[col. 107]
ὀπτασία Κοσμᾶ μοναχοῦ φοβερὰ καὶ ὠφέλιμος.
ἐν ἔτει τρισκαιδεκάτῳ τῆς βασιλείας Ῥωμανοῦ τὰ Ῥωμαίων εὐσεβῶς διιθύνοντος, ἦν τις
ἀνὴρ ἐν ταύτῃ τῇ βασιλευούσῃ εἷς ὢν τῶν ἐκ τοῦ βασιλικοῦ κοιτῶνος τοῦ μικρῷ πρόσθεν
τὴν βασιλείαν διέποντος Ἀλεξάνδρου, καὶ πρὸς θεραπείαν οἰκειοτέρων. οὗτος τὸν μονήρη
βίον ἐπανελόμενος, γέγονε ποιμὴν τῶν ἐν τῇ πρὸς Σάγγαριν ποταμὸν μονῇ μοναζόντων
μοναχῶν.
μετὰ δέ τινα χρόνων περίοδον συνέβη τούτῳ ἀρρωστίᾳ δεινῇ περιπεσόντι ἐπὶ συχνὸν
χρόνον ἐν ταύτῃ διαρκέσαι. ἐν δὲ τῷ συμπληροῦσθαι πενταμηνιαῖον ἤδη καιρόν, περὶ
τρίτην ὥραν τῆς ἡμέρας μικρὸν ἀνανήψας καὶ εἰς ἑαυτὸν γενόμενος, ἠρέμα πως τοῦ κλινιδίου
ἀναστάς, ἐκάθισεν, ἔνθεν κἀκεῖθεν ὑπὸ τῶν συνήθων αὐτῷ στηριζόμενος. καὶ ἐν τῷ
[p.109-110] καθῆσθαι, ἔξω γέγονεν ἑαυτοῦ ἀπὸ τρίτης ὥρας ἕως ἐννάτης, τοὺς ὀφθαλμοὺς
ἔχων ἀτενίζοντας πρὸς τὸν ὄροφον τοῦ οἰκήματος, τὸ δὲ στόμα ὑποψιθυρίζον ἄναρθρα
καὶ πάντη ἀκατανόητα. ἐν τῷ μέσῳ οὖν τῶν εἰρημένων ὡρῶν εἰς ἑαυτὸν μικρὸν ἐπανελθών,
ἀπῄτει τοὺς αὐτῷ συνόντας ἄρτου ξηροῦ κλάσματα δύο, «δότε μοι τὰς δύο τοῦ ἄρτου
μερίδας», λέγων, «ἃς παρὰ τοῦ τιμίου γέροντος ἔλαβον.» καὶ λέγων ὑπετίθει τῷ κόλπῳ
τὰς χεῖρας, ψηλαφῶν τὰ ζητούμενα. τινὲς δὲ τῶν παρόντων φάντασμα καὶ μὴ ὀπτασίαν
εἶναι τὸ πρᾶγμα ἡγούμενοι, ἠντιβόλουν ἐξειπεῖν αὐτοῖς τὸ μέγα τοῦτο μυστήριον, «εἰπέ,»
λέγοντες, «πάτερ, καὶ μὴ βασκήνῃς ἡμῖν τῆς ὠφελείας, ποῦ τὰς τοσαύτας ὥρας ἦς εἰς
ποίαν δὲ θεωρίαν τὸν νοῦν ἀνεβίβαζες καὶ τὰ χείλη ὑποκινῶν, τίνι συνελάλεις» ὁ δέ,
σφόδρα κοπτομένων ἡμῶν, «παύσασθε,» ἔφη, «τέκνα. καί, τοῦ κυρίου διδόντος, ἂν εἰς
ἐμαυτὸν συνέλθω, τὴν αἴτησιν ὑμῶν ἐκπληρώσω.» ἕωθεν οὖν πάσης τῆς ἀδελφότητος πρὸς
αὐτὸν συνδραμούσης, οὕτως τῆς διηγήσεως ἄρχεται· «τὸ μὲν οὖν πάντα κατὰ μέρος ἀνατυπῶσαι
τῷ νοΐ, πατέρες καὶ ἀδελφοί, καὶ λεπτομερῶς διηγήσασθαι κρεῖττον ἢ κατὰ νοῦν καὶ
γλῶσσαν ἀνθρωπίνην· πλὴν ὅσα φέρω διὰ μνήμης <καὶ> οἷός τέ {ὡς} εἰμι διηγήσασθαι,
ταῦτα ὑμῖν διηγήσομαι.»
«ὡς ἐκαθήμην τῷ κλινιδίῳ ὑπὸ τῶν δύο ἀδελφῶν στηριζόμενος, ἔδοξα θεωρεῖν, ὡς ἀπὸ
τοῦ πρὸς ἀριστερὸν μέρους, πλῆθος ἀνθρωπαρίων ἀνεικάστων, μεμελανωμένων τὰ πρόσωπα.
οὐκ ἐπίσης δὲ πᾶσιν ἡ μελανία προσῆν, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον. καὶ οἱ
μὲν διεστραμμένας εἶχον τὰς ὄψεις, οἱ δὲ τοὺς ὀφθαλμοὺς πελιδνούς, ἄλλοι καθῃμαγμένους
φόνιον καὶ θηριῶδες βλέποντας. καὶ τοῦ μὲν πελιδνὰ τὰ χείλη καὶ πολλὴν τὴν ὄγκωσιν
φέροντα, τοῦ δὲ τὸ ἕν, καὶ τοῦ μὲν τὸ ἄνω, τοῦ δὲ τὸ κάτω. τὰ τοιαῦτα τοίνυν ἀνθρωπάρια
πλησίον τῆς κλίνης γενόμενα, σπουδὴν εἶχον λαβεῖν με ἀφ᾿ ὑμῶν. καὶ τὰ μὲν πρῶτα
κύκλωθεν παρόντας ὑμᾶς ὁρῶν, ἐδόκουν μὴ σφόδρα δεδοικέναι μηδὲ πρὸς τὴν ὁρμὴν δειλιᾶν·
οὐκ οἶδα δὲ πῶς, μονωθεὶς ἀφ᾿ ὑμῶν, ὑπ᾿ ἐκείνων ἐκυριεύθην. καὶ δὴ λαβόντες με θρασέως,
οἱ μὲν ἐπὶ τὸ πρόσω δέσμιον εἷλκον, οἱ δὲ ὤθουν ὄπισθεν· καὶ οἱ μὲν ἄλλος ἀλλαχόθεν
με συνεπόδιζον, οἱ δὲ σφοδρῶς ὑπεπίεζον· καὶ τέλος ἀπαγαγόντες με πρός τινα παμμεγέθη
κρημνόν, οὗ τὸ μὲν πλάτος ἦν οὐ πλεῖον λίθου βολῆς, τὸ δὲ βάθος ἕως ταρτάρου, πρὸς
τοῦτον βιαίως κατέσυρον. ἐπὶ δὲ τῷ ἑνὶ κρημνοῦ μέρει ὑπῆρχεν ὁδὸς στενὴ λίαν, ὡς
μηδὲ ὅλον ἴχνος ποδὸς δύνασθαι ταύτην χωρεῖν. κατὰ ταύτην δὲ τὴν στενὴν καὶ λεπτοτάτην
ὁδὸν βιαίως ὑπ᾿ ἐκείνων εἱλκόμην, πρὸς τὸ δεξιὸν πλευρὸν μᾶλλον πλαγιάζων μήπως
ἀποσπασθεὶς εἰς τὸ ἀχανὲς κατενεχθῶ καὶ ἀδιέκβατον βάραθρον. κατὰ δὲ τὸ χάος ἐκεῖνο
ποταμὸς ἐῴκει διέρχεσθαι, μεγάλως βρύχων τῷ ῥεύματι. μετὰ πολλοῦ τοίνυν τρόμου τὴν
στενωτάτην ὁδὸν παρελθόντες, ὡς ἐπὶ τὸ ἑῷον δῆθεν μέρος βαδίζοντες, πρὸς τὸ τέλος
εἴτ᾿ οὖν ἀρχὴν τοῦ φοβεροῦ τούτου κρημνοῦ καὶ τοῦ κατ᾿ αὐτὸν ποταμοῦ, πύλην μεγάλην
ἐφεύρομεν· πρὸς ἣν ἐκάθητο μέγας γιγαντιαῖος ἀνήρ, μέλας μὲν τὸ εἶδος, φοβερὸς δὲ
τὴν πρόσοψιν· οὗ ὀφθαλμοὶ μὲν διάστροφοι, λίαν παμμεγέθεις καὶ ὕφαιμοι, καὶ φλόγα
πυρὸς πολλὴν ἐναπέπεμπον· μυκτὴρ δὲ καπνὸν ἀπηρεύγετο, γλῶσσα δὲ πῆχυν ἕνα τοῦ στόματος
ἔξω ἀπεκρέματο. καὶ δεξιὰ μὲν χεὶρ εἰς ἅπαν ἀπέψυκτο· θατέρα δὲ δίκην ἐξώγκωτο κίονος
καὶ αὑτὴ γυμνὴ καὶ λίαν τεταμένη· μεθ᾿ ἧς τῶν ὑπευθύνων δρασσόμενος εἰς ἐκεῖνο τὸ
χάος ἀπέρριπτεν· οἱ δὲ ἐν τούτῳ καταδικαζόμενοι, τὸ ϠοὐαίϠ καὶ τὸ ϠοἴμοιϠ πάντες
ἀνέκραζον. πλησιάσαντες τοίνυν τῷ ζοφερῷ τούτῳ καὶ ἀγρίῳ ἀνδρί, σφοδρῶς οὗτος εὐθὺς
βοήσας πρὸς τοὺς ἀπάγοντάς με, Ϡοὗτος φίλος μού ἐστιν,Ϡ ἅμα τὴν χεῖρα ἐξέτεινε,
κρατῆσαί με προθυμούμενος. ἐγὼ δὲ φόβῳ σπασθείς, ἐτρόμαξα καὶ πρὸς ἐμαυτὸν συνεστάλην.
καὶ παραχρῆμα, ὥσπερ ἐξ ἀποστολῆς τινός, ἐφάνησαν ἄνδρες δύο πεπολιωμένοι καὶ ἱεροπρεπεῖς·
οὓς Ἀνδρέαν εἶναι καὶ Ἰωάννην τοὺς ἱεροὺς ἀποστόλους ἐνόμιζον, ὅσον ἀπὸ τῆς τῶν
[p.111-112] ἁγίων εἰκόνων θεωρίας ἀναλογιζόμενος· τούτους ἰδὼν ἐκεῖνος ὁ δυσειδέστατος,
εὐθέως συσταλείς, ὑπεκρύβη. καὶ δὴ λαβόντες με γνησίως οἱ δύο οὗτοι γηραιοὶ καὶ
διελθόντες τὰς μικρῷ πρόσθεν εἰρημένας πύλας καὶ τὴν ἔνδον τῶν πυλῶν πόλιν περάσαντες,
ἐξήλθομεν εἴς τινα πεδιάσιμον τόπον ἐν ᾧ κάλλιστα χωρία καὶ ὡραῖα ἐτύγχανον· ἅπερ
ἀμειψάμενοι, περὶ τὸ τέλος τῆς πεδιάδος κοιλάδα χλοερὰν καὶ πάντερπνον εὕρομεν·
ἧς τὴν ὡραιότητα τοῦ κάλλους καὶ τὴν ἐνοῦσαν χάριν ἑρμηνεῦσαι καὶ παραστῆσαι λόγῳ
λίαν ἀδύνατον. κατὰ δὴ τὸ μέσον αὐτῆς γηραιός τις ἐκάθητο χαρίεις καὶ τίμιος, περὶ
αὑτὸν ἔχων παιδίων πληθὺν παραπλησίαν τῇ ἄμμῳ τῆς θαλάσσης. τότε τοίνυν ἐγὼ τὸν
φόβον ἀποβαλλόμενος, ἠρέμα πως τοὺς ἀπάγοντάς με ἠρώτησα τίς ἂν εἴη ὁ γηραιὸς καὶ
τίς ὁ περὶ αὐτὸν ἀναρίθμητος ὅμιλος. οἱ δὲ Ϡοὗτός ἐστινϠ, εἶπον, Ϡὁ Ἀβραὰμ <καὶ>
ὃν ἀκούεις κόλπον τοῦ Ἀβραάμ.Ϡ καὶ ἅμα προτραπεὶς παρ᾿ αὐτῶν, προσεκύνησα μετ᾿ αἰδοῦς
καὶ ἠσπασάμην ὃν ἔλεγον Ἀβραὰμ εἶναι· καὶ αὖθις τῆς ἐπὶ τὰ πρόσω πορείας εἰχόμεθα.
καὶ πληρουμένης τῆς κοιλάδος, διεδέχετο μέγιστος ἐλαιών, οὗ τὰ δένδρα πλείονα τῶν
ἄστρων, ὡς ὑπολαμβάνω, ἦσαν τοῦ οὐρανοῦ καὶ καθ᾿ ἕκαστον δένδρον οἷον σκηνὴ ἦν καὶ
κλίνη καθ᾿ ἑκάστην σκηνὴν καὶ ἐφ᾿ ἑκάστην κλίνην ἄνθρωπος· ἐν οἷς ἀνεγνώρισα, πολλοὺς
μὲν τῶν ἀναστρεφομένων εἰς τὰ βασίλεια, πολλοὺς δὲ τῶν κατὰ τὴν πόλιν, τινὰς δὲ
καὶ τῶν οἰκούντων ἐν τοῖς ἀγροῖς καί τινας πρὸς τούτοις τῶν ἐκ τῆς καθ᾿ ἡμᾶς μονῆς.
οὗτοι δὲ πάντες, οὓς ἀνεγνώριζον, προτετελευτηκότες ἦσαν. ἐν ὅσῳ δὲ διελογιζόμην
πυθέσθαι τίς ὁ τηλικοῦτος καὶ θαυμαστὸς ἐλαιών, φθάνουσιν οἱ γηραιοὶ τὴν ἐρώτησιν,
Ϡτί διαλογίζῃϠ, λέγοντες, Ϡτίς ὁ μέγας οὗτος καὶ περικαλλὴς ἐλαιὼν καὶ τίνα πάντα
τὰ ἐν αὐτῷ αὐτά ἐστιν, ἅπερ ἀκούεις· πολλαὶ μοναὶ παρὰ σοί, σῶτερ, πεφύκασι, κατ᾿
ἀξίαν πᾶσι μεριζόμεναι, κατὰ τὸ μέτρον τῆς ἀρετῆς.Ϡ μετ᾿ ἐκεῖνον οὖν τὸν ἐλαιῶνα
πόλις ἦν· ἧς τὸ κάλλος καὶ τὴν ποικιλίαν καὶ τὴν περὶ τὸ τεῖχος ἁρμονίαν καὶ σύνθεσιν
ἀμήχανον ἐξειπεῖν· δώδεκα μὲν στοῖχοι περὶ τὸ τεῖχος ὅλον ἦσαν, ὥσπερ τινὲς ζῶναι
κύκλωθεν περιειλούμεναι· αἳ οὐχὶ μίαν χροιὰν προεβάλλοντο, ἀλλὰ καὶ πολλὰς καὶ ποικίλας·
πᾶσαι μὲν γὰρ ζῶναι ἐκ τῶν τιμίων δώδεκα λίθων ἐτύγχανον· ἑκάστη δὲ τούτων ἐξ ἑνὸς
ἀνήρμοστο λίθου, ἑκάστη δὲ τούτων κύκλον ἴδιον ἀπαρτίζουσα. τί δὲ δεῖ λέγειν εὐθύτητα
πλακὸς καὶ ἰσότητα καὶ τὴν ἐπὶ πᾶσιν εὐαρμοστίαν καὶ σύμπηξιν ἐπὶ δὲ τῷ τείχει πύλαι
χρυσῷ καὶ ἀργύρῳ κατεποικίλλοντο· τῶν δὲ πυλῶν ἔνδον δάπεδον ἠνοίγετο χρύσεον· καὶ
τοῦτο οἰκίαι χρυσαῖ διεδέχοντο, χρυσαῖ καθέδραι <καὶ> χρύσεοι ἄβακες. ἡ δὲ πόλις
πᾶσα πλήρης φωτὸς ἀνεκλαλήτου, πλήρης εὐωδίας, πλήρης χάριτος. τὴν δὲ πόλιν πᾶσαν
περιερχόμενοι, οὐκ ἄνθρωπον, οὐ κτῆνος, οὐκ ὄρνεον, οὐκ ἄλλο τι τῶν περὶ γῆν καὶ
ἀέρα ὅλως κατίδομεν. πρὸς δὲ τὸ ἄκρον ταύτης τῆς πόλεως θαυμαστὰ βασίλεια ᾠκοδόμηντο·
εἰς δὲ τὴν τῶν βασιλείων εἴσοδον θάλαμος· οὗ τὸ περίμετρον ὡσεὶ λίθου βολή· ἀπ᾿
ἄκρων δὲ τοῦ θαλάμου μέχρι τῶν ἑτέρων ἄκρων τετάνυστο τράπεζα ἐκ μαρμάρου πᾶσα ῥωμαϊκῆς,
καὶ τοσοῦτον τῆς γῆς ἀπέχουσα ὅσον ἐπερείδεσθαι ἄνθρωπον· πλήρης δὲ ἦν πᾶσα τῶν
ἀνακεκλιμένων· ἀκραιφνεστάτου δὲ φωτὸς καὶ εὐωδίας καὶ χάριτος ἅπας ὁ οἶκος ἐπεπλήρωτο.
πρὸς δὲ τῷ τέλει τοῦ θαλάμου μικρὸς κοχλίας ἐτύγχανε· τὸ δὲ τοῦ κοχλίου τέλος τερπνὸν
ἡλιακὸν διεδέχετο, πρὸς αὐτὴν ἐπινεῦον τὴν τράπεζαν· ἐξ οὗ φωτοειδεῖς εὐνοῦχοι δύο
προκύψαντες, τὴν ὄψιν ἀστραπῇ παραπλήσιοι καὶ πάσης ἀγλαΐας ὑπέρπλεοι, λέγουσιν
ἐκείνοις τοῖς γηραιοῖς τοῖς κρατοῦσί με· Ϡκατακλιθήτω δὴ καὶ οὗτος ἐπὶ τὴν τράπεζαν.Ϡ
καὶ ἅμα τῷ λόγῳ τὸν τόπον ἐπιδεικνύουσιν ἐφ᾿ ὃν οἱ γηραιοί με φέροντες ἀνακλίνουσιν·
αὐτοὶ δὲ ἐφ᾿ ἓν τοῦ θαλάμου μέρος ἀπελθόντες ἐκάθισαν. οἱ τοίνυν εὐνοῦχοι, ὡς πρὸς
τὴν ἔνδον τῆς ἐπὶ τὸν ἡλιακὸν δῆθεν οἰκίας εἰσέδυσαν, καὶ ἐπὶ πολλὰς
[p.113-114] τὰς ὥρας ἐχρόνιζον. ἐν δὲ τῷ τούτους χρονίζειν, οὐ παρέργως ἐγὼ θεωρῶν
τὰ κατ᾿ ἐκείνην τὴν τράπεζαν, πολλοὺς συνήθεις ἐκ τῶν ἀνακειμένων ἐγνώριζον, ἔκ
τε τοῦ κοσμικοῦ καταλόγου τυγχάνοντας, πρὸς οἷς καί τινας τῶν ἐκ τῆς καθ᾿ ἡμᾶς μονῆς,
τινὰς δὲ καὶ τῶν ἀναστρεφομένων εἰς τὰ βασίλεια. μετὰ πολλὰς οὖν τὰς ὥρας, πάλιν
οἱ εὐνοῦχοι προκύψαντες καὶ τοὺς γηραιοὺς ἐκείνους φωνήσαντες, Ϡὑποστρέψατε τοῦτονϠ,
λέγουσιν, Ϡὅτι μεγάλως πενθοῦσιν αὐτὸν τὰ κατὰ θεὸν αὐτοῦ γεννήματα. καὶ ὁ βασιλεὺς
παρακληθεὶς βούλεται αὐτὸν κατὰ τὸν μονήρη βίον εἶναι. καὶ τοῦτον δι᾿ ἄλλης ὁδοῦ
ἀπαγαγόντες, λάβετε ἀντ᾿ αὐτοῦ τὸν μοναχὸν Ἀθανάσιον τὸν τοῦ Τραϊανοῦ.Ϡ καὶ παρευθὺ
οἱ γηραιοὶ λαβόντες με, τοῦ τε θαλάμου συντόμως καὶ τῆς πόλεως δι᾿ ἄλλης ὁδοῦ ὑπεξήλθομεν.
καθ᾿ ὁδὸν δὲ λίμναις ἑπτὰ προσεβάλομεν μεσταῖς τιμωριῶν καὶ κολάσεων· ἡ μὲν σκότους
πλήρης ἦν, ἡ δὲ πυρός, ἡ μὲν δυσώδους ὁμίχλης, ἡ δὲ σκώληκος, ἡ δὲ ἄλλης κολάσεως
εἴδους καὶ τιμωρίας ἀνάπλεως· κοινῇ δὲ πᾶσαι πλήθους ἀναριθμήτου ἐπεπλήρωντο, ἐλεεινῶς
ὀδυρομένων καὶ γοερῶς πάντων ὀλολυζόντων. ταύτας δὴ τὰς λίμνας παραμειψάμενοι καί
τινα τόπον μικρόν, πάλιν τὸν γηραιὸν κατελάβομεν, ὃν ἔλεγον εἶναι τὸν Ἀβραάμ· καὶ
τούτῳ συνταξάμενος, πάλιν αὐτὸν ἠσπασάμην. ὁ δέ μοι χρυσοῦν ποτήριον δίδωσιν οἴνου
πεπληρωμένον γλυκυτέρου τοῦ μέλιτος καὶ ἄρτου ξηροῦ κλάσματα τρία· ὧν τὸ μὲν ἓν
ἐν τῷ οἴνῳ βάψας, ὡς ἐδόκουν, ἔφαγον· καὶ τὸν ὅλον οἶνον ἐξέπιον, τὰ δὲ ἕτερα δύο
τῷ ἐμαυτοῦ κόλπῳ ὑπέθηκα, ἅπερ χθὲς ὑμᾶς ἐπεζήτουν. εἶτα μετὰ μικρὸν κατὰ τὸν τόπον
ἐκεῖνον πάλιν ἀπήλθομεν, ἔνθα ὁ γιγαντιαῖος ἐκεῖνος καὶ δυσειδέστατος καὶ νυκτὶ
παραπλήσιος τὴν ὄψιν ἐτύγχανεν. ὁ δέ με ἰδών, ἔβρυχεν ἐπ᾿ ἐμὲ τοὺς ὀδόντας δεινῶς
καὶ μετ᾿ ὀργῆς καὶ πικρίας ἔλεγεν· Ϡἀπάρτι ἐξέφυγές με· πλὴν οὐδὲ τοῦ λοιποῦ παύσομαι
πάντα κατὰ σοῦ συσκευάζων καὶ τοῦ κατὰ σὲ μοναστηρίου.Ϡ τὰ μὲν δὴ τούτου μέχρι,
ἀδελφοί, γινώσκων ἀπήγγειλα· τὸ δὲ ὅπως εἰς ἐμαυτὸν ἐγενόμην, παντελῶς ἀγνοῶ.» ταύτης
τῆς ὄψεως οὕτως ἐχούσης, αὐτίκα ἐστάλη τις πρὸς τὸ τοῦ Τραϊανοῦ μοναστήριον· καὶ
καταλαμβάνει τὸν μοναχὸν Ἀθανάσιον τοῦ σώματος ἐκδημήσαντα καὶ ἐπὶ κλίνης ἀπὸ τοῦ
κελλίου ἐκκομιζόμενον. πυθόμενος δὲ πότε τετελεύτηκεν, ἠκηκόει τὴν χθὲς ἡμέραν περὶ
ὥραν ἐννάτην, καθ᾿ ἣν καὶ τὴν ὀπτασίαν ἰδών, εἰς ἑαυτὸν ἐγένετο. οὐκ εἰς μακρὰν
δὲ καὶ ἄμφω τὰ μοναστήρια εἰς ἓν γεγόνασι, διὰ τὸ ἀγχίθυρα ταῦτα κεῖσθαι, καὶ μέχρι
τοῦ νῦν ὑφ᾿ ἑνὸς καθηγητοῦ κυβερνώμενα. ἐπὶ τριάκοντα οὖν χρόνοις παρὰ τοῦ τὴν ὀπτασίαν
ταύτην ἰδόντος καὶ ἐξαρκέσαντος ἐκείνου τῇ ζωῇ καὶ τῇ κατὰ θεὸν πολιτείᾳ, ἀμφοτέρων
τῶν μονῶν διευθετουμένων, οὐ μικρά τις ἡ ἐπίδοσις ἐν ταύταις γέγονεν ἐπί τε τῇ τῶν
μοναχῶν θεαρέστῳ πολιτείᾳ καὶ τοῖς ὁθενδήποτε πρὸς τὴν τούτων διοίκησιν καὶ διατροφὴν
εἰσοδιαζομένοις εἰς δόξαν τοῦ φιλανθρώπου θεοῦ ἡμῶν· ἀμήν.
**********************************************************