[p. 5]
<Ὀρέστου πατριάρχου Ἱεροσολύμων>
βίος καὶ πολιτεία πατρὸς ἡμῶν Σάβα τοῦ νέου
1. οὐκ ἀνδρῶν παλαιῶν μόνον βίος, οἷς ὁ κόσμος καὶ τὰ κατ᾿ αὐτὸν ἐσταύρωτο πάντα,
τό μεγαλοφυὲς ἔχει καὶ ἀξιέπαινον· οὐδὲ τοῖς ἐκείνων μόνως [λεγε· μόνοις] ἡ θεία
χάρις περιεγράφη πλεονεκτήμασιν· ἀλλ᾿ οὐ γὰρ καὶ τοῖς νῦν ὄγκος πρόσεστιν ἀρετῶν
ἀπαράμιλλος· καὶ τῶν θεοῦ χαρίτων ἐν ἑαυτοῖς ἐναργῆ προφαίνοντες τὴν ἐνέργειαν,
ἔρωτα τοῖς εὐσεβέσι τῆς τοῦ καλοῦ κτήσεως ἐντιθέασιν.
εἰ μὲν γὰρ μετὰ τοὺς μυρίους τῶν ἀγώνων ἱδρῶτας, οἷς τὸν χοῦν ὑποτάξαι τῷ πνεύματι
φιλονεικοῦντες οἱ δίκαιοι κέχρηνται, γέρως θεοσημείας ἠμοίρουν· εἰ καὶ μή τινα τῶν
πόνων ἀξίαν κἀντεῦθεν ἐκαρποῦντο τὴν ἀμοιβήν, καὶ ὀκνηρότεροι πρὸς τὴν τῶν καλῶν
ἀνάληψιν οἱ ὁρῶντες ἐγίνοντο.
[p. 6]
τίς γὰρ ἂν εἵλετο τὴν δυσχερῆ ταύτην καὶ τραχεῖαν ὁδὸν μετελθεῖν καὶ πόνοις ἑαυτὸν
ἐπιδοῦναι τοσούτοις, μὴ τοῖς τῆς μελλούσης εὐκλείας ἀρραβῶσι τοὺς ἀρετῆς ἐραστὰς
τιμωμένους ὁρῶν
ἐπεὶ δὲ καὶ λόγον ὑπερβαίνει καὶ φρενὸς ὑπεραίρεται τὰ τούτοις ἐπιμετρούμενα δῶρα
καὶ ζηλωτοὺς πᾶσιν αὐτοὺς ἐν βραχεῖ καὶ περιβλέπτους ἐργάζεται, εἰκότως ὄκνον ἀποβαλλόμενος
πᾶς ὁ τῆς ἄνω μερίδος ἐρῶν καὶ τὰ τοῖς πολλοῖς περισπούδαστα πάντα παραδραμών, τῆς
εὐκλεοῦς ὄντως διαγωγῆς καὶ μακαρίας ἐπιλαμβάνεται.
ἀμέλει καὶ νῦν ἡμῶν τὰ κατὰ τὸν ἱερὸν τοῦτον Σάβαν τὸν ἑωσφόρου μᾶλλον ταῖς ἀρεταῖς
διαλάμψαντα προτιθέντων εἰς μέσον, πολλοὶ τῷ τῆς φιλοσοφίας ἁλώσονται πόθῳ καὶ πρὸς
τὴν τῶν καλῶν ἐργασίαν διαναστήσονται· ἐπαγαγεῖ [θυασι ἐπαγαγέω λεγε· ἐπανάγει]
γὰρ πρὸς ἀρετὴν ἡ τῶν ἄλλοις κατορθωθέντων διήγησις· ἀλλ᾿ ἵνα μὴ πόρρω τῶν προκειμένων
ἐπὶ πολὺ διατρίβοντες, τὰς τῶν θερμοτέρων ἀνιῶμεν ψυχάς, αἷς πάντων ἥδιον τὸ πράξεις
ἀνδρῶν ἀρίστων διενωτίζεσθαι, ἀπαγγελτέον ἤδη τὰ τούτου καὶ ταῖς τῶν φιλοθέων ὑμῶν
ἀκοαῖς ὡς οἷόν τε παραδοτέον.
2. τούτῳ τοίνυν τῷ μεγάλῳ καὶ σεβασμίῳ πατρὶς μὲν ἡ τῶν νήσων περιφανὴς Σικελία,
ἐν πόλει δὲ τίκτεται τῆς [λεγε· τῇ] Κολασσαέων· ἣ καὶ πρώτη τῶν καρπῶν αὐτοῦ τῆς
ἀρετῆς κατετρύφησε καὶ τῆς εἰς φῶς προαγωγῆς καλὰς ἀπελείφθη τὰς ἀμοιβάς· γεννήτορες
δὲ αὐτῷ τρόποις κοσμῶντες χρηστοῖς, καὶ εἰς
[p. 7] ἄκρον εὐσεβείας ἐλάσαντες· ὧν τῷ μὲν Χριστοφόρος, τῇ δὲ Καλὴ τοὔνομα· καὶ
δὴ κατὰ τὸν καιρὸν τῆς τοῦ ὁσίου συλλήψεως παράδοξόν τι τέρας καὶ τῆς μελλούσης
περιλάμπει αὐτὸν χάριτος θείας προχάραγμα· πρὸς ὕπνον γὰρ τῇ τούτου διατραπείσῃ
μητρὶ φαίνεταί τις ἀστὴρ λαμπρῶς ἀποστίλβων καὶ διὰ τοῦ στόματος αὐτῆς εἰσιών.
ἐπεὶ δὲ τεχθεὶς ὁ παῖς εἰς ὥραν ἧκε παιδείας, εἰς διδασκάλους φοιτᾶν αὐτὸν οἱ τεκόντες
ἔγνωσαν καὶ τοῖς θείοις ἐνασχολεῖσθαι μαθήμασι. χρόνου δέ τινος οὐ πολλοῦ διαρρεύσαντος,
φύσει πρὸς τὸ μανθάνειν ἐπιτηδείως ἐχούσῃ, τὰ τοῦ Δαυῒδ ἐξέμαθε λόγια· καὶ ὡσεὶ
δένδρον παρ᾿ ὕδατα πεφυτευμένον καὶ πιαινόμενον, τοὺς καρποὺς αὐτοῦ ἀπεδίδου καιροῖς
τοῖς προσήκουσι, γονεῦσι προστάσσουσι τὸ πειθήνιον, πρεσβυτέροις αἰδῶ τὴν καθήκουσαν,
τοῖς πέλας τὸ προσηνὲς καὶ μειλίχιον.
ὃν Χριστοφόρος ὁ τούτου πατὴρ στεφάνῳ τοσούτων κοσμούμενον ἀρετῶν καθορῶν, διὰ θαύματος
ἦγε· καὶ τῷ θεῷ ἐξ ὅλης ἀνθωμολογεῖτο ψυχῆς τῷ βλαστὸν τοιοῦτον περικαλλῆ ἐκ τῆς
αὐτοῦ ὀσφύος προαγαγόντι· καὶ δὴ λαμβάνει μὲν αὐτὸν τοῦ μονήρους βίου πόθος διάπυρος,
ὠδίνει δὲ τὴν ἀποδημίαν· καὶ πᾶσι τοῖς χαμαὶ συρομένοις ἀποταξάμενος, πρὸς τούτοις
δὲ καὶ τὸν ἱερὸν τοῦτον νεανίαν σὺν τῇ τεκούσῃ καταλιπών, ὁ θαυμάσιος ὑπὸ θεῷ τῆς
καλῆς ἐκείνης πορείας ὁδηγῷ τὴν ἐπὶ τὸν Ἀργύρου χῶρον συντόνως ἐστέλλετο· ἐν ᾧπερ
τὸ τοῦ μάκαρος Φιλίππου τοῦ μάστιγι προσευχῶν τὰ τῆς πονηρίας ἀπελαύνοντος πνεύματα
τεθησαύρισται λείψανον.
ἔνθα καὶ σύλλογος ὁσίων καὶ θεοφόρων ἀνδρῶν ἦν τὴν τῶν
[p. 8] ἀσωμάτων διαγωγὴν ἐπανῃρημένων καὶ τούτοις ἐν σώματι θνητῷ συναμιλλωμένων.
προσελθὼν οὖν τῷ προεστῶτι (Νικηφόρος οὗτος ἦν ἀοίδιμος), τὴν γνώμην ἀνακαλύπτει.
ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ καθαρὸν ἔχων τὸ τῆς ψυχῆς ὄμμα καὶ διαυγές, οὐκ ἀθεεὶ τὴν
τοῦ ῥηθέντος ἄφιξιν ἔγνω γενέσθαι, μάλιστα τὰ κατὰ τὸν παῖδα πάντα μαθὼν τήν τε
σύλληψιν αὐτοῦ καὶ γέννησιν καὶ τὴν ἐν σώματι νέῳ πρεσβυτικὴν σύνεσιν· διὸ καὶ θᾶττον
ἀποκείρει τοῦτον καὶ τῷ μοναχικῷ σχήματι καταρτίζει. καὶ χρόνον οὔ τι συχνὸν οὗτος
ἐκεῖσε διατελέσας ἐν πάσαις ταῖς λειτουργίαις ταῖς αὐτῷ παρὰ τοῦ προεστῶτος ἐγχειρισθείσαις
τὸ πρόθυμον ὁ γεννάδας καὶ μέτριον διετήρησε· καὶ κοῦφον αὐτοῦ τὸ πτερὸν τῆς κατὰ
θεὸν πολιτείας ἐγίνετο· καὶ διὰ θαύματος παντὶ τῷ καταλόγῳ τῶν μοναζόντων ἐτύγχανεν.
3. ἐντεῦθεν αὐτὸν ἔργοις ὑπακοῆς ἀληθοῦς ὁ μακαρίτης Νικηφόρος κατηρτισμένον ἰδών,
ἐπιτρέπει τούτῳ τὸν τοῦ ἀρχιστρατήγου Μιχαὴλ οἰκῆσαι ναόν (ἐν τόπῳ δὲ οὗτος ἦν ὃς
Κτίσμα προσηγόρευται) καὶ ἡσυχίᾳ προσκεῖσθαι καθ᾿ ἑαυτόν. ὁ δὲ καὶ ταύτην τὴν ἐντολὴν
ἀσμένως δεξάμενος, τὸν ῥηθέντα καταλαμβάνει τόπον· καὶ τὸν νεὼν ἤδη κατηριπωμένον
εὑρὼν καὶ τὸν χῶρον ὑλομανοῦντα, τὴν ὕλην διακαθάρας, ναὸν ὁ μακαρίτης καινὸν ἐξ
αὐτῶν κρηπίδων ἐδείματο. καὶ τοῦτον νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἐναυλιζόμενος, εὐχαῖς
ἐχρῆτο καὶ δάκρυσι, προσδεόμενος τὸν θεὸν τὸν ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος τοὺς
[p. 9] ἐπ᾿ αὐτῷ πεποιθότας λυτρούμενον· ἀλλὰ καὶ χαμευνίαις ταπεινοῦν ἐπειρᾶτο τὴν
σάρκα· καὶ νηστείαις τὰς ἀτάκτους ἔσπευδε ταύτης ἀναστέλλειν ὁρμάς. διὰ δύο γὰρ
ἤσθιεν ἡμερῶν ἢ τριῶν· ἐνίοτε δὲ καὶ πᾶσαν ἄσιτος διετέλει τὴν ἑβδομάδα. εἶθ᾿ οὕτως
ἄρτος αὐτῷ τὴν χρείαν ἐπλήρου βραχὺς καί τινα τῶν σπερμάτων καὶ λαχάνων· ὧν ἄκροις
χείλεσιν, ὡς εἰπεῖν, ὁ θαυμάσιος ἀπεγεύετο. ποτὸν δὲ τούτῳ τὸ πᾶσιν ἀφθόνως προκείμενον
ἦν. καὶ μηδενὶ κόρῳ τῷ τὴν ὕβριν τίκτοντι βαρυνόμενος (ὃ πάσχουσιν οἱ γαστρὸς δοῦλοι)
καὶ τῷ ὑπὸ γαστέρα συνεσταλμένῳ τῷ ὀργάνῳ, προσωμίλει τῷ κτίσαντι, «ἦρα τοὺς ὀφθαλμούς
μου εἰς τὰ ὄρη» λέγων «ὅθεν ἥξει ἡ βοήθειά μου.»
καὶ ἐπειδὴ τὸ λαμπρότερον σάλπιγγος τὰ τοῦ ἀνδρὸς περιήχει πασανταχοῦ [λεγε· πανταχοῦ]
κατορθώματα (εἴωθε γὰρ ἀρετὴ τὸν ἐργάτην ἀνακηρύττειν), μαθὼν τὰ κατ᾿ αὐτὸν ὁ παῖς
πάντα καὶ θείῳ πόθῳ τὴν καρδίαν πυρποληθείς, πάντων τὰς ψυχὰς νέων θέλγειν δυναμένων
ὑπεριδών, πρὸς αὐτὸν ἐφοίτα. ὃν ἐκεῖνος μετὰ περιχαρείας δεξάμενος καὶ τῷ θεῷ τὴν
ὀφειλομένην καταπέμψας εὐχαριστείαν, τῷ μεγάλῳ Νικηφόρῳ προσάγει· καὶ παρὰ τοὺς
ἱεροὺς αὐτοῦ πόδας τὸν παῖδα θείς, εὐλογίας αὐτῷ μεταδοῦναι ἠξίου. τόνδε παρευθὺ
τοῦτο ποιῆσαι καὶ τὸ μοναχικὸν σχῆμα περιβαλεῖν, ἀποκείροντα, λέξαι τε τῷ τούτου
πατρί· «πολλὴν τοῦ νεανίου προνοίαν, ἀδελφέ, ποίει· δαψιλῆ γὰρ ἀτεχνῶς αὐτῷ τὴν
τοῦ πνεύματος ὁρῶ χάριν ἐπιφοιτήσασαν· καὶ μοναχῶν πατὴρ οὐκ εὐαριθμήτων γενήσεται
καὶ πολλοὶ τῆς σωτηρίας δι᾿ αὐτοῦ τεύξονται.» ταῦτα προορατικῷ χαρίσματι φήσας,
ὁ μέγας εἰς τὸν αὐτοῖς ἀποτεταγμένον
[p. 10] τόπον ἐξέπεμψεν, ἐπευξάμενος.
4. γενόμενος οὖν ἐκεῖ μετὰ τοῦ πατρός, ὁ μακάριος πόνοις σκληροτάτοις ἑαυτὸν ἑξεδίδου
καὶ τὴν ὀλίγοις βατὴν <ἂν> ἐπιστρόφως ἐφιλονείκει πορεύεσθαι. καὶ τὸ μὲν σῶμα τῷ
τραχεῖ τῆς διαίτης καὶ τῷ τῆς ἀγρυπνίας συντόνῳ κατεμαραίνετο· ἡ θεοφιλὴς δὲ ψυχὴ{ς}
μᾶλλον ἐφαιδρύνετό τε καὶ τῶν ἡλιακῶν λαμπροτέρα βολίδων ἐδείκνυτο. καὶ {διὰ} τοῦτο
διὰ σπουδῆς ἦν τῷ μεγάλῳ τὸ μή τι τῶν δεξιῶν καὶ θεῷ φίλων παραλιπεῖν, ἀλλὰ καὶ
πᾶσιν ἐγχειρίσαι καὶ πάντα πρὸς πέρας αἴσιον ἀγαγεῖν. καὶ συνεχῶς ἀνελίσσων τοὺς
τῶν πάλαι λαμψάντων βίους πατέρων καὶ διερχόμενος, τοῦ μὲν ζηλοῦν τὴν μετριοφροσύνην
ἠπείγετο, τοῦ δὲ τὸ πρᾷον ᾑρεῖτο μιμεῖσθαι καὶ τὸ φιλήσυχον ἄλλου, τὸ τὰς ἀλόγους
ὀρέξεις καὶ τὸ φιλήδονον ἀναχαιτίζειν εἰδὸς ἐγκρατές· κατορθοῦν ἔσπευδεν ἄλλου τὸ
περὶ τὰς προσευχὰς καὶ παννύχους στάσεις μετ{η}ίειν [λεγε· μετιέναι] καρτερικόν,
καὶ (ἵν᾿ εἴπω τι συντομώτατον) τὸ φιλόπονον τῆς φιλέργου μελίσσης ἐπιδεικνύμενος.
τὰ πάντων κάλλιστα καὶ πρὸς σωτηρίαν φέροντα συλλεξάμενος, τοῖς τῆς ψυχῆς ἐναπέθετο
κόλποις ὁ πάνσοφος· καὶ ὥσπερ τὰ τῶν ἀρωμάτων εὐώδη τῆς προσούσης αὐτοῖς εὐπνοίας
καὶ τὸν πλησίον ἀέρα πληροῖ, οὕτω δὴ καὶ ὁ θειότατος {οὗτος} Σάβας καὶ ἀπ᾿ αὐτῆς
μόνης τῆς συνουσίας πολλὴν ἐνίει τῇ ψυχῇ τὴν ὠφέλειαν καὶ τῶν αὐτοῦ μετεδίδου χαρίτων.
καὶ πανταχοῦ σχεδὸν Σικελίας ἡ φήμη
[p. 11] χωροῦσα, τὸν ἱερὸν ἐκεῖνον ἄνθρωπον ἐμεγάλυνε.
διὸ καὶ πολλοὺς τῆς ἀσκήσεως ἔρως λαμβάνει. καὶ ὅλοι <ἐπὶ> τῆς πρὸς αὐτὸν ἀφίξεως
γίνονται οἱ τὸν τόπον καταλαβόντες, καίπερ μήπω τεθεάμενοι τὸν μακαρίτην, ἅμα τῷ
τοῦτον ἰδεῖν, αὐτὸν εἶναι τὸν ζητούμενον ἐτεκμήραντο, εὐπρόσιτον ἦθος καὶ χαρίεν
κατιδόντες, ἄγγελον τῆς ἔνδον ἀρετῆς ἀψευδῆ. οὓς Χριστοφόρος καὶ Σάβας ὑποδεξάμενοι,
κατάλογον ἤρξαντο συνιστᾶν μοναχῶν· καὶ τὸ μὲν πρῶτον οὐ μικρῶς ἐδυσχέραινον, τῶν
πρὸς τροφὴν αὐτοῖς ἐπιτηδείων σπανίζοντες· ἔπειτα δὲ τῆς ἄνωθεν ῥοπῆς ἑαυτοὺς τῆς
τὰ σύμπαντα χρηστότητος ἐμπιπλώσης, συνετῶς ἐξαρτίσαντες, πάντας τοὺς ὡς αὐτοὺς
φοιτῶντας ὑπτίαις ἐδεξιοῦντο χερσὶ καὶ τοῖς προλαβοῦσι συνέταττον.
καὶ ἐπειδὴ τὸ τῶν μοναχῶν πλῆθος ταῖς καθ᾿ ἑκάστην ἐπεδίδου προσθήκαις, ἠξίου τὸν
μακαρίτην Νικηφόρον ὁ Χριστοφόρος τὴν φροντίδα τῶν ἀδελφῶν ὑπελθεῖν. τόνδε πρὸς
αὐτὸν εἰπεῖν· «οὐκ ἤδη σοι φθάσας ἔφην ὡς ὁ νεανίας οὗτος πολλῶν ψυχῶν ἀφηγήσεται
πῶς οὖν λήθῃ τὸ προρρηθὲν παραδέδωκας» καὶ τῆς χειρὸς τοῦ μεγάλου λαβόμενος Σάβα,
«οὗτός ἐστιν» εἶπε τῷ γέροντι «ὁ τὴν τῶν μοναχῶν παρὰ τῆς ἄνωθεν προνοίας προστασίαν
ἐγχειρισθείς.»
[p. 12]
τούτων ἀκούσας, ὁ θεοφόρος τῶν τοῦ θεσπεσίου Νικηφόρου ποδῶν ἐφαψάμενος, ἱκέτης
ἐγίνετο καὶ θερμῶς ἐδεῖτο μὴ τὴν ἀρχὴν ἐπιτραπῆναι τῶν ἀδελφῶν· καὶ ὅς· «τὴν ὑπακοήν,
ὦ τέκνον, πλήρωσον· καὶ τὸν αὐτῇ κείμενον ἀπολήψῃ μισθὸν καιρῷ τῷ προσήκοντι. καὶ
Χριστὸς γὰρ οὐ τὸ οἰκεῖον ποιήσων ἐλήλυθε θέλημα, τὸ τοῦ πατρὸς δέ· Ϡὑπήκοος γάρ,Ϡ
ὥς φησι Παῦλος, Ϡγέγονε τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.Ϡ καὶ τῆς μὲν
ἱερᾶς καὶ θεῷ προσοικειούσης ὑπακοῆς ὁ μισθὸς ἄφατος, τὸ δὲ τῆς ἀνυπακοῆς ὄντως
<ἐπιτίμιον ἀνύποιστον> καὶ χαλεπόν· καὶ ἴσασι πάντως οἱ τούτου πεπειραμένοι.»
5. ταῦτα τοῦ μακαρίου φήσαντος Νικηφόρου, Σάβας ὁ θαυμαστὸς τὴν τῶν μοναστῶν προστασίαν
ὑπῆλθεν· καὶ ἐπείπερ τὴν τοῦ πνεύματος χάριν πλουσίως εἶχεν ἐπιχορηγουμένην αὐτῷ,
προσφόρως ἄγαν τοῖς ὑπ᾿ αὐτὸν προσεφέρετο, τοὺς μὲν παρακλήσει χειραγωγῶν πρὸς τὰ
κρείττονα, τῶν δὲ τὸ νωθρὸν ἐπιλήξει διαγείρων μετρίᾳ, ἑτέρων ταπεινώσεως ὑποθήκαις
κατασπῶν τὸν τῦφον καὶ μετριάζειν πείθων ἐπ᾿ ἀρεταῖς, πᾶσι πρὸς τὰ τοῦ πονηροῦ δελεάσματα
γενναίως ἵστασθαι παραινῶν καὶ μεγαλοψύχως τὰ τῆς ἀσκήσεως φέρειν ἐπίπονα· τὸ γὰρ
πρὸς τὸ δυσχερὲς τῶν ἀγώνων ἐπαγορεύειν καὶ ῥαθυμίας ἡττᾶσθαι σαθρᾶς τῷ ὄντι καὶ
παρειμένης ψυχῆς καὶ τοῦ ἐπαγγέλματος ἀναξίας, οὕτως πρὸς ἀρετὴν ἀλείφων ὁ μέγας
τοὺς μαθητὰς καὶ καταρτίζων ταῖς εἰσηγήσεσιν, τῆς πρὸς οὐρανὸν φερούσης ἔχεσθαι
[p. 13] παρεσκεύαζε· ἀλλ᾿ οὐ γὰρ ἀνεκτὰ τῷ βασκάνῳ ταῦτα κατέστη δαίμονι. οὐδὲ τὴν
τῶν ἀνδρῶν ἀρετὴν οὕτω διαλάμπουσαν ἤνεγκεν· ἀλλὰ τοὺς μιαιφόνους Ἰσμαηλίτας εἰσδύς,
πειρασμοῖς δι᾿ αὐτῶν ἔσπευσε τοὺς ὁσίους περιβαλεῖν.
6. ἐπιστρατευσάντων γὰρ ἐκείνων πάσῃ τῇ χώρᾳ καὶ τὰ κατ᾿ αὐτὴν πάντα ληϊζομένων,
λιμός τις πικρότατος οὐ μόνον τοῖς ἐν πόλεσι κατοικοῦσι ἀλλὰ καὶ τοῖς ἐν ὄρεσι διαιτωμένοις
ἐνέσκηψε. καὶ ἦν ἰδεῖν τραγῳδίαν φρικτὴν καὶ πᾶσαν συμφορὰν ἀποκηρύττουσαν· πολλοὶ
γὰρ τῶν χριστιανῶν κατ᾿ ἐκεῖνο καιροῦ βρῶμα τὰς τῶν φιλτάτων παίδων ἐποίησαν σάρκας·
καὶ τοῦτο δρᾶσαι γεννητόρων ὀδόντες οὐκ ἐμυσάχθησαν· ὃ πάλαι τῷ Ἰουδαίων ἔθνει τετόλμητο
δίκας τῆς χριστοκτονίας τιννύντι. ἀλλὰ καὶ παῖδες δυστυχῶν γονέων σαρκὸς ἀπεγεύσαντο
καὶ ἀδελφῶν ἀδελφοί· οὐδὲ γυναῖκες ἀπείρατοι τοῦ δεινοῦ τηνικαῦτα διέμειναν· ἀλλὰ
γὰρ καὶ αὐταὶ τὰς τῶν ἰδίων ἀνδρῶν γαστέρας ἐπλήρωσαν. τοῦ λιμοῦ δυναστεύοντος,
καὶ ἡ φύσις καθ᾿ ἑαυτῆς ἐχώρει καὶ ἑαυτὴν κατεβόσκετο· καὶ τὸ τοιοῦτον ἄγος εἶδε
παρὰ τοῖς ὁρίοις ἐκείνοις ὁ ἥλιος.
ταῦτα δὲ μὴ φέροντες ὁρᾶν οἱ τοῦ μακαρίτου Σάβα συγγενεῖς καὶ ἡ τούτου μήτηρ ἐν
τῇ πόλει Κολασσαέων, ὡς αὐτὸν στείλαντές τινα, τὴν ταχίστην ἐλθεῖν καὶ τῶν συνεχόντων
αὐτοὺς ἐξελέσθαι δεινῶν ἐλιπάρουν. τόνδε ταῦτα μαθόντα δριμεῖά τις εἰσῆλθεν ἀνία·
καί τι γὰρ ὁ παῖς εὐγνώμων ἦν· καὶ τὸ τῆς τεκούσης πάθος οἰκεῖον ποιούμενος,
[p. 14] καὶ θᾶττον σὺν τῷ πατρὶ κατὰ τὴν ἐνεγκαμένην γενόμενος, εὑρίσας [λεγε· εὑρίσκει]
πάντας ἐσχάτοις κακοῖς παλαίοντας. οὐ γὰρ μόνον τῶν αὐτοῖς προσόντων ἀπεξενοῦντο,
(ὅπερ καὶ αὐτὸ δεινὸν καὶ ψυχῆς καθικνεῖσθαι δυνάμενον) ἀλλὰ καὶ αὐτοὶ παρὰ τῶν
κακίας θεραπευτῶν χερσὶ τῶν Ἰσμαηλιτῶν εἰς θάνατον παρεδίδοντο· ὃ πολλοὶ καὶ τῶν
μοναζόντων πεπόνθασιν. τόδε [λεγε· τότε] δὴ ὁ πανίερος οὑτοσὶ Σάβας οὐ τοῖς οἰκείοις
μόνον ἀλλὰ καὶ πολλοῖς ἄλλοις τὴν σωτηρίαν ἐπραγματεύσατο· δι᾿ ἐρήμων ὀρέων διαβιβάσας
αὐτούς, καὶ καρτεροῖς ἐγκατοικίσας Ἐρύμασι, καὶ τὴν πληθὺν ἐκεῖσε καταλιπὼν τοῦ
λαοῦ, διαποντίῳ πορείᾳ μετὰ τῶν αὐτοῦ γεννητόρων τὴν Καλαβρίαν καταλαμβάνει· καὶ
τῇ τῶν Καρονιτῶν ἐπιφοιτήσας κώμῃ, τισὶ τῶν αὐτῶν συγγενῶν φιλοφρόνως ἐπιξενοῦται.
7. καὶ ἡμερῶν παρηκουσῶν οὐ συχνῶν, τοὺς τεκόντας παρὰ τοῖς συγγενέσι ἐάσας, σὺν
ἅμα τῷ ἰδίῳ ἀδελφῷ (Μακάριος οὗτος ἦν ὁ θεοφιλὴς μοναχός) ἐν τῇ τοῦ Μερκουρίου ἐπαρχίᾳ
γίνεται Καλαβρίας μεταξὺ καὶ Λαγοβαρδίας κειμένῃ· ἔνθα ὅτι πλεῖστοι κατῴκουν μοναχοί,
πόνοις ἀσκήσεως εὐτόνως ἐγγυμναζόμενοι, οἱ μὲν τὸν ἐρημικὸν πάντῃ καὶ ἄμικτον μετερχόμενοι
βίον καὶ τῷ θεῷ προσλαλοῦντες μόνῳ, οἱ δὲ οἰκίσκοις ἡσυχίαν ἱκανοῖς παρέχειν ἐγκαταμένοντες,
ἕτεροι δὲ μιγάδι στοιχοῦντες κανόνι καὶ τὸν τῆς ὑποταγῆς ἆθλον ἀνύοντες. ὁ δὲ Σάβας
τὸν μὲν τόπον τῆς ἐπιτηδειοτήτος λίαν ἀποδεξάμενος, τοὺς δὲ τιμίους ἄνδρας τῆς ἀκριβοῦς
πολιτείας θαυμάσας,
[p. 15] εὐχῇ δοὺς ἑαυτόν, «<εἰ σόν ἐστιν» εἶπε «θέλημα, κύριε Ἰησοῦ Χριστέ, οἰκῆσαί
με τὸν σὸν δοῦλον ἐνταῦθα, δῆλός μοι τῇ σῇ χρηστότητι ὁ τῆς κατοικίας γένοιτο τόπος.
καὶ μὴ τὴν ἐμὴν βδελυξάμενος δέησιν παρασιωπήσῃς.» καὶ τῆς εὐχῆς αὐτῷ πέρας λαβούσης,
θεία τις ὄψις ἐπιφοιτήσασα, τὸν τόπον αὐτίκα δείκνυσι τῷ δικαίῳ. καὶ ὃς τὴν συνήθη
εὐχαριστίαν δοὺς τῷ δεσπότῃ, τοὺς ὁσίους αὐτοῦ γεννήτορας καὶ τοὺς σὺν αὐτοῖς μεταπέμπεται·
καὶ πρὸς τὸν ῥηθέντα χῶρον ἀνάγει. ὅν, μηδὲν μελλήσαντες, ἐκκαθαίρουσι· καὶ πυρὶ
δαπανῶσι τὴν ὕλην· εὐθύς τε πρῶτον ναὸν ἱερὸν ἐπ᾿ ὀνόματι τοῦ ἀρχιστρατήγου Μιχαὴλ
ἀνεγείρουσι, τοῦ μάκαρος «ἀξιόν ἐστι» εἰρηκότος «τὴν τῶν σωζομένων προοικοδομηθῆναι
μητέρα, εἶθ᾿ οὕτως τὰς τῶν μοναζόντων οἰκήσεις». καὶ τῆς ἄνωθεν ἐπικουρίας συνεφαπτομένης
τῶν πόνων, οὕτω [λεγε· αὐτῷ] πάντα χρηστὸν ἀπειλήφει πέρας.
8. οἱ δέ γε θεῖοι πατέρες οἱ τὸν τόπον οἰκοῦντες ἐκεῖνον (οὓς ἤδη φθάσαντες ἐδηλώσαμεν)
τὴν τοῦ θεοφόρου Σάβα πολιτείαν ἑωρακότες, φωνὰς πρὸς κύριον εὐχαριστηρίους ἠφίεσαν
τὸν αὐτοῖς τοιοῦτον φωστῆρα δείξαντα· ἕως γὰρ νέαν εἶχε τὴν ἡλικίαν, ὁ ὅσιος ἑνὶ
μόνῳ χιτῶνι τὰς ἐναντίας φέρων ἐκτροπάς τοῦ ἀέρος ἠρκεῖτο, θέρους μὲν ἡλιακαῖς ἀκτῖσι
φλεγόμενος, χειμῶνος δὲ σφοδρότητι κρύους πηγνύμενος· ἀλλὰ καὶ βαδίζων ὁ γενναῖος
καὶ τῷ ἔργῳ προσκείμενος, γυμνοὺς εἶχε τοὺς ὡραίους ὄντως
[p. 16] πόδας καὶ ἀποσ<τ>ολικούς, ὡς δὲ καὶ τὴν τιμίαν αὐτοῦ καὶ ἱερὰν κεφαλήν.
καὶ πρὸς κύριον αἴρων τοὺς ὀφθαλμούς, «ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου»
μετὰ δακρύων ἐβόα «καὶ ἄφες πᾶσας τὰς ἁμαρτίας μου.» τῇ δὲ ἀγρυπνίᾳ πολλάκις τοῦτον
ἐνησχολεῖτο τὸν τρόπον. ᾖδε μὲν ἀφ᾿ ἑσπέρας τὰ τοῦ Δαυῒδ λόγια, γονυκλινῶν καὶ χεῖρας
τείνας σταυροειδῶς, καὶ τὰ ἐκεῖθεν κάλλη φανταζόμενος ὁ θαυμάσιος· ἡνίκα δὲ πᾶσι
τέλος τοῖς ψαλμοῖς ἐπετίθει, τὴν ἀδελφότητα συναθροίζων, μετ᾿ αὐτῶν ἄχρι πρωΐας
τὴν ὑμνῳδίαν παρέτεινεν. ἔπειτα τοσούτου μετελάμβανεν ὕπνου, ὅσος ἀπέχρη τὸ σῶμα
παραμυθεῖσθαι τῷ συνεχεῖ τῶν πόνων κατεργαζόμενον, τὸν μέγαν ἐν τούτῳ καὶ θεῖον
ζηλῶν Ἀρσένιον.
πολλοὶ γοῦν οὐ τῶν πέλας μόνον ἀλλὰ καὶ τῶν πόρρω λαχόντων τὴν οἴκησιν ὡς τὸν μέγαν
ἐφοίτων, ἁγιασμοῦ καὶ ὠφελείας τευξόμενοι· καὶ οὐκ οἱ τὸν ἀπράγμονα μόνον καὶ μοναστικὸν
διώκοντες βίον ἔρωτι τῆς τοῦ ἀνδρὸς ὁμιλίας ἡλίσκοντο, ἀλλὰ γὰρ καὶ τοὺς ἐν πόλεσι
καὶ κώμαις οἰκοῦντας πόθος εἰσῄει πολὺς τοῦτον ἅγιον ἱστορῆσαι
καὶ τῶν αὐτοῦ διδαγμάτων ἀπόνασθαι. οἳ σὺν οὐδὲ μιᾷ μελλήσει παραγινόμενοι, πρόσωπόν
τε πολλῆς χάριτος γέμον ὁρῶντες καὶ λόγους ἀπὸ χειλέων γλυκασμὸν σταζόντων ἐνωτιζόμενοι,
ἀποχρῶσαν τοῦ τῆς ὁδοιπορίας κόπου τὴν ἀμοιβὴν ἀντελάμβανον. τί γὰρ χαριέστερον
ἢ μακαριώτερον τοῦ πλήρει συνέσεως τὰς ὄψεις ἐπιβάλλειν ανδρὶ καὶ ῥήματα ζωῆς ἐξ
αὐτοῦ πηγάζοντα δέχεσθαι καὶ οἱ μὲν αὐτῶν οὐκέτι πρὸς τὴν τοῦ κόσμου πλάνην παλινδρομήσειν
ἠνείχοντο, ἀλλ᾿ ὑπὸ τῷ μεγάλῳ ταττόμενοι, τὴν ἀσκητικὴν παλαίστραν
[p. 17] μετῄεσαν καὶ τὴν φύσιν ἐπιπόνως ζῆν ἐβιάζοντο· οἱ δὲ ταῖς τοῦ ὁσίου βελτιούμενοι
διδαχαῖς, πρὸς τὰς οἰκήσεις ἑαυτῶν ἐπανῄεσαν καὶ τῷ φθάσαντι βίῳ παλινῳδίαν ᾖδον·
καὶ ταῦτα μὲν ὧδέ τε ἔσχε καὶ εἰς τοιόνδε πέρας κατήντησεν.
9. ἐπανῆκε δὲ πάλιν τῶν θεοστυγῶν καὶ βεβήλων Ἀγαρηνῶν στρατιά· καὶ πᾶσι τοῖς ἀνὰ
τὰ ὅρια τῆς Καλαβρίας οἰκοῦσι, πρὸς δὲ καὶ τοῖς ἐν ὄρεσι καὶ σπηλαίοις διάγουσιν,
μυρίον ἐνῆκαν φόβον οἱ ἀσεβεῖς· καὶ πάντες δείματος ἐπληρώθησαν. καθ᾿ ὃν καιρὸν
καὶ Μαλακεινὸς ἐκεῖνος ὁ τῇ τοῦ πατρικίου ἀξίᾳ τετιμημένος κατὰ κράτος ὑπὸ τῶν μιαρῶν
ὤλετο. ταῦτα δὲ τὰ πολλῶν ἄξια γέγονε θρήνων τοῦ θεοῦ πάντως διὰ τὰς ἡμῶν συγχωρήσαντος
ἁμαρτίας. τότε τοίνυν τόπος ἐρυμνὸς κατὰ τὴν παράλιον οὖσιν ἠρευνᾶτο πατράσι πρὸς
ἀποφυγὴν τῶν δεινῶν· καὶ δὴ τὰ ὅρια περινοστοῦσι τοῦ Λατινιανοῦ. μεθ᾿ ὧν καὶ ὁ μακαρίτης
ἄπεισι Σάβας· καὶ ὥσπερ ὑπό τινος ἀγγέλου χειραγωγούμενος, ὠχυρωμένῳ πάνυ Καστελλίῳ
περιτυγχάνει πρὸς αὐταῖς ταῖς ὄχθαις ὄντι τοῦ ποταμοῦ (Σίγνον τοῦτον ἐπονομάζουσιν).
ὁ δὲ θεῖος ἀνὴρ ἕρμαιόν τι θαυμαστὸν τοῦτο λογισάμενος εἶναι, ἄνεισι εὐθὺς εἰς αὐτό·
καὶ οἶκον εὐκτήριον ἐν τούτῳ τοῦ μάρτυρος εὑρηκὼς Λαυρεντίου, ἔγνω θεοῦ βούλησιν
εὐδοκεῖν τοῦτον οἰκισθῆναι τὸν
[p. 18] τόπον καὶ φροντιστηρίου τάξιν λαβεῖν. καὶ δὴ τὴν μὲν ὕλην ἀμφιλαφῆ οὖσαν
ἀνακαθαίρει· οἰκοδομεῖ δέ τινα πρὸς ἀσφάλειαν προτειχίσματα· εἶθ᾿ οὕτως ἐκ βάθρων
ναὸν καινὸν ἐπ᾿ ὀνόματι τοῦ ῥηθέντος μάρτυρος οἰκείαις ἀνεγείρει χερσί· καὶ πλῆθος
συναγαγὼν ἀδελφῶν, περιφανεστάτην μονὴν συνεστήσατο, ἐν ᾗ πλεῖστοι πράξει καὶ θεωρίᾳ
διέλαμψαν.
ἐν τῇ λεχθείσῃ τοίνυν μονῇ Μακάριόν τινα τοὔνομα πρακτικώτατον ἄνδρα καὶ λόγῳ κοσμούμενον
οἰκονόμον ὁ ἱερὸς κατεστήσατο Σάβας· ἐπιτραπείσης οὖν τῆς τῶν μοναχῶν φροντίδος
αὐτῷ, τῇ ἡσυχίᾳ τὰς πέντε τῆς ἑβδομάδος ἡμέρας προσανεῖχεν ὁ μέγας· τροφῆς τε μετεῖχεν
οὐδὲ μιᾶς· σαββάτου δὲ ἐξιών, τῇ ἀγρυπνίᾳ μετὰ τῶν ἀδελφῶν μέχρι τῆς θείας λειτουργίας
ἐνήθλει· καὶ τῶν ἁγίων τοῦ Χριστοῦ κοινωνῶν μυστηρίων καὶ συνεσθίων τοῖς ἀδελφοῖς,
πάλιν τῇ φίλῃ προσήδρευεν ἡσυχίᾳ, Εὐθύμιον κατὰ τοῦτο μιμούμενος τὸν ἀοίδιμον· πολλάκις
δὲ καὶ τοῦ κατὰ τὸν Σίγνον ποταμὸν ἐπιβαίνων ὄρους, (φιλήσυχος γὰρ ἦν ὁ θεσπέσιος)
ταῖς ἐν αὐτῷ λόχμαις ἐμφιλοχωρῶν ἦν καὶ ταῖς πρὸς θεὸν εὐχαῖς ἐνηδόμενος, μηδενὸς
τὸν χῶρον εἰδότος, πλὴν Μακαρίου τοῦ ἔναγχος δηλωθέντος. οὗτος γὰρ ταῖς τῶν μοναχῶν
φροντίσι κατατεινόμενος, ἀπῄει θαμινώτερον πρὸς ἐκεῖνον παρηγορίας τευξόμενος. ὁ
γοῦν τῆς διακρίσεως λύχνος συνδιαφέρειν τὸν πόνον τῷ μαθητῇ διαγνούς, τοῦ μὲν πορρωτέρω
μετιέναι τὴν ἡσυχίαν ἀπέσχετο, τῷ Καστελλίῳ δὲ περὶ ταύτην πονῶν, καὶ τοῖς ἄλλοις
μετεδίδου τῆς ὠφελείας καὶ ἀρετῆς αὐτοῖς ἀρχέτυπον προὔκειτο.
[p. 19]
ἡνίκα δὲ τῶν πανάγνων νηστειῶν ὁ καιρὸς ἐπεδήμει, τὴν μὲν πρώτην τῶν τῆς τεσσαρακοστῆς
ἑβδομάδων ὁ ἱερὸς οὗτος ἀνὴρ ἄσιτος ἦν μέχρι σαββάτου· καὶ τότε ἄρτῳ βραχεῖ τὸ σῶμα
πεπονηκὸς ἀνεκτᾶτο καὶ ὕδατι· τὰς δὲ μετ᾿ αὐτὴν ἑβδομάδας διὰ τριῶν ἅπαξ ἡμερῶν
τοῦ μετὰ τὴν μέθεξιν διδουμένου τῶν μυστηρίων μεταλάμβανεν [λεγε· μετελάμβανεν]
ἄρτου· καὶ τούτου δέ, ἵνα μὴ πρὸς τοὺς τῶν ἀγώνων πόνους ἀπαγορεύσῃ, μετεῖχεν ὁ
πάνσοφος. οὕτω μὲν οὖν πάντα τὸν τῆς νηστείας δίαυλον διετέλει, φυλάττων καὶ τῷ
σώματι τὴν ἰσχὺν καὶ τῷ νῷ τὸ ἀμείωτον· τὸ γὰρ ἔξω τῶν ὅρων ᾄττειν καὶ τοῖς ὑπὲρ
δύναμιν ἐγχειρεῖν καὶ σώματος πάρεσιν καὶ φρενῶν παραφορὰν τοῖς πολλοῖς ἀπεργάζεται.
τῆς δὲ φαιδρᾶς τοῦ σωτῆρος καταλαμβανούσης ἐγέρσεως, ἐν ἑπτὰ μόνον ἡμέραις συνεσθίων
τοῖς ἀδελφοῖς καὶ πάντων ἁπλότητι καρδίας μεταλαμβάνων καὶ πνευματικῶς εὐφραινόμενος,
πάλιν τῆς προτέρας διαγωγῆς εἴχετο <καὶ νηστείαις τὸν χοῦν ὑπεπίαζεν>.
10. θανατηφόρου πάθους ποτὲ κατὰ πάσης μέλλοντος ἐν{α}σκήπτειν τῆς περιχώρου, (περὶ
λαιμὸν δὲ εἴωθε τοῦτο συμβαίνειν) ὁ μέγας τὴν ἐκκλησίαν καταλαβὼν καὶ πάντας συναθροίσας
τοὺς μοναχούς, τὴν ὀλεθρίαν ἔλευσιν αὐτοῦ προηγόρευεν· ἀπεκαλύφθη γὰρ τούτῳ προσευχομένῳ·
καί τινα τῶν ἀδελφῶν βαθμοῦ τοῦ τῶν ἱερέων ἠξιωμένον προσκαλεσάμενος, στέλλει πρὸς
τὸ τοῦ ἱεροῦ Θεοδώρου σεμνεῖον τὸ τοῦ Σάληκος ἐπιχωρίως ὠνομασμένον, προστάξας αὐτῷ
τὸ τοῖς ἐκεῖ πατράσι συμβὰν κατιδεῖν καὶ τὴν
[p. 20] ταχίστην ἐπανακάμψαι. τόνδε, τῷ φροντιστηρίῳ παραβαλόντα, τὸ λείψανον ἤδη
Θεοδώρου τοῦ μάκαρος ἑωρακέναι προκείμενον, πρὸς δὲ ἕτερα δύο τὸ αὐτὸ τοῦτο παθόντων
ἀδελφῶν, καὶ φόβῳ κάτοχον γεγονότα ἢ [λεγε· ᾗ] ποδῶν εἶχεν ἐπανελθεῖν καὶ τὸ ὁραθὲν
ἀπαγγεῖλαι τῷ θεσπεσίῳ. ὁ δὲ πρὸς πάντας «εὐτρεπίσωμεν ἑαυτούς, πατέρες» ἔφη «καὶ
ἀδελφοί, νηφούσῃ τῇ ψυχῇ ἕτοιμοι γενώμεθα πρὸς τὴν ἔξοδον ἀμώμητον· φυλάξωμεν τὸ
ἐπάγγελμα, ῥύπου λογισμῶν καθαρὰν τηρήσωμεν τὴν ψυχήν· ὅσον γὰρ οὔπω καὶ ἡμῖν παγίδος
ἐπελεύσεται τρόπον τὸ τῶν μοναχῶν ἐκείνων ἁψάμενον. μηδεὶς οὖν τινα τῶν ἐλαττωμάτων
ἐν μυχοῖς καρδίας ἐχέτω· ἀλλ᾿ εἰς φῶς δι᾿ ἐξαγορεύσεως προτιθέτω, ἵνα μὴ κατὰ τὸν
τῆς ἐξόδου καιρὸν ἐλεγμοῖς περιπέσῃ χαλεπωτάτοις.» τούτων ὑπὸ τοῦ ὁσίου ῥηθέντων,
τῇ ἑξῆς ἡμέρας νόσῳ τῇ ῥηθείσῃ δύο περισχεθέντες τῶν ἀδελφῶν, ἐξ ἀνθρώπων ἐγένοντο·
καὶ τὸ πάθος μέχρι πέντε καὶ δεκάτης διέρπων ἡμέρας, πέντε τῶν μοναχῶν πρὸς τοῖς
εἴκοσι νεκροὺς ἀπειργάσατο. προέγνωστο δὲ τῷ θεοφόρῳ τούτων ἡ ἀποβίωσις· ὃς ἐπὶ
πᾶσι τῷ τῶν ὅλων ηὐχαρίστει δεσπότῃ· καὶ τῷ προσάντει τοῦ βίου μᾶλλον προσέκειτο·
ἦν γὰρ κομιδῇ ῥωμαλέος καὶ πρόθυμος καὶ πόνοις σώματος πλέον χαίρων ἢ ἕτεροι θεραπείαις·
διὸ καὶ χάρις αὐτῷ θεῖα παραδόξως ἐπικατέστη. καὶ τοὺς ἐνοχλοῦντας ἑκάστῳ λογισμοὺς
ᾔδει· καὶ οἵοις μὲν ἕκαστος κλονούμενος ἦν καὶ ἡττώμενος, οἵων δὲ πάλιν κατεπαιρόμενος
καὶ ὑπερκαθήμενος. καὶ περιτρεπομένῳ μὲν συνήλγει τῷ μαθητῇ καὶ συνέκαμνεν ἡ φιλάνθρωπος
ἐκείνη καὶ
[p. 21] συμπαθεστάτη ψυχή· τὴν νίκην δὲ φερομένῳ τῷ μετρίῳ στοιχεῖν συνεβούλευε.
καὶ οὐχὶ τῶν μὲν ψυχῶν εὐστοχώτατος ἦν καὶ ἄριστος ἰατρός, τοῦ δὲ τὰ σώματα θεραπεύειν
καὶ τῶν συνεχουσῶν ἀπαλλάττειν μαστίγων ἠμοίρει, ἀλλὰ γὰρ καὶ ταύτην εἴπερ τις εἰλήφει
τὴν χάριν καὶ γίνεται σημείων αὐτουργὸς καὶ τεράτων, ὡς τὰ ἑξῆς παραστήσει τοῦ λόγου.
11. ἐφόδου γὰρ καὶ αὖθις τῶν μοχθηρῶν Ἰσμαηλιτῶν ἐν ταῖς τῆς Καλαβρίας κώμαις γεγενημένης,
(οὐ γὰρ ἤρκει τοῖς θεομάχοις τὰ φθάσαντα, προσθῆναι δὲ καὶ τὸ ἐλλεῖπον ἐβούλοντο)
ἐκείνων οὖν ἐξαπίνης ἐπιδραμόντων, οἱ μὲν τῶν τὰς ἀνδροφόνους αὐτῶν διαδράντων χεῖρας
φρουρίοις ἐθηρῶντο τὴν σωτηρίαν, οἱ δὲ δρυμῶσιν ἑαυτοὺς λασίοις ἀπέκρυπτον, ἔνιοι
δὲ τὴν Καλαβρίαν παρατρέχοντες πᾶσαν, τοῖς τῆς Λαγοβαρδίας ἐπεφοίτων ὁρίοις. τῶν
δὲ τοῦ μεγάλου τούτου τινὲς συγγενῶν ἐκ τῆς Καρονιτῶν ὁρμώμενοι κώμης, (ἧς ἔφθη
μνημονεύσας ὁ λόγος) τὸν τοῦ Λατινιανοῦ χῶρον τῆς οἰκείας ἠμείψαντο. ἑνὶ οὖν τῶν
ἐκεῖ φοιτησάντων παιδίον ἦν ἕκτον ἐνιαυτὸν ἤδη καὶ μικρόν τι προσέλκον· τούτου δὴ
πρὸς βρῶσιν βοτάνας ἐδωδίμους συλλέγοντος, ἔχιδνά τις αἰφνίδιον προσερπύσασα, τῆς
αὐτοῦ χειρὸς ἅπτεται. τοῦ δὲ παιδὸς τὴν χεῖρα μετεωρίσαντος, ἑωρᾶτο τῆς [λεγε· τοῖς]
πέλας τὸ ἰοβόλον ἐκεῖνο
[p. 22] θηρίον αὐτῆς ἐκκρεμάμενον. ὁ δὲ πατὴρ τὸν παῖδα λαβών, δρομαῖος ἀφικνεῖται
πρὸς τὸν μακάριον, τὸ συμβὰν ἀπαγγέλλων, φωνὰς πρὸς ἔλεον ἀφιείς, τὴν θεραπείαν
σὺν δάκρυσιν ἐξαιτούμενος. ὁ δὲ συμπαθὴς ἐκεῖνος ἀνὴρ τὴν τοῦ πατρὸς ὀδυνωμένην
ῥήμασι μελιχροῖς παρακαλέσας ψυχήν, τὸν παῖδα φιλανθρώπως ἐναγκαλίζεται, καὶ τῆς
δηχθείσης χειρὸς ὑπὸ τῆς ἐχίδνης λαβόμενος, ἐλαίῳ τε ταύτην ἀλείψας, ὑγιᾶ θᾶττον
ἢ λόγος ἀποκαθίστησι. καὶ ὁ πατὴρ τὴν προτέραν εὐετηρίαν ἔχοντα λαβὼν τὸν υἱόν,
ἐπανῄει, θεῷ τῷ διὰ τῶν αὐτοῦ θεραπόντων τοιαῦτα θαυματουργοῦντι τὴν εὐχαριστείαν
ἀποδιδούς.
12. δεύτερον ἐπὶ τούτῳ λεγέσθω ἐκεῖνο πολλὴν μαρτυροῦν τῷ θαυμασίῳ τὴν χάριν. ὑπῆρχέ
τις ἐν τῇ μονῇ μοναχὸς ἀκαθάρτῳ πνεύματι διοχλούμενος. τελουμένης οὖν ἐν τῇ ἐκκλησίᾳ
τῆς ὑμνῳδίας, παρόντος καὶ τοῦ μεγάλου πατρός, ἄφνω ἐκεῖνος ἑαυτὸν ἐν τῷ μέσῳ τοῦ
ναοῦ καταρράξας, δεινῶς ἤρξατο βρύχειν καὶ ἀφρὸν ἐκτινάσσειν τοῦ στόματος. πάντων
οὖν δείματι συσχεθέντων, ὡς τὸ εἰκός, τῷ κειμένῳ Σάβας ὁ ἱερὸς προσελθών, ἥψατό
τε τῆς αὐτοῦ χειρὸς καὶ τὸ σταυρικὸν σημεῖον τῷ μετώπῳ διέγραψε. καὶ παραυτίκα τοῦ
πονηροῦ δαίμονος δραπετεύσαντος, ἀνέστη νήφων καὶ σωφρονῶν ὁ ἀνὴρ καὶ τὸ λοιπὸν
σὺν ἅμα τοῖς ἀδελφοῖς τῆς δοξολογίας ἐπλήρωσε. ταῦτα μὲν οὖν τοιαῦτα καὶ οὕτω παράδοξα
ὁ δὲ νῦν λόγος ὑμῖν ἔρχεται παραδώσων· μεῖζον πολλῷ φανεῖται καὶ τελειώτερον.
[p. 23]
13. ὑ{ι}ετοῦ ποτε λάβρου κατὰ τὸν τοῦ Λατινιανοῦ χῶρον καταρραγέντος, πλήμμυρα συχνὴ
τῷ Σίγνῳ ποταμῷ προσεγένετο. καὶ ἔμελλον οὐ μόνον οἱ γειτονοῦντες ἀμπελῶνες αὐτῷ
παντελοῦς ἀφανισμοῦ πειραθήσεσθαι, ἀλλὰ γὰρ καὶ αὐτὸ δὴ τὸ σεμνεῖον ἐξ αὐτῶν βάθρων
ἀνατραπήσεσθαι. οἱ μὲν οὖν μοναχοὶ τὴν τοῦ ποταμοῦ ῥύμην βιαίαν κατὰ τῆς μονῆς φερομένην
ὁρῶντες, ταράχῳ πολλῷ τὰς καρδίας ἐστρέφοντο καὶ θρήνῳ πικροτάτῳ συνείχοντο. ὁ δὲ
θεῖος πρεσβύτης κελεύσας αὐτοῖς ἐν τοῖς ἑαυτῶν εἰσελθεῖν κελλίοις καὶ θερμότατα
τὸ θεῖον ἐκλιπαρεῖν, αὐτὸς τὸν τόπον καθ᾿ οὗ τὴν ὁρμὴν ὁ ῥοῦς εἶχε καταλαβών, ἔστη·
καὶ χεῖρας σὺν ἅμα τοῖς ὀφθαλμοῖς τείνας πρὸς οὐρανόν, ᾧδέ πως εὐχόμενος ἔλεγεν·
«ὁ θεὸς ὁ τῶν οὐρανίων καὶ ἐπιγείων δημιουργός, ὁ τοῖς ὁρατοῖς καὶ ἀοράτοις τὴν
παραγωγὴν δωρησάμενος, ὁ τὸν ἄνθρωπον κατ᾿ εἰκόνα σὴν ταῖς ἀχράντοις σου πλαστουργήσας
χερσὶν, ὁ διὰ τοῦ θεράποντός σου Μωϋσέως τὴν ἐρυθρὰν διατεμὼν θάλασσαν καὶ χειρὶ
τὸν σὸν λαὸν κραταιᾷ διασώσας, ὁ τὸν Ἰορδάνην ἐπὶ Ἰησοῦ τοῦ Ναυΐ τῆς προσωφορᾶς
[λεγε· πρόσω φορᾶς] ἐπισχὼν αὐτός, δέσποτα κύριε, ἔπιδε ἐπὶ τὴν προσευχὴν τοῦ δούλου
σου καὶ στῆσον τοῦ ποταμοῦ τὸ ἄσχετον ὅρμημα, ἵνα μὴ τὸν τόπον ἐν ᾧ σου τὰ [λεγε·
τὸ] ἅγιον ὄνομα μεγαλύνεται παντάπασιν ἔρημον ἀπεργάσηται.» ταῦτα τοῦ θεσπεσίου
Σάβα προσευξαμένου, τὰ τοῖς ῥείθροις φερόμενα ξύλα πολλὰ <τὸ> πλῆθος ὄντα καὶ περιττὰ
τὸ μέγεθος, ἐν ἑνὶ τόπῳ θείῳ συναθροισθέντα προστάγματι καὶ πρὸς ὕψος ἀρθέντα,
[p. 24] πολὺ τὸν ποταμὸν τῆς ὁρμῆς ἀνεχαίτισε· καὶ τὴν συνήθη πορείαν ἐκεῖνος λιπών,
πρὸς ἄλλην ἄκων ἐτρέπετο. καὶ ἄχρι τῆς δεῦρο τῆς κελευ<σ>θείσης ὁδοῦ ἔρχεται. καὶ
ἔξεστι νῦν παντὶ τῷ βουλομένῳ τὴν τόδε [λεγε· τότε] γεναμένην θαυματου<ρ>γίαν ὁρᾶν.
οὕτως οἶδεν ἀληθὴς ἀρετὴ καὶ στοιχείων φύσεις καθυποτάττειν καὶ τὰ λόγον μὴ κεκτημένα
ἴσα καὶ λογικοῖς παρασκευάζειν πείθεσ{τ}<θ>αι. ἐπὶ Ἰησοῦ μὲν οὖν πρὸ βραχέος λεχθέντος,
ἡ τοῦ ῥοθίου μόνον ἐπισχεθεῖσα φορὰ καὶ τῷ Ἰσραὴλ τὴν διάβα{σ}ιν [λεγε· δύναμιν]
ἐπιτρέψασα, πάλιν τοῦ συνήθους ὁρμήματος ἐπελάβετο· νυνὶ δὲ οὐ μέχρι τῆς ἐποχῆς
τὰ τοῦ θαύματος ἔστη, ἀλλὰ καὶ <οὕτως> αὐτῆς δὴ τῆς προτέρας ὁδοῦ τὸ ὕδωρ ἑτέραν
διαμειψάμενον φαίνεται· ὅπερ ἐκείνου πολλῷ θαυμασιώτερον καὶ περιφανέστερον. ἀκόλουθον
δ᾿ ἂν εἴη λοιπὸν τοῖς ἤδε [λεγε· ἤδη] ῥηθεῖσι καὶ τοῦτο προσθῆναι τὸ μεγαλούργημα.
14. τῶν τῆς Ἀγὰρ πάλιν ἀπογόνων τῇ Καλαβρίᾳ παρεισφθαρέντων καὶ τοὺς μὲν ὠμῶς διαχρησαμένων
[λεγε· διαχειρησαμένων?], τοὺς δὲ δορυαλώτους λαβόντων καὶ τῇ Σικελίᾳ παραπεμψάντων,
οἱ τῆς ἐκείνων ἐπιδρομῆς κρείττους γενόμενοι πρὸς τὰ τῆς Λαγοβαρδίας ἀφίκοντο κλίματα.
οἳ σφοδρῷ κατεδαπανῶντο λιμῷ καὶ σπάνει τῶν ἀναγκαίων χαλεπῶς ἐπιέζοντο· οἶδε γὰρ
ξενιτεία μυρίοις ὅσοις τοὺς ἁλόντας περιβάλλειν κακοῖς. καὶ ἐν τῇ ἐπαρχίᾳ δὲ τοῦ
Λατινιανοῦ τὸ αὐτὸ τοῦτο συνέβαινε. καὶ τοῦ λιμοῦ διὰ σπλάγχνων χωροῦντος, περιῄεσαν
καὶ οἷον ἐρινηλάτουν εἴ πού τι
[p. 25] λιμοῦ παραμύθιον εὕροιεν. καὶ τοῖς ἐν ταῖς ἐρήμοις προσφοιτῶντες φροντιστηρίοις,
δι᾿ ὄχλου πολλοῦ τοῖς πατράσιν ἐγίνοντο, ἄρτον ὀρέξαι πρὸς τροφὴν ἐξαιτούμενοι.
ὁ δὲ τὴν εὐσπλαγχνίαν τοῦ δεσπότου μιμούμενος τοῖς τὰ τῆς μονῆς πεπιστευμένοις τοῖς
ἐρχομένοις πᾶσι παρατιθέναι τράπεζαν παρεγγύησε καὶ χεῖρα προτείνειν ἄφθονον τοῖς
αἰτοῦσι, ἐπιχορηγεῖν τε τὰ χρειώδη μεγαλοψύχως καὶ οὕτω τοῦ σεμνείου μετὰ θυμηδίας
ἐκπέμπειν. γίνεται μὲν οὖν οὕτως ἐφ᾿ ἱκανόν, πολλῶν δὲ συρρεόντων οὐκ ἀνδρῶν μόνον
καὶ παίδων ἀλλὰ δὴ καὶ γυναικῶν. καὶ γὰρ καὶ αὗται τὴν γυναιξὶ μάλιστα πρέπουσαν
αἰδῶ διὰ τὴν τοῦ λιμοῦ ῥίψασαι τυραννίδα, πρὸς τὰς τῶν ὁσίων ἀφικνοῦντ{ο}<αι> μονάς.
παραβάλλοντος οὖν ἀριθμὸν ὑπερβαίνοντος ὄχλου καὶ τοῖς τῆς μονῆς βρώμασιν ἐπὶ πολὺ
διατρεφομένου, καὶ αὐτοῖς δὴ τοῖς τὸ σεμνεῖον οἰκοῦσι τῶν ἐπιτηδείων ἐπίλειψις περιγέγονε.
καὶ δὴ τοῦ σεβασμίου πατρὸς ἀγνοοῦντος, τὴν ἐξ ἔθους εὐποιΐαν ἐκκόπτουσιν. ὁ δὲ
τοῦ γεγονότος ὡς ἤσθετο, τὸν τοῦ φροντιστηρίου μεταπεμψάμενος οἰκονόμον, «τίνος
ἕνεκεν» εἶπεν «τὴν ἐμὴν παρὰ φαῦλον θέμενος ἐντολήν, τὴν τῆς μονῆς φιλοξενίαν ἐξέκοψας
ἢ τοῦ ἀποστόλου λέγοντος οὐκ ἀκήκοας, Ϡτῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης
γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.Ϡ» τοῦ δὲ φρονήματι ταπεινῷ πρὸς τὸν μέγαν
«σύγγνωθί μοι, τίμιε πάτερ,» εἰπόντος «οὔ τε γὰρ πρὸς τὴν τῶν μοναχῶν διατροφὴν
σῖτος ἡμῖν περίεστι,» μὴ δὲ τὸ παράπαν οὗτος τοῖς ὑπ᾿ ἐκείνου λεχθεῖσι πειθόμενος,
«ἔχεις ὑπὸ γῆν» ἔλεγεν «ἀδελφέ, κεκρυμμένον σῖτον·
[p. 26] ἐκεῖνον ἀναγαγών, καὶ τοῖς πατράσι ἐπιχορήγει καὶ τοῖς ἐρχομένοις τὰ πρόσφορα.»
ὁ δὲ θέλων πληροφορῆσαι τὸν μέγαν ὡς οὐδὲ βραχύτατον σίτου τοῖς ἀγγείοις ἐναπελείφθη,
«ἀπέλθωμεν, εἰ δοκεῖ, πάτερ,» ἔφη «καθ᾿ ὃν ἦν τόπον ὁ σῖτος· καὶ τότε γνώσῃ σαφῶς
ὡς οὐ ψευδῆ τὰ τῇ σῇ λεγόμενα τιμιότητι.» τοῦδε παρευθὺ τὸν τόπον καταλαβόντος,
οἰκείαις τε χερσὶν ἀνορύττειν ἀπαρξαμένου καὶ τῶν ἀγγείων ἓν ἐκκαλύψαντος, (ὢ τῆς
ἀπορρήτου σου, Χριστέ, δωρεᾶς) μεστὸν ἐκεῖνο σίτου τὸ πρὸ μικροῦ <κενὸν> παραδόξως
εὑρέθη. τότε κελεύει τοῖς ἀμφ᾿ αὐτὸν καὶ ἕτερα διανοῖξαι δοχεῖα· καὶ τοῦτο ποιήσαντες,
δυσὶν ἑτέροις σίτου πεπλησμένοις περιτυγχάνουσι.
τὸ γοῦν ἐξαίσιον τοῦτο θαῦμα ὁ τὴν οἰκονομίαν ἐπιτετραμμένος ἑωρακώς, τῶν τοῦ ὁσίου
σὺν τρόμῳ ποδῶν ἐπελάβετο, συγχώρησιν ἐξαιτούμενος· ἣν καὶ λαβών, τοὺς ἁγίους διεβεβαίου
πατέρας ὡς οὐδὲν ἕτερον περιεῖχεν ἐν ἑαυτοῖς τὰ δοχεῖα, ὅτι μὴ κόκκους ὀλίγους μόνον.
ἐξ ἐκείνου γοῦν ἄμεστον εἶχε τὴν χεῖρα καὶ δαψιλῶς τοῖς πᾶσι τὰ χρειώδη διένεμε.
διαδοθείσης δὲ πανταχοῦ τῆς χώρας τῆς τοιαύτης θαυματουργίας, τῷ θεῷ πάντες δόξαν
ἀνέπεμπον τῷ καὶ ἐν ἐσχάτοις καιροῖς ξένα καὶ ὑπερφυῆ διὰ τῶν αὐτοῦ θεραπόντων ποιοῦντι.
οἷον δὲ κἀκεῖνο τῶν τοῦ μεγάλου κατορθωμάτων ὃ τοῖς φιλαρέτοις ὑμῖν καὶ τὰ καλὰ
ζηλοῦσι ὁ λόγος προτίθησι.
15. λιμοῦ ποτε βραχυτάτου [λεγε· βαρυτάτου] τὸν τόπον κατασχόντος ἐκεῖνον, ἀωρὶ
τῶν νυκτῶν τοῦ θείου πρεσβύτου
[p. 27] προσευχομένου, τινές, οἷς μελέτη τὸ κακουργεῖν, προσελθόντες, τὸν τοῦ φροντιστηρίου
σῖτον συλᾶν ἀπήρξαντο. ὁ δὲ μέγας ὡς εἶδεν, ἡσύχῳ πρὸς αὐτοὺς ἐφοίτα ποδί· ὃν ἅτερος
αὐτῶν, ἄνωθεν ἑστὼς καὶ τὸν σῖτον ἀποδεχόμενος, κατιδών, φόβῳ συσχεθείς, ἐδραπέτευεν.
ὁ δὲ χρηστὸς ἐκεῖνος καὶ μετριόφρων ἀνὴρ ἀντ᾿ ἐκείνου στάς, τὸν σῖτον, χεῖρας προτείνων,
ἐδέχετο καὶ ταῖς ἐκείνων πήραις ἐνίει· ὧν ἤδη πληρωθεισῶν, ἠρέμα τὰ χείλη διάρας
ὁ Σάβας, «ἄνελθε,» φησίν «ἀδελφέ· μεμέστωται γὰρ ἡμῶν τὰ ἀγγεῖα.» τόνδε θᾶττον ἀναβάντα
τῆς θήκης καὶ τὸν μακαρίτην ὑπηρετούμενον αὐτῷ θεασάμενον δειλία τις ὑποτρέχει καὶ
φόβος. καὶ τῶν αὐτοῦ ποδῶν ἐφαψάμενος, συγγνώμην ἠξίου λαβεῖν τοῦ τολμήματος. τὸν
δὲ Σάβαν ἡμέρως πρὸς αὐτὸν φάναι καὶ προσηνῶς· «σὺ δέ, ἀλλ᾿ εἰ συγχωρήσεως ἐθέλεις
τυχεῖν, λαβών, ἐπίθες τοῖς ὑποζυγίοις τὸν σῖτον· καὶ μηκέτι ταῖς ὁμοίαις ἁλῶναι
κλοπαῖς μήτε μὴν ἑτέρῳ κοινωνῆσαι κακουργίας συνθέμενος, ἄπιθι.» ὁ δὲ θαυμάσας τὸν
ἄνδρα τῆς ἀνεξικακίας καὶ τοῖς ὑπ᾿ ἐκείνου ῥηθεῖσιν πέρας ὑποσχόμενος ἐπιθεῖναι,
ἀπῄει καὶ πάσης φαύλης ἀφέμενος πράξεως, μόνης τῆς ἑαυτοῦ σωτηρίας ἀντεποιεῖτο τοῖς
ἤδη λεχθεῖσι.
16. καὶ τοῦτο προσαπτέον τὸ τερατούργημα· μέγα γὰρ τῷ ὄντι καὶ ψυχαῖς εὐσεβέσιν
ἐράσμιον.
ἀκρίς, ἡ τῶν Αἰγυπτίων πληγή, τῇ τοῦ Μερκουρίου ἐπαρχίᾳ ποτὲ διὰ τὰς τῶν οἰκητόρων
ἀνομίας ἐνέσκηψε· καὶ δὴ Σάβας ὁ θαυμαστὸς τῇ τοῦ ἀρχιστρατήγου Μιχαὴλ τὸ
[p. 28] τηνικαῦτα προσεδρεύων μονῇ, ὁρᾶ νυκτὸς ἄνδρα, λαμπρὸν καὶ τὸ εἶδος καὶ τὴν
ἐσθῆτα ὡς ἐῴκει, τοιαῦτα τῷ μεγάλῳ παρεγγυᾶν, «ἐγερθείς,» λέγων «τὴν σὴν ἀνάλαβε
πανοπλίαν καὶ τὸ τοῖς μέρεσι τούτοις ἐπιφοιτῆσαν ἔθνος καταπολέμησον.» ὁ δὲ τὸν
ὕπνον ἐκτιναξάμενος, διέκρινεν ὡς ἄρα τὸ τῆς ἀκρίδος ἄγριον σύστημα ἔθνος ἡ ὄψις
ἐκάλεσε καὶ εἰκότως· τὰ αὐτὰ γὰρ τῷ ἔθνει τὴν πρὸς ἣν ἄν χώραν καταπτῇ διατίθησι.
συναθροίσας οὖν τοὺς τῶν γειτονούντων φροντιστηρίων μοναχούς, λιτὰς ἔνθα τὸ τῆς
ἀκρίδος νέφος ἐπέδραμε ποιεῖσθαι διεκελεύετο. οἱ δὲ προθύμως ὑπεῖξαν καὶ τὸ κελευσθὲν
ἐξεπλήρουν. οἷς τῶν πόνων κοινωνῶν καὶ συνοδοιπορῶν, ὁ μακάριος τὸν φιλάνθρωπον
ἱκέτευε κύριον ταχεῖαν τοῦ κακοῦ λύσιν αὐτοῖς παρασχεῖν. καὶ παραχρῆμα, καθάπερ
τινὶ βαρείᾳ μάστιγι, τῇ τοῦ Σάβα παιόμενον προσευχῇ τὸ τῆς ἀκρίδος στρατόπεδον ἐξελαύνεται
καὶ τὴν τῆς Ἀΐτης ἐπαρχίαν καταλαμβάνει, τοῦ θεοῦ πάντως εἰς αἴσθησιν καὶ τοὺς ἐν
αὐτῇ τῶν ἐπταισμένων ἀγαγεῖν βουλομένου καὶ διὰ τοῦτο συγκεχωρηκότος.
οἱ τὸ τοῦ μεγάλου θαῦμα διὰ τῆς πανταχῇ περιθεούσης φήμης ἀναμαθόντες δρόμῳ πρὸς
αὐτὸν ἐλθόντες, ἠντιβόλουν μετὰ δακρύων ὡς ἄν, ἐν τῷ τόπῳ γενόμενος, τῆς χαλεπῆς
αὐτοὺς δι᾿ εὐχῆς ἀπαλλάξῃ πληγῆς. τὸν δὲ Σάβαν οὐχ ἥκιστα μὲν παθεῖν τὴν ψυχὴν ἀμέτρῳ
λύπῃ, τοὺς ἄνδρας ὁρῶντα συνεχομένους, ἐκκλίνοντα δὲ τὴν κενὴν δόξαν, μὴ θελῆσαι
τοῖς ἐκείνων ὁρίοις ἐπιδημῆσαι, ἀλλὰ τοὺς ὁσίους ἄνδρας
[p. 29] συναγαγόντα, μέχρι μὲν τῆς τῶν Συρακουσίων σὺν αὐτοῖς γενέσθαι μονῆς, καὶ
καταντικρὺ τοῦ πρὸς τῆς ἀκρίδος ἀναλισκομένου τόπου σταθέντα τοὺς ὀφθαλμούς τε πρὸς
οὐρανὸν ἄραντα, τὸ θεῖον ὑπὲρ ἀπαλλαγῆς τοῦ δεινοῦ συντεταμένως ἐκδυσωπεῖν, τοὺς
δὲ τιμίους ταῖς αὐταῖς λιταῖς κεχρημένους πατέρας κατὰ τὸν ὃς ὑπὸ τῆς ἀκρίδος ἐφθείρετο
τόπον ἐξαποστεῖλαι. ὧν τὴν παρ᾿ ἐκείνου λαβόντων εὐχὴν καὶ τῷ χώρῳ παραβαλόντων,
τὸ λυμαντικὸν ἔθνος ἐκεῖνο καὶ πονηρόν, ὑπὸ λαίλαπος ἀθρόον συναρπασθέν, τοῖς τῆς
θαλάσσης ἐναπορριφὲν ὕδασιν, ἀπεπνίγνετο.
οὗ γενομένου, συμφώνως ἔκραζον ἅπαντες, «ἐπεσκέψατο» λέγοντες «ἡμᾶς ὁ θεὸς διὰ τοῦ
γνησίου θεράποντος αὐτοῦ Σάβα, ἵνα μὴ τέλεον οἱ τὴν ἡμῶν συνέχοντες ζωὴν ἐκτρίβωσι
καρποί.» καὶ ταῦτα μὲν οἱ τῆς εὐεργεσίας ἀπολελαυκότες μετὰ πλείστης ὅσης τῆς θυμηδίας
ἐφθέγγοντο. οἱ δέ γε θεῖοι πατέρες πρὸς τὸν μέγαν ὑποστρέψαντες Σάβαν, ὡς τῆς αὐτοῦ
γέγονεν εὐχῆς τρόπαιον ἡ ἀκρίς, μετὰ θάμβους ἀπήγγελλον.
17. καὶ τῶν τοιούτων μεταξὺ λεγομένων, ὁ θεοφόρος εἰς τὴν τῶν Συρακουσίων πρὸς ἐπίσκεψιν
τῶν ἐκεῖ πατέρων εἰσῆλθε μονήν. καὶ πάντων ἐν τῷ ναῷ συνδεδραμηκότων καὶ τὸν ἅγιον
μετ᾿ εὐλαβείας ἀσπαζομένων, πρόσεισι καί τις αὐτῷ μοναχός, πονηρῶς ἔχων τοῦ θώρακος
καὶ πρὸς αὐτὸν ἤδη τὸν θάνατον ἀφορῶν, καὶ παρὰ τοὺς ἱεροὺς ἐκείνου πόδας πεσών,
τὴν τοῦ ἀνιῶντος ἐλευθερίαν ἐζήτει.
ὁ δὲ καὶ γὰρ
[p. 30] πρόχειρον εἰς ἔλεον ἐκέκτητο τὴν ψυχήν· συμπαθήσας, ὀξὺς αὐτῷ γίνεται βοηθός·
καὶ τῆς ὀδύνης μόνῃ προσψαύσει χειρὸς ἀπαλλάττει.
ἀλλ᾿ ἰτέον πρὸς τὰ ἐξῆς τοῦ λόγου καὶ μὴ λήθῃ παραδοτέον τὰ μνήμης ἄξια.
18. μέλλοντι τῷ σεβασμίῳ τούτῳ πατρὶ κατὰ τὴν Ῥώμην φοιτῆσαι καὶ τὰ τῶν κορυφαίων
<Χριστοῦ> μαθητῶν λείψανα προσκυνῆσαι κώλυμά τι παρὰ τῆς ἄνω προνοίας ἐπὶ χρόνους
οὐκ ὀλίγους ἐγίνετο. καὶ δήποτε μοναχός τις τῶν ἀρετὴν εἰδότων φιλεῖν ἐκ τῶν τῆς
ἑῴας ὡρμημένος μερῶν, τὴν τοῦ ἀρχιστρατήγου καταλαμβάνει μονὴν καὶ εἴσω τοῦ νεὼ
παρελθών, προσηύχετο. τὸν δὲ μακαρίτην Σάβαν ἐν τῷ εὐκτηρίῳ σὺν ἅμα τοῖς ἀδελφοῖς
πρὸς τὸ τοὺς ἑσπερινοὺς ὕμνους τελέσαι γενόμενον καὶ τὸν μοναχὸν κατιδόντα, ἰδοὺ
πρὸς αὐτὸν εἰπεῖν· «ἐν τοσούτοις ἔτεσιν, ἀδελφὲ Νικήτα, τὴν σὴν εἰμὶ προσδεχόμενος
ἄφιξιν· ἵν᾿ ὁμοῦ παρὰ τὴν Ῥώμην ἐλθόντες, τοῖς τῶν ἀποστόλων πρώτοις τὴν πρέπουσαν
ἀποδῶμεν προσκύνησιν.» ἐκπλαγεὶς οὖν ἐκεῖνος ἐπὶ τῇ παραδόξῳ τοῦ ὀνόματος αὐτοῦ
κλήσει, τοῖς τοῦ Σάβα ποσὶ προσπεσών, τὸ ὁραθὲν αὐτῷ διεξῄει σὺν ἀκριβείᾳ ὅτιπερ·
«τίμιε πάτερ, τὸν μεταξὺ Ῥώμης καὶ Λαγοβαρδίας περαιωθεὶς πλοῦν, τῶν Ὑδροῦντος ἐπέβην
ὁρίων. καὶ παρασκευῆς ἔχοντί μοι διὰ τῆς ἠπείρου τὴν ἐπὶ Ῥώμην στέλλεσθαι, ὄναρ
τις ἀνὴρ μέγιστός τε καὶ φαιδρότατος ἐπιστάς, «ἐγερθείς,» ἔλεγε «τὴν
[p. 31] πρὸς τὴν τοῦ Μερκουρίου φέρουσαν ἐπαρχίαν πορεύου· καὶ Σάβαν τὸν θεοφόρον
ἀναζητήσας, πρὸς ἐκεῖνον γενοῦ· μέλλει γὰρ πρὸς Ῥώμην κἀκεῖνος εἰς προσκύνησιν τῶν
Χριστοῦ μαθητῶν ἀφίκεσθαι.» τοῦ ὕπνου τοίνυν τάχει διαναστάς, τὰ πρὸς τοῦ φανέντος
μοι χρηματισθέντα πρὸς πέρας ἀγαγεῖν ἔσπευσα· καὶ ἰδοὺ ἕως τῶν ὧδε ταῖς σαῖς θειοτάταις
εὐχαῖς διασέσωσμαι.»
ἡσθεὶς οὖν ὁ μέγας ἐπὶ τῇ τοῦ μοναχοῦ παρουσίᾳ, κελεύει παραυτίκα τοῖς ἀδελφοῖς
τὰ πρὸς ἀποδημίαν ἀναγκαῖα παρασκευάσαι· καὶ τούτων θᾶττον τὸ προσταχθὲν ποιησάντων,
πρὸς τὸν αἰγιαλὸν εὐθὺς ὁ ἀοίδιμος κάτεισι, πρὸς δὲ καὶ ὁ ῥηθεὶς μοναχὸς καὶ οἱ
τούτοις ἐξυπηρετησόμενοι. νηῒ τε κατὰ τάχος ἐμβάντων καὶ τοῦ πλεῖν ἤδη ἀπαρξαμένων,
τινὶ τῶν ἐν {αὐ}τῷ πλοίῳ τῷ μεγάλῳ συνόντων μοναχῶν καθαρὰν ἔχοντι τὴν καρδίαν (Μακάριος
ἦν οὗτος ὁ πρεσβύτερος [λεγε· πρεσβύτης]) δύο τινὲς ἱεροπρεπεῖς ἄνδρες καὶ τὴν τρίχα
πολιοί, ἔνθεν τοῦ θείου πρεσβύτου κἀ{ι}κεῖθεν παρεμβάλλοντες, ἑωρῶντο, καὶ τά τε
ἱστία καὶ τοὺς οἴακας μεταχειριζόμενοι· αἴσιον μάλα καὶ ἡδὺν ἐποίουν τὸν πλοῦν.
τίνας δὲ ἄλλους εἶναι τοὺς ὁραθέντας ὑποληπτέον ἢ Πέτρον καὶ Παῦλον τοὺς ἀοιδίμους
19. ὀλίγαι παρῆλθον ἡμέραι· καὶ τῇ τῶν ἀποστόλων συνεργίᾳ τὰς Ταρρακίνας καταλαβόντες,
τῷ λιμένι προσίσχουσι, κἀκεῖ καταλιπόντες τὴν ναῦν.
ἔστι [λεγε· εἴς τι] καστέλλιον (Ἀλβανὸς ὀνομάζεται τοῦτο) πλησίον τῆς πρεσβυτέρας
[p. 32] ὑπάρχον Ῥώμης ὁδοιποροῦντες ἀφίκοντο· καὶ τοὺς ἐκεῖσε θείους περινοστῶν
ὁ Σάβας ναούς, κατησπάζετο. καὶ δὴ καὶ τῷ τοῦ μάκαρος Παγκρατίου τοῦ Ῥώμης πολίτου
σηκῷ προσελθὼν ὥστε τὸ ἀθλητικὸν αὐτοῦ λείψανον προσκυνῆσαι, ὁρᾷ λαοῦ πλῆθος ἀριθμοῦ
κρεῖττον ἔνδον τοῦ θείου νεώ. οὗ μέσον ἀνήρ τις ἀκαθάρτῳ δαίμονι κάτοχος ἦν, σιδηραῖς
δεδεσμημένος ἁλύσεσιν· ὃς παρευθὺ κυνὸς ἀναλαβὼν ὑλακήν, ἀκόσμως ἄγαν ἐβόα· καὶ
τοὺς ὀδόντας δεινότατα τετριγώς, ἀφρὸν ὡς σὺς προΐει τοῦ στόματος. ὥρας δὲ παραδραμούσης
συχνῆς, ἀνθρωπείᾳ πάλιν φωνῇ χρησάμενος, «τίς ἤνεγκεν ἐνταυθοῖ τὸν μοναχόν» ἔκραξε
«Σάβαν ἵνα τῆς ἐμοὶ φίλης κατοικίας ἐξώσῃ με ταύτης» φεῦ τῆς συμφορᾶς· φεῦ τῆς ἀμηχανίας·
οὐκ αὐταρκές σοι τὸ πάσης ἡμᾶς ὑπερορίσαι τῆς ἐρημίας καὶ τοῖς ἡμῶν πλήθη μοναστῶν
ἐγκατασκηνῶσαι χωρίοις· ἀλλὰ καὶ ταύτης με νῦν ἀποξενοῖς τῆς οἰκήσεως ὤ τῆς βίας·
ὢ τῆς ἀνάγκης· οὐ φέρω τὴν διὰ τῶν σῶν προσευχῶν κατεμπιπρῶσάν με φλόγα.» ταῦτα
μετὰ πικροτάτων ὀλοφυρμῶν διὰ τοῦ ἀνδρὸς ὡς ὀργάνου φθεγγομένου τοῦ πνεύματος καὶ
δεινῶς ἐκεῖνον περιστροβοῦντος τε καὶ καταρράττοντος, πρόσεισιν ὁ πολὺς τὴν ἀρετὴν
Σάβας τῷ πάσχοντι· καὶ τὸ ἐκείνου πρόσωπον τῷ τῇ σορῷ Παγκρατίου τοῦ μάρτυρος διαχρίσας
ἐλαίῳ καὶ τὸ σταυρικὸν αὐτῷ σημεῖον ἐπιβαλών, φυγεῖν τὸ πονηρὸν ἐκεῖνο παρεσκεύασε
πνεῦμα, καὶ τὸ [λεγε· τῷ] μεμηνότι τὸ σωφρονεῖν παρασχόμενος. κατὰ τὸ λεληθὸς ὡς
εἶχεν, ἑαυτὸν ὑπεξαγαγών, ἵνα μὴ τὴν κενὴν φανείη δόξαν θηρώμενος, πρὸς τὴν Ῥωμαίων
ἄπεισι πόλιν. καὶ πρῶτον μὲν τῷ τοῦ κορυφαίου <Πέτρου> ναῷ προσελθών, τὴν αὐτοῦ
θήκην μετὰ πολλῆς
[p. 33] ὅσης τῆς πίστεως κατησπάσατο, ἔπειτα δὲ τὴν τοῦ μακαρίου Παύλου καὶ τῶν
ἐκεῖ καλλινίκων μαρτύρων· καὶ τὸν τῆς ψυχῆς ἀφοσιωσάμενος πόθον, τῷ τοῦ ἀρχιστρατήγου
σεμνείῳ πάλιν μετ᾿ εὐχαριστίας ἑαυτὸν φέρων δίδωσιν.
20. ἀλλ᾿ ἄξιον καὶ τ᾿ ἄλλα διεξελθεῖν, ἃ καὶ ψυχὴν κατευφραίνειν οἶδε, καὶ πρὸς
τὸν τοῦ ἐπαινουμένου ζῆλον διερεθίζειν τὸν νήφοντα.
ἀρρωστίᾳ τις τῶν ἀδελφῶν δεινοτάτῃ περιληφθείς, (ἣν ὀπισθότονον οἱ τὴν ἰατρικὴν
ἠσκημένοι τέχνην κατονομάζουσι) ἐν τῷ ἐδάφει, δριμείαις ὀδύναις βαλλόμενος, ἔκειτο.
ὃν τῆς συνεχούσης οἰκτείρων ἀλγηδόνος ὁ Σάβας καὶ οὐδὲν ἧττον τοῦ κάμνοντος ὀδυνώμενος·
τοιαῦτα γὰρ τὰ σπλάγχνα τὰ πατρικὰ παρῄνει τούτῳ, γνώμῃ τὸ λυποῦν εὐχαρίστῳ φέρειν,
ψυχικὴν πάντως ὠφέλειαν μνηστευόμενον. «καὶ γὰρ ὁ θεὸς τὰ τοῖς αὐτοῦ» φησί «λυσιτελοῦντα
δούλοις εἰδώς, κηδεμονικῶς ἑκάστῳ τὴν σωτηρίαν καὶ σοφῶς πραγματεύ<ε>ται. εἰ μὲν
οὖν τις τῇ τῆς σαρκὸς εὐεξίᾳ πρὸς τὸ τὰ φίλα πράττειν θεῷ χρώμενός ἐστι, καὶ πλείῳ
τούτῳ τὴν ῥῶσιν ὁ δεσπότης προστίθησι καὶ μᾶλλον εὐτονώτερον ἀπεργάζεται. εἰ δέ
τις αὖ πάλιν σωματικὴν ἔχων εὐετηρίαν τῆς κατ᾿ εἰκόνα θεοῦ κτισθείσης παραμελοίῃ
ψυχῆς, νόσοις αὐτὸν περιβληθῆναι συμφερόντως ἀφίησιν· ὡς ἂν τὴν προσοῦσαν ῥαθυμίαν
ἀποβαλόντα λάβοι τις αὐτὸν ἐπιμέλεια, καὶ τὴν ἑαυτοῦ σωτηρίαν κερδήσειεν· οὐ γὰρ
ἀνεκτὸν τῷ φιλαγάθῳ κυρίῳ, τὴν μὲν γεηρὰν εὐεκτεῖν σάρκα καὶ θάλλειν, πιέζεσθαι
[p. 34] δὲ τὸ θεοειδὲς πνεῦμα καὶ τοῖς αἰσχίστοις πάθεσι περιπείρεσθαι· Ϡἀλλὰ τὸν
ἔξω μᾶλλον,Ϡ ὥς φησι Παῦλος, Ϡἄνθρωπον διαφθείρεσθαι καὶ ὁσημέραι τὸν ἔσω ἀνακαινίζεσθαι.Ϡ»
τοιαῦτα τῷ δυσφοροῦντι παραινῶν, ὁ μακάριος συνῆν αὐτῷ κατὰ τὸ ἐν ᾧ κείμενος ἦν
οὗτος δωμάτιον· κἀκεῖ τὸν ἑωθινὸν ἐκτελῶν κανόνα, ὡς δὲ καὶ τοὺς ὡρισμένους ταῖς
ὥραις ὕμνους καὶ τὴν ἑσπερινὴν μελῳδίαν, τὰ πρὸς ὑπομονὴν φέροντα τῷ κάμνοντι διελέγετο.
οὗπερ ἡ κεφαλή, κατὰ τὴν ἀρχὴν τῆς νόσου μήπω τοῦ τόνου παραλυθέντος αὐτῷ, καθάπερ
ὑπό τινων χειρῶν οὕτω βιαίως εἰς τοὐπίσω περιεστρέφετο, ὡς μὴ δύνασθαί τινα ταύτην
τῆς περιστροφῆς ἐπισχεῖν· ἀλλὰ καὶ πόνος αὐτῷ μεταξὺ τῶν ὤμων ἄρρητος ἐπεγένετο,
καὶ συντονώτερον ἐπιόντος τῷ μοναχῷ καὶ συνέχοντος ὡς λόγχης ταῖς αὐτοῦ ψύαις ἐμπειρομένης.
περιαλγὴς ἦν καὶ κατώδυνος· καὶ τὴν γλῶτταν δήγμασι κατατέμνων, ἐλεεινὸν τοῖς πρὸς
ἐπίσκεψιν αὐτοῦ φοιτῶσι θέαμα προὔκειτο. οἳ καὶ δαιμονᾶν αὐτὸν διὰ τὸ μηδέπω τινὰ
τοιαύτῃ περισχεθέντα νόσῳ κατ᾿ ἐκείνην τὴν χώραν ἰδεῖν ᾤον τε [λεγε· ᾤοντό] τε καὶ
ἔλεγον. πρὸς οὓς τὸ μελισταγὲς ἐκεῖνο καὶ πρᾳότατον στόμα, «τί» φησί «δαιμονῶντος
ἐν τούτῳ τεκμήριον καθορῶντες, τοιαῦτα περὶ τούτου φάσκειν προάγεσθε ἔρεσθε τὸν
κάμνοντα, προσελθόντες· καὶ ὡς οὐ δαιμονία τις ἐπηνέχθη τούτῳ πληγή, παρὰ τῆς αὐτοῦ
πρὸς ὑμᾶς ἀποκρίσεως εἴσεσθε. ἀλλ᾿ ἐπειδὴ ῥευστὸν ἡμῖν τὸ σῶμα τῆς θείας ἐντολῆς
ὀλιγωρήσασι γέγονε, διὰ τοῦτο παντοδαποῖς
[p. 35] φθείρεται καὶ δαπανᾶται νοσήμασιν. ἀμέλει καὶ οὗτος τῆς αὐτῆς ἡμῖν κοινωνῶν
ἀσθενείας, ἀρρωστίᾳ βαρυτάτῃ περιπεσών, κατεργάζεται· μέχρις ἂν ἵλεων αὐτῷ Χριστὸς
ἐπιβαλὼν ὀφθαλμόν, τὸ ἄλγος ἐπικουφίσῃ καὶ τῆς ὀδύνης παρηγορίαν δωρήσηται.»
τούτων ὑπὸ τοῦ θείου λεγομένων πρεσβύτου, οἱ μὲν ῥηθέντες τοῖς ἰδίοις πάλιν ἐπεφοίτων
σεμνείοις, Σάβας δὲ καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἄχρι γοῦν μηνὸς Ἰουνίου τῷ πάσχοντι
συνῆν ἀδελφῷ. καὶ τῇ τῶν ἱερῶν ἀποστόλων μνήμῃ, κατὰ δὲ τὴν εἰκοστὴν ἐνάτην εἴθισται
τοῦ αὐτοῦ τελεῖσθαι μηνός, τῶν μοναχῶν {μὲν} ἐν τῇ ἐκκλησίᾳ πάντων συνηθροισμένων
καὶ τῆς θείας τελουμένης μυσταγωγίας, ὁ μέγας τῷ κάμνοντι προσελθὼν ἤδη ταριχευθέντι
λοιπὸν καὶ τοῖς ξηροῖς τῶν ξύλον [λεγε· ξύλων], προσεικότι, «μὴ ἀθύμει» φησίν «ἀδελφέ,»
γαληνιώσῃ φωνῇ «μὴ δὲ δάκρυε· ἰδοὺ γὰρ ὃ μέλλει κύριος ἐν σοὶ ποιεῖν λέγω σοι. κατὰ
τὴν δεκάτην ἐγερεῖ σε τοῦ Αὐγούστου μηνός· πλὴν ἔσο καὶ τοῦτο εἰδώς, ὡς οὐκετι πρὸς
τὴν προτέραν καταρῶς ἐπανήξεις ὑγιείαν· ἐάσει γὰρ ἐν σοὶ Χριστός, τὸ συμφέρον πάντως
οἰκονομῶν, λείψανα τοῦ παρόντος νοσήματος.»
ταῦτα πρὸς ἐκεῖνον προφητικῶς εἰπών, ὁ θαυμάσιος πρὸς τὴν τοῦ μάκαρος Λαυρεντίου
μονὴν ἐν τῇ τοῦ Λατινιανοῦ ἐπαρχίᾳ οὖσαν ἀπῄει.
21. ὁ δὲ νοσῶν τὰ τούτου πιστῶς δεξάμενος ῥήματα, τὴν λεχθεῖσαν ἡμέραν εὐθύμως καραδοκῶν
ἦν. ἧσπερ ἐνστάσης, ὡς ἦν ἐκεῖνος τεταμένος ἐπὶ τῆς γῆς, ἠρέμα πως ἑαυτὸν
[p. 36] κινήσας, τὸν ἀριστερὸν κατ᾿ ὀλίγον συνέκαμψε πόδα καὶ τὸν δεξιὸν παραπλησίως
ἐκείνῳ. εἶτα τῷ τοῦ δώματος προσεγγίσας τοίχῳ, μηδενὸς κατ᾿ ἐκείνην παρόντος τὴν
ὥραν (τρίτη δὲ ἦν), ἐπειρᾶτο, τούτου λαβόμενος, ὀρθωθῆναι.
καὶ δὴ παρ᾿ ἐλπίδα πᾶσαν ἀναστάντος ἐκείνου καὶ τῷ τοίχῳ τὰς χεῖρας ἐρείσαντος,
ὁ παῖς ὃς ἐξυπηρέτει τούτῳ εἰσελθὼν ἄφνω καὶ τὸ γεγονὸς θεασάμενος ἐκπλήξεώς τε
καὶ θαύμβου [λεγε· θάμβους] ἀναπλησθείς, ἔξεισι, μέγα τε κράζων καὶ διαπρύσιον·
«πρόσιτε, τίμιοι πατέρες, ἐνθάδε· τὴν σκηνὴν δρόμῳ καταλαβόντες, ἴδετε τὴν εἰς τὸν
νοσοῦντα θεοσημίαν γενομένην παράδοξον.» τούσδε ταῖς τοῦ παιδὸς κραυγαῖς διαταραχθέντας
καὶ τῶν συνήθων ἀφεμένους ἔργων, αὐτίκα σπουδῇ τε τῷ δώματι παραβαλόντας καὶ <τὸν>
μοναχὸν (ὡς ὁ λόγος παρέστησε) ἐγηγερμένον ἑωρακότας ἔκστασις ᾕρει φρενῶν. καὶ πρὸς
εὐχαριστίαν ἐτρέποντο, «μέγας εἶ, κύριε» λέγοντες «καὶ θαυμαστὰ τὰ ἔργα σου τοῦ
καὶ τὸν ἀδελφὸν τοῦτον τῆς θανατηφόρου νόσου ταῖς τοῦ θεράποντός σου Σάβα προσευχαῖς
ἀναστήσαντος. ἰδοὺ γὰρ τὰ πρὸς τὸν κάμνοντα παρ᾿ αὐτοῦ προρρηθέντα πέρας εἰληφότα
θεώμεθα.»
τοιαῦτα τοίνυν τούτων διεξιόντων, ἐκεῖνος τὰς εὐχὰς τῷ θεῷ, ἃς διέστειλε τὰ χείλη
αὐτοῦ καὶ τὸ στόμα ἐν τῇ θλίψει αὐτοῦ ἐλάλησεν, ἀποδοῦναι βουλόμενος, παρεκάλει
τούτους ἀπαγαγεῖν αὑτὸν ἐν τῇ ἐκκλησίᾳ. ὃν τῆς χειρὸς τῶν ἀδελφῶν λαβόμενος εἷς,
ἤδη τοῦ πλείονος αὐτῷ πόνου ῥαῒσαντος, τοῖς ποσὶ πρὸς τὴν πορείαν σχολαίως χρώμενον
κατὰ τὸν θεῖον ἄγει ναόν.
[p. 37]
22. τῆς τοιαύτης οὖν Ἰταλίαν πᾶσαν καὶ Καλαβρίαν διαδραμούσης θαυματουργίας, (φιλεῖ
γὰρ τὰ τῶν θαυμάτων ὑπερφυῆ ταχεῖ τῷ πτερῷ χρώμενα καὶ τὰ πόρρω περιλαμβάνειν) πάντες
τὸν τοὺς οἰκείους δούλους ἐπὶ τῶν ἔργων λαμπρύνοντα δοξάζοντες οὐκ ἀνίεσαν.
ἀλλ᾿ ἤδη μοι προκύπτει τὸ τῶν θαυμάτων μέγιστον, ὅπερ Ἠλιοῦ τε καὶ Ἐλισσαίου καὶ
τοῦ μεγάλου Πέτρου μηδὲν τόνδε τὸν ἄνδρα λειπόμενον δείκνυσι. λεγέσθω δὲ δι᾿ ὀλίγων.
τῆς τῶν Φράγκων κατ᾿ ἐκεῖνο{ν} καιρὸν [λεγε· καιροῦ] γενομένης ἀφίξεως, ἡνίκα Ῥωμανὸς
ὁ τὴν ἀξίαν πατρίκιος Ἰταλίαν διέπειν ἐπετράπη καὶ Καλαβρίαν, πολλὰ τῶν τῆς Λαγοβαρδίας
φρουρίων καὶ καστελλίων διὰ τὴν τοῦ ῥηθέντος ἀφέλειαν Ῥωμανοῦ πρὸς ἀποστασίαν ἐχώρησε·
καὶ τῶν ἀποστατῶν εἰς συνα<σ>πισμὸν ἑαυτῶν τὸν ῥῆγα προσκαλουμένων, δεινή τις ἀθυμία
τὴν τοῦ Ῥωμανοῦ ψυχήν ἔθραττε· καὶ πάντα λίθον, ὡς ἐξῆν τὸ δὴ λεγόμενον, οὗτος ἐκίνει
ὥστε δυνηθῆναι τὸν ἄνδρα κατασοφίσασθαι καὶ πεῖσαι μένειν ἐπὶ χώρας αὐτῶν. ἐδεῖτο
τοιγαροῦν τοῦ θαυμασίου τούτου πατρὸς ἀπελθεῖν καὶ διαπρεσβεύσασθαι καὶ πρὸς ὁμόνοιαν
ἑλκύσαι τὸν ῥῆγα. καὶ ὃς μηδὲν ἐπιδεξάμενος νωχελὲς, ἐπὶ τὴν Ῥώμην ἀπῄει. ᾗπερ ἐπιδεδημηκότος
αὐτοῦ καὶ πρὸς ὃν ἀπέσταλτο σπεύδοντος εἰρηνεῦσαι, τὴν Καλαβρίαν πάλιν οἱ τῆς Ἀγὰρ
γόνοι καταλαβόντες, ἀδελφὰ τοῖς προτέροις ἀνομήμασι διεπράττοντο, οὓς μὲν ἡβηδὸν
ἀναιροῦντες, οὓς δὲ πρὸς δούλιον ἄγοντες ζυγόν, οἱ μᾶλλλον
[p. 38] τούτῳ καθυποβάλλεσθαι ἄξιοι. ἀμέλει καὶ διεκωλύθη μὲν τὰ τῆς ἀγάπης γενέσθαι·
βαθὺν δὲ στρατὸν ὁ ῥὴξ ἐπαγόμενος κατὰ τῶν Ἰσμαηλιτῶν, πρὸς Λαγοβαρδίαν ἐχώρει.
ὁ δὲ μακάριος Σάβας εἰς Ἀμάλφην ἐπανακάμψας, ἡσυχίᾳ κατά τι σπήλαιον ὑπεράνω τῶν
ἀτρανῶν ὑπάρχων προσέκειτο, τὴν τῶν ἐχθίστων Ἀγαρηνῶν ἐκδεχόμενος ἀναχώρησιν.
23. ἐγκαρτερῶν τοίνυν τῷ ἄντρῳ (καθὰ δεδήλωται) κατὰ τὸ ἐν αὐτῷ εὐκτήριον, ὅπερ
ὑπό τινος ἱερέως τῶν οἰκητόρων τοῦ τόπου δεσποζόμενον ἦν, τὴν ἀναίμακτον ἐπ{ι}<ε>τέλει
θυσίαν. τῷ ῥηθέντι οὖν ἱερεῖ παιδίον ἦν ἄρρεν ἐτῶν ἤδη τεσσάρων, ὅπερ ἀσθενείᾳ τινὶ
περιπεσὸν τελευτᾷ. τελέσαντες οὖν οἱ γονεῖς ἐπ᾿ αὐτῷ τὰς νενομισμένας ᾠδάς, πρὸς
τὸ ἐν ᾧ ἦν ὁ Σάβας εὐκτήριον ἀποφέρουσιν ὥστε τῇ σορῷ κατα<τε>θεῖναι. ὁ δὲ μέγας
ἐκεῖνος ἀνὴρ τοῖς περὶ αὐτὸν μοναχοῖς τὸ λείψανον εἰσενεγκεῖν παρεγγυ{α}<ή>σας ἐν
τῷ ναῷ, προστάττει καὶ τοῖς τοῦ τεθνηκότος γεννήτορσι εἰσελθεῖν. οὗ γενομένου, καὶ
αὐτὸς μετὰ τῶν ἀδελφῶν εἴσεισι πάντων, σὺν αὐτοῖς τε τὴν εὐχὴν τοῦ τρισαγίου ποιήσας·
ἐλαίῳ τε τῷ τῶν θείων εἰκόνων προκαιομένῳ τὸ τοῦ παιδὸς μέτωπον διαχρίει, τὸ σταυρικὸν
αὐτῷ σημεῖον ἐπιβαλών· ὡσαύτως καὶ ῥῖνας καὶ στῆθος, πρὸς δὲ <καὶ> χεῖρας ἀλείφει·
καὶ τῆς δεξιᾶς λαβόμενος τοῦ νεκροῦ, (ὢ τοῦ θαύματος) ῥᾷον αὐτὸν ἢ τὸν ὕπνῳ κατεχόμενον
διανίστησιν. ὁ δὲ τούτου πατὴρ τὸ παράδοξον τουτὶ κατιδὼν ἰλίγγου τε πληρωθείς,
[p. 39] ὕπτιος ἀνατρέπεται· καὶ ὥρας οὐ βραχὺ νεκρώδη παραδεικνὺς ὄψιν, δόξαν παρέσχε
τοῖς περιεστῶσιν ἐκπεπνευκέναι· τὸ δ᾿ αὐτὸ καὶ τῇ τ{οσ}ούτου συνέβη μητρί. οἷς ὀρέξας
χεῖρα<ς> καὶ θᾶττον ἐξαναστήσας, «ἄπιτε,» φησί «ἀδελφοί, ἐν εἰρήνῃ τὸν ὑμέτερον
ζῶντα λαβόντες υἱόν.» οἳ δὲ σωτῆρα, μετά γε θεόν, τοῦ τέκνου τὸν μακαρίτην καλοῦντες,
μετὰ τοῦ παιδὸς ὑποστρέφουσιν, εὐχαριστίας πρὸς Χριστὸν φθεγγόμενοι ῥήματα, θερμὸν
ὑφ᾿ [λεγε· ἐφ᾿] ἡδονῆς ἀπορρέοντες δάκρυον, τὸν πρὸ βραχέος ἄπνουν ὁρῶντες αὐτοῖς
παρασκαίροντα καὶ ἥδιστόν τι πρὸς αὐτοὺς βλέποντα.
24. τοιούτων καινῶν ἔργων περίδοξος ποιητὴς ὁ νῦν ἐπαινούμενος δέδεικται· ὡς [λεγε·
ὃς] τὴν ἡσυχίαν (ὡς ἤδη μοι φθάσαντι ἐδηλώθη) πρὸς θεὸν ἀνάγειν δυναμένην ἐξόχως
ἠσπάζετο καὶ δεύτερα πάντα ταύτης ἐτίθετο· διά τοι τοῦτο καὶ τόπων ἐρημικωτέρων
ἐπείρα· καὶ τούτους διερευνώμενος ἦν ὅπως ἐξὸν αὐτῷ τῆς ποθουμένης ἀπολαύειν ἠρεμίας
γένοιτο, τὴν τῶν προσιόντων ὄχλησιν διαδράντι καὶ Ϡἀπὸ ταραχῆς ἀνθρώπων,Ϡ ὥς φησι
Δαυΐδ, Ϡσκεπασθέντι.Ϡ ἀλλὰ καίπερ δεινὸς τοῦ καλοῦ τούτου χρήματος ὢν ἐραστής, περιόντων
αὐτῷ τῶν πατέρων, τῇ τούτων γηροκομίᾳ παρασχολούμενος, ἀπεστερεῖτο τοῦ ἐφετοῦ.
ὧν τὸν βίον μεταλλαξάντων, ὁ μακάριος ἐκεῖνος ἀδείας λαβόμενος, τοῖς τοῦ Λακκουνίγρου
ὁρίοις (οὕτως τῇ τῶν Λατίνων καλούμενον γλώττῃ) κατὰ τάχος ἐπιφοιτᾷ· καὶ τόπον ἐκεῖ
γαληνιῶντα καὶ καθαρὸν θορυβῶν ἑωρακώς, ἥσθη
[p. 40] (πῶς ἂν εἴποι{ς} <τις> ἐπ᾿ ἐκείνῳ) καὶ χειρῶν αὐτουργίᾳ τῶν ἑαυτοῦ εὐκτήριον
τοῦ ἀποστόλου ἀν{α}<ε>γείρει Φιλίππου.
25. χρόνου δὲ παρῳχηκότος οὐχὶ συχνοῦ, τῆς κατ᾿ αὐτὸν φήμης τὰ πέριξ διαδραμούσης,
συνῄει πλῆθος ἀρετὴν εἰδότων φιλεῖν μοναχῶν καὶ ὡς ἥδιστα παρὰ τῷ μεγάλῳ κατέλυον.
καὶ ἦν ἰδεῖν ἄνδρας περί που τὸν ἀριθμὸν ἑξήκοντα πάντας εἰς ταὐτὸ συνελθόντας καὶ
τῷ θείῳ πατρὶ τὸ καλὸν συνεργαζομένους· ὡς γὰρ ἀκτὶς ἡλίου τὰς τετρανωμένας οἶδεν
ἐφέλκεσθαι καὶ καθαρὰς ὄψεις, οὕτω καὶ φῶς ἀγωγῆς ἀρίστης τοὺς μὴ τὸν τῆς ψυχῆς
ὀφθαλμὸν ταῖς τοῦ κόσμου λημῶντας συγχύσεσι χειραγωγεῖν πρὸς ἑαυτὸ δύναται.
δήλης δὲ καὶ τοῖς τοῦ Μερκουρίου πατράσι τῆς τοῦ ὁσίου διατριβῆς γενομένης, ἐφοίτων
ἀμελλητὶ παρ᾿ αὐτόν, οἱ μὲν τοὺς αὑτῶν ἐξαγορεύοντες λογισμούς, οἱ δὲ πάθη φανεροῦντες
αὐτῷ ψυχικὰ καὶ τὴν θεραπείαν αἰτούμενοι. καὶ ὡς τὸ προσῆκον ἑκάστῳ ἐπι<τι>θεὶς
φάρμακον, πρὸς τὰς αὑτῶν κατοικίας τῶν ἐνοχλούντων παθῶν ἀπηλλαγμένους ἐξέπεμπε.
διὸ καὶ θαμινώτερον ὡς αὐτόν, παντὰς [λεγε· παντὸς] κόπου καὶ δυσχερείας καταφρονοῦντες,
ἐγίνοντο, τάχα που τοῦ σοφοῦ ἐκείνου ἀκούσαντες, Ϡἐὰν ἴδης συνετόν, λέγοντος Ϡὄρθριζε
πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ πούς σου.Ϡ
ἀλλ᾿ ἐχέσθω τῆς ἀκολουθίας ὁ λόγος.
[p. 41]
26. μοναχός τις ἀπὸ τῆς τῶν Μαρκάνων μονῆς, βροντῆς ἐνσκηψάσης σφοδροτάτης αὐτῷ,
τὸ λαλεῖν ὅλως, ὡς δὲ καὶ τὸ ἀκούειν ἀφαιρεθείς, πρόσεισι τῷ τὰ παράδοξα θαυματουργοῦντι
πατρί. ὃν ὡς εἶδεν, ἡ πρὸς οἶκτον ἑτοιμοτάτη ψυχὴ ᾠκτείρεται [λεγε· οἰκτείρεται
ορ ᾠκτείρετο?] τῆς συμφορᾶς καὶ δακρυώδεις ἔσχε τοὺς ὀφθαλμούς. νυκτὸς οὖν ἐνστάσης,
ὄναρ ὁ θεῖος πρεσβύτης αὐτῷ ἐπιφαίνεται, ἄρτον κατὰ τὸν νεὼν ὀρέγων αὐτῷ, εὐλογῆσαί
τε καὶ φαγεῖν διακελευόμενος. ὁ δὲ τὸ προσταχθὲν ποιήσας, λαλεῖν παρευθὺ καὶ ἀκούειν
ἤρξατο. διυπνισθεὶς τοίνυν ἐκεῖνος, λιπαρῶν ἐν καρδίᾳ τὸ θεῖον οὐκ ἔληγε τὴν τῶν
ὀραθέντων ἔκβασιν κατιδεῖν.
ψαλλομένων οὖν τῶν τυπικῶν ἐν τῇ ἐκκλησίᾳ κατὰ τὸ εἰωθός, πάντων τε εἰσιόντων καὶ
τὸν ὑπὸ τοῦ ἱερέως διαδιδόμενον λαμβανόντων ἄρτον, μόνος ὁ ῥηθεὶς οὐκ ἠνείχετο τὸ
αὐτὸ τοῖς ἄλλοις ποιῆσαι· ἀλλὰ τὸν μέγαν διὰ νεύματος ᾐτεῖτο πατέρα δοῦναι χερσὶν
οἰκείαις ἄρτον αὐτῷ, τὸν δὲ παρασχόντα προστάξαι τῷ μοναχῷ εὐλογῆσαί τε καὶ φαγεῖν.
κἀκεῖνος τοῦτο ποιήσας, διανοιγέντων αὐτῷ τῆς ἀκοῆς πόρων καὶ τοῦ δεσμοῦ τῆς γλώττης
διαλυθέντος, ἐχρῆτο καθὰ καὶ πρότερον τοῖς μέλεσι ἀκωλύτως· καὶ τὰ νυκτὸς φανέντα
διεσάφει τοῖς ἀδελφοῖς.
τούσδε θάμβος εἶχεν ὁρῶντας, τὰ νύκτωρ θεαθέντα μεθ᾿ ἡμέρα{ς}<ν> τελούμενα. ὁ δὲ
τῆς θεραπείας τυχὼν πρὸς τὸ οἰκεῖον ἐχώρει σεμνεῖον· καὶ τοὺς μὲν πόδας ἡ πορεία,
τὴν γλῶτταν δὲ ἡ πρὸς θεὸν εἶχε δοξολογία καὶ αἴνεσις.
[p. 42]
27. καὶ ἄλλῳ δέ τινι ἀνδρὶ (Ἀγαπητὸς ὄνομα τούτῳ) ἀπὸ τοῦ Λαῒνου ὑπάρχοντι γλῶτταν
εὔστροφον ἔχοντι κατ᾿ ἀρχὰς καὶ τὴν φωνὴν ὡς ἡδεῖαν ἀθρόον, τὸ τοιοῦτο πάθος ἐπενεχθέν,
ὥσπερ τις ἰσχυρὰ πέδη τοῦ λαλεῖν αὐτὸν τὸ παράπαν ἐν ἡμέραις οὐκ εὐαριθμήτοις ἀπέκλεισε·
καὶ ἡ τοῦ πάθους ἕνεκεν λύπη μεσ{τ}ῆς αὐτοῦ τῆς καρδίας ἥπτετο. ἴσασι τοῦτο πάντως
ὅσοι πλεονεκτήματός τινος εὐμοιρήσαντες, ἔκ τινος ἐπηρείας αὐτοῦ διέπεσον· πολλάκις
γὰρ καὶ ἐξ ἀνθρώπων οἴχεσθαι καὶ μή στυγνοῖς τὸν ἥλιον ὄμμασιν ὁρᾶν εὔξαντο.
ἄπεισι τοίνυν παρὰ τὸν θεοφόρον ἐκεῖνος· γνωστὸς <γὰρ> ἐτύγχανεν λίαν αὐτῷ· καὶ
τῶν αὐτοῦ ποδῶν πίστει καρδίας λαβόμενος, θερμὰ προσέχεε δάκρυα· καὶ πικρὸν ἐκ βάθους
ἀνέπεμπε στεναγμόν· καὶ τὴν θεραπείαν ἐζήτει διὰ τῶν ὀδυρμῶν. πρὸς ὃν ὁ θεῖος πρεσβύτης
συμπα{χ}θὲς ἐπιδών, ἀνίστησί τε τοῦτον καὶ πρὸς τὴν ἐκκλησίαν εἰσάγει· ἐλαίῳ τε
διαχρίσας αὐτόν, εὐθὺς ὑγιᾶ δείκνυσι. καὶ (τὸ θαῦμα μέγα) ἄνθρωπος τοῖς φωνῆς χηρεύουσι
λίθοις προσεοικώς, οὕτως ἀκαρῆ τὴν πάλαι προσοῦσαν λιγυρὰν ἀπολαβὼν καὶ γλυκεῖαν
φωνὴν καὶ λόγους προϊέμενος εὐχαριστηρίους· ὃς εἰς τὸν ἑαυτοῦ χαίρων ἀπιὼν οἶκον,
μάρτυς ἦν ἀπαράγραπτος τῆς τοῦ Σάβα θαυματουργίας.
[p. 43]
28. ἀλλὰ τρεπτέον καὶ πρὸς τὰ ἑξῆς διηγήματα.
πολλῆς πανταχοῦ τῆς τοῦ μεγάλου γέροντος οὔσης φήμης, παρὰ αὐτόν τε πλείστων ἀφικνουμένων,
πόθος καί τινα ἄνδρα λαμβάνει δεινὸς ἔν τινι κώμῃ τὴν οἴκησιν ἔχοντα, ὡς τὸν ἱερὸν
φοιτῆσαι πρεσβύτην καὶ τὴν ἐκείνου θείαν εὐχὴν ἀντ᾿ ἄλλου τινὸς πλούτου {ν}<κ>ομίσασθαι.
διερευνήσας οὖν τὸ τῶν οἰκείων μελισσῶν σίμβλον (σκοπὸς δὲ τούτῳ ἦν μέλι τῷ μακαρίῳ
ἀπενεγκεῖν) καὶ μηδὲν εὑρηκώς, τοῖς τοῦ ἐκ γειτόνων οἰκοῦντος αὐτῷ προσῆλθε σίμβλοις
ἠρέμα· μέλι τε λαβὼν ἐξ αὐτῶν, προσφέρει τῷ θεοπεσίῳ, γόνυ τὸ [λεγε· τε] κλίνων
καὶ εὐχὴν ἐξαιτούμενος. τόνδε ἄρα <τὸ> γεγονὸς ἔλαθεν οὐδαμῶς. διὸ τὴν μὲν εὐχήν,
ὥσπερ ᾐτεῖτο, παρέσχε, τὸ προσαχθὲν δὲ ἀπεπέμπετο. καὶ ὃς οὐκ ἀνίει, προσέκειτο
δὲ μᾶλλον καὶ τὸ προσενεχθὲν ἠντοβόλει μὴ ἐκκρουσθῆναι. ὁ δὲ τὴν ἔνστασιν ἑωρακὼς
τοῦ ἀνδρός, δριμύ τι καὶ ὀργίλον αὐτῷ ἐνιδών, «οὐκ ἀρκεῖ σοι» φησίν «ὅτι τὸ τοῦ
πλησίον σοι μέλι τοῦ δεινὸς ἵσα καὶ φωρί, μὴ θεὸν δείσας, ἀφείλω, ἀλλὰ κἀμὲ τῆς
πονηρᾶς κοινωνῆσαι πράξεως ἐκβιάζῃ εἰ τῆς παρ᾿ ἐμοῦ τυχεῖν εὐλογίας βούλει καὶ εἰρήνης
γενέσθαι υἱός, ἐξαγορεῦσαι τὸ σφάλμα τῷ ἠδικημένῳ· τὴν ταχίστην ἐπείχθητι, καὶ τὸ
ἀφαιρεθὲν ἀποδούς, ἔσο τοῦ λοιποῦ θεοφιλῶς βιωτεύων καὶ τοῖς ἰδίοις ἀρκούμενος.»
τόνδε τούτων ἀκούσαντα φόβος εἰσέδυ καὶ ἔκπληξις. καὶ τοῖς αὐτοῦ ποσὶ προσπεσών,
συγγνώμην ἐζήτει τῶν ἐσφαλμένων· ἧς καὶ τυχών, τοῖς κελευθεῖσι
[p. 44] πέρας ἐπέθηκε. τοσαύτην [λεγε· τοιαύτην] ἐπλούτει χάριν ὁ μακαρίτης παρὰ
θεοῦ καὶ οὕτως τὰ ἐν κρυπτῷ φανεροῦν ὑπὲρ φύσιν ἠξίωτο.
ἀλλὰ καὶ τοῖς ἄλλοις αὐτοῦ προσδιατρέψωμεν καινουργήμασιν· ἃ δὴ καὶ μὴ βουλομένῳ
μοι συναρπάζει τὸν λόγον.
29. τισὶ κατά τινα κώμην τῆς Ἀΐτης οἰκοῦσι παιδίον ἦν πονηρῷ τυραννούμενον πνεύματι
καὶ πικρὸν τοῖς τεκοῦσι τὸν βίον ποιοῦν· καὶ ὅσοι παίδων πατέρες ὤφθησαν οἴδασιν
οἷα τὰ τῆς φύσεως κέντρα καὶ ὅπως διατίθενται τοὺς φιλτάτους ἀνίᾳ τινὶ περιληφθέντας
ὁρῶντες· οὐκ ἧττον γὰρ ἐκείνων τὰ σπλάγχ<ν>α σπαράσσονται· καὶ οὐδὲ βιωτός ἐστιν
αὐτοῖς ὁ βίος.
ἐνέγκοντες τοίνυν πρὸς τὸν μακαρίτην τὸ τέκνον, παρὰ τοὺς ἱεροὺς ἐκείνου ῥίπτουσι
πόδας, οἰκτρὰν αὐτοῦ δεόμενοι δέησιν, ἢ μᾶλλον οἰκειότερον εἰπεῖν, πατρικήν, «οἴκτειρον»
λέγοντες «τοὺς ἀθλίως ἡμᾶς καὶ δυστυχῶς ἔχοντας· καὶ δείλαιον τοῦτο δεινῶς βασανιζόμενον
ἴασαι· αὐτὸ γὰρ μόνον τοῦ γένους ἠλπίζομεν ἔσεσθαι ζώπυρον, γήρως βακτηρίαν, τοῦ
βίου παντὸς παραμύθιον.» ταῖς τοιαύταις τοίνυν φωναῖς ὁ Σάβας κατακλασθεὶς τὴν ψυχήν,
κελεύει πρὸς τὴν ἐκκλησίαν εἰσαχθῆναι τὸν παῖδα. οὗ γεγονότος, καὶ αὐτὸς εἰσιών,
ἐπεκαλεῖτο τὸν σώζειν δυνάμενον· ἐλαίῳ τε τὸν πάσχοντα χρίσας, ὑγιᾶ παραυτίκα τοῖς
γεννήτορσι δίδωσιν. οἳ τὸν υἱὸν σωφρονοῦντα λαβόντες, οἴκαδε χαίροντες ἐπορεύοντο,
θεῷ τῷ τοὺς ἑαυτοῦ θεραπευτὰς δοξάζοντι τὴν εὐχαριστίαν προσάγοντες.
[p. 45]
30. πρὸς τούτῳ λεγέσθω καὶ ἕτερον. ἐν τῇ τῶν Ταυρομενιτῶν περιφανεστάτῃ μονῇ μοναχός
τις ὑπῆρχεν. ᾧπερ καὶ ὁ υἱὸς αὐτοῦ κοσμικὸς ἐπιτυγχάνων, συνῆν· ἀρρωστία δέ τις
ἐπελθοῦσα τῷ νεανίᾳ, θάνατον ἠπείλει καὶ τὰς τοῦ ζῆν ἐλπίδας ἐξέκοπτεν. ἐπισκέψεως
οὖν ἕνεκεν τῶν ἐκεῖ μοναχῶν, ὥσπερ εἴθιστο, τῇ μονῇ παραβαλὼν ὁ θαυμάσιος, ὁρᾷ τὸν
τοῦ νέου πατέρα πενθοῦντα καὶ σκυθρωπάζοντα καὶ πικρῶς τὰ σπλάγχνα διακοπτόμενον·
πρὸς ταῖς ἐσχάταις γὰρ ἀναπνοαῖς ἦν ὁ παῖς ἤδη. πρὸς ὃν εἰσελθὼν ὁ μέγας, ἐν τρισὶν
ἡμέραις καὶ νυξὶν ἴσαις αὐτῷ συμπαρέμεινεν. εἶτα «εἰ θέλεις,» φησὶ πρὸς αὐτὸν «ὦ
τέκνον, ἀναρρωσθῆναι καὶ τὴν προτέραν ὑγ<ι>είαν ἀπολαβεῖν, μοναχὸς γενέσθαι μὴ ἀναβάλῃ.»
ἐπεὶ δὲ ταῦτα λέγων, πειθαρχοῦντα ἐκεῖνον οὐκ εἶχεν· ἀλλ᾿ ἐῴκει λόγους διακενῆς
τῷ ἀέρι διδόναι· καὶ αὐτὸ γὰρ τὸ μοναχὸς ὄνομα φορτικὸν ἐδόκει τῷ κάμνοντι. «ἀλλ᾿
εἰ μὴ» φησί «τὸ μοναχικὸν περιβάλῃ σχῆμα, πεπληροφόρησο παρὰ τῆς ἐμῆς ταπεινώσεως,
ὡς οὐχ ἕξει σε μετὰ τῶν ζώντων ἡ ἐπιοῦσα.» καὶ ὃς «εἰ ἄρα» πρὸς τὸν θεῖον ἔφη πρεσβύτην
«ἐγγυᾷ με τό γε νῦν ἔχον μὴ τοῖς τοῦ θανάτου βρόχοις περιπεσεῖν, τὸ παρὰ τῆς σῆς
ἁγιότητος προσταττόμενον δράσω σὺν προθυμίᾳ.» ὁ δὲ θαρρεῖν περὶ τούτου τὸν νέον
βεβαιωσάμενος, πρὸς τὸν ναὸν φοράδην αὐτὸν ἀποκομισθῆναι διεκελεύετο.
οὗπερ δὴ γεγονότος καὶ τῆς ἱερολογίας ἐπ᾿ αὐτῷ τελουμένης τῶν ἐρωτήσεών τε τοῦ τιμίου
σχήματος
[p. 46] ὑπαναγινωσκομένων, πρᾴως ἐμβλέψας ὁ θεοφόρος αὐτῷ χαμαὶ κειμένῳ καὶ ἀναισθήτως
τῶν γινομένων ἔχοντι, «οὐκ ἀποκρίνῃ» φησὶ πρὸς αὐτὸν «ἐρωτώμενος» τῷδε ἄρα λύσις
ἡ φωνὴ τοῦ πάθους ἐγένετο· καὶ ἑκάστῃ ἐρωτήσει τὴν κατάλληλον ἀπόκρισιν ἀπεδίδου.
καὶ τῷ τῆς ἀκολουθίας πέρατι συναποληξάσης τελέως αὐτῷ καὶ τῆς νόσου, θαρροῦντος,
ἀνίστατο, τροφῆς τε σὺν τοῖς μοναχοῖς, κατὰ τὴν ἐν ᾗ σύνηθες ἦν ἐκείνοις οἰκίαν
διαιτᾶσθαι γενόμενος, μετελάμβανεν. ἐπὶ τούτῳ δόξα μὲν ἀνεφέρετο τῷ δεσπότῃ, συνεδοξάζετο
δ᾿ ἐκείνῳ καὶ ὁ θεράπων.
31. ἄξιον δὲ μηδὲ τοῦτο παραδραμεῖν· οὐκ ἔλαττον γὰρ τῶν προειρημένων.
ἀπαναστάντι τῆς τῶν Ταυρομενιτῶν μονῆς τῷ μεγάλῳ καὶ τῇ τοῦ Λακκουνίγρου ἐπιδημήσαντι,
προσάγεταί τις παῖς ἀπεξηραμμένος ἅπαν τὸ σῶμα, οἶκτρον θέαμα τοῖς παροῦσι τυγχάνων
καὶ δακρύων διὰ τὴν συμφορὰν ἄξιος. κελεύσας τοίνυν πρὸς τὴν ἐκκλησίαν ἐκεῖνον εἰσενεχθῆναι,
προσελθὼν ὁ μακάριος, ἐλαίῳ ἅπαν αὐτοῦ ἀλείφει τὸ σῶμα, τὸν τύπον ἐν αὐτῷ τοῦ τίμιου
διαγράψας σταυροῦ. καὶ θᾶττον ἢ λόγος ἐκεῖνος ἀνορθωθείς, οἴκαδε τοῖς ἰδίοις χρώμενος
ἐπανῄει ποσίν, εὐχάριστος κῆρυξ τῆς τοῦ μεγάλου θαυματουργίας δεικνύμενος.
καινουργεῖται δ᾿ ἔτι καὶ ἄλλο τῷ μακαρίῳ τούτῳ τοῖς προλαβοῦσιν ἐφάμιλλον· παῖς
γάρ, ὕδρωπι κάτοχος, ἐκ τοῦ Καστελλίου [λεγε· καστελλίου?] ὡρμημένος τοῦ Μερκουρίου,
τῷ τὰ ξένα τελοῦντι προσηνέχθη πατρί. ἐφ᾿ ᾧ περιαλγὴς
[p. 47] γεγονώς, τὴν χεῖρα τῇ ἐκείνου γαστρὶ τίθησιν, ἠρέμα πως ἐπιτρίβων αὐτήν·
καὶ οὐκ εἰς ἀναβολὰς ἀλλ᾿ εὐθὺς ἐρρωμένως αὐτὸν ἔχοντα τῷ πατρὶ δίδωσι. καὶ ὃς (εὐγνώμων
γὰρ ἦν) πρὸς δοξολογίαν θεοῦ διανίστατο.
32. προσθιτέον [λεγε· προσθετέον] τοῖς λελεγμένοις καὶ τὸ ἑξῆς μεγαλούργημα.
τινὶ τῶν ἀπὸ Λαῒνου παῖς ἦν δυσουρίου [λεγε· δυσουρίᾳ] δεινῇ συνεχόμενος· τοῦτον
οὖν ἐκεῖνος μετὰ πολλῆς ὅσης τῆς θέρμης διενεγκών, παρὰ τοὺς πόδας τίθησι τοῦ μεγάλου·
προσάγει [λεγε· παράγει] τε δέησιν ὥστε τῆς ὀδυνηρᾶς ἐκείνης τὸ τέκνον καὶ βαρείας
μάστιγος ἀπαλλάξαι.
ὁ δὲ διάπυρον οὕτω πίστιν ἀμείβεται καινοπρεπεῖ θαυματοποιῒᾳ· τὸν παῖδα γὰρ πρὸς
τὴν ἐκκλησίαν εἰσαγαγών, χεῖρας πρὸς θεὸν ᾖρεν ὁσίας, ἃς ἡ χρηστότης οἶδεν ἐκείνου
αἰδεῖσθαι· καὶ τοῦ κάμνοντος ὑπερηύχετο. ὅν, πέρας τῇ προσευχῇ δούς, τῆς χειρὸς
κατασχών, ἐλαίῳ τε τὸ πάσχον ἀλείψας μέλος, τὸ τοῦ σταυροῦ τε σημεῖον διατυπώσας,
κα{τ}<θ>αρὰν αὐτῷ παρευθὺ τὴν ὑγίειαν δίδωσι καὶ ταῖς τοῦ τεκόντος ἐμβάλλει χερσίν.
ὃς ἀντίρροπον τῇ λύπῃ τὴν θυμηδίαν ἢ καὶ μείζονα καρπωσάμενος, πρὸς τὰ οἰκεῖα ἐχώρει
πρὸς τοῖς ὑπὸ τοῦ θαυμαστοῦ Σάβα τῆς θεραπείας ἀποναμένοις.
33. καί τις μοναχὸς ἐκ τῆς εὐαγοῦς τῶν Ἀρμῶν τυγχάνων μονῆς (Κοσμᾶς ὄνομα τῷ ἀνδρί),
ταύτης ἀπέλαυσεν. οὗτος γάρ, αἵματος ἐν ἑαυτῷ πλεονάσαντος καὶ νόσον
[p. 48] ἐπαγαγόντος, ὑπό τινος πολὺ τὸ ἄτεχνον ἔχοντος ἰατροῦ τὴν ἐν τῇ μήνιγγι
φλέβα διατμηθείς, αἱμορροίας ἐπὶ μῆνας τρεῖς ἧς καὶ προσγενομένης, πάντων ἰατρῶν
πρὸς τὴν ἐποχὴν αὐτῆς ἀπειπόντων, πρὸς αὐτὴν ἀφεώρα τὴν τελευτήν· τοῦ γὰρ ζωτικοῦ
διαρρεύσαντος αἵματος, χολῆς ἰδέᾳ ἡ σὰρξ αὐτοῦ ἀφωμοίωτο. διὸ καὶ τοῖς περὶ αὐτὸν
τὰ πρὸς ἐνταφιασμὸν συντελοῦντα, οἱ περὶ αὐτὸν φοιτῶντες καὶ οὕτως ἔχοντα βλέποντες,
ἔλεγον εὐτρεπίσαι. ἀδελφὸς δέ τις ἐν τῇ λεχθείσῃ μονῇ, τὴν ἀρετὴν οὐκ ἀθαύμαστος,
γνησίᾳ τῷ πάσχοντι φιλίᾳ συνδεδεμένος, ὁρᾷ Σάβαν τὸν ἱερὸν ὄναρ ἐπιδημήσαντα πρὸς
τῇ κεφαλῇ τε καθίσαντα τοῦ νοσοῦντος καὶ ταύτην τοῖς γόνασιν ἐπιθέντα, τῇ χειρί
τε τῆς μήνιγγος ἐφαψάμενον καὶ τὴν τοῦ αἵματος ἐπίρροιαν ἐπισχόντα. διυπνισθεὶς
οὖν ἐκεῖνος τὰ νύκτωρ ὁραθέντα καὶ μεθ᾿ ἡμέραν ἰδεῖν τὸ θεῖον ἱκέτευε.
καὶ τῇ ἑξῆς τῇ μονῇ παραβαλὼν ὁ μακάριος, πρὸς τὸ δωμάτιον ἐν ᾧ κλινοπετὴς ἦν ὁ
μοναχὸς εἴσεισι· προσκαθίσας τε τούτῳ καὶ τὴν κεφαλήν, ὡς ἡ ὄψις εἶχε, τοῖς γόνασιν
ἐπιθείς, τῆς πληγῆς τε χειρὶ τῇ τὰ μεγάλα θαυματουργούσῃ λαβόμενος, ἵστησί τε τὴν
τοῦ αἵματος ῥύσιν καὶ τοῦ πάθους ἀπαλλάττει τὸν κάμνοντα. θάμβος ἐπὶ τούτῳ λαμβάνει
τοὺς ἀσκητὰς καὶ μεγάλα δύνασθαι παρὰ θεῷ τὸν Σάβαν ἐπείθοντο.
34. καὶ ἄλλῳ δέ τινι τὸν λαιμὸν ἀλγοῦντι καὶ τὸ λαλεῖν τελέως ἀφῃρημένῳ τὴν ἁγίαν
ἐπιτίθησι χεῖρα, ἐφ᾿ ἱκανὸν ἐπιτρίβων τὸ
[p. 49] οἴδημα. καὶ διὰ τοῦ στόματος ἐκείνου ἕλκο<υ>ς αἵματι συγκεκραμένου ῥυέντος,
ὑγιὴς ὁ κάμνων παρὰ προσδοκίαν ἐδείκνυτο· καὶ πρὸς τὸ οἰκεῖον ἀπέτρεχε φροντιστήριον,
δοξολογίας φθεγγόμενος ῥήματα.
35. κατά τινα δὲ ἡμέραν μοναχός τις πρὸς τὸν ἱερὸν ἄνδρα γενόμενος, ᾐτεῖτο ὥστε
τὸν τῆς μονῆς ἱερέα κατὰ τὸ σεμνεῖον αὐτοῦ φοιτήσαντα τὴν θείαν ἐπιτελέσαι {τὴν}
μυσταγωγίαν. τοῦδε τοῦτο γενέσθαι κελεύσαντος, ὑπολαβὼν ἐκεῖνος, «οὐδὲν ἡμῖν» ἔφη
«πρὸς τὴν τοῦ σταλέντος θεραπείαν, τίμιε, πρόσεστι, πάτερ· ὅτι μὴ μόνον ἄρτος, καὶ
αὐτὸς δὲ ξηρὸς καὶ τοῖς ὀδοῦσι κόπον παρέχειν δυνάμενος.» καὶ ὃς χαριέντι πρὸς ἐκεῖνον
καὶ μειδιῶντι προσώπῳ, «τὸν πλησίον σοι» ἔφη «καταλαβὼν ποταμόν, τρεῖς δὲ ζωγρήσας
ἰχθῦς, τῷ ἱερεῖ παρασκεύασον ἄριστον.» ὡς οὖν οὗτοι πρὸς τὴν μονὴν ἀφίκοντο, τῆς
ἱερᾶς ἤδη λειτουργίας ἐκτελουμένης, πρὸς τὸν ποταμὸν ὁ ῥηθεὶς ἄπεισι μοναχός· καὶ
χεῖρας προ{θ}<τ>είνας, ἰχθύων ἐγκρατὴς τριῶν, ἀλλ᾿ οὐ πλειόνων κατὰ τὸν τοῦ μάκαρος
γίνεται λόγον, πολλῶν μὲν καὶ μεγίστων ταῖς αὐτοῦ προσπελασάντων χερσί, τῷ ῥοθίῳ
δὲ αὖθις κατασυρέντων [λεγε· παρασυρέντων] τοῦ ποταμοῦ.
ἔκστασις ἐπὶ τούτῳ τὸν μοναχὸν ἐκεῖνον εἰσῄει τὸν τοῦ μεγάλου λόγον ὃν χαριεντιζόμενος
εἶπεν εἰς ἔργον ἐκβεβηκότα θεώμενον. <κ>αὶ γὰρ <αἱ> πλεῖσται τῶν τούτου προαγορεύσεων
διὰ τὸ τοὺς ἀνθρώπους λανθάνειν
[p. 50] ἐπείγεσθαι κατὰ παιδείαν εἰώθασι γίνεσθαι τούτῳ.
36. οὗτος τοίνυν ὁ θαυμαστὸς καὶ θειότατος Σάβας τινὶ τῶν τῆς πόλεως οἰκητόρων Ἀμάλφης
ἀγωγῆς ἐπειλημμένῳ θεοφιλ{ω}<οῦ>ς (Πέτρος αὐτῷ ὄνομα) οὕτω διέκειτο φιλικώτατα,
ὥστε καὶ τὰ τῆς μονῆς ἱερὰ κειμήλια, ἡνίκα τὴν τῶν Καλαβρῶν οἱ θεοστυγεῖς Ἰσμαηλῖται
κατέτρεχον, τῷ ἐκείνου οἴκῳ ἐναποτίθεσθαι. τούτῳ τοιγαροῦν τῷ ἀνδρὶ παῖδες ἦσαν
οὐ τοσοῦτον ἀπὸ τῶν σωματικῶν χαρακτήρων ὅσον ἀπὸ ψυχικῆς ἀρετῆς τὴν πρὸς τὸν φύντα
φέροντες ὁμοιότητα· ἥδετο γοῦν ἐπὶ τῇ τούτων ὁ ἀνὴρ θέᾳ καὶ ἐπ᾿ αὐτοῖς, μετά γε
θεόν, τὰς ἐλπίδας ἐσάλευεν. ἀλλὰ γὰρ ὅρα τὴν ἀθρόαν μεταβολὴν καὶ τὰ τοῖς [λεγε·
τῆς] εὐτυχίας εἰς δυστυχίαν ἐν βραχεῖ μεταπίπτοντα.
εἷς γὰρ αὐτῶν ἀρρωστίᾳ περισχεθείς, μεταλλάττει τὸν βίον. ὅν, τὰ σπλάγχνα σπαραττόμενος,
ὁ πατὴρ ἐθρήνει πικρῶς καὶ τὴν ὀδύνην οὐκ ἔφερεν, ἀμέλει καὶ πρὸς τὸν μέγαν διαγνοὺς
ἀφικέσθαι ὡς ἂν παρὰ ἐκείνου τύχοι παρηγορίας· ἐπέβη τε πλοίῳ μετὰ τῶν σὺν αὐτῷ·
καὶ πρός τινα τόπον Παλινόδιον τῇ Λατίνων κεκλημένον φωνῇ ἐν τοῖς τῆς Λουκανίας
ὁρίοις ὄντα γενόμενος, τῷ λιμένι προσώκειλεν· ἐκεῖ γὰρ τὸ τηνικαῦτα διέτριβεν ὁ
μακάριος.
τῆς νηὸς οὖν ἀποβάντες (περὶ λύχνων γὰρ ἦλθον ἁφάς), τῇ γῇ ἑαυτοὺς δόντες, διανεπαύοντο.
ὁ δὲ πολὺς τῷ πνεύματι Σάβας τὴν τούτων ἐγνωκὼς ἄφιξιν, ἀωρὶ τῶν νυκτῶν ἵνα καθεύδοντες
ἦσαν ἐπιφοιτᾷ· οὓς διυπνίσας, «ἀλγεῖς,» ἔφη
[p. 51] πρὸς τὸν ἑαυτοῦ φίλον «ἰδὼν ἐπι τῇ τοῦ παιδὸς τελευτῇ εὐχαριστεῖν δέον,
ἀδελφέ, τῷ θεῷ καὶ τὰ συμπίπτοντα γενναίᾳ φέρειν ψυχῇ· οὐ γὰρ μέχρι τούτου τὰ λυπηρὰ
στήσεται· ἀλλὰ τοῦτο μὲν ἀρχὴ τῶν συμφορῶν καὶ προοίμιον· πικρότερα δέ σοι τούτου
μετὰ μικρὸν ἀπαντήσεται· καὶ τότε τῷ κοινῷ τῆς φύσεως καὶ αὐτὸς λειτουργήσεις νόμῳ.
ταῦτα δέ σοι πρὸς τὸ ἐμπαράσκευον εἶναί σε προεῖπον.»
τούτων ὑπὸ τοῦ θεσπεσίου λεγομένων πατρός, ἐνεὸς ἐκεῖνος γενόμενος, παλλομένην εἶχε
τὴν καρδίαν καὶ ᾄττουσαν. καὶ ἆρα «τίς πρὸ ἡμῶν ἐπιφοιτήσας τῷ τόπῳ, τὰ συμβάντα
τῷ πατρὶ διηγήσατο», πρὸς ἑαυτὸν ἐλόγιζετο· διερευνήσας οὖν ὁ ἀνὴρ καὶ μαθών, ὡς
οὐδεὶς πρὸ αὐτῶν ἐλθὼν τῷ μεγάλῳ τὰ γενόμενα διεσάφησεν, ἀλλὰ καθαρότητι νοῦ ταῦτα
γνοὺς ὁ θαυμάσιος ἐξεφώνησε· θερμοτάτῃ τῶν αὐτοῦ ποδῶν πίστει δράττεται, καταφιλῶν
μετὰ δακρύων αὐτούς, ὡς δὲ καὶ τὰς χεῖρας τὰς ἱεράς, καὶ τῆς τῶν γεγονότων αὐτὸν
διατρανώσεως ἐκπληττόμενος ὑπομονήν τε παρὰ Θεοῦ δοθῆναι αὐτῷ πρὸς τὸ εὐχαρίστως
ἐνεγκεῖν τὰ ἐπερχόμενα ἐξαιτούμενος.
ὁ δὲ λόγοις παρακλητικοῖς ἐπιρρώσας αὐτὸν εὐλογίας τε μεταδούς, πρὸς τὸν οἶκον ἀπέπεμψεν.
οὔπω τριάκοντα παρῆλθον ἡμέραι καὶ εἰς πέρας τὰ ἐπηγγελμένα ἐξέβαινε· καὶ αὐτὸς
δὲ μετ᾿ οὐ πολὺ κατὰ τὴν τοῦ μεγάλου πρόρρησιν καταλύει τὸν βίον· καὶ ταῦτα μὲν
οὕτω.
[p. 52]
37. μοναχὸς δέ τις ἐπίσημος, τῆς ἀρετῆς ἐραστὴς καὶ ἱερέως ἀξιώματι φαιδρυνόμενος,
πλείστην τε [λεγε· δὲ] πρὸς τὸν θεσπέσιον γέροντα κτώμενος πίστιν, πάθος τι πρὸς
τῇ σιαγόνι δεινῶς ἐξοιδούμενον ἔσχεν· ὅπερ μέγιστον βλάβος οὐ τοῖς ὀφθαλμοῖς μόνον
ἀλλὰ δὴ καὶ τοῖς ὀδοῦσιν ἐπ{ι}<ε>νεγκεῖν ἔμελλε. πάσης οὖν ἰατρικῆς πρὸς τὴν ἴασιν
τέχνης ἀπ{ε}<ο>λεχθείσης καὶ μηδενὸς τῆς συμφορᾶς εὑρισκομένου φαρμάκου, ἐπὶ τὸν
θαυμαστὸν ἐκεῖνος ἔγνω καταφυγεῖν ἰατρόν· καὶ τὸ ἄντρον ἐν ᾧ τὸν τῆς ἡσυχίας ἆθλον
ὁ γενναῖος διήνευ{σ}εν (ἔνθα καὶ τὸν νεκρὸν ἀνέστησε παῖδα, καθὼς ἤδη φθάσας ὁ λόγος
παρέστησεν) ὁ πάσχων καταλαβών, εὑρίσκει τὸν μακαρίτην πυρετῷ λάβρῳ τὰ ἔνδον {ἀ}<ὑ>ποσμύχοντι
συνεχόμενον ψιαθίῳ τε κατὰ γῆς ἐρριμμένῳ προσανακείμενον. ἐπιβαλὼν οὖν ὁ Σάβας τῷ
τοῦ μοναχοῦ πάθει τοὺς ὀφθαλμοὺς καὶ τὸ ἀνήκεστον ἰδὼν τῆς πληγῆς, μετακαλεῖται
τοῦτον πρὸς ἑαυτόν· καὶ τὴν ἁγίαν ἐπιθεὶς χεῖρα τῇ παρειᾷ, μικρόν τε ταύτην ἐν ἐκείνῃ
διαναπαύσας, τὸν ἀδελφὸν τοῦ πάθους ἐλευθεροῖ καὶ πρὸς τὴν ἰδίαν ἐκπέμπει μονήν.
38. κατά τινα δὲ καιρὸν ἐλαίου σπάνις τὴν τοῦ ἀρχιστρατήγου κατειλήφει μονήν· καὶ
ἔμελλεν ὁ θεῖος σηκὸς ἀφεγγὴς ἔσεσθαι, ἐπεὶ μηδὲ δυνατὸν ἦν ἐν τοῖς ὁρίοις ἐκείνοις
εὑρεῖν, οὐκ ἐπιτηδείως πρὸς ἐλαίου φορὰν ἐχούσης τῆς χώρας. καὶ βουλόμενός τις ὠνήσασθαι
κατά γε τὸν τοῦ ἐλαίου καιρόν, τριῶν ἡμερῶν
[p. 53] ὁδὸν ἐνίοτε δὲ καὶ ἑπτὰ ἡναγκάζετο στέλλεσθαι. ὡς οὖν ἀνηγγέλη τῷ μεγάλῳ
περὶ τούτου πατρί, τότε μὲν σιωπῇ ἑαυτὸν ἐπιτρέπει· μετὰ μικρὸν δὲ τοὺς πάντων λαθὼν
ὀφθαλμούς, (οὐ γὰρ ἐπιδε<ι>κτικῶς, ὥσπερ ἄλλος τις, εἰώθει προσεύχεσθαι) τὸν ἱερόν
τε ναὸν εἰσδραμών, χεῖρας σὺν τῷ νῷ διατείνει πρὸς ὕψος καὶ ταῖς εὐχαῖς ἐπὶ πολὺ
προσανέχει. καὶ (ὢ τῆς μεγαλουργίας) τὸ κατὰ τὸ θυσιαστήριον κείμενον τοῦ ἐλαίου
σκεῦος, κενὸν τὸ τηνικαῦτα τυγχάνον, ἐκείνου προσευχομένου, μεστὸν γεγονὸς ἐν τέσσαρσιν
ἀπέχρησε τούτοις μησίν, ἄχρις οὗ ὁ τοῦ ἐλαίου καιρὸς ἐπεδήμησε.
καὶ ἐν τῇ τοῦ ἁγίου δὲ Λαυρεντίου μονῇ τοιοῦτόν τι τῷ Σάβᾳ τεθαυματούργητο· πλὴν
ἐκεῖ μὲν ἔλαιον τῷ ἄγγει βραχύ τι ἐνῆν [λεγε· ἐνόν], διὰ τῆς τοῦ μάκαρος ἐπέδωκε
προσευχῆς· ὃ παραπλήσιον τῇ τοῦ Θεσβίτου θαυματουργίᾳ, ἐνταῦθα δὲ κενὸν τὶ [λεγε·
τὸ] σκεῦος ὄν, ὡς δεδήλωται, παραδόξως ἐμπίπλαται· ὅπερ τῆς θεοσημίας ἐκείνης καινότερον
καὶ περιφανέστερον.
39. τοιούτων τοίνυν ὑπαρχόντων τῶν εἰρημένων, οὐδὲν ἧττον ἔχει καὶ τὰ ἑξῆς, ὡς αὐτίκα
μαθήσεσθ{αι}<ε>. Δωρόθεος γάρ τις, καὶ πλούτῳ βρίθων καὶ γένει περιφανής, ἐκ τοῦ
ἄστεος Σασωνίου ὑπάρχων, τῶν μὲν τοῦ κόσμου κηλίδων ἀμιγῆ τὴν ἑαυτοῦ διετήρει ψυχήν,
πρὸς δὲ τὰ θεῷ φίλα πάσῃ τετραμμένος ἦν γνώμῃ καὶ τῆς πρὸς σωτηρία{ς}<ν> φερούσης
ὄκνο{ν}<υ> χωρὶς εἴχετο. τούτῳ τοίνυν θερμοτάτη πρὸς τὸν Σάβαν πίστις
[p. 54] ἐνῆν· καὶ συνεχῶς παρ᾿ ἐκεῖνον φοιτῶν, εὐλογίας τε παρὰ τοῦ ἀνδρὸς ἠξιοῦτο,
καὶ {τὴν} ψυχὴν σῴζειν δυναμένας δεχόμενος ἐντολάς. τέλος αὐταῖς ἀγαθόν, οἴκαδε
πάλιν δρυμών [λεγε· παλινδρομῶν?], ἐπετίθει. βασκήνας οὖν τούτῳ τῆς ἀρετῆς ὁ μισάνθρωπος
δαίμων καὶ δυσμενής, τοῦ θεοῦ κρίμασι συγκεχωρηκότος ἀρρήτοις, ἀθροόν αὐτῷ συνεισφθαρείς,
δείματος ἐπλήρου δεινοῦ καὶ τῇ γῇ προσαρ{ρ}άσσων αὐτόν, διαστρέφειν μὲν ὀφθαλμούς,
διαμασ{σ>ᾶσθαι δὲ χεῖρας ἠνάγκα{ζ}<σ>ε.
καὶ τὸ πρᾶγμα κατηφείας τοὺς περιεστῶτας ἐδείκνυ μεστούς, ὁρῶντας τὸν πρὸ μικροῦ
σώφρονά τε καὶ κόσμιον δαίμονος ἀλιτηρίο{ν}<υ> παίγνιον καθιστάμενον.
μικρὸν γοῦν ἐκνήψαντα τὸν Δωρόθεον μνήμη τις αἰρεῖ τοῦ μεγάλου πατρός. καὶ δρομαῖος
τὴν τούτου καταλαβὼν οἴκησιν, τοῖς αὐτοῦ προσπίπτει ποσί, δάκρυσι θερμοῖς πλύνων
αὐτούς, τὴν συμφορὰν ἀπαγγέλλων, ἐκεῖνα αἰτῶν, ἅπερ αὐτῷ μὲν μέγα{λα} λαβεῖν, ἐκείνῳ
δὲ παρασχεῖν εὐχερές. τόνδε, σύνδακρυν ἐπὶ τούτῳ γενόμενον τοῦ ἐδάφους τε αὐτὸν
ἀναστήσαντα, πρὸς τὴν ἐκκλησίαν εἰσαγαγεῖν, ὑπερευξάμενόν τε συντόνως, αὐτοῦ ἐλέῳ
[λεγε· ἐλαίῳ] τό μέτωπον (ὡς σύνηθες ἦν) ἀλεῖψαι, τὸ σταυρικὸν αὐτῷ σημεῖον ἐπιβαλόντα
τὸ σκαῖόν τε πνεῦμα διώξαντα, σωφρονεῖν παρασκευάσαι τὸν ἄνδρα καὶ πρὸς τὸν οἶκον
τῷ θεῷ ἀνθομολογούμενον ἀποπέμψαι.
40. μετέλθωμεν τοίνυν καὶ ἐφ᾿ ἑτέρα{ν}<ς> θαυματουργίας διήγησιν τοῦ ἀοιδίμου πατρός.
γυνή τις ὑπὸ
[p. 55] πνεύματος ἀκαθάρτου συνείχετο, δεινῶς βασανιζομένη ἐπὶ χρόνους πολλοὺς ὑπ᾿
αὐτοῦ· παρεγένετο δὲ πρὸς τὸν μέγαν τοῦτον ἰατρόν, ὑπὸ τῆς φήμης <ἐφ>ελκομένη τῆς
πρὸς αὐτὸν τὸν ὡς ἀληθῶς μυσταγωγημένον καὶ θεοφορούμενον· καταλαβοῦσα δὲ τὸν πάνσεπτον
ναὸν τοῦ πνεύματος διώκτου Φιλίππου (ὃν ἐδείματο ἐκ βάθρων Μακάριος ὁ τούτου ἀδελφός,
ὁ θεοφιλὴς καὶ ὄντως μακάριος), ἐν τῷ εἰσέρχεσθαι αὐτὴν ἐν αὐτῷ, ἐξαίφνης ῥίπτει
αὐτὴν εἰς τὸ μέσον τοῦ ναοῦ τὸ πονηρὸν καὶ παμμίαρον πνεῦμα· καὶ τὰ συγγενῆ τῶν
προτέρων ἐνεργεῖ ὁ δόλιος εἰς αὐτὴν τὴν ταλαίπωρον, φωνὰς ἀσήμους καὶ ἀ{τ}<π>ρεπεῖς
δι᾿ αὐτῆς ἀνακράζων· καὶ ἀφρὸν ἀποπτύουσα διὰ τοῦ στόματος αὐτῆς καὶ χεῖρας στροβοῦσα
καὶ τοῖς ποσὶν ἀτάκτως τὸ ἔδαφος παίουσα, ἐλεεινὸν θέαμα τοῖς ὁρῶσιν ἐτύγχανεν.
ὁ δὲ μέγας Σάβας ἐν τῷ ναῷ βουλόμενος εἰσιέναι καὶ τὰς ἐωθινὰς ἱκετηρίας τῷ κυρίῳ
ἀποδοῦναι προαιρούμενο{ν}<ς> εὐχάς, εἶδεν αὐτὴν πάσχουσαν οὕτως ἐλεεινῶς καὶ εὐσπλαγχνίσθη
ἐπ᾿ αὐτῇ ὁ λίαν συμπαθὴς καὶ χριστομιμήτως [λεγε· χριστομίμητος], διαφερόντως φιλάνθρωπος·
καὶ λέγει αὐτῇ ὁ ἀοιδίμος· «ὦ γυνή [λεγε· γύναι], τί ζητοῦσα, ἐνταῦθα παραγέγονας
παρ᾿ ἐμοῦ ἁμαρτωλοῦ ὄντος ἀνθρώπου εἰ δὲ ὅλως ἐρᾷς ἐλευθερίας τυχεῖν τοῦ συνθλ{ε}ίβοντος
σε π{υ}<ο>νηροῦ καὶ ἀκαθάρτου δαίμονος, ἀναλαβοῦσα τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐν τῷ
μοναχικῷ καὶ ἀγγελικῷ τάγματι μέτελθε βίον σεμνόν, ἐν μοναστηρίῳ παρθένων ἁγίων
εἰσελθοῦσα· καὶ ἴαταί σε κύριος ὁ θεὸς τῇ αὐτοῦ ἀγαθότητι.» τὸ δὲ γύναιον τῶν λεγομένων
αἰσθόμενον, συνέθετο πάντα ποιεῖν ὅσα πρὸς αὐτὴν
[p. 56] ὁ μακάριος προσεφθέγξατο [λεγε· ἀπεφθέγξατο], εἰ μόνον ἰάσεως ἐπιτύχη. τὴν
συνήθη οὖν ὁ μέγας ποιήσας εὐχὴν καὶ ἐκ τοῦ ἁγίου ἐλαίου τῆς κανδήλας [λεγε· κανδήλης?]
ἐπιχρίσας αὐτῆς τὸ μέτωπον σταυροειδῶς, θᾶττον ὑγιῆ ταύτην ἀποκατέστησεν.
καὶ ἐπορεύθη τὴν ὁδὸν αὐτῆς, χαίρουσα καὶ δοξάζουσα τὸν θεόν, πάντα πληρώσασα τὰ
παρὰ τοῦ μακαρίου καὶ ἁγίου πατρὸς λαληθέντα πρὸς αὐτήν.
41. ἀλλ᾿ ἐπειδὴ χρόνος [λεγε· καιρός] ἐστὶν τὸν λόγον προβῆναι καὶ τὰ λοιπὰ τοῦ
πανολβίου τούτου ψυχωφελῆ διηγήσασθαι κατορθώματα καὶ τοῖς προλαβοῦσι συνάψαι, εἰς
δόξαν μὲν θεοῦ τοῦ ταῦτα δι᾿ αὐτοῦ ἐνεργοῦντος, εἰς ἔπαινον δὲ τοῦ ἀοιδίμου καὶ
ὠφέλειαν τοῖς πιστῶς ἐντυγχάνουσι καὶ ἀκροωμένοις.
μοναχός τις ἐξ ἐπηρείας τοῦ διαβόλου ἔν τινι τόπῳ ἀφυπνώσας μετὰ τὸ αὐτὸν ἀριστῆσαι,
ὄφις ἑρπύσας διὰ τοῦ στόματος <αὐτοῦ>, εἰσέδυ εἰς τὴν γαστέρα αὐτοῦ καὶ ἦν κατεσθίων
καὶ διαρρήσσων χαλεπῶς τὰ ἐν{δ}<τ>όσθια αὐτοῦ ἐπὶ ἡμέρας πολλὰς ἐλεεινῶς, ὥστε πολλάκις
κεῖσθαι αὐτὸν ἐπὶ τοῦ ἐδάφους ὡς ἐπὶ ὥραν μίαν ἄφωνον, ὡς νομίζειν τοὺς παρατυγχάνοντας
αὐτῷ κατὰ τὴν ὥραν ἐκείνην νεκρὸν γεγονέναι. πολλὰ οὖν χρήματα εἰς ἰατροὺς ἀναλώσας,
ὑπ᾿ οὐδενὸς αὐτῶν οὐκ ἴσχυσεν ἰαθῆναι· ὕστερον δὲ πάντων εἰς ἔννοιαν ἐλθὼν τούτου
τοῦ πανολβίου πατρὸς ἡμῶν Σάβα, παραγίνεται πρὸς τὸν ἄμισθον τοῦτον μέγαν ἰατρόν,
ὑπὸ τῆς φήμης ἑλκόμενος πρὸς αὐτόν. καὶ μετὰ πολλῶν δακρύων καὶ στεναγμῶν
[p. 57] προσπίπτων αὐτοῦ τοῖς γόνασι, ἐδέετο ἐκτενῶς τοῦ μακαρίου ἀπαλλαγῆναι τοῦ
τοιούτου πάθους. λέγει τοίνυν πρὸς αὐτὸν ὁ θεράπων κυρίου ἐν ἐπιεικείᾳ καὶ πραότητι·
«μὴ ἀθύμει, τέκνον, ἐπὶ τοῦτο πικρῶς· Ἰησοῦς Χριστὸς δυνατός ἐστιν παρασχεῖν σοι
τὸ αἴτημά σου, λυτρούμενός σε τοῦ συγκόπτοντος καὶ συνθλίβοντός σε ὄφεως· ἐγὼ γὰρ
τίς εἰμι ὁ ταπεινὸς ὅτι τοιαύτην ὑπόληψιν ἔχεις εἰς ἐμὲ ὡς δυνάμενον τοιαῦτα ποιεῖν»
ὁ δὲ ἐπέκειτο μᾶλλον, μετὰ πίστεως καὶ δακρύων ἀντιβολῶν αὐτὸν καὶ λέγων· «οἰκτείρησόν
με, δοῦλε τοῦ θεοῦ, καὶ ἐλέησόν με, ῥυόμενός με τοῦ συγκόπτοντος τὰ ἐν{δ}<τ>όσθιά
μου διηνεκῶς, ὅτι οὐκ ὑποφέρω τὰς ἀλγηδόνας αὐτοῦ.» ὁ δὲ μέτριος καὶ λίαν συμπαθέστατος
τοῦ θεοῦ δοῦλος λέγει πρὸς αὐτόν· «ἄπελθε, τέκνον, ἐν εἰρήνῃ ἐν τῷ κελλίῳ σου· κἀκεῖ
σε ἐπισκέψεται κύριος, τῇ αὑτοῦ ἀγαθότητι λυτρούμενός σε τῆς θανατηφόρου ταύτης
ἀλγηδόνος. πλὴν ἔσει τοῦτο εἰδὼς ὅτι δι᾿ ἧς ὁδοῦ διῆλθεν ἐν σοί, διὰ αὐτῆς πάλιν
ἐξελεύ{ξ}<σ>εται ἔτι ζῶν. σὺ οὖν μηδὲν κακὸν ποιήσῃς αὐτῷ, ἀλλ᾿ ἄφες αὐτῷ π{ε}<ο>ρευθῆναι
εἰς τὸν φωλεὸν αὐτοῦ.»
ταῦτα ἀκούσας ὁ μοναχὸς καὶ πιστεύσας τοῖς ὑπὸ τοῦ Σάβα λαλουμένοις, ἐπορεύθη τὴν
ὁδὸν αὐτῶν [λεγε· αὐτοῦ] χαίρων. ὡς δὲ τὸ κελλίον αὐτοῦ κατέλαβεν, ἀπὸ τοῦ κόπου
τῆς ὁδοιπορίας ἐκάθευδεν· καὶ πάραυτα ἔξυπνος γεγονώς, ὁρᾷ τὸν ὄφιν ἐξελθόντα ἀπὸ
τοῦ στόματος αὐτοῦ καὶ τῇ γῇ προσσυρόμενον· καὶ αὐτὸς ἐδόξαζε τὸν θεὸν φωναῖς ἀλαλήτοις
τὸν διὰ τοῦ θεράποντος αὐτοῦ Σάβα παραδόξως αὐτὸν ἰασάμενον, καθὼς ἤδη πρὸς αὐτὸν
ὁ θαυμάσιος ἔφη.
[p. 58]
42. μετέλθωμεν οὖν τῷ λόγῳ καὶ ἐφ᾿ ἕτερον θαυματουργίας τρόπον τοῦ θείου τούτου
πρεσβύτου.
πόθος εἰσῄει τινὰ τῶν ἐνδόξων καὶ ἐπισήμων ἀνδρῶν τοῦ τὸν ἅγιον ἀνιστορῆσαι καὶ
εὐλογίας παρ᾿ αὐτοῦ ἀξιωθῆναι, ὡς τῆς αὐτοῦ φήμης πανταχοῦ διαθεούσης καὶ δίκην
ἡλιακῶν ἀκτίνων φωτιζούσης τὰ πέρατα. ἔρχεται τοίνυν ὁ ἀνὴρ πρὸς τὸν ὅσιον καὶ μακαρίτην
Σάβαν εἰς τὸν ἐν ᾧ ὑπῆρχε τόπον ἡσύχως οἰκῶν (Ἀρίαν τοῦτον φθάσας ὁ λόγος ἐδήλωσεν)·
καὶ τοῦτον ἑωρακώς, τὸν πόθον ἀφοσιώσατο [λεγε· ἀφωσιώσατο] τὸν ἑαυτοῦ, καθὼς ἦν
αὐτῷ περισπούδαστον καὶ δυνατόν. μετὰ οὖν τὸ ἀπολαῦσαι τῆς τοῦ ἁγίου ψυχωφελοῦς
διδασκαλίας καὶ παραινέσεως, προετράπη ὑπ᾿ αὐτοῦ ποιῆσαι κατὰ τὸ εἰωθὸς αὐτῷ τὴν
ἐξ ἀγάπης παράκλησιν. καὶ ἐσθιόντων αὐτῶν ἐπὶ τραπέζης ἅμα τῷ μακαρίῳ, ᾐτήσατο οἶνον
δοθῆναι εἰς θεραπείαν τῶν ἀνακειμένων. ἐν δὲ τῷ καιρῷ ἐκείνῳ ἔτυχεν μὴ ἔχειν οἶνον
τὸν κελλαρίτην, εἰ μὴ μόνον ὀλίγον εἰς μικρὸν ἀγγεῖον διὰ τὴν ἀναίμακτον καὶ ὑπερκόσμιον
καὶ ἱερὰν θυσίαν τῆς ἁγίας λειτουργίας.
τοῦτο τοίνυν ἐπιγνοὺς ὁ ὅσιος, κελεύει ἐνεχθῆναι αὐτό, οὑτωσὶ εἰρηκώς· «τὴν μὲν
θείαν καὶ οὐράνιον μυσταγωγίαν δυνάμεθα πρὸς τὸ παρὸν ἐάσαι καὶ τῷ προσήκοντι καιρῷ
ταύτην προσφέρειν τῷ ὑπεραγάθῳ κυρίῳ θεῷ ἡμῶν· τὸν δὲ ἐκ μακροῦ διαστήματος ἥκοντα
πρὸς ἡμᾶς καὶ πάλιν μέλλοντα τῶν ἐντεῦθεν ἀποδημεῖν οὐκ ἔτι δυνατόν ἐστιν μὴ καὶ
σωματικῶς εὐφρανθῆναι αὐτόν, καθὼς ἤδη καὶ τὴν ψυχὴν ὁ θεῖος λόγος εὐφράνας κατήρδευσεν.
[p. 59]
εἶτα τοῦ ἐξ ἔθους ὑπηρετοῦντος αὐτῷ παρισταμένου ἐπὶ τῆς τραπέζης καὶ τὸ μικρὸν
ἐκεῖνο ἀγγεῖον ὑποδεικνύντος τῷ μακαρίῳ, λέγει ὁ μέγας· «εὐλογητὸς κύριος ὁ θεός,
τέκνον· δὸς ἡμῖν πιεῖν ὅτι οὐ μὴ ἐκλείψει ὁ οἶνος ἐξ αὐτοῦ, ἕως οὗ πλουσίως εὐωχηθῶμεν
ἅπαντες.» καὶ ἦν ἰδεῖν ξένον θαῦμα καὶ παράδοξον, ὅπως γέγονε τὸ μικρὸν ἐκεῖνο δοχεῖον
τοῦ οἴνου ἐν ταῖς χερσὶ τοῦ ὑπηρετοῦντος, καθάπερ κρήνη ἀένναος βρύουσα, μέχρις
ὅτε ἀρκούντως εὐφράνθησαν ἅπαντες.
τοῦτο τῶν τοῦ μεγάλου Ἠλιοῦ ἐν προφήταις θαυμασίων οὐ δεύτερον, ὅστις τὸν καμψάκην
τοῦ ἐλαίου καὶ τὴν δράκα τοῦ ἀλεύρου τῇ φιλοξένῳ χήρᾳ ηὐλόγησεν· καὶ διήρκεσεν ἕως
ὁ ὑετὸς ἐξ οὐρανοῦ τῇ γῇ ἐφύτησεν [λεγε· ἐπεφοίτησεν]· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ
πανίερος οὗτος πρεσβύτης πεποίηκεν, πληθύνας τὸν οἶνον εἰς τὸ μικρὸν ἐκεῖνο δοχεῖον,
ὡς εἴρηται, (ὢ τοῦ θαύματος) ἕως οὗ οἱ δαιτυμόνες εὐφράνθησαν ἅπαντες καὶ τὴν ὁδὸν
αὐτῶν ἐπορεύοντο, δοξάζοντες τὸν θεὸν ἐπὶ πᾶσιν, οἷς εἶδον καὶ ἤκουσαν παρὰ τοῦ
μακαρίου παραδόξως γεγενημένοις.
43. ὅπερ τοίνυν μικροῦ δεῖν διέφυγεν ἡμᾶς ἀναγκαίως, τοῦτο δηλῶσαι καὶ παραδοῦναι
σὺν τοῖς λοιποῖς διηγήμασι τοῦ πανοσίου δίκαιον ἡγοῦμαι, ἵνα μὴ λήθης βυθοῖς ἀμαυρωθῇ
τὸ τοιοῦτον τοῦ θαύματος ἐξαίσιον ἄκουσμα.
οὗτος τοίνυν ὁ θεσπέσιος Σάβας ἔρωτι τὴν ψυχὴν πυρπολούμενος ἐπὶ χρόνον συχνόν,
ὅπως εἰ δυνατὸν ἦν αὐτῷ πρὸς τὰ ἅγια πορευθῆναι
[p. 60] Ἰεροσόλυμα καὶ προσκυνῆσαι τοὺς αὐτόθι σεβασμίους καὶ ἱεροὺς τόπους. τοῦτο
τοίνυν, ὡς εἴρηται, ἐπὶ πολὺ κατὰ ψυχὴν ὠδίνοντι, τὸ πῶς ἆρα τῆς ἐφέσεως τεύξεται
καὶ ἡσθείη τοῦ ποθουμένου, ἐν μιᾷ οὖν προσευχομένου αὐτοῦ καὶ τὸν θεὸν ἐκτενῶς περὶ
τούτου ἐκλιπαροῦντος, εὐθέως ὁρᾷ ἑαυτὸν ἐν τῇ ἁγίᾳ πόλει καὶ τοὺς ἁγίους καὶ σεβασμίους
τόπους περιερχόμενον καὶ ἅπαντας προσκυνοῦντα, τόν τε ζωηφόρον θεῖον καὶ ἄχραντον
τάφον καὶ τὸν ἅγιον καὶ πανσέβαστον [λεγε· πάνσεπτου] Γολγοθᾶν (ὅς ἐστι Κρανίου
τόπος) καὶ τὸ περιβόητον καὶ κοσμοπόθητον ὄρος τῶν ἐλαιῶν καί, ἁπλῶς εἰπεῖν, ἅπαντα
σεβάσμιον τόπον, ἐν οἷς τὰ ὑπὲρ ἡμῶν ἅγια παθήματα κατεδέξατο ὑπομεῖναι τῆς δόξης
ὁ κύριος καὶ ἐφ᾿ οὓς περιάγων τὰ φρικτὰ αὐτοῦ ἐπετέλει μυστήρια· καθὼς ἐκ τοῦ ἀψευδοῦς
ἀκήκοα στόματος διηγουμένου, ὡς ὁ θεῖος ἀπόστολος προηγόρευσεν· Ϡεἴτε ἐν σώματι,
οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα, ὁ θεὸς οἶδεν.Ϡ τοῦτο μόνον φάναι αὐτὸν
πρὸς ἡμᾶς.
τοῦτο τοίνυν τὸ φρικτὸν καὶ ξένον θεώρημα τοῖς μὲν μικροψύχοις καὶ ὀλιγοπίστοις
ἀπιστείαν ἐντίκτει, τοῖς δὲ μεγαλοψύχοις καὶ πιστοῖς πίστιν τελείαν μᾶλλον ἐντίθησιν.
ἀφορόντας [λεγε· ἀφορῶντας] εἰς τὴν κατὰ τὸν προφήτην Ἀμβακοὺμ ἱστορίαν, τί τούτου
τοῦ θαύματος παραδοξότερον γέγονεν, εἰ μή, ὡς φθάσαντες εἴπομεν, τὸ τοῦ Ἀμβακοὺμ
ἐν Βαβυλῶνι ἐν μεταρσίῳ ἀρθέντος, ὡσεὶ θεία καὶ θεόπνευστος γραφὴ ἀνιστώρησεν ἀλλ᾿
ἐκεῖ μὲν ἵνα θρέψει πεινῶντα ἐν λάκκῳ τοῖς λέουσι τὸν Δανιὴλ ἐκδοθέντα, ἐνταῦθα
δὲ οὐχ ἵνα θρέψῃ σάρκα πεινῶσαν ἀλλὰ ψυχὴν θεοφιλῆ καὶ ἁγίαν ἐμπίπλησῃ [λεγε· ἐμπλήσῃ]
παντὸς ἀγαθοῦ καὶ τὸν
[p. 61] πόθον εἰς πέρας ἄγει, ὃν ἐκ πολλοῦ ὤδινεν χρόνου δεόμενος τοῦ θεοῦ ὁ ἀείμνηστος.
44. γυνὴ δέ τις αἱμορροίας πάθει συνείχετο ἐπὶ χρόνους πολλούς· ἥτις κατατρυχομένη
ὑπ᾿ αὐτοῦ, διῆγεν ἄγαν ἐλεεινῶς· καὶ πολλοῖς ἰατροῖς ἅπαντα τὰ αὑτῆς ἀναλώσασα,
θεραπείας οὐκ ἔτυχεν ὑπ᾿ οὐδενὸς αὐτῶν· ἀκούσασα δὲ κατὰ τὸν μέγαν τοῦτον ἰατρὸν
τελούμενα θαύματα, μιμεῖται τὴν ἐν τοῖς ἁγίοις εὐαγγελίοις ἐμφερομένην αἱμορροοῦσαν
πάλαι γυναῖκα· καὶ προσελθοῦσα τῷ μακαρίῳ μετὰ πίστεως ἀδιστάκτου, ἔλεγεν ἐν αὑτῇ
ὅτι· «Ϡἐὰν μόνον ἅψωμαί τινος τῶν ἱματίων αὐτοῦ, σωθήσομαιϠ ἀπὸ τῆς ἀσθενείας μου.»
ὡς δὲ ἔγνω ὁ μακάριος τὰ ἐν τῇ καρδίᾳ αὐτῆς βουλευόμενα καὶ κατανοήσας τὴν εἰλικρινῆ
καὶ ἀνενδοίαστον πίστιν αὐτῆς, ἐκτείνας τὴν ἁγίαν αὐτοῦ δεξιάν, λέγει αὐτῇ· «ὦ γύναι,
λαβοῦσα ταύτης μου τῆς χειρός, θὲς ἐν ᾧ πάσχεις τόπῳ· καὶ Ϡκαθὼς ἐπίστευσας, οὕτω
<καὶ> γενηθήτω σοι.Ϡ» ἡ δὲ γυνὴ τὸ προσταχθὲν αὑτῇ παρὰ τοῦ ἁγίου ποιήσασα, παραχρῆμα
γέγονεν ὑγιής· καὶ ἀπῆλθεν εἰς τὰ ἴδια, δοξάζουσα τὸν θεὸν ἐπὶ πᾶσι τὸν διὰ τὸν
δοῦλον αὐτοῦ Σάβαν ἰασάμενον αὐτῆς τὸ δυσίατον καὶ χαλεπώτατον νόσημα.
[p. 62]
45. πάλιν οὖν ἐκστρατεύει τὸ μυσαρὸν καὶ ἀλλόκοτον ἔθνος τῶν Ἰσμαηλιτῶν κατὰ τῶν
προσοικούντων {τῶν} ἐν Καλαβρίᾳ καὶ πᾶσι τοῖς ὁρίοις αὐτῆς, τοῦ θεοῦ πάντως συγχωρήσαντος,
ἣν καὶ παραχωρήσαντος, διὰ τὰς ἡμῖν ἐξ ἀπροσεξίας ἐγγινομένας πληθὺς τῶν ἁμαρτιῶν.
τότε δὴ ἔρημον καὶ ἀοίκητον γέγονεν ὑπ᾿ αὐτῶν οὐ μόνον τὸ θέμα ὅλον Καλαβρίας ἀλλὰ
καὶ πάντων [λεγε· πάντα] τὰ ἐν τοῖς ὄρεσι καταγώγια τῶν φιλοθέων μοναχῶν.
διὸ δὴ καί τινες βουλομένοι τῶν φιλησύχων μοναχῶν ἀποκρυβῆναι ἐν ταῖς ὕλαις καὶ
λόχμαις τῶν κατασκίων ὀρέων, οἰόμενοι τοὺς Ἰσμαηλίτας διαλαθεῖν, Σάβας ὁ ἀοίδιμος
ἔφη τοῖς περὶ αὐτόν· «τεκνία μου ἐν Χριστῷ, ἀκούσατε ἡμεῖς [λεγε ὑμεῖς] προσεχῶς·
οὐ γάρ, ὡς ὑπολαμβάνουσιν οἱ πολλοί, κατοικ{η}<ισ>θήσονται πάλιν τὰ τῶν μοναχῶν
σεμνεῖα καὶ καταγώγια, ἀλλὰ καὶ μᾶλλον ἐρημωθήσονται ὑπὸ τῶν θεοστυγῶν βαρβάρων,
πυρὸς παρανάλωμα ἅπαντα γεγονότα (οὐ γὰρ ἐνοικισθήσονται)· τοῦ λοιποῦ ἐστι ἐν τελείῳ
ἀφανισμῷ ὑπ᾿ αὐτῶν γεγονότων [λεγε· γεγονότα]. ὑμεῖς δὲ ἀκούσατέ μου τῆς συμβουλίας·
καὶ τῶν ἐντεῦθεν ἀπάραντες, τοῖς ὁρίοις ἐπιβῶμεν τοῦ Σαλερινοῦ· κἀκεῖ ἀνιχνεύσωμεν
ἡμῖν τόπον εἰς κατοικίαν, ὅστις καὶ διαμείνῃ ἀχείρωτος καὶ ἀνέπαφος τοῖς αἱμοβόροις
τούτοις θηρίοις.»
εὐθέως οὖν ἐκεῖνοι ταῦτα ἀκηκοότες παρ᾿ αὐτοῦ, ἔδειξαν ὑπακοῆς ῥήματα· καταλαβόντες
οὖν τὸν εἰρημένον τόπον τοῦ Σαλερινοῦ καὶ πολλοὺς τόπους περινοστήσαντες πεδιασίμους
καὶ ὑψηλούς, εὗρον
[p. 63] σπήλαιον ὀχυρώμενον καὶ δύσβατον τοῖς πολλοῖς. ἐν ᾧ ἦν καὶ διειδέστατον
ὕδωρ πάνυ τερπνὸν καὶ ἐράσμιον. τοῦτο ἑωρακὼς ὁ ἀοίδιμος, τῷ θεῷ ἀνθωμολογεῖτο ἐκ
βαθέων ψυχῆς, εὐχαριστείας προσφέρων αὐτῷ ῥήματα, ὡς τούτου αὐτοῖς εὐτρεπίσαντος.
ἐκεῖ τοίνυν ᾤκησαν ὅ τε μακάριος καὶ οἱ σὺν αὐτῷ.
μικρὸν δὲ ἡσυχάσας ἐκεῖσε, οὐκ ἠδυνήθη{ν} λαθεῖν ὥσπερ ᾤετο, ἀλλὰ κατὰ τὸ γεγραμμένον
ἐν τοῖς ἀχράντοις εὐαγγελίοις, Ϡὡς οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·
οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον,Ϡ καὶ τὰ ἑξῆς· ἀκούσαντες
γὰρ οἱ τῶν ὁρίων ἐκείνων οἰκήτορες ἥκειν ἐκεῖσε τὸν μέγαν, πάντας τοὺς κακῶς ἔχοντας
καὶ ὑπὸ πνευμάτων ἀκαθάρτων ἐνοχλουμένους καὶ ὑπὸ ἀσθενειῶν ποικίλων συνεχομένους
ἔφερον πρὸς αὐτὸν καθ᾿ ἑκάστην καὶ Ϡἐτίθουν παρὰ τοὺς πόδας αὐτοῦ,Ϡ <ὡς> παρόμοιόν
φησιν ἐν εὐαγγελίοις, καὶ πάντες ἐθεραπεύοντο, οἱ μὲν διὰ χειρὸς <αὐτοῦ> ἁφῆς, οἱ
δὲ διὰ τῆς συνήθους τοῦ ἁγίου ἐλαίου ἐπιχρίσεως καὶ τοῦ τιμίου τύπου καὶ ζωοποιοῦ
σταυροῦ· καὶ ἐπορεύοντο εἰς τὰ ἴδια, δοξάζοντες καὶ αἰνοῦντες τὸν θεόν <καὶ εὐχαριστοῦντες.>
46. ὁ δὲ ἀνωτέρω μνημονευθεὶς ῥὴξ τῶν Φράγκων ἔλαβεν τὸν υἱὸν τοῦ πρίγκιπος τοῦ
ἐν τῷ Σαλερινῷ εἰς ἐνέχυρον ἐπὶ ἔτη πολλά. καὶ ἦν ἐκεῖ κατεχόμενος, ὡς δίκην ὄψιδος,
ὅμηρα ἐν Φραγκίᾳ. ὁ δὲ πρίγκιψ ἐδέετο τοῦ μακαρίου μετὰ δακρύων πολλῶν, ὅπως ἀπέλθῃ
πρὸς τὸν ῥῆγα καὶ τὸν υἱὸν αὐτοῦ ἐξέληται τοῦ χαλεποῦ δεσμωτηρίου. εἶξεν οὖν ὁ [p.
64] εὐσυμπάθητος τῇ παρακλήσει αὐτοῦ· καὶ δὴ ἀπέρχεται πρὸς αὐτὸν ἐν Ῥώμῃ τῷ [λεγε·
τὸ] τηνικαῦτα ἐπιχωριάζοντα ἐν αὐτῇ. καὶ τοῦτον ἰδὼν καὶ ἀσπασάμενος, τὸ ὀφειλόμενον
σέβας ἀπένειμεν κατὰ τὴν εἰωθυῖαν αὐτῷ συνήθειαν. αὐτὸς δὲ <πατρὶ, πνεύματι, κυρίῳ
τὸ σέβας παρεῖχεν>, ὡς εὐγνώμων υἱός· λόγοις οὖν διδασκαλικοῖς καὶ παρακλητικοῖς
χρησάμενος, ὁ θεῖος πρεσβύτης πείθει τὸν ῥῆγα δοῦναι αὐτῷ τὸν υἱὸν τοῦ πρίγκιπος·
ὃν λαβών, ὁ ἀοίδιμος ἤγαγε τῷ πατρὶ αὐτοῦ. ὁ δὲ τοῦτον μετὰ χαρᾶς καὶ θυμηδίας ἁπάσης
δεξάμενος, τῷ θεῷ εὐχαρίστησεν· καὶ τοῖς ποσὶ τοῦ ἁγίου προσκυλινδούμενος, ἀπελογεῖτο
τοιαῦτα· «τί σοι ἀνταποδώσομεν, τίμιε πάτερ, ὑπὲρ τοῦ τοσούτου κόπου, ἀνθ᾿ ὧν ἡμᾶς
εὐηργέτησας ἀντιμετρήσαι σοι κύριος μισθὸν αὐτάρκη κατὰ τὸν κόπον σου, καθὼς ἡ αὐτοῦ
ἀγαθότης ἐπίσταται.»
47. τοῦτο τοίνυν μαθὼν καὶ ὁ τῆς Ἀμάλφης πατρίκιος, ἔτι τοῦ μακαρίου τῷ Σαλερινῷ
ἐνδημοῦντος, καταλαμβάνει πρὸς αὐτὸν ἐκεῖσε· καὶ τοῖς ποσὶν αὐτοῦ καθαπτόμενος,
μετὰ οἰμωγῶν καὶ δακρύων ἐποτνιᾶτο πρὸς αὐτὸν ἀναβοῶν· «ἐλέησον κἀμέ, τιμιώτατε
πάτερ, καὶ σβέσον μου τὴν φλόγα τῆς λύπης καὶ συμφορᾶς· καὶ καθάπερ ᾠκτείρησας,
ἐπικαμφθεὶς πρὸς ἔλεος, τὸν Σαλερινοῦ πρίγκιπα, καὶ ὑπεξήγαγες τὸν υἱὸν αὐτοῦ τῶν
χρονίων καὶ ἀφύκτων δεσμῶν, «οὕτως ῥῦσαι καὶ τὸν ἐμὸν υἱὸν τῶν αὐτῶν χειρῶν καὶ
δεσμῶν, ἱερώτατε»· ἦν γὰρ καὶ ὁ τούτου υἱὸς ὅμηρα πρὸς τὸν αὐτὸν ῥῆγα διὰ τὴν αὐτὴν
αἰτίαν δι᾿ ἣν καὶ ὁ πρότερος ἐκρατεῖτο. ὁ δὲ θαυμάσιος καὶ μέγας Σάβας ὁρῶν αὐτὸν
οὕτως ἐλεεινῶς ὀλοφυρόμενον,
[p. 65] ἔπαθέν τι κατὰ ψυχὴν ὑπὸ τῆς φιλοσυμπαθοῦς αὐτοῦ συνειδήσεως· καὶ κατοικτειρήσας
αὐτὸν ὁ σοφός, λόγοις παρακλητικοῖς τοῦτον παρακαλῶν, ἐνουθέτει μὴ ἀγεννῶς οὕτως
φέρεσθαι τοῖς ἀμέτροις τῶν θλιβερῶν· «οὐ γὰρ προσήκει σε ἄνδρα τυγχάνοντα τοῖς τῶν
γυναικῶν τεκμηρίοις ἁλῶναι, ἀλλὰ μᾶλλον ἐπίρριψον ἐπὶ κύριον τὴν μέριμνάν σου· καὶ
τὰ τοῦ παιδὸς αὐτὸς εἰς πέρας ἀγάγει.» ὁ δὲ μᾶλλον ἐπέκειτο θερμοτέρως ἀντιβολῶν,
ἵνα μὴ τοῦ ἰδίου σκοποῦ ἀποτύχῃ. ὁ δὲ μέγας ὁρῶν ἑαυτὸν οὕτως ὀχλούμενον, ὑπ᾿ ἐκείνου
ἠνιᾶτο· ἐδυσφόρει, τὸ ὑπὲρ κεφαλῆς ἐννοῶν γῆρας καὶ τὸ τοῦ σώματος <ἄτονον καὶ>
ἀδρανές· ἦν γὰρ πρεσβύτης καὶ πλήρης ἡμερῶν. ὡς οὖν εἶδε τὸ ἐπίμονον καὶ καρτερικὸν
τοῦ ἀνδρός, εἶπε τὸ σεβάσμιον ἐκεῖνο καὶ θεϊκὸν πρόσρημα· «Ϡτὸ θέλημα τοῦ κυρίου
γενέσθω.Ϡ»
48. ὀλίγου δέ τινος χρόνου παρῳχηκότος, ὁ κατὰ πάντα κινούμενος ὑπὸ τοῦ παναγίου
καὶ ζωοποιοῦ πνεύματος ὁρᾷ θείαν τινὰ ὄψιν μηνύουσαν αὐτῷ τήν τε ἀνάρρυσιν τοῦ παιδὸς
δι᾿ αὐτοῦ γεγενῆσθαι καὶ ὅτι· «δεῖ σε πάλιν ἐν Ῥώμῃ φοιτῆσαι, κἀκεῖ τὸ πέρας τοῦ
βίου λαβεῖν.» ἦν γὰρ τοῦτο ἀεὶ προσευχόμενος διὰ παντὸς ὁ ἀοίδιμος, ὅπως ἐκεῖσε
τὸ πέρας δέξηται τῶν ἐπιπόνων καὶ μακρῶν ἀγώνων αὐτοῦ.
ταῦτα τοίνυν χρηματι<σ>θεὶς κατ᾿ ὄναρ, ὡς εἴρηται, διανίσταται τοῦ ἰδίου καθίσματος·
καὶ γνωρίσας τοῖς περὶ αὐτὸν τὸ φανέν, πάντα <τὰ> πρὸς σύστασιν καὶ ὠφέλειαν ψυχῆς
[p. 66] τοῖς ἀδελφοῖς διαταξάμενος καὶ νουθετήσας αὐτοὺς ἱκανῶς φυλάττειν τε τὸν
κανόνα ἀπαρασάλευτον καὶ τὰς ἐντολὰς αὐτοῦ ἀτρόπους διατηρεῖν καὶ τῷ μετ᾿ ἐκεῖνον
ὑπείκειν αὐτοὺς κατὰ τὸν τῆς ὑπακοῆς λόγον, εἴχετο τῆς ἐπὶ Ῥώμη{ς}<ν> φερούσης ὁδοῦ,
χαίρων ὁμοῦ καὶ ῥωννύμενος. καὶ διανύσας τὸ τῆς ὁδοιπορίας μῆκος ἐν σπουδῇ τε καὶ
προθυμίᾳ, ἀπεδόθη τῇ Ῥώμῃ ἐν τῷ σεπτῷ μοναστηρίῳ τοῦ ἁγίου Καισαρίου. καὶ μεταστειλάμενος
τὸν θεοφιλέστατον ἐπίσκοπον Ἰωάννην, ἄνθρωπον <ὑπάρχ>οντα πρῶτον τοῦ ῥηγός, καὶ
τὸ τηνικαῦτα ἐν Ῥώμῃ τυγχάνοντα, τὰ τοῦ παιδὸς αὐτῷ ἀνατίθησιν. αὐτίκα γοῦν ἐκεῖνος
ἀποστείλας διὰ ταχυδρόμων εἰς τὸν ἐν ᾧ ὑπῆρχεν τόπον ὁ παῖς τοῦ ἀγαγέσθαι αὐτόν.
49. τοῦ δὲ θεοφόρου πατρὸς μικρὸν ἀρρωστήσαντος, ἔκειτο ἐπὶ γῆς τὰ τελευταῖα πνέων
καὶ παρὰ τῆς ἄνω χοροστασίας ἐπιζητούμενος. ἐπειγομένου τοίνυν αὐτοῦ ὑπὸ τῆς ἐκδημίας
τοῦ σώματος, ᾐτεῖτο τὸν θεὸν ὁ μακάριος δοῦναι αὑτῷ προσθήκην ζωῆς, ὅπως ῥύσηται
τὸν εἰρημένον παῖδα τῶν χρονίων καὶ ἀφύκτων δεσμῶν καὶ πρὸς τὸν ἴδιον πατέρα ἐξαποστείλῃ·
ὃ δὴ καὶ γέγονεν. τῶν γὰρ σταλέντων ταχυδρόμων ἀφικνωμένων [λεγε· ἀφικομένων] μετὰ
τοῦ παιδός, ἔκειτο ἄφωνος ὁ πανόλβιος ἐπὶ ἡμέρας τινάς. τοῦ οὖν συνήθως ἔχοντος
ὑπηρετεῖν τῷ μακαρίῳ ἱσταμένου καὶ θρηνοῦντος τὴν ἐκδημίαν αὐτοῦ βοὴν ὀδυνηράν,
ὧδέ πως ἀφιέναι, «ὦ πάτερ ἱερώτατε, ἰδοὺ πάρεστιν ὁ παῖς, δι᾿ ὃν τὸν κόπον τὸν τοσοῦτον
κατέβαλες καὶ ὑπέστης.»
[p. 67] αὐτίκα γοῦν τοίνυν ἐκεῖνος ἀκούσας, αἰσθηθῆναί τε καὶ διεγερθῆναι καί, χεῖρας
καὶ ὄμματα πρὸς οὐρανὸν ἐκπετάσαντα, εὐχαριστηρίους φωνὰς προσειπεῖν τῷ κυρίῳ· «εὐχαριστῶ
σοι» φησί «κύριέ μου Ἰησοῦ Χριστέ, ὅτι ὑπήκουσάς μου τοῦ ταπεινοῦ, ἵνα μὴ ἡ διακονία
μου γένηται ἀπρόσδεκτος ἐνώπιόν σου.» εἶτα λαβόμενος τῆς χεῖρος τοῦ παιδός, παρέδωκε
τῷ τοῦτον μέλλοντι διασώζειν πρὸς τὸν πατέρα τὸν ἴδιον, εἰρηκὼς αὐτῷ· «ταύτῃ τῇ
ὥρᾳ τῆς πόλεως ἔξελθε, ἐμοῦ θεωροῦντος, τέκνον, καὶ πρὸς τὸν ἀποστείλαντά σε πορεύθητι
ἐν εἰρήνῃ.» τούτων τοίνυν ἐξελθόντων καὶ πορευομένων, ἀνακλίνας ἑαυτὸν ὁ ἀοίδιμος,
γέγονε τὸ πρόσωπον αὐτοῦ φαιδρὸν καὶ κατηγλαϊσμένον, ὡς ὁ ἥλιος, καὶ τὸ Ϡεἰς χεῖράς
σου, κύριε, τὸ πνεῦμά μου παρατίθημιϠ τελευταῖον εἰπών, τοῖς ἀπάγουσιν αὐτὸν ἀγγέλοις
οὐκ ἀηδῶς ἐναπέψυξεν, Ϡτὸν καλὸν ἀγῶνα ἀγωνισάμενος, τὴν πίστιν τηρήσας, τὸν δρόμον
τελέσας, ἀπεκδεχόμενος τὸν τῆς δικαιοσύνης στέφανον.Ϡ
50. γίνεται δὲ κατὰ {ταύτην} τὴν ὥραν τῆς ἐκδημίας αὐτοῦ συνδρομὴ ὄχλων πολλῶν καὶ
ἀναριθμήτων, οὐ μόνον τῶν ἐν μοναχικοῖς κατηριθμήμενων ἀνδρικῶν ἀγωνίσμασιν ἀλλὰ
καὶ τῶν ἐν τέλει προὐχόντων ἀνδρῶν, καὶ τῶν μιγάδων τινὲς ἅμα γυναιξὶ καὶ παιδίοις,
ὥστε καὶ αὐτὴν τὴν τοῦ ῥηγὸς γυναῖκα, ἀκούσασαν τὸ καινὸν τοῦτο καὶ παράδοξον θέαμα,
συνελθεῖν καὶ προσπεσεῖν τῷ ἁγίῳ αὐτοῦ λειψάνῳ.
πάντες οὖν, ὅσοι εἶχον ἀσθενοῦντας ὑπὸ ποικίλων νόσων καὶ πνευμάτων
[p. 68] ἀκαθάρτων συνεχομένους, προσπίπτοντες καὶ προσψαύοντες τὸ τίμιον καὶ πολύαθλον
καὶ καρτερικὸν τοῦ μακαρίου σῶμα, ἐθεραπεύοντο καὶ ὑπέστρεφον εἰς τὰ ἴδια, δοξάζοντες
καὶ αἰνοῦντες καὶ εὐχαριστοῦντες τὸν θεὸν τὸν ἐν τοῖς ἁγίοις αὐτοῦ ἐνδοξαζόμενον,
ὅτι ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις τοιοῦτον φωστῆρα καὶ ἡγιασμένον καὶ θαυματουργὸν
ἀναδείξαντα ἄνδρα.
καὶ τίς ἱκανὸς ἀπαριθμήσασθαι τὰ δι᾿ αὐτοῦ τελεσθέντα θαυμάσια ἢ ποῖος λόγος ἐκφρᾶσαι
δυνήσ{η}<ε>ται τὰ ἐν τῇ ἐνδόξῳ ζωῇ τοῦ παμμάκαρος γεγονότα <τεράστια>;
ἀλλὰ ταῦτα μὲν ἐατέον διηγεῖσθαι τοὺς τότε παρατυγχάνοντας καὶ θεατὰς γεγενημένους
τῶν τοιούτων φρικτῶν καὶ παραδόξων σημείων, οἵτινες πείσ{ω}<ου>σι πάντας καὶ πληροφορήσ{ω}<ου>σι
τὴν θεάρεστον αὐτοῦ ἀρετήν τε καὶ πολιτείαν. ἡμεῖς οὖν ἐκ τῶν πολλῶν ἐκείνων καὶ
μεγάλων θαυμάτων ὀλίγα ἀναλεξάμενοι, γραφῇ παρεδώκαμεν.
γέγονε δὲ ἡ μακαρία καὶ ἁγία αὐτοῦ κοίμησις μηνὶ φευρουαρίῳ ἕκτῃ, ἡμέρᾳ πέμτῃ.
51. ἀλλ᾿ ὦ πάτερ πατέρων ἀξιάγαστε, λαμπτὴρ οἰκουμένης, ἐκκλησιῶν ἕδρα, πίστεως
ἔρεισμα, μοναστῶν ἐγκαλλώπισμα, καὶ θεῖον <καὶ> ἀναφαίρετον ἀνάθημα καὶ ἀγλάϊσμα
καὶ ἐ{κ}<ν>τρύφημα, μέμνησο καὶ ἡμῶν τῶν εὐτελῶν καὶ μετρίων τῶν ταῦτα ἀτεχνῶς καὶ
ἀμαθῶς προσλαλούντων τῇ σῇ πολιτείᾳ καὶ ὑπερφερεῖ ἐνδόξῳ ἁγιωσύνῃ· οὐ γὰρ ἰσχύσαμεν,
καθὼς πρεπωδέστατον ἦν καὶ ἐπάξιον,
[p. 69] ἐκφράσαι τὰ πολλά σου καὶ ἀναρίθμητα καὶ νικῶντα ψάμμον θαλάσσης θεοφιλῆ
κατορθώματα, ἀλλὰ διὰ τὸν φήσαντα καὶ θεόφιλον τὸ κατὰ δύναμιν.
τόλμῃ χρησάμενοι, μικρόν τι τῷ διηγήματι διετρίψαμεν, ἀφορῶντες εἰς τὴν πολύολβον
καὶ πολυεύσπλαγχνόν σου πρεσβείαν, ἵνα καὶ ἡμῶν καταξιώσῃς μεμνῆσθαι παρὰ τῷ παμβασιλεῖ
καὶ ἐπουρανίῳ δεσπότῃ πάντων ἐπ<ε>ιλημμένῳ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
ὅπως καὶ ἐφ᾿ ἡμᾶς θαυμαστώσῃ τὰ ἄπειρα ἐλέη τῶν οἰκτιρμῶν αὐτοῦ ὁ σῴζων πάντας τοὺς
ἐπ᾿ αὐτὸν ἠλπικότας.
52. σὺ γὰρ ἐπίστασαι, τιμιώτατε, τὸν πόθον καὶ τὴν πίστιν, ἣν
ἔχομεν πρὸς τὴν ὑπερκόσμιον καὶ ἀνυπέρβλητόν σου ἁγιωσύνην τε καὶ μακαριότητα. ἀλλ᾿
αὐτός, πάτερ ἱερώτατε, ὡς προσθήκη γεγονὼς τῶν ἁγίων ἀγγέλων, τὸν ἔμπυρον ἡμῶν ἐπίστασαι
ζῆλον καὶ οἵαν ἔχομεν τῇ σῇ ὁσιότητι ἐν τῇ προσκαίρῳ ταύτῃ ζωῇ ἐπιπόθησιν, πόσῳ
γε μᾶλλον καὶ μεταστάντος σου ἐν τῇ ἀγήρῳ καὶ ἀθανάτῳ μακαριότητι, ἔνθα καὶ τρανώτερον
καὶ καθαρώτερον ἐποπτεύεις τὰ θεῖα καὶ ἄνωθεν ἡμῖν ἐπιβλέπεις ἵλεως· καὶ ποιμαίνοις
καὶ συμποιμαίνοις ἡμῖν ποίμνῃ παρὰ τοῦ μεγάλου ἀρχιποίμενος καὶ κυρίου τῆς δόξης
Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν.
πεποίθαμεν γὰρ ὅτι, ἐκδημήσας <ἀπὸ τοῦ σώματος καὶ> ἐνδημήσας πρὸς κύριον, πλείονα
καὶ τὴν
[p. 70] παρρησίαν ἐκτήσω. ὡς ἅτε τοῦ [λεγε· σοῦ] ἐπιπροσθοῦντος, ἀποτεθέντος ἢ ἀνακαθαρθέντος,
ἢ οὐκ οἶδ᾿ ὅτι χρὴ καὶ λέγειν, θαυμασίαν τινὰ ἥδεσαι ἡδονὴν καὶ ἵλεως χώρει πρὸς
τὸν σεαυτοῦ δεσπότην.
καὶ μάλισθ᾿ ὅτι συγκάτοικος καὶ συνίστωρ ἐγεγόνεις τῶν μεγίστων καὶ ὑπερκοσμίων
κορυφαίων τῶν πιστευθέντων τὰς κλεῖς τῆς τῶν οὐρανῶν βασιλείας· καὶ σὺν αὐτοῖς ἐξαιτούμενος,
ἀνύεις ἀκωλύτως τὰ αἰτη{σ}θέντα, θείους βιαζόμενος οἰκτιρμούς.
ἕνεκα τούτων ἁπάντων θαρροῦμεν καὶ εὐθυμοῦμεν ταῖς σαῖς ἐντεύξεσιν, ἃς πρὸς τὸν
ἐπουράνιον <πε>ποίησαι βασιλέα· δι᾿ οὗ καὶ μεθ᾿ οὗ τῷ πατρὶ ἡ δόξα ἅμα τῷ παναγίῳ
καὶ ζωοποιῷ πνεύματι, νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν μακαριότητα, χάριτι καὶ οἰκτιρμοῖς
καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
τῶν αἰώνων· ἀμήν.
**********************************************************