[p. 530]
τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Γεωργίου τοῦ νεοφανοῦς καὶ θαυματουργοῦ.
<οὗτος ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Ἰωάννου τοῦ ἐπικεκλημένου Τζιμισκῆ.> οὗτος καταλιπὼν
γυναῖκα, τέκνα καὶ συγγενεῖς τὴν στενὴν ὁδὸν εἵλετο· καὶ ὑπελθὼν τὸν ζυγὸν κυρίου
τὸν ἐλαφρότατον, διήρχετο πόλεις καὶ χώρας καὶ αὐτὴν τὴν ἔρημον, ὑστερούμενος, θλιβόμενος,
κακουχούμενος. ὅθεν γνωσθείσης αὐτῷ θεόθεν τῆς ἀναλύσεως, κατέλαβε τὴν Κωνσταντινούπολιν
<καὶ> ἐλθὼν ἐν τῷ ναῷ τοῦ ἠγαπημένου Ἰωάννου τοῦ θεολόγου ἐν τῷ Διϊππίῳ, ἀνεπαύσατο
ἐν κυρίῳ ἑπτὰ ἡμέρας διαρκέσας αὐτόθι. ἐπεὶ δὲ παρῆσαν οἱ ἐνταφιάζειν αὐτὸν μέλλοντες,
καὶ τὸν περικείμενον αὐτοῦ τῷ σώματι σίδηρον πολυτάλαντον ὄντα εἶδον καὶ ἅπαν τὸ
σῶμα προσηλωμένον αὐτῷ, «κύριε, ἐλέησον» ἅπαντες ἔκραζον· διὸ ἐκ μαρμάρων θήκῃ κατασκευασθείσῃ
ἐν τῷ νάρθηκι τοῦ εἰρημένου ναοῦ κατατίθεται, πολλῶν θαυμάτων ἰάσεις προχέων τοῖς
μετὰ πίστεως προσερχομένοις· ὧν ἔνιοι τῶν ἀπολελαυκότων τῆς αὐτοῦ ἐπικουρίας εἰσέτι
καὶ νῦν πᾶσι διαμαρτύρονται τὰς εἰς αὐτοὺς γενομένας τοῦ ἁγίου θαυματοποιΐας.
**********************************************************