[p. 725-726]
Ἀθανασίου τοῦ θαυματουργοῦ. ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Ἀθανάσιος, ὁ τὴν ἐπονομαζομένην
Τραϊανοῦ μονὴν τοῖς θαύμασι καταπλουτίσας, χώρας μὲν ἦν τῆς τῶν Κιβυρραιωτῶν, γονέων
δὲ μετρίων. οὗτος εἰς ἡλικίαν ἐλθὼν καὶ τὸν κόσμον βδελυξάμενος, ἐξῆλθεν εὐαγγελικῶς
μονοχίτων· καὶ περιτρέχων ἐκ τόπου εἰς τόπον καὶ ἑνούμενος πνευματικοῖς ἀνδράσι
[p. 727-728] πάντων τὰς ἀρετὰς ἀνιμᾶτο. συγκλητικὸς δέ τις μοναχὸς γεγονώς, ἰδίαν
μονὴν ἔχων ἐν τῷ Σαγγάρει ποταμῷ καὶ μοναχοὺς σκληροὺς καὶ ἀπειθεῖς, ἀκηδιάσας ἐπ᾿
αὐτοῖς, ἐξῆλθεν εἰς μακρὰν ἀπελθεῖν χώραν. τούτῳ δὲ συναντήσας <καὶ> ὡς ἐκ θεοῦ
πεμφθέντι αὐτῷ προσομιλήσας, ἔλαβεν αὐτὸν καὶ ὑπέστρεψε πάλιν εἰς τὴν ἑαυτοῦ μονήν.
οὗτος δὲ ὁ μακάριος πάσης χρηστοηθείας ὢν καὶ ἀρετῆς ἔμπλεως, πῆ μὲν βλεπόμενος
παρ᾿ αὐτῶν πῆ δὲ παρακαλῶν καὶ νουθετῶν αὐτοὺς μετέβαλεν εἰς τὸν τοῦ θεοῦ φόβον.
αὐτὸς δὲ λαβὼν τὸ μέγα καὶ ἀγγελικὸν σχῆμα καὶ ἱερωθείς, ἐλειτούργει, καλλιγραφῶν
καὶ νηστεύων ἕως ἑσπέρας· καὶ πολλὰ πειρασθεὶς ὑπὸ τῶν δαιμόνων καθαρὰν ὑπακοὴν
καὶ ἐξαγόρευσιν ἔχων, ἀπηλλάγη τῶν παθῶν γεγονὼς ἄνετος. γράψας δὲ πλεῖστα βιβλία
τῷ γέροντι, ὕστερον ἐβλάβη τοὺς ὀφθαλμούς· καὶ κλεισθεὶς ἐν τόπῳ τινὶ ἐστενωμένῳ
παρεκάλει, λέγων· «κύριε, εἰ ἄξιός εἰμι, δώρησαί μοι ὡς ἐξ ἀρχῆς τὸ φῶς· καὶ ὅσα
ἂν ὑπὸ σοῦ ἐνδυναμούμενος γράφω, φάγονται πένητες καὶ πτωχοί.» καὶ τυχὼν τῆς ἰάσεως,
καθεσθεὶς ἐπὶ χρόνοις εἰκοσιοκτώ, δέδωκε τοῖς πτωχοῖς ἐκ τοῦ ἐργοχείρου αὐτοῦ νομίσματα
χρυσοῦ ἐννακόσια. ἀεὶ δὲ ἀπρόϊτος ἦν, μὴ βλέπων ἢ προσομιλῶν τινι χωρὶς σαββάτου
καὶ κυριακῆς. εἰς γῆρας δὲ βαθὺ φθάσας ἀπῆλθε πρὸς κύριον, ὑπὸ Ἀνδρέου καὶ Ἰωάννου
τῶν μακαρίων ἀποστόλων ὁδηγούμενος, καθώς τις πνευματικὸς ἀνὴρ ἐθεάσατο· εἶδε γὰρ
ἀστραπηβόλους δύο φοβεροὺς ἐκ τῶν ἐνδοτέρων θαλάμων τοῦ βασιλέως Χριστοῦ ἐξελθόντας,
καὶ τοῖς ἀποστόλοις προστάξαντας τοῦτον μὲν ὑπ᾿ ἐκείνων ὁδηγούμενον ὑποστρέψαι,
λαβεῖν δὲ ἀντ᾿ αὐτοῦ Ἀθανάσιον τὸν τοῦ Τραϊανοῦ. διὸ καὶ παραυτίκα ἀποστείλας (οὐ
γὰρ μήκοθεν ἦν), εὗρεν αὐτὸν ἤδη τελειωθέντα. καὶ ζῶν μὲν ὁ μακάριος διαφόρους προρρήσεις
ἐφθέγξατο, αἵτινες καὶ εἰς ἔκβασιν ἦλθον. θαύματα δὲ πλεῖστα καὶ δυσαρίθμητα πεποίηκε
μετὰ θάνατον εἰς δόξαν τοῦ φιλανθρώπου θεοῦ ἡμῶν.
**********************************************************