[p. 159]
βίος καὶ πολιτεία καὶ μερικὴ θαυμάτων ἐξήγησις τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ θαυματουγοῦ
Λουκᾶ τοῦ νέου τοῦ ἐν Ἑλλάδι κειμένου
1. οὐ χρόνος ἦν ἀληθῶς ὁ τοῦ καλοῦ βίου καὶ τῆς περὶ τὴν ἀρετὴν σπουδῆς αἴτιος,
ἀλλὰ γνώμη μόνη καὶ ἡ τὰ χρηστὰ φιλοῦσα προαίρεσις. καὶ τοῦτο δείκνυται μὲν καὶ
ἐκ πολλῶν ἄλλων τῶν ὀλίγοις πρότερον χρόνοις βίον ἄληπτον τοῖς πολλοῖς ἐπιδειξαμένων
καὶ οὐδὲν ἢ βραχὺ τῶν παλαιῶν ἀνδρῶν καὶ λίαν θαυμασίων ἀπολειπομένων, δείκνυται
δὲ μᾶλλον καὶ ἐκ τοῦ σήμερον εἰς ἑορτὴν ἡμῖν προκειμένου Λουκᾶ. Λουκᾶ τοῦ πολλὰ
μὲν διαλαθεῖν σπουδάσαντος καὶ κρύψαι βίον φωτὶ πλουσίῳ τῆς ἀρετῆς λαμπόμενον, οὕτω
δὲ δήλου σχεδὸν ἅπασι γενομένου, ὅσον ἦν τὸν οὕτω βιοῦντα ταῖς ἀληθείαις ἄξιον.
ὃς οὐ πολλὰς ἔχων ἀπὸ τοῦ τέλους ἡμέρας, ἀλλὰ καὶ πολλοῖς τῶν ἔτι περιόντων, οὐ
παλαιοῖς μόνον ἀλλὰ καὶ νέοις, εἰς ὄψιν ἐλθὼν καὶ ἀκριβῶς γινωσκόμενος, τῶν τε παλαιῶν
τὴν μικροῦ καὶ ἀπιστουμένην ἐβεβαίωσεν ἀρετὴν καὶ τὸ τραχὺ καὶ ἀνώμαλον τῆς πρὸς
αὐτὴν φερούσης καὶ τοῖς πολλοῖς ἄβατον οὐ τῇ φύσει ταύτης ἔδειξε περιόν, ἀλλὰ τῇ
γνώμῃ μᾶλλον καὶ προαιρέσει τῶν τὰ καλὰ μέν, ἐπίπονα δέ, διὰ ψυχῆς ἀσθένειαν καὶ
μαλακίαν παραιτουμένων. οὗ τὰ κατορθώματα καὶ οἱ πόνοι οὕτως ἐπέραστοι πᾶσι καὶ
ἡδονὴν στάζοντες, ὡς καὶ αὐτὸ μόνον τὸ εἰς ἐκείνου μνήμην ἐλθεῖν ἱκανὸν εἶναι διαθερμᾶναι
ψυχὴν καὶ κινῆσαι πρὸς εὐφροσύνην. τοῦτον τοιγαροῦν, ὅθεν τε ἔφυ καὶ ὅπως ἐβίω καὶ
οἵων ἠξιώθη τῶν χαρισμάτων ἐκ τοῦ ἀγαθοῦ πνεύματος, ἅπασι
[p. 160] γνωρίσαι καλόν· ἔσται γὰρ οὐκ εἰς ἡδονὴν μόνον ἀλλὰ καὶ εἰς ψυχῆς κέρδος
οὐ μικρὸν καὶ ὠφέλειαν.
2. ὁ καλὸς τὰ πάντα καὶ μέγας Λουκᾶς, αὐτὸς μὲν τῆς Ἑλλάδος ἐστὶ βλάστημα, κόσμημα
δὲ μᾶλλον εἰπεῖν καὶ κομιδῇ ποθεινὸν ἐντρύφημα, προσθήσω δὲ ὅτι καὶ στέφανος δόξης·
οὐ γὰρ ὤφθη περὶ τὴν ἐνεγκοῦσαν ἀχάριστος, ἀλλὰ καὶ λίαν καλοῖς αὐτὴν ἠμείψατο καὶ
περιβλέπτοις αὐχήμασιν. οἱ δέ γε τούτου πρόγονοι ἐξ Αἰγίνης ὥρμηνται τῆς νήσου,
Αἰγίνης ἥτις περὶ τὸν Αἰγαῖον διάκειται κόλπον· οἳ τὰς συνεχεῖς ἐφόδους τῶν ἐκ τῆς
Ἄγαρ οὐ φορητὰς εἶναι νομίσαντες, αὐτοί τε καὶ οἰκήτορες πάντες, τὸ φίλον τῆς πατρίδος
ἔδαφος πρὸς βίαν ἀπολιπόντες, μετανάσται γίνονται καὶ πρὸς διαφόρους ἕκαστοι διασπείρονται
πόλεις, καθάπερ ἀντὶ μητρὸς ἐκεῖνοι ταῖς μητρυιαῖς χρησάμενοι. καὶ οἱ μὲν τὴν Κέκροπος,
οἱ δὲ τὴν τοῦ Πέλοπος, ἕτεροι τὴν τοῦ Κάδμου καὶ ἄλλας ἄλλοι καταλαβόντες, ἐν αὐταῖς
ἔχειν ἠναγκάζοντο τὰς οἰκήσεις.
3. οἱ μέντοι τοῦ θείου Λουκᾶ πρόγονοι κατὰ τὴν τῆς Φωκίδος, εἴτ᾿ οὖν τοῦ Χρυσοῦ,
μεταβάντες ἐπαρχίαν, πρός τι παράλιον ὄρος (Ἰωάννου καλούμενον ἦν) τὰς τῆς παροικίας
σκηνὰς ἐπήξαντο. ἀλλ᾿ ἐπεὶ κατ᾿ ἐκεῖνο καιροῦ, κρίμασιν οἷς οἶδεν οὗ ἄβυσσος τὰ
κρίματα πολλή, θαλασσοκρατοῦντες οἱ τοῦ Ἰσμαὴλ καὶ πᾶσι κόλποις αἰγιαλοῖς τε καὶ
ἀκταῖς πειρατεύοντες, ἤδη καὶ κατὰ τοῦτο (φεῦ) τὸ μέρος προσέβαλλον, ἀνάγκην εἶχον
πάλιν ἀποχωρεῖν. λιμένα γοῦν τινα, Βαθὺν μὲν οὕτω καλούμενον, εὐαερῆ δὲ καὶ γαληνὸν
ὄντα, προσελθόντες οἰκοῦσιν· ᾧ καὶ χρόνον ἐνδιατρίψαντες οὐ βραχύν, τὸν τοῦ θείου
Λουκᾶ πατέρα τεκεῖν ἀξιοῦνται· καὶ τοῦτον ὀνόματι τοῦ πρώτου τιμήσαντες τῶν μαρτύρων,
ἀξίαν δηλαδὴ τοῦ ὀνόματος καὶ τὴν τοῦ παιδὸς ἀγωγὴν ἐποιοῦντο. ἀλλὰ πάλιν ἐκεῖθεν
μεταβάντες (θεία γάρ τις νεῦσις ἐκάλει) ἐπί τινα κώμην Καστόριον οὕτω καλουμένην,
τὰς οἰκήσεις ἔθεντο, τῆς ἄλης ἐνταῦθα μικρὸν παυσάμενοι καὶ τοῦ ξενισμοῦ παραψυχὴν
γοῦν τινα λαβεῖν οἰόμενοι· ὅπερ, εἰ καὶ μὴ τότε, ἀλλ᾿ οὖν οὐ μετὰ πολὺν ἀπέβη τὸν
χρόνον· ὁ γὰρ τῷ Ἰακὼβ συγξενιτεύσας θεὸς καὶ πλούσιον ἀντὶ πένητος ἐργασάμενος
καὶ τὸν ἐν ῥάβδῳ πρότερον τὸ Ἰορδάνου
[p. 161] ῥεῖθρον περαιωθέντα πλήθει βοῶν καὶ ποιμνίων ὑποστρέψαι παρασκεύασας, αὐτὸς
ἄρα καὶ τὰ θρέμματα τοῦτων καὶ τὴν ἄλλην οὐσίαν ἀτεχνῶς εὐλογήσας, οὕτως ἐπιδοῦναι
πεποίηκεν, ὡς οὐ μόνον αὐτοὺς οὐδενὸς ὁρᾶσθαι καταδεεστέρους τὴν ὕπαρξιν, ἀλλὰ καὶ
παρὰ πολὺ τοὺς αὐτόχθονας ὑπερβάλλειν, ἀκριβῶς τε ἐπ᾿ αὐτοὺς τὸ τοῦ Ἰὼβ πληροῦσθαι,
Ϡὅτι ἐπιβρίθοντες ὁδοῖς ἦσαν καὶ ὁ κύριος ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου αὐτῶν.Ϡ
4. ἀλλὰ κἀνταῦθα πάλιν ὁ τοῦ φθόνου μὴ ἐνεγκὼν ὀφθαλμός, εἰς φανερὰν ζηλοτυπίαν
τοὺς τῆς κώμης ἀνάπτει, καθάπερ τοὺς Αἰγυπτίους πάλαι κατὰ τῶν υἱῶν Ἰσραήλ, οἵ γε,
καὶ προσβλέπειν αὐτοὺς ὅλως ὑπὸ τοῦ πονηροῦ μὴ δυνάμενοι, ὡς ἐπήλυδάς τε καὶ παροίκους
ἐξέβαλλον καὶ ὑπερορίους ἐπειρῶντο ποιεῖν, παραπλησίως τε τοῖς ἔθνεσιν οἱ τῆς αὐτῆς
πίστεως τοὺς οὐδὲν ἠδικηκότας ἐλύπουν, ἀπήλαυνον. τί μὴ τῶν κακῶν ἐποίουν
5. ἐντεῦθεν ἀπορίᾳ δεινῇ συσχεθεὶς ὁ τοῦ Λουκᾶ προπάτωρ καὶ μήτε ἀντιτείνειν ἢ διαπληκτίζεσθαι
φύσεως ἔχων, μήτ᾿ αὖ πάλιν χώραν ἐκ χώρας ἀμείβειν καὶ παρὰ τοῦ τυχόντος δραπέταις
ὁμοίως καὶ μαστιγίαις διωθεῖσθαι καὶ διελαύνεσθαι, πρὸς τὴν βασιλεύουσαν ἀπαίρει
τὸ τάχος, οὐδενὶ μὲν ἑτέρῳ, τῇ δὲ ἄνωθεν βοηθείᾳ μόνῃ τεθαρρηκώς. ὑπὸ τοιαύτῃ γοῦν
ὁδηγῷ τὴν πορείαν ἀνύσας ἀλύπως καὶ ὁμαλῶς καὶ τῷ τηνικαῦτα τὴν βασιλείαν διέποντι
εὐσεβῶς προσελθὼν ἀμέσως καὶ τὰ καθ᾿ ἑαυτὸν ἕκαστα διασαφήσας, εὐμενοῦς τε ἀκοῆς
καὶ φιλανθρώπων ἔτυχεν ὀφθαλμῶν· παραχρῆμα γὰρ αὐτῷ γράμματα βασιλικὰ παρασχὼν καὶ
τῷ τοῖς βασιλικοῖς ἐντάλμασιν ὑπηρετουμένῳ συνάψας, εὐθυμίας ἔμπλεων ἀποστέλλει.
ὃς ἐπεὶ παραγένοιτο, τὴν κώμην εἰς μέσον καὶ τὰ αὐτῆς ἅπαντα διελών, ἑκατέρους ἀσφαλῆ
τὴν οἴκησιν ἔχειν παρασκευάζει. τὸ μὲν γὰρ οἱ αὐτόχθονες, τὸ δὲ οἱ ξένοι καὶ ἐπήλυδες
εἰληφότες, ἔμειναν τοῦ λοιποῦ μάχιμον ἢ στασιῶδες οὐδὲν ἔχοντες, ἀλλ᾿ ἐν εἰρήνῃ
καὶ πολλῇ τῇ καθ᾿ ἑαυτοὺς γαλήνῃ τὸν βίον διάγοντες. καὶ τὰ μὲν περὶ τούτων ἅλις.
6. ὁ δὲ παῖς Στέφανος τὴν παιδικὴν ὑπερβὰς ἡλικίαν καὶ πρὸς ἀκμὴν ἤδη ἐληλακώς,
πάντα τε τὸν μεταξὺ χρόνον ἀναχθεὶς
[p. 162] καλῶς καὶ τοῦ τέλους οὐδαμῶς ἀναξίως, ὡς πλέον αὐτῷ τοὺς τρόπους εἰς τὴν
τῶν πατέρων φιλίαν ἢ τὴν φύσιν εἰσενεγκεῖν, ἐπεὶ καὶ πρὸς γάμου ὥραν ἀφίκετο, ζεύγνυται
παρ᾿ αὐτῶν γυναικί, τοὔνομα Εὐφροσύνῃ· τῆς αὐτῆς μὲν πατρίδος ὁρμωμένῃ, εὖ δὲ καὶ
γένους ὁμοίως ἐχούσῃ, ἐξ ἧς τῷ Στεφάνῳ παῖδες ἑπτὰ γίνονται κατ᾿ ἀριθμὸν τέλειον
καὶ τῇ γραφῇ τὰ μάλιστα σπουδαζόμενον, ἵνα κἀν τούτῳ διαφέρωσι τῶν πολλῶν καὶ δῶρον
θεῖον ἀλλ᾿ οὐ τῆς φύσεως εἶναι τὸ πᾶν διδαχθῶσιν. ὧν ὁ μὲν πρῶτος Θεόδωρος, ἡ δὲ
μετ᾿ ἐκεῖνον Μαρία, Καλὴ δὲ καὶ ἡ τετάρτη καλεῖται, ἣ καὶ ταῦτα μένει διηγουμένη
καὶ μοναχικῶν εἰσέτι ἐπιμελεῖται σκαμμάτων. Ἐπιφάνιος δὲ ὁ πέμπτος, ὃς καὶ αὐτὸς
τὸν μονήρη βίον ὑπελθὼν καὶ συνᾴδουσαν τῷ ἐπαγγέλματι μετελθὼν πολιτείαν, μετέβη
πρὸς ὃν ἠγάπησεν. τὰ μέντοι ἕτερα δύο τῶν τέκνων, οὔπω τὴν ἄωρον παραλλάξαντα ἡλικίαν,
τὸν τῇδε βίον μετήλλαξαν.
7. ὀ δὲ τρίτος ἐκεῖνος οὗτός ἐστιν ὁ θειότατος τὰ πάντα Λουκᾶς· ὃς ἔτι τὴν πρώτην
μετιὼν ἡλικίαν καὶ εἰς παῖδας ἐξεταζόμενος, οὐδὲν κατὰ παῖδας ἐποίει. τῶν μὲν γὰρ
ἀθύρματα, γέλωτες, παιδιαί, κινήσεις ἄτακτοι, δρόμοι τὸ φίλτατόν τε καὶ ἥδιστον·
Λουκᾶ δὲ οὐδὲν τοιοῦτον, ἀλλ᾿ ἠρεμία, γαλήνη, βεβηκὸς ἦθος καὶ τὸ πρεσβυτικὸν διὰ
πάντων ὑποφαινόμενον. ὅθεν μετὰ τῶν ἄλλων τῶν πρὸς ἡδονὴν ὄντων οὐδὲ ὀπώρας μετεῖχεν,
ᾧ κἂν ἀπιστήσειέ τις, εἰδὼς ὅτι παισὶν εἰς βρῶσιν ὀπῶραι τὸ χαριέστατον. ὁ δὲ οὕτω
καινός τις ἦν καὶ ἄτοπος ἐραστὴς ἐγκρατείας, ὅτι εὐθὺς ἐκ παίδων οὐ κρέατι μόνον
ἀλλὰ καὶ τυρῷ καὶ ὠῷ καὶ παντὶ ἄλλῳ τῶν ἡδονὴν ἐχόντων ἀπετάξατο· ἄρτῳ δὲ κριθίνῳ
καὶ ὕδατι καὶ λαχάνοις καὶ ὀσπρίῳ δὲ τῷ παρόντι διέζη. τετράδος μέντοι καὶ παρασκευῆς
παρέτεινεν ἄσιτος ἄχρι καὶ ἡλίου δυσμῶν· καὶ ὃ μᾶλλον τῶν ἄλλων θαυμάζειν ἄξιον,
ὅτι μηδενὶ πρὸς ταῦτα διδασκάλῳ καὶ ὁδηγῷ χρησάμενος, ἀλλ᾿ οἴκοθεν καὶ παρ᾿ ἑαυτοῦ
πρὸς ἅπαν μὲν τὸ τῇ γαστρὶ χαριζόμενον ἐκπολεμωθείς, πόνους δὲ καὶ ἔνδειαν καὶ εἴ
τι ἄλλο τὸ τὴν σάρκα λυποῦν ἐκ ψυχῆς ἀσπασάμενος. εἴπερ οὖν τὰ τοῖς ἄλλοις δοκοῦντα
ἡδέα καὶ προσφιλῆ ἀηδῆ τῷ Λουκᾷ καὶ ἀπόστοργα, τὰ δὲ τοῖς
[p. 163] πολλοῖς ἐπίπονα καὶ καματηρὰ εὐχερῆ λίαν ἐκείνῳ καὶ πόνου παντὸς ἐλεύθερα,
οὐ μᾶλλον ἐκ τῆς τῶν πραγμάτων ἐστὶ φύσεως, ὅσον ἐκ τῆς περὶ αὐτὰ τῶν χρωμένων γνώμης
καὶ συνηθείας τὸ τοιάδε ἢ τοιάδε ταῦτα νομίζεσθαι.
8. ἀμέλει καί ποτε ἐσθίοντος αὐτοῦ τοῖς γονεῦσιν, ἐκεῖνοι μὴ κατὰ θεὸν ταῦτα γίνεσθαι
μηδὲ κρίσιν ὑγιᾶ λογιζόμενοι, κατά τινα δὲ μᾶλλον κουφότητα παιδικὴν καὶ φιλοτιμίαν,
ἀπόπειραν αὐτοῦ ποιοοῦνται τρόπῳ τοιῷδε· κρέας ὁμοῦ καὶ ἰχθὺν ἐν χύτρᾳ μιᾷ συνεψήσαντες
καὶ παραθέμενοι τῇ τραπέζῃ, ἐκέλευον ἐκείνῳ φαγεῖν· ὁ δὲ τὸ παράπαν ἄγνοιαν ἔχων
τοῦ γενομένου, προτείναντος τοῦ πατρός, τὸν ἰχθὺν ἐλάμβανε· προσέμενος δὲ καὶ εἰς
αἴσθησιν ἤδη τοῦ δράματος ἐλθών, οὐκ ἦν ὅτι μὴ ἐποίει τῶν δηλούντων χαλεπῶς αὐτὸν
ἐνεγκεῖν. ἀπόδειξις τῆς ἀπλάστου βαρυθυμίας, ἐμεῖ τὸ ληφθὲν καὶ διέμεινεν οὕτως
εἰς τρίτην ἡμέραν, ὥσπερ ἐπί τινι ἀτόπῳ καὶ ἑκοντὶ γενομένῳ, θρήνοις ἑαυτὸν συγκόπτων
καὶ στεναγμοῖς καὶ μηδὲ ἄρτου τὸ παράπαν μεταλαβεῖν ἀνεχόμενος.
9. ἐπεὶ οὖν δῆλος τοῖς πατράσιν ὁ ἐκείνου σκοπὸς γέγονε καὶ ὅτι μηδὲν ἔχει τῶν ἀνθρωπίνων,
ἀλλὰ χάριτός ἐστι μᾶλλον θείας πεπληρωμένος, ἐφῆκαν αὐτῷ τοῦ λοιποῦ πράττειν ὅπως
ἂν βούλοιτο. ἐκεῖνος δέ, καίτοι βίου τοιαύτης ἐχόμενος ἀκριβείας, ἀλλ᾿ οὖν οὐδὲ
τοῦ καθήκοντος τοῖς γονεῦσιν ἠμέλει, ἀλλ᾿ ἦν ἀπροφάσιστον αὐτοῖς ὑπέχων τὴν λειτουργίαν
καὶ τιμήν, ὅση τίς ἐστιν, ἀπονέμων· καὶ νῦν μὲν τῆς ποίμνης τῶν θρεμμάτων, κατὰ
μίμησιν Ἄβελ φημὶ τοῦ θείου καὶ Ἰακὼβ καὶ Μωσέως, ἐπιμελούμενος, νῦν δὲ τοῖς τῆς
γεωργίας πόνοις ἐνασχολούμενος· ἤδη γὰρ καὶ ἀκμῆς ἥπτετο καὶ διὰ τοῦτο κακοπαθείᾳ
πάσῃ κατατείνειν τὸ σῶμα καὶ πόνοις ταλαιπωρεῖν πολλὴ αὐτῷ ἡ σπουδή.
10. τὴν δὲ πολλὴν ἐκείνου χρηστότητα τὴν κηδεμονίαν, τὸν περὶ τοὺς πένητας ἔλεον,
πόσα ἄν τις εἰπὼν πρὸς ἀξίαν εἴποι ὥσπερ γὰρ ὅλος ὢν τοῦ πλησίον καὶ μηδεμίαν ἑαυτοῦ
φροντίδα μηδαμῶς ἔχων, ὅση δηλονότι πρὸς σῶμα φέρεται εἴ ποτε πρὸς τὰς συνήθεις
ἐπέμφθη διατριβὰς καὶ διακονίας, οὐδὲ αὐτῆς φειδὼ τῆς ἀναγκαίας, ἣν ἐπήγετο, ἐποίει
[p. 164] τροφῆς· ἀλλ᾿ ἐκείνην τοῖς συναντῶσιν ὀρέγων πένησιν, αὐτὸς ἄσιτος διετέλει,
τροφὴν ἰδίαν ποιούμενος τὸ πεινῶντα θρέψαι τὸν ἀδελφόν.
11. ὡσαύτως δὲ καὶ περὶ τὰ ἐνδύματα εἶχε λίαν κοινωνικῶς καὶ μεγαλοψύχως· καὶ γὰρ
τοῖς γυμνητεύουσι τῶν παριόντων ταῦτα παρεῖχε προθύμως ἀποδυόμενος. διὸ καὶ γυμνὸς
οἴκαδε πολλάκις ἐπανιών, οὔτε ψύχους λόγον οὔτ᾿ αἰσχύνης οὔτ᾿ ἄλλου τινὸς ἐποιεῖτο·
ἀλλὰ καὶ ὀνειδισμῶν αὐτῷ καὶ μώμων ἐκ τῶν οἰκείων ἐπαγομένων, ἔστι δ᾿ ὅτε καὶ μαστίγων
καὶ ῥαβδισμῶν, ἐκεῖνος ἐπιστροφὴν αὐτῶν εἶχεν οὐδεμίαν, εἰ μὴ καὶ τιμὰς ἡγεῖτο μᾶλλον
καὶ στεφάνους χαρίτων τὰς ὑπὲρ τῶν πενήτων πληγάς. ἀφείθη πολλάκις ἐπὶ πολὺ γυμνός,
οὕτω τοῖς γονεῦσι δόξαν εἰς ἀπόθεσιν τῆς μακαρίας ἐκείνης χρηστότητος καὶ φιλανθρωπίας.
ὁ δὲ τὰς τιμωρίας ταύτας οὐ τιμωρίας ἀλλ᾿ ἀμοιβὰς εἶναι καὶ ἀγαθῶν ἀντιδόσεις ὑπολαμβάνων,
προσετίθει μᾶλλον καὶ θαλερώτερον διετίθει τὸν περὶ τοὺς ἐνδεεῖς ἔλεον.
12. τοιοῦτόν ἐστι ψυχὴ δεσμοῖς ἁλοῦσα τοῦ πρὸς θεὸν ἔρωτος· οὐδὲν ἡγεῖται τὸ πάσχειν,
ἀλλὰ τοῖς ἀλγεινοῖς ἐντρυφᾷ καὶ θάλλει κακοπαθείᾳ. ὅτ᾿ ἂν οὐδὲν ὑπὲρ τοῦ ἐρωμένου
πάσχῃ τῶν λυπηρῶν, τότε πάσχειν ἡγεῖται μᾶλλον καὶ ὡς κόλασίν τινα χαλεπὴν τὴν ἄνεσιν
διαφεύγει. οἷον δὲ καὶ τοῦτο τῆς ἐκείνου χρηστότητος σύμβολον ἀκριβές· ἐξῄει πρὸς
τὰς ἀρούρας ὥστε καταβαλεῖν τὰ σπέρματα καὶ τὸ πλεῖον τούτων κόλποι πενήτων ἢ καὶ
τὸ ἴσον ἐλάμβανον. ἠκολούθει δὲ καὶ ἡ τοῦ πράγματος ἀμοιβὴ λίαν χαριεστάτη· καὶ
γὰρ ἔδει παρὰ τῆς πρώτης ἀγαθότητος τοιαύτας εἶναι τὰς ἀντιδόσεις· ὅσῳ γὰρ πλεῖον
ἠλαττώθη τὰ σπέρματα τῇ πρὸς τοὺς πένητας κοινωνίᾳ, τοσούτῳ μᾶλλον ἐκαρποφόρει καὶ
πολύχουν ἦν τὸ γεώργιον.
13. ὀλίγος ὁ μεταξὺ χρόνος καὶ ὁ μὲν πατὴρ αὐτῷ πρὸς θεὸν μεθίσταται. ὁ δὲ μᾶλλον
τῷ οὐρανίῳ πατρὶ φέρων ἑαυτὸν δίδωσι, τῶν μὲν τῆς ποίμνης καὶ τῆς γεωργίας ἀποστὰς
φροντίδων, μόνῃ δὲ τῇ εὐχῇ καὶ τῇ τῶν ἱερῶν γραφῶν μελέτῃ προσεκτικώτερον ὁμιλῶν.
ὅτι δὲ πολλὴ τῷ μεγάλῳ ἡ περὶ τὴν εὐχὴν προκοπή, δηλοῦσι μὲν καὶ ἄλλα, δηλοῖ δὲ
καὶ τὸ
[p. 165] τῆς μητρός, οὐ μικρὸν ὂν οὐδ᾿ οἷον μὴ ἐκπλῆξαι τὰς τῶν ἀκροατῶν ἀκοάς·
ἐκείνη γὰρ αὐταῖς ὄψεσι μαθεῖν βουλομένη τὰς νυκτερινὰς τοῦ παιδὸς ἐργασίας, ἄπεισιν
ἐγγύς που βαθείας ἑσπέρας σὺν γυναιξὶν ἑτέραις· εἶτα κρύψασα ἑαυτὴν εὐφυῶς, ὡς αὐτὴν
μὲν ὁρᾶν, ὁρᾶσθαι δὲ ὑπό τινος οὐδαμῶς, βλέπει τὸ μέγα καὶ φρικτὸν ἐκεῖνο καὶ ὀφθαλμοῖς
ἰδεῖν καὶ ὠσὶ παραδέξασθαι ἀδύνατον, ὡς αὐτὴ πάλιν ἡ μήτηρ ὅρκοις τὸ θεαθὲν ἐπιστώσατο
τοῖς ταῦτα νῦν ἀπαγγεῖλαι προῃρημένοις.
14. εὐχὴ μὲν εἶχε τὸν ἄνδρα, ἐπὶ συννοίᾳ πάσῃ τῷ θεῷ παριστάμενον, οἱ πόδες δὲ γῆς
οὐδὲ μικρὸν ἥπτοντο, ἀλλ᾿ οἱονεὶ πῆχυν ἕνα τοῦ ἐδάφους ἀφίστατο καὶ οἱονεὶ πρὸς
θεὸν ἀνήγετο. τοῦτο οὐχ ἅπαξ ἡ μήτηρ ἀλλὰ καὶ τρὶς ὄψει παραλαβοῦσα, τῆς ἀμφιβολίας
ἔστη καὶ τοῦ πειρᾶν ἐπαύσατο. εἰσὶ καὶ ἄλλοι τοῦ θαύματος μάρτυρες, οὐκ ἀκοαῖς ἐξ
ἑτέρων παραλαβόντες, ἀλλ᾿ αὐταῖς ὄψεσιν εὐχόμενον ἐκεῖνον ἰδόντες καὶ ἡμῖν ἀπαγγείλαντες.
15. ἐκ πολλοῦ δὲ τρέφων ἐπιθυμίαν τοὺς ἐν μέσῳ θορύβους ἀπολιπεῖν καὶ βίον τὸν μονήρη
καὶ ἡσύχιον ὑπελθεῖν, καιροῦ λαβόμενος, εὐθὺ Θετταλίας ἐχώρει. ὁδεύοντα δὲ χειροῦνταί
τινες στρατιῶται, δι᾿ αὐτὸ τοῦτο προσεδρεύοντες καὶ τοὺς δραπέτας τῶν οἰκετῶν συλλαμβάνοντες
καὶ φυλακαῖς παραδιδόντες· οἳ καὶ αὐτὸν ἰδόντες οὐδὲν παραλλάττοντα τῶν εὐτελῶν
κομιδῇ καὶ ἠμελημένων καὶ δοῦλον εἶναί τινος οἰηθέντες, θήραμα εὐθὺς ἐποιοῦντο.
καὶ συλλαβόντες ἐπυνθάνοντο τὰ συνήθη, τίνος τε εἴη καὶ πόθεν καὶ ποῖ τὴν πορείαν
τυγχάνοι ποιούμενος. τοῦ δὲ δοῦλον μὲν ἑαυτὸν Χριστοῦ διομολογοῦντος, τῆς δὲ πορείας
προσευχὴν εἶναι μόνην αἰτίαν, ταῦτα λέγοντος καὶ μηδὲν ἕτερον προστιθέντος, ἐκεῖνοι,
κρύπτειν αὐτὸν τὴν δουλείαν οἰόμενοι καὶ φανερῶς αὐτοὺς παρακρούεσθαι, ἔπαιον ἐρρωμένως,
οὐ γλώττης ψευσαμένης ἀλλ᾿ ὑπονοίας μᾶλλον διαψευσθείσης ὑπέχοντα τιμωρίαν. ἀλλ᾿
ἐκεῖνος φιλαλήθης ὢν καὶ ἀκριβῶς μεγαλόψυχος, διὰ πληγῶν ἀνάγκην ἐκστῆναι τῆς ἀληθείας
καὶ δουλείαν ἑαυτοῦ καταψεύσασθαι φαῦλον ἡγεῖτο καὶ περιττῶς ἀγενές. διὰ τοῦτο καὶ
εἱρκτὴ τὸν ἅγιον μετὰ τὰς πληγὰς διεδέχετο· οὕτω τοῦ
[p. 166] ἀντικειμένου τάχα διεκδικοῦντος ἃς ὑφίστατο παρ᾿ ἐκείνου ἥττας τῷ προσβάλλειν
θρασέως καὶ ἰσχυρῶς ἀποκρούεσθαι. ἐπεὶ δὲ καὶ παρά τινων καλῶς εἰδότων αὐτὸν ἀναγνωρισθεὶς
καὶ ὅστις εἴη καὶ οἷος μαρτυρηθεὶς ἀνείθη τῆς φυλακῆς καὶ πρὸς τοὺς οἰκείους ὑπ᾿
αὐτῶν ἀνεσώθη, ὀνείδη καὶ διαβολὰς καὶ μέμψεις ὑπέμενε παρ᾿ αὐτῶν πολὺ τῶν πληγῶν
βαρυτέρας.
16. ἐκεῖνος δὲ μὴ ἀγνοῶν ὅθεν αὐτῷ τὰ προσκόμματα καὶ τίς ὁ κωλύων τὰ κατὰ θεὸν
αὐτοῦ διαβήματα, ὅμως οὐκ ἔληγε τῶν τοῦ Θεοῦ δεόμενος οἰκτιρμῶν εἰς πέρας αὐτῷ τὴν
πρόθεσιν τῆς ψυχῆς ἀγαγεῖν. καὶ μέντοι καὶ ἤγαγεν ὁ τοῖς ἀγαθοῖς ἀείποτε συνεργῶν·
ἤγαγε δὲ τρόπον τοιόνδε· μοναχοὶ δύο, τὴν ἄνοδον ἀπὸ τῆς πρεσβυτέρας ποιούμενοι
Ῥώμης, ἐπεὶ τὴν κώμην κατέλαβον ἐξ ἧς ὁ ἅγιος ὥρμητο, ξενίζονται παρὰ τῆς ἐκείνου
μητρός· οὓς αὐτὸς θεασάμενος, ὁ σύντροφος παραχρῆμα πόθος εἰσῄει καὶ τὸ τοῦ θείου
ἔρωτος πῦρ, καθάπερ ὕλης ἐπιτηδείας, τῆς ἐκείνου ψυχῆς ἐδράξατο. ἐντυχὼν οὖν ἐδεῖτο
συνοδοιπόρος αὐτοῖς γενέσθαι καὶ τοῦ ὁμοίου τυχεῖν τῶν μοναχῶν σχήματος. οἱ δὲ τὴν
μὲν πορείαν ἐπὶ τὰ Ἱεροσόλυμα ἔφησαν ποιεῖσθαι, ἀνένευον δὲ τὴν συνοδίαν καὶ τὴν
τοῦ σχήματος ἄμειψιν διὰ δύο ταύτας αἰτίας· ὅτι τε νέος εἴη καὶ ἄπειρος μακρᾶς τοιαύτης
ὁδοιπορίας καὶ ὅτι, γνωσθὲν τὸ πρᾶγμα τοῖς γονεύσιν αὐτοῦ καὶ οἰκείοις, οὐ μικρὰς
ὑφέξουσιν αὐτοὶ τιμωρίας. ὡς δὲ ξένον ἑαυτὸν ἐκεῖνος καὶ παρ᾿ οὐδενὸς οὐμενοῦν ἀντιποιηθησόμενον
ἔλεγέ τε καὶ ἔπειθε, λάθρᾳ σὺν αὐτῷ τῆς κώμης ὑπεξελθόντες, πρὸς τὰς Ἀθήνας ἔρχονται
καὶ τὸν ἱερὸν ἐκεῖσε νεὼν τῆς τοῦ Θεοῦ μητρὸς εἰσελθόντες καὶ προσευξάμενοι, τοῦτον
μὲν τῷ μοναστηρίῳ, παρ᾿ ᾧ κατήγοντο, καταλείπουσι, τῷ καθηγουμένῳ τῆς μονῆς παραδόντες,
παρεγγυησάμενοί τε, μετὰ μικρὸν ἀποκείραντα, τῇ καλλίστῃ χορείᾳ τῶν ἀδελφῶν ἐγκρῖναι.
αὐτοὶ δὲ τὴν πορείαν, ἣν καὶ προέθεντο ἐξ ἀρχῆς, ἐποιοῦντο εὐθύς.
17. τὸν μέντοι θεῖον Λουκᾶν ὁ τῆς μονῆς προεστώς, πολλάκις μὲν ἐρωτήσας, πεῖσαι
δὲ ἥκιστα δυνηθεὶς ἐκκαλύψαι ὅθεν τε εἴη καὶ πόθεν αἱ τοῦ γένους αὐτῷ πηγαί, κείρει
τὴν κόμην, εἶτα καὶ τὸ τῶν μοναχῶν αὐτῷ περιβάλλει σχῆμα, τέως γοῦν
[p. 167] τὸ τῶν εἰσαγομένων, ὃ καὶ μικρὸν οἶδε καλεῖν ἡ συνήθεια.
18. ἡ δὲ μήτηρ (δεῖ γὰρ καὶ τὰ ἐκείνης μὴ ἀμνημόνευτα παριδεῖν, ἐπεὶ καὶ μητρὶ μέγα
πένθος υἱοῦ στέρησις, καὶ μᾶλλον ὅταν καὶ τὰ τῆς χηρείας πιέζῃ κακά) οὐ φορητὴν
ὅλως τὴν ἐκδημίαν τοῦ φιλτάτου λογιζομένη, θρήνοις τε ἐκόπτετο καὶ πικρῷ βέλει τῆς
ἀθυμίας ἐβάλλετο καὶ οὐδὲ αὐτῷ ἐγκαλεῖν τῷ δεσπότῃ πάντων ἀπείχετο. ἀλλὰ τὴν τοῦ
Ἐλισσαίου χήραν ἐκείνην τοῖς πάθεσι μιμουμένη, «οἴμοι, κύριε ὁ μάρτυς» ἔλεγε «τῆς
ἐμῆς χηρείας καὶ ἐρημίας· σὺ ἐκάκωσας τοῦ πρότερον μὲν θανατῶσαι τὸν παρὰ σοῦ μοι
γάμῳ συναρμοσθέντα καὶ χηρείαν ἐμοῦ κατέκρινας, πρᾶγμα γυναικὶ πολλῷ θανάτου βαρύτερον.
νῦν δὲ καὶ ὃν εἶχον εἰς κακοῦ τοσούτου παραψυχὴν ἦρας ἐξ ἐμῶν ὀφθαλμῶν καὶ οὐκ ἔχω
ποῦ θεάσομαι τὸ μόνον ἀληθὲς φέγγος τῆς ἐμῆς ἀθλίας ζωῆς, ὥστε καὶ ἡμᾶς μετὰ τοῦ
προφήτου λίαν οἰκείως βοᾶν ὅτι Ϡκαὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ᾿
ἐμοῦ.Ϡ πλὴν ἀλλὰ τί καὶ τὸ αἴτιον τοῦ μακρὰν ἀφ᾿ ἡμῶν τὸν παῖδα γενέσθαι μὴ ἐγὼ
τῆς πρὸς σὲ σχολῆς τε καὶ προσεδρείας ἀπεῖργον αὐτόν μὴ τὴν σὴν λειτουργίαν περὶ
ἐλαχίστου ποιεῖν τῆς πρὸς ἡμᾶς ἀσχολίας ἠνάγκαζον μὴ τῶν ἀῢλων τὰ ὑλικὰ ἤ τῶν μενόντων
τὰ παρερχόμενα προκρίνειν αὐτὸν ἐδίδασκον πόθεν ἥτις οὐ σαρκὸς μόνον ἀλλὰ καὶ ψυχῆς
εἶναι μήτηρ ἐκ πατέρων καλῶς ἐδιδάχθην καὶ τὸν παῖδα τὸ πλέον αὐτῇ νέμειν ἔργον
εὐχῆς ἐποιούμην ἐκεῖνο δέ μοι μόνον καταθύμιον ἦν, τὸ τὸν φίλτατον βλέπειν· εἰ μὲν
οἷόν τε, διὰ παντός· εἰ δ᾿ οὖν, ἀλλὰ καὶ κατά τινα περίοδον χρόνου. ἤρκει δὲ καὶ
ἡ ἐκ γειτόνων ἡμῖν ἀκοὴ τῶν αὐτοῦ καλῶν ἔργων ψυχῆς εὐφροσύνην ἐνθεῖναι καὶ διαναστῆσαι
πρὸς τὴν αὐτῆς ἐπιμέλειαν. μὴ τοίνυν, ὦ δέσποτα πάντων καὶ βασιλεῦ, ἀτιμάσῃς δάκρυα
τῶν ἐμῶν ὀφθαλμῶν, ἀλλὰ θεῖναι ταῦτα ἐνώπιόν σου, ἵνα τὸ τοῦ θείου Δαβὶδ φθέγξωμαι·
Ϡκαὶ λῦσαι τὸ βαθὺ τοῦτο σκότος τῆς ἐμῆς εὐδόκησον ἀθυμίας.Ϡ λύσεις δὲ οὐκ ἄλλως
ἢ τὸν φίλτατον τοῖς τῆς μητρὸς πάλιν ἀποδοὺς ὀφθαλμοῖς. οὕτω γὰρ καὶ συγκαλέσω πάντας
ἐπὶ τῇ τοῦ παιδὸς ἀνευρέσει καὶ ἀνθομολογήσομαι τῇ μεγαλωσύνῃ σου καὶ αἰνέσω σε
πάσας τὰς ἡμέρας τῆς ἐν σαρκὶ παροικίας μου.»
[p. 168]
19. οὕτω δεομένη κάμπτει τὸν φύσει χρηστὸν εἰς συμπάθειαν. καὶ τί γίνεται καὶ πῶς
ἐκεῖνο συνέρχεται, τὸ μητέρα δεινῷ πάθει βαρυνομένην ὀφθῆναι παραδόξως ἐπὶ τέκνῳ
εὐφραινομένην ὁ νεύματι πάντα ποιῶν τῷ προεστῶτι τῆς μονῆς, ὑφ᾿ ᾧπερ ὁ Λουκᾶς, τὸ
λογικὸν Χριστοῦ πρόβατον, ὄναρ αὐτὴν ὀφθεῖσαν παρασκευάζει πολλὰ καταβοᾶν αὐτοῦ
καὶ «τί με τὴν χήραν τετυράννηκας» λέγειν· «τί δ᾿ ἐπὶ τῷ ἄλγει τῶν τραυμάτων προσέθηκας
τῶν ἐμῶν τί τῆς χηρείας ὃ μόνον ἦν τῆς ἐμῆς παραμύθιον ἀσπλάγχνως ἀφείλου τί τὸν
υἱόν, τί τὸν γηροκόμον ἥρπασας τὸν ἐμόν ἀπόδος μοι τὸ τάχος αὐτόν· ἀπόδος τὸ φῶς,
τὴν μόνην ἐλπίδα, ἐπεὶ οὐ παύσομαι οὐδαμῶς τῷ θεῷ πάντων καὶ βασιλεῖ προσέρχεσθαι
καὶ σοῦ κατηγορεῖν ὡς ἠδικημένη.»
20. τοιούτων ὀνείρων τὸν τῆς μονῆς ἀφηγούμενον διαταραττόντων, πρῶτα μὲν καὶ φαντασίαν
ἡγεῖτο τὸ πρᾶγμα καὶ πεῖραν τοῦ δυσμενοῦς. ὡς δὲ καὶ τὴν ἐπιοῦσαν νύκτα καὶ τὴν
ἑτέραν καὶ πλειστάκις ἑώρα τὴν γυναῖκα προσιοῦσαν αὐτῷ καὶ τοιαῦτα λέγουσαν καὶ
περὶ τῶν αὐτῶν ἐκθύμως διαπληκτιζομένην, ἔγνω μὴ δεῖν περιφρονεῖν ὡς ἀπάτην, ἀλλὰ
θεῖον ἡγεῖσθαι τὸν ὄνειρον. ταύτῃ τοι καὶ γενομένης ἡμέρας, παραχρῆμα ὁ νέος μετεκαλεῖτο
καὶ εἰς ὄψιν αὐτῷ παρίστατο. ὁ δ᾿ ἐμβριθεστέρῳ καὶ ῥήματι καὶ προσχήματι «λέγε μοι
σύ» ἔφη «ὅτου χάριν καὶ διατί κρύπτειν ἔγνως τὰ κατὰ σέ, καίτοι παρ᾿ ἡμῶν πρώην
οὐ ῥᾳθύμως περὶ τούτων ἐπερωτώμενος πῶς δὲ καὶ γονεῖς ἔχειν καὶ γένος τὸ σύνολον
ἀπηρνήθης, ἢ πῶς τῷ ἁγίῳ τούτῳ προσελθεῖν ἐθάρρησας σχήματι, δόλου καὶ ὑποκρίσεως
ὅλος ὤν, ὡς αὐτὰ τὰ πράγματα μαρτυρεῖ εἰ γὰρ σὺ ἐξ ἀρχῆς ἀπεκάλυψας ὑγιῶς αὐτὰ καὶ
ἐλευθερίως, οὐδ᾿ ἂν καὶ μὴ βουλομένου σου δῆλα κατέστη. ἀπόστηθι τοιγαροῦν ἀφ᾿ ἡμῶν
καὶ ὅλων τῶν Ἀττικῆς ὁρίων καὶ σεαυτὸν φέρων ἀπόδος τῇ γειναμένῃ, παρ᾿ ἧς ἐγὼ τρίτην
ἄγω ταύτην νύκτα μυρίας ὑπομένων ὀχλήσεις.»
21. τοιαῦτα τοῦ προεστῶτος τῆς μονῆς λέγοντος, ἵστατο περιδεὴς ἐκεῖνος καὶ εἰς γῆν
τὰ ὄμματα βεβληκώς, οὐδὲν μὲν τὸ παράπαν φθεγγόμενος, τοῖς δάκρυσι δὲ καὶ τοῖς σχήμασι
μονονουχὶ φωνὴν ἀφιεὶς καὶ φανερὸς γινόμενος βαρύνεσθαι
[p. 169] τὸν χωρισμὸν καὶ οὐκ ἐθέλειν ἀποστῆναι τῆς ἀδελφότητος. ὡς οὖν ἔγνω ταῦτα
ὁ καθηγούμενος, ἐνδοὺς καὶ πραότερος τὴν ὀργὴν ὑπὸ τῆς πολλῆς ἐκείνου γενόμενος
μετριοφροσύνης, «ἀλλ᾿ ἀδύνατον» ἔφη «μὴ ἐπανελθεῖν σε πρὸς τὴν μητέρα, τό γε νῦν
ἔχον· οὗ γενομένου, τὸ κωλῦον οὐδὲν ἔν τινι τόπῳ ἡσυχίας ἐπιμεληθῆναί σε καὶ οὕτω
τῆς ἑαυτοῦ φροντίσαι ψυχῆς. ὡς ἔοικε γάρ, ἡ ἐκείνης εὐχὴ λίαν θεοπειθὴς καὶ ἰσχυρῶς
ἐμποδίζειν τῇ σῇ δυναμένη.»
22. ταῦτα τὸν θεῖον ἀκούσαντα Λουκᾶν, οὐδὲν μὲν ἀντειπεῖν, πάνυ συνεσταλμένον ὄντα
καὶ πάντα κατὰ τὸ γεγραμμένον καταπτήσσοντα δι᾿ εὐλάβειαν· εἰς γόνυ δὲ κλιθέντα
καὶ εὐχὴν αἰτησάμενον, ἐξελθεῖν καὶ ἄκοντα τοῦ μοναστηρίου καὶ αὐτίκα τὴν εἰς τὴν
μητέρα φέρουσαν βαδίσαι. ἐπεὶ δὲ καὶ ἐντὸς ἦν οἰκίας, εὑρίσκει ταύτην ἐπὶ σποδοῦ
καθημένην, ἀπρόσωπον, κατηφῆ καὶ σαφῆ τὰ σύμβολα τῆς λύπης ἐπὶ τῶν ὄψεων φέρουσαν·
ἥτις ἅμα τε αὐτὸν ἴδοι καὶ διανέστη σύμμεικτος ἡδονῇ καὶ θάμβει. καὶ ὅρα γυναικὸς
ἀρετήν, ἵν᾿ ἔχοις εἰπεῖν, ὡς ἀκόλουθον ἦν τοιοῦδε δένδρου τοιοῦτον εἶναι καὶ τὸν
καρπόν. οὐ περιέβαλε τὸν υἱὸν ἰδοῦσα, οὐ περιεχύθη τοῖς αὐτοῦ μέλεσιν, οὐχ ὅλη γέγονε
τοῦ θεάματος· ἀλλὰ δεύτερα ταῦτα θεμένη, τὸ πρῶτον εὐθὺς εἰς θεὸν ἔβλεψε καί, ὑψοῦ
τὰς χεῖρας διάρασα, ἐκείνῳ τὴν χάριν διωμολόγει, δι᾿ οὗ τὸν υἱὸν ἀπολέσασα πάλιν
εὗρε καὶ εἴσω χειρῶν ἦν αὐτῇ ὁ ποθούμενος, «εὐλογητὸς ὁ θεός» λέγουσα «ὃς οὐκ ἀπέστησε
τὴν προσευχήν μου καὶ τὸ ἔλεος αὐτοῦ ἀπ᾿ ἐμοῦ.» καὶ οὕτω μὲν ὁ Λουκᾶς κατὰ Θεοῦ
θέλησιν τῇ τεκούσῃ ἀποδοθείς, ὑπηρετῶν αὐτῇ διετέλει καὶ θεραπείαν, ἥτις ἐστὶ μητρὶ
παρ᾿ υἱοῦ, πᾶσαν προσάγων.
23. ἀλλὰ τοῦτο μῆνες μόνοι τέσσαρες εἶχον· τὸ δὲ λοιπόν, ἔρως αὐτὸν ὁ τοῦ Θεοῦ καὶ
τῆς ἡσυχίας αὖθις ἑλών, παρεσκεύασε πάντων ἐπιλαθόμενον αὐτοῦ μόνου γενέσθαι, καὶ
τῆς μητρὸς ἄρτι πρὸς τοῦτο μὴ ἀντειπούσης μηδ᾿ ὀλιγωρίαν τὸ πρᾶγμα λογισαμένης·
ἔγνω γὰρ ὅτι τῶν ἄλλων μὲν πάντων γονεῖς, θεὸν δὲ καὶ γονέων δεῖ προτιμᾶν. εὐχὴν
οὖν τῆς μητρὸς ἀγαθὴν ὁδηγὸν τῆς ὁδοῦ ποιησάμενος, καταλαμβάνει τὸ προρρηθὲν ὄρος
ἐκεῖνο, ὃ παρὰ τῶν ἐγχωρίων ἀγροικικῶς
[p. 170] οὕτως Ἰωάννιτζα καλούμενον ἦν· οὗ τὸ πρὸς θάλασσαν μέρος περιελθών, ἔνθα
καὶ σηκὸς τῶν θαυμαστῶν αὐταδέλφων Κοσμᾶ καὶ Δαμιανοῦ (Ἀναργύρους αὐτοὺς σύνηθες
ὀνομάζειν) ἐν τούτῳ τὴν ἀσκητικὴν αὐτὸς σκηνὴν καταπήγνυσιν. οἵους δὲ τοὺς ἀγῶνας
καὶ τοὺς πόνους ἐκεῖ καὶ τὴν πρὸς γαστέρα καὶ ὕπνον διαμάχην, μᾶλλον δὲ πρὸς τοὺς
δι᾿ αὐτῶν πολεμοῦντας ἡμᾶς σκαιοὺς δαίμονας ἐπεδείξατο, οὔτε λέγειν ἀκριβῶς δυνατὸν
οὔτε λεγόντων ἀναμφίλογος ἀκολουθήσει πίστις διὰ τὴν ὑπερβολὴν τοῦ πράγματος.
24. εἰ δὲ χρὴ καὶ ἀπὸ μικρῶν τινων συμβόλων, οἷον ἐξ ὀνύχων, φασί, τὸν λέοντα καὶ
τὴν πηγὴν ἐξ ὀλίγης γεύσεως, τὸν ἄνδρα δεικνύειν, οὐδὲν χεῖρον τῇ ἐξηγήσει τῶν ἐκείνου
καλῶν προσθεῖναι καὶ ταῦτα. καὶ γάρ τις τῶν αὐτοῦ φοιτητῶν ἀπιστίαν ὠδινήσας καὶ
τοῦτο ὑπολαβών, ὡς ὑποκρίνεται μὲν ὁ ἀνὴρ εὐχῇ ἢ ἀγρυπνίᾳ προσκεῖσθαι, ὕπνῳ δὲ τὸ
πλεῖον τῆς νυκτὸς ἀναλίσκει τῷ μάλιστα μηδὲ παιδείᾳ προσσχεῖν μηδὲ τοῖς λόγοις τῶν
τε θείων γραφῶν καὶ τῶν πατέρων ἐνεθισθῆναι, ὥστε καὶ βίβλοις τούτων προσομιλεῖν
δύνασθαι, ἀλλ᾿ ἀμαθίας ἐσχάτης οὐ μακρὰν εἶναι, τοῦτο ἐκεῖνον ὑπολαβόντα καὶ διάπειραν
τοῦ πράγματος λαβεῖν ἐθελήσαντα ὡς ἤδη νὺξ ἦν καὶ ἡ θύρα τῆς καλύβης τῷ πατρὶ κέκλειστο,
ἐνεγκόντα ἑαυτὸν εἰς ἔδαφος μὲν κατακλῖναι, τῇ θύρᾳ δὲ προσερεῖσαι τὴν κεφαλήν,
ἐφεστώτων αὐτῷ τῶν ὤτων, ὅπερ φασὶ γίνεσθαι ἐπὶ τῶν καὶ λίαν ἐχόντων προσεκτικῶς.
οὕτω δὲ εἰς ὄρθρον παρατείναντα, εἰς τὴν ἰδίαν χωρῆσαι στρωμνήν, ἔμπλεων θαύματος
ὄντα καὶ τῶν φθασάντων ἤδη τῆς ἀπιστίας λογισμῶν ἑαυτὸν ἀπολύσαντα. ἃ δὲ καὶ μεμάθηκε
πρὸς τῇ θύρᾳ ὢν εἶχεν οὕτως, ὥσπερ αὐτὸς ἐξηγήσατο μετὰ τὸν τοῦ πατρὸς θάνατον,
ὅρκοις τὰ λεχθέντα φρικτοῖς πιστωσάμενος, «κατέμαθον αὐτόν» φησί «γόνυ προσκλίναντα
τῷ ἐδάφει καὶ τὸ μέτωπον τῇ γῇ προσερείδοντα, κατὰ μίαν δὲ τῶν γονάτων κλίσιν ἡ
τοῦ τελώνου αὐτῷ φωνὴ ἐπῄδετο· εἶθ᾿ οὕτως, οἱονεὶ διαθερμανθέντα, πυκνοτέρᾳ χρῆσθαι
τῶν γονάτων τῇ κλίσει, παρατεῖναι δὲ εἰς τοσοῦτον, ἄχρι τῆς ἰσχύος αὐτῷ τοῦ σώματος
ἐκδαπανηθείσης· οὐδὲ γὰρ ἠδύνατο συνυπουργεῖν τῇ προθυμίᾳ τοῦ πνεύματος, καταπεσεῖν
[p. 171] ὕπτιον, ἐπὶ πολύ τε ἀκίνητον διαμένειν· ἀλλὰ καὶ οὕτως ἐνεργὸν εἶναι, οὐ
ῥᾳθυμίᾳ ἐφιέντα οὐχ ὕπνῳ ἐνδεδωκότα, ὑψοῦ δὲ τὰς χεῖρας ἔχοντα μετὰ τῶν ὀφθαλμῶν
τοῦ σώματός τε καὶ τῆς ψυχῆς καὶ τοῦτο, ὃ σύνηθες, Ϡκύριε, ἐλέησον,Ϡ ἐν ἐκτενείᾳ
πάσῃ φθεγγόμενον· εἶτα, τοῦ σώματος αὐτῷ μικρὸν ἀνεθέντος, ἀνίστατο πάλιν ὄρθιος
καὶ προσευχῇ ἑαυτὸν ἐδίδου ἄχρι καὶ εἰς ἡμέρας αὐγάς.»
25. μαρτύριον καὶ τοῦτο τῶν ἀδήλων τοῦ ἀνδρὸς ἀγώνων καὶ τοῦ θερμοῦ περὶ τὴν ἡσυχίαν
αὐτοῦ ἔρωτος. παρέβαλε πρός τινα τῶν συνήθων ποτέ (σπουδαῖος δὲ οὗτος καὶ ποίμνης
φιλοθέων ἀνδρῶν ἐξηγούμενος)· ὡς δὲ τρίτην ἡμέραν αὐτῷ συνδιήγαγε, πόθος αὐτόν ὁ
τῆς καλύβης καὶ τῆς ἡσυχίας ἐλάμβανε καὶ ἠξίου τὴν ἀναχώρησιν. ὁ δὲ προεστὼς οὐκ
ἐδίδου· πόθος γὰρ ἐκεῖνον πάλιν ὁ τοῦ ἀνδρὸς εἶχε καὶ οὐκ ἠνείχετο τὴν διάζευξιν,
ἐπεὶ καὶ δριμεῖς τῶν κατὰ θεὸν φιλούντων οἱ πόθοι καὶ τῶν φυσικῶν ἰσχυρότεροι. ὡς
δὲ αὐτὸς οὐ μεθίει ἀλλ᾿ ἀπῄτει φανερῶς τὴν ἐπάνοδον, ὁ προεστώς, ἐπεὶ καὶ ἀφορμῆς
ἐδράξατο, ἑορτῆς τινος ἐν γειτόνων οὔσης, τραχύτερόν πως, ἅτε δὴ καὶ τοῦ πόθου τὴν
ψυχὴν ὑποθήγοντος, «μέχρι τίνος» φησίν «οὕτως ἀγροικικῶς ἐνστήσῃ καὶ τὴν ἐρημίαν
τῆς ἐκκλησιαστικῆς συνάξεως προτιμήσεις, καὶ ταῦτα πανδήμου ἑορτῆς ἐπὶ θύραις οὔσης,
ἧς τὰς ἱερουργίας ζημιωθεὶς τὴν μεγίστην ἐποίσεις σεαυτῷ ζημίαν» πρὸς ταῦτα ὁ θεοφόρος
μετὰ τῆς φίλης αὐτῷ καὶ μακαρίας ἁπλότητος, δεῖ δὲ μὴ τοῖς νοήμασιν ἁπλῶς ἀλλὰ καὶ
τοῖς ῥήμασιν αὐτοῖς ἐκείνοις τῆς καλῆς χρήσασθαι γλώττης, ὅσον εἰς ἀρχῆς ἀπολογίαν,
«διδάσκαλε ἀγαθέ, ποιμὴν εὐλογημένε, καλῶς κελεύεις. ἀλλ᾿ οἱ κανόνες δηλαδὴ καὶ
τὰ ἀναγνώσματα, εἴ γε προσεκτέον αὐτοῖς, ἥ τε ἐκκλησιαστικὴ πᾶσα ἀκολουθία πρὸς
τί φέρουσι καὶ τίς ἐκείνοις σκοπός» ἠπόρησε τούτων ἀκούσας ὁ τῆς μονῆς προεστὼς
καὶ ἀπολογίαν ἔσχεν ἀτεχνῶς οὐδεμίαν. ὁ δὲ τὴν ἀπορίαν ὥσπερ ἐπιλυόμενος, «πάντως»
ἔφη μετὰ τῆς ἴσης ἁπλότητος, «διδάσκαλε ἀγαθέ, ποιμὴν εὐλογημένε, καὶ ψαλμωδίαι
καὶ ἀναγνώσεις καὶ σύναξις ἄλλη πᾶσα πρὸς Θεοῦ φόβον, ὥσπερ αὐτὸς διδάσκεις, ὁδηγοῦσί
τε καὶ ἀνάγουσι τοὺς σπουδαίους. ὁ τοῖνυν αὐτὸν ἐκεῖνον εἰς
[p. 172] καρδίαν ἔχειν ἐσπουδακώς, ἄρα τούτων ὧν λέγεις χρείαν ἔχει τινά» ἐπεὶ ταῦτα
ἐκείνος ἤκουε, μεγάλως θαυμάσας αὐτὸν τῆς ἀπολογίας, οὐκέτι ἐπισχεῖν εὐδόκησεν ὅλως,
ἀλλ᾿ ἀνῆκεν εὐθὺς εἰς τὴν ἰδίαν ἀφικέσθαι σκηνήν.
26. παράδεισος τῷ μεγάλῳ φιλοκαλεῖται σμικρός, ἅμα μὲν ἐκείνῳ περὶ τὴν ἐργασίαν
πόνους ὀρέγειν σωματικούς, ἅμα δὲ καὶ τοῖς προσιοῦσι μὴ χρείαν μόνην εἰς βρῶσιν
ἀλλὰ καὶ χάριν εἰς ὅρασιν ἱκανὴν παρέχειν· ἦν γὰρ φυτοῖς τε πᾶσι κομῶν καὶ λαχάνων
εἴδει παντοδαπῷ κατάφυτος. ὅτι δὲ μὴ χάριν οἰκείου κέρδους ἢ ὠφελείας τὸ ἐπιτήδευμα,
ἀλλὰ τῆς τῶν πλησίον χρείας καὶ θεραπείας, τοῦτο σύμβολον ἀκριβές· οὐδὲ γὰρ ἐφάνη
τούτων οὐδέποτε πωλήσας οὐδέν, παρέχων δὲ μάλα προθύμως τοῖς ἑκάστοτε παραβάλλουσιν,
ἔστι δ᾿ ὅτε καὶ φέρων αὐτὸς ἢ ὄνῳ ἐπιτιθεὶς εἰς τοὺς πλησίον ἀπῄει ἀγρούς· εἶτα,
λεληθότως εἰς τὸ μέσον ἀφείς, ἐπανῄει. οὕτως ἰδίοις πόνοις ὠφελείας ἦν χορηγῶν ἑτέροις,
καὶ ταῦτα μηδὲν ἀκριβολογούμενος εἰς τὴν εὐποιίαν, ἀλλὰ τὸ τοῦ Ἡσαΐου ἀναιρῶν Ϡσύνδεσμον
καὶ χειροτονίανϠ καὶ κοινὸν πᾶσι προτιθεὶς τὸ φιλάνθρωπον. ταύτας αὐτοῦ τὰς ἐν τῷ
κήπῳ φιλοκαλίας ἔλαφοι, τῶν ὀρέων ἐξαλλόμενοι κἀκεῖ προσφοιτῶντες, τοῦτο μὲν ἐλυμαίνοντο,
τοῦτο δὲ καὶ ὕβριζον τοῖς ποσίν, οὓς ὁ θεῖος ἀνὴρ ὁτὲ μὲν λίθοις ὁτὲ δὲ καὶ βοαῖς
ἀπεσόβει. ὡς δὲ πολλάκις ὁ μὲν ἀπήλαυνεν, οἱ δὲ ἐπανήρχοντο καὶ τοῦτο ποιοῦντες
τῆς ὁρμῆς οὐχ ὑφίεσαν, ἔνθους ὥσπερ γενόμενος ὁ γενναῖος ἠρέμα πρὸς ἕνα τούτων·
ὃς καὶ ὑπερέχειν ἐδόκει τοὺς ἄλλους, καθάπερ λογικῷ τινι συνδιαλεγόμενος, «τίνος
χάριν ἀδικεῖτέ με» φησί «καὶ τοὺς ἐμοὺς λυμαίνεσθε πόνους, ἐμοῦ μηδοτιοῦν ὑμᾶς ἀδικοῦντος
μιᾶς ὑπουργοὶ δεσποτείας ἐσμέν, ἑνὸς Θεοῦ ποιήματα καθεστήκαμεν. ἐῶ λέγειν ὅτι,
κατὰ θείαν εἰκόνα πρὸς τὸ εἶναι μόνος ἐγὼ παραχθείς, κατὰ πάντων ἔχω τὴν ἐξουσίαν.
ὑπ᾿ αὐτοῦ τοίνυν ἐγκελευόμενος, οὐ παρελεύσῃ τὸν τόπον, ἀλλὰ τὴν ἀξίαν αὐτόθι τῆς
ἀδικίας εἰσπραχθήσῃ δίκην,» ἔφη ὁ μέγας. κἀκεῖνος ὥσπερ ὑπὸ βέλους πληγείς, εὐθύς
τε εἰς γῆν κατεβλήθη καὶ ἀκίνητος ἦν. τοῦτο θηρευταί τινες ἐκ μακροῦ θεασάμενοι,
ὡς ἐπί τι ἕρμαιον αὐτίκα ἐχώρουν καὶ πρὸς
[p. 173] σφαγὴν ἡδέως αὐτὸν εἷλκον. ἀλλ᾿ οὐ καλὸν τοῦτο τοῖς ἡμέροις ἔδοξεν ὀφθαλμοῖς·
ἀλλ᾿ ἅμα τε εἶδε καὶ ἔλεος αὐτὸν ἐλάμβανε τοῦ κειμένου. παρελθὼν οὖν εἰς μέσους,
πράως αὐτοὺς ὑπῄει καὶ ἀπεῖργε τοῦ ἐγχειρήματος, «ἀδελφοί,» λέγων, «οὐδὲν κοινὸν
ὑμῖν τε καὶ τῷ ἀθλίῳ τούτῳ ἐλάφῳ· οὔτε γὰρ πόνος, οὐ δρόμος, οὐκ ἄλλο τι τῶν θηρατικῶν
προβληθέν, εὐλόγως ὑμᾶς κινοῦσι πρὸς τὴν τούτου σφαγήν. δῆλον οὖν ὡς ἐλέους δεῖται
μᾶλλον καὶ βοηθείας, ὑπ᾿ ἀσθενείας καταπεσών.» οὕτως εἰπὼν δυσωπεῖ τοὺς ἄνδρας,
ἐκπλαγέντας αὐτὸν τῆς πολλῆς ἡμερότητος καὶ τῆς συμπαθείας. εἶτα καὶ βοηθοῖς αὐτοῖς
χρησάμενος ἀνίστησί τε τὸν ἔλαφον καὶ ἀφίησιν· ἀπίασι δὲ καὶ αὐτοί, θηραθέντες μᾶλλον
ὑπὸ χρηστότητος ἢ θηράσαντες.
27. οὐδὲ τοῦτο μνήμης ἐκτὸς παριδεῖν ἄξιον, ὅτι πόνοις τοσούτοις διηνεκῶς τὸ σῶμα
κατεργαζόμενος, ἀγρυπνίας ἀνενδότῳ βίᾳ καὶ βρωμάτων ἐνδείᾳ (κριθίνῳ γὰρ ἄρτῳ καὶ
ὕδατι μόνοις ἐχρῆτο, καὶ τούτοις πεφυλαγμένως λίαν καὶ ἐνδεῶς, ἔστι δ᾿ ὅτε καὶ λαχάνοις
καὶ ὀσπρίοις τοῖς ὡς εἰκὸς παρεμπίπτουσιν, ὥσπερ ἤδη καὶ ὁ λόγος φθάσας ἐδήλωσε),
ψύχει τε πηγνύμενος καὶ καύσωνι συμφλεγόμενος, πρὸς δὲ καὶ σμήνει φθειρῶν ἀδιαπαύστως
τρυχόμενος, ἵνα μὴ τἆλλα λέγω, τὰς ἀμέτρους τῶν γονάτων κλίσεις, τὰς παννύχους στάσεις,
τὴν ἄφιλον ἐρημίαν, ἣ καὶ αὐτὴ πολλάκις τραχύνειν οἶδε καὶ τὸ ἦθος πικρότερον τῆς
ψυχῆς ἐμποιεῖν, τοσούτοις οὖν ἐκεῖνος στενούμενός τε καὶ σκληρυνόμενος, ὅμως οὐδενὶ
οὐδέποτε σκυθρωπὸς καὶ δύσκολος ὤφθη, ἀλλὰ πολλῷ πλέον τῶν ἀνέσει καὶ κώμοις καὶ
τραπέζαις ἑκάστοτε γανυμένων φαιδρότερος καὶ τοῖς παραβάλλουσι καὶ ξενιζομένοις
ἱλαρὸς οὐχ ἥκιστα καὶ εὐτράπεζος, τοῖς σωματικοῖς ἅμα καὶ πνευματικοῖς ἐδέσμασι,
πολλάκις καὶ τοῖς πρὸς ἡδονήν, αὐτοὺς ἑστιῶν ἄχρι κόρου, κἂν οὐδὲν ἕτερον ἢ προσῆν
ἢ ἠλπίζετο, βρώματος ἢ πορισμοῦ μὴ φειδόμενος· ἔκρινε γὰρ λίαν ἀσφαλῶς καὶ λελογισμένως,
εἰ ὁ θεὸς ἐν ὄρεσι Ϡχόρτον ἐξανατέλλει καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,Ϡ εἰ Ϡἑτοιμάζει
τῇ γῇ ὑετόν, εἰ τοῖς κτήνεσι καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τροφὴνϠ χορηγεῖ, πῶς
ἂν τοὺς ἀδιαπαύστως αὐτόν, τὸ τοῦ [p.174] θείου φάναι Δαβίδ, ἐπικαλουμένος ἐν ἀληθείᾳ
ἐκτὸς ἐάσῃ προνοίας
28. ἐπεὶ δὲ καὶ τῆς τοῦ θείου καὶ μεγάλου σχήματος τελειωτικῆς χάριτος οὔπω τετυχηκὼς
ἦν καὶ πολλὴν ὤδινεν αὐτοῦ τὴν ἐπιθυμίαν, ἀξιοῦται καὶ τούτου κατὰ τὴν τοῦ ἀγαθοῦ
πρόνοιαν. ἀξιοῦται δὲ οὕτως· μοναχοὶ δύο, πολιᾷ κοσμούμενοι γήρως, ἀρετῇ δὲ μᾶλλον
κοσμούντες καὶ πολιάν, τὴν πρὸς τὴν πρεσβυτέραν Ῥώμην πορείαν ποιούμενοι, ὥσπερ
ἐξ ἀποστολῆς τινος πρὸς αὐτὸν φοιτῶσιν, οὓς ἐκεῖνος καλῶς καὶ φιλοφρόνως ξενίσας,
εἶτα καὶ τὰ τῆς γνώμης αὐτοῖς κοινοῦται καὶ λίαν περὶ τοῦ πράγματος θερμῶς ἀξιοῖ.
οἱ δὲ (καὶ γὰρ ἄξιον τῆς τούτου ὑποδοχῆς τὸ σκεῦος ἑώρων) οὐδὲν ἔμελλον, ἀλλὰ τὰ
νενομισμένα κατὰ σπουδὴν ἐπ᾿ αὐτῷ δράσαντες, τὸ ἀποστολικὸν αὐτὸν καὶ μακάριον ἐνδύουσι
σχῆμα καὶ τῆς στενῆς τε καὶ τεθλιμμένης ὁδοῦ, εἴτ᾿ οὖν τῆς πρὸς ζωὴν φερούσης, τὰ
σύμβολα περιβάλλουσι· μᾶλλον δέ, ὃ τοῖς ἔργοις ἐκεῖνος πρότερον ἦν, τοῦτο δὴ καὶ
διὰ τοῦ σχήματος δεικνύουσιν ὕστερον. πᾶσιν οὖν τὸ γεγονὸς εὐφροσύνης κατέστη πρόξενον·
θεῷ, ἀγγέλοις, ἀνθρώποις· ἑνὶ μόνῳ λύπης ἅμα καὶ δέους αἴτιον, τῷ δυσμενεῖ πάντων
καὶ πολεμίῳ· ἑώρα γὰρ νεόλεκτον στρατιώτην Χριστοῦ καὶ ἀληθῶς ἀξιόμαχον τὴν τοῦ
ἀγαθοῦ πνεύματος ἐνδυσάμενον πανοπλίαν, μάλα τε γενναῖον καὶ ἀνδρικὸν πνέοντα καὶ
θερμότερον ἤδη κατ᾿ ἐκείνου παραταττόμενον.
29. ἀλλ᾿ ὃ καὶ περὶ τοὺς τοῦ εὐαγοῦς τούτου πράγματος τελεσιουργούς, τοὺς μοναχοὺς
λέγω, θαυματουγεῖται, λέξω. ἐτρέφοντο μὲν γὰρ ἐκεῖνοι, ἀλλὰ τοῖς ἀναγκαίοις, παρὰ
τῷ μεγάλῳ Λουκᾷ. οὐδὲν δὲ ὑπῆν ἄξιον τῆς αὐτοῦ φιλοτίμου γνώμης καὶ προαιρέσεως,
καὶ μάλιστα πρὸς δαιτυμόνας τοιούτους καὶ ἀγαθοῦ τοιοῦδε προξένους. τί οὖν Ϡὁ δεξιὰν
ἀνοίγων πλουσίαν καὶ πᾶν ζῶον πληρῶν εὐδοκίαςϠ ἐκάθηντο μὲν οὗτοι πρὸς τῷ αἰγιαλῷ,
τοῦ ἡλίου ἤδη τὴν ἀκτῖνα καθαρὰν διατείναντος, καὶ ταῖς πραείαις τῶν κυμάτων αὔραις
ἠτένιζον καὶ τέρψιν οὕτως οἰκείαν τὸ θέαμα ἐποιοῦντο. ἰχθὺς δὲ μέγας εὐθύς, ἐπὶ
πολὺ τοῦ ἀέρος ἀρθείς, πρὸ τῶν ποδῶν αὐτῶν ἔκειτο, σπαίρων ἥδιστα καὶ ἁλλόμενος
καὶ
[p. 175] ὡσπερεὶ τοὺς παρόντας εἰς τὴν ἑαυτοῦ παρασκευὴν ἐκκαλούμενος. οἱ μὲν οὖν
ηὐχαρίστουν τῷ κηδεμόνι καὶ τῆς τροφῆς χορηγῷ καὶ τῆς προνοίας αὐτὸν ἐθαύμαζον.
τῷ δέ, καθάπερ οὐκ ἀρκοῦντος εἰς χορηγίαν τοῦ προλαβόντος, καὶ ἄλλον ἐπ᾿ αὐτῷ πέμπειν
ἐδόκει. καὶ παραχρῆμα πάλιν ἕτερος, οὐδὲν εἰς μέγεθος τοῦ προτέρου λειπόμενος, τὰς
θαλαττίους διαίτας ἀπολιπών, εἰς γῆν ὡς τάχος ἐξέθορεν, ἅμα μὲν εἰς εὐχαριστίαν
καὶ ἔτι κινῶν τοὺς ἑστιωμένους, ἅμα δὲ καὶ πρὸς τὴν ἰδίαν ἐπισπεύδων ἑτοιμασίαν.
«ἆρα» φαίη ἄν τις τῶν εὐσεβῶν καὶ τὰ τῆς θείας γραφῆς εἰδότων «λείπεσθέ τι τὸ παρὸν
τοῦ περὶ τὸν Ἠλίαν θαύματος καὶ τῆς θαυμαστῆς ἐκείνης διὰ κόρακος χορηγίας»
30. οὕτω μὲν οὖν τοῖς μοναχοῖς δῆλον γέγονεν οἷος ἐκεῖνος, καὶ οὕτως ὠφεληθέντες
μᾶλλον ἢ ὠφελήσαντες ἀπεχώρουν. ὁ δὲ καθάπερ τῷ σημείῳ τῶν ὅπλων εἰς τὰς πρώτας
τῶν παρατάξεων ἐγγραφεὶς καὶ μείζονας νῦν ἢ τὸ πρότερον τοὺς ἀγῶνας ὀφείλων, μείζονας
δηλαδὴ καὶ τοὺς πόνους καὶ τὴν πρὸς τοὺς ἐχθροὺς ἀσφάλειαν ἐπεδείκνυτο, νηστείᾳ
προστιθεὶς νηστείαν καὶ δακρύοις δάκρυα, τοῦ ὕπνου τε μᾶλλον καὶ σωματικῆς πάσης
ἐκχωρῶν παρακλήσεως, εὐχῇ τε μακροτέρᾳ καὶ θερμοτέρᾳ καὶ τῇ γαλήνῃ τῆς ἡσυχίας μονιμωτέρᾳ
χρώμενος· δι᾿ ὧν πολλὴν μὲν τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἔσχε, πολλῆς δὲ καὶ τῆς τῶν
ἰαμάτων χάριτος, πρὸς δὲ καὶ τῆς τῶν παρελθόντων τε καὶ μελλόντων, ἀλλὰ καὶ τῆς
τῶν ἐνεστώτων μέν, λανθανόντων δέ, κατετρύφησε γνώσεως.
31. ἀμέλει καὶ τὴν σκυθικὴν λόγχην, ἣ κατὰ πάσης ἐχώρησε τῆς ἠπείρου καὶ μικροῦ
πᾶσαν πανωλεθρίᾳ παρέδωκε, πολλαῖς πρότερον προεῖπεν ἡμέραις οὐ σαφῶς ἐκεῖνος (πῶς
γάρ, ἐνδόξου τοῦ πράγματος ὄντος, ὁ τὴν δόξαν ἀκριβῶς ἐκκλίνων) ἀλλὰ παραβολικῶς
τε καὶ δι᾿ αἰνίγματος. καὶ περὶ τούτου ἄλλοις μὲν ἄλλα τῆς μακαρίας γλώττης τὰ προμηνύματα·
ἕτεροι δὲ τοῦτο ἀκοῦσαί φασιν, «Ἑλλὰς ἐλαθήσεται καὶ Πελοπόννησος πολεμηθήσεται.»
32. ἦν δὲ καὶ ἡ τῆς σκηνῆς ἐπιτήδευσις τῷ θείῳ Λουκᾷ, οὐ φυλακῆς χάριν καὶ ἀποθέσεως
περιττῶν τινων καὶ ὑπὲρ τὴν χρείαν (πῶς γὰρ ᾧτινι μὴ πλέον ἄλλο τοῦ σώματος ἦν),
[p. 176] ἀλλ᾿ εἰς φυλακὴν ἀτεχνῶς καὶ ἐπίκρυψιν πόνων καὶ καμάτων κρυφίων καὶ ὧν
θεὸν μόνον ἔχειν ἠβούλετο μάρτυρα. ὄρυγμα δέ τι μικρὸν ἐπίμηκες ἐν τῇδε τῇ σκηνῇ
δράσας, ἐν τούτῳ, καθαπερεὶ τάφῳ τινί, κατεκλίνετο, τὴν τοῦ θανάτου μνήμην ἄσβεστον
ἔχειν ἑαυτῷ μηχανώμενος. εἶτα μικρόν τι τοῦ ὕπνου παραγευόμενος, εὐθὺς ἀνεπήδα καὶ
τῷ Δαβίδ συνεφθέγγετο, «Ϡπροέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξαϠ» καὶ αὖθις «Ϡπροέφθασαν
οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον τοῦ μελετᾶν τὰ λόγιά σου.Ϡ»
33. τὸν δὲ τῆς χρηστότητος ἐκεῖνον βυθὸν πῶς ἄν τις καὶ διέλθοι ῥᾳδίως, κἂν μέτριά
τινα φθάσας ὁ λόγος ἐδήλωσεν οὐ μόνον γὰρ ἐπ᾿ ἀνθρώπους, ἀλλὰ καὶ κτηνῶν ἄχρι καὶ
πετεινῶν, ἵνα μὴ καὶ ἑρπετῶν εἴποιμι (ἔστι γὰρ καὶ τοιοῦτον ἐκείνου), τὴν εὐεργεσίαν
ἐξέτεινε· δύο γὰρ ὄφεις κατακλείστους θάλπων ἦν καὶ τρέφων ἄχρι πολλοῦ, τὴν ἐντολὴν
ἴσως ἁπλοϊκώτερον τὸ Ϡτοὺς κακῶς δρῶντας εὖ ποιεῖν,Ϡ καὶ μέχρι τῶν τοιούτων ἐκτεῖναι
βουλόμενος, κἂν μηδὲν ἐκεῖνος παρ᾿ αὐτῶν ὅλως ὑπέστη κακόν. πολλάκις μὲν οὖν καὶ
τοῖς τοῦ ἀγροῦ στρουθίοις ἐφάνη διαμεριμνήσας τὸ σιτηρέσιον. οὗτως Ϡἀνὴρ ἐκεῖνος
χρηστός, οἰκτείρων ἀεὶ καὶ κιχρῶν.Ϡ
34. τῆς οὖν φήμης αὐτοῦ πανταχόσε διαβαινούσης, (δῆλον γὰρ ἡ ἀρετὴ τὸν κεκτημένον
ποιεῖ, καθάπερ ἡ λαμπὰς τὸν φέροντα, κἂν πολὺ τὸ τοῦ φθόνου περιθέῃ σκότος) δύο
τινὲς ἀδελφοὶ προσέρχονται τῷ ὁσίῳ, χρείας τινὸς ἐπειγούσης αὐτοὺς ἀναγκαίας, οἳ
ξενίας τε τῆς παρ᾿ αὐτοῦ καὶ ὁμιλίας τρυφήσαντες ἱκανῶς, ὡς γενέσθαι σωματικὴν ἅμα
καὶ πνευματικὴν τὴν ἑστίασιν, εἶτα καὶ δέησιν αὐτῷ προσάγουσι μάλα μὲν θερμήν, μάλα
δὲ φορτικὴν ἐκείνῳ διὰ τὸ φεύγειν ἐκ παντὸς τὴν ἐπίδειξιν. εἶχε δὲ οὕτως· «ὁ πατήρ»
φασίν «ὁ ἡμέτερος, ὡς ἐτελεύτα τὸν βίον, ὅπερ ἦν αὐτῷ χρυσίον κατώρυξεν ἐν τῇ γῇ,
ἄδηλος δὲ ἡμῖν ὁ τόπος καὶ συμβόλῳ μηδενὶ σημαινόμενος. δεόμεθα τοιγαροῦν δῆλον
ἡμῖν τοῦτον γενέσθαι διὰ τοῦ φωτὸς τῆς ἐν σοὶ χάριτος. ὁρᾷς ὅπως ἔχομεν βίου καὶ
αὐτῶν, οἴμοι, τῶν ἀναγκαίων σπανίζοντες ἀλλὰ τὸ χεῖρον, ὅτι καὶ πρὸς ἀλλήλους οὐ
διαλείπομεν οἱ ἀδελφοὶ
[p. 177] διαπληκτιζόμενοι καὶ ἅτερος θατέρῳ τὴν κλοπὴν ἐπιγράφοντες.» ἤκουσεν ὁ
γενναῖος καὶ ὥσπερ οὐδ᾿ ἀπολογίας τὸ πρᾶγμα νομίσας ἄξιον, διὰ ταπεινοφροσύνης ὑπερβολὴν
ἀπηλλάγη εὐθύς. ἐκεῖνοι δὲ καὶ οὕτω πείρας οὐκ ἠμέλουν δευτέρας, ἀλλ᾿ ἐλπίδων ἀγαθῶν
ἑαυτοὺς ὑποπλήσαντες καὶ οἱονεὶ τοῦ μέλλοντος μάντεις ἀγαθοὶ γινόμενοι προσίασι
πάλιν. ὁ δὲ καὶ ἔτι διωθεῖτο, ξένον ἑαυτὸν εἶναι λέγων καὶ οὐμενοῦν οὐδαμῶς χάριτος
τοιαύτης ἄξιον. ὡς δὲ ἐκεῖνοι τὴν προσεδρείαν παρέτεινον καὶ ἦ μὴν ἀναχωρεῖν ἥκιστα
διετείνοντο, ὀψὲ γοῦν καὶ μόλις, ἀλλὰ καὶ τότε σοφῶς καὶ ὡς ἄν τις ἔδρασε κομιδῇ
φεύγων τὸ μὴ ὀφθῆναι γινώσκειν, «εἰδότες ὑμεῖς» ἔφη «τὸν τόπον, ἐν ᾧ τὸ χρυσίον
ὁ πατὴρ ὑμῶν ἀποθνῄσκων ἐταμιεύσατο, τὸν ὑπὸ τῶνδε, φημί, καὶ τῶνδε τῶν σημείων
ἀπονητὶ φανερούμενον, ἵνα τί κόπους ἐμοὶ παρέχειν εἰκῇ βούλεσθε» ταῦτα ἐκεῖνοι ὡς
ἤκουσαν, οὐκ ἠπείθησαν, ἀλλὰ τὸν ὑποδειχθέντα διὰ τῶν σημείων τόπον ὡς τάχος καταλαβόντες
καὶ ἀνορύξαντες, ἔργον τὸν λόγον εὗρον καὶ ὁ θησαυρὸς ἐνώπιος ἦν, ὃν καὶ λαβόντες,
τοῦτον μὲν αὐτοὶ καθ᾿ ἑαυτοὺς διενείμαντο, τὸ δὲ θαῦμα σχεδὸν ταῖς πάντων διέδωκαν
ἀκοαῖς.
35. οὐδὲ τοῦτο μάταιον εἰς προσθήκην τῶν ἐπωφελῶν καὶ μνήμης ἀξίων τοῦ σοφοῦ διηγήσεων.
τρεῖς παρ᾿ αὐτὸν ἔκ τινος κώμης ἀφικνοῦνται γυναῖκες, τοῦ σοφιστοῦ τῆς κακίας, οἶμαι,
τοῦτο δραματουργήσαντος καὶ ὡς ὅπλῳ παλαιῷ χρησαμένου ταύταις κατὰ τῆς δικαίας ψυχῆς·
πρόφασιν μὲν εὐλαβείας, τὸ δ᾿ ὅλον ἀπάτης καὶ ἀπωλείας εἰς τέλος εἴληφεν ὁ σκοπός.
αὗται τοιγαροῦν προκυλιόμεναι τῶν ἐκείνου ποδῶν, «οἴκτειρον ἡμᾶς, οἴκτειρον, ἄνθρωπε
τοῦ Θεοῦ» ἐν συντριβῇ καρδίας καὶ πνεύματος ἔλεγον, «καὶ τὸν στεναγμὸν τῆς ἡμῶν
καρδίας καὶ τὸ βάρος τῆς συνεχούσης θλίψεως μὴ παρόψῃ· πῦρ γὰρ ἐγκάρδιον, πῦρ ἀφανὲς
τὸ φλέγον ἡμᾶς καὶ πεῖθον ἀνακαλύψαι τὰ ἡμαρτημένα πρὸς σὲ καὶ συγγνώμης φιλανθρώπως
ἐπιτυχεῖν.» πρὸς ταῦτα ὁ μὲν ἀνένευε καὶ ἀναχωρεῖν ἐκέλευε ταύταις, μὴ μέτρου εἶναι
τοῦ τοιοῦδε λέγων μηδ᾿ ὅλως αὐτὰς προσίεσθαι. αἱ δὲ ταῖς οἰμωγαῖς οἰμωγὰς καὶ τοῖς
δάκρυσι προστιθεῖσαι δάκρυα, «μὴ ὑπερόψῃ,»
[p. 178] ἔλεγον «μὴ ἀπώσῃ, μηδ᾿ ἀποστρέψῃς τεταπεινωμένας ἡμᾶς καὶ κατῃσχυμμένας.
μνήσθητι ὅτι προφητικὸν ἐπίταγμα Ϡθριαμβεύειν τὰ τῆς αἰσχύνης ἔργα καὶ δικαιοῦσθαι,Ϡ
καθὼς ἀκούομεν, καὶ ἐπὶ τούτῳ πάντως κεκίνηκεν ἡμᾶς ὁ τὸ σωθῆναι πάντας θέλων θεός,
ἵνα καρπὸν δικαιοσύνης τὴν ἡμῶν προξενήσῃ σοι σωτηρίαν.» ὡς δὲ ἐκείνου πάλιν ἀνανεύοντος,
θερμοτέραν αἱ γυναῖκες προσῆγον τὴν ἔνστασιν, ὑπολαβὼν ὁ ἅγιος μή, καὶ ἐπὶ πολὺ
οὕτως ἀντιπίπτων, ἀμβλύνῃ ταύταις τὸ περὶ τὸ καλὸν πρόθυμον, πείθεται μόλις καὶ
τὴν τῶν κρυφίων ἐξαγόρευσιν δέχεται. εἶτα καὶ ἐπιτρέπει ταύταις διακονησαμέναις
ἀλλήλαις κοινωνῆσαι τροφῆς καὶ οἴκαδε τὸ τάχος ἐπανελθεῖν. ὅθεν ἡ μὲν ἐπὶ τὴν πηγήν,
ἡ δ᾿ ἐπὶ τὸν κῆπον, ἐπὶ δὲ τὸ μαγειρεῖον ἡ τρίτη κατέσπευσε· καὶ ὀλίγα τῶν λαχάνων
ἑψήσασαι καὶ φαγοῦσαι, εἶθ᾿ οὕτως ἐντυχοῦσαι τῷ μακαρίῳ, καὶ ἄφεσιν μὲν ὑπὲρ τῶν
φθασάντων, ἀσφάλειαν δὲ λαβοῦσαι καὶ πρὸς τὸ μέλλον, ἀπῴχοντο.
36. τὰ δὲ βέλη μετὰ τὴν αὐτῶν ἀναχώρησιν Ϡὁ τοξεύων ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ
καρδίᾳϠ εὐθὺς ἔπεμπε καὶ καθ᾿ ἑαυτὸν ἡσυχάζοντα τὸν γενναῖον λογισμοῖς ἔβαλλε καὶ
τὸν τῆς σαρκὸς ἐπήγειρεν αὐτῷ πόλεμον. ὁ δὲ τὸν ἄρχοντα τῆς ἐφόδου μὴ ἀγνοῶν, τοῖς
ὅπλοις καλῶς ἐφράττετο καὶ πρὸς αὐτὸν ἵστατο ὅπλοις ἐκείνοις, οἷς ὁ θεῖος ἀπόστολος
τὸν τοῦ Χριστοῦ στρατιώτην οἶδεν ὁπλίζειν. καὶ οὕτως ἐπὶ τρισὶν ἡμέραις πυκτεύσας
εὐχῇ καὶ δακρύων ὄμβροις τὸ πῦρ σβέννυσι τῆς ἐπιθυμίας καὶ τοῦ πολέμου καθαρὸς ῥύεται.
ῥύεται δὲ οὕτως· ἄγγελον ἐδόκει ὄναρ ὁρᾶν ἐν σχήματι νεανίσκου καὶ τὸ ἄγκιστρον
ἐν χερσὶν ἦν, ὅπερ διὰ τοῦ στόματος εἰς τὰ ἔγκατα τῷ Λουκᾷ καθεῖναι καὶ μέλος τι
ἐκεῖθεν ἑλκύσαι σαρκῶδες, ᾧ τὸ σαρκικὸν ἐδηλοῦτο ἴσως πάθος, εἶτα καὶ διακελευσάμενον
θαρρεῖν αὐτῷ, τούτου ἀπαλλάττεσθαι.
37. ἄξιον δὲ καὶ τοῦτο φιλοθέων ἀκοῶν τὸ διήγημα. ἡ ἀνωτέρω μνήμης τυχοῦσα τοῦ θείου
Λουκᾶ ταῖς ἀληθείαις αὐτάδελφος (οὐδὲ γὰρ αἵματι μόνον, ἀλλὰ καὶ πράγματι καὶ τοῖς
τρόποις ἐβεβαίου τὸ συγγενές) αὕτη συνήθως ἔχουσα παραβάλλειν αὐτῷ καὶ συμπαραμένειν
καὶ ὑπουργεῖν,
[p. 179] εὑρέθη μετά τινών ποτε καὶ ἄλλων τὸ τοῦ κυμίνου λήιον ἐκκαθαίρουσα καὶ
τὰς ἐν αὐτῷ βοτάνας, ὥστε μὴ πρὸς αὔξην ἐπιδοῦναι, τίλλουσα. εἰς ἐπήκοον τοιγαροῦν
πάντων ὁ μέγας «ἔρχεται» φησίν «ἄνθρωπος ὡς ἡμᾶς μέγα καὶ βαρὺ φορτίον ἠρμένος καὶ
πολὺν τὸν κάματον ὑπομένων.» ἔφη καὶ μετ᾿ ὀλίγον ἀπ᾿ αὐτῶν διαστάς, εἴσεισιν εἰς
τὸ ὄρος καὶ σκότος ἀποκρυφὴν ἑαυτοῦ τίθεται. ἐκείνων δὲ θαυμαζόντων καὶ διασκοπουμένων
τίς ἡ τοῦ λόγου δύναμις καὶ ποῖος οὗτος ὁ ἀχθοφορῶν ἄνθρωπος καὶ τί τὸ φορτίον (ἔδοξε
γὰρ ἐκείνοις περὶ τοῦ σωματικοῦ βάρους εἰπεῖν), ἰδοὺ καὶ αὐτὸς ὑπ᾿ ὄψιν ἔρχεται
πάντων μόνος, λιτός, εὔζωνος, ἄχθος μὲν οὐδοτιοῦν ἐπαγόμενος, πρὸς ὄνομα δὲ τὸν
ἅγιον ἐκκαλούμενος καὶ τῆς αὐτοῦ λέγων ἀναγκαίως χρῄζειν ἐπικουρίας. οἱ δὲ περὶ
τὴν ἀδελφὴν τοῦ ἁγίου προσμένειν ἐκέλευον· «ᾤχετο γάρ» φασίν «ὡς ὁρᾷς καὶ οὐκ ἔστι
νῦν μεθ᾿ ἡμῶν· καὶ εἴ σοι μέλει τοῦ ἐκεῖνον ἰδεῖν, περιμένειν δεῖ.» καὶ ὃς διεβεβαίου
μὴ πρότερον ἀποστῆναι ἢ αὐτῷ ἐντυχεῖν.
38. ἑβδόμη παρῆλθεν ἡμέρα καὶ μόλις ποτὲ πρόεισιν ὡς ἔκ τινος γνόφου τῶν ἀδύτων
τῆς ἡσυχίας Μωσῆς ἕτερος. ἅμα δὲ καὶ ἴδοι τὸν ἄνθρωπον, τὸ ὄμμα τε βλοσυρὸν ἐποίει
καὶ τὴν φωνὴν ἀπηχῆ καὶ τῆς συνήθους ἀπᾴδουσαν. «καὶ τί σοι καὶ τῇ ἀβάτῳ ταύτῃ ἐρήμῳ»
φησί. «τί τὰς πόλεις ἀφείς, τοῖς ὄρεσιν ἐπεδήμησας τί ποιμένας καὶ ἀρχιποίμενας
τοὺς ἐν ἐκκλησίαις ἀπολιπών, ἀγροίκους ἄνδρας καὶ ἀμαθεῖς ἐπιζητῶν ἐλήλυθας πῶς
δέ μοι καὶ εἰς ὄψιν ἐλθεῖν ἐθάρρησας καὶ τὴν θείαν οὐκ ἔφριξας δίκην, ἀτοπήμασι
τοιούτοις ἔνοχος ὤν» πρὸς ταῦτα ἐκείνου φρίκῃ ληφθέντος καὶ δάκρυα τῶν παρειῶν καταχέοντος,
φόβου τε δεσμοῖς τὴν γλῶτταν ὑποβληθέντος, προσθεὶς ὁ ἅγιος, «ἄχρι τίνος σιωπᾷς»
ἔφη «καὶ οὐ θριαμβεύεις ἐπὶ πάντων τὴν ἁμαρτίαν καὶ τὸν ἄδικον ἐγκαλύπτεις φόνον,
ἵνα καὶ τὸ θεῖον, φύσει μισοπόνηρον ὄν, μικρὸν οὕτως ἐξιλεώσῃ, κατήγορος σεαυτοῦ
γενόμενος» ὁ δὲ μόλις ἑαυτὸν ἀποβιασάμενος, συνεχεῖ καὶ διακεκομμένῳ τῷ ἄσθματι
«τί παρ᾿ ἡμῶν,» λέγει «τοῦ Θεοῦ ἄνθρωπε, μαθεῖν ἀπαιτεῖς ἃ καὶ πρὸ ἡμῶν αὐτὸς ὑπὸ
τῆς ἐνοικούσης σοι χάριτος ἐδιδάχθης οὐκ ἐκρύβη γὰρ ἀπὸ σοῦ ὃ πεποίηκα ἐν
[p. 180] κρυφῇ. Ϡτὴν τρίβον μου καὶ τὴν σχοῖνον καλῶς ἐξιχνίασας καὶ τὰς πρὸς τὴν
ἁμαρτίαν ὁδοὺς προεῖδες.Ϡ πλὴν ἀλλὰ τῷ σῷ κελεύσματι εἴκων, καὶ λέγω καὶ θριαμβεύω
τὸ κακῶς ἐργασθὲν καὶ τοῦ ἐν κρυφῇ μοι πραχθέντος μάρτυρας ποιοῦμαι τοὺς παρόντας
ἅπαντας.»
39. οὕτως εἰπών, φανερῶς τὴν ἁμαρτίαν ἐξαγορεύει, διελθὼν ἕκαστα, πῶς τε καὶ ποῦ
καὶ δι᾿ ἣν αἰτίαν τὸν ἑαυτοῦ συνέκδημον ἀποκτείνειε. καὶ καταισχύνας μὲν ἑαυτόν,
συγκαταισχύνας δὲ καὶ τὸν σπορέα τῶν πονηρῶν καὶ τοῦ κακοῦ παντὸς αἴτιον, εἶτα προσπίπτει
τοῖς τοῦ ἁγίου ποσί, μὴ παροφθῆναι δεόμενος μηδὲ τοῖς τοῦ ἐχθροῦ βρόχοις ἀθλίως
οὕτως ἐαθῆναι κεκρατημένον. ὁ δὲ καὶ οἶκτον αὐτοῦ λαμβάνει καὶ τὸ τάχος ἀνίστησι,
νουθετεῖ τε καὶ παρακαλεῖ καὶ κανόσιν ἀσφαλίζεται τοῖς αὐτῷ φορητοῖς, τοῦτο κατ᾿
ἐξαίρετον ἐπισκήψας, εἰς τὸν τάφον οἴχεσθαι τοῦ πεφονευμένου, δάκρυά τε αὐτοῦ πολλὰ
κατασπεῖσαι καὶ τρίτα καὶ ἔνατα καὶ τεσσαρακοστὰ τούτου πολυτελῶς ἐκτελέσαι, γονάτων
κλίσεις ἐκεῖ ποιησάμενον, εἰ δυνατὸν οὐκ ἐλάττους τῶν τρισχιλίων· μᾶλλον δὲ διὰ
βίου τὴν ἁμαρτίαν θρηνεῖν καὶ ἐνώπιον αὐτὴν ἔχειν, τοῖς πίναξι τῆς ψυχῆς ἐγγραψάμενον.
οὕτω παραγγείλας, ἀφίησιν οἴκαδε, καθαρὰν ἐπίγνωσιν αὐτῷ τοῦ καλοῦ καὶ τῆς ἁμαρτίας
κατάγνωσιν ἐμβαλών, καὶ πολλὴν εἰσενεγκεῖν ἀπαγγειλάμενον τὴν μετάνοιαν.
40. ἕτερός τις ἐπιτήδευμα ναύκληρος, ὄνομα δὲ Δημήτριος, συνήθης ὢν τῷ ἁγίῳ καὶ
πολλάκις ὡς αὐτὸν φοιτῶν, ἡμέρας τε οὐκ ὀλίγας συνδιάγων, ἅτε καὶ τῆς κατὰ ψυχὴν
ὠφελείας οὐ μικρᾶς ἀπολαύων, τοῦτο μὲν ἀπὸ τῶν λόγων, τοῦτο δὲ καὶ ἀπ᾿ αὐτῆς δηλαδὴ
τῆς ἐντεύξεως καὶ τῶν εὐχρήστων ἠθῶν, πολὺ τὸ πρὸς αὐτὸν ἐκτήσατο φίλτρον καὶ θέρμην
ἀκριβοῦς πίστεως. πλὴν ἐλάνθανε τοῦτον ἡ σύνοικος τῷ ἁγίῳ τοῦ διορατικοῦ χαρίσματος
δύναμις. ὅθεν καὶ πέπονθέ τι τοιοῦτον, ἀνθρώπινον μέν, οὐ πάνυ δὲ καθαρεῦον αἰτίας.
διέτριβέ ποτε σὺν τῷ πλοίῳ τοῖς περὶ τὸν θεῖον Λουκᾶν μέρεσι καὶ πρὸς ἰχθύων ἄγραν
ἀπησχολεῖτο· μέλλων δὲ πρὸς τὸν ἅγιον ἀπιέναι, κεναῖς χερσὶν οὐκ ἠβούλετο, ἀλλὰ
καί τι φέρων ἀπὸ τῆς ἄγρας οὐ χρείας ἔργον ὅσον ὑπόδειγμα
[p. 181] προαιρέσεως. ὁ μὲν οὖν σκοπὸς τοιοῦτος. ἐπεὶ δὲ σὺν τοῖς ναύταις πολλὰ
κεκοπιακὼς ἁλώσιμον εἶχεν οὐδέν, ὀψὲ καὶ μόλις εἰς νοῦν αὐτῷ ἔπεισιν ἐπ᾿ ὀνόματι
τοῦ ἁγίου καθείναι τὸ ἄγκιστρον. καὶ οὕτω δράσαντος, ἰχθὺς αὐτίκα τῶν πάνυ μεγίστων,
ὥσπερ ἐπαγομένου τινὸς αὐτὸν καὶ παρακαλοῦντος, ἐν ὁρμῇ ταχίστῃ τῷ δελέατί τε προσέρχεται
καὶ τῷ ἀγκίστρῳ περιπείρεται καὶ ἀσφαλῶς ἀνέλκεται. τοῦτον ἰδὼν ὁ ναύκληρος καὶ
μᾶλλον ἁλοὺς τῷ θαύματι ὅτι καὶ μὴ παρὼν ὁ μέγας, ὀνόματι μόνον ἐνεργὸς γίνεται
καὶ παρ᾿ ἐλπίδα θαυματουργεῖ, δευτέρας πάλιν εἴχετο πείρας καὶ τὸ ἄγκιστρον ὁμοίως
καθεὶς ἰχθὺν ἀνιμᾶται, πόνου μὲν ἐκτὸς ὡς τὸ πρότερον, πλὴν ἐκείνου τῷ μεγέθει μικρὸν
λειπόμενον. ἐνταῦθα ὁ τοῦ φθόνου πατὴρ δρᾷ τι καὶ περὶ αὐτὸν οὐδὲν τοῦ Κάιν ἀνόμοιον
καὶ πηροῖ τῆς πίστεως αὐτῷ τὴν αὐγὴν καὶ τὸ καθαρὸν ἀθλίως τῆς προαιρέσεως ὑποφθείρει,
πείσας τὸν ὀρθῶς προσενεγκόντα μὴ καὶ ὀρθῶς διελεῖν, ἀλλὰ τὸν μείζω μὲν τῶν ἰχθύων
ἑαυτῷ ταμιεύσασθαι, τὸν δὲ ἐλάττω προσενεγκεῖν. ὁ δὲ δέχεται μὲν καὶ φανερῶς ἀποδέχεται,
τὸν οὐδὲν εἰδότα ὑποκρινάμενος· ἵνα δὲ μή, δόξας λαθεῖν, διαμείνοι οὕτω νοσῶν τὴν
συνείδησιν καὶ οὐκ εὐδιακρίτως τά γε πρὸς Θεὸν διακείμενος (εὔδηλον γὰρ ὅτι, ἐκείνῳ
προσφέρων, θεῷ πάντως χαρίζεσθαι ᾤετο), φησὶν οὕτως ἠπίως καὶ γαληνῶς· «ὅτου χάριν
οἱ ἄνθρωποι τοῖς ἁμαρτήμασιν ἑκόντες ἑαυτοὺς ὑποβάλλομεν καὶ θεὸν ἀλόγιστα παροργίζομεν,
ὥσπερ ὁ Κάιν ἐκεῖνος, Ἀνανίας τε καὶ ἡ τούτου σύζυγος ὕστερον, ὁ μὲν οἰκείαν ἀπόλαυσιν
Θεοῦ προτιμήσας, οἱ δὲ τὰ αὐτῷ καθιερωθέντα κλέψαντες τοιοῦτον δὴ τάχα καὶ περὶ
τὸν ἰχθὺν τοῦτον γέγονε καὶ τὸν πρὸ αὐτοῦ ἁλόντα, οὐχὶ τοῦ Θεοῦ μᾶλλον ἀλλὰ τῆς
ἀνθρωπίνης θεραπείας προτιμηθείσης.» ἐκ τούτου συνεὶς ὁ ναύκληρος, μετάνοιαν ἐπαινετὴν
ἐπιψόγου κρίσεως ἀντεισφέρει καὶ, πεσὼν ἐπ᾿ ὄψιν, ᾐτεῖτο συγγνώμην, μὴ τοῦ λοιποῦ
τοιούτῳ περιπεσεῖν ὑποσχόμενος. αὐτὸς μὲν οὖν, ἀσμένως ἐπιτυχὼν τῆς ἀφέσεως, οἴκαδε
ἐπανῄει. ὁ δὲ τῷ πατρὶ συνὼν ἀδελφός (βούλεται γὰρ ὁ λόγος συνάψαι τῷ θαύματι καὶ
ἕτερόν τι ἀκολούθημα, ἴσως οὐδὲ αὐτὸ ἄχαρι), ὁ τοίνυν συνὼν αὐτῷ ἀδελφός, τὸν ἰχθὺν
ἑψήσας, προσήγαγεν [p. 182] αὐτῷ ὥς τι καταθύμιον καὶ κεχαρισμένον. ἀλλ᾿ ὁ εἰδὼς
ἄνωθεν οἷς ἥδεται μᾶλλον ἐκεῖνος καὶ ὅτι τρυφὴ τῷ μεγάλῳ ἡ τοῦ πλησίον ἀληθῶς θεραπεία,
καθάπερ ἐξ ἀποστολῆς καὶ κελεύσματος, τινὰς τῶν συνήθων προσελθεῖν αὐτῷ παρασκευάζει,
οὓς ἰδὼν ἐκεῖνος, «ὁ ἰχθὺς οὗτος» πρὸς τὸν ἀδελφὸν ἔφη «τούτοις ἀπεστάλη παρὰ
Θεοῦ,
οὐ γὰρ ἔμοιγε· τούτοις οὖν καὶ παρατεθήτω.» οὗ δὴ καὶ γενομένου, οἱ μὲν τοῦ ὄψου
ἀπέλαυον, ὁ δὲ τῇ πρὸς αὐτοὺς ἀγάπῃ τρεφόμενος ἦν.
41. τὰ μὲν οὖν πρὸ τῆς τοῦ ἔθνους ἐπιδρομῆς τοῦ θείου Λουκᾶ ταῦτά ἐστι, μᾶλλον δὲ
τῶν ἐκείνου ὀλίγα. τὰ δὲ μετὰ τὴν φυγήν τε καὶ ξενιτείαν ὁ λόγος ἤδη δηλώσει· ἕβδομον
γὰρ ἔτος ἐν τῇ κατὰ τὸν Ἰωαννίτζην ἐρήμῳ πληρώσας, ἄκων καὶ αὐτὸς μετανάστης γίνεται
μετὰ πάντων· Συμεὼν γὰρ ὁ τοῦ σκυθικοῦ ἔθνους ἄρχων (Βουλγάρους αὐτοὺς οἴδαμεν συνήθως
καλεῖν) τὰς πρὸς Ῥωμαίους σπονδὰς ἀθετήσας, ἐχώρει κατὰ πάσης ἠπείρου, τὰς ἡμῶν
ἁμαρτίας ἀξιόμαχον ὥσπερ χεῖρα περιζωσάμενος, ἐξανδραποδιζόμενός τε καὶ ληιζόμενος,
καὶ τοὺς μὲν ζωῆς, τοὺς δ᾿ ἐλευθερίας ἀποστερῶν καὶ ὑποφόρους ποιούμενος. ἐντεῦθεν
οἱ μὲν ὡς ἐν εἱρκταῖς ἢ φρουραῖς ταῖς πόλεσι κατεκλείοντο, οἱ δὲ πρὸς τὴν Εὔβοιάν
τε καὶ τὴν τοῦ Πέλοπος ἀπεσώζοντο. τότε γοῦν καὶ οἱ περὶ τὸν τοῦ Θεοῦ ἄνθρωπον χωριτικοὶ
πρὸς τὰς ἐν γειτόνων διεπορθμεύοντο νήσους, εἰ καὶ φθάσας ὁ φθόνος ἀνέλπιστον αὐτοῖς
ἐπάγει τὸν κίνδυνον· αὐτῶν γὰρ σὺν τῷ δικαίῳ ἀσφαλῶς διάγειν οἰομένων, οἱ Βούλγαροι
πρὸς αὐτοὺς διὰ πλοίου, ὃ ἔτυχον ὑποκλέψαντες, αἰφνίδιον ὑπελθόντες, ὀλίγου δεῖν
πάντας ἀπώλεσαν, ὀλίγων τινῶν ἐκκολυμβησάντων, μεθ᾿ ὧν καὶ ὁ μέγας ἦν, καὶ οὕτω
τὰς χεῖρας αὐτῶν διαφυγεῖν δυνηθέντων.
42. εἶθ᾿ οὕτως ἐπανελθόντων, πλοίου οὖν ἐπιτυχὼν ἐκεῖνος, σὺν ὅλῳ γένει καὶ τοῖς
γνωστοῖς περαιροῦται εἰς Κόρινθον, ἄρτι τὰς σιαγόνας γενείου πληρῶν καὶ ἄνθει νεότητος
ἀρετῆς ὥραν ἐπιπρέπουσαν ἔχων. καίτοι δὲ ἡλικίας ἐν τῷδε γενόμενον, ὅμως ἦγεν αὐτὸν
μαθημάτων ἔρως διὰ τὴν τῶν ἱερῶν λογίων ἀνάγνωσιν. ταύτῃ τοι καὶ διδασκαλείῳ φέρων
ἑαυτὸν δίδωσιν. ἀλλ᾿ ὀλίγα τῆς ἐκεῖθεν ὠφελείας ἔμελλε κοινωνεῖν·
[p. 183] τοὺς γὰρ παῖδας ἀκοσμοῦντας ἰδὼν καὶ μαθήματα μὲν κάλλιστα παραδεχομένους,
οὐ καλὰς δὲ τὰς ἑαυτῶν ψυχὰς εἰς τὴν τῶν τοιούτων ὑποδοχὴν εὐτρεπίζοντας, οὐδαμῶς
ἤνεγκεν, ἀλλ᾿ εὐθὺς ἀπέστη. καὶ τοῦτο λίαν ἐπαινετῶς καὶ πεπαιδευμένως· ἐγίνωσκε
γὰρ ὅπως εὔπλαστον ἡ νεότης καὶ ἁπαλὸν διαστραφῆναί τε καὶ κακίαν μεταμαθεῖν εὐχερέστατον.
καὶ διὰ τοῦτο ἔνδειαν μᾶλλον ἔχειν εἵλετο παιδείας καὶ μαθημάτων ἢ πλουτῆσαι κακῶς
μοχθηρίαν.
43. ἔξεισι τοιγαροῦν πρὸς τὰς κωμοπόλεις καί, ἐπεὶ ἐν Πάτραις τῆς Ἀχαΐας στυλίτης
ἠκούετο βίου μεταποιούμενος ὑψηλοτέρου, λογισμὸς εἶχεν αὐτὸν ἐκεῖσε γενέσθαι καὶ
τούτῳ διακονεῖν. ταῦτα δὲ στρέφοντα, διαπέμπεται πρὸς αὐτὸν πρεσβεία παρὰ τοῦ ἐν
Ζημένᾳ στυλίτου, φοιτῆσαι παρ᾿ αὐτὸν ἀξιοῦσα, σύνοικόν τε γενέσθαι καί, εἰ μὴ φορτικόν,
ὑπ᾿ αὐτῷ τετάχθαι καὶ τὸ διακονεῖν καταδέξασθαι. ὁ δὲ τὴν πρεσβείαν ἡδέως δεξάμενος,
ἐπεὶ καὶ ἄρχεσθαι μᾶλλον ἢ ἄρχειν ἐφίλει, ἅτε καὶ νέῳ τοῦτο λυσιτελέστερον εἶναι
εἰδώς, ἄλλως τε δὲ καὶ τὸ ἐκ τῆς ὑποταγῆς κέρδος καὶ τῆς ὑψηλῆς ταπεινώσεως ὁποῖον
οὐκ ἀγνοῶν, ἀσμένως ἔρχεται πρὸς αὐτὸν καὶ τὴν λειτουργίαν κομιδῇ προθύμως ὑπέρχεται.
καὶ τὸ ἐντεῦθεν οὐδὲν ἦν ὑπουργίας εἶδος, ὃ μὴ αὐτὸς ἐκεῖνος δι᾿ ἑαυτοῦ ποιεῖν ἔσπευδε,
ζημίαν ἀτεχνῶς μεγίστην ἢ καὶ ἀτιμίαν ἡγούμενος τὸ ἐκστῆναί τινι δουλείας. τοιγαροῦν
οὐ διέλειπε ξυλοφορῶν ἐκεῖνος, ὑδροφορῶν, μαγειρείου καὶ τραπέζης ἐπιμελούμενος,
δίκτυα καταρτίζων, ἁλείας μεταποιούμενος· καὶ τοῦτο ποιοῦντα οὐχ εἷς εἶδε χρόνος,
οὐδὲ δύο, οὐδὲ μόνοι τρεῖς, ἀλλ᾿ ἐπὶ δέκατον διέμεινεν ἔτος τὴν καλὴν ταύτην ταπείνωσιν
τοῦ Χριστοῦ ζηλῶν, τοῦ μὴ διακονηθῆναι ἀλλὰ διακονῆσαι μᾶλλον ἐληλυθότος. οὐ μὴν
ἀλλὰ καὶ οὕτω πρὸς αὐτὸν ὑποταγῆς ἔχων, τοσαύτην εἶχε καὶ τὴν εὔνοιαν καὶ τὸ ἐκ
ψυχῆς φίλτρον, ὡς παιδὸς ὑπερβάλλειν γνησίου πρὸς γεγεννηκότα στοργήν.
44. καί ποτε διαλοιδορουμένου τινὸς αὐτὸν ἀκολάστῳ γλώσσῃ καὶ κωμῳδοῦντος, ἐπεὶ
παρὼν ἔτυχεν, οὕτως ἤνεγκε βαρέως καὶ τοσούτῳ ζήλῳ τὴν ψυχὴν διεκαύθη, ὡς, τοῦ σιωπηλοῦ
καὶ κοσμίου καὶ τῆς πολλῆς ἐκείνης αἰδοῦς καὶ γαλήνης ἐπιλαθόμενον, ἀναγκασθῆναι
καὶ θερμότερον ἐξενεχθῆναι
[p. 184] καὶ τραχυτέροις πρὸς τὸν ἀναιδῆ ἐκεῖνον καὶ φιλολοίδορον χρήσασθαι λόγοις,
εὐπαιδεύτῳ γλώττῃ καὶ κατὰ καιρὸν κινουμένῃ, τὴν προπετῆ καὶ διάβολον σωφρονίζοντα.
ἀλλ᾿ ἐκεῖνος, λίαν ἰταμὸς ὢν καὶ οὐ μικρὰ νοσῶν καὶ ἰάσιμα, ἀλλὰ παιδείας ἰσχυροτέρας
δεόμενος ἐδείκνυτο παραχρῆμα· μὴ ἐνεγκὼν γὰρ τοὺς ἐλέγχους, παίει κατὰ τῆς σιαγόνος
μιαρᾷ χειρὶ τὸν ἡγιασμένον. ἀλλὰ κατὰ πόδας ἡ ἐκδικία καὶ Ϡὁ θεὸς ἐξ οὐρανοῦ ἠκούτιζε
κρίσινϠ καὶ τὸ λανθάνον τῆς ἀρετῆς εἰς φῶς ἤγετο καὶ ἡ μοχθηρία καλῶς ἐκολάζετο·
ἅμα γὰρ ἔπληξεν ὁ ὑβριστής, καὶ αὐτὸς ἐπλήγη πολλῷ βαρύτερον πληγῇ δαιμονίᾳ καὶ
εἰς γῆν ἔκειτο κλονούμενός τε καὶ σπαρασσόμενος καὶ τὰ τῶν δαιμονώντων πάσχων ἀθλίως.
τί μὴ λέγω τὸ φρικωδέστερον καὶ ὃ πολλῶν δακρύων ἄξιον καὶ φοβῆσαι δυνατὸν τοὺς
φειδὼ γλώττης μὴ ποιουμένους διέμεινεν οὕτως ἄχρι τέλους Ϡτῷ σατανᾷ παραδεδομένοςϠ
καὶ ὑπὸ τῆς ἐκείνου χειρὸς τυραννούμενός τε καὶ παιδευόμενος, Ϡεἰς ὄλεθρον τῆς σαρκόςϠ
ὅ φησι Παῦλος, Ϡἵνα τὸ πνεῦμα σωθῇ.Ϡ καὶ ἡ αἰτία, ὅτι ὃν ἔδει μᾶλλον καὶ ἄλλων,
ἀσυνέτως διακειμένων, εἶναι σωφρονιστήν (ἱερεὺς γὰρ ἦν), καὶ λόγῳ καὶ βίῳ τὰς παραινέσεις
ποιούμενον, ὁ δὲ ἀσύνετος ἦν, ὡς καὶ ἑτέροις εἰς βλάβην κεῖσθαι καὶ φανερὰν αἰσχύνην
τοῦ ἀξιώματος.
45. πάντως δὲ ἀλλότριον ἦν τοῦτο καὶ παντελῶς ἀπᾷδον τῆς τοῦ ἐχθροῦ βασκανίας, τὸ
εἰς τέλος ἐᾶσαι τὸν θεῖον Λουκᾶν ὑπὸ τῷ στυλίτῃ διακονεῖν καὶ τὰ μεγάλα κέρδη τῇ
ἑαυτοῦ ψυχῇ ἐκ τῆς ὑποταγῆς τῆσδε περιποιεῖν καὶ οὐχὶ μᾶλλον πάντα λίθον κινῆσαι,
ὥστε τὴν καλὴν ἀπεῖρξαι ταύτην αὐτῷ πραγματείαν, ὅπερ τοῦ φθόνου καὶ τῆς ἀκριβοῦς
ἐστι μοχθηρίας τὸ γνησιώτατον. οὔκουν οὐδὲ ἀπέσχετο πάντα ποιῶν, ἕως ἤνυσε καὶ ἀπ᾿
ἀλλήλων αὐτοὺς διέστησεν ὁ τοῖς ἀγαθοῖς ἀντικείμενος.
46. τίς δὲ καὶ ἡ τοῦ χωρισμοῦ πρόφασις καὶ τῆς διαστάσεως ὁ τὴν τῶν λιμένων ἐπιμέλειαν
ἐπιτετραμμένος καὶ τὰ πλοῖα μὴ ἐῶν ἐπὶ τὰ τῆς Ἑλλάδος διαπερᾶν ὅρια διὰ τὰς τῶν
ἐχθρῶν ἐπιθέσεις, καταλαβὼν αὐτὸν ἐν πλοίῳ περαιοῦσθαι βουλόμενον, ἀφορήτοις συγκόπτει
πληγαῖς. ἐντεῦθεν τοιγαροῦν
[p. 185] ἔκρινεν ἰδιάζειν, καὶ τὸ λοιπὸν τὸ τοῦ θείου μάρτυρος Προκοπίου εὐκτήριον
εἶχεν αὐτὸν ὑπὸ θεῷ ζῶντα καὶ τῆς ἀεὶ φίλης περιεχόμενον ἡσυχίας. ἀλλὰ κἀκεῖθεν
ὑετὸς λάβρος καταρραγεὶς καὶ τὸν οἰκίσκον ἐν ᾧπερ ἦν καταστρέψας, ἀποστῆναι πάλιν
ἐποίει καὶ μὴ βουλόμενον, τοῦ Θεοῦ ταῦτα λυσιτελῶς ἴσως οἰκονομοῦντος, ἵνα μὴ παρὰ
πολὺ τῇ τοῦ Πέλοπος ἐμφιλοχωρῶν, ἀδικῇ τὴν πατρίδα, φυτοῦ τοιοῦδε ἀποστερῶν αὐτὴν
καὶ βλαστήματος.
47. οὐ γὰρ πολὺ τὸ ἐν μέσῳ καὶ ὁ μὲν ἀλιτήριος Συμεὼν καὶ πολλῶν αἱμάτων χριστιανικῶν
ἐκχύσεως αἴτιος ἐξ ἀνθρώπων γίνεται, ἐκδέχεται δὲ τὴν τούτου ἀρχὴν Πέτρος ὁ αὐτοῦ
μὲν υἱός, οὐχ ὅπως δὲ τῆς δόξης καὶ τῆς οὐσίας, οὕτω δὴ καὶ τῆς ὠμότητος καὶ μισανθρωπίας
φανεὶς κληρονόμος, ἀλλὰ πολλῷ ταύτης ἀλλότριος καί, τό γε εἰς αὐτὸν ἧκον, οὐδὲν
ἔχων ἐκείνου τοῦ αἵματος καὶ τῆς συγγενείας. ὃς εὐθὺς χαίρειν εἰπὼν αἵμασι καὶ πολέμοις,
εἰρήνην τὴν μεθ᾿ ἡμῶν ἠσπάσατο, ὅτε ῥομφαία καὶ δόρυ καὶ πᾶν ὅπλον σιδήρου πεποιημένον
εἰς δρέπανα καὶ σκαπάνην, προφητικῶς φάναι, μετεσκευάζοντο· ἡνίκα, καὶ πάντων ἐπὶ
τὰς οἰκείας πόλεις τε καὶ κώμας καὶ τὰς ἑστίας αὐτὰς ἀνασωζομένων, καὶ ὁ θεῖος Λουκᾶς
εἰς τὴν κατὰ τὸν Ἰωαννίτζην περιπόθητον ἡσυχίαν ποθεινῶς ἐπανῄει, πόνων μὲν ἐκεῖνος
τῶν αὐτῶν ἢ καὶ μειζόνων τῆς ἀρετῆς ἐχόμενος, λύειν δὲ τοὺς ἑτέρων πόνους καὶ μᾶλλόν
γε τοὺς ἐξ ὁδοιπορίας διὰ τῆς φιλανθρώπου φιλοξενίας ἐπιμελούμενος.
48. ταύτῃ τοι καὶ ἀκούσας τὸν τῆς Κορίνθου πρόεδρον εἰς τὴν βασιλίδα τῶν πόλεων
ἀνιόντα ἐκεῖ που πλησίον τοῦ τε πόνου λῆξαι καὶ βραχύ τι διαναπαύεσθαι, προσῄει
οὐ κεναῖς χερσίν, ἀλλὰ δῶρα φέρων, σμικρὰ μέν, μεγάλῃ δὲ καὶ φιλοτίμῳ τῇ προαιρέσει,
καθ᾿ ὃ τὰ μάλιστα ὧν εἶχε προσῆγε καὶ ὧν οὐδὲν κρεῖττον παρ᾿ ἑαυτῷ ὑπελίμπανε, λάχανα
τοῦ πονηθέντος αὐτῷ παραδείσου πολυειδῆ αὐτῷ τε καὶ τοῖς σὺν αὐτῷ κληρικοῖς ἅμα
καὶ ἄρχουσιν. ὑφ᾿ ὧν καὶ διδαχθεὶς ὅστις εἴη, ποῦ τε διάγοι καὶ ὁποίαν ἄρα τὴν ἀγωγὴν
μέτεισιν, ἀνδρὸς φιλαρέτου καὶ πρὸς τὰ θεῖα ἐρωτικῶς ἔχοντος ἔργον ἐποίει. κόμπον
καὶ ἀξιώματος μέτρον φαῦλον
[p. 186] εἶναι νομίσας, ἐν μεγάλῳ ἐτίθει πένητος ἀνδρός, εἰ καὶ μὴ πένης ἦν τὰ πνευματικά,
καλύβην ἰδεῖν.
49. ἐλθὼν οὖν καὶ ὄψει τὰ ἐκείνου παραλαβών, ἐθαύμαζεν ἃ θαυμάζειν ἀληθῶς ἄξιον,
οὐ πλοῦτον καὶ περιφάνειαν, ἀλλὰ πενίαν ἐθελούσιον καὶ αὐθαίρετον. διὸ καὶ πρόθυμος
κατέστη χρυσίῳ δεξιώσασθαι τὸν ἄνδρα. καὶ γὰρ εἰώθαμεν οὐ τοῖς δεομένοις μᾶλλον,
ἀλλὰ τοῖς τοῦ δεῖσθαι ὑψηλοτέροις χαρίζεσθαι προθυμότερον. ὁ μὲν οὖν ἐπέτρεπε δοῦναι
τῷ οἰκειοτέρῳ τῶν ἀκολούθων, ὁ δὲ τοῦτο λαβεῖν ἀνένευεν, «οὐ χρυσίου,» λέγων «ὦ
δέσποτα, δεόμενος προσῆλθον, ἀλλ᾿ εὐχῶν καὶ διδασκαλίας· τί γὰρ πρὸς ἡμᾶς ὁ χρυσός,
ὃς οὕτως εἱλόμην βιοῦν δὸς τοιγαροῦν οὗ δέομαι καὶ σφόδρα διψῶ, διδάξας τὸν ἀμαθῆ
ἐμὲ καὶ ἄγροικον πῶς δεῖ με σωθῆναι.» ἐλυπήθη λίαν ἐπὶ τῷ ἀπαραδέκτῳ τῆς δωρεᾶς
ὁ ἀρχιεπίσκοπος, οὐ τοῦ διδομένου, ἀλλ᾿ ἑαυτοῦ μᾶλλον ὑπεροψίαν τὸ πραχθὲν ἡγησάμενος
καὶ οὐχ ὡς μὴ χρῄζων αὐτός, ἀλλ᾿ ὡς τοῖς ἐκείνου μᾶλλον μὴ εὐδοκῶν ἀπώσασθαι. καὶ
διὰ τοῦτο, πάνυ τὴν καρδίαν περιαλγὴς ὤν, «ἵνα τί» ἔφη «οὕτως ἀπώσω μετὰ τῆς δωρεᾶς
καὶ ἡμᾶς πιστὸς γὰρ καὶ αὐτός, κἂν ἁμαρτωλός, ἐπίσκοπός τε, εἰ καὶ ἀνάξιος. πῶς
οὖν ὁ ἐν πᾶσι μιμητὴς ἐθέλων εἶναι Χριστοῦ τὴν ἐν τούτῳ μίμησιν οὐ προσίῃ ἐδέχετο
καὶ αὐτὸς τῶν εὐσεβεῖν βουλομένων τὰς προαιρέσεις, καὶ τούτου μαρτύριον ἀψευδὲς
τὸ γλωσσόκομον. πάντως γάρ, εἰ καί σοι μηδὲν ὅλως δεῖ τοῦ διδομένου, ἀλλ᾿ ἑτέροις
τοῦτο δεομένοις ὀρέξεις. νῦν δέ, τό γε σόν, μάταιόν τι καὶ ἀλόγιστον τῆς εὐποιΐας
ἡ ἐντολή· καὶ πηροῖς οὕτω εὐγένειαν γνώμης, μετὰ τοῦ φιλοθέου καὶ τὸ φιλάνθρωπον
ἔχουσαν καί, συνελόντα φάναι, ὑπόθεσιν ἀναιρεῖς, ὁμοῦ τε παρακαλεῖν δυναμένην πενίας
βαρύτητα καὶ ὁδὸν πολλοῖς εἰς τὸ σώζεσθαι γινομένην.»
50. τούτων ὡς ἤκουσεν ὁ τοῦ Θεοῦ ἄνθρωπος, οὐκ ἔγνω δεῖν ἐπὶ πλέον ἀπωθεῖσθαι τὴν
λῆψιν, ἵνα μὴ καὶ οἴησιν ἑαυτῷ καὶ τῷ προέδρῳ λύπης ἀμετρίαν ποιήσῃ. λαμβάνει τοιγαροῦν
οὐδὲν πλέον ἢ νόμισμα καὶ εὐχῶν ἀντιδίδωσι πλοῦτον. εἶτα ἤρετο τὸν ἀρχιεπίσκοπον
μεθ᾿ ὅσης ἂν εἴποις τῆς συντριβῆς τοῦ φρονήματος, «εἰπέ μοι,» λέγων «ὦ δέσποτα,
πῶς οἱ τοῖς
[p. 187] ὄρεσι καὶ ταῖς ἐρημίαις ἡμεῖς διὰ πλῆθος ἁμαρτιῶν προσεδρεύοντες, πῶς ἂν
τῶν θείων καὶ φρικτῶν μετέχοιμεν μυστηρίων ὁρᾷς γὰρ ὅτι μὴ συνάξεων μόνον, ἀλλὰ
καὶ ἱερέως ἀπόρως ἔχομεν.» ὁ δὲ τῆς ζητήσεως αὐτὸν καὶ λίαν ἀποδεξάμενος, «καλῶς,»
ἔφη «πάτερ, καὶ περὶ καλοῦ καὶ μεγίστου πράγματος συζητεῖς· Ϡτὸ γὰρ καλὸν οὐ καλόν,Ϡ
φασίν Ϡὅταν μὴ καλῶς γίνοιτο.Ϡ δεῖ τοιγαροῦν προηγουμένως μὲν παρεῖναι τὸν ἱερέα,
ἐκείνου δὲ κατὰ πᾶσαν ἀνάγκην ἀπόντος, ἐπὶ τῆς ἁγίας τραπέζης τιθέναι τῶν προηγιασμένων
τὸ σκεῦος, ἐὰν εὐκτήριον ᾖ· εἰ δὲ κελλίον, ἐπὶ σκάμνου τοῦ καθαρωτάτου. εἶτα καλυμμάτιον
ἐφαπλώσας ἐν αὐτῷ, προθήσεις τὰς ἁγίας μερίδας· καὶ θυμίαμα καύσας, τοὺς τῶν τυπικῶν
ψαλμοὺς ἢ τὸ τρισάγιον ἐπᾴσεις μετὰ τοῦ συμβόλου τῆς πίστεως· καὶ τρὶς τὸ γόνυ κλίνας,
τὰς μὲν χεῖρας συστελεῖς, μεθέξεις δὲ τῷ στόματι τοῦ τιμίου σώματος Χριστοῦ τοῦ
Θεοῦ ἡμῶν, λέγων τὸ ἀμήν· ἀντὶ δὲ νάματος ποτήριον οἴνου πιῇ. τὸ μέντοι ποτήριον
εἰς χρείαν ἑτέρου τὸ μετὰ ταῦτα οὐ κοινωθήσεται. αὖθις δὲ τῷ καλυμματίῳ τὰς ἐπιλοίπους
συστελεῖς μερίδας ἐν τῷ σκεύει, πᾶσαν εἰσφέρων ἀσφάλειαν ὥστε μὴ ἐκπεσεῖν μαργαρίτην
καὶ καταπατηθῆναι.» ἤκουσεν ὁ μέγας καὶ χάριν ἐπὶ τούτοις διωμολόγησεν. ὁ μὲν οὖν
τῆς προκειμένης ὁδοῦ ὁ ἀρχιεπίσκοπος, ὁ δὲ τῶν εὐχῶν εἴχετο καὶ τῆς ἡσυχίας.
51. σύνηθες τῷ μεγάλῳ κατὰ τὴν τῶν Βαΐων ἑορτὴν ἅμα φωτὶ πρὸς τὴν ἀκρώρειαν ἀνιέναι
τοῦ ὄρους, τὸ θεῖον τοῦ σταυροῦ ὅπλον μετὰ χεῖρας ἔχοντα καὶ Ϡκύριε, ἐλέησονϠ ἐπιβοῶντα.
ποτὲ γοῦν ἀνιόντι φθονήσας ὁ τοῖς ἀγαθοῖς ἀείποτε βασκαίνων ἐχθρὸς καὶ τρόπον τινὰ
βουληθεὶς ἐμποδίσαι τούτῳ τῆς φιλοθέου προθέσεως, ἔχιν παρασκευάζει τοῦ χηραμοῦ
ἐξελθόντα τοῦ ποδὸς αὐτοῦ τῷ δακτύλῳ ἐνάψαι. καὶ ὁ μὲν πονηρὸς οὕτως ὡς ὀργάνῳ τῷ
ἑρπετῷ χρησάμενος, ὁ δ᾿ ἀγαθὸς πῶς καὶ οἷα διὰ τῆς ἀγαθῆς ἐνήργει ψυχῆς ἀγαθῷ καὶ
θεοφιλεῖ προσήκοντα προσκλιθεὶς γὰρ ὁ μέγας εὐθὺς καὶ τοῦ ποδὸς ἅμα καὶ τοῦ θηρὸς
ἁψάμενος, «μήτε σύ ἐμὲ ἀδικήσῃς» ἔφη «μήτ᾿ ἐγὼ σέ. πορευθῶμεν δὲ τὴν οἰκείαν ὁδὸν
ἑκάτερος, ἐπεὶ καὶ ἑνὸς ἀμφότεροι δημιουργοῦ
[p. 188] ποιήματα, οὗ κωλύοντος καὶ μὴ βουλομένου, οὐδὲν ὅλως ἡμεῖς ἐνεργεῖν δυνάμεθα.»
οὕτως εἰπόντος, ὁ μὲν ἔχις αὐτίκα τοῦ ποδός τε ἀφίστατο καὶ τῆς ἀγούσης εἰς τὸν
ἐκείνου χηραμὸν εἴχετο, ὁ δὲ θεῖος ἀνὴρ διέμεινεν ἀσινής, οὐδὲν ὅλως ὑπὸ τοῦ δήγματος
παθὼν πονηρόν.
52. πέμπεταί τις βασιλικὸς πρός γε τὰ μέρη τῆς Ἀφρικῆς παρὰ τοῦ τὰ βασίλεια τότε
διέποντος σκῆπτρα. ἐπεὶ οὖν ἤδη τὴν Κόρινθον εἶδε, τὸ χρυσίον, ὃ ἐπήγετο βασιλικῶν
χάριν λειτουργιῶν, κλέπτεται παρά του κατὰ πολλὴν νύκτα καὶ ἀδηλίαν τοῦ κακουργήματος.
ὅπερ οὖν ἐν τοῖς τοιούτοις φίλον, ἠρευνῶντο ἄμφοδοι, ἠρευνῶντο πλατεῖαι, οἱ ἐν ὑποψίᾳ
πάντες ἐτασμοῖς ὑπεβάλλοντο. ὡς δὲ ἀνήνυτα ἠλέγχετο πάντα καὶ ἡ εὕρεσις ἀνέλπιστος
ἦν, ἀθυμία τὸν ἄνθρωπον εἶχε βαρεῖα καὶ πρηνὴς ἔκειτο καὶ τὴν ψυχὴν ἀπελέγετο. συνελθόντες
οὖν ὅσον φαιδρὸν καὶ διαφέρον τῆς πόλεως παρακαλεῖν ἐπειρῶντο καὶ λόγοις κατῇδον
τῆς ἀθυμίας καὶ Θεοῦ μνήμην εἰσῆγον, ὃς πόρον πολλάκις ἐν ἀπόροις οἶδεν εὑρίσκειν.
καὶ οὕτως ἀποψύχοντα καὶ ὑπορρέοντα δεινῶς ὑπὸ πολλῆς τῆς λύπης ἀναγαγεῖν ἔσπευδον.
ὧν τις ὑπὸ Θεοῦ τάχα κεκινημένος, ἀναστὰς εἰς μέσους, «τοῦτο παρ᾿ οὐδενὸς ἂν ἑτέρου
λυθείη ἢ παρὰ μόνου» ἔφη «τοῦ μοναχοῦ Λουκᾶ. ὃς καὶ πολλοῖς σημείοις τὸ καθ᾿ ἡμᾶς
διαλάμπει καὶ πολλὰ δι᾿ αὐτοῦ τῶν παραδόξων δείκνυσιν ὁ θεός.» συνεμαρτύρει τῷ λόγῳ
καὶ πᾶς ὅστις καὶ ἰσχὺν ἔχειν ἀπὸ τῆς ἀληθείας διωμολόγουν καὶ τὸν ἅγιον διὰ πολλῆς
ἦγον τῆς εὐφημίας. ἐντεῦθεν χρησταὶ τὸν ἄνδρα διεθέρμαινον ἐλπίδες καὶ οἱονεὶ ψυχοῦσθαι
καὶ ὑποζῆν ἤρχετο· πέμπει τοιγαροῦν ὡς τὸν θεῖον Λουκᾶν τοὺς διαπρεσβευσομένους
καὶ τὴν αὐτοῦ αἰτησομένους ἄφιξιν, «μίμησαι» λέγων «τὸν σωτηρίας χάριν ἀνθρώπων
ἐξ οὐρανοῦ κατελθεῖν εἰς γῆν μὴ ἀπανηνάμενον, καὶ δὸς τῇ πόλει σαυτὸν πρὸς βραχὺ
τοὺς πολλῇ ἀπορίᾳ συνεχομένους ἐπισκεψόμενον.» τῶν ἐκπεμφθέντων οὖν ἤδη καταλαβόντων,
εἰρηκότων τε τῆς ὁδοῦ τὴν αἰτίαν καὶ τοῦ ἁγίου πάνυ θερμῶς δεομένων μὴ ἀνανεῦσαι
περὶ τὴν αἴτησιν, ἐβούλετο μὲν ὑπακούειν, ἀνεβάλλετο δὲ οὐκ ὄκνου χάριν ἢ τῆς καθ᾿
ὁδοιπορίαν ταλαιπωρίας (ποῦ γὰρ ἐκείνῳ ταῦτα λόγου καὶ
[p. 189] φροντίδος ἄξια, ὅταν ἡ τοῦ πόνου ὑπόθεσις ὠφέλειά τις ἀνθρώπου καὶ μετρία
ᾖ), ἀλλὰ τὴν κενὴν δόξαν ἀποποιούμενος· ᾔδει γὰρ ὅτι μὴ λάθοι αὐτὸν ὁ τὴν κλοπὴν
εἰργασμένος, ἀλλὰ τοῖς ἔνδον αὐτοῦ ἁλώσεται ὀφθαλμοῖς ῥᾷον ἢ ἐκείνῳ τὸ χρυσίον ἑάλω.
διὰ τοῦτο γοῦν ἠβούλετο μὲν παραιτεῖσθαι τὴν πρὸς τὸν καλοῦντα πορείαν, ὅμως δ᾿
εἴξας τῇ δεήσει, τῇ ἄνωθεν δὲ μᾶλλον εἰπεῖν ἐπινεύσει, τοῖς πρεσβευταῖς συνέρχεται.
53. ἐπεὶ δὲ καὶ εἴσω οἴκων γεγόνασιν, ἀπαντήσας ὁ βασιλικὸς καὶ ἣν προσῆκεν ἀπονείμας
τιμήν, ἱκανῶς τε ἀπολογησάμενος ὅτι μὴ μᾶλλον αὐτὸς ἀφίκετο πρὸς τὸν ἅγιον καὶ τούτου
τὸ σφοδρὸν τῆς λύπης αἰτιασάμενος· εἶτα καὶ τὴν συμφορὰν ἐξηγεῖται καὶ τὴν κλοπὴν
αὐτῷ τῶν χρημάτων σαφῆ παρίστησιν. ὁ δέ γε θεῖος ἀνήρ, οἱονεὶ προλεαίνων αὐτοῦ τὸ
λυπούμενον τῆς ψυχῆς καὶ σπέρματα ἤδη καὶ ἀρχὰς εὐφροσύνης καταβαλλόμενος, «ἀλλὰ
τό γε νῦν» ἔφη «τῇ γαστρὶ τὸ χρέος ἀποπληρώσωμεν· τρυφήσωμέν τε καὶ ἀλλήλοις συνευφρανθῶμεν.
δυνατὸς δὲ Ϡὁ ποτίσας ἡμᾶς οἶνον κατανύξεωςϠ καὶ Ϡποτήριον εὐφροσύνης φιλανθρώπως
κεράσας.Ϡ» δέχεται τὸν λόγον ὁ βασιλικὸς ἡδέως· καὶ ὁ μὲν τοῖς παισὶν ἐπέτρεπεν,
οἱ δ᾿ εὐθέως Ϡτράπεζαν αὐτῷ ἡτοίμασαν,Ϡ τὸ τοῦ θείου φάναι Δαβίδ, Ϡἐξ ἐναντίας τοῦ
θλίβοντος αὐτόν.Ϡ ὡς γὰρ ἤδη καὶ τροφῆς ἱκανῶς μετεῖχον καὶ μνήμῃ Θεοῦ μᾶλλον ἢ
τοῖς βρώμασιν ἐντρυφᾶν ἔσπευδον, διάρας ὁ μέγας ἄφνω τοὺς ὀφθαλμοὺς καὶ προσσχών
τινι τῶν παρισταμένων, ἐκάλει τε αὐτὸν ἐξ ὀνόματος καὶ μετεκαλεῖτο πρὸς ἑαυτόν.
τὸν δ᾿ ἐπεὶ παρέστη πλησίον, «ἵνα τί» φησὶ πρὸς αὐτὸν ἐμβλέπων «καὶ σεαυτῷ θάνατον
καὶ τῷ σῷ κυρίῳ κίνδυνον ἔμελλες προξενεῖν, χρημάτων κατατολμήσας βασιλικῶν ἀλλὰ
σύ γε πρὸς τάχος ἀπελθών, ὃ κατώρυξας, χρυσίον ὡς ἡμᾶς ἔνεγκε, εἴ σοι μέλει καὶ
οἴκτου καὶ συγγνώμης τυχεῖν.» ἤκουσεν ἐκεῖνος· καὶ οἷα πέδῃ τῷ λόγῳ τὴν γλῶτταν
δεθεὶς καὶ μηδ᾿ ἀντειπεῖν ὅλως δυνηθείς, ἅτε καὶ τὸ συνειδὸς αὐτῷ συμμαρτυροῦν ἔχων
καὶ συμφθεγγόμενον, τὸ τοῦ σκότους ἔργον φωτὶ μετανοίας διορθοῦν ἔσπευδε· καὶ πεσὼν
εὐθύς, ποδῶν ἥπτετο τῶν ἁγίων, χεῖρας οἱονεὶ καθαίρων κλοπῇ
[p. 190] μολυνθείσας, καὶ τὸ κακῶς πραχθὲν ἐξωμολογεῖτο καὶ συγγνώμην θερμῶς ᾐτεῖτο·
ἧς καὶ τυχών (τοῦτο γὰρ ἦν τῆς ἁγίας ἐκείνου ψυχῆς, ἵνα μὴ τὴν πληγὴν δείξῃ μόνον,
ἀλλὰ καὶ τὴν θεραπείαν ὡς τάχος ὀρέξῃ), ἄπεισιν εὐθέως καὶ τὸ χρυσίον ὑπὸ πᾶσιν
ὀφθαλμοῖς ὁρῶσι σῶον μετακομίζει. ὅρα τοιγαροῦν ὅσα συνέδραμεν ἐν ἑνὶ καὶ τῷ αὐτῷ
θαύματι. ὁ ἀθυμῶν ἀνείθη, τοῦ αἰτίου τῆς λύπης ἀνασωθέντος· ὁ νοσῶν ἀδήλως ὡδηγήθη
πρὸς θεραπείαν· τὸ τοῦ σκότους ἔργον ἠλέγχθη, ἐκκοπὴν παρέχον τῇ προόδῳ τῆς ἁμαρτίας·
ὁ κακοῦ παντὸς αἴτιος ᾐσχύνθη· καὶ Ξριστὸς διὰ τοῦ οἰκείου δηλαδὴ θεράποντος ἐδοξάσθη.
ὑπέστρεφε τοίνυν ὁ θεῖος Λουκᾶς, τῶν μὲν ἀνθρωπίνων ἐπαίνων οὐδὲν ὅλως μεταποιούμενος,
πρὸς δὲ τὸν θεὸν «παρὰ σοῦ» λέγων «ὁ ἔπαινός μου» τοῖς ἀδήλοις τῆς ψυχῆς χείλεσιν.
54. ἀφικομένου ποτὲ τοῦ μεγάλου πρὸς τὸν θεοφιλῆ Ἀντώνιον, ὃς τοῦ πρὸ τῆς πόλεως
Θηβῶν σεμνείου προεστηκὼς ἦν (εἰώθει γὰρ ὁ θεῖος οὗτος ἀνὴρ ἀνδράσι παραβάλλειν
Θεοῦ φόβῳ κατηρτισμένοις), συνέβη τινὸς υἱὸν οὐ τῶν τυχόντων ἀλλὰ τῶν τὰ πρῶτα κομιδῇ
φερόντων τῆς πόλεως νόσῳ περιπεσεῖν. ἡ δὲ νόσος ὡς χαλεπή, θανάτου τε οὐ μακρὰν
οὖσα καὶ οὐδεμίαν ἐλπίδα τῆς ἀνακλήσεως ἔχουσα. πάντων οὖν παρακαθημένων αὐτῷ, φίλων,
συγγενῶν, οἰκείων, καὶ δεινῶς τὴν καρδίαν παθαινομένων, ἐπεὶ καὶ ὅσον οὔπω θανεῖν
ἠλπίζετο, εἷς τῶν παρόντων μνήμην τινὰ καὶ λόγον εἰσήνεγκε τοῦ ὁσίου καὶ ὡς· «εἰ
μετακληθείη οὗτος τὸν νοσοῦντα ἐπισκεψόμενος, οὐ πολλὰ τὸ μεταξὺ στυγνάσομεν, ἀλλὰ
θᾶττον ἂν καὶ ἡμεῖς δακρύων καὶ ὁ κλινήρης ὅδε τῆς νόσου ἀπαλλαγείη.» τούτων ἀκούσας
ὁ τοῦ κειμένου πατὴρ οὐδὲν ἔμελλεν, ἀλλ᾿ εὐθέως ἡ μονὴ τοῦτον εἶχεν, ἐν ᾗ καὶ ὁ
μέγας παρὼν ἦν· καὶ πρὸ τῶν αὐτοῦ ποδῶν ἐκυλίετο, στένων ἐλεεινῶς, οἰμώζων, δάκρυσί
τε τὸ ἔδαφος καταβρέχων. τί μὴ ποιῶν ἢ λέγων τῶν ὅσα πρὸς οἶκτον ἐπισπᾶσθαι καρδίαν
ἐπαγωγὰ ἦν ἐπεὶ δὲ πείθειν αὐτὸς τὸν ἅγιον οὐχ οἷός τε ἦν, νεύει καὶ Ἀντωνίῳ συνάρασθαι
αὐτῷ τῆς πρεσβείας. κἀκείνου θερμὴν εἰσενεγκόντος τὴν ἱκετείαν καὶ τὸ πάθος ἐκτραγῳδήσαντος,
οὐδὲν ἧττον ὁ σφόδρα συμπαθὴς ἀπαθὴς ἔμενε τοῖς ἐκείνου
[p. 191] λόγοις καὶ πρὸς τὴν αἴτησιν ἀπαράκλητος, «τίς εἰμί» λέγων «ἐγώ καὶ τί παρ᾿
ἐμοὶ τῶν μεγάλων ὅτι τοιαύτην ἔχοντες περὶ ἐμοῦ τὴν δόξαν ἠπάτησθε εἷς ἰατρὸς μόνος
ψυχῶν ὁμοῦ καὶ σωμάτων, ὅς ἐστι δυνατὸς καὶ θανάτου ῥύσασθαι, ὁ πλάσας ἡμᾶς δηλαδὴ
θεός· ἄνθρωπος δὲ φθαρτὸς ἐγὼ καὶ ἁμαρτίαις ὑπεύθυνος, οὐμενοῦν οὐδὲν τοιοῦτον ὅλως
δυνάμενος.
55. ἐπεὶ τούτων ὁ τοῦ νοσοῦντος πατὴρ ἤκουσεν, ὑπέστρεφεν εὐθὺς τεταπεινωμένος,
δεδακρυμένος, τὴν τοῦ παιδὸς σωτηρίαν ἀπηλπικώς. ὀψίας δὲ γενομένης, ἰδίᾳ συνὼν
καὶ κοινολογούμενος ὁ Ἀντώνιος τῷ ἁγίῳ, «οὐ καλῶς, οἶμαι, πάτερ» φησί «τίμιε, οὐδὲ
τοῖς θείοις ἀκολούθως νόμοις τὸν νοσοῦντα οὐκ ἐπεσκέμμεθα, καὶ ταῦτα πολλοῖς ὅσοις
καὶ θερμοῖς τοῖς δάκρυσιν ἀξιούμενοι. λείπεται τοίνυν καὶ ἡμᾶς ἀκοῦσαι καὶ μάλα
δικαίως τὸ Ϡἀσθενὴς ἤμην καὶ οὐκ ἐπεσκέψασθέ με.Ϡ μὴ γὰρ ἑαυτοὺς εἰσωθοῦμεν ἡμεῖς
ἐπιδεικτικῶς τε καὶ φιλοτίμως πόσῃ δὲ ἄρα εἰκὸς καὶ ἀθυμίᾳ περιπεσεῖσθαι πόσοις
διαπαλαῖσαι τοῖς λογισμοῖς τοὺς περὶ τὸν νοσοῦντα συνειλεγμένους ὥστε γνώμην ἐμὴν
ἔρημον ὅλως φιλανθρωπίας τὸ πρᾶγμα καὶ περιττῶς ἄσπλαγχνον.» πρὸς ταῦτα ὁ θεῖος
Λουκᾶς «καὶ τὸ ἰᾶσθαι» φησί «τοὺς νοσοῦντας Θεοῦ μόνου καὶ τῶν ἀξίων τῆς αὐτοῦ χάριτος
ἴδιον καὶ τὸ τοὺς ἀθυμοῦντας παρακαλεῖν τῶν λόγου καὶ φρονήσεως ἱκανῶς ἐχόντων.
ἐγὼ δὲ οὐ τοῦ πρώτου μόνου μακρὰν ὤν, ἀλλὰ καὶ τοῦ δευτέρου πολλὰ λειπόμενος, κατὰ
τί ἄρα συνοίσω τοῖς ζητοῦσι παραβαλών εἰ δέ σοι καλὸν τοῦτο καὶ θεῷ φίλον εἶναι
δοκεῖ, αὐτὸς μὲν ἡγοῦ τῆς ἐκεῖ φερούσης, ἐγὼ δὲ οὐκ ὀκνηρῶς ἕψομαι, ἀλλὰ καὶ τὴν
οἰκίαν εἰσιόντι σοι συνεισελεύσομαι.»
56. ἀναστάντες τοίνυν, εὐθὺς ὁδοῦ εἴχοντο· ἐπεὶ δὲ καὶ τὴν πόλιν κατέλαβον καὶ τῆς
οἰκίας ἔνδον ἐγένοντο, ἑσπέρας ἤδη βαθείας οὔσης, εὑρίσκουσι τὸν νοσοῦντα φωνῆς
ἀποροῦντα πάσης, ἤδη δὲ καὶ αἰσθήσεως, τὰς μὲν ἐν αὐτῷ ζωτικὰς δυνάμεις ἀποκαμούσας,
μόνῳ δὲ τῷ ἄσθματι τὸ νεκρὸν εἶναι μὴ πιστευόμενον. οἱ μὲν οὖν παρόντες ἠρέμα καὶ
ἡσυχῇ τὸ δάκρυον ἔσταζον, μόνον δὲ τὸν αὐτοῦ πατέρα ἐγγύς που τῆς κλίνης παρακαθίσαντι
τῷ ἁγίῳ «εὖξαι, τίμιε πάτερ,»
[p. 192] εἰπεῖν «ὑπὲρ τοῦ σοῦ δούλου καὶ ἡμῶν υἱοῦ. Ϡποίησον μετ᾿ αὐτοῦ σημεῖον
εἰς ἀγαθόν.Ϡ ἴδοιμι τοῦτον ὡς ἐγώ τε ὁ ἄθλιος πατὴρ βούλομαι καὶ αἱ σαὶ πρὸς θεὸν
εὐχαὶ δύνανται.» ἐκείνου δὲ ἀνανεύοντος καὶ μηδὲν αὐτῷ κοινὸν εἶναι καὶ τοιούτοις
θαύμασι λέγοντος, ὁ πατὴρ πάλιν ἱκέτευε, προσέπιπτεν, ἠντιβόλει τὸν μοναχὸν Ἀντώνιον,
οἱονεὶ συνεφαπτόμενον αὐτῷ τῆς δεήσεως ἔχων καὶ τὴν εὐχὴν ἐπισπεύδοντα. μόλις οὖν
πεισθείς, ἐξανέστη, καὶ τὰς χεῖρας ὑψοῦ διάρας εἰς ἀκοὰς ηὔξατο πάντων. εἶτα μετὰ
τὴν εὐχὴν ἀπῄεσαν. καὶ τότε μὲν ἀμφοτέρους ἡ μονὴ ἔσχεν. ἕωθεν δὲ ἀναστὰς ὁ μέγας,
εὐθὺ τοῦ ὄρους ἐχώρει, τὴν ἐξ ἀνθρώπων δόξαν ὅλῳ ποδὶ διαφεύγων· ᾔδει γὰρ τὸ μέλλον
ἐκ τῆς εὐχῆς ἔσεσθαι. ὁ τοίνυν χρηστὸς Ἀντώνιος ἐθέλων μαθεῖν εἴ τι τῆς τοῦ ἁγίου
εὐχῆς ὁ νοσῶν ἀπώνατο, πέμπει πευσόμενος τοὺς ἐπὶ τῆς οἰκίας. καὶ ὁ πεμφθεὶς ἐπανῄει,
λέγων ἐκεῖνα ἃ καὶ λέγειν φρικτὸν καὶ σιωπᾶν ἄγαν φθονερὸν καὶ κακόηθες. τὸν πρὸ
μικροῦ σχεδὸν ἐν νεκροῖς λογισθέντα καὶ τὸ ζῆν ἤδη ἀμφισβητήσιμον, ἔφιππον ἄρτι
προελθεῖν τοῦ οἴκου καὶ πρὸς τὸ βαλανεῖον ἐρρωμένον οἴχεσθαι.
57. τοὺς ἑωθινοὺς ὕμνους ἅμα τοῖς συνοῦσιν ἀδελφοῖς ὁ μέγας ᾅδων ποτὲ καὶ ἤδη πρὸς
τῷ τέλει γενόμενος, τῷ τῆς τραπέζης ἐπιμελητῇ μοναχῷ «σοὶ δέ, ὦ τέκνον,» φησίν «ἐπιμελὲς
γενέσθω μικρόν τι ἔδεσμα εὐτρεπίσαι τοῖς ἐρχομένοις ὡς ἡμᾶς ἀδελφοῖς, ὥστε καὶ βραχύ
τι ἀνεθῆναι τὸν κόπον αὐτοῖς.» ᾤχετο οὖν ἐκεῖνος· καὶ ἀνθρακιὰν ποιήσας, εἶτα διηπορεῖτο
τί ποτε ἄρα ὁ τοῦ ὁσίου βούλεται λόγος. «ποῦ γὰρ ὁ προσαγγείλας» φησί «καὶ πόθεν
ὁρμηθεὶς ἐλήλυθεν ὁποῖοι δὲ καὶ οἱ φοιτῶντες συνήθεις ἢ γνώριμοι» οὕτως ἀπορηθείς,
ἔρχεται πρὸς τὸν ἅγιον καὶ «ὅτου χάριν» φησί «κεκέλευσμαι τράπεζαν ἑτοιμάσαι, μηδενὸς
ὄντος ᾧ τὰ πρὸς ἑστίασιν ἑτοιμάσομεν τίνες γὰρ οὗτοι καὶ τίς ὁ περὶ αὐτῶν προσαγγείλας»
οὕτως ἐκεῖνος ἀνθρωπίνως τάχα περὶ τοῦ κρείττονος ἢ κατὰ ἄνθρωπον λογιζόμενος. ὁ
μέντοι θεῖος ἀνὴρ πλάσματι ἀγνοίας τὸ πρόβλημα διαλύων, «ἀλλὰ σύγγνωθι,» ἔφη «τέκνον·
ἔοικε γὰρ ὅτι πλανηθέντες ὑπὸ δαιμόνων εἰρήκαμεν, ὥστε παρασκευῆς φροντιστέον οὐδεμιᾶς.»
[p. 193] οὕτως ἀκούσας, ἠμέλει ὁ μοναχός. ἤδη δὲ τῆς ἡμέρας περὶ αὐγὰς οὔσης, φθάνουσι
μετ᾿ ὀλίγον καὶ οἱ πρὸς τὸν μέγαν φοιτῶντες, ὧν αὐτὸς καὶ προειρήκει τὴν ἄφιξιν.
τούτους ἐπεὶ ὁ μοναχὸς ἐθεάσατο, ἀπιστίαν μὲν ἑαυτοῦ κατέγνω, ἠγάσθη δὲ τὸν πατέρα
τῆς διοράσεως, πλὴν καὶ οὕτως οὐκ ἀπέσχετο πείρας, ὥστε δὴ καὶ μαθεῖν περὶ ὧν ἀμφίβολος
ἦν. προσελθὼν τοίνυν, παρ᾿ αὐτῶν ἐμάνθανε τῶν πεφοιτηκότων τίνες τε εἶεν καὶ ὅθεν
ἥκοιεν καὶ ὅπως καὶ δι᾿ ἣν ἄρα παρέβαλον τὴν αἰτίαν καὶ ὡς οὔτε ἄλλοτέ ποτε πρὸς
ὄψιν ἔλθοιεν τῷ ἁγίῳ οὔτε τὴν ἑαυτῶν ἄφιξιν νῦν ἐφθάκασι προμηνύσαι. ὡς δὲ καὶ ἑψήσας
τὰ ἐδέσματα παρετίθει, ὅπερ ἐκεῖνος ἔδρασε κατὰ τὸ λανθάνον, τοῦτο τὸν μέγαν διέλαθεν
οὐδαμῶς, μέρος τι τοῦ ὄψου ὑποκρατήσας καὶ ἑαυτῷ πρὸς βρῶσιν ταμιευσάμενος. ἐκεῖνον
μὲν οὖν αὐτίκα ὕδωρ ἀντλήσοντα παραπέμπει· αὐτὸς δὲ ἀναστὰς καὶ τῆς χύτρας λαβόμενος,
ὅλην κατακενοῖ τοῦ πίνακος. οἱ μὲν οὖν ἑστιώμενοι μετὰ τὸ φαγεῖν ἀπῄεσαν. ἐπανελθὼν
δὲ ὁ μοναχὸς καὶ τροφῇ χρήσασθαι βουληθείς, ἐπεὶ μὴ εὗρεν ὃ ἔφθασε ταμιεύσασθαι,
πολὺς ἦν ἀλύων καὶ θρασυνόμενος καὶ τοῦ πατρὸς ὡς σφόδρα ἠδικημένος καταβοῶν καὶ
«τί δαί οὐκ ἄξιός εἰμι καὶ αὐτός» φάσκων «ἐπ᾿ ἴσης τοῖς ξένοις προνοίας εἰ δὲ καὶ
μὴ αὐτὸς ὄψου δέῃ,» φησίν «ἡμᾶς δεομένους ὅτου χάριν ἀποστερεῖς» πρὸς ὃν ὁ ἅγιος
ἠπίως μάλα καὶ προσηνῶς «εὐφημεῖν, ἀδελφέ, δέον καὶ τροφῆς μετέχειν ὡς χθὲς καὶ
πρότερον. ἐκεῖνο γάρ» ἔφη «τὸ ὄψον τοῖς ἐνταῦθα πεφοιτηκόσιν οὐχ ἡμῖν ἡτοίμασεν
ὁ θεός. πάντως δὲ οὐκ ἀδύνατος, εἰ συμφέρον οἶδε, καὶ ἡμᾶς ἐδέσμασι τρυφῆς διαθρέψαι.»
οὕτως ἀκούσαντα τὸν ἀδελφὸν μετάνοια τῶν ὑπ᾿ αὐτοῦ λεχθέντων εἰσῄει. γόνυ τοιγαροῦν
κλίνας, συγγνώμην εὐθὺς ᾐτεῖτό τε καὶ ἐλάμβανε.
58. πολλὰς δὲ τὰς ἐν ἐκείνῳ τῷ τόπῳ φέρων ὀχλήσεις διὰ τὸ καὶ πολλοὺς εἶναι τοὺς
ὁσημέραι φοιτῶντας καὶ τὸ φιλήσυχον αὐτῷ καὶ γαληνὸν ὑποφθείροντας, ἐβούλετο μὲν
ἐκεῖθεν ἀναχωρεῖν καὶ πρὸς ἐρημικωτέρους μεταβῆναι τόπους· οὐ μὴν πειθόμενον ἑαυτὸν
παρεῖχε τοῖς λογισμοῖς, ἅτε τῷ οἰκείῳ θελήματι ἀντιπίπτειν εἰδὼς καὶ συμβαίνειν
ἁπλῶς οὐδέποτε. ταύτῃ τοι καὶ τὸν διακονούμενον αὐτῷ μοναχόν, Γερμανὸν
[p. 194] ὄνομα, εἰς Κόρινθον ἔγνω πέμπειν πρὸς τὸν τότε τὴν ἀρετὴν περιβόητον. Θεοφύλακτος
οὗτος ἦν ὁ σοφός, ὃς τῆς θύραθεν σοφίας διδάσκαλος ὤν, οὐδὲν ἧττον ἀπὸ τῶν ἔργων
καὶ τοῖς ἐρασταῖς τῶν καλῶν τὴν ἀρετὴν παρεδίδου. πρὸς τοῦτον τοιγαροῦν ἐκπέμψας,
τί ποιητέον ἐζήτει μαθεῖν, πότερον ἐνταῦθα μένειν καὶ οὕτω φέρειν ὑπὸ πολλῶν ὀχλούμενον
ἢ τοὺς ἀβάτους τοῖς πολλοῖς καὶ ἀνθρώπων σπανίζοντας ἀνθελέσθαι τόπους. ὁ δὲ τὸ
τοῦ θείου ἔλεγεν Ἀρσενίου ἄριστα ἔχον, «κρατεῖν δεῖ· φεύγειν γὰρ ἐκεῖνος τοὺς ἀνθρώπους
ἔφη καὶ σώζεσθαι καὶ αὖθις Ϡφεῦγε, σιώπα, ἡσύχαζε.Ϡ»
59. τούτων ὁ θαυμάσιος ἀκούσας Λουκᾶς, τῶν τοῦ Ἰωαννίτζη μερῶν ἀφίσταται καὶ πρός
τι χωρίον Καλάμιον οὕτως ἐπιχωρίως καλούμενον μεταβαίνει· ὃ μὴ μόνον εὖ ἔχον ἡσυχίας
ἀλλὰ καὶ ἀέρος ἐν καλῷ κείμενον σφόδρα ἐκεῖνος ἠσπάσατο· ἐν αὐτῷ τε διάγων ἠγάλλετο
τὴν ψυχήν.
60. ἐν τούτῳ φασὶ συνενεχθῆναί τι τοιοῦτον ὃ λήθης οὐκ ἔστιν ἄξιον. πλοῖον προσωρμίσθη
ποτὲ τῷ τοῦ Καλαμίου τοῦδε λιμένι· οὗπερ ἐξελθόντες οἱ ναῦται, καθ᾿ ὕδατος ἄντλησιν
προσέρχονται καὶ τῇ τοῦ μεγάλου καλύβῃ. ἐπεὶ δὲ ἐκεῖνος ἔτυχε μὴ παρών, τὸν μύλωνα
ὃν πρὸς ἀναγκαίας ἐκέχρητο χρείας (ὃν καὶ χειρόμυλον εἰθισμένον καλεῖν) λαβόντες,
ἀπῄεσαν. εἶτα μετ᾿ ὀλίγον ἐπανελθόντα τὸν ἅγιον καὶ αἰσθόμενον κατὰ πόδας χωρεῖν
ἐκείνους μεταδιώκοντα. ἐπεὶ δὲ καὶ κατελάμβανε, τὸ ἀφαιρεθὲν ἀπῄτει· αὐτῶν δὲ μηδὲν
δρᾶσαι τοιοῦτον ἰσχυρῶς διατεινομένων, ὁ μέγας «καὶ εἰ μηδέν» ἔφη «συνοίδατε, ἀλλ᾿
ὑμεῖς μὲν καλῶς ἄπιτε. ὁ θεὸς δὲ τὸν ὑφελόμενον ὡς αὐτῷ δοκοῦν μετελεύσεται.» οὕτως
εἰπόντος, ὀλίγον ἦν τὸ ἀπὸ τοῦ λόγου καὶ ἡ θεία δίκη, καίτοι μέλλειν ὡς τὰ πολλὰ
εἰωθυῖα, ὀξύτερον ἄρτι μετῄει. καὶ ὁ τὴν μύλην ὑφελόμενος πεσὼν εἰς γῆν, νεκρὸς
ἔκειτο, χαλεπὸν κλοπῆς ἐπιτίμιον τὸν θάνατον ὑποσχών, ἵνα καὶ χεῖρες αἱ πρὸς τὸ
κακουργεῖν πρόχειροι συσταλῶσι καὶ οἱ θρασέως καταφρονοῦντες ἐπιεικείας μάθωσιν
ὅτι Ϡκαρπός ἐστι τῷ δικαίῳ καὶ ὅτι ἔστιν ὁ θεὸς κρίνων αὐτοὺς ἐν τῇ γῇ.Ϡ τὸν μέντοι
θεῖον Λουκᾶν λύπη μετῄει πολλὴ καὶ συχναὶ διῆλθον ἡμέραι
[p. 195] σκυθρωπάζοντα καὶ ὀδυρόμενον ἔχουσαι τὸν πικρὸν ἐκείνου καὶ μετανοίας χωρὶς
θάνατον.
61. τρίτον ἔτος ἐνταῦθα διαγενέσθαι τῷ μακαρίῳ φασίν, εἶτα τοῦ ἔθνους τῶν Τούρκων
τὴν Ἑλλάδα κατατρεχόντων, εἰς τὸ πλησιάζον νησίον σὺν ἅμα τοῖς κύκλῳ χωρίοις καὶ
αὐτὸς εἰσέρχεται. ὅπερ Ἀμπελὼν μὲν λέγεται, ἔστι δὲ ἐσχάτως αὐχμηρόν τε καὶ ἄνυδρον.
γίνεται οὖν τοῦτο γυμνάσιον ἀρετῆς τῷ γενναίῳ καὶ πρόξενον καρπῶν ἀγαθῶν· ἀπιὼν
γὰρ ἑκάστης καὶ ὕδωρ μετακομίζων, ἐδίδου τοῖς ὄχλοις οὐχ ὕδατος δὲ μόνον, ἀλλὰ καὶ
οἴνου καὶ σιτίων, ὅτε παρῆν, αὐτοῖς ἐκοινώνει· ἔστι δ᾿ ὅτε καὶ ἁλιεύων, ἰχθῦς προῖκα
παρεῖχε. τοῦ μέντοι λαοῦ περαιωθῆναι βουλομένου πρὸς τὴν Πέλοπος, ὡς οὐκέτι τῆς
Ἑλλάδος ἐλευθερίαν τὴν ἀπὸ τῶν ἐθνῶν ὄψεσθαι προσδοκωμένης αὐτοῖς, ἀπεῖργεν ἐκεῖνος,
«ἐαρινὸν τὸ νέφος, ἀδελφοί,» λέγων «καὶ ὅσον οὔπω διαλυθήσεται καὶ ἡ αἰθρία φαιδρότερον
ἡμῖν ἐπιλάμψει. εἴ γε δὴ καὶ μὴ τέλεον ἀνεθῇ τὰ ἑσπέρια βαθείας ἀπόνασθαι τῆς γαλήνης,
ἀλλὰ ταὐτὸν πείσεται τοῖς Ἰσραηλίταις, ὧν τὸ πρὸς κακίαν εὐχερὲς καὶ δυσκόλως ἰάσιμον,
ἵνα μὴ λέγω καὶ παντελῶς ἀνίατον, ὁ πάντα εἰδὼς {ἐπιστάμενος} οὐκ ἀφῆκε τὸν τοῦ
Ναυῆ τὰ παρακείμενα τῇ Σιὼν ἔθνη παντάπασιν ἀπολέσαι, ἵνα ἔχοιεν ἁμαρτάνοντες ἐπὶ
θύραις αὑτοῖς τοὺς σωφρονιστάς, οὐχ ὡς ἀποροῦντος ἄλλης τοῦ Θεοῦ παιδείας ἀλλ᾿ ὡς
ἂν ἐπηρτημένην ἀεὶ τὴν μάστιγα θεωροῦντες, ἀσφαλέστερον διαζῶσιν.»
62. ὁ μέντοι τοῦ Θεοῦ ἄνθρωπος ἐπὶ τρισὶ πάλιν χρόνοις ἐν τῷ νησίῳ τούτῳ διαζῶν
ἦν, οὐ τροφῆς πολλάκις ἀλλὰ καὶ αὐτοῦ ὕδατος στέρησιν ὑπομένων· εἴ ποτε γάρ, ἀνέμων
ἀγρίων ἐπιπνευσάντων, ἄπλωτος ἡ θάλασσα ἦν, μὴ ἐφιεῖσα διελθεῖν αὐτῷ καὶ ὑδρεύσασθαι,
διέμενεν οὕτως ἐπὶ πολὺ τῷ δίψει διατηκόμενος. οὐ μὴν ἀλλὰ καὶ ἄλλην ὁ ἐχθρὸς αὐτῷ
πληγὴν ἐξευρίσκει· ἐν γὰρ τοῖς παιδογόνοις αὐτοῦ μορίοις κνησμὸν ἐπιβάλλει οὕτω
χαλεπόν τε καὶ ἄγριον, ὡς ὀλίγου δεῖν ἐκκοπῆναι ταῦτα παρασκευάσαι. τίς οὖν ᾗ ἐκέχρητο
πρὸς τοιόνδε κακὸν θεραπεία εὐχὴ συνεχὴς πρὸς θεόν τε καὶ τὸν ἐκεῖσε σαρκικῶς ἅγιον
κείμενον, ὃς ὄναρ αὐτῷ ἐπιφανείς, βοτάνην ὑποδεικνύει, «διὰ ταύτης» λέγων «τοῦ μὲν
[p. 196] λυποῦντος εὑρήσεις ἴασιν· πλὴν ἀλλ᾿ ἴσθι σαφῶς ὅτι τοῦ ἐντεῦθεν ὀφειλομένου
μισθοῦ τῆς ὑπομονῆς ἀποτεύξῃ.» εἶτα διεγερθεὶς ἐκεῖνος, οὐ κακὸς ἐφάνη περὶ τὴν
αἵρεσιν τοῦ λυσιτελοῦντος διαιτητής, οὐδ᾿ ἄνεσιν τοῦ πρὸς μικρὸν αὐτῷ διοχλήσοντος
αἰωνίας προέκρινεν ἀντιδόσεως, ἀλλ᾿ εἵλετο πάσχειν οὕτως, ἕως ὁ τῶν γνώσεων κύριος
καὶ προθέσει μόνῃ πράξεως συντέλειαν ἐπιγράφων καὶ τὴν πληγὴν ὡς οἶδεν ἰάσατο καὶ
τελείους τῷ ἀθλητῇ τοὺς μισθοὺς εἰς τὸ μέλλον ἐταμιεύσατο.
63. ἡ τοῦ μακαρίτου Λουκᾶ ἀδελφή, ἧς καὶ πρότερον ὁ λόγος ἐμνήσθη, ταλαιπωροῦντι
καὶ πονουμένῳ περὶ τὸ λεχθὲν νησίον τῷ ἀδελφῷ ἄρτους προσφέρει. οὓς ἐκεῖνος λαβών,
τῆς μὲν προθέσεως αὐτὴν ἀποδέχεται, «οὐδένα δὲ τούτων» φησίν «αὐτὸς ἔδομαι, ὅτι
μηδὲ πρὸς ἐμήν, ἀλλὰ πρὸς ἑτέρων αὐτοὺς χρείαν ἡτοίμακεν ὁ θεός· καὶ εἴ σοι θέλησις,
ὄψῃ τούτους καὶ τῆς χρείας θαυμάσεις τὸ ἀναγκαῖον καὶ εὔχρηστον.» οὕτως εἰπόντος,
ἡ μὲν ἠπορεῖτο καθ᾿ ἑαυτὴν καὶ ἰδεῖν περιέμενε τοὺς ἐλευσομένους· τὸν δὲ μετ᾿ ὀλίγον
λύπη δεινὴ καὶ ἀγωνία ἐλάμβανε καὶ συναλγεῖν ἐῴκει τισὶ κινδυνεύουσι καὶ συμπάσχειν
καὶ θερμῶς αὐτῶν ὑπερεύχεσθαι. εἶτα καὶ δῆλος ἦν ὑπέχων τὰ ὧτα, καθάπερ ψόφου ποθὲν
εἰς αὐτὸν διαβαίνοντος, ὀψὲ δὲ καὶ πρὸς τὸ τέλος, οἷα τοῦ πράγματος καλὴν τὴν ἔκβασιν
δεξαμένου, ἀναθαρσῶν ἑωρᾶτο, καὶ ἡδονῆς ἔμπλεως καὶ τῷ θεῷ προσφέρων εὐχαριστίαν.
64. ἡ δὲ αἰτία τούτων. πλοῖον ἦν ἐξ Ἰταλίας μὲν ἀναγόμενον, ἤδη δὲ μεσούσης νυκτὸς
χειμαζόμενον ἰσχυρῶς· ὅπερ εὐχαῖς ἐκείνου διαφυγὸν τὸν κίνδυνον, εἰς τὸ αὐτοῦ νησίον
μόλις καταίρει. ὡς οὖν καὶ τοῖς ναύταις οὐκ ἄγνωστος ἦν τίς ὁ ἐνταῦθα διατρίβων
ἐστίν, ἀποβάντες εὐθὺς τοῦ πλοίου, προσίασι τῷ ἁγίῳ, περὶ τῶν συμπεσόντων διαλεγόμενοι
καὶ τὸ τῆς σωτηρίας ἀνέλπιστον ἐξηγούμενοι, ἀγνοοῦντες ὅτι πρὸς ἐκεῖνον οἱ λόγοι,
ὃς πολλῷ πρότερον καὶ τὴν συμφορὰν διέγνω καὶ τοῦ κρείττους ὀφθῆναι τῆς συμφορᾶς
μόνος ὑπῆρξεν αὐτοῖς αἴτιος. ὁ μέντοι θεῖος ἀνὴρ καὶ περιουσίαν ἀγάπης πλουτῶν καὶ
ταῖς ἀληθείαις φιλανθρωπότατος, αὐτοῖς τε τοὺς ἄρτους παρετίθει τοὺς τῆς ἀδελφῆς
καὶ οὐδὲν
[p. 197] ἄλλο ἦν ὃ μὴ ἐποίει πρὸς θεραπείαν τῶν ἀνδρῶν καὶ ἀνάκτησιν, ἔργῳ τε καὶ
λόγῳ παραμυθούμενος αὐτοὺς καὶ ἀναλαμβάνων καὶ προθυμούμενος, εἴπερ οἷόν τε καὶ
αὐτὰ διανοῖξαι τὰ σπλάγχνα καὶ εἴσω τούτους εἰσδέξασθαι διὰ τὴν ἀφθονίαν τῆς προαιρέσεως.
τοιοῦτόν ἐστι τὸ ἱλαρῶς διδόναι καὶ ἀβραμιαίαν ἔχειν ἐν τῷ ξενοδοχεῖν τὴν ψυχήν,
μηδὲν σκυθρωπόν, μὴ φειδωλὸν ὑποφαίνοντας, πολλῷ προθυμότερον διδόναι προαιρουμένους
ἢ ἐκείνους λαβεῖν καὶ τὴν αἰδῶ νικῶντας τῶν δεομένων τῷ φιλοτίμῳ τῆς μεταδόσεως.
65. ὥρα δὲ καὶ περὶ τῆς αὐτοῦ μεταβάσεως νῦν εἰπεῖν καὶ ὅπως τόδε τὸ νησίον ἀπολιπών,
εἰς τὸν τόπον, ὃς καὶ θανόντα τοῦτον ἑώρακε καὶ νῦν τὸ ἱερὸν αὐτοῦ πλουτεῖ λείψανον,
μεταβαίνει.
66. οἱ τῷ ἁγίῳ τῆς φυγῆς κοινωνήσαντες πολλῆς τε τῆς παρ᾿ αὐτοῦ θεραπείας ἔν γε
τῇ νήσῳ ταύτῃ μετεσχηκότες, οὗτοι δηλαδὴ μαθόντες οἷος ἐκεῖνος τὴν ἀρετὴν καὶ βουλόμενοι
τοῦτον ἐγγίζοντα ἔχειν, προσελθόντες καὶ τί μὲν οὐκ εἰπόντες, τί δὲ οὐ δράσαντες
τῶν πεῖσαι δυναμένων, φιλοσυνήθη ψυχὴν καὶ τὰς μεταβάσεις ἐπιεικῶς δυσχεραίνουσαν
ἀπάγουσι πρὸς τὸν τόπον ὡς, τό γε νῦν ἔχον, θεατὴν μόνον αὐτοῦ ἐσόμενον καὶ, εἰ
μὴ κατὰ γνώμην δοκῇ, πάλιν εἰς τὴν προτέραν ἐπανήξοντα παροικίαν. εἶτα περιστάντες,
«μέχρι τίνος» ἔλεγον «ἐμφιλοχωρήσεις τοῖς παραλίοις, πολλοῖς μὲν τοῖς ἐκ τῶν πλοίων,
πολλοῖς δὲ καὶ τῶν παραπορευομένων ὀχλούμενος τοῖς θορύβοις ὁρᾷς οἷος ὧδε χῶρος
ἐφ᾿ ὃν ἕστηκας, ὡς εὐκραής, ὡς ἐπιτερπής, θορύβου τε παντὸς ἐλεύθερος καὶ ἀνθρώποις
σχεδὸν ἄβατος ἄλλως τε δὲ καὶ ὕδατος εὐπορῶν τοῦ καθαρωτάτου, ὁμοῦ πρός τε χρείαν
δίψης καὶ πρὸς ἀρδείαν λαχάνων καὶ φυτῶν ἱκανῶς ἔχοντος οὐδὲν τῆς σῆς ἐπιθυμίας
ἐλλιπὲς εὑρήσεις ἢ ἀνάξιον, ἀλλὰ καὶ ἡμᾶς ἕξεις εὐπρόθυμόν σοι πᾶσαν ὑπηρετήσοντας
λειτουργίαν.»
67. ἀποδεξάμενος γοῦν αὐτούς τε τῆς προθέσεως ὁ Λουκᾶς καὶ τὸν χῶρον τῆς θέσεως
ὡς ὑπὸ Θεοῦ δειχθέντα, ἠγάπησέ τε καὶ ἐν αὐτῷ παροικεῖν τὸ λοιπὸν ᾑρετίσατο. ἔπειτα
τὸ ὕδωρ τῆς παρακειμένης ὕλης ἀπογυμνώσας, διαυγέστερον ὁμοῦ νάειν καὶ ἀφθονώτερον
παρεσκεύασεν, ὅσαι τε ὧραι,
[p. 198] φιλοκαλῶν καὶ καθαίρων καὶ παντοῖα φυτεύων φυτά, παράδεισον οἷον ἀπέδειξεν
ὡραιότατον, οὐ γεύσει μόνον ἀλλὰ καὶ ὀφθαλμοῖς χαριζόμενον. τὸ μέντοι κελλίον οὐ
πλησίον τούτου καὶ τῆς πηγῆς, ὡς πορρωτάτω δὲ μᾶλλον καὶ μεταξὺ τῶν θαμνωδῶν φυτῶν
ἔστησεν, ὥστε μὴ ῥᾳδίως τοῖς πολλοῖς ἐπίδηλον εἶναι· σκοπὸς γὰρ αὐτῷ τὰς τῆς κενῆς
δόξης ἀφορμὰς ἀεὶ περικόπτειν καὶ ὡς τεθνηκὼς μᾶλλον τοῖς παροῦσιν ἢ ζῶν εἶναί τε
καὶ νομίζεσθαι.
68. οὕτως οὖν ἔχοντα καὶ βίου καὶ προαιρέσεως ὁ πονηρὸς ἐκεῖνον οὐκ ἐνεγκών, οὐ
λογισμοῖς μόνον καὶ πειρασμοῖς ἀνθρώπων οὐκ ἀγαθῶν σφάλλειν ἔσπευδε τὸν γενναῖον,
ἀλλὰ καὶ σχήμασιν αἰσθητοῖς καὶ φαντάσμασιν· οἷος ἐκεῖνος πολύτροπος ταυτὶ καὶ παντοδαπός.
καί ποτε τῇ θύρᾳ παραστὰς ἐν σχήματι μέλανος ἀνθρωπίσκου (τοιοῦτος γὰρ φιλεῖ φαίνεσθαι,
οἷος δὴ καὶ ἀτεχνῶς ἐστι τὴν προαίρεσιν), «ἔκαυσάς με, καλόγηρε,» φησί, «πλὴν ἀλλὰ
μικρὸν ἐπίμεινον καὶ εἴσῃ σαφῶς τίς οἶδε σφοδρότερον καίειν.» τοῦ δὲ ἁγίου τὸν θεῖον
τοῦ σταυροῦ τύπον ἐπαφέντος αὐτῷ καὶ «καταργήσαι σε κύριος» ἐπειπόντος, εὐθέως ἐκεῖνος
ἀφίστατο καὶ ἀφανὴς ἐγένετο. ἔπειτα κατὰ πόδας τοῦ μοναχοῦ Γρηγορίου παραβαλόντος
(ὃς δήπου καὶ συνήθης ἦν τῷ ἁγίῳ), «συνήντηκέ σοι» πρὸς αὐτὸν εἶπεν «ὁ κονιδάριος»
τοιούτῳ γὰρ ὀνόματι καταπαίζειν ὁ μέγας εἰώθει τοῦ πονηροῦ. ἐκείνου δὲ διαμφιβάλλοντος
καὶ τίς οὗτος εἴη πυνθανομένου, «κοντὸς αἰθίοψ μοι παραστάς» φησί, «καὶ καύσειν
ἡμᾶς ὅσον οὔπω ἀπειλησάμενος, ᾤχετο φεύγων.» καὶ ὃς συνεὶς τὸ λεχθέν, «ἀλλ᾿ ἡμᾶς,»
ἔφη «πάτερ, τῶν αὐτοῦ βελῶν καὶ παγίδων ἐξέλοιτο κύριος, τοῦτο ἡμῖν τῶν εὐχῶν τῶν
σῶν διαπραττομένων· πρὸς σὲ γὰρ ἐκεῖνος ὑπὸ Θεοῦ σκεπόμενον ἄπρακτός ἐστι καὶ κενός.»
69. σὺν αὐτῷ τοίνυν ὁ μοναχὸς οὗτος Γρηγόριος τὰς ἱερὰς ἡμέρας τῶν νηστειῶν διανύων,
οὐ διελίμπανε προσιὼν αὐτῷ καὶ ὑπὲρ τῆς συντρόφου δεόμενος ἀσθενείας Θεοῦ δεηθῆναι
καὶ ἀπαλλαγὴν αὐτῷ εὔξασθαι τοῦ πιέζοντος· ἦν γὰρ νοσερὸν ἔχων τὸ σῶμα καὶ ὁ στόμαχος
αὐτῷ ἀρρώστως πάνυ διέκειτο. ἐκείνου δὲ ἀναβαλλομένου καθάπερ ἐν ἅπασι τοῖς
[p. 199] τοιούτοις καὶ μεῖζον ἢ κατὰ τὴν αὑτοῦ δύναμιν εἶναι τὸ αἴτημα ἰσχυριζομένου,
ὁ Γρηγόριος καὶ ἀλγῶν καὶ θαρρῶν (ᾔδει γὰρ ὅπως ἐκείνῳ τὰ πρὸς θεόν) οὐκ ἀφίστατο
ἀλλ᾿ ἐπέμενε τὴν αἴτησιν ἐπισπεύδων, ἕως οὐ πλέον εἴργειν αὐτὸν δυνάμενος ὁ θαυμάσιος,
«ταπεινὲ Γρηγόριε,» λέγει «περὶ σοῦ με τῆς παρελθούσης νυκτὸς δαίμονες ἠπατήκασι
καὶ οὐκ ἔχω τί σοι ἐρῶ.» τοῦ δὲ μὴ ἁπλῶς τοῖς ῥήμασιν ὑπαχθέντος, ἀλλὰ θείαν εἶναι
τὴν ὄψιν πιστεύσαντος, εἶτα καὶ δεομένου δῆλον αὐτῷ ποιῆσαι τὸ ὁραθέν, «ἄνδρα τινά»
ἔφη «φοβερὸν ἐδόκουν ὁρᾶν, ὃς πλησίον μὲν ἵστατο, χρυσοῖς δὲ καὶ φιλοτίμοις τοῖς
ἐσθήμασιν ἐκεκόσμητο. σοῦ δὲ παρὰ μέρος ἱσταμένου» φησί «καὶ τοὺς ὀφθαλμοὺς ὡς ἡμᾶς
ἔχοντος, Ϡτί δήποτεϠ πρὸς ἐκεῖνον εἶπον, Ϡοὕτοσί μοι διενοχλεῖϠ παραδείξας σέ. Ϡοἴκτειρον
αὐτὸν ἢ κἀμὲ μᾶλλον, τῆς τοιαύτης λύσας ὀχλήσεως.Ϡ ὁ δέ Ϡἄφες αὐτόν,Ϡ ἔφη· Ϡἐθέλει
γὰρ μοναχὸς γενέσθαι.Ϡ ἐμοῦ δὲ Ϡἀλλὰ καὶ ἤδη γεγένηται, ὡς ὁρᾷςϠ εἰπόντος καὶ δακτύλῳ
τὸ σχῆμα ἐπιδεικνύοντος, ἐκεῖνος Ϡτὸ μέτρον εἴρηκαϠ λέγει Ϡτῆς μοναδικῆς τελειότητος,
οὐχ ἁπλῶς τὸ σχῆμα· οὐδὲ γὰρ ἀπὸ τῶν ἐνδυμάτων, ἀλλὰ ἀπὸ τῶν πραγμάτων μᾶλλον καὶ
τῆς πρὸς ἀρετὴν ἐπιδόσεως ὁ ἀψευδὴς δείκνυται τοῦ μοναχοῦ χαρακτήρ.Ϡ» καὶ ταῦτα
μὲν ὁ τῷ μεγάλῳ φανείς. εἰ οὖν ἡ σταύρωσις καὶ τὸ νεκροῦσθαι τῷ κόσμῳ σύμβολον ἀκριβὲς
τῆς πρὸς ἀρετὴν τελειότητος, εὔδηλον ὅτι καὶ τὸ νοσεῖν εἰς αὐτὸ φέρει καὶ γυμνάσιον
ἀρετῆς ἐστι καιριώτατον· ὥστε πρὸς τὸ ἐθέλειν εἶναι μοναχὸν ἀληθῆ πλεῖστα συνεισφέρει
καὶ τὸ νοσεῖν. καὶ τοῦτο ἦν αἰνιττόμενον τὸ ῥηθέν «ἄφες αὐτόν· ἐθέλει γὰρ μοναχὸς
γενέσθαι.» οὐδὲν οὖν τὸ μετὰ ταῦτα προστίθησιν ὁ Γρηγόριος, ὅτι μὴ μόνον τὸν τριακοστὸν
ἔνατον ἐπῇδεν ἑαυτῷ ψαλμὸν πλὴν οὐκ εἰς τέλος αὐτόν. οὐμενοῦν περιεῖδεν ὁ τοῦ
Θεοῦ
ἄνθρωπος, ἀλλ᾿ ὄναρ ἐπιφανεὶς ἐν ἰατροῦ προσχήματι καὶ καυτῆρας αὐτῷ τῷ στομάχῳ
ἐπιβάλλειν δόξας, «ἄπελθε,» φησί «ταπεινὲ Γρηγόριε, ὑγιῶς ἔχων· οὐκέτι γὰρ ἐκ βρωμάτων
ὀδυνήσῃ τὸν στόμαχον.» τοῦτο εἰς ἔργον ἐξέβη, ὡς αὐτὸς ἐκεῖνος εἰσέτι περιὼν μαρτυρεῖ.
70. Πόθος, ὃν ἴσασι πάντες, ὃς καὶ τὴν τῆς Ἑλλάδος
[p. 200] ἀρχὴν οἷα στρατηγὸς ἔτυχε πιστευθείς, οὗτος ἐν Θήβαις τὰς διατριβὰς ἔχων,
ἔργῳ καὶ αὐτὸς τῆς συνοίκου τῷ μεγάλῳ χάριτος ἐπειράθη· ζάλης γὰρ οὐ μικρᾶς τὸ Βυζάντιον
ἐχούσης, ἅτε δὴ τυραννίδος ἐπιθέσεως κατὰ τοῦ τότε βασιλεύοντος (Κωνσταντῖνος οὗτος
ἦν ὁ χρηστός) μελετηθείσης, ἅπαντας τοὺς ὑπόνοιαν καὶ μικρὰν ὑποσχόντας ἐκεῖ συνήθροιζον.
μετάκλητος οὖν ὁ καὶ δηλωθεὶς Πόθος ὑπὸ τῶν τῆς συζύγου γραμμάτων γίνεται· τὸ μηδὲν
πάντα τὰ ἐν χερσὶν ἡγησάμενον, τὴν βασιλεύουσαν ὡς τάχος καταλαβεῖν· «τῷ τε γὰρ
βασιλεῖ» φησί «περισπούδαστος ἡ σὴ παρουσία καὶ ὁ τοῦ φιλτάτου σου παιδὸς θάνατος
τὴν ἄνοδον ἐπισπεύδει.» ταῦτα σκυθρωπὸν ἐκεῖνον ποιοῦσι καὶ πολλὴν αὐτῷ διαμάχην
τοῖς λογισμοῖς ἐμβάλλουσιν. εἶχε μὲν γὰρ αὐτὸν ὁ τοῦ παιδὸς θάνατος καὶ ἀνελθεῖν
ἤπειγεν· ἐδεδίει δὲ τὸν καιρὸν καὶ ὑπώπτευε μήποτε κινδύνοις ἀνελθὼν περιπέσοι·
καὶ μάλισθ᾿ ὅτι πρὸς βασιλέως μὲν οὐδαμῶς, παρὰ δὲ τῆς γυναικὸς μόνης ἀνελθεῖν ἐπιτέτραπτο.
οὕτως οὖν ἐπαμφοτερίζοντι καὶ ὑπὸ δύο παθῶν πόθου τε καὶ φόβου μεριζομένῳ, προσελθών
τις τῶν ἐν τέλει καὶ μνήμην περὶ τοῦ θείου Λουκᾶ ποιησάμενος, «ἀλλ᾿ εἰ τούτῳ» φησίν
«ἔλθοις εἰς ὁμιλίαν καὶ περὶ τῶν προκειμένων ἀνακοινώσῃ, οὐδέν σοι τὸ λοιπὸν ἀμφίδοξον
ἔσται περὶ τοῦ τί δεῖ ποιεῖν, ἀλλὰ σαφῶς περὶ τοῦ λυσιτελοῦντος εἴσῃ.» τοῦτο ἀκούσας
ὁ στρατηγός, οὐ χρόνῳ καὶ ἀναβολαῖς τὸ πρᾶγμα ἐδίδου, ἀλλὰ περὶ παντὸς ἐποιεῖτο
τὸ τῷ ἁγίῳ πρὸς ὄψιν ἐλθεῖν. καὶ τυχών, ἤκουεν οὐ λοξὰ καὶ ἀμφήριστα κατὰ τοὺς πυθίους
χρησμούς, ἀλλὰ τὸ συνοῖσον ἐπιδήλως καὶ καθαρῶς· ἔλεγε γὰρ μετὰ τοῦ προσήκοντος
ἤθους καὶ παραστήματος, οὔτε πρὸς ἐπίδειξιν ἀφορῶν οὔτ᾿ αὖθις τὴν ἐκείνου ἀρχὴν
ὥς τι μέγα καὶ θεσπέσιον ἐκπληττόμενος (οὐδ᾿ ὥσπερ ἡμεῖς οἱ ὅλως τοῦ καιροῦ γινόμενοι
ἀμέτρως τε ἅμα καὶ πρὸς τὸ ὑπερέχον ταπεινούμενοι καὶ τῶν μετριωτέρων ὑπεραιρόμενοι)·
«ἄνελθε, κῦρι ὁ στρατηγός, εἰς Κωνσταντινούπολιν ἀλύπως καὶ ἀδεῶς καὶ πάντα σοι
τὰ σκολιὰ κύριος εἰς εὐθέα μεταποιήσει· ὅ τε γὰρ βασιλεὺς εὐμενέσιν ὀφθαλμοῖς ὄψεταί
σε, πρὸς δὲ καὶ τιμῆς ἀξιώσει σε, τό τε παιδίον ἐρρωμένον αὐτὸς ὄψῃ καὶ πάθους παντὸς
ἐλεύθερον.»
[p. 201] ταῦτα ὁ στρατηγὸς ὡς ἐκ προφητικῆς καὶ θεοπνεύστου γλώττης ἀκούσας καὶ
μηδὲν ἐφ᾿ οἷς ἀκήκοεν ὅλως ἐπιδοιάσας, ὁδοῦ εἴχετο. ἐπεὶ δὲ καὶ κατέλαβε, πάντα
ἐκβεβηκότα ἰδών, οὐ σιωπῇ κρύπτει τὸ θαῦμα ἀλλὰ καλὸν διήγημα πολλῶν ἀκοαῖς παραδίδωσιν.
71. τὰ δὲ κατὰ τὸν ἐπιφανῆ καὶ περίβλεπτον Κρηνίτην πῶς ἄν τις μὴ γραφῇ καὶ μνήμῃ
παραδούς, ἢ φθόνου καὶ κακίας ἢ ῥᾳθυμίας ἐκφύγῃ γραφήν καὶ αὐτὸς γὰρ ὁμοίως τὴν
τῆς Ἑλλάδος ἀρχὴν πιστευθεὶς καὶ πρὸς αὐτὴν ἀπιών, ἐπεὶ τῇ Λαρίσῃ προσήγγισε, τῶν
περὶ τοῦ ἁγίου διηγημάτων, ἢ θαυμάτων μᾶλλον εἰπεῖν, τὰ ὦτα ὑποπλησθείς, εἰς ἔρωτα
ἦλθε τῆς ἐκείνου θέας καὶ ὁμιλίας. ὡς οὖν ἤδη περὶ τὰς Θήβας ἦν, αὐτίκα πρὸς αὐτὸν
ἐκπέμψας, μετεκαλεῖτο. καὶ ὃς οὐδὲν ὑπερθέμενος, τῷ πεμφθέντι συνηκολούθει. εὑρίσκει
τοιγαροῦν ἐπὶ τραπέζης ἁβρᾶς αὐτὸν ἀνακεκλιμένον, ἐπεὶ καὶ ἀρίστου καιρὸς ἦν. εἶτα
μαθόντος ἐκείνου καὶ ἐπιτρέψαντος, εἴσεισι καὶ αὐτὸς καὶ εἷς τῶν ἑστιωμένων γίνεται
καὶ ἀναστᾶσι συνανίσταται καὶ ὑποστροφῆς ἅπτεται, μηδὲ λόγου βραχέος, οὕτω συμβάν,
παρὰ τοῦ θερμῶς λίαν καλέσαντος καταξιωθείς. λύπη τὸν ἅγιον ἐν τούτῳ κατέσχεν οὐχ
ὑπὲρ ἑαυτοῦ (τίς γὰρ τούτου μᾶλλον ἐραστὴς ἀδοξίας), ἀλλ᾿ ὑπὲρ ἐκείνου καὶ τοῦ σεβασμίου
τῶν μοναχῶν σχήματος καὶ ὀνόματος, οὕτως ἐπ᾿ αὐτῷ περιφρονουμένου. ἐξιὼν τοίνυν
πρός τινα τῶν τῷ στρατηγῷ διακονουμένων, «οὕτως ὄναιο» φησί «ζωῆς τε καὶ σωτηρίας,
μηδὲν ὅλως ὑποσταλείς, ἀπάγγειλον τάδε τῷ στρατηγῷ· Ϡτί δήποτε τὸ κελλίον ἀπολιπόντα
με τὸ ἐμὸν παρεσκεύασας ἐνταῦθα καταλαβεῖν τί δέ μοι κόπων τοσούτων πρόξενος ἐπὶ
ματαίῳ κατέστης τί δὲ εἰς τὴν πόλιν ἐλθεῖν τὸν φιλέρημον κατηνάγκασας οὐ λόγου με
κατηξίωσας, οὐκ ἀσπασμοῦ μετέδωκας, οὐκ ἄλλο τι ἔδρασας, ὧν ἔδει φιλάρετον ἄνδρα
καὶ ποσῶς εὐλαβείας μεταποιούμενον δρᾶν· ἢ τάχα με τοῦτο μόνον ὡς τρυφῆς ἐφιέμενον
κοινωνῆσαι τραπέζης σοι παρεσκεύασας τίσι δὲ καὶ λόγοις ἐδεξιώσω πνευματικοῖς ἐν
ταύτῃ σου τῇ τραπέζῃ ποίᾳ τῶν ἐπωφελῶν ἀναγνώσεων ἡμᾶς ηὔφρανας, ὅτι μὴ μᾶλλον γελώτων
ἔπλησας καὶ ἀνειμένης εὐτραπελίας οἷον
[p. 202] δὲ καὶ σαυτὸν ἐπέδωκας τοῖς ἑστιωμένοις, οὐκ ἐπὶ θρόνου τινός, οὐκ ἐπὶ
κλίνης, οὐκ ἐπ᾿ ἄλλου του καθεζόμενον εὐσχημόνως, ἀλλ᾿ ἐπὶ στρωμνῆς ὕπτιον ἀνακείμενον,
οὐδ᾿ ἐπὶ τῆς ὀσφύος τὴν ζώνην, ἀλλὰ πόρρω που βεβλημένην αὐτὴν ἔχοντα καὶ μηδὲν
ὅλως ἐν τούτοις τῶν ἐθνικῶν διαφέροντα ἆρα χριστιανῶν ταῦτα ἢ θεὸν ἐπὶ νοῦν ἐχόντων
ἢ σωτηρίας ἐφιεμένωνϠ»
72. ταῦτα ὁ μέγας εἰπών, ἐπισκήψας τε αὖθις διασαφῆσαι πάντα τῷ στρατηγῷ, εἰς τὸ
πρὸ τοῦ ἄστεος ἔξεισι σεμνεῖον πρὸς τὸν μοναχὸν Ἀντώνιον, ὃν καὶ φθάσαντες ἤδη διὰ
μνήμης ἐποιησάμεθα. ἐκείνῳ τοιγαροῦν πάντων ἀπαγγελθέντων, ἐπεὶ ταῖς ἀληθείαις ἐπιεικὴς
καὶ μέτριος ὁ ἀνὴρ καὶ συνῆκε μὴ τὸ δέον πεποιηκώς, πολλὴν ἑαυτοῦ κατεγίνωσκε περὶ
τὰ σπουδῆς ἄξια ῥᾳθυμίαν. σπεύδει γοῦν ὀξύτητι μετανοίας τὸ δι᾿ ἀπροσεξίαν ἁμαρτηθὲν
ἰάσασθαι· καὶ ἵππου εὐθὺς ἐπιβὰς καὶ μηδὲ πολλῶν ὡς χθὲς καὶ πρώην δεηθεὶς τῶν ἐφεπομένων
ἢ προαγόντων, ἐπὶ τὸν ἅγιον ἔρχεται. καὶ πρῶτα μὲν τοῦ σφάλματος θερμὴν καὶ πεπονημένην
δοὺς τὴν ἀπολογίαν, ταχείας ἀξιοῦται καὶ τῆς συγγνώμης, ἐπεὶ καὶ ἔτυχε συνιὼν ὁ
ἀνὴρ πρὸς τὸν ἑτοίμως λίαν εἰς συμπάθειαν ἐπικλίνοντα· ἔπειτα τοὺς παρεστῶτας ἐκχωρεῖν
ἐπιτρέψας, μόνος πρὸς μόνον διελέγετο, παρατείνας ἄχρις ἑσπέρας. τί οὖν ἐντεῦθεν
γίνεται συνάπτεται τῷ ἁγίῳ πρὸς ἀγάπην οὕτω θερμήν, ὡς Ϡκεκολλῆσθαι ὀπίσω αὐτοῦ
τὴν ψυχήν,Ϡ ἵνα τὸ τοῦ Δαβὶδ εἴποιμι, καὶ μηδὲ βραχύ τι καιροῦ χωρὶς αὐτοῦ τὸ παράπαν
εἶναι βούλεσθαι. ἀμέλει καὶ πρὸς πᾶσαν ἐκείνου χρείαν δηλαδὴ καὶ ὑπηρεσίαν προθυμότατα
διακονῶν ὑπῆρχε καὶ δαπανῶν, ὥσπερ οὖν καὶ ἐπὶ τῇ ἀνεγέρσει τοῦ ναοῦ τῆς καλλινίκου
μάρτυρος Βαρβάρας τὰ καιριώτατα συνεβάλετο καὶ πολλὴν αὐτῷ συνεισήνεγκε μετὰ τῆς
χειρὸς καὶ δαπάνην. ἐπεὶ δὲ καὶ ἀνατρέχειν ἔδει πρὸς τὸ Βυζάντιον, ἅτε καὶ τῆς ἀρχῆς
αὐτῷ ἤδη πρὸς πέρας ἰούσης, προσελθὼν τῷ ἁγίῳ, εὐχάς τε ᾐτεῖτο τὰς ἐκείνου συνοδοιπόρους
λαβεῖν καὶ περὶ τοῦ μὴ λήθῃ δοθῆναι μετὰ τὴν ἀναχώρησιν ἐκθύμως ἠξίου. ὁ δὲ «ἀλλὰ
σύ γε» φησί «τὴν ἀναχώρησιν ἐκθύμως ἠξίου.» ὁ δὲ «ἀλλὰ σύ γε» φησί «τὴν Βασιλεύουσαν
νῦν οὐκ ὄψῃ· ἔτι γάρ σε τῶν ἑσπερίων ἄρχειν ὁ θεὸς βούλεται.» ὁ μὲν
[p. 203] εἴρηκεν, ὁ δὲ τῆς ὁδοῦ ἀρξάμενος καὶ ἤδη περὶ τὴν Λάρισαν ὤν, ἐπίστου τὰ
εἰρημένα, πάλιν ἐπανιών· γράμμα γὰρ βασιλικὸν εὐθέως καταλαβόν, στρατηγεῖν αὐτὸν
τῆς τοῦ Πέλοπος καὶ ἄρχειν ἐχειροτόνει. ἄξια μὲν καὶ ταῦτα θαυμάζειν.
73. ἡ δέ γε περὶ τῆς Κρήτης αὐτοῦ προαγόρευσις οὐδὲ μακράν ἐστιν ἀπιστίας, καίτοι
πολλὴν ἔχουσα τὴν μαρτυροῦσαν ἀλήθειαν· σχεδὸν γὰρ εἴκοσι πρότερον χρόνοις προλέγει
περὶ αὐτῆς, ὅτι τε ἁλώσεται καὶ ἐπὶ τίνος ἡ ἅλωσις ἔσται, οὕτω καθαρῶς εἰπών, «Ῥωμανὸς
Κρήτην χειροῦται.» ἐπεὶ δὲ Ῥωμανὸς ἦν ὁ πρεσβύτερος τότε τὴν βασιλείαν διέπων, ὅτε
ταῦτα παρ᾿ αὐτοῦ προηγόρευτο, πυθομένου τινὸς τῶν παρόντων εἰ οὗτός ἐστιν ὁ νῦν
βασιλεύων, «οὐχ οὗτος» εἶπεν «ἀλλ᾿ ἕτερος.»
74. γυνή τις τῶν ἐπιφανῶν τῆς πόλεως Θηβῶν νόσῳ περιπίπτει δεινῇ. ταύτης τοιγαροῦν
ὁ ἀνὴρ πολλὰ τῶν χρημάτων εἰς ἰατροὺς ἀναλώσας, τὴν μὲν οὐσίαν ἔβλαψεν, ὠφελῆσαι
δὲ ταύτην οὐδὲν ἴσχυσεν. ὅθεν ἐσχάτη τούτοις ἐλπὶς ὀ τοῦ Θεοῦ ἄνθρωπος γίνεται.
ὃς ἀλγοῦντι τῷ ἀνδρὶ καὶ δεομένῳ θερμῶς συναλγήσας, τὸν μοναχὸν ἐφώνει Παγκράτιον.
καὶ «τοῦτο δή» ἔφη «λαβών,» ληκύθιόν τι δείξας ἐλαίου πλῆρες, «ἄπιθι πρὸς τοῦδε
τοῦ ἀνδρὸς τὴν γυναῖκα καὶ αὐτὴν καθ᾿ ὅλου χερσὶν ἰδίαις χρῖσον αὐτὸς ἐπὶ γυμνοῦ
τοῦ σώματος.» ὁ δὲ μηδὲν διακριθείς, (ἁπλότητι γὰρ καὶ τοῖς ἐκείνου ἤθεσι τοῖς χρηστοῖς
ἐκεκόσμητο) ἄπεισι πρὸς τοὺς δεηθέντας. κἀκεῖνοι πρῶτα μὲν τὴν ἁφὴν ἐδυσχέραινον,
ἀκόσμου τοῦ πράγματος νομισθέντος· ἔπειτα καὶ τὸν κελεύσαντα ὅστις εἴη μὴ ἀγνοοῦντες
καὶ αὐτοὶ νόμοις ἀνάγκης πειθόμενοι, καταδέχονται τὴν λειτουργίαν. χρίει τοιγαροῦν
αὐτὴν ὁ Παγκράτιος ἀπὸ κεφαλῆς ἄχρι ποδῶν, εὐπειθῶς εἴκων πατρὸς ἐντολαῖς καὶ υἱὸς
ὑπακοῆς δεικνύμενος. καὶ ὅρα οἷος ὁ τῆς εὐπειθείας καρπός. ἄπεισι, μηδὲ μέχρι λεπτῆς
ἐννοίας ὑπὸ τῆς ἁφῆς ἐκείνου βλαβεὶς τοῦ σώματος. ὅρα δὲ καὶ τὴν δύναμιν τῆς τῶν
δεηθέντων πίστεως. ἀποτίθεται τὴν νόσον μετὰ τὴν χρῖσιν εὐθὺς ἡ γυνή, ῥᾷον ἀποδυθεῖσα
ταύτην ἢ τὰ ἱμάτια.
75. καὶ τοῦτο δὲ τῆς ἐσχάτης τοῦ ἀνδρὸς ἀπαθείας σύμβολον
[p. 204] ἀκριβές, τὸ καὶ γυναιξὶ πολλάκις ἐγγύς που συγκαθευδήσαντα, οὕτω δὴ συμπεσόν,
μηδὲ βραχείας αἰσθέσθαι βλάβης ἢ προσβολὴν μόνην λογισμοῦ παραδέξασθαι· εἴρηκε γὰρ
ὁ αὐτός μοι Παγκράτιος ὅτι συνήθως τῷ πατρὶ φωνῆς ἄνωθεν γινομένης ἐφόδου χάριν
ἐθνῶν, ὥστε πρῶτον αὐτὸν πάντων ὑποχωροῦντα κρύπτεσθαι φειδοῖ τῆς τῶν πλησιοχώρων
ἁλώσεως, καθὼς αὐτὸς ἐκεῖνος εἶπεν ἐρωτηθείς. «καὶ γὰρ ὡς προφήτῃ προσεῖχον ἅπαντες·
καὶ εἰ μὴ πρῶτον αὐτὸν εἶδον εἰς φυγὴν κλίναντα, οὐδεὶς ὅλως τῶν ἔργων ἢ τῆς οἰκίας
ἀφίστατο, ἀλλὰ περιεφρόνουν ὡς ψευδῆ τὴν ἀγγελίαν καὶ ὑγιὲς οὐδὲν ἔχουσαν. τῆς φωνῆς
οὕτω γενομένης καὶ φυγῇ ποτε χρησαμένων ἡμῶν, ἐμοῦ τε τῷ πατρὶ συνόντος καὶ σπήλαιόν
τι ἀμφοτέρων ὑπελθόντων ὁμοῦ, γυναῖκες ἀλώμεναι δύο πρὸς ἡμᾶς ἔρχονται, ἡλίου ἤδη
κλίναντος πρὸς δυσμάς. ἃς ὁ πατὴρ οἰκτείρας, ἐπεὶ πρὸς τῇ φυγῇ καὶ χειμὼν ἦν, οὐκ
ἔγνω δεῖν ἀπωθεῖσθαι. ἀλλὰ μεθ᾿ ἡμῶν τε εἰσεδέχθησαν καὶ προνοίας κατὰ τὸ ἐγχωροῦν
ἠξιώθησαν. ἐπεὶ δὲ καὶ ὕπνου καιρὸς ἦν, ἡμᾶς τῷ ἑνὶ μέρει δούς, ἑαυτὸν δὲ πρὸς θάτερον
ἀνακλίνας, μέσον ἀπολειφθῆναι ταύτας διὰ τὸ ψῦχος ἐπέτρεψε. καὶ διῆλθεν οὕτως, ὡς
μητρὶ παῖς ἐγγίζων, ἢ ὡς λίθων τινῶν ἢ ξύλων παρακειμένων, μηδὲ λογισμοῦ τινος αὐτὸν
σαρκικοῦ μηδόλως ὑποδραμόντος. παρὰ τοσοῦτον ἁπλότης τε καὶ ἀπάθεια τὸν ἐπὶ γῆς
ἄγγελον οἷα μήτηρ ἐνεκολπώσατο.»
76. Φίλιππος ἦν αὐτάδελφος τῷ μοναχῷ Θεοδοσίῳ, ὃς καὶ τῶν τῷ ἁγίῳ συνόντων μοναχῶν
ἦν. οὗτος τοιγαροῦν ὁ Φίλιππος, κοσμικὸς ὢν καὶ κοσμικῷ τιμώμενος ἀξιώματι (σπαθαρίους
αὐτοὺς συνήθως καλοῦμεν), εἰώθει τῷ μεγάλῳ πυκνότερον παραβάλλειν διὰ τὴν περὶ τὸν
ἀδελφὸν γνησιότητα. ποτὲ γοῦν αὐτοῦ κατὰ τὸ σύνηθες ἐρχομένου, βλέψας αὐτὸν ὁ μέγας
οἷς ἐκεῖνος ἔβλεπεν ὀφθαλμοῖς, «ἑτοίμασον» πρὸς τὸν Θεοδόσιον φησὶ χαριέντως «ὅσα
δεῖ πρὸς ὑποδοχήν· ὁ γὰρ ἀδελφὸς ὁ σὸς μεθ᾿ ἡμῶν ἔρχεται δειπνήσων.» οὕτω τοῦ πατρὸς
εἰπόντος, τὸν Θεοδόσιον εὐφροσύνη τε ὁμοῦ καὶ ἔκπληξις εἶχε. καὶ παραχρῆμα λεωφόροι
καὶ ἀγυιαὶ καὶ ἄμφοδοι αὐτῷ ἐσκοποῦντο τῇ προσδοκίᾳ τοῦ ἀδελφοῦ. ἤδη δὲ οὔσης ἑσπέρας,
ἐφίσταται καὶ αὐτός, χρειῶν ὅσην
[p. 205] παρασκευὴν συγκεκομισμένος. τράπεζα οὖν ἑτοιμάζεται καὶ ὁμοῦ τῷ μεγάλῳ
πάντες συνανακλίνονται. εἶτα οὐδὲν ἦν τῶν παρακειμένων ἐκεῖ ὃ μὴ πᾶσιν ὁμοίως βρώσιμον
ἦν διὰ τὸ τῆς ἀγάπης ἐξόχως καλόν. φαγόντες δὲ οὕτω καὶ συμπαρακληθέντες ἀλλήλοις,
πρὸς δὲ καὶ τὸν μετὰ δεῖπνον συνήθη κανόνα διατελέσαντες, πρὸς ὕπνον ἐχώρουν. οὗπερ
ὀλίγα μεταλαχόντας ἀνίστησιν εὐθὺς ὀ πατήρ. καὶ τοὺς μὲν ἄλλους ἡ σύναξις εἶχε,
τῷ δέ γε Φιλίππῳ ὁ ἀδελφός, ἅτε δὴ γινώσκων ἀσυνήθη στάσεως τοιαύτης καὶ πόνου καὶ
ἀγρυπνίας, κατακλιθῆναι αὖθις ἐπέτρεπεν ἄχρι γοῦν καὶ τέλους τῶν προοιμιακῶν ὕμνων
καὶ τῆς οὕτω καλουμένης στιχολογίας. πλὴν ἀλλὰ τοῦτον ἡ στρωμνὴ πάλιν λαβοῦσα, πολλοῖς
ἐποίει λογισμοῖς παλαίειν, Ϡὠδίνειν τε πόνον καὶ τίκτειν,Ϡ τὸ τοῦ Δαβίδ, Ϡἀνομίαν,Ϡ
φάγον εἶναι καὶ οἰνοπότην τὸν θεῖον ἄνδρα ὑπολαμβάνοντα καὶ τὸν εὐλαβῆ πρὸς πλάνην
ὑποκρινόμενον. καὶ ἦν μὲν τοῦτο προηγουμένως τοῦ λαθραίως τὰ πονηρὰ σπέρματα ταῖς
ψυχαῖς ἡμῶν διασπείροντος, ἦν δὲ καὶ σμικρᾶς ἐκείνου καὶ ἀγενοῦς διανοίας ἀπὸ τῶν
φαινομένων ἁπλῶς πάντα κρινούσης καὶ μηδὲν μέγα μηδὲ ὑψηλότερον λογίσασθαι δυναμένης.
μηδ᾿ ὅτι μὴ γαστριμαργίας ἦν μηδ᾿ ὀψοφαγίας, ἀλλ᾿ οἰκονομίας μείζονος ἡ τῶν παρατεθέντων
αὐτῷ μετάληψις. τὸ μὲν δι᾿ ἀγάπης περιουσίαν (ὡς ἤδη φθάσαντες ἐδηλώσαμεν) ἐν τῷ
κέρδει τοῦ μείζονος τοῦ ἐλάττονος περιφρονουμένου, (τί γὰρ ἀποχὴ βρωμάτων πρὸς ἀγάπης
τοιαύτης ὑπεροχήν) τὸ δὲ ἵνα δόξῃ μᾶλλον τοιοῦτος διὰ ταπεινοφροσύνης ὑπερβολήν,
οἷον αὐτὸν ἐκεῖνος ἐκ πολλῆς ἔδοξε παχύτητος καὶ φρενοβλαβείας. καὶ ὅτι ταῦτα οὕτως
εἶχε καὶ κακῶς ἦν ὀνειροπολῶν ὁ Φίλιππος καὶ σφόδρα τῆς ἀληθείας ἀποπλανώμενος,
ϠαὐτόϠ φασίν Ϡἔδειξε καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός·Ϡ οὕτω γὰρ στρέφοντα καὶ ἀδολεσχοῦντα
τοῖς λογισμοῖς ὕπνος ἐκεῖνον αἱρεῖ. καὶ ὄναρ δύο τινὰς ὁρᾷ νεανίας. τὸ κάλλος ἐκείνων
καὶ ἡ ἐκπίπτουσα τοῦ προσώπου μαρμαρυγὴ οὔτ᾿ ὀφθαλμοῖς φορητὴ οὔτε λόγῳ ῥητή. οἵ
γε παραστάντες αὐτῷ μορφῇ δυσμενεῖ καὶ ψυχῆς πικρίαν ἀπαγγελλούσῃ, «τί σεαυτόν»
εἶπον «ἐκταράττεις τοῖς λογισμοῖς τί τὸν ἀναίτιον ὑποβάλλεις αἰτίαις ἆρον ὁ
[p. 206] κάτω βλέπων τοὺς ὀφθαλμοὺς καὶ ἴδε ποίας οὗτος ἠξίωται τῆς τιμῆς, ὁ παρὰ
σοί γε κριτῇ πλάνος ὢν καὶ ὑποκριτὴς καὶ τοῦ τῶν μοναχῶν ὁσίου καταψευδόμενος σχήματος.»
εἶτα τὸν ὀφθαλμὸν διάρας ἐκεῖνος πρὸς ὃν αὐτοὶ ὑπεδείκνυον, μέγα τι καὶ θαυμάσιον
καθορᾷ. πορφύρα τις ὑπέρτιμος ὑπὲρ γῆν ἥπλωτο. ὑπεράνω δὲ ταύτης ὁ μέγας εἱστήκει,
θαυμαστὸν οἷον καὶ ἄρρητον ἐκ τῆς μορφῆς ἅμα καὶ τῆς περιβολῆς ἀπολάμπων καὶ ὅλος
αὐτόχρημα φῶς ὁρώμενος. ἐπεὶ δὲ τὸν Φίλιππον ὁ ὕπνος ἀνῆκε, σύντρομος πρόσεισι καὶ
ἠλλοιωμένος ἔνθα τὴν σύναξιν οἱ πατέρες εἶχον καὶ πάντα διασαφήσας ὅσα τε ὕπαρ αὐτὸς
ἐπὶ τῆς στρωμνῆς ἔστρεφε καὶ ὅσα ὄναρ ὑπερφυῶς ἐθεάσατο· καὶ συγγνώμης τυχών, μένει
τὸ θαῦμα κηρύττων εἰσέτι, ἑαυτοῦ τε καταγίνωσκων καλῶς ἐφ᾿ οἷς τοῦ δικαίου λίαν
κακῶς κατεγίνωσκεν.
77. ἡνίκα, ταῖς παραλίοις χαίρειν εἰπὼν ὁ θεσπέσιος, τὸν τοῦ Στειρίου κατέλαβε χῶρον
καὶ τὴν ἀσκητικὴν ἐν τούτῳ καλύβην ἐπήξατο, ἕβδομον ἐν αὐτῷ διανύσας ἔτος, προέγνω
μὲν τὴν μακαρίαν αὐτοῦ τελευτὴν ἐπὶ θύραις οὖσαν, γνώριμον δὲ ταύτην κατέστησεν
οὐδενί· ἀλλὰ προελθὼν τῆς κέλλης ὡς ἐπί τι τῶν ἀναγκαίων καὶ πᾶσι φίλοις, γείτοσι
καὶ γνωστοῖς παραβάλλων, συντασσόμενός τε καὶ ἀσπαζόμενος ἑκάστου χείλη, ὄμματα,
πρόσωπον, «εὔχεσθε, ἀδελφοί,» ἔφασκεν «ὑπὲρ ἐμοῦ, εὔχεσθε· ἄδηλον γὰρ τὸ λοιπὸν
εἰ καὶ βλέψοιμεν ἀλλήλους.» εἶτα πάντας οὕτω περιελθόντα καὶ εἰς τὸ ἑαυτοῦ κελλίον
ἐπανελθόντα τὸν ὅσιον, τρεῖς ἐπιζήσαντα μῆνας, πρῶτα μὲν νόσος τις ὑπέδραμε μαλακή·
σφοδροτέρου δὲ ἤδη τοῦ πυρετοῦ προσβάλλοντος, ἐπεὶ ὀγδόη παρῆλθεν ἡμέρα, δῆλος κατέστη
πᾶσι τοῦ σώματος χωριζόμενος καὶ πρὸς θεὸν ὃν ἠγάπησε πορευόμενος. ὅπερ μαθόντας
τοὺς τὰς κύκλῳ κώμας οἰκοῦντας, καίτοι σφοδροῦ τοῦ χειμῶνος ὄντος καὶ χιόνος ἀμυθήτου
καταπεσούσης, ὡς σχεδὸν καὶ ὁδοὺς ἀβάτους καὶ οἰκίας ἀνεκβάτους γενέσθαι, ὅμως οὐδὲν
ἐκείνους τῆς πρὸς αὐτὸν ἐπέσχε πορείας. ἀλλὰ πανδημεὶ πάντες συνέρρεον καὶ παρ᾿
αὐτῷ μέχρι καὶ ἐνάτης ὥρας παρέμενον, οὔτε τροφῆς οὔθ᾿ ὑποστροφῆς ὅλως μνήμην ποιούμενοι·
ἀλλ᾿ ἵσταντο πάντες αὐτῷ προσέχοντες καὶ ὄψιν ἐκείνην [p. 207] τὴν ἱλαρὰν βλέποντες,
καὶ φωνῆς φιλτάτης ἀκούειν καὶ λόγων ἐσχάτων καὶ εὐχῆς μεταλαγχάνειν ἐπιθυμοῦντες
καὶ ὑποστῆναι τὸν χωρισμὸν οὐ φέροντες, τοῦτον τέως, φημί, τὸν ἀπὸ τῆς κλίνης, ὥστε
τοῦ ὁρᾶν αὐτὸν ἀφεμένους ἐπανελθεῖν οἴκαδε. ἐπεί τοί γε τοῦ ἐσχάτου καὶ μετὰ θάνατον
χωρισμοῦ οἵαν ἐκεῖνοι τὴν πληγὴν ἐδέχοντο καὶ ὅπως αὐτοῦ χάριν ἔπασχον τὰς ψυχάς,
ἐκ τῶν δακρύων ἅπερ ἀστακτὶ κατέρρεον, ὑπεσήμαινον. ἕως ἀσπασάμενος πάντας, ἐπευξάμενός
τε τὰ ἀγαθά, καὶ ἄκοντας ἀφῆκε γοερὸν στένοντας καὶ βαρέως παθαινομένους.
78. τοῦ πρεσβυτέρου μέντοι Γρηγορίου προσμένοντος, πυνθάνεται παρ᾿ αὐτοῦ τὸν καιρὸν
ὁ μέγας. τοῦ δὲ πρὸς δυσμὰς εἰπόντος εἶναι τὸν ἥλιον, γνοὺς ἐκεῖνος καὶ ἑαυτὸν ἤδη
τὸν καλὸν ἀστέρα καταδυόμενον, «ἀπελθών,» λέγει «τὰς ἑσπερίους ὡς τάχος ἀπόδος εὐχάς.»
ὁ δὲ πληρώσας τὸ κελευσθέν, ἔπειτα δοκῶν περί του τῶν ἀναγκαίων πυνθάνεσθαι, ποῦ
μετὰ θάνατον ἠρώτα φίλον αὐτῷ κατατεθῆναι. τὸν δὲ δυσχερῶς πρὸς τοῦτο διατεθέντα,
«τί δαί οὐκ αἰσχύνη» φάναι «σαφὴς ἀγνοοῦντα φαίνεσθαι περὶ τούτου, ὅτι δεῖ σχοινίον
ἐκδήσαντα τῶν ποδῶν εἴς τινά με τῶν φαράγγων καταβαλεῖν, εἰ πρὸς μηδὲν ἄλλο χρήσιμον,
ἀλλ᾿ οὖν βρῶμα τοῖς θηρίοις ἐσόμενον» τοῦ πρεσβυτέρου δὲ πρὸς ταῦτα μηδὲν ὑποδεδοικότος,
ἀλλὰ περὶ τῆς ταφῆς καὶ αὖθις μαθεῖν ἀξιοῦντος μάλα θερμῶς, ὡς καὶ δάκρυα τοῖς λόγοις
συμπροϊέναι (ἤθελε γὰρ μηδὲ μετὰ θάνατον παρὰ τὴν ἐκείνου γνώμην ποιεῖν ἐκεῖνος
μηδέν), «τὸν τόπον ἐν ᾧ κατάκειμαι» φησίν «ἀνορύξας, πλίνθους ὀπτὰς εὑρήσεις. ἃς
διάρας καὶ τὸν χῶρον μετρίως φιλοκαλήσας, ἀποδοῦναι τὸν χοῦν τῷ χοῒ φρόντισον· εἶτα
τὰς πλίνθους τῇ ἐπιφανείᾳ παράθες τῆς γῆς· μέλει γὰρ τῷ θεῷ» φησί «λόγοις οἷς αὐτὸς
οἶδεν ἀρρήτοις δοξάσαι τὸν τόπον, ἄχρι γοῦν καὶ τῆς συντελείας πλήθους τῶν πιστῶν
ἐνταῦθα συνερχομένων καὶ τὸ ἐκείνου θεῖον ὄνομα δοξαζόντων.» οὕτως εἰπὼν καὶ ἀσπασάμενος
αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ καὶ τελευταῖον ὑψοῦ τοὺς ὀφθαλμοὺς διάρας καὶ «εἰς χεῖρας
σου, κύριε, τὸ πνεῦμά μου παρατίθημι» ἐπειπών, τὴν μακαρίαν ἀφῆκε ψυχήν, τοῖς μὲν
ὧν ἀπέστη
[p. 208] πολὺ τὸ πένθος καταλιπών, τοὺς δὲ οἷς συνῆλθε χαρᾶς πάσης καὶ εὐφροσύνης
πεπληρωκώς, μᾶλλον δὲ καὶ τούτοις προσθήκη γενόμενος καὶ ὧν ἀπέστη μὴ διαλείπων
τοῦ συνεῖναι πνευματικῶς καὶ οἷα τέκνων πατρικῶς κήδεσθαι.
79. ἕωθεν δὲ τοὺς ἐν γειτόνων χωρίτας μετακαλεσάμενος ὁ πρεσβύτερος, τὸν τόπον τε
διορύττει καὶ ὡς οἷόν τε κοσμεῖ· τόν τε συνήθη κανόνα ἐπιτελέσας, τὸ ἱερὸν ἐν αὐτῷ
κατατίθησι σῶμα, οἷόν τινα πλοῦτον, οὐ φειδωλῶς οὐδὲ μικρολόγως ὡς ἑαυτῷ μόνῳ κεῖσθαι
τὸν θησαυρόν, ἀλλ᾿ ὥστε κοινὴν εἶναι τοῖς φιλοχρίστοις ἀπόλαυσιν· εἶτα τὰς πλίνθους
ἄνωθεν ᾗ προσετάγη καταστρωσάμενος, τὸ μὲν παρὸν ἐπὶ σχήματος τὸ ἔδαφος καταλείπει.
80. ἐπεὶ δὲ μῆνες παρῆλθον ἓξ μετὰ τὴν τοῦ πατρὸς κοίμησιν, μοναχός τις εὐνοῦχος,
τῆς μὲν τῶν Παφλαγόνων ὁρμώμενος χώρας, Κοσμᾶς δὲ καλούμενος, καὶ πρὸς Ἰταλίαν τὴν
πορείαν ποιούμενος, ὡς ἤδη τὰ τοῦ Χρυσοῦ κατείληφε μέρη, ἔγνω μικρὸν ἐκεῖ που τὸ
σῶμα διαναπαῦσαι. τούτῳ κοιμωμένῳ θεῖός τις ἐφίσταται ὄνειρος. ὃν καὶ ἀπαγγείλας
τοῖς ἐγχωρίοις, ἤκουε παρ᾿ αὐτῶν «ἐνταῦθα χρῆναί σε τὴν πορείαν στῆσαι» λεγόντων.
«καὶ γὰρ τῷ θεῷ βούλημα» φασί «τῷ θείῳ σε καὶ νέῳ διαλειτουργῆσαι Λουκᾷ καὶ πρὸς
τοῦτό σε τὴν ὁδὸν ταύτην στείλασθαι παρεσκεύασεν.» ὁ δὲ μηδὲν ὅλως ἐπιδοιάσας, ὥσπερ
ὑπό τινος θείας χειρὸς ἑλκόμενος, πρὸς τὸ τοῦ ἁγίου ποδηγεῖται κελλίον· ἔνθα παραστὰς
καὶ τὸ ἐπιτερπὲς οἷον τοῦ τόπου καὶ πρὸς ἡσυχίαν ἡρμοσμένον καταμαθὼν καὶ λίαν ἡσθείς,
τὸ λοιπὸν οἰκεῖν ἐκεῖσε τῷ θεῷ καθυπέσχετο· αὐτίκα γοῦν ἀκαλλῆ καὶ ἀνεπιμέλητα τὰ
περὶ τὴν ἱερὰν αὐτοῦ θήκην ἰδών, μετρίας τέως ἀξιοῖ τῆς φροντίδος· ὑψοῖ τε γὰρ αὐτὴν
καὶ τῆς γῆς ὑπερανέχειν παρασκευάζει, πλαξί τε ταῖς ἐγχωρίοις κοσμεῖ· καὶ κιγκλίδας
κύκλῳ περιστήσας καὶ στεφανώσας, ἄβατον οὕτως αὐτὴν καὶ ἄψαυστον εἶναι ποιεῖ, ὅτι
μὴ μόνοις τοῖς πιστῶς ἐγγίζειν αὐτῇ βουλομένοις μετὰ πολλοῦ τοῦ σεβάσματος.
81. δυσὶ δὲ ὕστερον χρόνοις ἔνιοι τῶν αὐτοῦ φοιτητῶν τὰς ἐκεῖ βλυζούσας ἰάσεις ἴσα
καὶ πηγαίοις νάμασι καθορῶντες, ἀγαθοῦ πατρὸς οὐκ ἀγαθὰ τέκνα κρίναντες ἑαυτούς,
εἰ μὴ καθάπερ
[p. 209] τροφεῖα καὶ μετὰ τέλος ὀφθεῖεν ἀποδιδόντες αὐτῷ τὰ μετὰ τέλος προσήκοντα,
παραχρῆμα πρὸς οἰκοδομὴν κελλίων καὶ ναοῦ διανίστανται· καὶ πρῶτα μὲν τὸν τῆς θείας
μάρτυρος Βαρβάρας ναὸν ἀτελῶς ἔχοντα σπουδῇ τελειοῦσι, κόσμον αὐτῷ περιθέντες τὸν
κατὰ δύναμιν· εἶτα καὶ οἰκίσκους ἱκανούς τε καὶ τὸ σχῆμα διαφόρους οἰκοδομοῦσι πρός
τε κοινὴν χρείαν καὶ τῶν ἐπιξενουμένων ὑποδοχήν· ἔπειτα καὶ αὐτὸ δὴ τὸ κελλίον,
ἐν ᾧπερ ὁ τοῦ μεγάλου τάφος, τῆς προτέρας μεταβάλλουσιν ὄψεως καὶ εἰς ἱερὸν εὐκτήριον
ἐν σταυρικῷ τῷ σχήματι παγκάλως μεταποιοῦσιν, ὥστε πέρας λαβεῖν τὸ ὑπὸ τοῦ μακαρίτου
λεχθὲν καὶ περὶ τοῦ τόπου δηλαδὴ τούτου καὶ περὶ τῶν ὡς αὐτὸν εἰς πλῆθος συνερχομένων.
82. ὥρα δὲ καὶ τῶν μετὰ θάνατον τοῦ σοφοῦ θαυμάτων μνήμην ποιήσασθαι, οὐ πάντων
ἀκριβῶς οὐδὲ καθεξῆς· πῶς γὰρ τῶν τοσούτων καὶ ἂ νάμασι ποταμίοις ἐπίσης ῥέουσι
καὶ μάλισθ᾿ ὅτι μηδὲ μέχρι καὶ νῦν ἐκεῖνα τῆς ῥοῆς ἔστησαν ὀλίγα δὲ τούτων ἀπολαβόντες,
εἰς δόξαν Θεοῦ καὶ ὑμῶν ὠφέλειαν τῶν εἰς τοῦτο συνειλεγμένων, διηγησόμεθα· ἄτοπον
γὰρ εἰ περὶ τῶν ἔτι ζώντος γεγενημένων διαλαβόντες, τέλεον περὶ τῶν μετὰ θάνατον
ἀποσιωπήσαιμεν, ὥσπερ τῷ νόμῳ τῶν τεθνεώτων λήθην αὐτοῦ καταψηφισάμενοι, καίτοι
γε φανερῶς ἐκείνου ζῆν ἐν Χριστῷ διὰ τῶν ἔργων ἡμῖν ἐπιδεικνυμένου, ἄλλως τε δὲ
καὶ πολλῷ τῶν μετὰ τέλος θαυμασιωτέρων ὄντων καὶ πιστοτέρων, ἅτε δὴ καὶ ὑπονοίας
πάσης καθαρευόντων, ἀλλὰ καὶ πλέον ἡμῶν τὸ πρὸς αὐτὸν φίλτρον οὑτωσὶ μαρτυρούντων.
83. γυνὴ τοιγαροῦν εἰσίτω πρώτη, μετὰ τῆς φυσικῆς ἀσθενείας ἔτι καὶ χαλεπῷ πάθει
βαρυνομένη, μᾶλλον δὲ καὶ ἄλλῳ πιεζομένη κακῷ, (καθὼς ἤδη καὶ προϊὼν ὁ λόγος δηλώσει)
καὶ διὰ τοῦτο πολλῆς ἀξία τῆς παρακλήσεως, ὥσπερ δὴ καὶ τυγχάνει παρὰ τοῦ ἀγαθοῦ
καὶ πάσας φιλανθρώπως τὰς ἐν ὀδύνῃ παρακαλοῦντος ψυχάς· αὕτη γοῦν ἐκ φθόνου τάχα
καὶ πονηρᾶς ἐνεργείας ἀκινήτους εἶχε τὰς χεῖρας σὺν τοῖς ποσίν. ἅτινα τοῦ μὲν ὅλου
σώματος ἀπηρτῆσθαι καὶ τὴν οἰκείαν σώζειν ἐβλέπετο πῆξιν, ὅσον δὲ πρὸς ἐνέργειαν
ἀλλότρια ἦν καὶ τὴν ἰδίαν ἕκαστον ἐξηρνεῖτο λειτουργίαν, ὥστε, τὸ εἰς αὐτὰ
[p. 210] ἧκον, θανεῖν ἐκείνην νομίζεσθαι καὶ μὴ ζῆν. καὶ τό γε εἰς προσθήκην τοῦ
τοσοῦδε κακοῦ, μᾶλλον δὲ καὶ τοῦ λεχθέντος ἤδη βαρύτερον, ὅτι τὸν υἱὸν ὃν εἰς ἀναψυχὴν
ἔμελλεν ἔχειν καὶ τοῦ ἐνδέοντος ἀναπλήρωσιν, αὐτὸς οὗτος δαιμονῶν ὑπῆρχε καὶ συνεχῶς
εἰς γῆν κείμενός τε καὶ σπαραττόμενος. ταύτην οἱ προσήκοντες κατὰ γένος τῆς συμφορᾶς
ἐλεήσαντες καὶ οἱονεὶ φόρτον ἄψυχον ὄνῳ ἐπιβιβάσαντες καὶ περικρατοῦντες, πρὸς τὸν
νέον Σιλωὰμ τὸν τοῦ μακαρίου Λουκᾶ φέρουσι τάφον, συνεπομένου δηλαδὴ ταύτῃ καὶ τοῦ
υἱοῦ, ἔνθα καὶ καταλιπόντες αὐτούς, ἐπανῄεσαν. οἷα δὲ τὰ τοῦ Θεοῦ κρίματα. ὑπερεῖδεν
αὐτὴν ὁ ἅγιος καὶ χρόνον ἤδη συχνὸν τὴν ἴασιν ἀνεβάλλετο. ἀμέλει καὶ ἡ γυνὴ καμοῦσα
τῷ χρόνῳ καὶ τὴν θεραπείαν ἀπαγορεύσασα, ὑποστρέφειν διενοεῖτο. ἀλλ᾿ ὢ τῆς ἀπορρήτου
σου, Χριστέ, χρηστότητος καὶ τῆς περὶ αὐτὴν ἀρρήτου θαυματουργίας. ὀλίγῳ γὰρ πρότερον
τῆς τοῦ ἁγίου θήκης πηγῇ παραπλησίως μύρον εὐῶδες ἀποβλυσάσης, ὁ νεωκόρος ἐπιμελὲς
θέμενος καὶ τούτου λαβών, εἰς μίαν τε τῶν φωταγωγῶν ἐμβαλών, τοῦ ἱεροῦ ταύτην ἀπήρτησε
τάφου. τούτῳ οὖν προσεδρευούσης τῆς γυναικός, μεσούσης ἡμέρας, καὶ μηδενὸς ἄλλου
ὅτι μὴ τοῦ παιδὸς αὐτῇ συμπαρόντος, ἠρέμα πρὸς αὐτὴν ἐκεῖνος «ἀλλ᾿ ἐγώ» φησίν «ἀναστάς,
τὸ ἐν τῇ φωταγωγῷ ταύτῃ πιοῦμαι.» ἡ δέ γε μήτηρ ἀπεῖργε τοῦ ἐγχειρήματος, «μή, τέκνον·
ὀξὺς ὁ νεωκόρος» λέγουσα, «καὶ μή ποτε καὶ μαστίξας ἡμᾶς ἀπώσηται.» «οὔ,» φησίν
«ἀλλὰ τὸ ἐνθύμημα περανῶ.» καὶ ἅμα διανίστατο· καὶ τῆς φωταγωγοῦ δραξάμενος, ἐγχέει
τῷ στόματι παραχρῆμα· καὶ τὸ λοιπὸν οὐδὲν ἕτερον ἦν, ἀλλ᾿ ὁ παῖς εὐθὺς ἐκυλίετό
τε καὶ ἐσπαράσσετο. ἡ δὲ μήτηρ (καὶ μὴ παραδράμῃ τὸ θαῦμα τὰς ἀκοάς, ἀλλὰ προσεκτέον·
εἰρήσεται γὰρ ἤδη τὸ χαριέστατον), ἡ οὖν μήτηρ, οἷα μήτηρ πάντως ἀλγήσασα καὶ τῷ
φιλτάτῳ βοηθῆσαι προθυμουμένη, (ὢ καινοῦ πράγματος, ὢ θαύματος ἀπορρήτου) οὐκέτι
ἄχειρ οὐδὲ ἄπους ἦν ὡς τὸ πρότερον, ἀλλὰ καὶ λίαν ἐνεργὸς ἐδείκνυτο πρὸς ἀμφότερα·
τοῖς τε γὰρ ποσὶν ἥλατο καὶ ταῖς χερσὶν ὑπήρειδε καὶ διανίστη τὸν παῖδα σώφρονα
καὶ αὐτὸν ἤδη καὶ τοῦ δεινῶς θλίβοντος ἐλεύθερον δαιμονίου. οὕτω μεγάλης καὶ διπλῆς
[p. 211] χάριτος ἡ γυνὴ μιᾶς ὥρας ἀπολαύσασα παραδόξως, οὐκ εἶχεν ὅτι {καὶ} γένοιτο,
ἡδονῇ καὶ θαύματι νικωμένη, οὐδέ τινα προσαγαγεῖν εἶχε τοιαύτης χάριτος ἀμοιβήν.
διὸ τῶν ἄλλων ἀπογνοῦσα, οἴκοθεν καὶ παρ᾿ ἑαυτῆς ἀπεδίδου καὶ τὰ τῆς εὐγνωμοσύνης
δάκρυα ἐν θέρμῃ ψυχῆς καὶ συντριβῇ πνεύματος τοῦ ἱεροῦ κατέβλυζε τάφου, οἱονεὶ τὸ
ποθὲν ὑπὸ τοῦ παιδὸς μύρον ἀντισηκῶσαι τοῖς δάκρυσι βουλομένη, ἡδέως τε πάνυ τὸν
τάφον ἀσπαζομένη καὶ τοὺς τῆς εὐχαριστίας λόγους ἐπᾴδουσα· εἶτα καὶ κῆρυξ ἅπασι
τοῦ διπλοῦ τούτου θαύματος γίνεται.
84. μετὰ γυναῖκα καὶ ἄλλη τις εἰσαγέσθω γυνή, τὰ μὲν εἰς ἑαυτὴν οὐχ ὁμοίως τῇ προτέρᾳ
διακειμένη, ὅσα γε εἰς πηρώσεις ἐστὶ σώματος, τὰ δὲ πρὸς τέκνα διπλῆν ὑπομείνασα
παρ᾿ ἐκείνην τὴν συμφορὰν ἐπὶ διπλοῖς τοῖς φιλτάτοις. ταύτῃ Νικολαὼ μὲν ὄνομα· δύο
δὲ παίδων γενομένη μήτηρ, ἄρρενός τε καὶ θήλεος, Ϡοὐκ ἦν ἐπὶ τέκνοις εὐφραινομένη,Ϡ
κατὰ τὸν θεῖον Δαβίδ, ἀλλ᾿ ἀχθομένη μᾶλλον καὶ πολλὰς ὀδύνας ὑφισταμένη. καὶ γὰρ
ἀμφοτέρους εἶχε χωλούς, τὰς βάσεις τε ἀστηρίκτους ὄντας καὶ βαδίζειν μὴ δυναμένους.
ἤλγει τοιγαροῦν ἐπ᾿ αὐτοῖς τὴν καρδίαν, «οἴμοι·» λέγουσα «οὓς ἔμελλον ἔχειν ἀφορμὴν
εὐφροσύνης, τούτους πολλῶν ἔχω δακρύων πρόφασιν. οὓς ἐγὼ βακτηρίαν γήρως εὑρεῖν
ἤλπιζον, τούτους οὐδὲ βακτηρία νῦν ὅλως βοηθεῖν δύναται. ὥστε τοῦτο δεῖ με θρηνεῖν·
τίς, ἐμοῦ θανούσης, ὑμᾶς περιθάλψει τίς ποὺς ὑμῖν ἔσται, χεὶρ δὲ μᾶλλον ἐλέους φιλανθρώπως
ἀνοιγομένη» οὕτως ὀδυνηρῶς ἐχούσῃ τὸν τοῦ ἁγίου τις εἰσηγεῖται τάφον, τὴν ἄψευστον
ἐλπίδα, τὸ ἄμισθον ἰατρεῖον, τὴν ἀπόνως πᾶσι πηγαζομένην ὠφέλειαν. ἡ δὲ οὐκ ἠμέλει,
ἀλλ᾿ ὄνοις ἐπικαθίσασα τοὺς φιλτάτους, ἄγει παρὰ τὸν τάφον· ᾧ προσεδρεύουσα,
θερμῶς ἠξίου τὸν ἕτοιμον εἰς εὐεργεσίαν ῥανίδος μιᾶς τυχεῖν ἐλέους, πολλὰ δάκρυα
καταβάλλουσα. ἐπεὶ δὲ τρόποις ἀρρήτοις οἰκονομίας καὶ ἐπ᾿ αὐτῇ τὸ φιλάνθρωπον ἀνεβάλλετο,
ὀκτὼ ἤδη παρελθουσῶν ἡμερῶν, ἥττων τε ῥᾳθυμίας γίνεται ἡ γυνὴ καὶ τῆς οἴκαδε φερούσης
λυπηρῶς ἅπτεται, τῆς τῶν τέκνων ἀπελπίσασα θεραπείας. οὐδὲν μέντοι τῆς ἀναβολῆς
αἴτιον, ὅτι μὴ τὸ
[p. 212] ἀνάξιον ἑαυτῆς ἔλεγε γεγενῆσθαι κατὰ πολλὴν αὕτη [λεγε· αὐτῇ] μετριοφροσύνην.
διὸ καὶ παραδόξου τυγχάνει τῆς τοῦ ἁγίου χρηστότητος. ἅμα γὰρ τῆς οἰκίας ἐπέβη,
καὶ τοὺς παῖδας ἑώρα ὑγιεῖς τοὺς πόδας καὶ στερεμνίους καὶ λίαν ἀσφαλῶς βαίνοντας.
τοῦτο θάμβους μὲν πάντας, τὴν μητέρα δὲ καὶ ἡδονῆς ἔπλησε καὶ δάκρυα προΐει θερμὰ
τῆς πρὸς τὸν εὐεργέτην εὐχαριστίας, ἀντίθετα τῶν ἄλλων, φημί, δακρύων, ὧν ἠφίει
τὸ πρότερον· φίλους τε ἅμα καὶ συγγενεῖς συγκαλέσασα, κοινοὺς ὕμνους καὶ φωνὰς εὐφροσύνης
ἀνέπεμπε τῷ θεῷ.
85. τρίτη πάλιν ἐπὶ ταύταις προσίτω γυνή, ἣν πάθος εἶχε χαλεπὸν καὶ δυσίατον ἢ τάχα
καὶ παντελῶς ἀνίατον. φαγέδαιναν αὐτὸ παῖδες ἰατρῶν οἴδασιν ὀνομάζειν. ὃ πρὸς τῇ
ἐκ φύσεως ἀγριότητι ἔτι καὶ ἀπὸ τοῦ τόπου ἐν ᾧπερ ἦν ἐλεεινὴν ἐποίει τῇ πασχούσῃ
τὴν συμφοράν· ἐν αὐτῇ γὰρ τῇ ὄψει φυὲν ἔκειτο, πολλῶν μὲν ὀδυνῶν αὐτῇ, πολλῆς δὲ
καὶ αἰσχύνης τελοῦν πρόξενον. αὕτη μυρίων ἰατρικῶν ἀνασχομένη βοηθημάτων μετὰ τοῦ
μηδόλως τυχεῖν ὠφελείας ἔτι καὶ χρόνον ἀπολέσασα, διέγνω θεραπείας πρωιμοτέρας·
ὀψὲ γὰρ εἰς τὸν τοῦ ἁγίου φοιτήσασα τάφον, καὶ τοῦτο μὲν ἀπὸ τοῦ ἐλαίου τῆς ἐκεῖσε
φωταγωγοῦ, τοῦτο δὲ καὶ τῶν νοτίδων τῆς τιμίας σοροῦ λαμβάνουσα καὶ τὸ πάσχον ἀλείφουσα
μέρος, δάκρυά τε πολλὰ τοῦ ἱεροῦ κατασπένδουσα τάφου, πολλῶν οὐκ ἐδεήθη πρὸς τὴν
ἴασιν ἡμερῶν, ἀλλ᾿ ἀτεχνῶς ἡ ὀγδόη τοῦ πάθους αὐτὴν ἀπήλλαξε καὶ καθαρὰν παρέσχε
τῷ προσώπῳ τὴν ἐπιφάνειαν, μηδὲ μικροῦ ἴχνους ὑποφαινομένου τοῦ προλαβόντος κακοῦ.
86. μὴ οὖν κάμωμεν καὶ ἔτι γυναικὸς ἀκούοντες θεραπείας, αἰδεσθέντες, εἰ μή τι ἄλλο,
τοῦ θεραπεύοντος τὸ φιλάνθρωπον. διὸ πρὸς ταῖς ἄλλαις καὶ ἡ Βοιωτία παρίτω γραῦς,
ὁμοίως μὲν ταῖς προλαβούσαις ὑπὸ πάθους πιεζομένη, οὐ κατ᾿ ἐκείνας δὲ καὶ τὸν βίον
πενιχρὸν ἔχουσα. αὕτη τὸν λύχνον τοῦ σώματος τὸ καιριώτατόν τε καὶ χαριέστατον μέλος
ἤλγει τὸν ὀφθαλμόν· πάθος γάρ τι περὶ αὐτὸν ἐκφυέν, οὐχ ἧττον δυσώνυμον ἢ δυσίατον,
δριμείας αὐτῇ καὶ πολυχρονίους παρεῖχε τὰς ἀλγηδόνας, ἰατρῶν ἐλέγχον καὶ τέχνας
καὶ χεῖρας καὶ παντὸς ὑπάρχον βοηθήματος ἰσχυρότερον.
[p. 213] τοῦτο ζοφώδη καὶ κάθυγρον δεικνύον τὸν ὀφθαλμὸν καὶ ὡς ἐκ πηγῆς πονηρᾶς
ἀενάους παρέχον τὰς ῥοάς, οὐδὲ ὀφθαλμὸν εἶναι οὐδὲ καλεῖσθαι μετὰ τῆς ἀληθείας ἐποίει
τῆς ὀπτικῆς ἐνεργείας ἐστερημένον. αὕτη τοιγαροῦν τῷ τοῦ ἁγίου προσελθοῦσα σεμνείῳ
καὶ τὸ θεῖον τέμενος εἰσελθοῦσα, τῇ ἁγίᾳ προσπίπτει σορῷ καί, ὢ χάριτος ἀπόρρητα
δυναμένης, πρὸς γὰρ τοσοῦτον κακὸν καὶ ὅλως ἄμαχον οὐδὲν ἤρκεσεν ἄλλο ἢ ἔλαιον ὁμοίως
τῆς φωταγωγοῦ λαμβανόμενον τῇ νοτίδι τε τῆς σοροῦ μετὰ θερμῆς τῆς πίστεως συγκιρνάμενον
καὶ ὀφθαλμῷ τῷ πάσχοντι προσχριόμενον. ὀλίγαι τὸ μεταξὺ διῆλθον ἡμέραι, καὶ ἡ γυνὴ
μήπω τελείας τυχοῦσα τῆς θεραπείας, ὑποστρέφειν ἔγνω, οὐ κατά τι μικρόψυχον ἢ περὶ
πίστιν ἀσθενές, ἀλλὰ μᾶλλον περιουσίᾳ πίστεως καὶ τῷ θαρρεῖν ὅτι καὶ μακρὰν οὔσῃ
οὐκ ἀδύνατος ἐφ᾿ ὃν ἤλπισε καὶ τὸ ἐλλεῖπον αὐτῇ δοῦναι τῆς θεραπείας. οὔκουν οὐδὲ
διήμαρτε τῆς οἰκείας κρίσεως καὶ τῶν καλῶν ἀπὸ τοῦ πιστεύειν ἐλπίδων· οὔπω γὰρ οἴκοι
γενομένης, ἀλλ᾿ ἐχομένης ἐπὶ τοῦ μέσου τῆς ὁδοιπορίας, ὁ πάσχων αὐτῇ ὀφθαλμὸς ὅλως
φωτίζεται καὶ καθαίρεται καὶ οὐδὲ λείψανον οὐδὲ τύπος οὐδεὶς τοῦ πάθους ὑπολιμπάνεται,
ἀλλ᾿ ἀκριβοῦς ἀπέλαυσε τῆς ὑγείας καὶ τῷ ἄλλῳ εἶχεν ὁμοίως.
87. οὐδὲ τὸ Νικολάου θαῦμα σιωπᾶν δίκαιον, ὅσῳ μηδ᾿ αὐτὸς ὑπὸ τοῦ ἁγίου παροφθῆναι
δίκαιος ἐνομίσθη, βαρυτάτην ὑπομένων τὴν συμφοράν. καὶ γὰρ τῷ θείῳ Ἰὼβ παραπλησίῳ
πάθει τρυχόμενος ἦν, πᾶν μέλος ἀλγῶν καὶ ἀπὸ κεφαλῆς ἄχρι καὶ ποδῶν ἕλκει πονήρῳ
βαρυνόμενος καὶ ἰχῶρας (φεῦ) ἀενάους ῥέων. ἱερὰν ἐκάλουν τὴν νόσον ὅσοι περὶ αὐτῆς
ὀρθῶς ἔκρινον. τοιούτῳ πάθει Νικόλαος κάτοχος ὢν καὶ ὑπὸ πάντων ὥσπερ εἰκὸς βδελυττόμενος,
τῷ ἱερῷ τεμένει τοῦ θείου προστρέχει Λουκᾶ καὶ τοῖς αὐτοῖς χρῆται φαρμάκοις, οἷς
πᾶσα νόσος καὶ πᾶσα μαλακία λίαν εὐχερῶς διελύετο, τῷ ἐλαίῳ, φημί, τῆς φωταγωγοῦ
καὶ τῇ νοτίδι τῆς ἱερᾶς λάρνακος. πλημμυρούσῃ γοῦν ποτε τῇ δεξαμενῇ προσκαθήμενος
καὶ τῷ ῥεύματι προσέχων ἡδέως, ἄκων μὲν ἀλλ᾿ οὐκ ἀθεεὶ πάντως, ἐν αὐτῇ καταπίπτει.
καὶ τίς οὐκ ἂν ἡσθείη καὶ τὸ καινὸν ἐκπλαγείη τοῦ θαύματος λύεται τοῦ
[p. 214] πάθους εὐθύς, καθάπερ κόνιν τινὰ καὶ ῥύπον εὐχερῶς τὴν νόσον ἀπολουσάμενος.
88. καὶ οὗτος ἀνὴρ μνήμης ἄξιος, ὃς ἐγκρατείᾳ μὲν καὶ λιτότητι διαζῶν ἦν, δαίμονι
δὲ κατάσχετος γίνεται, κρίμασιν οἷς οἶδεν ὁ πάντα συμφερόντως οἰκονομῶν, εἴτε πρὸς
κάθαρσιν ἀδήλου τινὸς καὶ προλαβούσης κακίας εἴτε μὴν καὶ καθαίρεσιν φυσήματος ὀλεθρίου
εἴτε δι᾿ ἄλλην, ἡμῖν μὲν ἄγνωστον, θεῷ δὲ σαφῶς γινωσκομένην αἰτίαν. οὗτος πολλοῖς
ὑπ᾿ αὐτοῦ χρόνοις πολλὰς ὑπέμενε καὶ χαλεπὰς τὰς βασάνους ῥησσόμενος, σπαρασσόμενος,
δείμασι φρικτοῖς βαλλόμενος· τί μὴ τῶν κακῶν ὑφιστάμενος ὕστερον δὲ τῇ τοῦ ἁγίου
προσελθὼν θήκῃ, ἡμέρας τε οὐκ ὀλίγας ἐν αὐτῇ προσμείνας, ὅμως μέλλουσαν καὶ αὐτὸς
εἶχε τοῦ θερμῶς ἐπικουροῦντος τὴν χάριν. τί οὖν ὁ εὐσεβὴς ἀνὴρ καὶ φιλόθεος ἀναστρέφει
μὲν οἴκαδε, πλὴν καὶ οὕτως οὐκ ἀπέγνω τὴν θεραπείαν, ἀλλὰ καὶ ἔτι θαμινὰ προσῄει
καὶ προσέπιπτε τῇ σορῷ, δεόμενος καὶ τρεῖς ἢ καὶ πλείους ὑπομένων ἡμέρας· οὕτως
ὑποστροφῆς ἐμέμνητο. ποτὲ γοῦν ἐλθόντι καὶ σὺν τοῖς πατράσι τὸν ἅγιον αἰτουμένῳ,
ὄναρ αὐτῷ καθεύδοντι ἐπιφαίνεται, πρὸς ὄνομά τε καλεῖ καὶ τὸ στόμα διανοῖξαι κελεύει·
τοῦ δὲ ταχέως τὸ κελευσθὲν δράσαντος, ἐκεῖνον ἐμφυσήσαντα ἔνδον «ἄπιθι νῦν» εἰπεῖν
«ὑγιής, ἀπαγγέλλων πᾶσι τὰ τοῦ Θεοῦ θαυμάσια.» καὶ ὃς ἐγερθεὶς τοῦ ὕπνου καὶ τὸ
ὄναρ μὴ ἀγνοήσας φανερὰν ὑπάρχειν ἀλήθειαν, πᾶσί τε διηγεῖτο καὶ σὺν αὐτῷ πάντας
εἶχε θεὸν καὶ τὸν αὐτοῦ θεράποντα μεγαλύνοντας.
89. οὐ μὴν ἀλλὰ καὶ τὸ τοῦ Ἰωάννου θαῦμα πῶς ἄν τις παρέλθοι δικαίως, ἀνδρὸς εὐγνώμονος
μὲν καὶ τὰ περὶ τὸν ἅγιον εὖ διακειμένου, δαίμονι δὲ οὐκ οἶδ᾿ ὅπως ζοφώδει ληφθέντος
καὶ ὑπ᾿ αὐτοῦ πολλοῖς χρόνοις ἀθλίως πάσχοντος ἐπεὶ οὖν χαλεπὴ καὶ χρόνιος ἡ μάστιξ
καὶ οὐδαμῶς ἐνδόσιμος (πῶς γὰρ ἂν καὶ παρ᾿ ἑαυτοῦ φείσαιτο καὶ οἴκτου τινὸς ἄνθρωπον
ἀξιώσειε, φύσις ὢν ἀληθῶς φθονερὰ καὶ μισάνθρωπος), ὀψὲ τὴν θεραπείαν ὅθεν ἂν εὗροι
συνείς, ἐπὶ τὸν ἱερὸν τοῦ Λουκᾶ καταφεύγει τάφον καὶ τοῖς ἰσχυροῖς χρῆται καὶ αὐτὸς
βοηθήμασι, τῷ ἐλαίῳ, φημί, τῆς φωταγωγοῦ καὶ τῷ
[p. 215] μύρῳ τῷ ἐκ τοῦ τάφου βλύζοντι. ᾧ καὶ χρίων αὐτὸν ἦν ὁ ἀδελφὸς Παγκράτιος
χερσὶ ταῖς ἰδίαις· τούτῳ γὰρ καὶ τοῖς ἄλλοις τοῖς οὕτω πάσχουσι σύνηθες ἀείποτε
συναλγεῖν καὶ δεξιὰν αὐτοῖς εἶναι συνεργὸν καὶ φιλάνθρωπον, ὡς καὶ φανερῶς εἰς βοήθειαν
ὑπ᾿ αὐτῶν καλεῖσθαι πρὸς αὐτοῦ τοῦ ὀνόματος, ἡνίκα γοῦν τῆς τοῦ δαίμονος ἀθρόας
προσβολῆς αἴσθωνται. πολλῶν δὲ μεταξὺ διελθουσῶν ἡμερῶν, ὁ Ἰωάννης ἐξαίσιος ἦν τὴν
ὑπομονήν· οὐκ ἔκαμε γάρ, οὐκ ἐδίστασεν, οὐ μικροψυχίας αὐτὸν ὑπέδραμον λογισμοί,
ἀλλ᾿ Ϡὑπομένων ὑπέμεινε τὸν κύριον,Ϡ ἕως, Ϡτῆς δεήσεως αὐτοῦ εἰσακούσας,Ϡ τῆς χαλεπῆς
ἀνῆκε τοῦ δαίμονος τυραννίδος. ἀνῆκε δὲ οὕτως· ἓξ ἤδη παρῴχοντο μῆνες, εἶτα κοιμωμένῳ
νυκτὸς ὁ μέγας ἐπιφανείς, ἐξωθεῖ μὲν ἀπ᾿ αὐτοῦ τὸν ἐπαχθῆ σύνοικον τὸ πνεῦμα τὸ
πονηρόν, στόμα δὲ πρὸς στόμα λόγους αὐτῷ τῶν ἀπορρήτων κοινολογεῖται καὶ παραγγέλλει
μηδενὶ ἐξειπεῖν ἄχρι γοῦν καὶ τῆς ἀναγκαίας τοῦ θανάτου σιγῆς.
90. καὶ ἕτερος δέ, ὡσπερεὶ τοῦ ὀνόματος, οὕτω καὶ τῆς ὁμοίας αὐτῷ κοινωνῶν συμφορᾶς·
Ἰωάννης γὰρ καὶ αὐτὸς ἐκαλεῖτο καὶ δαιμονῶν ἦν· ἀλλὰ καὶ πολλοῖς τοῖς χρόνοις καθ᾿
ὁμοίωσιν τυραννούμενος, ἴσων δὴ καὶ βοηθημάτων, ἴσης σχεδὸν ἀπολαύει καὶ θεραπείας·
νυκτὸς γὰρ ἐπιφανεὶς αὐτῷ καθεύδοντι ἐν σχήματι τῷ οἰκείῳ καὶ τὴν κεφαλὴν αὐτοῦ
κατασχών, ἀνοῖξαι τὸ στόμα διακελεύεται· εἶτα τῇ δεξιᾷ χαλᾶν ἄγκιστρον δόξας ἄχρι
δὴ καὶ τοῦ φάρυγγος καὶ τοῦτό γε αὖθις ἀνελκύσας, «ἰδού,» φησίν «ἠλευθέρωσαι τοῦ
πονηροῦ πνεύματος· καὶ τὴν σωτηρίαν ἀπὸ τῆς πίστεως εὑρηκώς, ἐν εἰρήνῃ πορεύου.»
οὕτω τε εἶπε καὶ ὁ λόγος εἰς ἔργον ἐξέβη. καὶ ἅμα τοῦ τε ὕπνου καὶ τοῦ δαίμονος
λύεται· καὶ τὰς εὐχαριστηρίους ᾠδὰς ἀποδούς, εἶτα καὶ τῷ αὐτοῦ οἴκῳ εὐθυμῶν ἀποδίδοται.
91. ὁ τοῦ μέλλοντος ῥηθήσεσθαι θαύματος ἀπολαύσας, οὔτε τὴν πόλιν ὅθεν ἐστὶν οὔτε
τὸ ὄνομα ᾧ κέκλητο, δῆλος ἡμῖν καθίσταται, <μόνον> ὅτι τὰς τῶν ὀμμάτων εἶχε βολὰς
ἀμαυράς, τοὺς τοῦ σώματος ἀμφοτέρους ἀπέσβετο λύχνους, τοῦ γλυκυτάτου πᾶσιν ἐστερεῖτο
φωτός. οὗτος ἁπάσης τῆς ἐξ
[p. 216] ἀνθρώπων ἀπογνοὺς βοηθείας, ὡς κρεῖττον ὂν τὸ πάθος ἢ κατὰ ἀνθρωπίνην καὶ
τέχνην καὶ θεραπείαν, ἐπὶ τὸν ἅγιον καταφεύγει· καὶ τὸν αὐτοῦ ναὸν εἰσελθὼν χεῖράς
τε ἅμα καὶ τὰ τῆς διανοίας ὑψώσας ὄμματα, «λῦσόν μου τὸ σκότος, ὁ τοῦ ἀληθινοῦ φωτός»
ἔλεγε «παραστάτης καὶ κληρονόμος· ἀπάλλαξόν με τῆς κατεχούσης νυκτός. ἴδω σου τὴν
εἰκόνα, προσβλέψω τὴν θήκην, τὸ σεμνεῖον θεάσομαι, τοῦ τεμένους κατατρυφήσω, κηρύξω
πᾶσι καὶ διηγήσομαι τὰ θαυμάσιά σου, πλησθέντος μοι χαρᾶς τοῦ στόματος καὶ τῆς γλώττης
ἀγαλλιάσεως.» οὕτως ἐκεῖνος δεόμενος, ἐπείπερ ὁ ἅγιος τὴν ἴασιν ἀνεβάλλετο, ῥᾳθυμίας
ἡττηθείς, οἴκαδε ἀνεχώρει, δευτέραν θέμενος μικροψύχου θελήματος τὴν ἐλπίδα τῆς
θεραπείας. πλὴν ἀλλὰ καὶ οὕτως οὐχ ὑπερεῖδεν αὐτὸν ὁ τοῦ Θεοῦ ἄνθρωπος καὶ περὶ
τὸ συμπαθεῖν ἑτοιμότατος, ἀλλ᾿ ὁδεύοντι καὶ ἔτι ὁδοῦ ἐχομένῳ τὰ τῆς εὐχῆς ἐκπληροῖ
καὶ τὸ λίαν διψώμενον χαρίζεται φῶς. οὐ μὴν ἀθρόαν οὐδὲ παραχρῆμα τὴν ὅλην αὐγὴν
δίδωσιν, ἀλλὰ κατὰ μικρὸν ὑφαπλουμένην αὐτῷ καὶ τρανουμένην τῇ τοῦ λυπηροῦ σκότους
ὑποχωρήσει. ἀμέλει καὶ διαπιστεῖν εἶχε τὸ πρῶτον καὶ οὐκ ἀληθὲς τὸ πρᾶγμα ἐνόμιζεν.
ἐπεὶ δὲ σαφεῖς ἐδέχετο τὰς τῶν ὁρατῶν ἀντιλήψεις καὶ πᾶσιν ὁμοίως ἑώρα τοῖς καλῶς
βλέπουσι, χαρᾶς πλησθεὶς μετὰ θαύματος τῷ θείῳ Λουκᾷ τὴν εὐχαριστίαν καὶ δι᾿ αὐτοῦ
τῷ θεῷ καὶ τοῖς πᾶσι τὸ θαῦμα δίδωσι, τρανωθεὶς μετὰ τῶν ὀφθαλμῶν καὶ τὴν γλῶτταν
τῇ περιουσίᾳ τῆς ἡδονῆς.
92. οὐκ ἔμελλε πάντως ὁ τοῦ Θεοῦ ἄνθρωπος ὀφθαλμῶν μόνον ἀλλὰ καὶ ποδῶν εἶναι θεραπευτὴς
θαυμαστότατος, μᾶλλον δὲ καὶ παντὸς πάθους καὶ μέλους καὶ μέρους, ὥσπερ ἄρα καὶ
ὢν φαίνεται. αὐτίκα γοῦν Ἰωάννης ὁ ἐκ νήσου τῆς Τερβενίας τοὺς πόδας ἀλγῶν καὶ ἀλγῶν
κομιδῇ πονήρως, ὡς καὶ ἐπὶ κλίνης βεβλῆσθαι καὶ τῇ περὶ αὐτοὺς ὀδύνῃ ἀθλίως ἀπομαραίνεσθαι.
ἐπεὶ οὖν, τό γε εἰς ἀνθρώπους ἧκον, ἡ νόσος οὐδαμῶς ἰάσιμος, τῶν τοῦ μεγάλου Λουκᾶ
θαυματουργιῶν εἰς ἀκοὰς αὐτῷ ἐρχομένων, ἐδίψα μὲν τὸ αὐτοῦ καταλαβεῖν μοναστήριον
καὶ τῇ θαυματουργῷ σορῷ προσπεσεῖν, ἠπορεῖτο δὲ τοῖς ὅλοις καὶ οὐκ εἶχεν ὅτι καὶ
δράσειεν·
[p. 217] οὔτε γὰρ ἱππάσασθαι δυνατὸν αὐτῷ, τῆς ὀδύνης μὴ ἐφιείσης, καὶ τῷ κλινοπετεῖ
πάλιν ἀνύσαι τοσαύτην ὁδὸν ἐπιεικῶς δυσχερές. τί οὖν ποιεῖ φθάνει τὸν τόπον τῇ διανοίᾳ,
τοῖς τῆς πίστεως διαθέει πτεροῖς, αὐτῆς ψαύει τῆς σοροῦ τοῖς χείλεσι, καλεῖ, καὶ
σώματι μακρὰν ὤν, τὸν ἐγγὺς παρεῖναι μὴ ἀποροῦντα διὰ τῆς χάριτος, «εἰσέλθοι τὸ
ἀξίωμά μου» λέγων «ἐνώπιόν σου καὶ ἡ δέησις ἐγγισάτω· καὶ δὸς τῇ πρὸς θεόν σου δυνάμει
μὴ ἱκετείαν ἀλλ᾿ εὐχαριστίαν προσάγοντα τὴν σὴν ἐμὲ σορὸν ὄψεσθαι ποσὶν ἐρρωμένοις.»
τοιαύτην τῷ ἁγίῳ προσάγων τὴν ἱκετείαν, οὐκ ἐπὶ πολλαῖς προσῆγεν ἡμέραις, ἀλλὰ ταχύνας
ἐπ᾿ αὐτῷ τὴν εὐεργεσίαν ὁ ἅγιος, ἄφνω κουφίζει τῶν ἀλγηδόνων, λύει τὰς πέδας αὐτῷ
τῶν ποδῶν, ἄρτιον εὐθὺς ὅλον δείκνυσιν οὐ βαδίσμασι μόνον ἐλευθέροις ἀλλὰ καὶ ἅλμασιν
ἤδη χρώμενον, μικροῦ καὶ ἑαυτῷ διαπιστεῖν ἔχοντα, εἰ ἐκεῖνος εἴη ὁ πρὸ ὀλίγου πάθει
τοσούτῳ πεπεδημένος· μετ᾿ οὐ πολὺ γοῦν καταλαμβάνει τὸ μοναστήριον εὖ ποδῶν ἔχων,
εὖ πίστεως· καὶ τὸν θεῖον ναὸν εἰσελθών, τῷ σημειοφόρῳ προσπίπτει τάφῳ, «εὐχαριστῶ
σοι,» λέγων «τοῦ Θεοῦ ἄνθρωπε, ἀνθ᾿ ὧν ἐρρύσω τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ
τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.» εἶτα βραχὺ τοῖς πατράσι συμμείνας καὶ τὴν νόσον
ὅπως εἶχε διηγησάμενος καὶ οἵαις ὀδύναις τῶν ποδῶν κατετρίβετο, (ἡδὺ γὰρ ἀτεχνῶς
διήγημα τὰ τῆς νόσου λέγειν μετὰ τὴν νόσον, ὥσπερ ἄρα καὶ λυπηρὰ πάντα δηλαδὴ μετὰ
τὴν παρέλευσιν) ἔπειτα καὶ τῆς ὑγείας ὅπως ἀθρόᾳ καὶ ταχυτάτῃ γέγονε πάντα διασαφήσας,
εὐθυμῶν οἴκαδε ἐπανῄει.
93. θερμὸν ἡ νεότης καὶ αὔθαδες καὶ τοῖς ὑπὲρ δύναμιν πολλάκις ἐπιχειρεῖν προθυμούμενον
καὶ μάλισθ᾿ ὅταν καὶ φυσικὴν ἔχῃ πρὸς τοῦτο ῥοπήν. ἱκανὸν τοῦ λεγομένου μαρτύριον
ὁ νῦν προκείμενος εἰς διήγησιν Δημήτριος ὁ καὶ Καλωνᾶς· διώνυμος γάρ. οὗτος σφριγῶν
νεότητι καὶ ῥώμῃ σώματος ἐγκαυχώμενος, σιρὸν ἐπ᾿ αὐτῆς οἰκίας (ὃν καὶ γούβαν ἄγροικοί
τινες ἂν καλέσειαν) ἀνορύσσων ἦν εἰς ἀπόθεσιν πάντως σίτου τε καὶ κριθῆς ἢ ἑτέρου,
φημί, τῶν χεδροπῶν. εἶτα ἐπὶ πολὺ τοῦ βάθους προήκων, ἐντυγχάνει λίθῳ βαρεῖ καὶ
μεγίστῳ· ὃν καὶ ἀμφοτέραις διαλαβὼν καὶ ἀνελκύσαι
[p. 218] φιλοτιμούμενος πολλῷ μείζονα ὄντα ἢ ὥστε καὶ χερσὶν ἑνὸς πείθεσθαι, δεινῆς
ἀπέλαυσε καὶ ἀθλίας τῆς ἀλόγου ταύτης φιλοτιμίας, τῶν ἐγκάτων αὐτῷ πρὸς βίαν καταρρυέντων
καὶ φόρτου (φεῦ) ἐλεεινοῦ τοὺς διδύμους πεπληρωκότων, καθάπερ τιμωρίαν ὑποσχὼν ἐκεῖνος
τῆς ἀμέτρου περὶ τὴν ἐπίδειξιν προθυμίας· καὶ ταῦτα παθών (ἅπερ οὐκ ἐπιδείκνυσθαι
μᾶλλον ἀλλὰ κρύπτειν ἐκείνῳ κάλλιον ἦν), ἐπεὶ οὖν δυσκίνητος ἐντεῦθεν ἢ καὶ ὅλως
ἀκίνητος ἦν, συνδραμόντες οἱ κατὰ γένος αὐτῷ προσήκοντες, ἀνελκύουσι μόλις καὶ τῇ
κλίνῃ ἀθυμίᾳ πολλῇ καὶ ὀδύνῃ βαλλόμενον κατακλίνουσιν. ἔνθα μετακλαίοντι καὶ ἀπορουμένῳ
καὶ τοὺς τῆς ἀφροσύνης δρεπομένῳ καρποὺς οὐδεμίαν τε ὑπό τινος παράκλησιν δεχομένῳ
ἐξαπέστειλεν ὁ θεὸς τὸ ἔλεος αὐτοῦ τῇ τοῦ ἀγαθοῦ θεράποντος αὐτοῦ συμπαθείᾳ· καὶ
γίνεταί τις πρόφασις ἐκ τοῦ παρήκοντος θεραπείας· ἀνὴρ γάρ τις τῶν γνωρίμων αὐτῷ
νῦν ἀπὸ τοῦ Στειρίου ἐληλυθώς, ἔλαιον ἦν ἀπὸ τῆς φωταγωγοῦ ἣν ὁ τοῦ ἁγίου σεπτὸς
ἔχει τάφος ἐπιφερόμενος· ὅπερ δεδωκὼς ἐκείνῳ, χρίειν ἐκέλευε τὰ πάσχοντα μέρη. καὶ
ὃς ἐποίει τὸ κελευσθέν. οὕτω δὲ πράττοντος, οὐ πλέον ἢ τρεῖς παρῆλθον ἡμέραι. καὶ
τοῦ ἀλγεῖν καὶ πάσχειν ὅλως παυσάμενος, τοῦ ὑμνεῖν τὸν ἅγιον ἤρχετο, ἅτε δὴ καὶ
καθαρᾶς ἀπολαύσας τῆς ὑγιείας, καὶ τὰς αὐτοῦ κηρύττειν θαυματουργίας.
94. οὐδὲ τὸ Κωνσταντίνου θαῦμα παροπτέον ἐστίν, οὔτε μὴν τῶν γραφῇ δοθῆναι διὰ τὸ
πλῆθος οὐκ ἀναγκαίων, ἐπεὶ μετὰ τοῦ πρὸς δόξαν εἶναι Θεοῦ, καὶ ὑπομονῆς ὑπόδειγμα
φέρει κάλλιστον καὶ διδάσκει μὴ δεῖν ἀπαγορεύειν ἡμᾶς ἐν τοῖς λυπηροῖς, τῆς τοῦ
Θεοῦ χρηστότητος δεομένους, ὅταν βραδύνων αὐτὸς πρὸς τὸν ἔλεον, τὴν τοῦ λυποῦντος
ἀπαλλαγὴν ἀναβάλληται λόγοις βαθυτέρας οἰκονομίας. ὁ τοίνυν Κωνσταντῖνος οὗτος πατρίδα
καὶ πόλιν ἔσχε τὰς Θερμοπύλας· ἐν ᾗ καὶ διάγων, δαίμονι χαλεπῷ περιπίπτει οὐ συναρπάζοντι
μόνον ἁπλῶς ἀλλὰ καὶ δειμάτων οἵων καὶ σκότους τὴν ἐκείνου πληροῦντι ψυχὴν καὶ πάντα
τρόπον ἐπηρεάζοντι· ἐρρήσσετο γοῦν πυκνότερον αὐτὸς καὶ κατέπιπτε καὶ τὰ τῶν δαιμονώντων
ἅπαντα, στρεβλώσεις, σπαραγμούς,
[p. 219] σκοτοδινίας, τἆλλά τε, ὅσα πάσχειν ἐστὶ τοὺς κακῷ τοιούτῳ πεπεδημένους,
ὁμοίως ἔπασχε. τί οὖν ἐκεῖνος παριδὼν ἅπασαν τὴν ἐξ ἀνθρώπων ἐπικουρίαν, ἐπὶ θεὸν
καὶ τὸν αὐτοῦ θεράποντα καταφεύγει· καὶ τὸ ἱερὸν ἐκείνου καταλαβὼν τέμενος, τῇ θείᾳ
προσπίπτει σορῷ καὶ θερμοῖς αὐτὴν λούει τοῖς δάκρυσιν. εἶτα τῷ καὶ δαιμόνων καὶ
παντὸς πάθους ἀλεξικάκῳ καὶ αὐτὸς χρῆται φαρμάκῳ τῷ τοῦ ἐλέους ὄντως ἐλαίῳ. καὶ
οὐδὲν αὐτῷ ἔργον νύκτα καὶ μεθ᾿ ἡμέραν, ὅτι μὴ εὐχαί, προσπτώσεις, δάκρυα καὶ ἡ
τοῦ ἐλαίου χρῖσις τοῖς δάκρυσι κιρναμένη. ἀλλ᾿ αὐτὸς μὲν προσεδρεύων ἐν τούτοις,
τὸ τοῦ Θεοῦ φιλάνθρωπον ἐξεδέχετο. ἡ δὲ χρηστότης μέλλουσα ἦν καὶ τὴν εὐεργεσίαν
εἰς ἀναβολάς παραπέμπουσα, πάντως δὲ οὐχ ἁπλῶς ἀλλὰ τῆς ἐκείνου ψυχῆς πρός τι χρήσιμον
καὶ σωτήριον· ἓν γὰρ οὐδέν ἐστι τῶν πάλαι τε καὶ νῦν εἰς ἡμᾶς ἐπιγινομένων, ὃ μὴ
συντείνειν οἶδε προηγουμένως εἰς ψυχῆς ὄνησιν. ταύτῃ τοι κἀκεῖνος εἰς δέον τῇ βραδυτῆτι
χρώμενος, οὐ ῥᾳθυμῶν ἦν, οὐκ ἐπιδοιάζων, οὐ τὴν θέρμην τῆς ψυχῆς ὑποχλιαινόμενος,
οὐ τὴν ἀκμὴν τῆς πίστεως ἀμβλυνόμενος, οὐδεμίαν οἴκου καὶ ἐπανόδου μνήμην ποιούμενος,
οὐδὲν μικρόψυχον λέγων ἢ πράττων ἢ ὅλως εἰς νοῦν βαλλόμενος. καὶ τοῦτο πρὸς βραχύν
τινα χρόνον πραχθέν, ἐπαινετὸν μὲν ἦν, οὐ μὴν ὥστε καὶ θαυμάζεσθαι τῆς ὑπομονῆς
ἄξιον. Κωνσταντίνῳ δὲ οὐ πρὸς μῆνα μόνον ἤρκεσεν ἡ ἀναβολή, οὐδὲ δύο, ἀλλὰ παρ᾿
ὅλους ἓξ ὑστερίζουσα ἦν, πρὸς τὸ πλάτος πάντως τῆς ἐκείνου ψυχῆς παρατεινομένη,
ὡς μὴ τῆς τοῦ δαίμονος μόνον ἐλευθερίας ἀλλὰ καὶ τῆς κατὰ ψυχὴν σωτηρίας ἀξιωθῆναι.
ὃ καὶ γέγονε· καὶ τῆς μὲν δαιμονικῆς λύεται τυραννίδος, τό γε νῦν ἔχον, τοὺς δὲ
τῆς ὑπομονῆς μισθοὺς καὶ τῆς πίστεως εἴς γε τὸ μέλλον ἀτεχνῶς λήψεται.
95. καὶ ἄλλος δέ, τὸ μέν γένος ἐξ Εὐβοίας ἕλκων, τὸ δὲ ὄνομα ἡμῖν ἄγνωστος, ὁμοίῳ
περιπίπτει κακῷ, δαίμονι ἁλοὺς πικροτάτῳ· ὁμοίοις τε πάθεσι καὶ τῇ ὁμοίᾳ χρῆται
καὶ οὗτος καταφυγῇ τῇ τοῦ θείου, φημί, Λουκᾶ λάρνακι. εἷς δὲ τῶν τὰς τοῦ κοινοῦ
λειτουργίας πιστευομένων (κομμερκιάριον αὐτὸν καλεῖν σύνηθες), ὄνομα Χριστοφόρος,
πίστεως χάριν τῷ ἱερῷ προσβάλλει ναῷ καὶ, τῆς τοῦ τιμίου τάφου ἀξιωθεὶς
[p. 220] προσκυνήσεως, ἐπεὶ καὶ τῆς παρὰ τῶν πατέρων ἐπιμελοῦς ἔτυχε ξενίας, ἑσπέρας
ἤδη καταλαβούσης, ἠξίου παρὰ τῇ σορῷ καθευδῆσαι. τῶν δὲ πατέρων τοῦτο ἐπιτρεψάντων,
«οὐδεὶς γὰρ ἕτερος» εἶπον «ὅτι μὴ ὁ πάσχων ἐκεῖ προσεδρεύει.» «ἀλλὰ καὶ τοῦτον»
ἔφη «κατὰ τὴνδε τὴν νύκτα τόπος ἕτερος ἕξει, ἐμοὶ δὲ δοθήτω μόνῳ τὸ πρὸς τῇ θείᾳ
καθευδῆσαι σορῷ· καὶ γὰρ ἀηδής μοι ἔσται πάντως τοῦ πάσχοντος ἡ συνοίκησις.» συγχωρεῖται
καὶ τοῦτο πρὸς τῶν πατέρων. καὶ ὁ μὲν μόνος τῇ θείᾳ παραμένει σορῷ, ὁ δὲ πάσχων
ἀλλαχοῦ που τὴν νύκτα κελευσθεὶς διανύσαι, πολλῇ περιβάλλεται ἀθυμίᾳ, παρόρασιν
καὶ ὕβριν τὸ πραχθὲν ἡγησάμενος καὶ ὥσπερ οὐδὲ τευξόμενος τῆς χάριτος τοῦ ἁγίου,
ἐπεὶ καὶ τῆς πρὸς τὴν ἱερὰν θήκην ἐκβέβλητο προσεδρείας. ὁ δὲ παρακαλῶν τὰς ἐν λύπῃ
ψυχὰς κύριος οὐχ ἁπλῶς ἐκεῖνον ἀθυμοῦντα παρακαλεῖ ἀλλὰ καὶ τῆς τοῦ δαίμονος ἐπηρείας
παραδόξως ἐλευθεροῖ. καὶ (ὅπως ὁ λόγος διδάξει) ὑπνοῦντι νυκτὸς ἐπιφανεὶς ὁ θεῖος
Λουκᾶς φαιδρὸς καὶ χαρίεις, λίαν τε πρὸς αὐτὸν εὐμενὲς ὁρῶν, πρῶτα μὲν πρὸς ὄνομα
τοῦτον καλεῖ, ἔπειτα καὶ τὸ στόμα διανοῖξαι κελεύει· εἶτα τοὺς δακτύλους καθείς,
τρίχα μέλαιναν ἔδοξεν ἀνελκύειν, ἧς τοῦ ἄκρου κάνθαρος ἦν ἀπηρτημένος· ὃν καὶ ὁ
μέγας ὑποδεικνύς, «ὁρᾷς» ἔφη «τὸν σὸν πολέμιον ὥστε τὸ λοιπὸν ἀφείθης τοῦ τυραννοῦντος.»
οὕτως ὁ ἅγιος καὶ τὸ πρὸς τὸν δαιμονιῶντα φιλάνθρωπον ἔδειξε φιλανθρώπως καὶ τὰ
τοῦ δαίμονος ἁρμοδίως παρέστησεν ἀπὸ τῆς εἰκόνος, διὰ μὲν τοῦ κανθάρου τὴν βδελυρίαν,
διὰ δὲ τῆς τριχὸς τὴν ἀσθένειαν. τελείας οὖν ὁ ἄνθρωπος ἐπιτυχὼν τῆς ἐλευθερίας,
οἴκαδε ἐπανῄει, χαίροντας ἰδὼν τοὺς οἰκείους χαίρουσιν ὀφθαλμοῖς.
96. ἀλλὰ τὸ περὶ τὸν κληρικὸν Νικόλαον θαῦμα, ὃς ἐκ Διαυλείας ἦν ὡρμημένος, σιωπᾶν
τις ἐθελήσας καὶ μὴ δοῦναι γραφῇ, πῶς ἂν οὐ τὰ μεγάλα φαίνοιτο ἀδικῶν καὶ καλοῦ
διηγήματος τοῖς τῶν τοιούτων ἐπιθυμοῦσι φθονῶν οὗτος γὰρ ὑδέρῳ περισχεθεὶς καὶ ἰατροῖς
τὸ πρῶτον ἑαυτὸν ἐγχειρίσας, ἔγνω κακῶς καὶ ἀβουλήτως περὶ τούτου δράσας· τὴν μὲν
γὰρ οὐσίαν καὶ σφόδρα γε ἠλάττωσεν, ηὔξησε δὲ τὴν νόσον καὶ οὐ μακρὰν ἑαυτὸν τοῦ
θανεῖν παρεσκεύασεν.
[p. 221] ἔσχατον οὖν τὸ συνοῖσον μεταμαθών, τῷ κοινῷ πρόσεισι τῶν ἑσπερίων καλῷ,
τῇ θεοδωρήτῳ χάριτι, τῇ ἀμίσθῳ καὶ ἀψευδεῖ θεραπείᾳ, τῇ τοῦ θείου, φημί, Λουκᾶ λάρνακι.
ἔνθα προσεδρεύοντα τοῦτον ὁ ἀδελφὸς Παγκράτιος φιλανθρώποις ὁρῶν ὀφθαλμοῖς, οὐ μέχρι
τοῦ συναλγεῖν τὸ φιλάνθρωπον ἐπεδείκνυ, ἀλλὰ καὶ ἐνεργεῖν τι τῶν εἰς ὠφέλειαν ἐπεχείρει.
ὕδωρ οὖν ἐν σπόγγῳ λαβών, τὴν θείαν ταύτην ἀποσμήχει σορόν· καὶ τούτῳ τὸν ἄρρωστον
ἀπὸ κεφαλῆς ἄχρι καὶ ποδῶν ἀλείφων (ὢ θαύματος ἀπορρήτου), τὴν νόσον οἷα κόνιν εὐθὺς
ἀπήλειψε καὶ ὑγιᾶ καὶ ἄρτιον ἔδειξε τὸν ὅσον οὔπω θανεῖν ἐλπιζόμενον. εἰ τοιούτου
θαύματος μικρὸν ἦν ἀδίκημα στερεῖν τοὺς ἀκροατάς, εἰπάτω τις ἀλλὰ καὶ πεισάτω.
97. καὶ τὸ περὶ τὸν ἕτερον δὲ Νικόλαον γεγονὸς οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον γραφῆς
τε καὶ ἀκοῆς ἄξιον· ὅσῳ καὶ μηδεμίαν ὑπερβολὴν ἔχει θαύματος. τοῦτον ἤνεγκε κώμη
τις περὶ τὴν Κορώνειαν μὲν διακειμένη, Ῥασταμῖται δὲ ἀγροικικῶς οὕτω πως καλουμένη.
οὗτος οὖν εἴτέ τινος χολέρας ἀναζεσάσης εἴτε καὶ κατ᾿ ἄλλην σώματος κακοήθειαν,
ἅπαν τὸ πρόσωπον ἐπληρώθη φλυκτίδων οὐδὲν ἀνομοίως ἐχουσῶν ἀνθράκων πεπυρωμένων·
ἐξ ὧν οὐ μόνον κατεχραίνετο τοῖς ἰχῶρσι καὶ πονήρως εἶχεν ἀλλὰ καὶ πολλῷ μᾶλλον
ἴσα καὶ πυρὶ τὴν ὅλην ὄψιν ἐφλέγετο· ἰατροῖς οὖν καὶ οὗτος ὁμοίως ἑαυτὸν ἐπιτρέψας
καὶ χρυσίον πολύ, τὸ μὲν διδούς, τὸ δὲ καὶ ἐπαγγελλόμενος εἰ τοῦ χαλεποῦ τούτου
νοσήματος ἀνεθῇ, ἔγνω κάκιστα περὶ ἑαυτοῦ διανοηθείς. ἕως μὲν γὰρ ἡ χεὶρ ἔρρει καὶ
τὸ βαλάντιον οὔπω διάκενον ἦν, ἤκουε παρ᾿ αὐτῶν τὰ ἡδέα ταῦτα, καὶ αὐτὸν μὲν ἐλπίδων
ἀγαθῶν πληροῦντα, τούτοις δὲ τὴν ἐκείνου χεῖρα προχειρότερον διανοίγοντα, «οὐδέν
σοι τῶν χαλεπῶν ἔσται, ἔτι μικρὸν καὶ ἐκποδὼν ἡ νόσος καὶ ἀκριβοῦς ἀπολαύσεις τῆς
ὑγιείας.» ἐπεὶ δὲ ἅπαν αὐτοῦ σχεδὸν κατεδηδόκασι τὸ χρυσίον καὶ ἡ χεὶρ ἐπαύσατο
δαπανᾶν εἰς οὐδὲν χρήσιμον, φιλαλήθεις ἦσαν οἱ μικρῷ πρόσθεν πορισμοῦ πρόφασιν τὸ
ψεῦδος ἔχοντες καὶ ὑπὸ μηδενὸς τῶν ἁπάντων ἐλεγχόμενοι· «ἡ νόσος οὐδαμῶς ἰάσιμος.
κρεῖττον ἀνθρωπίνης τέχνης τὸ πάθος. Θεοῦ δεῖται μόνου, ᾧ τὰ ἀδύνατα παρὰ ἀνθρώποις
δυνατὰ καὶ ῥᾴδια
[p. 222] διανύειν.» τούτων ἐκεῖνος ἀκούσας, ἄνοιάν τε ἑαυτοῦ κατεγίνωσκε καὶ πολλὴν
εἶχε μετάνοιαν ἐπὶ τοῖς προτέροις· ἀλλὰ καὶ λύπης ἐπληροῦτο καὶ ἀθυμῶν ἦν· ἀνθ᾿
ὧν μετὰ τοῦ χρυσίου καὶ ἃς εἶχε τῆς ὑγιείας ἐλπίδας ἀπώλεσεν. οὕτως οὖν ἀλύοντι
καὶ ἀπορουμένῳ ἐντυχών τις τῶν συνήθων, ἔναγχος ἔλαιον ἐκ τῆς φωταγωγοῦ τοῦ τάφου
διακεκομισμένος, τοῦ τάφου, λέγω, τοῦ θείου Λουκᾶ, καὶ εἰδὼς οἵα περ αὐτῷ δύναμις
καὶ ὁπόσοις γέγονε παθῶν τε καὶ νόσων φυγῆς αἴτιον, εἰσηγεῖται περὶ αὐτοῦ τῷ φίλῳ.
εἶτα σπεύσας καὶ τοῦ οἴκου μεταγαγών, ἀλείφει τούτῳ τὴν πάσχουσαν ὄψιν μετὰ πολλῆς
τῆς ἐξ ἀμφοτέρων πίστεως, τοῦ ποιοῦντος δηλαδὴ καὶ τοῦ πάσχοντος, ἐπιφωνουμένου
τῇ χρίσει καὶ τοῦ ὀνόματος τοῦ θαυμασίου Λουκᾶ, οἷά τινος σωτηρίου κατὰ τῶν ἰοβόλων
καὶ βλαβερῶν ἐπᾴσματος. τὸ δὲ ἐντεῦθεν τί ἡμερῶν ὀλίγων διάστημα καὶ ἡ καυσώδης
ἐκείνη τῶν φλυκτίδων δύναμις ἀσθενεῖ καὶ ἡ τῶν τραυμάτων πονηρὰ χύσις αὐτοῖς ἰχῶρσιν
ἀφανὴς γίνεται οὕτω καθαρῶς, ὡς μηδ᾿ ἴχνος μηδὲ τύπον οὐλῆς ὅλως ὑπολειφθῆναι.
98. ἀλλὰ πῶς ἄν τις, τὰ ἐκείνου λέγειν φιλοτιμούμενος, μὴ καὶ ἀδυνάτοις ἐπιχειρεῖν
δόξειεν, ὥσπερ ἀστέρων πληθὺν ἢ ψάμμον παράλιον ἢ χώρας θαλαττίους ἐθέλων ἀπαριθμεῖν
ὃς οὐδὲ μέχρι καὶ νῦν παύεται ἢ παύσεται τὰ τῶν θαυμάτων ἐνεργῶν παραδόξως καὶ φιλανθρώπως,
ἅτε φιλανθρώπου Θεοῦ μαθητής τε καὶ θεραπευτὴς γενόμενος καὶ ποταμῶν ἀενάους ῥοὰς
μιμούμενος. ὀλίγα δέ τινα δείγματα τῆς ἐκείνου πρὸς θεὸν παρρησίας ἀπολαβόντες,
εἰρήκαμεν, ἐκ τοῦ γεύματος, ὅ φασιν, τὸ πᾶν παριστῶντες.
99. ἔστι μὲν οὖν ὁ τῆς κατὰ σάρκα ζωῆς τοῦ θείου Λουκᾶ χρόνος οὕτως· τέσσαρα πρὸς
τοῖς δέκα γεγονὼς ἔτη τὸ τῶν μοναχῶν ὅσιον ὑπέρχεται σχῆμα καὶ τῆς κατὰ κόσμον ἀγωγῆς
ἐξέρχεται· οἰκεῖ δὲ καὶ εἰς τὸ τοῦ Ἰωαννίτζη παράλιον ὄρος, πρὸ μὲν τῆς μετοικεσίας
Πελοποννήσου χρόνους ἑπτά, μετὰ δὲ τὴν μετοικεσίαν δώδεκα· διακονεῖ καὶ τῷ στυλίτῃ
τῆς Ζημενᾶς δέκα, ἐν τῷ Καλάμῳ τρεῖς, ἐν τῷ νησίῳ τοὺς ἴσους· ἑπτὰ δὲ διανύσας ἐν
τῷ Στειρίῳ, τῆς μὲν ἐπικήρου ζωῆς πέρας εὑρίσκει· εἰσὶ δὲ τὰ πάντα ἔτη τοῦ θείου
[p. 223] καὶ ἱεροῦ Λουκᾶ νς´· ἑβδόμην τοῦ φεβρουαρίου μηνὸς ἄγοντος, πρὸς δὲ τὴν
μακαρίαν καὶ πέρας οὐδαμῶς ἔχουσαν μεταβαίνει.
100. αὐτὸς δέ μοι ἄνωθεν εἴης προστάτης τοῦ βίου καὶ τῆς ζωῆς, ἱερὲ Λουκᾶ, τὸ ἐμὸν
ἐντρύφημα καὶ καλλώπισμα· καὶ τοῦ μικροῦ τούτου πόνου οὗ πέρι τὸν σὸν ἐθέμεθα βίον,
τοὺς σοὺς συντάττοντες πόνους, τὰ σὰ θαυμάσια, (ἧττον μὲν τοῦ σοῦ ἀξιώματος καὶ
τοῦ μέτρου, πλὴν οὐ τῆς ἡμετέρας ἧττον δυνάμεως) εὕροιμεν παρὰ σοῦ τοὺς μισθούς,
οὐ πρὸς τὴν εὐτέλειαν οὗ προσηγάγομεν, ἀλλὰ πρὸς τὸ ἀξίωμα τὸ σὸν μετρουμένους.
ἔσται δὲ τοῦτο πάντως, εἰ ταῖς σαῖς πρεσβείαις, ταῖς σαῖς ὁδηγίαις, καὶ τοῖς ἄνωθεν
φωτισμοῖς σώσεις ψυχὴν καὶ ῥύσῃ κολάσεως αἰωνίου τὴν ἀξίαν ὄντως γεέννης καὶ ἀπορρήτων
κολάσεων· ὃ καὶ ἐμοὶ γένοιτο καὶ πᾶσι τοῖς σὲ βοηθὸν ἐπιγραφομένοις ἐν Χριστῷ Ἰησοῦ
τῷ κυρίῳ ἡμῶν. ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
ἀμήν.
**********************************************************