Saint: MARTYRS FROM THRACE
Edition: SynaxCP 414-16

[col. 414]

4. τῇ αὐτῇ ἡμέρᾳ ἄθλησις τῶν ἁγίων μαρτύρων Μανουήλ, Γεωργίου, Λέοντος, Μαρίνου, Πέτρου καὶ τῶν λοιπῶν τριακοσίων ἑβδομήκοντα <ἑπτά>. οὗτοι οἱ ἅγιοι ἐκ διαφόρων ἐπαρχιῶν καὶ τόπων ὄντες, τὴν Ἀδριανούπολιν κατῴκουν. οἱ Βούλγαροι δέ, οἱ ἀχάριστοι καὶ ἀμνήμονες, ἧκον Ῥωμαίους καταστρεψόμενοι· Θρᾷκας δὲ καὶ Μακεδόνας αἰχμαλωτίσαντες καὶ αὐτὴν τὴν βασιλίδα κατατρέχοντες, ἐν Ἀδριανουπόλει παρεγένοντο. καὶ αὐτῇ τρισὶν ἡμέραις
[col. 415] προσμείναντες, εἷλον. ἐπράττετο δὲ ταῦτα, Λέοντος τοῦ δυσσεβοῦς Ἀρμενίου βασιλεύοντος καὶ Κρούμου τοῦ Βουλγαρικοῦ ἔθνους κατάρχοντος. ἐπεὶ δὲ Κροῦμος, ὁ τῶν Βουλγάρων ἔξαρχος, ἐγκρατὴς ἐγένετο τῆς πόλεως, ἐξέβαλεν ἔξω πάντας, χιλιάδας τὸν ἀριθμὸν τεσσαράκοντα· σὺν αὐτοῖς δὲ καὶ τὸν ἁγιώτατον ἐπίσκοπον ἐκβαλὼν κατὰ τοῦ αὐχένος ὑπὸ γῆν ῥιφέντα πεπάτηκε. Κρούμου δὲ τὸ ζῆν ἀπορρήξαντος, Δούκουμος τὴν ἀρχὴν δέχεται. καὶ αὐτοῦ κατὰ πόδας τεθνηκότος, Δίτζευγος ἄρχων τῶν Βουλγάρων γνωρίζεται, δεινὸς καὶ στυγητός· ὃς τὸν μέγαν ἀρχιερέα Μανουὴλ μέσον διχάσας καὶ τὰς χεῖρας τοῖς ὤμοις ἀποτεμὼν, βορὰν τοῖς κυσὶ παρέδωκεν· ὃς ἀορασίᾳ πληγείς, ὑπὸ τῶν οἰκείων ἀναιρεῖται. Μουρτάγων δὲ τὴν ἀρχὴν δεξάμενος, ἅπαντας τοὺς χριστιανοὺς μὴ πειθομένους τὸν Χριστὸν ἀρνήσασθαι, ἐξ ἀνθρώπων ποιεῖ· καὶ οὓς μέν δεσμοῖς καὶ στρεβλώσεσιν ὑποβάλλων, οὓς δὲ ἀπανθρώποις αἰκίαις
[col. 416] τιμωρούμενος, τῆς παρούσης ζωῆς ἀπερρήγνυε. τὸν δὲ ἐν ἁγίοις ἀρχιερέα Δεβελτοῦ Γεώργιον καὶ Πέτρον ἐπίσκοπον ῥάβδοις ἀπανθρώπως κατακόψας, ξίφει τὰς κεφαλὰς αὐτῶν ἀπέτεμε· Πάρδον δὲ τὸν ἱερώτατον πρεσβύτερον λιθολευστούμενον θανάτῳ πικρῷ κατεδίκασεν· ὡσαύτως καὶ ἕτερον πλῆθος τριακοσίων ἑβδομήκοντα ἑπτὰ ἢ καὶ πλεῖον ὑπαρχόντων τῇ τοῦ ξίφους τιμωρίᾳ ὑπέβαλε. Λέοντος δὲ τοῦ ἐν ἁγίοις ἐπισκόπου Νικαίας, τῇ θέσει [λεγε· φύσει?] εὐνούχου, ξίφει τὴν γαστέρα διέρρηξε· καὶ ἕτερον Λέοντα καὶ Ἰωάννην, τοὺς τῶν χριστιανῶν στρατηγούς, καὶ Γαβριὴλ καὶ Σιόνιον μαχαίρᾳ ἀπέτεμε· Γεώργιον τὸν γενναιότατον καὶ ἑτέρους πολλοὺς διαφόροις αἰκίαις τιμωρησάμενος, ἐθανάτωσεν· οὐ μόνον γὰρ οὗτος ὁ μιαρώτατος Μουρτάγων, ἀλλὰ καὶ οἱ κατὰ διαδοχὴν Βουλγαρικοὶ γενόμενοι ἄρχοντες πάντας τοὺς τὸν Χριστὸν ὁμολογοῦντας ἀνῄρουν.

**********************************************************