[cols. 631-2]
Ἰωάννου ἡγουμένου τῆς τῶν Καθαρῶν.
οὗτος ὁ μακάριος Ἰωάννης γεννᾶται εἰς Εἰρηνόπολιν, μίαν οὖσαν τῆς Δεκαπόλεως παρὰ
χριστιανῶν καὶ θεοφιλῶν γονέων Θεοδώρου καὶ Γρηγορίας. ἐνναετὴς δὲ γενόμενος, ζήλῳ
θείῳ κινηθεὶς ἀπῆλθεν εἰς κοινόβιον· καὶ μοναχὸς γενόμενος καὶ σπουδαῖος ἄγαν ἀναφανεὶς
καὶ ταπεινὸς καὶ ὑπήκοος, ἠγαπήθη παρὰ τοῦ διδασκάλου αὐτοῦ. καὶ ἀπελθὼν σὺν αὐτῷ
ἐν τῇ δευτέρᾳ συνόδῳ τῇ ἐν Νικαίᾳ, εἶτα ἐν Κωνσταντινουπόλει, ἐπεὶ ὁ τούτου καθηγητὴς
γέγονεν ἀρχιμανδρίτης Δαλμάτου, ἀποκαθίσταται καὶ οὗτος εἰς ἱερέα· ἐκεῖθεν δὲ ἀποστέλλεται
ὑπὸ Νικηφόρου τοῦ βασιλέως ἡγούμενος ἐν τῇ μονῇ τῶν Καθαρῶν. καὶ ἀποστολικῶς τὴν
τοῦ Χριστοῦ ποίμνην ἐπὶ χρόνοις δέκα καὶ μικρόν τι πλέον διακυβερνήσας, πειρασμοῦ
παγκοσμίου μελετωμένου ὑπὸ τοῦ τῆς εἰρήνης ἐχθροῦ, ἀπεκαλύφθη περὶ τούτου τῷ μακαρίῳ·
καὶ ἐπισυλλέξας πᾶσαν τὴν ἀδελφότητα ἐνουθέτησε καὶ τὰ εἰκότα παρῄνεσεν. εἶτα πρὸς
αὐτοὺς ἔφη· «γρηγορεῖτε, πατέρες καὶ ἀδελφοί, ἵνα μὴ συληθῆτε ὑπὸ τοῦ διαβόλου καὶ
ἀρνῆσθε προσκυνεῖν τὰς θείας εἰκόνας.» καὶ ὡς ταῦτα ἔλεγεν, ἐλθόντες τινὲς ἀπηγριωμένοι
τοῦ εἰκονομάχου Λέοντος ὑπηρέται, πᾶσαν τὴν ποίμνην διεσκόρπισαν καὶ τὰ ἐν αὐτῇ
ἁρπάσαντες, διενείμαντο· καὶ τὸν ποιμένα σιδηροδέσμιον λαβόντες πρὸς τὸ Βυζάντιον
εἷλκον. ὅθεν καὶ ἐλθὼν πρὸς τὸν βασιλέα ὁ ἅγιος, καὶ ἀλιτήριον καὶ ἄθεον αὐτὸν καὶ
ἄθλιον ἀποκαλέσας καὶ ἄλλα πλείω, ὅσα γε αὐτὸν ἀκοῦσαι ἐχρῆν, ἀνενδοιάστως, κατονομάσας
καὶ τῇ παρρησίᾳ τῶν ῥημάτων καταβροντήσας, πρὸς ὀργὴν διεγείρει· καὶ γοῦν τὰς ὄψεις
τοῦ μακαρίου σφοδρῶς τοῖς βουνεύροις ἔτυψεν. ὁ δὲ ταῦτα πάσχων διὰ τὸν Χριστὸν ἔχαιρεν·
εἶτα φυλακισθεὶς ἐν τῷ μετοχίῳ αὐτοῦ μῆνας τρεῖς, ἐξορίζεται εἰς φρούριόν τι
[χολσ. 633-4] λεγόμενον Πενταδάκτυλον ἐν τῇ χώρᾳ τῆς Κάμπης [λεγε· Λάμπης]. καὶ
τοὺς πόδας αὐτοῦ ἁλύσεσι σιδηραῖς πεδήσαντες, ἐπὶ μησὶν ὀκτωκαίδεκα σκοτεινῇ φυλακῇ
ἐναπέθεντο, τοῦτον φυλάσσοντες. εἶτα πάλιν εἰσαχθεὶς ἐν τῇ πόλει, παρέστη τῷ τυράννῳ
γυμνὸς εἰς θρίαμβον· καὶ μετὰ πολλοὺς τοὺς λόγους παρεδόθη τῷ τότε ἀναξίως πατριαρχοῦντι
Ἰωάννῃ· ὃς καὶ πάνδεινα κακὰ ἐνδειξάμενος εἰς αὐτόν, ἐπὶ πολὺν χρόνον λιμαγχονήσας,
ἀνήγαγεν αὐτὸν πρὸς τὸν βασιλέα. ὁ δὲ εἰς τὸν Κριόταυρον κάστρον τῶν Βουκελλαρίων
ἐν δυσὶ χρόνοις στενοτάτῃ τινὶ καὶ ζοφερᾷ ὀπῇ κατακλείσας, ἐταρίχευεν ὑποπιέζων
τρόπῳ παντί. τοῦ δὲ ἁγίου πάντα εὐχαρίστως φέροντος, οὐ πολὺ τὸ ἐν μέσῳ καὶ ἐσφάγη
ὁ ἀλιτήριος βασιλεύς· καὶ κρατήσας Μιχαὴλ ἀντ᾿ αὐτοῦ, τοὺς ἐν ἐξορίᾳ ἀνεκαλεῖτο.
καὶ ἀφίκετο ὁ ἅγιος μέχρι τῆς Χαλκηδόνος, μὴ συγχωρηθεὶς ἐν τῇ πόλει εἰσελθεῖν.
βασιλεύσαντος δὲ Θεοφίλου, ἠθέλησε προσκαθίσαι ἐν ναῷ τινι μεθ᾿ ἑτέρων πατέρων·
εἶτα κρατηθεὶς σὺν τοῖς ἄλλοις παρὰ τοῦ τότε πατριαρχεύοντος καὶ πλεῖστα χαλεπὰ
πεπονθώς, ἐξορίζεται ἐν τῇ νήσῳ τῆς Ἀφουσίας· καὶ πληρώσας χρόνους δύο καὶ ἥμισυ,
εἶδέ τινα ὀπτασίαν, καὶ ἀπαγγείλας τοῖς σὺν αὐτῷ τὴν μετάθεσιν αὐτοῦ, μετὰ τρεῖς
ἡμέρας ἀπῆλθε πρὸς κύριον.
**********************************************************