Saint: ANNA OF LEUKATE
Edition: SynaxCP 835-40

[p. 837]

τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ὁσίας Ἄννης τῆς ἐν τῷ Λευκάτῃ. αὕτη ὑπῆρχεν ἐν τοῖς χρόνοις Θεοφίλου τοῦ δυσσεβοῦς, ἐκ γένους λαμπροῦ καὶ περιφανοῦς καὶ περιουσίαν κεκτημένου πολλήν. ἧς ἡ μήτηρ πᾶσαν ἐπιμέλειαν ἐποιεῖτο εὐλαβῶς καὶ κοσμίως τυποῦσθαί τε αὐτὴν καὶ ἀνάγεσθαι· συνδιατρίψασα δὲ αὐτῇ χρόνον οὐκ ὀλίγον ἡ μήτηρ (ὁ γὰρ πατὴρ τὸν τῇδε μετῆλθε βίον) καὶ καλῶς τὰ κάλλιστα οἴκοθέν τε καὶ παρὰ τῇ μητρὶ συλλεξαμένη ἡ παῖς, τὸν ἀνθρώπινον καὶ ἡ μήτηρ ὑπεξίσταται βίον· ἐγκρατὴς δὲ ἡ μακαρία ὥσπερ ἀρετῆς οὕτω δὴ καὶ πλούτου γενομένη τοῖς πτωχοῖς καὶ ἐνδεέσι τῶν χρειωδῶν μετεδίδου. ἐν τούτοις τῆς ἀοιδίμου Ἄννης γνωριζομένης, ἀνήρ τις τὸ γένος Ἀγαρηνός, τὸν τρόπον οὐκ ἀγαθός, ἄρτι τῇ τῶν Ῥωμαίων προσρυεὶς βασιλείᾳ (Βασίλειος δὲ ὁ Μακεδὼν τὸ τότε ταύτης <ἦν> τὰ σκῆπτρα διϊθύνων), ᾐτήσατο ταύτην τὴν παῖδα ἐκδοθῆναι αὐτῷ πρὸς γάμον. ὁ δὲ βασιλεὺς ἐπέτρεψε τοῦτο γενέσθαι. ἡ δὲ μὴ ἀνασχομένη τοῦτο ποιῆσαι, πολλαῖς θλίψεσιν ὑπὸ τοῦ μιαροῦ ἐκείνου καθυποβάλλεται· καὶ ὁ μὲν ὅπως λάβῃ ταύτην ἰσχυρίζετο, ἡ δὲ εὐχαῖς καὶ δάκρυσι τὸ θεῖον ἐκλιπαροῦσα, λύσιν ταχεῖαν τῶν πειρασμῶν ᾔτει γενέσθαι. ἀκούει δὲ θεὸς τὴν ἱκέτιν καὶ τὸν βιαστὸν μνηστῆρα τῆς παρούσης στερίσκει ζωῆς καὶ τὸ θέλημα τῶν φοβουμένων αὐτὸν ἐκπληροῖ. τί τὸ ἐντεῦθεν ἀπανίσταται πάμπαν τῶν βιωτικῶν
[p. 838] ἡ μακαρία, καὶ εἴς τινα τῆς Θεοτόκου ναὸν εἰσελθοῦσα, νηστείᾳ καὶ ἐγκρατείᾳ καὶ ἀγρυπνίᾳ ἐκδίδωσιν ἑαυτήν· διὰ γὰρ δύο ἢ τριῶν ἡμερῶν νηστεύουσα τροφῆς μικρᾶς μετελάμβανεν, ἔστι δ᾿ ὅτε καὶ διὰ πάσης τῆς ἑβδομάδος ἄσιτος διέμενε· καὶ λοιπὸν οὕτως αὐτῆς τὸ σῶμα κατεμάρανεν, ὡς πάσας αὐτῇ τὰς σωματικὰς ἁρμονίας φαίνεσθαι· τῶν σαρκῶν γὰρ αὐτῆς ὑπὸ τῆς ἄγαν σκληραγωγίας κατατακεισῶν καὶ σχεδὸν ἀπονεκρωθεισῶν εὐχερῶς, καὶ ἣν παρὰ τοῦ πλάστου σύνθεσίν τε καὶ σύνδεσιν ἔσχον ἀκριβῶς παρεδείκνυον, τοῦ δέρματος μόνου τούτοις ἐπικειμένου. διαρκέσασα οὖν ἐν τῇ τοιαύτῃ διαγωγῇ ἔτη πεντήκοντα, καὶ μικρὸν ἀρρωστήσασα τὴν μὲν τιμίαν αὐτῆς ψυχὴν εἰς χεῖρας θεοῦ ἐπαφίησι. τὸ πολύπονον δὲ καὶ καρτερικὸν αὐτῆς σῶμα παρὰ τῶν προσηκόντων αὐτῇ σορῷ κατατίθεται, ἔνθα καὶ πολλοὶ τῶν πρὸς γένος αὐτῇ διαφερόντων κατέκειντο. χρόνος ἔρρει πολὺς καὶ ὀχλούμενοί τινες ὑπὸ πνευμάτων ἀκαθάρτων ἀνορύξαντες ἐξήνεγκαν τὸ τίμιον καὶ ἅγιον λείψανον τῆς μακαρίας Ἄννης ἄσπιλον, ἄφθαρτον, πάσης εὐωδίας θείας τε καὶ ἀνθρωπίνης ἀπόζον. ἔνθεν τε καὶ κατανοῆσαί τι τῶν θειοτέρων ἔξεστι τῷ βουλομένῳ, ὅτι πολλῶν σωμάτων συγκατακειμένων αὐτῷ, τὰ μὲν τὴν φυσικὴν ὑπέστη διάλυσιν, τὸ δὲ σῶον καὶ ὁλόκληρον διέμεινεν. ἀληθῶς φυλάσσει κύριος πάντα τὰ ὀστᾶ
[p. 839] τῶν ἁγίων καὶ ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. ὅθεν δαίμονες ἀπηλάθησαν ἐξ ἀνθρώπων, τυφλοὶ ἀνέβλεψαν, χωλοὶ περιεπάτησαν, καὶ ἁπλῶς πᾶσα
[p. 840] νόσος, δι᾿ ἣν ἄνθρωποι κακῶς πάσχειν πιστεύονται, καὶ τότε καὶ νῦν δραπετεύει. οὕτως οἶδε θεὸς τοὺς δοξάζοντας αὐτὸν ἀντιδοξάζειν.

**********************************************************