Saint: MICHAEL MALEINOS
Edition: L. Petit, "Vie de saint Michel Maleinos," ROC 7 (1902) 543-594

[p. 549]

βίος καὶ πολιτεία καὶ ἄσκησις τοῦ ὁσίου πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Μαλεΐνου, συγγραφεὶς ὑπὸ Θεοφάνους μοναχοῦ, μαθητοῦ αὐτοῦ.

1. οὐκ ἔργοις χρὴ μόνον θαυμάζειν τὴν ἀρετὴν καὶ λοιποῖς προτερήμασιν ἀλλὰ καὶ λόγοις, ὡς οἷόν τε γεραίρειν καὶ εὐφημεῖν καὶ τῶν ἐν ταύτῃ διαλαμψάντων στηλογραφεῖν τὸ εὐδόκιμον καὶ οὓς ὑπὲρ Χριστοῦ πόνους ὑπήνεγκαν κηρύττειν τε ἅμα καὶ μεγαλύνειν τὰ αὐτῶν κατορθώματα· ταύτῃ γὰρ οὐ μόνον παράκλησις ἔσται καὶ ζῆλος πρὸς τὰ καλὰ τοῖς πολλοῖς ἀλλὰ καὶ πλατυσμὸς τῆς ἀρετῆς καὶ ἐπίδοσις. οἷς γὰρ παρέπεται δόξα καὶ ἔπαινος, τούτοις δηλαδὴ καὶ κατόρθωσις, εἰ καὶ τὴν κτῆσιν ἐπίπονον ἔχουσιν. ἐπεὶ τοίνυν τὸ τὴν ἀρετὴν καὶ τοὺς ταύτης τροφίμους δι᾿ ἐπαίνου ποιεῖσθαι καὶ θαύματος ὅσιον, τὸ δὲ τὰ τούτων καλὰ καὶ τὰ θαύματα σιγῇ καὶ λήθῃ παρορᾶν καλυπτόμενα ἄτοπον πάντη καὶ ἀδικώτατον, τὸν μᾶλλον τῶν καθ᾿ ἡμᾶς γενόμενον ἄριστον καὶ τὸν παντοδαποῖς ἀγῶσι καὶ πόνοις τὸν κοινὸν πολέμιον τροπωσάμενον καὶ τῶν πόνων ἔπαθλον, βασιλείαν τὴν ἄληκτον κληρωσάμενον, προσῆκον ἄρα καὶ δίκαιον οἱονεί τι προτεθῆναι ἀρχέτυπον τοῖς ὅσοι πρὸς ἀρετὴν βαδίζειν ἐθέλουσι καὶ τῶν ἀγαθῶν ἀνδρῶν τὰς πράξεις ἀπομιμεῖσθαι, ὡς ἂν μὴ ἀνέραστα τῷ λανθάνειν τὰ καλὰ γίγνοιντο ἀλλὰ καὶ λίαν ζηλωτὰ καὶ ἐπέραστα.

2. τοιγαροῦν ἀγέσθω κατὰ τὸ μέσον Μιχαὴλ ὁ θαυμάσιος (ὃς
[p. 550] τῆς τελεωτάτης ἀρετῆς ἐργάτης γεγονὼς δοκιμώτατος καὶ τῆς κάτω δόξης τε καὶ λαμπρότητος ἐν μετουσίᾳ καθεστηκὼς καί, οὐδενὶ τῶν ἄλλων τῶν πρωτείων παραχωρῶν τῶν ἀστάτων τε καὶ ῥεόντων, ἀντηλλάξατο τὰ αἰώνια) καὶ παρακαλείτω πάντας πρὸς τὸν ὅμοιον ζῆλον τῆς ἀρετῆς ἀντεγείρεσθαι, ὥσπερ τις φιλότιμος ἑστιάτωρ, πολυτελῆ πανδαισίαν τοὺς οἰκείους ἀγῶνας προθέμενος καὶ τὴν ἐκ τούτων ἀπαντῶσαν εὐλογίαν πρὸς τοῖς στεφάνοις πιστούμενος. οἱ μὲν γὰρ ἐξ οἰκείων ἀποροῦντες πλεονεκτημάτων ἐγκαλλωπίζεσθαι, ἐπὶ τὸν ἔξωθεν νόθον καταφεύγουσι κόσμον, προγόνων ἀρχὰς καὶ πλοῦτον καὶ δυναστείαν ἐπιφημίζοντες, ἅπερ οὐ κόσμον προξενεῖ καὶ λαμπρότητα, ἀλλ᾿ ἀδοξίαν κατηγορεῖ καὶ φαυλότητα· μόνη γὰρ ἀρετὴ γέρας προσῆκόν ἐστι καὶ ἀθάνατον, ᾗ παρεπόμενα πάντα τὰ κατὰ γῆν παρὰ τῶν πολλῶν ὁρᾶται τιμώμενα, δόξα καὶ πλοῦτος καὶ ὑπερηφανία, τὰ χλόης εὐμαράντου παρόμοια· ὧν καταπτύσας, ὁ ὅσιος ὡς διαφερόντως ἐν τούτοις πλεονεκτῶν, ταύτην ὁλοψύχως ἠγάπησε καὶ κατάλληλον τὸ πρὸς αὐτὴν κράτος ἐπανεδήσατο. ἀλλὰ καλὸν ἂν εἴη νόμοις ἐγκωμίων ἑπομένους ἡμᾶς ἄνωθεν τῆς ὑποθέσεως ἄρξασθαι, ὡς ἂν τῷ καταφανεῖ καὶ δήλῳ τῆς διηγήσεως μὴ μόνον ἀκροατὰς ἀλλὰ καὶ ζηλωτὰς τῶν ἔργων παρασκευάζοι τοὺς ἐντυγχάνοντας.

3. πατρὶς τοίνυν τῷ γενναίῳ τούτῳ τῆς εὐσεβείας ἀγωνιστῇ Χαρσιανόν, ἔρυμα μὲν ὑπάρχον ἀνεπιχείρητον καὶ βαρβαρικαῖς ἐφόδοις δυσπρόσιτον, ἀφ᾿ ἑαυτοῦ δὲ τῇ χώρᾳ πάσῃ μεταδεδωκὸς τοῦ ὀνόματος καὶ τὴν παλαιὰν κλῆσιν ἐναποσβέσαι φιλονεικοῦν· τῆς γὰρ Καππαδοκῶν μοίρας καθέστηκεν, ὡς πᾶσι δῆλον καὶ γνώριμον, αὐτόθεν δὲ ἀπὸ τῆς θέσεως τε καὶ κράσεως τοῖς ἐνοικοῦσιν ἐγγινομένην χαρμονὴν καὶ παντὸς ἀπόλαυσιν ἀγαθοῦ παρεμφαῖνον.

πρόγονοι δὲ πλούτῳ καὶ τιμῇ καὶ δόξῃ περίβλεπτοι καὶ τῷ καλλίστῳ πάντων καὶ τιμιωτάτῳ, τῇ εὐσεβείᾳ, τὸ ἐξαίρετον ἔχοντες. τίς γὰρ ἰδὼν οὐκ ἂν ἐθαύμασε καὶ θαυμάσας ἠγάπησε τὸν πρὸς πατρὸς μὲν αὐτῷ πάππον, Εὐστάθιον ἐκεῖνον, τὸν ἐν πατρικίοις μέγα κτησάμενον ὄνομα καὶ ἐν στρατηγίαις περιφανῶς διαπρέψαντα, πρὸς δὲ μητρὸς αὖθις Ἀδράλεστον, τὸν τῇ αὐτῇ μὲν τῶν πατρικίων ἀξίᾳ τετιμημένον, στρατηλάτην δὲ τῆς Ἀνατολῆς ἁπάσης διὰ τὸ τῆς ἀνδρείας καὶ φρονήσεως ὑπερβάλλον γενόμενον ἢ τίς ἠγνόησε τὴν ἐκ βασιλικοῦ αἵματος γεγενημένην μάμμην αὐτῷ τῷ μεγίστῳ γὰρ
[p. 551] βασιλεῖ Ῥωμανῷ διέφερε πρὸς συγγένειαν. τίς δὲ καὶ τοὺς κατὰ σάρκα γεννήτορας οὐ δι᾿ ἐπαίνου καὶ θαύματος ἐποιήσατο, Εὐδόκιμον λέγω τὸν πάνυ καὶ Ἀναστασὼ τὴν πᾶσι κεκοσμημένην, ἐξ ὧν ὁ θαυμάσιος οὗτος δι᾿ εὐχῆς, ὡς ἐν τοῖς ἑξῆς δηλωθήσεται, θαυμαστῶς προελήλυθεν οὐκ εἰς ἕνα δὲ μόνον τὸ τῆς εὐτεκνίας περιεγράφη καλόν, ἀλλ᾿ εἰς πλείονας οἱ τοῦ γένους ἐξετάθησαν ὅρπηκες· καὶ γὰρ ὁ παρ᾿ ἡμῶν εὐφημούμενος καὶ ἀδελφὸν ἔσχε Κωνσταντῖνον τὸν μέγαν, βουλῆς τε συγκλήτου μετέχοντα (ἐν γὰρ τοῖς πατρικίοις καὶ αὐτὸς κατηρίθμητο) καὶ τῆς Καππαδοκῶν χώρας ἐπὶ πλείστοις ἔτεσι στρατηγήσαντα, ὡς ἂν τῶν παρ᾿ ἑαυτοῦ ἀγαθῶν ἡ πατρὶς ἀπολαύουσα ἀπέχειν δοκῇ τὰ τροφεῖα καὶ περισσεύειν ἐν ἅπασιν· ἀοίδιμον δὲ τοῦτον καὶ περιφανῆ γεγονότα καὶ κατ᾿ ἀμφότερα περιδέξιον ὑπερβαλέσθαι πως κατ᾿ ἀρετὴν ἡ ἀδελφὴ ἐσπούδασε, πᾶν εἴ [λεγε· πάνυ] τι κάλλιστον ἐν ἀνθρώποις ἐστὶ καὶ κτησαμένη ῥαδίως καὶ μέχρι τέλους διαφυλάξασα. ταύτῃ συναφθεὶς Βάρδας ὁ εὐτυχέστατος καῖσαρ, Νικηφόρον τε τὸν θεοστεφῆ βασιλέα, τὸν οὐχ ἧττον βαρβάρων ἢ παθῶν ὀλετῆρα, καὶ Λέοντα τὸν μεγαλοπρεπέστατον κουροπαλάτην εὐτυχῶς ἀπεγέννησε. καὶ μακρὸν ἂν εἴη ἀπαριθμεῖσθαι καθ᾿ ἕνα τοὺς κατὰ γένος τούτῳ προσήκοντας· σκοπῶν γὰρ περὶ τούτων ἕκαστος ἀκριβέστερον, εὑρήσει καὶ τὸν θεῖον Εὐδόκιμον, τὸν ἐν ταύτῃ μὲν τῇ βασιλευούσῃ λαμπρῶς εὐφημούμενον, θαύμασι δὲ πολλοῖς τὴν ὑφήλιον καταυγάζοντα, συγγενῆ τοῦ μεγάλου τούτου ὑπάρχοντα.

4. ἀλλ᾿ ὅπως εὐχῆς υἱός ἐστιν ὁ μακάριος (τοῦτο γὰρ ἀποδεῖξαι ἐπηγγέλμεθα), εἰπεῖν ἀναγκαῖον ἡμῖν. οἱ τοῦ πανοσίου τούτου γεννήτορες πλεῖστον χρόνον ἀλλήλοις συνεζηκότες, πάντα σχεδὸν τὸν βίον διήνυον ἄπαιδες· οἳ καὶ πᾶσαν ἱκεσίαν τῷ δεσπότῃ προσάγοντες, τελευταῖον καὶ πρὸς τὸν σεβάσμιον οἶκον τῆς θεομήτορος τὸν ἐν Κουκᾷ (χωρίον δέ ἐστιν οὕτω καλούμενον) πρὸς τῶν οἰκητόρων τιμώμενόν τε καὶ σεβαζόμενον παρεγένοντο, τὰ δεσμὰ λυθῆναι τῆς ἀπαιδίας αἰτούμενοι. κάμπτεται τούτων ταῖς δεήσεσιν ἡ πανάμωμος· καὶ κατ᾿ ὄναρ ἐπιφανεῖσα Μεθοδίῳ τῷ ἱερεῖ (οὗτος γὰρ τηνικαῦτα προσήδρευε τῷ σηκῷ), ἀριδήλως τὸν μέλλοντα τίκτεσθαι παρεδήλωσε, κατέχουσα δῆθεν ἐν τῇ χειρὶ μαφόρια μὲν τέσσαρα, σουδάρια δὲ τρία, καὶ τῇ κατωδύνῳ προστάττουσα δοθῆναι Ἀναστασῷ, προσδιορισαμένη, φησὶν
[p. 552] ὡς ἐκ τῶν τριῶν τούτων σουδαρίων ἓν πάλιν ἀναλαβέσθαι βόυλοιτο. τοῦ δὲ ἱερέως τὰ τῆς ὀπτασίας κομίσαντος, εὐθὺς ἡ ἄπαις Ἀναστασὼ πολύτεκνος ἅμα καὶ καλλίτεκνος ἀπεδείκνυτο. τεχθεὶς δέ, ὁ ἀνδρικῶς κατὰ τῶν παθῶν ἀριστεύσας Μανουὴλ πρὸς τῶν γεγεννηκότων ὠνόμασται. οὗ καὶ εἰς αὔξησιν ἡλικίας ἐλθόντος καὶ τῇ τοῦ σπαθαροκανδιδάτου τιμηθέντος ἀξίᾳ, περὶ γαμικῶν συμφώνων οἱ γονεῖς ἐβουλεύοντο, γυναικὶ συζεῦξαι τὸν ἄσαρκον μικροῦ καὶ ἀναίμονα ἐπειγόμενοι.

5. θεὸς δὲ ἦν ἄρα ὁ ἐκ μήτρας τοῦτον καθαγιάσας, ὁ πάντα τὰ κατ᾿ αὐτὸν συμφερόντως οἰκονομῶν. ἐγένετο γὰρ κατ᾿ οἰκονομίαν τοῦ κτίσαντος τὸν πατέρα αὐτοῦ, ἐν Κωνσταντιπουπόλει παραγενόμενον, ἐπάγεσθαι τοῦτον μεθ᾿ ἑαυτοῦ καί, ἐν τῷ μέλλειν ἀναχωρεῖν οἴκαδε, ἐκεῖσε τοῦτον καταλιπεῖν. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ συνέβη Λέοντα τὸν εὐσεβῆ βασιλέα Ῥωμαίων πρὸς κύριον ἐκδημῆσαι. ὃν ἐκκομιζόμενον ὁ Μανουὴλ κατιδὼν καὶ τοῖς δάκρυσι συγχυθείς, ἔπαθέ τι τὴν ψυχὴν καὶ ὅλος πρὸς κατάνυξιν ἀθρόως μετερρυθμίζετο, λογισάμενος ὅτι· «εἰ καὶ βασιλέων οὕτως ὑπερισχύει ὁ θάνατος, τί μοι τὸ ὄφελος ἐν τῷ κόσμῳ λοιπὸν ἀναστρέφεσθαι» κλαίων οὖν καὶ ὀδυνώμενος, οἴκαδε ἐπορεύετο. καὶ λαβὼν τὸ ψαλτήριον αὐτοῦ ἐπὶ χεῖρας καὶ προσευξάμενος, εἶπε· «κύριε, εἰ ἀρεστόν σοι καθέστηκε τὸν μονήρη βίον ἐπανελέσθαι με καὶ εὐαρεστῆσαί σοι, δεῖξόν μοι ἐμφανές σου τὸ θέλημα.» καὶ ἀνοίξας αὐτό, εὗρε τὴν ἀρχὴν τοῦ δεκάτου ψαλμοῦ· Ϡἐπὶ τῷ κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίονϠ καὶ τὰ ἑξῆς· καὶ πτύξας τὸ βιβλίον καὶ περιχαρὴς γενόμενος, συνέθετο τοῦ μονάσαι.

6. καὶ εὐθὺς πόθον γονέων προφασισάμενος καὶ ἐν Κωνσταντιπουπόλει κατέχεσθαι παρὰ τῶν συγγενῶν μὴ βουλόμενος, ἐξῆλθε τῆς πόλεως, τῇ ἐπιθυμίᾳ τρεφόμενος καὶ φθάσας ἐν τῷ ποταμῷ Γάλλῳ, ὃς πλησίον τοῦ Κυμιναίου ὄρους διέρχεται, καὶ ἐν τῇ τοῦ Μονοκαμάρου γεφύρᾳ γενόμενος, τὸν μὲν συνεπόμενον αὐτῷ πρὸς ὑπηρεσίαν λαὸν προπορεύεσθαι διωρίσατο καὶ πρὸς τὸν ἑαυτοῦ πατέρα ἐξέπεμψε, κατ᾿ ἴχνος αὐτοῖς ἐπακολουθεῖν προσειπών· ὀλίγους δέ τινας μεθ᾿ ἑαυτοῦ ἔχων, τὴν κώμην Κερσίνης κατέλαβε πρὸς αὐτοὺς ἤδη κειμένην τοῦ ὄρους τοὺς πρόποδας. καὶ τῶν συνόντων αὐτῷ εἰς τὴν τοῦ ἀρίστου ἑτοιμασίαν ἀσχολουμένων, αὐτὸς ἕνα τῶν τῆς κώμης κατ᾿ ἰδίαν ἀπολαβών,
[p. 553] ἠρώτα εἰ πλησίον ἐκεῖσε μοναχός τις οἰκεῖ. τοῦ δὲ φήσαντος ὡς καὶ μέγας ἅγιος γέρων πλησίον οἰκεῖ, ὀνόματι μὲν Ἰωάννης, Ἐλατίτης δὲ τὸ ἐπίκλην προσαγορευόμενος, ὑφ᾿ οὗ καὶ πολλοὶ νουθετούμενοι σῴζονται, ἀκούσας καὶ ὥσπερ ὑφ᾿ ἡδονῆς πρὸς ὕψος μετεωρότερον ἐπαρθείς, εὐχῆς χάριν πρὸς τὸν γέροντα ἀνελήλυθεν· ὃν καὶ θεασάμενος καὶ δάκρυσι τοὺς πόδας αὐτοῦ καταβρέξας, εἰς μεγίστην ἔκπληξιν ἤγαγε· τὸν γὰρ τοῦ σώματος καλλωπισμὸν ὁ γέρων ὁρῶν καὶ τὸ νεάζον τῆς ἡλικίας κατανοῶν, ἐπυνθάνετο· «τίς εἶ καὶ πόθεν» φησί «παραγέγονας καὶ τίς σου ἡ θλίψις, ὅτι σε οὕτως συνεχόμενον τοῖς δάκρυσι καθορῶ» τοῦ δὲ μὴ ἄλλην τινὰ θλίψιν ἔχειν ἀποκριθέντος ἢ τὴν περὶ τοῦ πῶς σωθῆναι δυνήσεται μέριμναν, πάλιν ὁ γέρων φησί· «καὶ μὴ δοῦλος ὑπάρχεις τινός καὶ τί τῶν ἀδοκήτων παθών, οὕτω τοῖς δάκρυσι συνέχῃ καὶ ἀδημονεῖς πόθεν δέ σοι καὶ ὁ ἱματισμὸς οὗτος καὶ ὁ συνεπόμενος ἄνθρωπος» ὁ δὲ πάλιν ἀντέφησε, δοῦλον μὲν οὐκ ἄλλου τινὸς εἶναι λέγων ἑαυτὸν ἢ θεοῦ, υἱὸν δὲ ἀνθρώπου ἐν αὐταρκείᾳ βιοῦντος· «ὁ δὲ ἱματισμὸς περιῆλθέ μοι ἐξ ἀνδρὸς πρὸ βραχέως τὸν βίον μετηλλαχότος, ᾧ ἐγὼ ὑπηρέτησα· οὗτος δὲ ὁ συνακολυθῶν μοι ὡς ἐκ μακρᾶς ὁδοῦ συνοδεύσας, συνανῆλθέ μοι καὶ μέχρι τῶν ὧδε. ᾧ καὶ ὑπεσχόμην, εἰ τύχοιμι τῆς ἐφέσεως, τὸν ἵππον τουτονὶ παρασχεῖν.» ταῦτα εἰπὼν καὶ ὡς ἐπιθυμίαν ἀκατάσχετον ἔχει πρὸς τὸ μονάζειν, ἔπεισε διὰ πάντων· καὶ λαβὼν τὸν συνανελθόντα αὐτῷ ἄνδρα, πρῶτον τοῦ πατρὸς αὐτοῦ ἄνθρωπον χρηματίζοντα, ἐξελιπάρει καὶ καθικέτευε λαβόντα τὸν ἵππον πορεύεσθαι· καὶ βίᾳ μέν, ἔπεισε δ᾿ ὅμως. ὃς κατελθὼν ἀπὸ τοῦ ὄρους, ᾤχετο ἀπιὼν μετὰ τῶν σὺν αὐτῷ, τὴν ἀπροσδόκητον ταύτην ἀποκλαιόμενος συμφοράν.

7. ὁ δὲ γυμνωθεὶς τῶν συνήθων καὶ τῷ θείῳ ἔρωτι τρωθεὶς τὴν καρδίαν, τὸν ἅγιον ἐξεβιάζετο γέροντα τάχιον αὐτὸν τὸ μοναδικὸν σχῆμα περιβαλεῖν· ἐδεδίει γὰρ μή ποτε ὁ πατὴρ αὐτοῦ, τὰ συμβεβηκότα πυθόμενος, ἀποστερήσῃ τοῦ ποθουμένου. ἐν οἷς κεκλοφὼς εἰς δόξαν θεοῦ τὴν τοῦ νέου Ἰακὼβ εὐλογίαν, τῇ τετάρτῃ ἡμέρᾳ τὸ ἅγιον σχῆμα περιεβάλετο, Μιχαὴλ κληθεὶς ἀντὶ Μανουήλ. καὶ τυχὼν τῆς ἐφέσεως, ἐξεῖπε πάντα τὰ περὶ ἑαυτοῦ φανερῶς, τίς τε εἴη καὶ πόθεν καὶ ὅπως τὸν ἀσκητικὸν βίον ἠσπάσατο. ταῦτα δὲ ὁ γέρων ἐνηχηθείς, ἐθαύμασε μὲν τὸν ἔνθεον ζῆλον τοῦ νέου, ἠγωνίασε δὲ μικρὸν περὶ τοῦ πατρὸς ἐκμαθών, ὅτε καὶ τὸ ἀξιομνημόνευτον ἐκεῖνο εἰρήκει ὅτι· «εἰ, σὺ νέος ὤν, ὦ τέκνον,
[p. 554] πόθον γονέων καὶ κόσμον διὰ τὴν τοῦ θεοῦ παρεβλέψω ἀγάπην, πῶς ἐγώ, γέρων τυγχάνων καὶ πρὸς αὐτῷ τῷ τάφῳ γενόμενος, ὑπὲρ ἐντολῆς θεοῦ οὐ κατατολμήσω θανάτου».

8. εἴχετο τοίνυν ὁ θαυμάσιος Μιχαὴλ τοῦ προκειμένου σκοποῦ καὶ πρὸς τοὺς ἀσκητικοὺς ἀγῶνας ἀποδυσάμενος καιρίαν ἐδίδου τῷ διαβόλῳ πληγήν. τῶν δὲ ἐκπεμφθέντων ἀνθρώπων αὐτοῦ πρὸς τοὺς γονεῖς ἀπελθόντων ἐν τῷ ἀνωτέρω μνημονυθέντι Χαρσιανῷ ὅθεν καὶ ὥρμηντο καὶ πάντα καθεξῆς τῷ πατρὶ αὐτοῦ διασαφησάντων, ἦν ἰδεῖν θέαμα ἐλεεινὸν καὶ δακρύων ἄξιον· βαθείᾳ γὰρ πληγῇ τὴν καρδίαν τρωθεὶς καὶ ὥσπερ ἐξεστηκὼς τῷ μεγέθει τῆς συμφορᾶς ἐστέναξεν ἐκ ψυχῆς καὶ ἤρξατο μεγαλοφώνως βοᾶν· «ὢ βία· ἀπώλεσά μου τὸ φῶς, ἀπώλεσα τὴν τοῦ γήρους ἐλπίδα, ἀπώλεσα τὸν στηριγμὸν τῆς οἰκίας. οὐ τοῦτό μοι ὁ δεινὸς ὄνειρος προεμήνυσε πρὸ πεντεκαίδεκα ἡμερῶν» ἦν γὰρ θεασάμενος, ὅτε ὁ υἱὸς αὐτοῦ ἀπετάξατο, δύο κιόνας ἐν τῷ οἴκῳ αὐτοῦ ἱσταμένους, θάτερον δὲ τούτων, τὸν μείζονά τε καὶ ποικιλότερον, ἀθρόον κατενεχθέντα πρὸς γῆν, ὅπερ καὶ εἰς υἱοῦ θάνατον λογισάμενος, περιδεὴς ἦν καὶ περίφοβος· ἐκ γοῦν τῶν ὀδυρμῶν τούτου καὶ ἡ μήτηρ μεμαθηκυῖα τὸ γεγονός, πέπτωκεν ἄφωνος, ὡς πάντας λέγειν ὅτι ἀπέθανε· μόλις δέ ποτε τῆς συμφορᾶς ἀνανήψασα καὶ ὥσπερ ἐξ ὕπνου βαθέος διαναστᾶσα, ἐποίει καὶ λίθους προχέειν τὰ δάκρυα· κατέξαινε μὲν γὰρ παρειάς, τὴν δὲ γε κόμην ἀφειδῶς διεσπάραττε καί, γραφικῶς εἰπεῖν, Ϡπαρακληθῆναι οὐκ ἤθελεν.Ϡ
ὁ δὲ πατὴρ μὴ δυνάμενος πράως φέρειν τὴν συμφορὰν μηδὲ τὴν ἑρημίαν τοῦ οἴκου καὶ τῶν προσηκόντων κατὰ συγγένειαν ἀπαραμύθητον θλίψιν (κοινὴν γὰρ ἅπαντες δυστυχίαν τὸ πρᾶγμα ἐλογίζοντο), τοὺς μὲν τὴν χαλεπὴν ἀγγελίαν διακομίσαντας σφοδρῶς κατῃκίσατο, αὐτὸς δὲ εἴχετο τῆς ὁδοῦ πρὸς ζήτησιν τοῦ παιδὸς ἐπειγόμενος. ἐπεὶ δὲ τὸ προλεχθὲν ὄρος κατέλαβε, τὸν παρεπόμενον αὐτῷ λαὸν διατάξας κυκλόθεν τῆς κέλλης τοῦ γέροντος πρὸς τὸ μὴ δυνηθῆναί ποθεν διαδρᾶναι τὸ θήραμα, αὐτὸς λεληθότως εἰσελθὼν ἔνδον τοῦ μοναστηρίου καὶ ἐν τοῖς προαυλίοις εὐκτηρίου οἴκου γενόμενος, ἔστη ἐν γωνίᾳ, λανθάνειν ἐκμηχανώμενος. ἔτυχε δὲ ἐξ οἰκονομίας θεοῦ τὴν ἑωθινὴν ὑμνῳδίαν ἀναπέμπειν θεῷ τοὺς ἐκεῖσε μοναχούς· νυκτὸς γὰρ ἐπέστη τῷ μοναστηρίῳ ὁ εἰρημένος πατὴρ αὐτοῦ· καὶ ἐπεὶ συνέβη τὸν υἱὸν αὐτοῦ ψάλλειν ἐν τῷ καιρῷ τοῦ καθίσματος,
[πγ. 555] «ψυχή, τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖθεν αἰώνια», ἦν δέ, ὡς εἰπεῖν, καὶ αὐτῶν τῶν σειρήνων ἡδυφωνότερος· ἀκούσας καὶ ἐπεγνωκὼς αὐτόν, ἐστέναξεν ἐκ βάθους καρδίας καὶ θρηνώδη τινὰ βοὴν προσανέπεμψε. τοῦ δὲ Μιχαὴλ αἰσθομένου τὴν ἄφιξιν τοῦ πατρὸς καὶ ἐκ μόνου τοῦ στεναγμοῦ ἀκριβῶς ἐπιγνόντος καὶ τὸ ψάλλειν ἀφέντος καὶ προσκολληθέντος τῷ γέροντι, οὐδαμῶς μὲν ὁ θεοφόρος ἐκεῖνος ἀνὴρ τεθορύβητο, ἀλλὰ τὸν ὅλον τελέσας κανόνα τῶν ὀρθρινῶν ὕμνων, ἐξῆλθε τοῦ εὐκτηρίου καὶ τῷ ἄρχοντι προσεκύνησε.
καὶ ὁ μὲν ἐπιεικῶς προσεφέρετο, ὁ δὲ τοὐναντίον ἐλοιδορεῖτο καὶ ὕβριζεν, «ὦ ἀμαθέστατε» λέγων «ἄνθρωπε καὶ τῆς ἐμῆς ζωῆς πρὸ καιροῦ θάνατε, διὰ τί οὕτως ἀνερευνήτως ἀπέσβεσάς μου τὸ φῶς πόθεν δὲ καὶ μεμάθηκας τέκνα γονέων ἀποστερεῖν, ὦ πλάνε σὺ καὶ ἀπατεών οὐκ οἶδας τίς εἰμὶ καὶ διὰ τί τὰ ἐνταῦθα κατέλαβον» ὁ δὲ πραείᾳ τῇ φωνῇ ἀπεκρίνατο· «ἐγὼ μέν, ὦ τιμίε, ὅστις εἶ οὐ γινώσκω. ὁ δὲ τῶν ὅλων θεός, Ϡὁ πάντα πρὶν γενέσεως ἐπιστάμενος,Ϡ Ϡὁ τὰς τῶν ἀνθρώπων καρδίας καὶ τοὺς νεφροὺς ἐμβατεύων,Ϡ οἶδε πάντως τίς εἶ καὶ πόθεν καὶ τὴν σὴν ἄμφιξιν οὐκ ἠγνόησεν. οὐκ ἀδιακρίτως δέ, ὡς αὐτὸς ἔφης, περιφανέστατε, τὸν σὸν ἐγὼ παῖδα ὑπεδεξάμην, ἀλλ᾿ εὐαγγελικῶς ἐπαιδεύθην τὸν ἐρχόμενον πρός με ἔξω μὴ ἀποπέμπειν.» ἑωρακὼς οὖν τὸ ἀκέραιον τοῦ μέγαλου γέροντος καὶ τὴν τῶν ἠθῶν κατανοήσας χρηστότητα, οὐδὲν πλέον πρὸς κάκωσιν ἢ λύπην τούτου ἐπιδειξάμενος, τὸν ἴδιον υἱὸν παραλαβών, ᾤχετο. τοῦ δὲ ὁσίου Μιχαὴλ ὀδυρόμενον καὶ ἀποθρηνοῦντα ἐπὶ τῇ ἀθρόᾳ στερήσει αὐτοῦ κατιδόντος τὸν γέροντα καὶ τὸ «εὔχου,» προσείπονος «ὦ πάτερ, καὶ μὴ λυποῦ· οὐδὲν γάρ με τῆς τοῦ θεοῦ ἀγαπήσεως ἀποστῆσαι δυνήσεται,» εὐθυμότερος πρὸς τὴν εὐκταίαν ἐκείνην φωνὴν ὁ θεοφόρος πατὴρ ἐγένετο.

9. ἐπεὶ δὲ τὴν πατρίδα κατέλαβον καὶ πρὸς αὐτὴν ἤδη τὴν οἰκίαν ἀφίκοντο, ἡ τέως κατακοιμισθῆναι δοκοῦσα τῆς μητρὸς ἀθυμία ἠγείρετο πάλιν καὶ μειζόνως ἀνερριπίζετο· τὸ γὰρ παρηλλαγμένον τοῦ σχήματος καὶ ἡ ἀποβολὴ τῶν τριχῶν καὶ τῶν μοναδικῶν περιβλημάτων
[πγ. 556] τὸ ξένον τε καὶ ἀσύνηθες εἰς μείζονα ταύτην ἀθυμίαν ἐνέβαλε καὶ τὴν προσγενομένην ἀπὸ τῆς παρουσίας χαρὰν ἀπήμβλυνέ τε καὶ ἀπεμάρανε. τέως δὲ ἐν χέρσιν, ὡς ἐδόκουν, τὴν θήραν κατέχοντες καὶ μήτε αὐτοὶ δι᾿ ἑαυτῶν ἀποδῦσαι τοῦτον τὰ μοναδικὰ ἄμφια βουλόμενοι μητ᾿ αὖ πάλιν ἀνάγκην τινὰ προσενεγκεῖν (θεοσεβεῖς γὰρ ἐτύγχανον καὶ πολὺν τῆς ἀρετῆς λόγον ἐτίθεντο), μεθοδείαις τισὶν ἑτέραις καὶ ἐπινοίαις ποικίλαις τὸν λογισμὸν αὐτοῦ χαυνῶσαι ἐσπούδαζον πρὸς τὸ πεῖσαι ἀφ᾿ ἑαυτοῦ τὸ σχῆμα ἀποβαλέσθαι.
ἐπεὶ δὲ οὐκ ἦν δυνατὸν τὸν ἅπαξ τοῦ ἀσκητικοῦ μέλιτος εἰς κόρον ἐμφορηθέντα καὶ τῷ θείῳ ἔρωτι ὁλικῶς κρατηθέντα πρὸς τὴν πικρίαν τῶν κοσμικῶν πραγμάτων ἑκκυλισθῆναι καὶ τὰς σαρκικὰς ἡδονὰς καὶ τοὺς ἠρινῶν ἀνθέων θᾶττον ἀπομαραινομένους ἔρωτας προτιμῆσαι, ἀλλ᾿ ἐπόνουν μὲν διακενῆς, ἀνήνυτα δὲ ἦν τὰ τούτων ἐπιχειρήματα καὶ πᾶσα μηχανὴ ἣν προσήγαγον ἀνίσχυρος ἔδοξεν, ἄκοντες πάλιν τὸν υἱὸν μετ᾿ ὀργῆς τοῦ οἴκου ἐξέπεμψαν. ὁ δὲ μέγας, ὡς ἀπὸ πυρὸς τῆς κοσμικῆς ὀχλήσεως διαφυγών, ἔχαιρε τρέχων πρὸς τὸν ἑαυτοῦ γέροντα· καὶ τὴν ἀναγεννησαμένην αὐτὸν ποίμνην μετὰ σπουδῆς κατελάμβανε καί, πόρρωθεν ἔτι τυγχάνων, ἐβόα· «ἀποθανοῦμαι, ὦ κύριε, κύριε, τοῦ λοιποῦ, ὅτι με τῇ ψυχοσῴστῳ ποίμνῃ καὶ τῷ παιδευτῇ πατρὶ προσαπέδωκας, ὃς διὰ θερμῶν δακρύων ἀλόγου προσπαθείας ἐναπέσβεσας δάκρυα». ὁ οὖν τίμιος γέρων τῷ ἀνελπίστῳ καταπλαγείς, προφητικῶς ἐξεφώνησεν· «οὗτος ὁ νεανίας, ὦ οὗτοι, εἰς αὔξησιν τοῦ ὄρους καὶ εὐλογίαν γενήσεται.» καὶ οὐ διεψεύσθη γε τῆς προρρήσεως· τοσοῦτον γὰρ μεγαλυνθὲν καὶ πλατυνθὲν τὸ προμνημονευθὲν ὄρος ὁρῶμεν, ὡς πληροῦσθαι καὶ ἐν αὐτῷ τὴν τοῦ μεγαλοφωνοτάτου Ἡσαΐου φωνήν· Ϡἐρράγη ἐν ἐρήμῳ ὕδωρ καὶ γῆ διψῶσα εἰς ἕλη ἐγένετο·Ϡ ἀσκητικαὶ γὰρ φάλαγγες ποταμηδὸν κατοικοῦσιν αὐτὴν καὶ ὥσπερ κρίνα τὰς ἀσκητικὰς παλαίστρας ἐξήνθησεν.

10. ἐπεὶ δὲ εἰς τὴν ἰδίαν ποίμνην ὁ γενναῖος οὗτος ἀποκατέστη ἀγωνιστής, ἀνεδέξατο μὲν εὐθὺς τὴν τοῦ τραπεζίτου διακονίαν, ἐν τῷ τῆς ἑστιάσεως καιρῷ τοῖς ἀδελφοῖς παριστάμενος καὶ εἰς πάντα προθύμως ὑπηρετῶν· καὶ οὕτως ἐν ὑπερβαλλούσῃ δουλικῇ ταπεινώσει τὸ ἐπιταττόμενον ἐξεπλήρου, ὡς καὶ τοὺς ὁρῶντας ἐκπλήττεσθαι πῶς ἐν τοσαύτῃ
[πγ. 557] βλακείᾳ καὶ φαντασίᾳ ἀνατραφείς, τῶν τοιούτων ἀνέχεται διακονιῶν. ἐπεὶ δὲ σφοδρῶς ὑπὸ τοῦ ὕπνου ἐτυραννεῖτο ἐξ ἐπηρείας πάντως τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν, οὕτως τοῦτον κατηγωνίσατο, τὰ πρὸς ἀποτροπὴν αὐτοῦ φάρμακα ἐξευρίσκων, χιτινίῳ μὲν ἑνὶ μεθ᾿ ἡμέραν σκεπόμενος, ἀνυποδετῶν δὲ παντελῶς, νυκτὸς δὲ ἐν σανίσιν ἀνακλινόμενος, καὶ ταῦτα ἐν χειμερίοις καιροῖς, ὡς καὶ μόλις προσκαλούμενον αὐτὸν παραγίνεσθαι, μετὰ δὲ διετοῦς χρόνου παρέλευσιν καὶ τὸ ἱερὸν σχῆμα τῶν μοναχῶν τὸ τέλειον ἀνελάβετο· ἡνίκα καὶ ὁ πατήρ αὐτοῦ ἐκεῖσε παραγενόμενος καὶ τετελειωμένον αὐτὸν κατιδών, εὐφράνθη τε καὶ δακρύσας, πρὸς αὐτὸν ἔφησεν· «ὅρα, ὦ τέκνον, μὴ ζημιωθῇς θεόν, ὃν ὑπὲρ γονεῖς καὶ κόσμον ἠγάπησας.» ἀπιὼν δὲ καὶ ἐν Ἀγκύρᾳ διασωθείς, ἔφη τῇ γυναικὶ αὐτοῦ ἐκεῖσε τότε διατριβούσῃ· «εἶδον, ὦ γύναι, τὸν υἱὸν Μανουὴλ καὶ εὐφράνθη μου ἡ ψυχή· καὶ λογίζομαι πάντως αὐτὸν εἶναι ὃν ἡ μεγάλη κυρία καὶ θεοτόκος ἡμῖν ἐδωρήσατο καὶ πρὸς ἑαυτὴν πάλιν ἀφ᾿ ἡμῶν ἀνελάβετο κατὰ τὴν ἐν Κουκᾷ ὀπτασίαν· ἀποθέμενοι οὖν τὸ λυπεῖσθαι, δῶμεν δόξαν τῇ θεοτόκῳ, ὅτι οὗτος ἡμῶν ὁ παῖς καύχημα μὲν καὶ στήριγμα ἡμῶν ἔσται καὶ παντὸς τοῦ γένους καλλώπισμα, ψυχῶν δὲ πολλῶν εἰς ἀρετὴν προτροπὴ καὶ παράκλησις».

11. ἐν τούτοις ὄντων αὐτῶν καὶ πνευματικῶς ἀγαλλιωμένων, ἐγένετο μετ᾿ οὐ πολὺν χρόνον Εὐδόκιμον τὸν θαυμάσιον τὸν βίον ἀπολιπεῖν καί, διὰ τὸ αἰφνίδιον τελευτῆσαι αὐτόν, ἀδιάθετα πάντα τὰ ὑπάρχοντα αὐτοῦ καταλειφθῆναι. ἡ οὖν καλὴ μήτηρ ἐκείνη, ἡ πρώην μὲν θρηνῳδοῦσα πικρῶς ὡς τὸν υἱὸν ἀπολέσασα, ὕστερον δὲ παρ᾿ αὐτοῦ οἰκειωθεῖσα θεῷ διὰ τοῦ μοναδικοῦ σχήματος καὶ ἀγγελικῶς βιοτεύσασα, μεταπεμψαμένη πρὸς ἑαυτὴν τὸν υἱὸν καὶ τοῖς τέκνοις τὰ ἐπιβάλλοντα κατὰ κληροδοσίαν μερίσασα, ἐρημικῶς τε καὶ ἡσυχίως τὸ λοιπὸν τῆς ζωῆς διετέλεσε· καὶ καλῶς ἀγωνισαμένη, πρὸς τὰς ἐκεῖσε μονὰς ἐξεδήμησε, συγκροτουμένη παντοίως, ἕως οὗ περιῆν ἐν τῷδε τῷ βίῳ ὑπὸ τοῦ ἐξ ἐπαγγελίας τεχθέντος αὐτῇ παιδός. ἐντεῦθεν ὁ θεοφόρος πατὴρ ἡμῶν Μιχαὴλ τὰ ἐκ γονικοῦ κλήρου περιελθόντα παρειληφώς, τοὺς μὲν οικέτας ἐλευθερίᾳ τετίμηκε, λεγάτα προσεπιδούς, τὰ δὲ κινητὰ πάντα διένειμε τοῖς πτωχοῖς. καὶ ἦν ἰδεῖν πρᾶγμα θαύματος ἄξιον, ἀγέλας βοσκημάτων καὶ παντοίων εἰδῶν ἄπειρον πλῆθος ἀφειδῶς ὑπ᾿ ἐκείνου εἰς τὰς τῶν πενήτων χεῖρας διαδιδόμενα καὶ πρὸς τὰ ἄσυλα ταμεῖα τῆς ἐκεῖθεν
[πγ. 558] μακαριότητος προπεμπόμενα. τῆς δὲ ἀκινήτου πάσης μερίδος τῷ ἀδελφῷ Κωνσταντίνῳ παραχωρήσας ἑκουσίως καὶ τὰ ἡμίση τῶν τιμημάτων λαβών, τῷ πνευματικῷ πατρὶ προσεκόμισε πρὸς τὸ ὑπ᾿ ἐκείνου δοθῆναι πᾶσι τοῖς χρείαν ἔχουσι πένησί τε καὶ μοναχοῖς τοῦ ὄρους, οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸ πλατυνθῆναι τὸ εὐαγὲς ἐκεῖνο καὶ ἱερὸν μοναστήριον.

12. ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ καὶ τὴν περὶ τῶν γονέων τε καὶ λοιπῶν συγγενῶν ἀπετινάξατο μέριμναν, μετὰ τὴν ἐν τῇ τελείᾳ ὑπακοῇ τριετοῦς χρόνου παραδρομὴν ἐπιθυμία τις αὐτὸν ἡσυχίας ἀκριβεστέρας κατέφλεγε καὶ τῷ πυρὶ τοῦ ἀναχωρητικοῦ βίου τὴν ψυχὴν ἐξεκαίετο. ἦν δὲ πλησίον τῆς ποίμνης πέτρα τις εὐμεγέθης καὶ εὔθετος καὶ πολλὴν ἡσυχίαν παρέχειν δυναμένη. ἐκλιπαρήσας οὖν τὸν πατέρα καὶ τυχὼν τῆς αἰτήσεως, ἡσύχασεν ἐν αὐτῇ, ἑαυτῷ μόνῳ προσέχων καὶ θεῷ κατὰ διάνοιαν συγγινόμενος, ἅπαξ μὲν ἐν ταῖς πέντε ἡμέραις τῆς ἑβδομάδος ἐσθίων, σαββάτῳ δὲ καὶ κυριακῇ κατιὼν πρὸς τὸν γέροντα καὶ τοῖς ἀδελφοῖς συναναστρεφόμενος, κατὰ τὴν ἐκείνου ᾠκονομεῖτο διάκρισιν καὶ τὸ ἐργόχειρον ἀπεδίδου· ἐργάζετο γὰρ ἐν τῇ πέτρᾳ καθήμενος.

13. μετὰ δὲ τὴν τοῦ τετάρτου ἐνιαυτοῦ παρέλευσιν, ὥσπερ τὸ ἐξ ἡσυχίας ἀποστάζον ἡδὺ μέλι γευσάμενος καὶ τῇ εὐχῇ τοῦ μεγάλου γέροντος περιφραξάμενος, πρὸς τὴν ἐσωτέραν ἐχώρησεν ἔρημον μετὰ καί τινος συγγενοῦς αὐτοῦ (Ἀγάπιον λέγω τὸν πάνυ). ἐκεῖσε δὲ διατρίβοντες καὶ ἄρτους ξηροὺς δι᾿ ἡμερῶν πλείστων παρά τινος ἀγροίκου κομιζόμενοι, τὴν χρείαν τοῦ σώματος, ἡνίκα ἡ φύσις ἠνάγκαζε, μετρίως παρεμυθοῦντο. οὕτω δὲ τὴν ἑαυτῶν φύσιν ἐξεβιάσαντο καὶ τοιαύτῃ σκληραγωγίᾳ ἑαυτοὺς ἐταρίχευσαν, ὡς μόλις που ἐν αὐτοῖς τὸ τῆς ἀνθρωπότητος εἰκόνισμα περισῴζεσθαι. διετῆ δὲ χρόνον ἐν τῇ ἐρήμῳ διαγενόμενοι καὶ ἔκ τινων θορύβων ὄχλησιν ὑπομένοντες καὶ τὸν τῆς ἡσυχίας δρόμον ὁρῶντες ἐμποδιζόμενον, ἔκριναν μεταβῆναι ἐκ τῶν τοῦ Γάλλου μερῶν καὶ πρὸς τὰ τῆς Προυσιάδος ὅρια προσχωρῆσαι. ὁ μὲν οὖν μέγας Ἀγάπιος πρὸς ἄλλης πολιτείας χωρήσας ὁδόν, πολλοῖς διέπρεψε κατορθώμασι. καταλειφθεὶς δὲ μόνος ὁ ὅσιος Μιχαήλ, ὥσπερ ὑπὸ θεοῦ ὁδηγούμενος, χῶρον εὗρεν ἡσυχίας μεστόν, Ξηρολίμνην
[πγ. 559] πρὸς τῶν ἐπιχωρίων ὀνομαζόμενον. οὗ πλησίον καὶ γέρων τις τὸν ἐρημικὸν βίον εἰς ἄκρον κατασπαζόμενος, κατὰ μόνας ἠσκεῖτο. ἐν τούτῳ οὖν τῷ τόπῳ μικρὰν καλύβην πηξάμενος, ἡσύχαζεν ἐν αὐτῇ, ὥσπερ τις ἄσαρκος καὶ τῶν σωματικῶν ἀναγκῶν ὑψηλότερος, οὕτως εὐκόλως τῶν ψυχικῶν παθῶν καθ᾿ ἑκάστην περιγενόμενος· ποῖον γὰρ εἶδος ἀσκήσεως οὐκ ἐπῆλθε τί δὲ καὶ παρέλιπε τῶν δεόντων ποῖον δὲ μεθ᾿ ὑπερβολῆς οὐ κατώρθωσεν ἄνθρωπος, ἐκ τρυφηλοῦ βίου καὶ κοσμικῆς φαντασίας πρὸς τοιούτους χωρήσας ἀγῶνας

14. διαβοωμένων δὲ τῶν θαυμαστῶν αὐτοῦ πράξεων (οὐδὲ γὰρ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη), ἤρξαντο πλήθη λαῶν συρρέοντα τὴν μετ᾿ αὐτοῦ συνοίκησιν ἐκβιάζεσθαι. ὁ δὲ τὰ μὲν πρῶτα τῆς ἡσυχίας ἐρῶν, ἅπαντας ἀπετρέπετο· ὡς δὲ ἐπιμένοντας ἔβλεπε καὶ οὐδ᾿ ἂν εἴ τι καὶ γένοιτο ἀναχωρήσειν ἐκεῖθεν ὑπισχνουμένους, προσεδέχετο μέν, ἄρτῳ δὲ μόνῳ καὶ ὕδατι τρέφεσθαι τούτους ἐξησφαλίζετο. οἱ καὶ τὸ αὐτοῦ ἐγκρατὲς καὶ ἡσύχιον καὶ τὸ ταπεινὸν τοῦ φρονήματος καὶ συνεσταλμένον τοῦ ἤθους καὶ τὸ τῆς ὁμιλίας ἡδὺ ἐνορῶντες ἔχαιρον, προσβαίνοντες τοῖς καλοῖς, ἐγγύθεν ἔχοντες τὸ ἀρχέτυπον καὶ πρὸς τοῦτο τὸν ἑαυτῶν ἀπευθύνοντες βίον. τίς γὰρ βεβαρημένος ὑπὸ τῶν τῆς ἀτιμίας παθῶν, ἣν τὸ ἐν μέσῳ θορύβων διαστρέφεσθαι καὶ τοῖς βιωτικοῖς πράγμασι προσηλῶσθαι προξενεῖν εἴωθε, προσῆλθε τούτῳ καὶ τὰ πεπραγμένα ἐξεῖπε καί, οὐκ εὐθὺς τὸ ἄχθος τῆς ἀθυμίας ἐκτιναξάμενος, πρὸς χαρμονὴν τελείαν ἀνέδραμεν ἢ τίς τὴν καρδίαν λιθώδης καὶ ἀκατάνυκτος βραχύν τινα χρόνον τούτῳ προσομιλήσας, οὐκ εἰς στεναγμοὺς ἐκινήθη καὶ θερμὰ προέχεε δάκρυα ἢ τίς ὑπνώδης καὶ ῥᾴθυμος τὸ ὑπερβάλλον τῆς αὐτοῦ ἀγρυπνίας θεώμενος καὶ τῆς ὁλονύκτου στάσεως τὸ ἐπίμονον, οὐκ ἠλλιώθη τὴν καλὴν ὄντως ἀλλοίωσιν καὶ πάθος ἔπαθε τὸ μακάριον κούφῳ πτερῷ, καθάπερ τις πτηνὸς τὴν φύσιν ἀναφερόμενος

15. τῶν δὲ συνελθόντων αὐτῷ ἀδελφῶν εἰς πλῆθος ἐπιδιδόντων (ὑπὲρ τοὺς πεντήκοντα γὰρ ἐγεγόνε{ι}σαν) καὶ διὰ τὴν ἐκ τοῦ τόπου τραχύτητα τοῖς χρειώδεσιν ἐπαρκεῖσθαι μὴ δυναμένων, ἀλλ᾿ ἐνδελεχῶς ἐπικειμένων καὶ εἰς εὐρύτερον τόπον μετατεθῆναι βιαζομένων, τὴν τῆς Ξηρολίμνης λαύραν τῷ προλεχθέντι πατρὶ Ἀγαπίῳ καταλιπών, αὐτὸς
[πγ. 560] μετά τινων μαθητῶν τῇ Βιθυνίᾳ προσώρμησε· καὶ τοὺς ἐκεῖσε τόπους περινοστήσας, εὗρε χῶρον ἡσύχιον, νάμασι μὲν καθαροῖς καὶ ψυχροτάτοις κατάρρυτον, πάντων δὲ τῶν πρὸς χρείαν ἐπιτηδείων τὴν χορηγίαν ἄφθονον ἔχοντα· ἐξωνήσατο δὲ τοῦτον καὶ εὐθὺς πρὸς οἰκοδομήν λαύρας ἑαυτὸν ἀπησχόλησεν ἀνήγειρέ τε τῇ Θεοτόκῳ ναὸν εὐμεγέθη καὶ κάλλιστον· καὶ ὥσπερ τισὶν ἄστροις τοῖς ἐκ χρωμάτων ἄνθεσι τοῦτον πάντοθεν καταστίξας, οὐρανὸν ἄλλον ἐπὶ γῆς ἀπειργάσατο· καὶ συνοδίαν ἱερὰν συστησάμενος καὶ ἐν ἀκαριαίῳ χρόνῳ πολίσας τὴν ἔρημον, ἱερὰς νομοθεσίας τοῖς ἀσκεῖσθαι βουλομένοις ἐξέθετο καὶ τύπους ἀκριβεστάτους παρέδωκεν. οἷς οἱ κατακολουθεῖν προθυμούμενοι, τὴν ἀσκητικὴν διαγωγὴν ἄριστα ἐκπαιδεύονται. τοιοῦτος ὁ ἡμέτερος νομοθέτης κατ᾿ ἴχνος τοῦ μεγάλου καὶ θείου Μωσέως ἐκείνου τοῦ παλαιοῦ ὁ καθ᾿ ἡμᾶς νέος Μωσῆς ἐφεπόμενος καὶ λαὸν διεξάγων κυρίῳ τὸν περιούσιον καὶ τῆς βιωτικῆς θαλάσσης ἀβρόχως διαβιβάζων καὶ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας, ἥτις ποτὲ νοεῖται, καταπαῦσαι παρασκευάζων, ὥς που καὶ μεγαλοφώνως βοῶσι τὰ ψυχωφελῆ καὶ σωτήρια τῶν αὐτοῦ συγγραμμάτων ἐναργῶς διηγήματα.
τίς γὰρ τὴν πρὶν ἄκοσμον ἔρημον οὕτως καθορῶν ἐξανθοῦσαν, προφητικῶς εἰπεῖν, Ϡὡσεὶ κρίνον,Ϡ καὶ τὴν πρώην ἄνυδρον ἀκαρπίᾳ ψυχῶν εἰς λίμνας καὶ πηγὰς ὑδάτων μετασκευασαθεῖσαν ἀθρόον, οὐκ εὐχαριστίαν προσάξει τῷ κτίσαντι πρότερον γὰρ διὰ τὸ τοῦ τόπου ἀπαραμύθητον μηδενὸς ἐν ταύτῃ κἂν ἐν βραχείᾳ καιροῦ ῥοπῇ κατατολμῶντος, νῦν εἰς τοσοῦτον πλῆθον οἱ ἐν αὐτῇ κατοικοῦντες ἐπέδωκαν, ὡς πληροῦσθαι καὶ ἐν τούτοις τὸ ἱερογραφικὸν λόγιον· Ϡὡς καλοί σου οἱ οἶκοι, Ἰακώβ, αἱ σκηναί σου, Ἰσραήλ· ὡσεὶ νάπαι σκιάζουσαι.Ϡ οὐκ ἔστι γὰρ εὑρεῖν τόπον τινὰ τὸ παράπαν ἐν τῷ θαυμαστῷ ὄρει τούτῳ, ἐν ᾧ μὴ τὰ τῆς μοναδικῆς πολιτείας φιλοσοφεῖται παρὰ τῶν τοῦ κόσμου χωρισάντων ἑαυτοὺς καὶ μακρὰν χαίρειν εἰπόντων τῇ τοῦ βίου τερπνότητι. οὐκ ἀμογητὶ δὲ οὐδὲ κακοπαθείας χωρίς, ὡς ἂν εἴποι τις, ὁ μέγας πατὴρ ἡμῶν τὴν τοιαύτην ἐπόλισεν ἔρημον, ἀλλὰ πόνοις μεγάλοις καὶ πολλοῖς ἱδρῶσι καὶ δάκρυσιν· ὁ γὰρ πονηρὸς δαίμων οὕτως αὐτὸν βλέπων τῆς τῶν ἀδελφῶν σωτηρίας φροντίζοντα, ὅλος ἔπνευσε κατ᾿ αὐτοῦ, καὶ πάντα λίθον (τὸ τοῦ λόγου) κινήσας εἰς τὸ παρεμποδίσαι τὸν τοῦ θεοῦ ἄνθρωπον καὶ μὴ συγχωρῆσαι τὸ μέγα τοῦτο καὶ θεῖον ἔργον ἐξενεχθῆναι, κατῃσχυμμένος [πγ. 561] ἀπῆλθε καὶ ἄπρακτος, παθών τι μᾶλλον ἢ δράσας καθ᾿ οὗ παρετάττετο καὶ ταῖς εὐχαῖς αὐτοῦ καὶ τοῖς θερμοῖς δάκρυσι ῥᾳδίως ἀποκρουσθεὶς ὁ μισόκαλος· οὐδὲ γὰρ ὑπέφερε τὴν ἐκ τῶν προσευχῶν τοῦ ἀνδρὸς νοητὴν φλόγα οὐδὲ τὴν ἐκ πυριπνόου αὐτοῦ στόματος ἐκπεμπομένην ὑπέμενε λαμπηδόνα. τί γὰρ ἐκείνου τοῦ στόματος ἱερώτερον, ὃ ὅρκον μὲν οὐδένα προήνεγκε πώποτε λόγον δὲ λοιδορίας οὕτως ἐβδελύξατο καὶ ἐμίσησεν, ὡς ἐγγὺς εἶναι θεοῦ τὰ τῆς ἐκείνου φωνῆς ἀποφθέγματα. οὐδ᾿ ὀργισθέντα τις ἐκεῖνον ἑώρακεν, εἰ μή ποτε ἄρα τοὺς θεϊκοὺς νόμους διεκδικῶν, ὡς ὁ θεόπτης Μωσῆς, τοὺς ἀδικοῦντας ἠμύνετο· ἀλλ᾿ οὐδὲ μνησικακοῦντά τις κατεῖδεν αὐτόν· καίτοι πολλῶν μὲν οὖν καὶ ὑπὲρ τῶν ἀδικούντων καὶ παροξυνόντων, εὐαγγελικῶς εἰπεῖν, ηὔχετο καὶ τοὺς ἐχθροὺς ἠγάπα καὶ εὐεργεσίαις ἠμείβετο· καὶ γὰρ οὕτως ἦν συμπαθὴς καὶ φιλάναρωπος, ὡς μὴ δύναασθαί τινα τεθλιμμένον ὁρᾶν, ἀλλὰ κατὰ τὸν θεῖον ἀπόστολον τοῖς ἀσθενοῦσι συνασθενεῖν, τοῖς κακοπαθοῦσι συλλυπεῖσθαί τε καὶ τὰς ὀδύνας συνεπιμερίζεσθαι, τοῖς ἀδικουμένοις συναδικεῖσθαι καὶ ἰδίαν ἡγεῖσθαι τὴν κάκωσιν τοῦ πλησίον, ἐπὶ δὲ τῶν ὑστερουμένων καὶ πενομένων πάντα ποιεῖν τε καὶ πραγματεύεσθαι, ὡς μηδενὸς τῶν πρὸς ἀνάπαυσιν ἐπιδεῖσθαι. καὶ μαρτυροῦσιν αἱ πρὸς πάντας ἀνθρώπους καθ᾿ ἑκάστην, ὡς εἰπεῖν, εὐποιΐαι τε καὶ δαψιλεῖς ἐλεημοσύναι· καὶ τούτων αὖ πάλιν μειζόνως σάλπιγγος γεγονώτερον καὶ εὐηχέστερον ἀνακηρύττει τὸ φιλάνθρωπον καὶ φιλάδελφον τοῦ ἀνδρὸς τὸ κοινόν ταμεῖον καὶ σωτήριον καταγώγιον, τὸ μέγιστον λέγω ξενοδοχεῖον, ἐν ᾧ πᾶς τις ὁ κατὰ πάροδον καταλύων, ἀναπαύσεώς τε μεγίστης ἠξιωμένος καὶ ταῖς τῶν ἐπιδόσεων χορηγίαις τὸν ἐκ τῆς ὁδοιπορίας κόπον ἀποθέμενος, οὕτω τὸ ἑξῆς τῆς ὁδοῦ νεαρὸς ἀνύει καὶ πρόθυμος.

16. οὗτος ὁ μέγας πατὴρ ἡμῶν καὶ τοῦ μεγίστου τῆς ἱερωσύνης τετύχηκεν ἀξιώματος, ταύτην ἐν τῷ παρόντι τῆς τοῦ βίου καθαρότητος ἀντίδοσιν εὑρηκώς, τὸ ἐν χοροῖς ἱερέων συναριθμηθῆναι καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνέσαι τὸν κύριον, δι᾿ ἧς ἅπαν μέλος
[πγ. 562] ἐρρύθμισε καὶ ἀκριβοῦς ὑποτυπώσεως κανονικὴν εὐταξίαν ἐτήρησε, πᾶσαν μὲν τὴν θείαν γραφὴν νυκτὸς καὶ ἡμέρας ἐμμελετήσας καὶ δείξας ὡς ἀληθῶς, ὅτι πάντως συνεζεῦχθαι προσήκει ἱερωσύνην τε καὶ μοναδικὴν κατάστασιν καὶ ἀκρίβειαν. ἐκ δὴ τούτων καὶ τῶν τοιούτων (τί γὰρ δεῖ μηκύνειν τὴν γραφὴν καὶ μακροὺς ἀποτείνειν λόγους) πρὸς θεωρίαν ἀρθεὶς καὶ εἰς τὴν τελεωτάτην φθάσας ἀπάθειαν, τοῦ προλέγειν τὰ μέλλοντα καὶ ὡς ἐγγὺς βλέπειν τὰ πόρρωθεν καὶ θαύμασι διαφόροις τοὺς περιοικοῦντας ἐκπλήττειν ἔπαθλα πρὸς θεοῦ ἐκομίσατο, περὶ ὧν οὐκ ἄκαιρον ἂν εἴη οὐδ᾿ ἔξω τοῦ προκειμένου σκοποῦ βραχέα τινὰ διηγήσασθαι πρὸς ἡδονὴν καὶ ὠφέλειαν τῶν τῇδε τῇ γραφῇ μελλόντων προσομιλεῖν.

17. ἀδελφός τις ὀνόματι Κυριακὸς ἐκ τῆς τοῦ πατρὸς λαύρας ὑπάρχων, καὶ ἄλλως μὲν ἀμελέστερον πρὸς τὴν ἑαυτοῦ σωτηρίαν διέκειτο, ἔκλεπτε δὲ ἐπὶ πᾶσι καὶ πάντας ἐτάραττε θορυβῶν. οὗτος πολλάκις νουθετούμενος ὑπὸ τοῦ μεγάλου καὶ ἀποστῆναι τῆς ἀτοπίας ταύτης παρακαλούμενος, οὐκ ἠνείχετο, ἀλλὰ μᾶλλον τὴν χεῖρα κατὰ τοῦ σημειοφόρου ἐξώπλιζεν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὑπὸ συνωθοῦντος αὐτὸν ὑποβληθεὶς δαίμονος, μάχαιραν λαβών, ἐν ὥρᾳ νυκτερινῇ ἐβουλεύσατο ἀποσφάξαι τὸν ἅγιον· καὶ γενόμενος πρὸς τῇ θύρᾳ, ὡς τοῦτον ἐν μέσῳ πυρὸς ἱστάμενον καὶ προσευχόμενον ἐθεάσατο, ἔμεινε τρέμων ἐπὶ τοῦ τόπου· καὶ ἡ χεὶρ μὲν παρείθη, τὸ δὲ ξίφος ἐξέπιπτε. τοῦ δὲ πατρὸς ἔνδον πραείᾳ τῇ φωνῇ προσειπόντος, «εἴσελθε, τέκνον, καὶ ἀπόθου ὃ κρύπτων κατέχεις» εἰσῆλθε· καὶ τὴν μάχαιραν ἀποθέμενος, τὸ «ἥμαρτον» ἔκραζε καὶ τῶν ἰχνῶν ἐλαμβάνετο καὶ τὸ δρᾶμα ἐξήγγελλε. πρὸς ὃν ὁ μέγας ἠρεμαίᾳ τῇ φωνῇ ἀπεκρίνατο· «ἄπελθε, τέκνον, καὶ πρόσεχε τοῦ λοιποῦ, ὅτι ταχινή σού ἐστιν ἡ ἀπὸ τῶν ὧδε μετάθεσις.» ὅπερ καὶ ταχέως τέλος ἐλάμβανε· τεσσαράκοντα γὰρ παρελθουσῶν ἡμερῶν, πρὸς κύριον ὁ ἀδελφὸς ἐξεδήμησεν.

18. ἄλλοτε πάλιν τινὸς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐπιεικοῦς μὲν τὸν τρόπον, Ἡσυχίου δὲ φερωνύμως προσαγορευομένου, διά τινα ἀναγκαιοτάτην χρείαν πρὸς τὰ μέρη τοῦ ποταμοῦ Γάλλου ἀποσταλέντος καὶ διὰ τῆς αὐτῆς ἡμέρας ἐπανελθεῖν ὁρισθέντος, συνέβη ὑετὸν ῥαγδαῖον καταρραγῆναι καὶ ὀψισθῆναι ἔν τινι τόπῳ βαραθρώδει καὶ δυσδιοδεύτῳ τὸν μνημονευθέντα Ἡσύχιον. ὡς δὲ ἑώρα ἐν ἀπορίᾳ πολλῇ ἑαυτὸν κατεχόμενον
[πγ. 563] καὶ τὴν τοῦ πατρὸς ἐντολὴν ἐκπληρῶσαι ἐμποδιζόμενον, τῇ εὐχῇ θαρρήσας καὶ τῇ δυνάμει τοῦ ἀποστείλαντος τὸ «ἅγιε Μιχαήλ, βοήθει μοι» μετὰ πίστεως ἀνεβόησε· καὶ εὐθὺς ὁ μέγας ἐπιφανεὶς αὐτῷ, ἔλυσε μὲν τὴν ἀπορίαν, τὰ δὲ δυσχερῆ ἐξευμάρισεν· ἐν γὰρ τῷ πέραν, φῶτα κατέχων, ἐδεικνυτο, μέχρις αὐτοῦ τοῦ πυλῶνος προπορευόμενος. οὕτως οὖν ἀβλαβλῶς οἴκαδε διασωθεὶς ὁ Ἡσύχιος καὶ τὸ «εὐλόγησον» προσειπὼν τῷ πατρὶ καὶ τὸ «εἰς τί ἐδίστασας, ὀλιγόπιστε» παρ᾿ ἐκείνου ἀκούσας, ἀντέφησεν ὅτι· «εἰ μὴ αὐτὸς ταχύ, ὦ πάτερ, εἰς τὴν ἐμὴν παραγένου βοήθειαν, πάντως ἂν ἀπωλόμην καὶ εἰς κίνδυνον προφανῆ κατωλίσθησα». συνεὶς οὖν τὸ λεχθὲν ὁ διορατικὸς ἐκεῖνος καὶ πρᾶος ποιμήν, ἐπετίμησεν αὐτῷ καὶ ἡσυχάσαι ἐπέτρεψε.

19. τούτῳ τῷ σημειοφόρῳ πατρὶ διερχομένῳ ποτὲ ἐν ὁδῷ (θέρους δὲ ἦν ὥρα καὶ τῆς μεσημβρίας τὸ ἀκμαιότατον) καὶ ὑπό τινι δένδρῳ ἀναπαυομένῳ μικρόν, πένης τις ἐκ τῶν προσοικούντων ἀγροίκων ὄγχνας αὐτῷ προσήνεγκε τρεῖς, ὡραίας μὲν εἰς ὅρασιν, καλὰς δὲ εἰς γεῦσιν· ὃν ἠρώτησεν ὁ μακάριος ποῦ καὶ πόθεν εὑρεῖν τε ταύτας καὶ προσενέγκειν· στενάξαντα δὲ ἀποκρίνασθαι ἐκ γονικοῦ καρποφόρου δένδρου ταύτας κεκτῆσθαι, «ἐξ οὗ μοι καὶ ἡ ὅλη ᾠκονομεῖτο ζωή, ὃ καὶ φθονηθὲν καὶ εἰς ἀκαρπίαν μεταβληθὲν ὀδυνᾷ με σφοδρῶς ὑπὸ πενίας τρυχόμενον». τοῦ δὲ συμπαθεστάτου πατρὸς ἐπικλασθέντος τοῖς ῥήμασι καὶ «δεῖξόν μοι τὸ δένδρον» εἰπόντος, εὐθὺς ὁ ἄνθρωπος καθυπέδειξεν. εὐχὴν δὲ ἐν τούτῳ ὁ ὅσιος ποιησάμενος καὶ θείαις ἐπικλήσεσι τὸν ἐκ φθόνου καὶ μαγικῆς ἐνεργείας ἐμφωλεύοντα τῷ φυτῷ πονηρὸν δαίμονα ἀπελάσας, οὕτω καρποφόρον τὸ δένδρον εἰργάσατο, ὡς ὑπερβῆναι τὰ πρότερα. ὁ δὲ τὸν εὐεργέτην ἐπιζητήσας ἐς ὕστερον καὶ τοὺς διὰ πίστεως καὶ εὐχαριστίας καρποὺς ἐτησίως ἀντιδιδούς, ἐπορεύετο χαίρων καὶ δοξάζων τὸν οὕτως ἀντιδοξάζοντα κύριον τοὺς ἠγαπηκότας αὐτόν.

20. ἡνίκα κατὰ Βουλγάρων ὁ ῥωμαϊκὸς στρατὸς ἐξωπλίζετο ἐν τοῖς χρονοῖς Κωνσταντίνου τε καὶ Ζωῆς τῶν βασιλευόντων καὶ ἡ καθ᾿ ἡμᾶς οἰκουμένη διεκλονεῖτό τε καὶ σφοδρῶς ἐταράσσετο, ἐγένετό τις πρεσβεία πρὸς τὸν ὅσιον παρά τινων φιλοθέων ἀνδρῶν ἐκλιπαρούντων ἐνδελεχῶς πρὸς τὸ ἐκ θεοῦ τὸ τέλος τοῦ συγκροτουμένου πολέμου μαθεῖν. ὃς καὶ διὰ τὴν τῶν παρακαλούντων ἀξίωσιν πρὸς τὸν μέγαν ἐκεῖνον ἀγῶνα ἀποδυσάμενος, εὑρέθη ἐν μιᾷ σκυθρωπάζων καὶ ὀδυνηρῶς ἀποκλαιόμενος·
[πγ. 564] τοῦ δὲ τὸ θαρρεῖν εἰς αὐτὸν ἔχοντος τὴν αἰτίαν πυνθανομένου τῶν ὀδυρμῶν, μόλις ἐξεῖπε τὸ θεαθέν· ἔφησε δὲ ὡς εὑρέθη ἔν τινι πεδίῳ μεγάλῳ, ἐν ᾧ καὶ διῃρημένα πλήθη δύο λαῶν λευκοφορούντων τε καὶ μελανειμονούντων ἱστάμενα κατιδεῖν, τρίζοντα τοὺς ὀδόντας καὶ κατ᾿ ἀλλήλων ἐξαρτυόμενα, ἐξ ὧν κύνες δύο παμμεγέθεις ἀπολυθῆναι, λευκόν τε καὶ μέλανα· οὕτω δὲ τὸν μέλανα καταφαγεῖν τὸν λευκόν, ὡς μηδὲν ὅλως τῶν ἐκείνου ὑπολειφθῆναι σαρκῶν· τῶν δὲ ὄχλων θορυβηθέντων σφοδρῶς, θεάσασθαι πάλιν ἐκ δευτέρου ἄνδρας δύο φοβεροὺς τῇ εἰδέᾳ καὶ τῷ μεγέθει ἐκπλήκτους, τὸν μὲν λευκὴν στολὴν περιβεβλημένον, τὸν δὲ μέλανα. ἐξ ἑκατέρου μέρους ἀποσταλέντας συρραγῆναι ἀλλήλοις κατὰ τὸ μέσον ἐκείνου τοῦ πεδίου, καὶ οὕτω τὸν μέλανα εἰς γῆν καταβαλεῖν τὸν λευκόν, ὡς δοκεῖν ἅπασαν διασαλεύεσθαι ταύτην καὶ βοὴν ἀφιέναι ἐξαίσιον. «διὸ καὶ γινώσκειν ὑμᾶς» φησί «βούλομαι μεγάλην καὶ ταχινὴν ὀργὴν τοῦ θεοῦ πρὸς ἡμᾶς ἔρχεσθαι». ὅπερ καὶ κατὰ τὴν πρόρρησιν τοῦ θεοφόρου πατρὸς διὰ τὰς ἡμῶν ἁμαρτίας ἐγένετο.

21. ὑπῆρχε δέ τις μαθητὴς τῷ ὁσίῳ, Κωνσταντῖνος τὴν κλῆσιν, ψάλτης τὴν ἐπιστήμην, ἀσθενὴς μὲν τῇ προθέσει καὶ ὀλιγόπιστος, τῷ δὲ σώματι ἀσθενέστερος· ὃς καὶ τῇ δυσπιστίᾳ τρεφόμενος, τρία ἐν ἑαυτῷ νομίσματα περιέσῳζεν. ὑπὲρ ὧν ὁ μέγας ἐλεήμων πατὴρ ἡμῶν οὐκ ἐπαύετο νουθετῶν καθ᾿ ἑκάστην μὴ ἐπ᾿ αὐτοῖς ἀλλ᾿ ἐπὶ θεῷ καὶ τῇ θεοτόκῳ τὴν ἐλπίδα προσανατιθέναι. τοῦ δὲ μὴ πειθομένου ταῖς παραινέσεσι, συνέβη χρείαν ἐν τῇ λαύρᾳ γενέσθαι ὀβολῶν δώδεκα, καὶ μὴ εὑρεθέντων, ἀλλ᾿ ἐκ δανείου συναθροισθέντων, ἀκούσαντα τὸν Κωνσταντῖνον εἰπεῖν· «οἷά μοι συνεβούλευεν ὁ πατὴρ ὁ δώδεκα μὴ εὐπορῶν ὀβολῶν τρία προσαπολέσαι νομίσματα». ταῦτα δὲ ληρωδοῦντος αὐτοῦ, ἐγένετο ἀφυπνώσαντα τοῦτον φωνῆς ἐπακοῦσαι ὡς ὄχλου πολλοῦ εἰς τὸ κυριακόν, ἑορτῆς δῆθεν ἐκτελουμένης, καὶ ἅμα αὐτῷ πάντας συντρέχειν ἐκεῖσε, ἐν οἷς φανῆναι τὴν θεομήτορα, τῇ μιᾷ μὲν χειρὶ τὸν ἐξ αὐτῆς ἀρρήτως προελθόντα κατέχουσαν, τῇ ἑτέρᾳ δὲ ὑπὸ τοῦ ὁσίου στηριζομένην καὶ περιπατοῦσαν εἰς τὸ εὐκτήριον· ὡς δὲ ἐν τῷ τοῦ ναοῦ νάρθηκι προσεπέλασαν, τὴν μὲν προστάξαι τῷ πατρί, τοὺς ἑαυτοῦ κόλπους προσεφαπλῶσαι, τὸν δὲ ταχέως ἐκπληρῶσαι τὸ κελευσθέν· καὶ τούτου, φησί, γενομένου, ἄπειρόν τι κέρμα εἰς τοὺς κόλπους ἐκχέαι καὶ τῷ Κωνσταντίνῳ εἰπεῖν· «ὦ ἄπιστε σὺ καὶ τὸν τρόπον ἀσυμπαθέστατε,
[πγ. 565] οὐκ ἀρκοῦσί σοι ταῦτα εἰς διατροφήν» ἔκτρομος οὖν ἐκ τοῦ ὕπνου διαναστάς, τὰ ὁραθέντα διήγγελλε καὶ συγγνώμην ᾐτεῖτο λαβεῖν· ἐφ᾿ οἷς οὕτω διστάζων, τῶν βραχυτάτων ἐκείνων χρυσινῶν ἰσχυρῶς περιείχετο.
22. τούτῳ τῷ διορατικῷ πατρὶ οἰκοδομεῖν ἀρξαμένῳ οἶκον μέγιστον πρὸς δόξαν μὲν θεοῦ τε καὶ τῆς αὐτοῦ παναχράντου μητρός, ἀνάπαυσιν δὲ τῆς ἐν Χριστῷ συνοδίας, ὁ τὰ τῆς οἰκοδομῆς ξύλα ὀφείλων διακομίσαι μαθητὴς πρωῒθεν ἐλθὼν εἰς τὸν ἅγιον καὶ εὐχὴν ἐξαιτούμενος, ἤκουσε παρ᾿ αὐτοῦ· «πρόσεχε, τέκνον, μὴ ἐξ ἀπιστίας ἢ γογγυσμοῦ ἐκπέσῃς εἰς πειρασμόν.» τοῦ δὲ πορευθέντος καὶ ἐξ ἐνεργείας δαιμονικῆς ἐμποδισθέντος καὶ διαγογγύσαντος, συνέβη κατασχεθέντα αὐτὸν ὑπό τινος ξύλου πιέζεσθαι πάνυ καὶ σφοδρῶς ὀδυνᾶσθαι. ἐπιγνοὺς οὖν τῷ πνεύματι ὁ μέγας ἐκεῖνος καὶ σημειοφόρος πατὴρ ἡμῶν, τεθορυβημένος ἐκ τῆς ἑαυτοῦ κέλλης προελθών, ἔφησε τῷ ὑπηρέτη· «σπεύσας ἀπόστειλον ῥύσασθαι ἐκ θανάτου τὸν πειραζόμενον Λέοντα (τοῦτο γὰρ ἦν αὐτῷ ὄνομα). ὁ δὲ τὸ τάχος ἐξαποστείλας (ἦν γὰρ οὐ μακρὰν ὁ τόπος, ἀλλ᾿ ὡς ἀπὸ σταδίων πεντεκαίδεκα), μόλις αὐτὸν ζῶντα περιεσώσατο τοῖς πᾶσι τρανῶς ἐξαγγέλλοντα τὸ ἐξ ἀπιστίας συμβὰν αὐτῷ.

23. Ῥωμανοῦ τοῦ ἐκ πατρικίων εἰς τὴν βασίλειον προεληλυθότος ἀρχὴν καὶ τῆς ῥωμαϊκῆς ἁπάσης ἡγεμονίας τὰ σκῆπτρα παραλαβόντος, οἷα παρὰ τῶν αὐτοῦ παίδων τοῖς ὑπηκόοις συνέβαινεν, οὐδεὶς τῶν ἁπάντων ἠγνόησεν. ἐπεὶ οὖν εἰς διαφόρους δόξας καὶ ὑπολήψεις οἱ φρονήσεως ἐν μετουσίᾳ καθεστηκότες ἐσχίζοντο καὶ ὑπώπτευον ἤδη διὰ τὴν ἐκείνων μοχθηρίαν τε καὶ κακίστην προαίρεσιν τὴν μεταβολὴν τῶν πραγμάτων γενήσεσθαι καὶ μὴ ἐπὶ πλέον μακροθυμήσειν τὴν τά ἡμέτερα σοφῶς καὶ ἐπιστημόνως διϊθύνουσαν πρόνοιαν, καὶ ὥσπερ ἐν μεταιχμίῳ τῇ τῶν μελλόντων ἀδηλίᾳ ἱστάμενοι, οὐκ εἶχον σαφῶς τὸ τέλος διαγινώσκειν, προσελθόντες τινὲς ἐκ τούτων φιλόχριστοι, γνωρίσαι τό μέλλον διὰ προσευχῆς ἐλιπάρουν. καὶ μόλις ποτὲ ταῖς αὐτῶν ἱκεσίαις ἐπικαμφθείς, τρανῶς τὰ μετ᾿ οὐ πολὺν χρόνον ἐκβεβηκότα ἐγνώρισεν εἰπών, «εἶδον, ὦ οὗτοι, λευχειμονοῦντά τινα λαβόμενον τῆς χειρός με καὶ εἰς τὴν ἁγίαν τοῦ θεοῦ μεγάλην Σοφίαν ἀπαγαγόντα καὶ φήσαντα, Ϡὅρα σου τὸ ζητούμενον καὶ
[πγ. 566] μηκέτι κοπίαϠ καὶ ἐν τῷ οὕτως εἰπεῖν ὑπέδειξέ μοι» φησί «τέσσαρα λαρνάκια κείμενα, ἃ καὶ τὸ τάχος ἀποφέρεσθαι ἔξω προσέταξε.» καθαρῶς δηλοῦντος τοῦ πράγματος, ὡς αὐτός τε ὁ δηλωθεὶς Ῥωμανὸς καὶ οἱ τρεῖς αὐτοῦ παῖδες τῶν ἱερῶν περιβόλων ἀπελαθέντες, τάχιον ἐν λάρναξι κατοικήσουσι. διὸ καὶ τῷ θεοστεφεῖ βασιλεῖ Κωνσταντίνῳ ἀθυμοῦντι σφοδρῶς εὐθυμεῖν ἐνετέλλετο ὡς ταχὺ πάντως τὴν προγονικὴν βασιλείαν ἀπολαμβάνοντι. ὑπὲρ ὧν καὶ Θεοφύλακτος, ὁ τὴν πατριαρχείαν ἰθύνων, ἐγκοτῶν τῷ ὁσίῳ διὰ τὴν πρόρρησιν καὶ πρὸς ζηλοτυπίαν τῆς τοῦ θρόνου διαδοχῆς ἐκκαυθείς, ἔσπευσέ τε τὸν μέγαν κακῶσαι καὶ τὴν περιφανῆ αὐτοῦ ποίμνην εἰς τέλος ἐξαφανίσαι· ἀλλ᾿ αὐτὸς μὲν οὐδὲν πλέον τῆς ἐπιχειρήσεως ἤνυσε, τὰ δὲ ὁραθέντα ὑπὸ τοῦ ὁσίου κατὰ τὴν ἐκείνου ἐξέβαινε πρόρρησιν.

24. τούτῳ τῷ θεοφόρῳ καὶ φιλοτέκνῳ πατρὶ ἐγένετό τις μαθητής, Θεοφάνης ὄνομα. ὃς καὶ ἐπὶ τεσσαράκοντα ἔτεσι τῷ ἁγίῳ ἐξυπηρέτησεν, ὕδωρ ἐπὶ χεῖρας αὐτοῦ βάλλων καὶ ἐν πᾶσι διακονῶν καὶ οὐδὲ τὸ βραχύτατον ἀποσπασθῆναι τούτου καταδεξάμενος, ἀλλ᾿ ἐκ νεαρᾶς ἡλικίας, ἄχρις οὗ πρὸς κύριον ἐξεδήμησεν, ἀδιαστάτως συνὼν αὐτῷ καὶ τοὺς πατρικοὺς χαρακτῆρας ἀκριβῶς ἐναπομαξάμενος. τούτῳ τῷ Θεοφάνει ἐπεδόθη ποτὲ παρὰ τοῦ ὁσίου πατρὸς ἡμῶν Μιχαὴλ βιβλίον ἐπωφελὲς πρὸς τὸ μεταγραρφῆναι (εἶχε γὰρ πρὸς τὸ καλλιγραφεῖν οὐ μικρὰν ἐπιτηδειότητα). ὡς εὐγνώμων δὲ καὶ γνήσιος μαθητὴς μὴ μελλήσας, ἀλλὰ καὶ ὑπὲρ δύναμιν τὴν ἑαυτοῦ φύσιν βιασάμενος, ἐν ὀλιγῳ κομιδῇ χρόνῳ τὸ βίβλιον μετέγραψεν· ἐγένετο δὲ ἐκ τοῦ τοιούτου κόπου καὶ τῆς ἐκ τοῦ γράφειν κακοπαθείας ἀθρόον αἷμα ἀπὸ τῆς κεφαλῆς διαρρεῦσαι καὶ τοσοῦτον ἐξογκῶσαι τὴν ἐπιφάνειαν, ὡς ὑπὸ τοῦ φρικώδους ἐκείνου οἰδήματος τούς τε ὀφθαλμοὺς καὶ τὰ ὦτα συγκαλυφθῆναι καὶ τὴν ῥῖνα τελέον καὶ τὸ στόμα ἀποκρυβῆναι, ὡς μόλις που ἀπεικόνισμα ἀνθρωπίνης ὁμοιότητος περισῴζειν. ἐν οἷς καὶ ἰατρῶν παῖδες ἐξαπορήσαντες (ἦν γὰρ δεινὸν τὸ ὁρώμενον) διά τινος μεθοδείας ἰατρικῆς, μόλις τὸ στόμα ἀνοίγοντες τοῦ νοσοῦντος ὕδωρ εἰς πόσιν ἐδίδοσαν. καὶ τοῦτο ἐποίουν οὐχ ὁσάκις ἐβούλοντο, ἀλλ᾿ ὁσάκις ἐκλείποντα τὸν πάσχοντα ᾔσθοντο, ὡς καὶ πεντεκαίδεκα πολλάκις ἐν τῷ μέσῳ διέρχεσθαι ἡμέρας. οὕτως οὖν αὐτὸν ὀδυνώμενον βλέποντες καὶ τὸ ἀνήκεστον ἐκεῖνο πάθος κατανοοῦντες, ἐβουλεύσαντο ῥιψοκινδύνως
[πγ. 567] οὕτως καὶ παραβούλως διασχίσαι τό τε πρόσωπον αὐτοῦ καὶ τὸν τράχηλον ἐξ ἀμφοῖν τοῖν μεροῖν καὶ ἢ διὰ τῶν αἱμωδῶν κουφισθῆναι κενώσεων ἢ τάχιον τῆς παρούσης ἀπαλλαγῆναι ζωῆς καὶ μὴ οὕτω χαλεπῶς ἀποπνίγνεσθαι. ἐν ὅσῳ δὲ ταῦτα ποιῆσαι ἐσκέπτοντο, ἐφάνη τῷ νοσοῦντι ὁ μέγας πατὴρ καί φησι· «μηδὲν τοιοῦτον ἐάσῃς γενέσθαι εἰς σέ· πίστευε δὲ μόνον καὶ ταχέως σωθήσῃ.» καὶ ἅμα τῷ ῥήματι τὴν ἐπωμίδα αὐτοῦ ἐκβαλών, ἐπέθηκε τῷ νοσοῦντι· εὐθέως δὲ ἐκεῖνος φωνῇ μεγάλῃ ἐβόησεν· «εἰ μὴ ὁ πατὴρ ἐπεφάνῃ, ὦ οὗτοι, ἀπέθνησκον ἄν· ἀλλὰ διαναστάντες δότε μοι φαγεῖν.» ὡς δὲ τὴν τροφὴν ἐπεζήτει, ὑπενόουν ἐκεῖνοι ἐκ τῶν ἀλγηδόνων τοῦτον παραφρονεῖν. τοῦ δὲ τοῖς λεγομένοις προσεπιμένοντος, φῶτα κομίσαντες καὶ τὰ ὁραθέντα καταμαθόντες, δόξαν ἔδωκαν τῷ θεῷ τῷ τοὺς ἁγίους αὐτοῦ, δαυϊτικῶς εἰπεῖν, θαυμαστώσαντι καὶ βοηθεῖν τούτους καὶ μακρόθεν παρασκευάζοντι· ἐν γὰρ τῇ βασιλίδι τῶν πόλεων ὁ ὅσιος τηνικαῦτα διέτριβεν. ἐπὶ τούτοις οὖν τίς οὐκ <ἂν> εὐφημήσειε τὸν τοσούτοις κομῶντα χαρίσμασι τίς δὲ οὐκ ἂν ἐκπλαγείη τὴν ἀρετὴν τοῦ ἀνδρός, δι᾿ ἧς καὶ τοῖς πάλαι πατράσιν ἡμῶν, Εὐθυμίῳ τε τῷ μεγάλῳ καὶ τῷ διαβοήτῳ Σάβᾳ, ἐφάμιλλος γέγονεν

25. ἐβουλόμην, ἐνταῦθα γενόμενος, παρεκβῆναι μικρόν τι τῆς διηγήσεως καὶ ἐγκωμιαστικοῖς ἐπαίνοις ὥσπερ τισὶν ἄνθεσιν ἐαρινοῖς τὴν ἱερὰν κεφαλὴν τοῦ ὁσίου καθωραῒσαι. ἀλλ᾿ ἐπειδὴ αὐταὶ μόνον καθ᾿ ἑαυτὰς αἱ πράξεις ἐγκείμεναι, ἀρκοῦσι τοῖς ἐντυγχανοῦσι πρὸς ὠφέλειαν· ἄλλως τε δὲ καὶ τὸ φιλότιμον πάλαι κατέλυσεν ὁ θαυμάσιος περὶ τὰ τοιαῦτα ἀπασχολεῖν τὴν διάνοιαν καὶ τὰ μεγάλα τοῦ ἀνδρὸς κατορθώματα τοῖς ἡμετέροις λόγοις κατασμικρύνειν οὐ δυναμένοις πρὸς τὸ ὕψος τῆς ἐκείνου ἐξικνεῖσθαι μεγαλειότητος, ἐν κεφαλαίῳ τινὰ σύνοψιν τῆς ὅλης αὐτοῦ πολιτείας ποιησάμενοι, ἐνταῦθα τὴν περὶ αὐτοῦ διήγησιν καταπαύσομεν. οὗτος ὁ ἡγιασμένος καὶ φιλάγαθος πατὴρ ἡμῶν Μιχαὴλ ἀπετάξατο μὲν ἐτῶν ὑπάρχων ὀκτωκαίδεκα, χρόνους δὲ πεντήκοντα ἐν τῷ μονήρει βίῳ διήνεγκεν, ἀγγελικῶς ἐν ἀνθρώποις πολιτευσάμενος καὶ μέχρις ἐσχάτης ἀναπνοῆς μὴ ἀλλάξας τὸν κανόνα τῆς ἀκριβοῦς αὐτοῦ ἐγκρατείας ἄνευ ἀσθενείας βαρείας καὶ ἐπιφανοῦς ἑορτασίμου ἡμέρας καὶ παρουσίας φίλου τινὸς ἀξιολόγου τε καὶ πολλὴν τὴν οἰκείωσιν ἔχοντος, ἀλλ᾿ ἦν ἀεὶ τοῖς μείζοσι καλοῖς
[πγ. 568] καθ᾿ ὑπερβολὴν ἐκτεινόμενος. καὶ γὰρ εἰς μὲν τὰς ἀρχὰς αὐτοῦ διὰ δύο ἢ καὶ τριῶν ἡμερῶν ἤσθιε, πολλάκις δὲ καὶ διὰ πέντε, ἡσυχάζων διόλου καὶ τὸ ἀνήροτον μέλι τῆς ψυχικῆς ὠφελείας δρεπόμενος, ἐν δὲ τοῖς μέσοις χρόνοις, ἀεὶ διὰ πέντε· ἐν δὲ τοῖς τελευταίοις καὶ μάλιστα ἐν ταῖς ἱεραῖς ἡμέραις τῶν νηστειῶν, καὶ διὰ δώδεκα τροφὴν προσιέμενος. ἦν δὲ ἡ τροφὴ αὐτοῦ ὀπῶραι καὶ λάχανα ὠμά τε καὶ ἑφθὰ καὶ τὰ ἐκ σπερμάτων τινῶν προσεψήματα καὶ ἡ ἐπίμονος πτισάνη τὸ κάλλιστον· ἥδιστον δὲ ποτὸν τὸ ψυχρότατον ὕδωρ καὶ διεδέστατον. καὶ ἱμάτιον μὲν ἐνεδιδύσκετο ἕν, πενιχρὸν δὲ καὶ αὐτὸ καὶ πάνυ τραχύτατον. ἐκάθευδε δὲ ὑγιαίνων μὲν ἐπὶ σκάμνου γυμνῆς παντὸς ἐπιβλήματος, ἀσθενῶν δὲ ἐπὶ κλίνης μικρᾶς ψίαθον καὶ δύο μόνα κώδια κεκτημένης, προσκεφάλαιον δὲ μικρὸν κατεσκευασμένον ἐκ δέρματος. ἦν δὲ καὶ φιλέορτος πάνυ καὶ μάλιστα ἐν ταῖς τοῦ κυρίου καὶ τῆς ἐκ μήτρας ἐκλεξαμένης αὐτὸν θεοτόκου μητρὸς λαμπραῖς πανηγύρεσιν, ὡς μὴ δύνασθαί τινα ἄλλοτέ ποτε αὐτὸν εὐφραινόμενον κατιδεῖν διὰ πάσης νυκτὸς καὶ ἡμέρας καὶ εὐποιΐαις σχολάζοντα καὶ παννύχους φωνὰς θεῷ τε καὶ τῇ θεοτόκῳ προσαναπέμποντα, ὥς που καὶ τοῦτο σαφέστερον ἐν Κωνσταντιπουπόλει φιλοχρίστῳ τινὶ λαμπρῶς τῇ θεοτόκῳ πανηγυρίζοντι παρ᾿ αὐτῆς ἐν ὀπτασίᾳ δεδήλωται. ὡς γὰρ ἐκεῖνος ὁ θεοφιλὴς ἄνθρωπος τῇ προσευχῇ καὶ τῇ δεήσει διενυκτέρευεν, ἡ θερμοτάτη τῶν καταπονουμένων ἀντίληψις ἐποφθεῖσά φησιν· «ἔασόν με τὰ νῦν ἀπελθεῖν ἐπειγομένην ἐν τῷ ὄρει τοῦ Κυμινᾶ, τῷ πιστῷ μου συνεορτάσαι θεράποντι Μιχαὴλ μοναχῷ πιστῶς ἐκεῖσε ἐκδεχομένῳ με». ὁ δὲ τοῖς ῥηθεῖσι διαπορῶν τὸν θεοφόρον ἐπεζήτει μαθεῖν ὅστις ποτὲ εἴη, τοῦτον γνῶναι κατεπειγόμενος. καὶ ἐν τῷ τόπῳ γενόμενος καὶ τῷ δηλωθέντι παραβαλὼν καὶ πανηγυρίζοντα θεασάμενος, δικαίως ἑαυτοῦ προκριθῆναι τοῦτον καθωμολόγησεν.

οὗτος ὁ βίος τοῦ ἰσαγγέλου πατρὸς ἡμῶν Μιχαήλ· αὕτη ἡ μέχρι τέλους εὐάρεστος αὐτοῦ πολιτεία καὶ ἀκριβεστάτη διαγωγή· οὗ ταῖς εὐχαῖς καὶ πρεσβείαις ῥυσθείημεν ἅπαντες ἐκ τῶν παγίδων τοῦ πονηροῦ καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαῦσαι καταξιωθείημεν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************