρχου
ὑβρίσει, ἐξουδενώσει, διαλοιδορήσεται αὐτόν· καὶ οὕτως τῶν ποθουμένων τεύξεται παρ᾿
αὐτοῦ.» τούτους δὲ παρέχων, μὴ νομίσητε τοὺς μὴ διαβάλλοντας αὐτὸν παρορᾶν· ὁ γὰρ
τῶν ἐχθρῶν οὕτως κηδόμενος πολλῷ μᾶλλον τῶν οἰκείων προμηθεύσεται. εἰ δὲ καὶ ὁ βασιλεύς
τινας ἐξ αὐτῶν κρατήσας ὑπεξῆλθεν, οὐκ αἴτιος ὁ πατήρ· ὃς τοσοῦτον ὑπὲρ τῶν αὐτοῦ
ἐχθρῶν ἀντηγωνίσατο, ὥστε καὶ τὴν ἐξορίαν αὐτῶν ἀνατρέψας καὶ παῦσαι τὴν τοῦ βασιλέως
ἀγανάκτησιν.
οὐ πολὺ τὸ ἐν μέσῳ καὶ πανταχοῦ τοῦ ἀνεπιλήπτου αὐτοῦ βίου, τῆς τε συμπαθοῦς καὶ
εὐσπλάγχνου γνώμης κατὰ παντὸς διαδραμούσης, ἔφθασεν ἡ τῆς ἀρετῆς αὐτοῦ φήμη καὶ
μέχρι Ἀρέθα τοῦ τῆς Καισαρέων προέδρου, ὄντι ἐν ὑπερορίᾳ ἐν τοῖς Θρᾳκῴοις μέρεσιν.
ὃς καὶ ἐπεθύμει τοῦτον ἰδεῖν καὶ προσομιλῆσαι καὶ διὰ τοῦτο τῷ βασιλεῖ ἐπιστεῖλαι.
ὁ δὲ δηλοῖ αὐτὸν εἰσιέναι ἐν τῇ πόλει καὶ ὅπου ἀρεστὸν αὐτῷ ἐστι καὶ φίλον καθέζεσθαι,
μηδενὸς τὸ παράπαν κωλύοντος ἤ τι λέγοντος. εἰσελθὼν δὲ καὶ ἐν τῷ πατριαρχείῳ ἀνιὼν
καὶ ἐφ᾿ ἱκανὰς ὥρας τῷ πατριάρχῃ προσομιλήσας, οὐκ ἤθελεν αὐτοῦ διαζευχθῆναι, ὥστε
καὶ κατερχόμενον λέγειν· «εὐλογητὸς ὁ θεὸς ὁ τοιοῦτον ἡμῖν δωρησάμενος ἀρχιερέα
οὐ μόνον σώματα ἀλλὰ καὶ ψυχὰς δυνάμενον θεραπεύειν.» ἀνῆλθε δὲ καὶ πρὸς τὰ βασίλεια
τῷ βασιλεῖ λέγων· «οὐχ ἕνεκα τῆς σῆς θελήσεως ὑπείκω, οὔτε μὴν ταῖς ἀπειλαῖς σου
πτοούμενος τῇ ἐκκλησίᾳ συνεισέρχομαι, ἀλλὰ τὴν τοῦ ἀνδρὸς ἀρετὴν αἰδούμενος,
[p. 105] ἐξαιρέτως δὲ τὸ πρᾶον αὐτοῦ καὶ συμπαθὲς καὶ ἄπλαστον ἀγάμενος. εἴθε πρὸ
καιροῦ τοῦτο ἐποίεις· τάχα ἂν ἀπήμονες καὶ ἀνέπαφοι παντὸς ἐναντίου ἡμεῖς τε καὶ
ὑμεῖς διεφυλαττόμεθα.» τότε καὶ Γαβριήλ, ὁ τῆς Ἀγκυρανῶν ἐκκλησίας πρόεδρος, τὸν
τοῦ νέου πατριάρχου ζέοντα πόθον τὸν πρὸς τὸν ἅγιον ἱερομάρτυρα Κλήμεντα αἰσθόμενος,
τὸ τούτου ἱερὸν ὠμοφόριον αὐτῷ ἐπιδίδωσιν. ὅπερ καὶ ἐν τῷ παρ᾿ αὐτοῦ δομηθέντι εὐκτηρίῳ
εἰς τὴν τοῦ Ψαμαθία μονὴν μετὰ καὶ τῶν τοῦ μάρτυρος λειψάνων Ἀγαθαγγέλου ἐναπέθετο,
ἐν τῇ αὐτοῦ μνήμῃ τὴν κατάθεσιν ποιησάμενος· ἐκεῖσέ τε παραγενόμενος καὶ ἐγκωμιαστικοῖς
ἔπεσι χρησάμενος, τὸν μάρτυρα κατέστεψεν.
16. Παῦλος δέ τις, ὁσιώτατος ἀνήρ, τὸ κατ᾿ ἐκεῖνο καιροῦ σακελλάριος καὶ ἡγούμενος
ὑπῆρχε τῆς τοῦ ἁγίου Φωκᾶ μονῆς, ἐκ Παφλαγονίας ὁρμώμενος· οὗτος ἀνεψιὸν ἔσχεν Νικήταν
τοὔνομα, ὃν παιδείᾳ καὶ νουθεσίᾳ ἀνέτρεφεν. ἐκ θεοῦ δὲ χάριν λαβών, τοῖς τε συμφοιτηταῖς
καὶ συνηλικιώταις ἅπασιν ὑπερηκόντιζεν, ὥστε καὶ ἐν διδασκάλοις φοιτᾶν καὶ μέγα
ὄνομα ἐν τῇ βασιλευομένῃ πόλει κτήσασθαι καὶ μέχρι τοῦ βασιλεύοντος τὰ περὶ αὐτοῦ
φημισθῆναι. οὗτος πάντα τὰ ἐν κόσμῳ καταφρονήσας, τοῖς τε πένησι καὶ τοῖς μαθηταῖς
διανείμας τὴν ὕπαρξιν, ἀναχωρεῖ ἐπί τινα τοῦ Εὐξείνου πόντου τόπον ἔχοντα σπηλοειδὲς
οἰκητήριον ἐν ᾧ εἰσιὼν ἡσύχαζεν. ὁ δὲ βασιλεὺς θέλων αὐτὸν παρ᾿ ἑαυτῷ ἔχειν καὶ
τῆς αὐτοῦ γνώσεως ἄξια θεραπεύειν, τὸν ἑαυτοῦ θεῖον τὰ περὶ αὐτοῦ ἀνηρώτα. ὁ δὲ
ἔλεγεν τοῦτον ἐξεστηκέναι καὶ ἀγνοεῖν ὅποι καὶ διάγοι. χρόνου δὲ παρῳχηκότος, παρὰ
τοῦ τὴν Θρᾴκην στρατηγοῦντος διαγνωσθεὶς καὶ κρατηθείς, ὡς εἰς Βουλγάρους προσφυγεῖν
καταγγελλόμενος, τῷ βασιλεῖ δέσμιος παραπέμπεται. τοῦτον ὁ βασιλεὺς δεξάμενος καὶ
ἀνακρίνας τὸ τί πρὸς Βουλγάρους θέλων ἀφίκοιτο, ἠρώτα· «εἰ μὲν πρὸς αὐτῶν ὠφέλειαν,
ἔδει καὶ ἡμᾶς τοῦτο προσυπομνησθῆναι,» φησίν· «εἰ δὲ καθ᾿ ἡμῶν τῶν ὁμοφύλων, ποῖος
νόμος σοι τοῦτο παρακελεύεται» ὁ δὲ προσαπελογεῖτο μήτε εἰς ἐνθύμιον αὐτοῦ τὸ τοιοῦτον
εἰσδέξασθαι. καὶ ὁ βασιλεύς· «οὐδὲ τοῦτο καθομολογήσεις, ὡς
[p. 107] Χριστὸν σεαυτὸν ὠνόμασας» ὁ δὲ καὶ τοῦτο ἀνεβάλλετο, μὴ ποιῆσαι τὸ παράπαν
διομνύμενος. ὡς δ᾿ ὁ βασιλεὺς ἐπέμενε, φησὶν ἐκεῖνος· «τοῦτο μὴ ταραττέτω τὴν βασιλείαν
σου· γέγραπται γάρ· Ϡἐγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες.Ϡ» πρὸς τούτοις
ὁ βασιλεὺς χολέσας, τοὺς ἀποκομίσαντας τοῦτον προσκαλεσάμενος, ὅποι τοῦτον ἐφεῦρον
ἀνηρώτα. ὡς δὲ ἐν Μηδείᾳ τῇ πλησιοχωρούσῃ Βουλγάροις ἐμεμαθήκει, κελεύει παρευθὺ
τοῦτον φραγελωθῆναι καὶ οὕτως ἐν φυλακῇ ἐγκλεισθῆναι, ὅπως ἀκριβέστερον τὰ κατ᾿
αὐτὸν διαγνῷ· ἦν γὰρ λογογραφήσας κατά τε τοῦ ἀρχιερέως καὶ αὐτοῦ τοῦ ἄνακτος λίαν
ἀπεχθῶς καὶ ἀνιαρῶς. τούτῳ τῷ συγγράμματι εἷς τῶν ἑαυτοῦ φοιτητῶν ὑφελόμενος, τῷ
βασιλεῖ παρέσχετο. ὅπερ ἀναγνούς, ἠλλοιοῦτο τῷ προσώπῳ, ὅλος ἐξεστηκώς. τῇ δὲ ἐπαύριον
προσκαλεσάμενος τὸν πατριάρχην σὺν πάσῃ τῇ ἁγίᾳ συνόδῳ, ἐνώπιον πάσης τῆς ἱερᾶς
συγκλήτου τοῦτον ἐλθεῖν προσέταξεν καὶ πρὸς αὐτὸν ἔφη· «λέγε μοι, ἀνούστατε, οὐ
κατὰ τοῦ κοινοῦ πατρὸς ἡμῶν καὶ πάσης τῆς ἱερᾶς ταύτης ὁμηγύρεως γέγραφας οὐ κατ᾿
ἐμοῦ καὶ τῆς ἐμῆς βασιλείας τὴν γλῶτταν ἠκόνησας λέγε μοι τὸ ἀληθές· καὶ γὰρ εἰ
οὐκ ἐξείπῃς μοι, ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων σου προσθήσω.» ὁ δὲ ἀνένευεν, μηδὲν
ἐπίστασθαι λέγων. τότε ὀργισθεὶς ὁ ἄναξ, εἰς ἐπήκοον πάντων ἀναγνωσθῆναι τὸ αὐτοῦ
σύγγραμμα παρακελεύεται. τούτου δὲ λεγομένου, καὶ πάντων κατ᾿ αὐτοῦ ἀχθομένων καὶ
ὀργιζομένων, ἐπιγνοὺς καὐτὸς τὸ ἴδιον σφάλμα, διενοεῖτο τί διαπράξοιτο. τότε ὁ κατ᾿
ἐκείνου καιροῦ λογοθέτης, Θωμᾶς καλούμενος, ἐκεῖσε παριστάμενος, νεύει τοῦτον τοῖς
τοῦ βασιλέως ποσὶν προσπεσεῖν. ὃ καὶ παρευθὺ πεποίηκεν. ὁ δὲ βασιλεὺς μετὰ θυμοῦ
καὶ ἀπειλῆς σφοδρᾶς κελεύει τοῦτον ἐν τῷ πραιτορίῳ ἐγκλεισθῆναι. τότε ἦν ἰδεῖν ἔργον
συμπαθείας πατριάρχου ἐπάξιον· εὐθὺς γὰρ καὐτὸς τῆς καθέδρας ἀπανίσταται καὶ ῥίπτει
ἑαυτὸν ἐν τοῖς ποσὶ τοῦ ἄνακτος, δακρύων, δυσωπῶν, ἀθῳωθῆναι τὸν ἄνδρα παρακαλῶν.
ἀπανίσταται καὐτὸς ὁ βασιλεύς, τοῦτον οἰκείαις χερσὶν ἐξαναστήσων καὶ πρὸς αὐτὸν
ἔφη· «ὦ δέσποτα, οὐκ ἀκήκοας πόσα ἡμῖν ἐκερτόμησε ληρωδῶν ὁ ἀπονενοημένος οὗτος,
οὐκ ἐμοὶ μόνον ἀλλὰ καὶ τῇ ἁγιωσύνῃ σου καὶ πάσῃ τῇ ἐκκλησίᾳ τοίνυν ἀδύνατόν ἐστι
διαδρᾶναι τοῦτον τῶν ἐμῶν χειρῶν.»
[p. 109] ὁ δὲ ἀρχιερεύς· «διὰ τοῦτο κἀγὼ προσπίπτων, καθικετεύω τοῦ κράτους σου,
ὅπως τοῦτον τὸν πταίσαντα διὰ τὴν ἐμὴν ταπείνωσιν συγχώρησιν παράσχῃς.» ὁ δὲ βασιλεὺς
ἀνένευεν, «οὐκ ἐνδέχεται» λέγων «τὸν κατὰ τῆς ἐμῆς βασιλείας καὶ πάσης ἱερωσύνης
φατριάσαντα ἐᾶσαι οὕτως ἀπονητὶ διελθεῖν. ὅμως διὰ μὲν τὴν σὴν εὐχὴν τὰ κατ᾿ ἐμοῦ
παρορῶ λεχθέντα, καὶ ἕνεκεν τούτων οὐκ ἔτι δίκας ὑφέξει. τὰ δὲ κατὰ σοῦ καὶ τῆς
ἐκκλησίας οὐκ ἐάσω ἄνευ ἐκδικήσεως.» πολλοὶ δὲ τῶν ἐκεῖσε παρόντων τῷ πατριάρχῃ
ἐπετώθαζον ἐᾶσαι τῷ βασιλεῖ τὴν τῆς ἐκκλησίας ἐκδίκησιν ποιῆσαι, ἐξαιρέτως δὲ καὶ
Παῦλος, ὁ τούτου θεῖος ὁ καὶ σακελλάριος, καὶ Ἀρέθας ἐκεῖνος ὁ Καισαρείας πρόεδρος,
ὃς καὶ μαθητὴν αὐτοῦ τοῦτον τυγχάνειν ἔλεγεν. ὁ δὲ πατριάρχης βεβαιοῖ τῷ τε βασιλεῖ
καὶ πᾶσι τοῖς παροῦσιν ὡς, «εἰ μὴ οὗτος συμπαθηθῇ ὅσον ὅτι κατ᾿ ἐμοῦ τι λελάληκεν,
ἐν τῷ πατριαρχείῳ οὐκ ἀνέρχομαι.» τότε ὁ βασιλεὺς μόλις ποτὲ οὕτω τὴν συγχώρησιν
ἀπένειμεν· καὶ προσκαλεσάμενος αὐτὸν καὶ παρ᾿ ἑαυτῷ ἔχειν βιασάμενος, ἀναβαλλόμενον
ὁρῶν, ἀπέλυσεν. ὁ δὲ τὴν τῶν ἐχθραινόντων αὐτῷ δεδιὼς ἔφοδον, ἐν προαστείῳ ἐξῄει
τῆς τοῦ Ψαμαθία μονῆς Ἀγαθοῦ προσαγορευόμενον, ἐνιαυτοὺς δύο ἐκεῖσε διαπεράνας ἀπρόοπτος.
ὁ τοίνυν βασιλεὺς ἐν ταῖς κατὰ συνήθειαν ἑορτασίμοις ἡμέραις ἐν τῇ ἐκκλησίᾳ παρῆν,
μέχρι τῶν ἱερῶν κιγκλίδων ἑστὼς καὶ προσκλαίων.
17. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ παρὰ τῶν ἀπὸ τῆς συγκλήτου τοῦ τε Ἱμερίου τοῦ κατ᾿ ἐκεῖνο
καιροῦ δρογγαρίου τῶν πλωῒμων καὶ Νικολάου πατρικίου, ἀμφοτέρων συγγενῶν ὑπαρχόντων
<τῆς Ζωῆς> τῆς Καρβονόψιδός φημι, οὗτοι τῷ ἀρχιερεῖ εἰ ἔξεστιν καὶ τὴν αὐγούσταν
ἐπ᾿ ἐκκλησίας ἀναγορεύεσθαι ἐπερώτων· «μὴ γένοιτο» ἐκεῖνος ἀντέφησε «τοῦτο πώποτε
γενέσθαι· οὐ γὰρ νόμον ἢ τύπον τὸ σφάλμα ἐποιήσαμεν, ἀλλὰ συμπάθειαν καὶ οἰκονομίαν·
μηκέτι δὲ ἀπὸ τοῦ νῦν τοῦτο παρά τινος ἑτέρου οἰκονομεῖσθαι ἢ συμπαθεῖσθαι διοριζόμεθα.
διὰ γὰρ τοῦτο καὶ τὸν ταύτην εὐλογήσαντα
[p. 111] καθῃρήσαμεν ἱερέα.» ἐπὶ τούτοις χαλεπήναντες, ἡσύχασαν. οὐκ ἠγνόει δὲ ταῦτα
ὁ ἄναξ, κἂν προσωπεῖον τοῦ μὴ γινώσκειν ὑπεδείκνυεν. καὶ γὰρ πάλιν ὁ Σαμωνᾶς μετὰ
καὶ ἑτέρων τῶν ἀπὸ τοῦ κοιτῶνος, ὡς ἀγαθὰ βουλευόμενοι, ἐν τῷ πατριαρχείῳ ἀνῄεσαν,
τὰ τῶν προτέρων ἐπιφερόμενοι ῥήματα. ὡς δὲ καὶ οὗτοι ἀπεβουκολήθησαν ταῖς τοῦ ἀρχιερέως
ἐνστάσεσιν, ἐδυσχέραινεν καὶ ἠνιᾶτο ὁ κρατῶν, λέγων ὡς· «εἰ τοῦτον τραχύτερόν τι
λέξομεν, ἀναχωρεῖ τῆς ἐκκλησίας. καὶ γενήσονται τὰ ἔσχατα χείρονα τῶν πρώτων.» ἀλλὰ
καὶ αὐτὴ ἡ βασιλὶς παρακλητικοῖς ἔπεσι διὰ γραφῆς καὶ ἅπαξ καὶ δὶς πρὸς αὐτὸν ἐπέστελλε.
καὶ ἐν μὲν τῇ πρώτῃ ἐπιστολῇ ἀδυνάτως ἔχειν τοῦτο γενέσθαι ἀντεδήλου καὶ ἐβεβαίου,
ἐν δὲ τῇ δευτέρᾳ οὐδὲ προσαπελογήσατο. τότε τῷ χόλῳ ληφθεῖσα, διά τινος τῶν αὐτῇ
καθυπουργούντων εὐνούχων μηνύει αὐτῷ· «ἀγνοεῖς, ὦ πάτερ, τὸ τίς ὢν πρότερον εἰς
ποίαν τιμὴν δι᾿ ἐμὲ ἀνῆλθες διατί δέ με οὐκ ἀναγορεύεις ἐπ᾿ ἐκκλησίας, εἰ μὴ καταφρονῶν
διασύρεις καὶ χλευάζεις με ἀνδρὶ συναφθεῖσαν βασιλεῖ καὶ αὐτοκράτορι καὶ υἱῷ ὁμοίως
ἐχούσῃ ἐστεμμένῳ καὶ πορφυρογεννήτῳ πάντως ἐπίστασαι ὡς, ἐὰν μὴ ἐγὼ τῆς ἁπάσης ὑποθέσεως
αἴτιος γέγονα, οὐκ ἂν σὺ ἐν τῷ τοῦ πατριαρχείου θρόνῳ ἀνήρχου. θέλησον τοίνυν ἀναγορεῦσαί
με, καθὼς καὶ ἡ σύγκλητος πεποίηκεν. ἐπεὶ πολλὰ καὶ σύ, ὥσπερ ὁ πρό σου, μεταμεληθήσῃ,
ὅτε οὐδὲν ὠφελήσεις.» ταῦτα ἀκούσας ὁ πατριάρχης, ἀντιδηλοῖ αὐτῇ· «ἐγὼ μὲν τῇ τοῦ
θεοῦ βουλήσει καὶ ἀρρήτῳ προγνώσει ---τοῦ ἀφορίσαντός με ἐκ κοιλίας μητρός μου καὶ
τοῖς ἀνεξιχνιάστοις αὐτοῦ κρίμασι καλέσαντός με εἰς τὸν κλῆρον τοῦτον, εἴτε πρὸς
δοκιμασίαν, εἴτε καὶ πρὸς περισσοτέραν κατάκρισιν, εἴτε (ἵν᾿ οὕτως εἴπω θαρρῶν εἰς
τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος) πρὸς ὠφέλειαν τῆς ταλαιπώρου μου
ψυχῆς, τὴν ἐκκλησίαν κατεπίστευσέν μοι ἣν περιεποιήσατο τῷ ἰδίῳ αἵματι--- οὐκ ἐξ
ἀνθρώπων δὲ ἢ δι᾿ ἀνθρώπων τοῦτον τὸν κλῆρον εἰληφώς, ἀλλὰ διὰ θελήματος θεοῦ, καθὼς
καὶ πολλάκις προεδηλώθη μοι· καὶ δέδοικα ἐπὶ τούτῳ καὶ τρέμω (οὐ γὰρ ἐπίσταμαι τί
ἐν τῷ μέλλοντι αἰῶνι συναντήσεταί μοι) μήποτε κἀγὼ ἀκούσω τὸ Ϡἀπέλαβες τὰ ἀγαθά
σου ἐν τῇ ζωῇ σου.Ϡ σὺ δὲ πῶς αὐθαδιάζῃ δηλοῦσά μοι ταῦτα οὐ δέδοικας σὺ μᾶλλον
κατανοοῦσα σεαυτήν
[p. 113] οὐ φρίττεις οὐ ναρκᾷς ἐνθυμουμένη τίς οὖσα τί γέγονας ὅτ᾿ ἂν γὰρ τὸν σὸν
υἱὸν θεάσῃ μετὰ διαδήματος βασιλέα ὑπὸ πάντων εὐφημούμενον, οὐκ ἀνυμνεῖς, οὐ δοξάζεις,
οὐκ εὐχαριστεῖς τῷ οὕτως εὐδοκήσαντι θεῷ ἡμῶν, εἰ μὴ τραχηλιῶσα κατεπαίρῃ τῆς ἐκκλησίας,
ἀπαιτοῦσα τὰ ὑπὲρ δύναμιν, φανητιῶσά τε καὶ ὑπερφρονοῦσα παρ᾿ ὃ δεῖ φρονεῖν. γνωστὸν
ἔστω σοι ὡς οὔποτε, ἐντὸς τῶν ἐμῶν ὀλιγοστῶν τούτων ἡμερῶν ἐν τῇ ἐκκλησίᾳ παρόντος,
τὸ σὸν ὄνομα οὔτ᾿ ἐκφωνηθήσεται οὔτ᾿ ἐν τοῖς ἱεροῖς διπτύχοις τεθήσεται. περὶ ὧν
δὲ ἡμῖν προδεδήλωκας ποίει ὃ βούλει· οὐ γάρ ποτε μεταμεληθήσομαι. ἕτοιμος γάρ εἰμι
οὐ τοῦ θρόνου μόνου κατενεχθῆναι ἀλλὰ καὶ αὐτῆς τῆς πόλεως ἐξεωθῆναι.» ταῦτα ἀκούσασα
ἐκείνη, διεπρίετο τὴν καρδίαν· καὶ δηλοῖ οὐ μετὰ πολὺ πάλιν αὐτῷ· «ὡς ἡ ἁγιωσύνη
σου ἐπίσταται, ὁ ἡμᾶς εὐλογήσας πρεσβυτέρος τὴν τῶν ἐπιτιμίων δέσμευσιν διελθών,
τὴν τοῦ ἐπιτιμίου λύσιν ἐπιζητεῖ. τοίνυν κἂν ἐπὶ τούτῳ σπεῦσον τόν τε βασιλέα τὸν
ἅγιον θεραπεῦσαι καὶ ἡμᾶς, ἐξαιρέτως δὲ καὶ τὸν σὸν ἀναδεξιμαῖον υἱὸν τὸν κῦριν
Κωνσταντῖνον τὸν πορφυρογέννητον· κἂν ἐπὶ ταύτῃ τῇ μικρᾷ αἰτήσει μὴ ἀστοχήσωμεν·
σοὶ γὰρ δέδοται ἡ ἐξουσία ὧν ἂν λύσῃς καὶ ὧν ἂν δήσῃς.» ὁ δὲ δηλοῖ πάλιν αὐτῇ· «τὴν
ἐμὴν ἀπολογίαν ἡ σὴ ἀγγελία διευθετήσασα ἐτράνωσεν. ἐπειδή, καθὼς εἴρηκας, ἐμοὶ
ἡ ἐξουσία δέδοται τοῦ δεσμεῖν καὶ λύειν, τοῦτον τὸν παρὰ κανόνα πράξαντα οὐκ ἐδέσμευσα,
ἀλλὰ τέλεον ἐξέκοψα τοῦ ἱεροῦ καταλόγου· καὶ οὐκ ἔτι τὰ τῶν ἱερέων πράξει· καθῃρημένος
γάρ ἐστιν, καθὼς πάντες ἐπίστανται. καὶ ἕνεκεν τούτου μηκέτι παρενοχλήσῃς μοι· οὐ
γὰρ ἀκούσομαί σου.» ὡς *** [λαχυνα]
18. [λαχυνα] ***κλησις γένηται, τότε καὶ αὐτὰς ἐπὶ χεῖρας ἔχοντες παραγενώμεθα.
καὶ ἅπερ οὐκ ἐλπίζει, παρ᾿ ἡμῶν ἀκούσεται.» πολλὰ δὲ πρὸς ἀλλήλους συζητήσαντες
καὶ τὰ τῶν ὑποθέσεων γυμνάσαντες,
[p. 115] πρὸς ἀντίστασιν ἐφώρμων. ὁ δὲ ἄκακος ὄντως ποιμὴν καὶ πάσης ἀπηλλαγμένος
πανουργίας καὶ σκαιότητος πρὸς αὐτοὺς εἰπεῖν λέγεται· «κύριοί μου καὶ δεσπόται καὶ
ἀδελφοί, εἰ δι᾿ ἐμὲ ὁ τοιοῦτος κλύδων τῇ ἐκκλησίᾳ καὶ τῇ ὑμῶν ἁγιωσύνῃ καθέστηκεν,
ἐάσατέ με καταποντισθῆναι ἐν τῷ πελάγει ταύτης ἀναχωροῦντι, μόνον ὑμεῖς σώθητε καὶ
καθ᾿ ἑαυτοὺς εἰρηνεύσατε. λιθασθῶ, ἐμπρησθῶ, διωχθῶ, μόνον ὑμεῖς εἰρηνικῶς καὶ ἀστασιάστως
διάγετε.» τότε πρὸς αὐτὸν ὁ πολὺς τοῦ λέγειν ἔφη Ἀρέθας· «ὦ δέσποτα, εἰ τοῦτο παρὰ
σοῦ γένηται, ἀκούσεις παρὰ πάντων· Ϡὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ
οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων.Ϡ» ὁ δὲ τίμιος ἐκεῖνος πρὸς αὐτόν· «καὶ εἰ ἐπίστασθε
ὠφέλειάν τινα ἐξ ἐμοῦ ἕξειν προσκαρτεροῦντος ἐνταῦθα διά τε τὴν ἐκκλησίαν διά τε
τὴν ὑμῶν ἀγάπην, οὔτε τῆς τοῦ αἵματός μου ἐκχύσεως φείσομαι. τοῦτο δὲ δέδοικα μήποτε,
μετὰ ἀγυρτῶν λαῶν εἰσιόντων καὶ ἐπερχομένων ἡμῖν, αἴτιοι φανῶμεν τῶν παρ᾿ αὐτῶν
πρὸς ἡμᾶς ἐπιτελουμένων ἀνιαρῶν. ὅμως τὸ θέλημα τοῦ κυρίου γενέσθω.» οὕτως περὶ
πάντων διευθετήσαντες, ἀλλήλοις τε συνταξάμενοι, ἀνεχώρουν. οὐκ ἔλαθε δὲ ταῦτα Νικολάῳ
τῷ ἀρχιερεῖ· τῇ γὰρ ἐπαύριον τῷ βασιλεῖ συνοψισθείς, καταφρονεῖν λέγει τῶν αὐτοῦ
προσταγμάτων οὐ μόνον Εὐθύμιον ἀλλὰ καὶ τοὺς σὺν αὐτῷ μητροπολίτας· «περὶ ὧν γὰρ
ἡ βασιλεία σου ἐζήτησεν λιβέλλων καὶ παραιτήσεων, οὔτε ἀποκρίσεως περὶ τούτων ἠξίωσαν.»
ὁ δὲ πρὸς αὐτόν· «πατριάρχης εἶ· τὴν τῶν κανόνων ἀκρίβειαν ἐπίστασαι· ποίει εἰς
αὐτοὺς ὃ βούλει.» ταῦτα ἀκούσας ἐκεῖνος καὶ τοῦ ἐφετοῦ αὐτῷ καιροῦ δραξάμενος, τί
μὲν οὐκ ἐνενόει, τί δ᾿ οὐκ ἐποίει αὐτῷ τε τῷ ἀκάκῳ πατρὶ Εὐθυμίῳ καὶ τοῖς μετ᾿ αὐτοῦ
ἀρχιερεῦσι παρευθὺ γὰρ κελεύει ξιφήρεις σατράπας ἀποσταλῆναι καὶ πέντε μόνους τῶν
μητροπολιτῶν ἐν τοῖς τῆς μεγάλης ἐκκλησίας ὑπερῴοις πρὸς αὐτὸν ἀγαγεῖν· ἐδεδοίκει
γὰρ τὸ πλῆθος τῶν πατέρων, ὡς ἅτε λόγου μετέχοντας καὶ κατάγνωσιν αὐτῷ οὐ τὴν τυχοῦσαν
ἐμποιοῦντας. τοὺς τέσσαρας δὲ μόνους προσλαβόμενος ---φημὶ δὴ Δημήτριον Ἡρακλείας
καὶ Γρηγόριον Νικομηδείας καὶ τὸν Ἀγκύρας Γαβριήλιον, ὃς τὸ τοῦ ἱερομάρτυρος Κλήμεντος
ὠμοφόριον τῷ πατριάρχῃ
[p. 117] Εὐθυμίῳ ἐδωρήσατο (Πέτρος γὰρ ὁ Σάρδεων ἀποδρὰς οὐχ εὑρέθη, καίπερ πλεῖον
πάντων ἐπιζητούμενος), καὶ τὸν Ἱεραπόλεως Ἱλαρίωνα, ὃς εἰς ὕστερον καὶ ῥαπίσμασιν
ἐτύφθη κατὰ κόρρης ἕξ--- κατ᾿ ἰδίαν τε προκαθεσθείς, ἤρξατο διὰ λόγου τούτους πλήττειν.
ὡς δὲ σφοδρότερον παρ᾿ αὐτῶν ἀντεπλήττετο, ἡσυχάσας, τὰ παρ᾿ αὐτοῦ συντεθέντα ἐκέλευσεν
ἀναγινώσκεσθαι. ὡς δὲ καὶ τούτοις ἀντέλεγον, ψευδῆ ταῦτα δεικνύοντες καὶ ἐλέγχοντες,
πρὸς τούτοις ἐκμανεὶς ἐκεῖνος ἀνέστη· καὶ πρὸς τὸν βασιλέα ἀπελθὼν ἔλεγεν· «οὗτοι
οἱ καθῃρημένοι ἐῶντες τὰ ἑαυτῶν, τοῖς τῆς ζωῆς σου μέτροις ἐν τάχει διακοπῆναι τερατεύονται
καὶ προσλέγουσί μοι· Ϡμὴ μέγα φρόνει ἐπὶ βασιλεῖ τῷ ταχέως καταλυομένῳ· ζητήσεις
γὰρ αὐτὸν τῷ ἐπιόντι ἐνιαυτῷ καὶ οὐ μὴ εὕρῃς.Ϡ» τότε θυμοῦ πλησθεὶς ὁ κουφότατος,
δέρεσθαι τούτους καὶ ἐξορίζεσθαι παραυτίκα προσέταττεν, εἰ μή τις τῶν ἐκ τοῦ κοιτῶνος,
ὡς ἐκ θεοῦ ἀποσταλείς, τὴν ὁρμὴν τούτου διέκοψεν, «οὐκ ἐνδέχεται,» φήσας «ὦ δέσποτα,
ἀπὸ φωνῆς ἑνὸς μέρους ἀνεξετάστως καταδικάζειν σε τὸ ἕτερον.» τότε συνεὶς ἐκεῖνος,
ἀναβολὴν ἐποιήσατο. ὡς δὲ ἔγνω τὴν αὐτοῦ θέλησιν ὁ ἐναντίος ἀσθενήσασαν, δι᾿ ἄλλης
προσβολῆς πειρᾶται τούτους κακύνειν· καὶ προσελθὼν τῷ βασιλεῖ φησιν· «ἐπίσταμαι
ὡς ἡ βασιλεία σου ἐν ταῖς δημοσίαις ἐξόδοις χρεωποιεῖται χρυσίον. καὶ μεριμνῶντί
μοι περὶ τούτου ἐπῆλθεν ἐνθύμιον, ὅπερ, εἰ τὰ παρ᾿ ἐμοῦ σοι λεγόμενα πράξεις, μέχρι
τῶν ἑκατὸν καὶ πεντήκοντα κεντηναρίων τῷ τῆς σῆς βασιλείας ταμιείῳ προσοίσεις.»
ὁ δὲ περιχαρὴς γενόμενος, «πόθεν τοῦτο λέξον ἡμῖν» ἔφη. ὁ δέ· «ἡ βασιλεία σου παρέξει
ἱκανοὺς ἄνδρας πρὸς τὰς ἀπαιτήσεις, τούς τε μητροπολίτας σιδηροδεσμίους συλλαβόμενοι,
ἐν ταῖς ἑαυτῶν ἐνορίαις ἐξίτωσαν, ἐρευνῶντες τούτους καὶ ἀναγραφόμενοι ἀφ᾿ οὗπερ
ἐμὲ κατέαξαν τοῦ θρόνου μέχρι τῆς σήμερον. καὶ τούτου γινομένου, οὐχ ἡ τυχοῦσα ὠφέλεια
τὸ κοινὸν ἐπεισέρχεται.» τούτων ἐπακηκοὼς ὁ κουφότατος ἄναξ, παρευθὺ γενέσθαι προσέταξεν.
οἱ κατεπείγοντες ἕτοιμοι οἱ ἀπαιτηταὶ παρῆσαν. καὶ οὐδαμοῦ χρυσίον τὸ ζητούμενον·
οἱ γὰρ παρὰ Εὐθυμίου χειροτονηθέντες εἰς τὰς τῶν πενήτων χεῖρας πάντα κενοῦντες,
ἀπράκτους τούτους καὶ μὴ βουλομένους ὑποστρέφειν ἔπειθον, παρ᾿ αὐτῶν τῶν πενήτων
[p. 119] βεβαιωθέντες τὸν γινόμενον καθ᾿ ἑκάστην εἰς αὐτοὺς ἔλεον. οὕτως παρὰ τῶν
εὐεργετηθέντων ἀκουτισθέντες, οἱ ἀπεσταλμένοι ὑπέστρεψαν πρὸς τοὺς ἀποστείλαντας
ἄπρακτοι, μᾶλλον ἐκθειάζοντες τοὺς τιμίους ἱεράρχας. τότε ἐξαπορήσας ἐπὶ τοῖς μητροπολίταις,
ὁ τῶν σκανδάλων μηχανουργὸς ἐπὶ τὸν ἄκακον τοῦτον ποιμένα κινεῖ τὴν ἅπασαν σπεῖραν·
ἐπὶ βήματος γὰρ ἐν τοῖς βασιλείοις καθεσθεὶς ἐν τῇ στοᾷ τῇ καλουμένῃ Μαγναύρᾳ, παρακελεύεται
καί τινας τοὺς ἀπὸ τῆς συγκλήτου συγκαθέζεσθαι τούτῳ. γνόντες δὲ οἱ πλείους τὰ μελετώμενα,
τῶν βασιλειῶν ἀνεχώρουν, ὀλίγων τινῶν εὐαριθμήτων καταλειφθέντων. ὡς δὲ τὰς ἑτοιμασθείσας
καθέδρας ἑώρα κενάς, τούς τε προσκαλουμένους ἀναβαλλομένους, τοὺς ἐκ τῆς Συριάτιδος
γῆς ἐλθόντας Ἰσμαηλίτας ὄψεις τότε παραγινομένους καλεῖ πρὸς τὴν τῶν καθεδρῶν ἐκπλήρωσιν.
εἶθ᾿ οὕτως προστάσσει παραστῆναι Εὐθύμιον τὸν τοῦ θεοῦ ἀρχιερέα μετὰ καὶ τῆς ἀρχιερατικῆς
αὐτοῦ τάξεως. ὁ δὲ παρῆν, μηδὲν ἀνιαθεὶς ἢ δυσχεράνας, ἀλλ᾿ ἐν ἀταράχῳ νοῒ οἷος
ἐκεῖνος τελείῳ φρονήματι ἱστάμενος. πρὸς ὃν ὁ ὑπεναντίος φονίῳ τῷ ὄμματι ἀποβλεψάμενος,
ἔφη· «λέγε μοι σύ, ἀφρονέστατε πάντων ἀνθρώπων καὶ ἐκφάντορ τῶν ὀνειρώξεων τοῦ ἐξ
ἀνθρώπων ἀποιχομένου, τοῦ ποτε βασιλεύσαντος Λέοντος, διατί τὴν ἐμοὶ νυμφευθεῖσαν
ἐκκλησίαν, ἐν τοῖς ζῶσιν ἔτι μου ὑπάρχοντος, ἐμνηστεύσω καὶ μύσος ἐν αὐτῇ εἰσήγαγες,
ἐμὲ ταύτης ἐξεώσας» ὁ δέ «σὺ καὶ τὸ μύσος ταύτῃ προσήγαγες,» ἔφησε, «καὶ σεαυτὸν
ταύτης ἐξέωσας, ἀντὶ μιᾶς τρεῖς παραιτήσεις παρασχόμενος. καὶ εἰ κελεύεις, εἴπω
σοι καὶ τὸν τρόπον τῆς τε παρά σοι τοῦ μύσους προσαγωγῆς καὶ τὸ τῆς ἐξεώσεως αἴτιον·
δύναμαι γάρ, τοῦ θεοῦ ἰσχὺν παρέχοντος, ἐλέγξαι καὶ παραστῆσαι κατὰ πρόσωπόν σου
τὰς ἀδικίας σου.» τούτοις τοῖς ῥήμασιν ἐμβροντηθεὶς καὶ τῇ παρρησίᾳ καταπλαγείς,
τῷ θυμῷ ὑπερζέσας, κελεύει παρευθὺ τοῖς ἐπὶ τούτῳ προητοιμασμένοις ἐπὶ τοῦ συνεδρίου
αὐτὸν φύρδην ἐκδιδύσκεσθαι καὶ τῆς ἱερᾶς ἀποκηρύττειν τάξεως.
[p. 121]
19. τότε ἦν ἰδεῖν ἐλεεινὸν θέαμα καὶ τῶν πώποτε γενομένων ἐλεεινότερον· τὸ γὰρ αὐτοῦ
ὠμοφόριον ὥσπερ θῆρες ἄγριοι ἀφαρπάσαντες, καταπατηθῆναι πεποιήκεισαν, μηδὲ τῶν
τοῦ σταυροῦ τύπων φεισάμενοι, ὁμοίως δὲ καὶ πᾶσαν τὴν ἱερατικὴν στολὴν εἰς λεπτὸν
διαρρήξαντες κατεπάτησαν, μηδὲ αὐτῆς τῆς τῶν μοναχῶν ἐπωμίδος φεισάμενοι. ὡς δὲ
τὸν δεσπότην ἑώρων οἱ ὑπηρέται τούτοις γεγηθότα καὶ γαννύμενον, τὸν πώγωνα αὐτοῦ
σφοδρῶς ἔτιλλον, ὕπτιόν τε ἐκ τῆς τῶν ὠθισμῶν βίας ἐπὶ γῆν ἔρριψαν καὶ λὰξ κατὰ
τῶν κενεώνων ἔτυπτον χαμάζε κείμενον, ἐμπτυσμούς τε καὶ γρονθισμοὺς καὶ κολαφισμοὺς
ἐπέφερον. ἐπὶ τούτοις ἀνιστᾶν τοῦτον τοῖς ὑπασπισταῖς αὐτοῦ ὁ δικάζων παρακελεύεται
ὡς δῆθεν παρ᾿ αὐτοῦ ἐρωτώμενον. εἷς δέ τις τῶν αὐτῷ καθυπουργούντων, ῥώμῃ σώματος
βρίθων γιγαντιαῖος ἀνὴρ καὶ εὐμεγέθης, Μανολιμίτης μὲν προσλεγόμενος, Ἰωάννης δὲ
καλούμενος, οὗτος ἵστατο, βλέπων ἕως ὅτε διὰ νεύσεως τοῦ δεσπότου τὸ μελετώμενον
ἐπεδείξατο· ἐπιφέρει γὰρ τούτῳ δύο ῥαπίσματα καὶ δύο τῶν ὀδόντων αὐτοῦ πίπτουσιν·
εἶθ᾿ οὕτως γρονθίζει τοῦτον κατὰ τοῦ τένοντος καὶ ἄπνουν καὶ ἄναυδον ἀπειργάσατο.
ὥρμησε δὲ καταπεσεῖν ἐν ταῖς ἐκεῖσε τῆς Μαγναύρας ἀναβάθραις. εἰ μή τις ἔνδοξος
ἀνὴρ σὺν ἑτέροις τρισί, τῶν ἐκ Τριφυλλίων καταγόμενος, Πετρωνᾶς τε καλούμενος, τούτου
περικρατὴς συναντῶν ἐγεγόνει, τάχα ἂν τῆς παρούσης ζωῆς διὰ μαρτυρικοῦ ἀγῶνος ἐστέρητο·
βασταζόμενον γὰρ τοῦτον ἐκβαλόντες καὶ ὕδωρ κατ᾿ ὄψιν ἐπιχέαντες, εἰς ἑαυτὸν ἐλθεῖν
μόλις πεποιήκεσαν. εἶτα πάλιν εἰσιέναι ἐν τῷ σκάμματι προθυμουμένῳ, παρὰ τοῦ περιβλέπτου
ἐκείνου Τριφυλλίου καὶ τῶν σὺν αὐτῷ ἐκεῖσε παρόντων εὐλαβῶν ἀνδρῶν κωλύεται τὴν
ἔλευσιν. ἀλλὰ καὶ τοῖς γινομένοις αὐτῶν θρηνούντων καὶ ἀνιωμένων, ἐπέλεγεν ὁ πατήρ·
«μὴ ἀθυμεῖτε, τέκνα· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν·
οὐδὲν γὰρ ἡδύτερον, ὡς ὁρῶ, τοῦ εὐχαρίστως τὰ ἐπερχόμενα ὑποφέρειν καὶ οὐδὲν γλυκύτερον
τοῦ
[p. 123] ἀδίκως ἀποθανεῖν.» τοίνυν προσκαλεῖται πάλιν παρὰ τοῦ πειράζοντος πρὸς
τὴν πάλην. οὐκ ἐᾷ δὲ τοῦτον μόνον εἰσιέναι ὁ παρὰ θεοῦ βοηθὸς αὐτῷ ἀποσταλεὶς Τριφύλλιος,
ἀλλὰ σὺν αὐτῷ εἰσῄει, τὸν τοῦτον πειράζοντα γενναίως καὶ πεπαρρησιασμένως διελέγχων
καὶ ἀνθιστάμενος. καί φησι πάλιν πρὸς αὐτὸν ὁ δικάζων· «ποῦ εἰσι τὰ νῦν οἱ Ὀλύμπιοί
σου χρησμοί, αἱ προρρήσεις τε καὶ ἀποκαλύψεις καὶ ἐπὶ συχνῷ προφητεῖαι, ἃς τῷ σῷ
φροντιστῇ Λέοντι τῷ ἐξ ἀνθρώπων ἀποιχομένῳ ἐποίου ὄντως πάντα οἴχεται, πάντα ὤλωλε.
λέγε δέ μοι καὶ ἀπόκριναι τοῖς παρ᾿ ἐμοῦ λεγομένοις σοι.» ὁ δὲ πρὸς αὐτόν· «εἰ ἕτερός
τις ὑπῆρχεν ὁ δικάζων, σὺ δὲ εἰς τὸν τῶν δικαζομένων τόπον παρῆς, εἶχον ἄν, τοῦ
θεοῦ παρέχοντος, ἰσχὺν τοῦ ἀντιλέγειν καὶ ἀντιτείνειν σοι· ἐπεὶ δὲ τοῦτο οὐκ ἔστιν,
τὸ προφητικόν σοι λέξω λόγιον, μηδὲν ἕτερόν σοι προσφθεγγόμενος ἤ· Ϡἐν τῷ συστῆναι
τὸν ἁμαρτωλὸν ἐπ᾿ ἐμέϠ καὶ τὰ ἑξῆς τοῦ ἔπους.» καὶ πολλῶν ἔκτοτε ὑπὸ τοῦ πειράζοντος
πρὸς αὐτὸν ῥηθέντων, οὔτε μέχρι ψιλοῦ ῥήματος τοῦτον ἠξίου, ἀλλ᾿ ἔστη παντελῶς σιωπῶν.
τότε κελεύει εὐθέως ἐν τῇ τοῦ Ἀγαθοῦ μονῇ αὐτοῦ ὑπερορίᾳ καταδικασθῆναι. ὃ καὶ παρευθὺ
γέγονε.
μετὰ ταῦτα δὲ ὁ δεσπότης πρὸς τὴν λεωφόρον ἐκ τῶν βασιλειῶν κατιών, εἰς τὸν λεγόμενον
Φόρον ἀνῄει τοῦ ἀρχιερέα ἑαυτὸν τοῖς πᾶσιν ὑποδεῖξαι καὶ ὡς αὐτός ἐστιν ὁ τοῦ πατριαρχείου
καὶ πάντων ἀρχιερέων κυριεύων. τοίνυν ὅσον δημῶδες καὶ ἀγυρτῶδες σὺν αὐτῷ προσλαβόμενος,
τῇ ἐκκλησίᾳ τὴν θείαν λειτουργίαν ἐπιτελέσων ἐπῄει. ἔνδοθεν δὲ τοῦ θείου βήματος
εἰσελθών, τούς τε ἱερεῖς ἐξέωσε καὶ τὴν θυσίαν κατέστρεψε· τήν τε ἁγίαν τράπεζαν
ἀπαμφιάσας τοῦ ἱεροῦ πέπλου, ὕδασι μετὰ σπόγγων πλύνεσθαι παρεκελεύετο, αὐτοῦ ἐπιφωνοῦντος
τὸ Ϡὁ θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου,Ϡ ἀγνοῶν ὁ σοφώτατος, ὅτι οὗτοί
εἰσιν ἔθνη οἱ τὰ τῶν ἐθνῶν πράττοντες. ὄντως κατὰ τὴν αὐτοῦ πρᾶξιν καὶ τὴν προφητείαν
συνεπᾴδουσαν εὗρεν· εἶθ᾿ οὕτως τὸ ἅγιον μύρον χεθῆναι προσέταξεν. οὓς δὲ δι᾿ ἐγκληματικῶν
ὑποθέσεων τῆς ἱερουργίας ἔπαυσεν ὁ νεόαθλος Εὐθύμιος, ἅπαντας ἱερουργεῖν ἄνευ τῆς
οἱασοῦν ἐξετάσεως παρεκελεύσατο.
[p. 125] τότε καὶ ὁ τὴν ἄθεσμον τοῦ βασιλέως εὐλόγησιν ἀνευλόγως ποιήσας ἱερεὺς
τούτῳ προσελθὼν καὶ μόνον κατὰ τοῦ ἀρχιερέως Εὐθυμίου προσειπών, εὐθὺς τὴν ἰδίαν
τάξιν καὶ ἱερουργίαν ἀπείληφε, πολλὰ τῷ πατριάρχῃ Εὐθυμίῳ καταβοώμενος. τούτων πάντων
τελεσθέντων καὶ τοῦ πολλοῦ χόλου καὶ τῆς μήνιδος μὴ λήξαντος τοῦ πειράζοντος, κελεύει
τοῦ καὶ τὸν καθυπουργοῦντα πῶλον δοθῆναι ἔκδοτον τοῦ ἀποπνιγῆναι· τῶν δὲ σὺν αὐτῷ
ἀνάξιον τὸ τοιοῦτον εἶναι προσειπόντων καὶ «μομφήν σοι οὐ τὴν τυχοῦσαν ἐπιφέρον»,
λέγει αὐτοῖς· «τοίνυν, ἐπεὶ τοῦτο οὐκ ἀρεστὸν ὑμῖν ἐστιν, γραφήτω πιττάκιον καὶ
ἐν τῷ τραχήλῳ αὐτοῦ κρεμασθήτω περιέχον ὡς· Ϡεἴ τις τοῦτον φωραθείη τὰ πρὸς τροφὴν
ἐπιμελούμενος ἢ πόσιν, ἐχθρὸς τῷ τε αὐτοκράτορι βασιλεῖ Ἀλεξάνδρῳ καὶ Νικολάῳ τῷ
ἀνεπιλήπτῳ πατριάρχῃ καθίσταται· δηλούμενος δὲ διά τινος δερόμενος καὶ κουρευόμενος
καὶ τῆς αὐτοῦ ὑπάρξεως ἀποστερούμενος, τῆς πόλεως ἐκβληθήσεται.Ϡ» ὢ τῆς ἀνοίας καὶ
τῆς ὀργίλου πωρώσεως· ἔδει τὰ αὐτῶν ὀνόματα παρὰ τοιούτου σκεύους εἰς ἐπίχαρμα καὶ
χλευασμὸν τῶν ἐν τῇ πόλει Κωνσταντίνου στηλιτεύεσθαι. οὕτως ὁ ἄθλιος ἐκεῖνος ὄνος
τῇδε κἀκεῖσε περιφερόμενος καὶ ἀφειδῶς τυπτόμενος, ἐν τῷ ἱπποδρομίῳ ἐξῄει λιμαγχονούμενος,
ἕως ὅτε τοῦτόν τις τῶν πενήτων κατοικτειρήσας διὰ τῆς νυκτός τε ἀπάρας σὺν αὐτῷ,
φυγὰς ᾤχετο.
ἡμέρα κυριακὴ παρῆν, καὶ Νικόλαος πάντας τοὺς ὑπ᾿ αὐτὸν ἐκκλησιάσας, ἀναθεματισμῷ
καὶ τελείᾳ καθαιρέσει καὶ ἀπαλλοτριώσει οὐ μόνον αὐτὸν Εὐθύμιον ἀλλὰ καὶ τοὺς συγκοινωνήσαντας
καὶ χειροτονήσαντας τοῦτον καὶ συλλειτουργήσαντας καὶ παρ᾿ αὐτοῦ χειροθετηθέντας
περιέβαλε, μεθ᾿ ὅρκων φρικτῶν καὶ ἰδιοχείρων ἐγγράφων ταῦτα ἀσφαλισάμενος. ὅπερ
οὐδὲ τοῖς αὐτοῦ εὐαπόδεκτον κατέστη, ἀλλὰ καὶ ἀναβαλλόμενοι καὶ τοῦ μὴ γενέσθαι
ἐγγράφως λίαν ἀνθιστάμενοι, τούτου τὴν τῆς μήνιδος ὁρμὴν οὐκ ἔτρεψαν.
[p. 127]
20. Ἀρέθας δὲ ὁ καὶ πρωτόθρονος γνωστὸς ἦν οὐ τῷ ἀρχιερεῖ, ἀλλὰ τῷ βασιλεῖ τοῦ ἐνιαυτοῦ
ἐκείνου. ἐπειρᾶτο τοίνυν καὶ αὐτὸν Ἀρέθαν ἐν ἐπιτιμίοις ὁ Νικόλαος περιβαλεῖν. ὁ
δὲ δηλοῖ αὐτῷ· «οὐχ ὡς Εὐθύμιος ὁ πατριάρχης μεγαλόψυχος ἐγὼ καὶ καρτερικώτατος
ἀδάμας τοῦ γενναίως φέρειν καὶ μὴ ἀντιλέγειν. γνωστὸν οὖν ἔστω σοι, ὡς οὔτε ἐγὼ
οὔτε ἡ σὺν ἐμοὶ ἁγία οὖσα σύνοδος οὔτε ἀρχιερέα οὔτε μὴν ἱερέα σε ἔχομεν ἢ κἂν ὀνομάζομεν,
οὔτε τις ἐξ ἡμῶν πώποτέ σοι συλλειτουργήσωμεν [λεγε· συλλειτουργήσομεν], ὡς πρότερον
μὲν διασείσαντα καὶ ταράξαντα τὴν τοῦ θεοῦ ἐκκλησίαν, εἶθ᾿ οὕτως ἐξ οἰκείων ἐγγράφων
παραιτήσεις παρασχόντα οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ καὶ τρίς, αἳ παρ᾿ ἡμῖν εἰσι φυλαττόμεναι.
διατί δὲ οὐκ ἠσμένισας ἐπὶ συνόδου κινηθῆναι τὰ τῶν ὑποθέσεων, εἰ μή, ὡς ὁ Κάϊν
τὸν Ἄβελ, μόνον προσλαβὼν ἐν τῷ πεδίῳ ἀπέκτεινας Ϡἔσσεται πάντως ἦμαρ, ὅτ᾿ ἂν πάλιν
κύκνοι ᾄσωνται καὶ κολοιοὶ σιωπήσωσιν·Ϡ ποίοις γὰρ κανόσι χρησάμενος τῇ ἐκκλησίᾳ
παρεισεφθάρης ποίων δὲ ἱερέων σοι συνοδικῶς προοδοποιούντων τὴν τῆς ἐκκλησίας ἔλευσιν
ἐπιστάμεθα γὰρ {τὴν} τῶν καπήλων καὶ μαγειρισκαρίων ὅσον τὸ χυδαῖον καὶ ἀπόπτυστον
μετὰ ξύλων καὶ ῥοπάλων συνευδοκεῖν σοι καὶ τὴν ἐκκλησίαν ἀποκαθιστᾶν· ἔδει γάρ σε
τοιουτόγνωμον ὄντα τοιούτους ἔχειν τούς τε προάγοντας τούς τε ἀκολουθοῦντας καὶ
ἐνθρονίζοντας. κατανοῶν τοίνυν ταῦτα, οὐ φρίττεις καὶ δέδοικας ὡς λῃστρικῶς τῇ ἐκκλησίᾳ
ἐπιπηδήσας καὶ παρὰ κανόνα ἅπαντα πράξας πρὸς τούτοις δὲ ἀρχιερεῖς καὶ ἱερεῖς ἀποκηρύκτους
ποιεῖς, αὐτὸς σὺ πρὸ πάντων σεαυτὸν ἀποκηρύξας, μᾶλλον δὲ διαστήσας καὶ ἀπορραγεὶς
τοῦ τιμίου σώματος τῆς ἐκκλησίας. ὅμως τί μοι τὰ πολλὰ λέγειν ἔσθ᾿ ὅτε καὶ ἡμεῖς
λαλήσομεν εἰς ὦτα ἀκουόντων.» ταῦτα ὁ πατριάρχης Νικόλαος παρὰ τοῦ ῥαιφερενδαρίου
ἀκηκοὼς καὶ ὥσπερ τὴν τοῦ ἀνδρὸς ἀρετὴν αἰδούμενος, πρὸς ὀλίγον ἡσύχασεν. εἶτα ἐν
μὲν πρώτοις αὐτοῦ κατορθώμασιν τὸν κατὰ πολὺ ἐν ἀφροσύνῃ διάγοντα βασιλέα μετὰ τῆς
παλλακῆς εὐλόγησε· τὴν δέ γε
[p. 129] νομίμως αὐτῷ συναφθεῖσαν γαμετὴν καὶ μὴ βουλομένην, τὸν ἴδιον αὐτοῦ σακελλάριον
ἀποστείλας, πολλὰ καταβοωμένην τὴν ἀδικίαν καὶ ἀποδυρομένην σὺν τῇ μητρὶ ἐν τῷ γυναικείῳ
σεμνείῳ Μεσοκαπήλου ἐπονομαζομένῳ καὶ μὴ βουλομένην ἀπέκειρεν. τὰ δὲ κατ᾿ ἐκείνῳ
καιρῷ γεγονότα τίς ἂν ἐκτραγῳδήσοιεν καθαιρέσεις ἐπισκόπων καὶ ἀρχιερέων ἐκδιώξεις,
ἱερέων τε μεταθέσεις καὶ ἡγουμένων, ναὶ μὴν καὶ ἀνασκυλμοὺς νεκρῶν σωμάτων· ἅτινα
διὰ τὸ δύσφημον ἐατέον, ὁπότ᾿ ἂν μηδὲ παρ᾿ ἑτεροδόξων ταῦτα γενέσθαι ἠκουτίσθημεν.
ὁ δέ γε πατὴρ ἡμῶν Εὐθύμιος οὐ τῆς ἐκκλησίας μόνον ἀλλὰ καὶ τῆς πόλεως μετὰ πολλῶν
θλίψεων ἀπελαθεὶς καὶ τὴν τῆς ἀρχιερωσύνης τιμὴν ἐπὶ τὸ ταπεινὸν καὶ φιλόσοφον ἀμειψάμενος,
βίον πάλιν τὸν ἀτάραχον ἀληθῶς καὶ ἡσύχιον ἀναλαβὼν καὶ παντοίοις ἀσκήσεως τρόποις
τελειούμενος ἐν τῇ παρ᾿ αὐτοῦ κατασκευασθείσῃ τοῦ Ἀγαθοῦ μονῇ διετέλει, οὐδὲν ἄλλο
ἀεὶ ἀποφθεγγόμενος ἤ· «τὸ θέλημα τοῦ κυρίου γενέσθω» καὶ «εἴη τὸ ὄνομα κυρίου εὐλογημένον.»
καὶ ὁ μὲν δίκαιος τόνδε τὸν τρόπον πειρασθείς, νηστείαις καὶ προσευχαῖς εὐχαριστῶν
προσεκαρτέρει. ἄξιον δὲ μηδὲ τὰ μετὰ ταῦτα γεγονότα καταλιπεῖν, ὀπτέον δὲ καὶ τούτους
τοὺς ἀδικήσαντας, ὁποῖα τούτοις ἀπηντήκει καὶ ἐν ποίῳ βαράθρῳ ἀπωλείας κατήντησαν.
Ἀλέξανδρος τοίνυν ὁ βασιλεὺς τοῦ ἀφροδισίου αὐτοῦ ἔρωτος κωλυθείς, καὶ ἀνενεργήτου
ἐπὶ τούτῳ μένοντος, γόησι προσομιλήσας καὶ παρ᾿ αὐτῶν εἰς ἀθέσμους πράξεις προβιβασθείς,
τοῖς ἐν τῷ ἱπποδρομίῳ ζωδιακοῖς χαλκουργήμασιν ἐσθήταις ἀμφιάσας καὶ θυμιάσας καὶ
πολυκανδήλοις φωταγωγήσας, ἐν αὐτῷ τῷ τοῦ ἱπποδρομίου καθίσματι, ὡς ἄλλος τις Ἡρώδης,
ἀοράτως πληγείς, βασταζόμενος ἐν τοῖς βασιλείοις εἰσήχθη, μεγάλως καὶ ἀφορήτως ὀδυνώμενος.
[p. 131]
21. ὡς δὲ τοῦτον ὁ πατριάρχης ἑώρα τῷ θανάτῳ προσεγγίζοντα, γράφει Κωνσταντίνῳ τῷ
τοῦ Δουκὸς Ἀνδρονίκου υἱῷ ἐν σπουδῇ τὴν πόλιν καταλαβεῖν, πρὶν ἂν τῆς βασιλείας
ἕτερος δράξοιτο. τῇ ἐπαύριον δὲ παρὰ τοῦ βασιλεύοντος προσκληθείς, ἤδη τὰ τελευταῖα
πνέοντος, τὴν τῆς βασιλείας ἐπιτροπείαν ἀναδέχεται σὺν ἑτέροις δυσὶ μαγίστροις,
Στεφάνῳ τε καὶ Ἰωάννῃ τῷ κατ᾿ ἐπίκλην Ἐλαδᾷ, σὺν τῷ ῥαίκτωρι Ἰωάννῃ καὶ Εὐθυμίῳ.
τότε καὶ ἡ Ζωὴ εὐθέτου δραξαμένη καιροῦ, ἐν τοῖς βασιλείοις ἀνῄει τὸν ἄνακτα τὸ
τελευταῖον καὶ ἐπιθανάτιον ἐπισκέψασθαι. ἤρξατο οὖν μεταμελεῖσθαι ὁ ἀρχιερεὺς περὶ
ὧν τῷ τοῦ Δουκὸς υἱῷ γεγράφηκεν, διανοεῖσθαί τε πῶς αὐτὸν ἐρχόμενον ἀπολέσει. Ἀλέξανδρος
δὲ τῇ ἐκ τῶν αἰδοίων σηπεδόνι καὶ τελείᾳ ἐκκοπῇ ὀδυνώμενος, ἐν τῷ τρισκαιδεκάτῳ
τῆς βασιλείας αὐτοῦ μηνὶ κακῶς τοῦ ζῆν ἐστέρηται.
μήπω δὲ τῶν αὐτοῦ τρίτων παρεληλυθότων, καὶ ὁ τοῦ Δουκὸς υἱὸς Κωνσταντῖνος παρῆν,
τοῖς πᾶσιν ἐπιδεικνύων τὸ τοῦ πατριάρχου γραμματεῖον. ὃ καὶ ἀκούων ἐκεῖνος, ἐν τοῖς
βασιλείοις ὑπάρχων, διεπρίετο τὴν καρδίαν καὶ τοὺς πάντας παρορμᾶν καὶ διεγείρειν
κατ᾿ αὐτοῦ ἤρξατο, ἐπὶ χεῖρας φέρων καὶ ἐπιδεικνύμενος τοῖς τε ἔνδοθεν καὶ ἔξωθεν
τῷ κομιδῇ νέῳ τούτῳ αὐτοκράτορι καὶ βασιλεῖ· καὶ τούτους ἐπαλείφων οὐκ ἐπαύετο τοῦ
ὑπὲρ αὐτοῦ ἀνταγωνίσασθαι καὶ τὸν ἐπιβήτορα θανατῶσαι. ὃ καὶ κατὰ τὴν αὐτοῦ θέλησιν,
μᾶλλον δὲ πρόσταξιν, ἐγεγόνει· ἀναιρεῖται γὰρ πρότερον ὁ τούτου υἱός, Γρηγορᾶς καλούμενος,
παρὰ τοῦ πατρικίου Γαριδᾶ ἐν τῇ τῆς Χαλκῆς πύλῃ· εἶθ᾿ οὕτως καὐτὸς Κωνσταντῖνος
ὁ τούτου πατὴρ ἔνδοθεν τῆς Χαλκῆς πύλης, τοῦ ἵππου αὐτοῦ ἐν ταῖς ἐκεῖσε ἀναβάθραις
ὀλισθήσαντος, παρὰ τῶν ἐκ τῆς ἑταιρείας τὴν κεφαλὴν ἀποτέμνεται, πολλὰ κατὰ τοῦ
πατριαρχοῦντος ἐπιβοώμενος. ἐῶ τοίνυν λέγειν τοὺς διαφόρους τῶν λοιπῶν ἀλληνάλλως
θανάτους, τυμπανισμούς τε καὶ λογχεύσεις, φουρκισμούς τε κατὰ παντὸς τόπου, βολίδων
τῶν ἐκ τόξων ἀθρόους ἀπαλλαγάς. καὶ τί μοι τὰ πολλὰ λέγειν ὀκτακόσιοι γὰρ ταύτῃ
τῇ ἡμέρᾳ ἐν τῷ τοιούτῳ παραπτώματι ἐτελεύτησαν, ὡς οἱ τούτους
[p. 133] ἐνταφιάσαντες καὶ ἀκριβῶς ἐπιστάμενοι ἐξεῖπον. ταῦτα τοῦ ἀνεπιλήπτου ἀρχιερέως
τὰ κατορθώματα.
ἐκ τούτων οὖν τῶν θορύβων ἀμεριμνήσας ὁ ἱεράρχης, κατὰ Ζωῆς τῆς τοῦ νέου αὐτοκράτορος
μητρὸς καθοπλίζεται· καὶ ταύτην τῶν βασιλειῶν κατεάξας, ἅπαντας τούς τε τῆς συγκλήτου
βουλῆς καὶ τοὺς ἀρχιερεῖς χειρογραφῆσαι πεποίηκεν τοῦ μὴ ἀπὸ τοῦ νῦν καταδέξασθαι
ταύτην, μήτε βασίλισσαν ἔχειν, μήτε ἐν τοῖς βασιλείοις ἀνιέναι ἢ παρά τινος ὡς βασίλισσαν
εὐφημισθῆναι. μήπω δὲ τετραμηνιαίου παρελθόντος, ἀφ᾿ ἑαυτοῦ ταύτην αὐτὸς πάλιν ἀνήγαγεν·
καὶ ἐν τοῖς βασιλείοις ἀποκείρας, Ἄνναν μετωνόμασε καὶ πνευματικὴν θυγατέρα ἐκάλει·
ἥτις τὴν τοῦ σχήματος ἐναλλαγήν παρὰ θέλησιν αὐτῆς θεασαμένη, ἀσθένειαν προφασισαμένη,
κρέα εἰς φαγὴν ἐπεζήτει. ὃ καὶ ἐπέτρεψεν αὐτῇ δοθῆναι ὁ ἱεράρχης ἐν αὐτῇ τῇ τῆς
ἀποκάρσεως ἡμέρᾳ.
ἀπεχθῶς δὲ πρὸς τὸν πνευματικὸν αὐτῆς πατέρα φερομένη, ἐζήτει εὐκαιρίαν οὐ μόνον
τῶν βασιλειῶν καταγαγεῖν ἀλλὰ καὶ τῆς πόλεως αὐτὸν ἐξαγαγεῖν. καὶ γὰρ διὰ χειλέων
αὐτοῦ ἡ πᾶσα τῶν βασιλειῶν διευθετεῖτο κυβέρνησις. καὶ διὰ τοῦτο μισητὸς τοῖς πᾶσι
καθέστηκεν, οὐ παρὰ τῶν ξένων μόνον ἀλλὰ καὶ παρ᾿ αὐτῶν τῶν οἰκείων νομιζομένων.
συσκευὴν δὲ κατ᾿ αὐτοῦ ποιήσασα, πεντήκοντα τὸν ἀριθμὸν ἄνδρας τὰ ξίφη προτείναντας
καὶ τῇδε κἀκεῖσε περιθέοντας φοβεροὺς τῷ εἴδει καὶ τοῖς ἄρμασιν ἐν τῷ τοῦ ἱεράρχου
κοιτῶνι ἀποστείλασα, εἰσιέναι καὶ ἐκφοβῆσαι τοῦτον προσέταξεν. κἀκεῖνος τὸ ἀθρόον
τῆς θεωρίας καταπλαγείς, παρευθὺ ἀνίσταται· καὶ διὰ τῶν ἄνωθεν διελεύσεων σπουδαίως
διελθών, τῇ ἐκκλησίᾳ προσφεύγει, ἣν πρὸ ὀκτὼ μηνῶν οὐκ ἐθεάσατο· καὶ ἐν τῷ ἱερῷ
τοῦ βήματος κύκλῳ προσμένει πρόσφυξ ἐπὶ ἡμέρας εἰκοσιδύο, πολλὰ καθικετεύων καθ᾿
ἑκάστην καὶ προσδεόμενος τὴν αὐτοῦ πνευματικὴν θυγατέρα λύσιν τῆς προσφύξεως εὑρεῖν.
ἥτις οὐκ ἐπένευσεν τῇ αὐτοῦ αἰτήσει, δεδιῶσα τὴν τούτου σκαιότητα. τότε τὸν μακαρίτην
δηλοῖ Εὐθύμιον ὡς· «ἡ βασιλεία ἡμῶν [p. 135] μετὰ τῆς συγκλήτου βουλῆς καὶ ἡ πᾶσα
ἐκκλησία δηλοποιεῖ σοι δι᾿ ἐμοῦ τοῦ πάλιν ἀνελθεῖν εἰς τὸν θρόνον σου. τοίνυν τὰ
ἔκπαλαι παρὰ σοῦ κατ᾿ ἐμοῦ λεγόμενα ἐάσας, σὺν τῷ αὐτοκράτορι υἱῷ κἀμὲ ἐπ᾿ ἐκκλησίας
ἀναγορεύων, εἴσελθε ἀποληψόμενος τὸν θρόνον σου. καὶ γὰρ οὐχ ἱερέα ἡμεῖς ἐγνωρίσαμεν
τὸν ἀρτίως ἱερουργοῦντα, ἀλλὰ παλαμναῖον καὶ λῄσταρχον. μὴ ἀναβάλλῃ, ὦ πάτερ καὶ
κύριέ μου καὶ δέσποτα, τοῦ εἰσιέναι πρὸς τὴν ἐν τῷ Ψαμαθίᾳ μονήν σου, κἀκεῖθέν σε
παραληψόμεθα.» ὁ δὲ δηλοῖ αὐτῇ· «ἐγὼ μὲν τοῖς τοῦ θεοῦ ἀνεξιχνιάστοις κρίμασι τὴν
ἐκ πολλοῦ ἐπιθυμουμένην μοι ὁδὸν εὗρον, καὶ οὐκ ἐνδέχεται ταύτην καταλεῖψαί με καὶ
πρὸς ἑτέραν μεταβῆναι, ἀλλ᾿ εὔχομαι τῷ θεῷ μου ἐν ταύτῃ τὸ πέρας τοῦ βίου δέξασθαι.
σὺ δὲ μὴ τοσοῦτον σπουδῆς ἔχε τοῦ ἀναγορευθῆναί σου τὸ ὄνομα ἐν τῷ φθαρτῷ τούτῳ
καὶ ἐπικήρῳ κόσμῳ, ἀλλὰ μᾶλλον ἐν τῷ ἀϊδίῳ καὶ ἀπεράντῳ καὶ ἀτελευτήτῳ αἰῶνι· ὡς
γὰρ καὐτὴ ἐπίστασαι τὰ τῶν ὧδε ἅπαντα σκιά εἰσιν καὶ ἐνύπνια πρὸς ὀλίγον φαινόμενα
καὶ ταχέως καταλυόμενα. ὥστε ἕνεκεν ἐμοῦ μή τις φροντὶς ἢ μέλησις ἔστω σοι, μήτε
μὴν τὸν ἀρχιεραρχοῦντα πλήσσουσα κακολόγει. καὶ τοῦτο δὲ παρακαλῶν, δέομαι καὶ ἀντιβολῶ
τοῦ μηκέτι ἕνεκεν τοιαύτης ὑποθέσεως παρενοχλῆσαί μοι.» τούτων οὕτως λεγομένων καὶ
δηλουμένων, παρευθὺ ἐν τῇ τοῦ Ἀγαθοῦ μονῇ βοτρυδὸν καὶ ἀγεληδὸν οἱ παρὰ Νικολάου
τῆς ἐκκλησίας ἐκδιωχθέντες ἐπίσκοποί τε καὶ ἱερεῖς παρῆσαν, χαρμόσυνα, ὡς ἐδόκουν,
εὐαγγέλια τῷ ἁγίῳ πατρὶ κομίζοντες. πρὸς οὓς ἐκεῖνος ἀντέλεγε καὶ πληροφορῶν ἐβεβαίου
ὡς τοῦτο γενέσθαι ἀδύνατον· «καὶ γὰρ εἰ ὑπείξω ὑμῖν αἰτοῦσι, τάχα ἂν τότε ἐξίσταμαι
θρόνου τοῦ κατὰ πολὺ ἐμοὶ ἐρασμίου, τοῦ τῆς μετανοίας λέγω· ἐπίσταμαι δὲ ὅτι τοῦτό
ἐστιν ὁ ἀγὼν ὑμῶν, τὸ ἐν τῇ ἐκκλησίᾳ ὑμᾶς εἰσδεχθῆναι καὶ τοὺς οἰκείους θρόνους
ἀπολαβεῖν· ἰδοὺ μαρτύρομαι ὑμῖν ἐνώπιον τῶν ἐνταῦθα παρόντων ἀγγέλων τε καὶ ἀνθρώπων,
ὡς παρ᾿ αὐτοῦ τοῦ ἀρχιεραρχοῦντος ἐν τῇ ἐκκλησίᾳ εἰσδεχθήσεσθε καὶ τοὺς οἰκείους
θρόνους ἀπολήψεσθε· μόνον εὐχαρίστως φέρετε· τοῦτο γάρ μοι ταύτῃ τῇ νυκτὶ ἀνήγγειλεν
προσευχομένῳ ὁ κύριός μου καὶ δεσπότης Ἰγνάτιος, ὡς τῷ δεκάτῳ καιρῷ τοῦ ἄρτι τὰ
σκῆπτρα λαμβάνοντος εἰρήνη τελεία καὶ βαθεῖα ἔσται κατάστασις. ὑμεῖς δέ, ταύτης
γενομένης, μιμνήσκεσθέ μου τῆς χθαμαλότητος.» οὕτως προσειπών, ἀπέλυσεν αὐτούς.
[p. 137]
22. ταῦτα δὲ οὐκ ἔλαθε Νικολάῳ τῷ ἀρχιερεῖ. καὶ ἕως μὲν τούτου οὐκ ἐπαύετο διεγείρων
καὶ ἀνασείων καὶ πάντα κάλων κινῶν, τοῦ ἐκ τοῦ Ἀγαθοῦ μεθιστᾶν καὶ ἐν μακρέσι καὶ
δυσβάτοις τόποις ὑπερορίζειν τὸν πάτερα μηχανώμενος, ἔκτοτε δέ, ὡς ἐντελέστερον
πληροφορηθεὶς τὴν ἀναβολήν, συνεχέστερον πρὸς αὐτὸν ἀποστέλλων, τὰ πρὸς εἰρήνην
ἠρώτα καὶ εἴ τι ἂν ἐθέλοι δηλοποιεῖν αὐτῷ προετρέπετο. πληρουμένων τοίνυν τῶν εἴκοσι
καὶ δύο ἡμερῶν τῆς τοῦ δεσπότου προσφύξεως, κατῆλθόν τινες τῶν ἐκ τοῦ κοιτῶνος,
λόγον μὲν ἀπαθείας ἐπιφέροντες τῷ ἀρχιερεῖ παρὰ Ζωῆς, τῆς ποτε Ἄννης, χειρόγραφον
δὲ ἀπαιτοῦντες τοῦ ἐπ᾿ ἐκκλησίας ἀναγορεύεσθαι σὺν τῷ υἱῷ καὶ βασιλεῖ καὶ αὐγούσταν
ταύτην ἐπευφημίζεσθαι καὶ τοῦ μηκέτι ἄνευ προσκλήσεως τοῦτον ἐν τοῖς βασιλείοις
ἀνιέναι. ταῦτα πάντα οἰκειογράφως ἀσφαλισάμενος ὁ ἱεράρχης, οὕτως ὑπεξῄει τοῦ ἱεροῦ
προσφυγίου.
οὐ πολὺ τὸ ἐν μέσῳ καὶ πρὸς τὴν τοῦ Ἀγαθοῦ μονὴν ἀνῄει τὸν ἐκεῖσε περιωρισμένον
αὐτοψὶ καταλλαγῆναι καὶ ἐπισκέψασθαι· καὶ τὰ μὲν ἐπὶ τοῖς συμβᾶσι προσαπελογεῖτο,
ἔστι δ᾿ ὅτε καὶ ἀντέτεινεν. οὕτως τὰ πρὸς βαθεῖαν εἰρήνην λαλήσας, κατασπασάμενός
τε αὐτὸν καὶ συνταξάμενος κατῄει. ἔκτοτε πολλάκις ἀνῄει καὶ τοῦ δηλοποιεῖν αὐτῷ
εἴ τι ἂν ἐθέλοι τὸν πατέρα κατηνάγκαζεν. ἐν μιᾷ οὖν λόγον συνειρόντων ἀμφοτέρων,
ὁ μακαρίτης πρὸς αὐτὸν ἀντέφησεν Εὐθύμιος· «ἐγὼ μέν, ὦ δέσποτα, ἐναντίως πρὸς σὲ
εὑρεθῆναι πώποτε οὔτε βουλῆς ἔσχον οὔτε θελήσεως. ὡς δὲ συνέβη γενέσθαι τὰ πρὸς
ἡμᾶς, ὅτ᾿ ἂν κατὰ νοῦν λάβω, ἐκπλήττομαι καὶ νοῦν καὶ διάνοιαν καὶ θάμβους πεπλήρωμαι.
σὺ δὲ πάλιν, εἰ βουληθῇς ἀνιστορῆσαι ἡμερῶν τῶν πρώην, πολλάκις καὶ τὰ ὑπὲρ φίλων
εὗρες, ὡς ἐμοί γε δοκεῖ, συναγωνιζόμενόν σε καὶ τὰ ὑπὲρ σοῦ τοὺς κατὰ σοῦ τι λέγοντας
ἀντιμαχόμενον, ὁπότ᾿ ἂν γὰρ τὸν Σαμωνᾶν κατὰ σοῦ αἰσχίστας ὕβρεις λέγοντα σφοδρῶς
ἐκώλυσα δι᾿ ἐπιτιμήσεως, καὐτὸς ἐπίστασαι. ὁπότ᾿ ἂν δέ σοι καὶ τὴν τῆς τῷ βασιλεῖ
ἐπενεχθείσης πληγῆς ἐν
[p. 139] τῷ τοῦ ἱερομάρτυρος Μωκίου τεμένει ἐνοχὴν περιῆπτον, ὅτε καὶ ἐν τῇ τοῦ
Ψαμαθία μονῇ μου παρῆς, μεσίτην με προβαλλόμενος, ἐπίστασαι. ὃ καὶ πεποίηκα ἐν τοῖς
βασιλείοις ἀνιών, πολλὰ παραινέσας καὶ πείσας τὸν πολλά σε στέργοντα καὶ ποθοῦντα
βασιλέα τοῦ μήτε ὅλως παραδέξασθαι ἤ τινος ἀκοῦσαι ἐπὶ τοιούτοις τὸ σὸν ὄνομα· ἐῶ
γὰρ λέγειν ἀρεσκείας καὶ θελήσεις σου ἰδίας τε καὶ τῆς ἐκκλησίας, ἅσπερ καὐτὸς ὁ
δεσπότης μου καὶ πάντες οἱ κατά σε ἐπίστανται.» ὁ δὲ πρὸς αὐτόν· «πάντων τούτων
τῶν καλῶν οὐκ ἀγνώμων ἐγώ. ἀλλ᾿ εἰς τὸ τέλος, ὦ πάτερ, διέφθειρας καὶ τὸ χεῖρον
πάντων ἐπ᾿ ἐμοὶ ἔπραξας.» «ποῖον τοῦτο» ἔφη. «τὸ κατεάξαι με τοῦ θρόνου καὶ ἐν αὐτῷ
ἐπιπηδῆσαί σε.» τότε πρὸς αὐτὸν ἐκεῖνος εἰς ἐπήκοον πάντων λέγει· «κύριε ὁ θεός
μου, εἰ ἐποίησα τοῦτο, εἰ τοῦ θρόνου τοῦτον κατεάξαι ποτὲ προτεθύμημαι, εἰ περὶ
τούτου ἐστὶν ἀδικία ἐν χερσί μου, ἀποπέσοιμι κενὸς ἐκ τῆς ἀδιαδόχου βασιλείας σου.
ὅμως καὶ τοῖς πᾶσι κατάδηλόν ἐστιν, ὡς ἐγὼ οὐ προαιρέσει ἀλλὰ βίᾳ καὶ παρακλήσει
τοῦ τε κρατοῦντος καὶ πάσης τῆς συγκλήτου βουλῆς, ναὶ μὴν καὶ αὐτῶν τῶν σῶν ἀρχιερέων
προτροπῇ, οἰκονομίᾳ τε καὶ τῶν πατριαρχικῶν τοποτηρητῶν τοῦτο κατεδεξάμην. οἵτινες
καὶ σὲ τοῦτο ποιεῖν ἔπεισαν ἄν, εἰ μὴ παραιτήσεσι τρισὶ σαὐτὸν τῆς ἐκκλησίας ἠκύρωσας,
ἥτις ἔρημος καταλειφθεῖσα ἐκυμαίνετο ταραττομένη. παρὰ πάντων δὲ τὸ ταύτης κρῖμα
ἔχειν με ἐπιβοωμένων, οὐ μὴν λαϊκῶν, ἀλλὰ καὶ αὐτῆς τῆς συνόδου, τοῖς πᾶσιν ὑπείξας,
μήτε τὴν οἰκονομίαν τῶν πατριαρχικῶν θρόνων ἀκυροῦντός μου, μήτε τῇ ἐκκλησίᾳ κίνδυνον
ἐπιφέροντος, τὸ τῆς ἀρχιερωσύνης κατεδεξάμην φορτίον. δι᾿ οὗ καὶ οἱ ἐκ φθόνου πλεῖστοι
πειρασμοὶ ἔκτοτε ἐπῆλθόν μοι. καὶ χάρις τῷ ἁγίῳ θεῷ τῷ οὕτως τὰ κατ᾿ ἐμὲ οἰκονομήσαντι.»
«ἀλλ᾿ ἡ μοιχοζευξία» πάλιν ἐκεῖνος ἔφη «παρὰ κανόνα ἐστίν.» ὁ δὲ πρὸς αὐτόν· «κἄν
τε καλῶς τοῦτο ἀπέβη κἄν τε κακῶς, ἐπὶ τῶν σῶν ἡμερῶν γέγονεν. ἐξ οὗ καὶ τὸν τούτοις
τὴν εὐλόγησιν ἀνευλόγως παρασχόντα ἱερέα ἐφευρών, ἀλύτῳ δεσμῷ περιέβαλον ὡς τολμητίαν,
ὡς ἄνευ συνοδικῆς ψήφου πράξαντα· ὃν σύ, ὁ ἅγιος δεσπότης, τοῦ δεσμοῦ λύσας, ἱερουργεῖν
προσέταξας. τί δὲ παράνομον
[p. 141] εἴργασμαι, βασιλεῖ προσκλαίοντι καὶ μετανοοῦντι, ἐπιτιμωμένῳ τε καὶ στέργοντι
ἔνδον τῆς ἐκκλησίας μέχρι τῶν ἱερῶν κιγκλίδων προσδεχόμενος, καὶ τότε πατριαρχῶν
τοῦτο οἰκονομούντων καὶ πάσης τῆς ἱερᾶς συνόδου» ὁ δέ· «οὐ σύνοδος ἐγεγόνει» φησίν
«ἐπὶ δικαίῳ, ἀλλ᾿ ἐπὶ ἀθετήσει δικαίου.» τότε πρὸς αὐτὸν ὁ πατήρ· «ἡ παρὰ σοῦ δὲ
γενομένη ἐπὶ τῆς Μαγναύρας σύνοδος ἐπὶ τῷ ἀνευθύνῳ ἡμῶν θανάτῳ κρείττονας πατέρας
ἔσχεν» ὁ δέ «ὦ πάτερ,» ἔφη «ἡ τῶν ῥημάτων σου ἔμφασις χόλον καθ᾿ ἡμῶν δηλοῖ.» ὁ
δέ· «μὴ γένοιτο·» εἶπε «ἀλλ᾿ ἐν οἷς λέγεις ἄκουε· καὶ μὴ οὕτως σεαυτὸν πάντη ἀνεύθυνον
ποιῶν, ἡμᾶς καταδικάζῃς· ἄνθρωποι γὰρ πάντες καὶ τὸ πταιστὸν ὑποκείμενοι.» ὁ δὲ
ἐπὶ τούτῳ ἡσύχασεν, μηδὲν περαιτέρω προσειπών. ὁμοτράπεζοί τε καὶ ὁμοέσθιοι γενόμενοι,
τὰ πρὸς εἰρήνην τέλεον συνταξάμενοι, ἀνεχώρουν.
ἔκτοτε καθ᾿ ἑκάστην πρὸς τὴν τοῦ Ἀγαθοῦ μονὴν οἱ ἀπὸ τοῦ πατριαρχείου ἀποστελλόμενοι
ἐπὶ συχνῷ ἀνῄεσαν καὶ κατῄεσαν. καὶ τοσοῦτον ἐπ᾿ αὐτῷ τῷ μακαρίτῃ Εὐθυμίῳ ἠγαθύνθη
ὁ πατριάρχης Νικόλαος, ὥστε, εἰ μή τινες τῶν μητροπολιτῶν τούτου τὸ διαβούλιον ἐκώλυσαν,
τάχα ἂν ἐν τῇ τοῦ Ψαμαθία μονῇ τοῦτον εἰσιέναι παρώρμησεν. ἔλεγον δὲ αὐτῷ· «εἰ ἐν
τῇ πόλει τοῦτον εἰσιέναι ποιήσεις, πληροφορηθήσονται ἅπαντες ὡς ἀδίκως καὶ παραλόγως
τὰ δεινὰ πέπονθεν· ὁπότ᾿ ἂν καὶ ἔξω ταύτης τούτου καθεζομένου, παρὰ πάντων ᾄδεται
τοῦτο καὶ φημίζεται. ἀλλ᾿ οὐδὲ μετὰ πότμον εἰσιέναι τοῦτον δίκαιόν ἐστιν, ὡς καθ᾿
ἡμῶν πάντα καὶ παρὰ κανόνας πράξαντα.» ταῦτα ἀκούσας ἐκεῖνος καὶ τὸ ἐφετὸν ἐκείνοις
ἐκπληρῶν, ἐν τῇ ὑπερορίᾳ τοῦτον ἐπὶ χρόνοις πέντε πρὸς μησὶ τρισὶν εἴασεν.
ἰούλιος παρῆν μήν, καὶ ὁ πατριάρχης Νικόλαος ἐν τῇ μονῇ τῇ τοῦ μεγαλομάρτυρος Παντελεήμονος
τῇ ἐν τῷ Στενῷ οὔσῃ ἐξῄει. ὁ δὲ πατὴρ ἡμῶν Εὐθύμιος δηλοῖ αὐτῷ μετὰ τὸ τὴν ἑορτὴν
ἐκπερᾶναι πρὸς αὐτὸν παραγενέσθαι καὶ τὸ τελευταῖον συντάξασθαι. ὁ δὲ μὴ ἀναβαλλόμενος,
τῇ ἐπαύριον πρὸς αὐτὸν ἥκει. εὑρὼν δὲ τοῦτον νοσηλευόμενον καὶ μηδὲ φθέγγεσθαι δυνάμενον,
ἤρξατο λέγειν· «εἰπέ, ὦ πάτερ, ἐκ τῶν συμβεβηκότων τι, εἰπέ.» τοῦτο δὲ ἐποίει, θέλων
αὐτὸν ἐρεθίσαι τοῦ [p. 143] λέγειν. ἐκεῖνος δὲ ἔφη· «οὐ διὰ ταραχὴν ἢ φιλονεικίαν
ἐσκύλαμεν τὴν ἁγιωσύνην σου, δέσποτα, ἀλλὰ προσβλέψαι καὶ λαλῆσαι σὺν σοὶ τὰ πρὸς
εἰρήνην καὶ ὠφέλειαν.» ὁ δέ· «πάντα τὰ παρὰ σοῦ λεγόμενα ὡς τίμια δέχομαι· λέγε
μοι ὅπερ ἂν βούλῃ.» ὁ δὲ πρὸς αὐτόν· «σὺ μέν, ὦ δέσποτα, λέγεις εἶναί με ἀνάξιον
καὶ καλῶς λέγεις· εἰμὶ γάρ. τοῦτο δὲ οὐ κατανοεῖς, ὡς ἀμφότεροι εὑρεθησόμεθα ἐνώπιον
τοῦ βήματος τοῦ Χριστοῦ, κἀκεῖνος τὸν ἄξιον καὶ ἀνάξιον ἐπιγνώσεται ὁ μόνος ἀπροσωπόληπτος
δικαστής.» τούτων οὕτως παρ᾿ αὐτοῦ λεχθέντων, ὥσπερ τῆς κλίνης ἀνιστᾶν ἐπειρᾶτο
καὶ συγκεκυφώς, τὴν συγχώρησιν ἐπεζήτει. «ἰδοὺ γὰρ πορεύομαι,» ἔλεγεν «ὦ δέσποτα,
τὴν ὁδὸν τῶν πατέρων μου· ἀπαίρω γὰρ εἰς κόσμον ἕτερον καὶ βασιλέα ἀπαραλόγιστον.»
τότε ἀναστάς, ῥίπτει ἑαυτὸν ἐπ᾿ ἐδάφους ὁ πατριάρχης Νικόλαος, λέγων· «σὺ μᾶλλον
ἐμοὶ συγχώρησον τῷ πολλά σοι ἐνδειξαμένῳ ἐξ ὑποβολῆς χαιρεκάκων δεινά.» καὶ ἦν ἰδεῖν
ἐπὶ πολλαῖς ὥραις τὴν συγχώρησιν ἀλλήλοις ἀπαιτούντων. ἦν δὲ παρὰ πάντων τῶν ἐκεῖσε
εὑρεθέντων θάμβους καὶ ἐκπλήξεως τὸ γινόμενον, ὡς πάντας τὸν θεὸν ἀνυμνεῖν τὸν οὕτως
τῇ ἀρρήτῳ αὐτοῦ εὐσπλαγχνίᾳ τὰ κατ᾿ αὐτοὺς οἰκονομήσαντα. τέλος μετὰ τὸ τὴν συγχώρησιν
ἀλλήλοις ἀπονεῖμαι καὶ συνδακρῦσαι, τὸν τελευταῖον ἀσπασμὸν ποιήσαντες, δακρυρροοῦντες
διέστησαν.
23. ἡ τοῦ μηνὸς αὐγούστου δευτεραία παρῆν ἐν ᾗ ἡ μνήμη τελεῖται Στεφάνου τοῦ πρωτομάρτυρος·
καὶ ἐν τῇ τοῦ Ψαμαθία μονῇ ἀποστείλας, ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν τοὺς μοναχοὺς ἅπαντας
ἐν τῇ τοῦ Ἀγαθοῦ προσκαλεῖται μονῇ· ὁμοίως δὲ καὶ τοὺς ἐκεῖσε ὄντας πρὸς ἑαυτὸν
ἀγαγών, περὶ τῆς τῶν ἀμφοτέρων μοναστηρίων καταστάσεως ἔλεξεν, ὡς εἶναι μὲν ἐν τῷ
Ψαμαθίᾳ ἀφιερωμένοις τῷ θεῷ τῇ ἐκκλησίᾳ τε προσκαρτεροῦντας εἰκοσιτέσσαρας τῶν ἀδελφῶν,
«οὓς δὲ ἐγὼ προεχειρισάμην, ἡγεῖσθαι τούτων παρακελεύομαι μέχρι τριῶν τῶν ἐμοὶ καθυπουργησάντων·
αὐτῶν δὲ παρερχομένων, κοινῇ πάντων ψήφῳ τῶν ἀδελφῶν ποιμένα
[p. 145] προστήσονται, ὃν ἂν ὁ θεὸς εὐδοκήσῃ καὶ θελήσεως ἔχωσιν. ὡσαύτως καὶ ἐν
τῇ τοῦ Ἀγαθοῦ ταύτῃ μονῇ διορίζομαι δώδεκα εἶναι τῷ θεῷ ἀφιερωμένους τῶν ἀδελφῶν
τῇ ἐκκλησίᾳ προσκαρτεροῦντας καὶ μέχρι τριῶν, οἷς ἡ ταπείνωσίς μου ὑπέδειξεν, τὴν
τῆς ἡγουμενείας διέπειν ἀρχήν. εἶθ᾿ οὕτως τούτων παρερχομένων, οἰκονόμον προστήσεσθε
ἐκ τῶν ἐν τῷ Ψαμαθίᾳ ὄντων ἀδελφῶν ὑμῶν, δηλονότι ποιμαινομένων ἀμφοτέρων ἐν τῷ
αὐτῷ τύπῳ καὶ κανόνι παρὰ τοῦ τὴν ἀρχὴν τῆς ἡγουμενείας τῆς ἐν τῷ Ψαμαθίᾳ μονῆς
θεοῦ προνοίᾳ πεπιστευμένου, καθὼς καὶ ἡ οἰκειόγραφος ἐμοῦ αὐτοῦ ἕνωσις ταῦτα λεπτομερῶς
διαγορεύει. τέκνα, τὴν παράδοσιν, ἣν ἐξ ἐμοῦ παρειλήφατε, μετὰ φιλαδελφίας καὶ ὁμονοίας
φυλάξατε· καὶ ὅση ὑμῖν ἰσχύς ἐστιν, ἐκλιπαροῦντες τὸ θεῖον μὴ ἀποκάμοιτε. ὑπὲρ τῆς
ἐμῆς ἐλαχιστότητος τοίνυν εὔχεσθε, ὅπως τῆς λίαν ποθουμένης ἐμοὶ ἐφέσεως ἐπιτυχεῖν.
τούτου γὰρ γινομένου, οὐ παύσομαι τὰ ὑπὲρ ὑμῶν ἀντιβολῶν καὶ ἐξαιτούμενος καὶ ἕνα
ἕκαστον προσδεχόμενος καὶ ἐπαγκαλιζόμενος. τοῦτο δὲ γινώσκετε, ὅτι μετὰ τὴν ἄφιξίν
μου ἐν τοιαύτῃ στενώσει καὶ ταλαιπωρίας ἐνδείᾳ καταντήσετε, ὡς καὶ αὐτῶν τῶν ἱερῶν
σκευῶν ἅψασθαι. ἀποστελεῖ δὲ κύριος ὁ θεὸς βοήθειαν ὑμῖν ἐξ ὕψους καὶ ὑπερασπίσοι
καὶ ἀντιλάβοιτο καὶ τὸ ἐμὸν ὑστέρημα ἀναπληρώσοι. μόνον τὰς ἐντολάς μου τοῦ ἐλαχίστου
μὴ ἀθετήσητε, μήτε μὴν τὰς παρ᾿ ἐμοῦ μετὰ πολλῶν ἀγώνων καὶ ἱδρώτων τυπωθείσας εἰς
ὑμᾶς παραδόσεις καθυστερήσητε.» οὕτως προλέγοντος τοῦ πατρὸς καὶ πάντων δακρυρροούντων,
λειποθυμίᾳ περιπίπτει· καὶ διὰ τοῦτο, αὐτοῦ ἡσυχάσαντος, ἐξῄεσαν.
τῇ ἐπαύριον, ἥτις ἦν τετάρτη τοῦ αὐγούστου μηνός, ἤρξατο ὁ πατὴρ ἡμῶν Εὐθύμιος κοπιᾶν
καὶ ἀσθμαίνειν καὶ ὡς διάστασιν ὑπομένειν δυνάμεως. ὅτε καὐτὸς διαγνοὺς τὰς τελευταίας,
εἰς ἐπήκοον πάντων πρὸς ἑαυτὸν ἐπεφθέγγετο ῥήμασιν· «ἰδού, ταπεινὲ Εὐθύμιε, ὁ καιρὸς
τῆς ἀναλύσεώς σου ἐφέστηκεν καὶ ἡ ἀξίνη τῆς τομῆς σου τοῦ ἀκάρπου δένδρου ἤγγικεν.
τί οὖν ἀναβάλλῃ τί δέδοικας, πρὸς ἀφθαρσίαν προσκαλούμενος, ἀπὸ δουλείας εἰς ἐλευθερίαν
μετερχόμενος ἐκεῖ οὐκ ἔστιν φθόνος, οὐκ ἔρις, οὐ βασκανία, οὐ τῶν λυπούντων καὶ
κακούντων ἐσμός. πρὸς φιλάνθρωπον δεσπότην ἀπαίρεις. μὴ ἀκηδία, μὴ ἀθύμει·
[p. 147] εὔσπλαγχνος γάρ ἐστι, μακρόθυμος, πολυέλεος. εἰ καὶ ἀναξίως τῆς κλήσεως
ἧς ἐκλήθης διέπρεψας, μηδὲν κατωρθωκώς, ἀλλ᾿ ὅμως ἑβδομήκοντα καὶ πέντε ἔτη ἐν τῷ
τῶν μοναχῶν τάγματι ἐξεπλήρωσας· πορεύῃ δὲ τὰ νῦν πρὸς τὸν κύριόν σου καὶ θεὸν καὶ
δεσπότην, ὃν ἐκ βρέφους ἠγάπησας, ᾧ ἐκ νεαρᾶς ἡλικίας ἠκολούθησας. μὴ ἀναβάλλου
τοίνυν μηδὲ δυσχέραινε. ἔξελθε θαρρῶν οὐκ ἐπὶ τοῖς ἔργοις σου, ἀλλ᾿ ἐπὶ τῇ αὐτοῦ
φιλανθρωπίᾳ καὶ χάριτι τῇ τε ἀνεκδιηγήτῳ εὐσπλαγχνίᾳ καὶ ὑπεραπείρῳ ἀγαθότητι.»
καλέσας δὲ Βασίλειον τὸν ἀνεψιὸν αὐτοῦ, ἔφη· «τὰ πρὸς ταφήν μοι ἅπαντα ἑτοίμασον·
τῇ γὰρ αὔριον τῶν ἐνταῦθα ἀπαίρων, πρὸς ἄλλον κόσμον πορεύομαι· οὕτως γὰρ ἐδηλώθη
μοι.» τότε πρὸς αὐτὸν ἐκεῖνος· «ποῦ δὲ κελεύεις κατακεῖσθαι τὸ σῶμά σου ἵνα τάφον
εὐτρεπίσωμεν» ὁ δέ «ἐν τῷ Ψαμαθίᾳ» ἔφη «πρὸς τῷ τῶν Ἀναργύρων ἱερῷ σηκῷ ἐν τῷ ἀπὸ
δεξιᾶς Προδρομικῷ εὐκτηρίῳ, κάτωθεν τοῦ κυρίου μου καὶ δεσπότου Πέτρου τοῦ ὁμολογητοῦ
καὶ ἀρχιερέως Γορδορυνείας.» τότε πρὸς αὐτὸν ἐκεῖνος ἀντεῖπεν· «ὡς ὁ πατριάρχης
δεδήλωκε μὴ στέργειν τοὺς μη<τροπολίτας>*** [ρελιθυα δεσυντ]
**********************************************************