[p. 283-284]
Παύλου μοναχοῦ τοῦ ὑποτακτικοῦ. ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν οὗτος ἐν τοῖς κατὰ κόσμον
οὔτε
[p. 285-286] περίδοξος γέγονεν οὔτε πάλιν πένης, ἀλλὰ τῶν γονέων αὐτοῦ αὐτάρκως
πρὸς τὴν χρείαν ἐχόντων ἐδιδάσκετο τὰ ἱερὰ γράμματα. εἰς ἡλικίαν δὲ αὐτῷ ἐλάσαντι
ἔδοξε συμφέρον τὸν κόσμον καταλιπεῖν καὶ εἰς ἓν τῶν εὐαγῶν σεμνείων τῆς ἰδίας πόλεως
εἰσελθεῖν. καὶ ἀμφιασάμενος τὸ ἅγιον σχῆμα, ἠγωνίζετο πάσας τὰς ἀρετὰς μετελθεῖν.
καὶ τοσοῦτον ὑπερηκόντισε πάντας τοὺς ἐν ἐκείνῳ τῷ σεμνείῳ, δοχεῖον τῶν ἀρετῶν γενόμενος,
ὡς καὶ ἑτέρας ἐργασίας κρυπτὰς καὶ μεγάλας καὶ φοβερὰς προσλαβέσθαι, ὡς παρακατιὼν
ὁ λόγος δηλώσει· ποτὲ γὰρ αὐτοῦ μεθ᾿ ἑτέρων ἀδελφῶν πίσσαν ἐν χαλκείῳ διαλύσαντος,
καὶ ταύτης εἰς ὕψος ἀρθείσης ἐν τῷ κοχλάζειν ἐκχεομένης, ὁρῶν ὁ Παῦλος τὴν τῆς πίσσης
ἀπώλειαν, οὐδὲ γὰρ παρέκειτο ξυλάριον ἢ ἕτερόν τι ἐπιτήδειον πρὸς τὸ ἀναταραχθῆναι
τὸν βρασμόν, τὴν χεῖρα χαλάσας γυμνὴν εἰς τὸ χαλκεῖον καὶ τὴν πίσσαν εὐφυῶς ἀναταράξας
καὶ καχλάζουσαν καταπαύσας, ἐξήγαγε σῶαν καὶ ἀβλαβῆ, μήτε τὴν ὄψιν μολύνας, μήτε
τῆς χειρὸς ἢ τοῦ βραχίονος προσλαβομένων τι τὸ σύνολον. τοῦτο οἱ σὺν αὐτῷ ἀδελφοὶ
θεασάμενοι, ἐξέστησαν· καὶ οἱ μὲν τῶν ἀδελφῶν ὡς ἕνα τῶν θεοφόρων ἐλογίζοντο τοῦτον
καὶ ἐτίμων, οἱ δὲ παντελῶς ἠπίστουν. ἐκεῖνος δὲ γῆν καὶ σποδὸν καὶ ὀδωδότα κύνα
ἑαυτὸν ἀπεκάλει. καὶ ὡς ταῦτα ἔλεγεν, ἀπεστάλη εἰς διακονίαν ἐπὶ χρόνον τινά. τότε
ὁ προεστὼς τοὺς εὐλαβεστέρους τῶν ἀδελφῶν συλλέξας, εὐχὴν ἐπιτεταμένην σὺν σκληραγωγίᾳ
πολλῇ ἐπὶ ῥηταῖς ἡμέραις ἐποιοῦντο περὶ τοῦ μοναχοῦ Παύλου, λέγοντες οὑτωσί· «κύριε,
εἰ ἄξιοί ἐσμεν, δεῖξον ἡμῖν χωρητὸν ἰδεῖν τὸν ἀδελφὸν ἡμῶν Παῦλον, ἄρα εἰς ποῖα
μέτρα ἔφθασε καὶ ποῦ κατετάγη.» ὁ δὲ τὸ θέλημα τῶν φοβουμένων ποιῶν θεὸς ᾠκονόμησε
μιᾷ τῶν νυκτῶν ἀφυπνώσαντας τοὺς ἀδελφοὺς νεύσει θεοῦ ἁρπαγέντας εὑρεθῆναι εἰς παράδεισον
ποικίλον καὶ πάντερπνον, τοσαύτης ἐμφορηθέντα εὐωδίας καὶ τέρψεως ὅσης οὐδὲ εὑρεῖν
δυνατόν. ἐκπληττομένων δὲ αὐτῶν ἐπὶ τῷ παραδόξῳ τούτῳ θεάματι, ἔδοξε καὶ τὸν μοναχὸν
αὐτοῖς φανῆναι Παῦλον, προσπεσόντα καὶ πάντας ἀσπασάμενον. ὡς δὲ καὶ ἐπυνθάνοντο,
μαθεῖν θέλοντες τί τὸ ὁρώμενον, ἤκουον τοῦ Παύλου μετὰ πολλῆς ταπεινώσεως λέγοντος·
«ὁ μὲν παράδεισος τοῦ θεοῦ ἐστιν, ὦ ἀδελφοί, καὶ δι᾿ ἡμᾶς οὗτος γέγονεν. ὅτι δὲ
δι᾿ ἐμὲ διὰ τῆς πρὸς θεὸν ἐντεύξεως ἠθελήσατε ἕως τῶν ὧδε ἀφικέσθαι, πάρειμι καὶ
αὐτός· πλὴν ἀδεῶς λάβετε ἐξ αὐτοῦ ἕκαστος, ὅπερ ὡς ὑπερέχον τῶν ἄλλων δοκεῖ καὶ
ὡς ἐφετόν, καὶ πορεύεσθε ἐν εἰρήνῃ· ἕτερον δὲ ἐν τῇ διακονίᾳ τῇ ἀνατεθείσῃ μοι ἐξαποστείλατε·
ἐμὲ γὰρ οὐκέτι θεάσεσθε.» οἱ δὲ τὸν Παῦλον κατασπασάμενοι
[p. 287-288] καὶ λαβόντες, ὁ μὲν ἄνθος, ἕτερος κλάδον, ἄλλος φύλλα τερπνότατα καὶ
ἕτερος βοτάνας, ἐξῄεσαν. καὶ τὸν ὕπνον ἅπαντες ὁμοῦ ἀποτιναξάμενοι καὶ εἰς ἓν συνελθόντες,
τὰ ὁραθέντα διηγοῦντο εὐφραινόμενοι καὶ δοξάζοντες τὸν θεόν. ὁ μὲν γὰρ ὑπεδείκνυεν
τοῖς λοιποῖς, ὅπερ ἐκεῖθεν ἔλαβεν, ὁ δὲ ἔλεγε μὲν εἰληφέναι τόδε, ἐδείκνυε δὲ οὐδέν,
ἕτερος δὲ διεβεβαιοῦτο ἐφ᾿ ἱκανὸν τὴν εὐωδίαν φέρειν ἐν τοῖς ῥισίν, οὗπερ αὐτοχείρως
ἐκεῖθεν ἐδράξατο, εἰ καὶ μηδὲν ἐπεφέρετο. ὁ δὲ μακάριος Παῦλος ἐκεῖθεν ἀπαναστὰς
ἐν ᾗ δηλονότι διακονίᾳ ἀποσταλεὶς προσήδρευε, πρὸς τὰ Ἱεροσόλυμα ᾤχετο. καὶ τοὺς
ἐκεῖσε τόπους καταλαβὼν καὶ προσευξάμενος, εἰς Κύπρον ἀφίκετο καὶ ἐν ὄρει ὑψηλῷ
τῆς νήσου χρόνους διατελέσας, ὡς οὐκ ὀλίγοι πρὸς αὐτὸν συνέρρεον τῆς φήμης πανταχόθεν
διαδραμούσης, κἀκεῖθεν ἀνεχώρησε. καὶ πρὸς τὰ τῷ Βυζαντίῳ παρακείμενα μέρη
παραγενόμενος κἀν τούτοις τῷ Θεῷ εὐαρεστήσας, φωνῆς ἐκεῖθεν ἀξιοῦται, ὡς ὁ θεόπτης
πάλαι Μωϋσῆς· «ἀνάβηθι πρὸς τὸ ὄρος, Παῦλε,» λεγούσης, «καὶ τελεύτα.» εἰς ἓν τοίνυν
τῶν ὑψηλῶν ὀρέων ἀνελθών, ἐγχωρίως Παρηγορία ὀνομαζόμενον, τῷ θεῷ προσεκύνησε· καὶ
μικρὸν ἐν τούτῳ ἐπιβιούς, ἐκοιμήθη ἐν εἰρήνῃ.
**********************************************************