[p. 317-318]
μνήμη τοῦ ὁσίου ἀειμνήστου ὁμολογητοῦ Δουναλέ, τοῦ ἐν τῷ ἁγίῳ καὶ ἀγγελικῷ σχήματι
ἐπονομασθέντος Στεφάνου. οὗτος ἦρξε τῆς ἑαυτοῦ χώρας πρὸ χρόνων τινῶν· ἔφθασε δὲ
καὶ ἕως τῆς εὐσεβοῦς βασιλείας Ῥωμανοῦ καὶ Κωνσταντίνου τῶν πορφυρογεννήτων καὶ
χριστιανικωτάτων βασιλέων. ἦρχε δὲ νήσου τινός, ἣ παρὰ μέν τισι Νιβερτὶς λέγεται,
παρ᾿ ἄλλοις δὲ Βερόη, πλησίον οὖσα Γαδείρων καὶ τοῖς Ὠκεανοῦ περικλυζομένη ῥεύμασιν,
ἐξ εὐγενοῦς καταγόμενος ῥίζης καὶ χριστιανικωτάτοις δόγμασιν ἀνατραφείς. ἐν ταύτῃ
τῇ νήσῳ τὴν τοῦ ῥηγάτου διέπων ἀξίαν, συνέζευκτο γυναικὶ ὁμοιοτρόπῳ· πρὸς οἷς καὶ
πλούτῳ περιρρεόμενος πάντοθεν καὶ δόξης ὑψώμασι μετεωριζόμενος, ἦν μὲν πλούσιος
πάνυ κατὰ τὸν μέγαν Ἰώβ, οὐδὲ ταῖς πνευματικαῖς ἀρεταῖς ἀπολιπόμενος. τοίνυν ἐγγίνεται
αὐτῷ θεῖος ἔρως καταλιπεῖν τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ καὶ τὰ Ἱεροσόλυμα καταλαβεῖν·
ἐσοφίσατο δὲ ταῦτα κρύψαι ἀπὸ τῆς γυναικὸς καὶ τῶν τέκνων, καὶ πλάττεται ἀπολογίαν
ἀνύποπτον, ὡς ἐπιθυμίαν ἔχει γενέσθαι ἐν Ῥώμῃ καὶ προσκυνῆσαι τὸν τάφον τῶν ἁγίων
καὶ κορυφαίων ἀποστόλων Πέτρου καὶ Παύλου. αὐτίκα οὖν τὸν ἑαυτοῦ υἱὸν εἰς τὴν ἀρχὴν
ἀντ᾿ αὐτοῦ προστησάμενος καὶ πεντήκοντα μόνους τῶν αὐτοῦ οἰκετῶν λαβόμενος, ἐν τῇ
Ῥώμῃ ἔρχεται καὶ εἰς γνῶσιν καὶ ὁμιλίαν Ἀγαπητῷ τῷ ἁγιωτάτῳ πάπᾳ καθίσταται· καὶ
τὰ τῆς βουλῆς αὐτῷ ἀναθεὶς τὸ ἀγγελικὸν σχῆμα ἠξίου παρ᾿ αὐτοῦ λαβεῖν. ὁ δὲ οὐχ
ὑπήκουεν λόγοις αὐτόν τισι διακωλύων. ἵνα δὲ τὸν πάπαν ἐκεῖνος πρὸς ὑπακοὴν ἐπισπάσηται,
φιλοτίμως δωρεῖται τοῦτον. τὰ δὲ [λεγε· τάδε] ἦν δῶρα, χιτῶνες χρυσόστικτοι τρεῖς,
δακτύλιοι πέντε καὶ αὐτοὶ χρυσοῖ· ὧν τὰς σφενδόνας σμάραγδοι ὑακίνθινοι περιεκόσμουν
λίθοι. ἀλλὰ καὶ τῷ κορυφαίῳ τῶν ἀποστόλων Πέτρῳ ἕτερά τινα ἀναθήματα κάλλιστα παρέσχεν.
ὁ δὲ πάπας ἐπινεύσας τῇ αὐτοῦ αἰτήσει, τὴν κόμην περικείρας καὶ τὸν πώγωνα ξυρίσας,
τῷ
[p. 319-320] ἱερῷ τῶν μοναχῶν περιβαλὼν ἐνδύματι, ῥακώδη τινὰ καὶ τραχύτατα ἐκόσμησεν.
ταῦτα τελέσας ὁ τιμιώτατος ἐκεῖνος ἀνήρ, τοὺς θεράποντας αὐτοῦ πάντας ὑποστρέφειν
ἐκέλευσεν εἰς τὰ ἴδια, πέντε μόνους παρ᾿ ἑαυτῷ κατασχών, πολλάς τε παρὰ τοῦ τότε
τυραννοῦντος τὴν Ῥώμην Ἀλβερίχου κακώσεις ὑποστὰς καὶ βίᾳ ἀπολυθείς, πρὸς τὴν βασιλεύουσαν
τῶν πόλεων ἔρχεται, καὶ Κωνσταντίνῳ καὶ Ῥωμανῷ τοῖς βασιλεῦσι γίνεται γνώριμος καὶ
κατάδηλος· οἵτινες τὰ περὶ αὐτοῦ ἀναμαθόντες καὶ τὸ τῆς ἀρετῆς ὕψος θαυμάσαντες,
δεξιῶς ὑποδέχονται καὶ ἀδελφικῶς κατησπάζοντο καὶ συνέστιον πολλάκις ποιησάμενοι,
πολλὰ αὐτῷ τῶν διαχρύσων καὶ ἀργυρέων σκευῶν παρεῖχον, ἔτι δὲ καὶ χρήματα καὶ χιτώνων
ἐναλλαγάς. ὁ δὲ ταῦτα πάντα ἀπώσατο καὶ οὐκ ἔλαβεν· καὶ τὸ μὲν πρόθυμον αὐτοῦ ἐπῄνει
καὶ ἀπεδέχετο· καὶ μακαριστοὺς ἡγεῖτο τοὺς ταῦτα προτεινομένους. ἀντ᾿ ἄλλου δὲ παντὸς
τοῦτο ὑπερησπάζετο τὰ Ἱεροσόλυμα καταλαβεῖν καὶ τοῦ θείου καὶ ζωοδόχου τάφου γενέσθαι
προσκυνητής. ὃ καὶ γέγονεν· συνταξάμενος γὰρ τοῖς βασιλεῦσι, καταλαμβάνει τὰ Ἱεροσόλυμα
καὶ τοῦ ποθουμένου τυχών, τὸ μέγα σχῆμα ἀμφιέννυται παρὰ Χριστοδούλου τοῦ ἀρχιερέως,
μετονομασθεὶς Στέφανος. καὶ πάντα ἅγιον τόπον περιελθὼν καὶ προσκυνήσας, εὐχαριστηρίους
φωνὰς τῷ θεῷ ἀνέπεμπεν. τὸ δὲ ἄθεον καὶ μιαρὸν γένος τῶν Ἀγαρηνῶν ἰδὼν τοῦτον περικεκαρμένον
καὶ τὸν πώγωνα ξυρῷ περιῃρημένον, οὐκ ἔστιν εἰπεῖν διὰ γλώσσης ἢ γραφῆς, ὁπόσα εἰς
αὐτὸν πεπαρῳνήκασιν· ἅπερ μερικῶς διὰ γραφῆς αὐτοῦ τοῖς εὐσεβέσι βασιλεῦσι γεγράφηκεν.
μετὰ ταῦτα λογισμὸς αὐτῷ ἐπεισῆλθεν πρὸς τὸ κατελθεῖν εἰς Αἴγυπτον καὶ τὸν σεβάσμιον
τόπον θεάσασθαι, ἐν ᾧ ἡ Θεοτόκος ηὐλίζετο ἅμα τῷ παιδὶ καὶ Ἰωσήφ. ἐπεὶ δὲ πρὸς τὴν
παράλιον Ταβαρίας ἐγένετο, κρατηθεὶς ἐφρουρήθη μετὰ καὶ τῶν συνεπομένων αὐτῷ δύο
ἱερέων· καὶ ἓξ μῆνας ἐγκαρτερήσαντες λιμῷ καὶ δίψει καὶ λοιπῇ κακοπαθείᾳ, αὖθις
παρὰ τοῦ ἐκεῖσε προεστῶτος παραπέμπονται πρὸς τὸν τῆς Αἰγύπτου ἀμηρᾶν. ὑφ᾿ οὗ θανατηφόροις
δεσμοῖς περιβληθεὶς ὁ θαυμάσιος, ἠναγκάζετο τὸν Χριστὸν ἐξομόσασθαι· στεῤῥῶς δὲ
ἀντιπίπτων καὶ μὴ ἡττώμενος, ἀλλ᾿ ὁμολογεῖν παρρησίᾳ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν
διαμαρτυρόμενος, πλείοσι καὶ ἀναριθμήτοις αἰκίαις καθυπεβάλλετο. αἷς προσταλαιπωρήσας,
νόσῳ περιπέπτωκεν, δι᾿ ἧς καὶ τὸν τῇδε βίον ἀπέλιπεν, προμηνυθείσης αὐτῷ θεόθεν
τῆς τελειώσεως.
**********************************************************