[p. 291]
τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ νεολαμποῦς, τοῦ ἐν τῷ ἁγίῳ
Ἀντίπᾳ κειμένου. οὗτος ὁ ἀρτιφανὴς ἀστὴρ ὑπῆρχεν Κωνσταντινουπόλεως γέννημά τε καὶ
θρέμμα, πατέρες δὲ αὐτῷ Ζαχαρίας καὶ Θεοφανὼ πάσῃ ἀρετῇ καὶ συνέσει κοσμούμενοι
καὶ τὰς οἰκήσεις ποιούμενοι ἐν τῇ τοποθεσίᾳ τοῦ Ζεύγματος, οὐ μακρὰν τοῦ ναοῦ τοῦ
θείου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου. τοῦτον ἡ μήτηρ ἐγκυμονοῦσα, παντοίας
τροφῆς παχυτέρας ἀπείχετο, ἄρτῳ καὶ λαχάνοις καὶ ὕδατι ἀρκουμένη μέχρι τοῦ τοκετοῦ.
τεχθέντος δὲ τοῦ παιδὸς σταυρὸς φωτοειδὴς καὶ ὑπέρκαλος ἐν τοῖς στέρνοις αὐτοῦ ὡράθη·
ὅπερ σημεῖον μέγιστον τῆς εἰς ὕστερον αὐτῷ γενομένης τοῦ βίου σταυρώσεως δέδεικται.
ἐπεὶ δὲ σπαργάνοις ἐνειλήθη ὁ παῖς, ἀνάγκη ἦν καὶ μαζὸν αὐτὸν ἕλκειν· καὶ εἴ γε
τῇ μητρὶ δαψιλεστέρας τροφῆς ἐμφορηθῆναι ἔδοξεν, οὐδ᾿ ὅλως ἥπτετο τῶν μαστῶν, πολλάκις
καὶ διὰ δύο καὶ τριῶν ἡμερῶν, εἰ τοῦτο συνέβη· καὶ λοιπὸν ἡ τοῦ παιδὸς τροφὴ τῆς
μητρὸς ἦν ἐγκράτεια· ἐντεῦθεν ἔκπληξις ὁμοῦ καὶ θλίψις εἶχε τοὺς φίλους καὶ συγγενεῖς.
εἶτα βαπτίζεται, ἀπολύεται τῶν σπαργάνων, ἀπογαλακτίζεται, κατὰ λόγον αὐξάνει καὶ
εἰς τὴν διατριβὴν τῶν γραμμάτων ἐκπέμπεται· ἃ καὶ προθύμως μετήρχετο καὶ ἦν τοῖς
γονεῦσιν ὑποτασσόμενος. ἐπεὶ δὲ ἐκποδῶν [λεγε· ἐκποδὼν] ὁ θεομισὴς
[p. 292] ἐγένετο Θεόφιλος καὶ παραυτίκα ἐπὶ τὸν τῆς ἀρχιερωσύνης θρόνον ψήφῳ θείᾳ
ὁ ἐν ἁγίοις Μεθόδιος ἀνάγεται, καὶ ὁ τίμιος Ζαχαρίας ὁ τοῦδε πατὴρ ὑπ᾿ αὐτοῦ χειροτονεῖται
πρεσβύτερος καὶ τῷ τῆς μεγάλης ἐκκλησίας καταλέγεται κλήρῳ. τότε δὴ καὶ ὁ θεῖος
Στέφανος κείρεται τὴν κόμην τῆς κεφαλῆς, καὶ αὐτὸς κληρικὸς καθίσταται καὶ τῷ πατρὶ
ἀκολουθεῖ εἰς τὴν μεγάλην ἐκκλησίαν ἐνδελεχῶς ἀπιόντι· τῷ ὀκτωκαιδεκάτῳ δὲ ἔτει
τῆς τοῦ παιδὸς ἡλικίας ὁ πατὴρ τὸν βίον καταλιμπάνει. αὐτὸς δὲ ἐν τῷ εὐκτηρίῳ τοῦ
ἁγίου καὶ κορυφαίου Πέτρου ἐγκλείσας ἑαυτόν, ἀπρόϊτος ἦν ἐκεῖσε διατελῶν, προσευχόμενος
καὶ λαχάνοις μόνοις ἀρκούμενος. ἐν τούτοις αὐτοῦ πολιτευομένου, μιᾷ τῶν νυκτῶν ἐπιφαίνεται
αὐτῷ ὁ τοῦ κυρίου ἀπόστολος Πέτρος καί φησιν· «εἰρήνη σοι, τέκνον, καλή σου τῆς
προθυμίας ἡ ἀρχή. ὁ κύριος ἐνδυναμώσει σε.» οὕτως ἐπὶ τρισὶν ἔτεσι προσκαρτερήσας,
καθορᾷ τὸν θεῖον καὶ ἱερομάρτυρα Ἀντίπαν αὐτῷ λέγοντα· «εἰρήνη σοι, τέκνον, ψάλλε
μοι καὶ οὐ μή σε ἐγκαταλίπω.» ἔκτοτε δὲ ἐπέτεινεν ἑαυτὸν ἐπὶ πλεῖον τῇ προσευχῇ
καὶ νηστείᾳ, ἅπαξ τῆς ἑβδομάδος ἢ δὶς τοῦ λαχάνου μετέχων· κράμβη δὲ ἦν ἄνευ ἅλατος·
οὕτως ἑαυτὸν καθαγνίσας, τῆς τοῦ πρεσβυτέρου τιμῆς ἀξιοῦται, πλεῖστα ἐργασάμενος
θαύματα. τῷ δὲ δωδεκάτῳ ἔτει τοῦ τῆς εὐσεβοῦς λήξεως βασιλέως Βασιλείου καὶ σαρακοστῷ
τῆς ἡλικίας τοῦ ὁσίου, σεισμὸς μέγιστος γέγονεν. ἐξ οὗ τοῦ ναοῦ τοῦ ἁγίου Ἀντίπα
πανταχόσε διαρραγέντος, ἐξῆλθεν ἐκεῖθεν ὁ ὅσιος καὶ εἰσῆλθεν ἔν τινι λάκκῳ ταφοειδεῖ,
ἐν ᾧ προσκαρτερήσας χρόνους δώδεκα, διεφθάρησαν αἱ τρίχες τῆς κεφαλῆς καὶ τοῦ πώγωνος
αὐτοῦ καὶ οἱ ὀδόντες ἐχαυνώθησαν, καὶ σχεδὸν ὅλον τὸ σῶμα τοῦ ἁγίου κατελύθη· πάνυ
γὰρ ἦν ὁ τόπος ὑπὸ πολλῆς νοτίδος πολιορκούμενος. καὶ ἀναγκασθεὶς ἐξῆλθε τοῦ λάκκου
ὅλος νενεκρωμένος καὶ ὑπεράνω σανίδας καταστρώσας καὶ τρίχινον ὑποθεὶς σάκκον, ἀνέκλινεν
ἑαυτὸν ἄνωθεν τοῦ σάκκου καὶ τῶν σανίδων. εἶτα τὸ ἀγγελικὸν ὑποδὺς σχῆμα, ὁπόταν
ἐν ταῖς
[p. 293] δεσποτικαῖς ἑορταῖς τὴν θείαν λειτουργίαν ἐπετέλει, ἐν τῇ ἀπολύσει ἰσχάδα
μόνην ἐλάμβανε καὶ ὕδατι βραχυτάτῳ τὸ στόμα αὐτοῦ περικλύζων, διέμενεν ἐν τουτοῖς
ἀρκούμενος. οὕτως ὁ μακάριος καὶ οὐρανοπολίτης πατὴρ ἡμῶν ἐπὶ πέντε καὶ πεντήκοντα
ἔτεσι τὸν ἐπίπονον καὶ τραχὺν τῆς ἀσκήσεως διηνυκὼς δρόμον, τῷ ἑβδομηκοστῷ
[p. 294] τρίτῳ ἔτει τῆς ὅλης αὐτοῦ ζωῆς, μᾶλλον δὲ νεκρώσεως, τὸ πνεῦμα αὐτοῦ εἰς
χεῖρας θεοῦ παρατίθεται.
**********************************************************