Saint: ELIAS SPELAIOTES
Edition: AAS ept. III, 843-88

[NB: unsyncopated patšroj and the like are tacitly corrected]

[p. 843Χ]

βίος καὶ πολιτεία τοῦ ὁσίου πατρὸς ἡμῶν Ἠλίου τοῦ Σπηλαιώτου

[p. 848Ε]
1. ἐμοὶ μὲν τῷ γνώσει καὶ λόγῳ ἰδιώτῃ, ὦ ἱερὸν σύστημα καὶ θεοσύλλεκτον ἄθροισμα, ἐφετὸν ἦν καὶ ἐράσμιον ἱστορῆσαι ὑμῖν ἄνωθεν τὴν ὑψηλὴν καὶ θαυμαστὴν πολιτείαν τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ οὐρανοδρόμου Ἠλίου· ἀλλ᾿ ἡ βραδυτὴς τοῦ νοὸς καὶ τοῦ λόγου τὸ ἄπορον εἶργέ μοι τὴν τοιαύτην καταθύμιον ἐγχείρησιν εἰς ἔργον ἀγαγεῖν ἄχρι τοῦ νῦν· ἄμεινον δὲ ᾠήθην ᾧτινι ἀλλὰ πιστῷ λόγῳ σαφηνίσαι ὑμῖν κατὰ τὸ καὶ ἐφικτόν μοι τοὺς ἐκ παιδόθεν τοῦ τρισοσίου ἀσκητικοὺς ἀγῶνας καὶ τὰς ἄγαν παλαίστρας, ἃς κατὰ τῶν παθῶν καὶ τῶν πονηρῶν πνευμάτων ὑπεδείξατο ὁ ἀήττητος, ἢ ἀλόγῳ σιωπῇ τόνδε ἐκβαλλόμενος τοσούτων ἑσμὸν ἀρετῶν, λήθης βυθοῖς συγκαλύψαι *** [λαχυνα] ἡ θεία χάρις, ἡ τοὺς ἁλιεῖς σοφίσασα καὶ τρανὰς ποιοῦσα γλώσσας μογιλάλων, λαλῆσαι ὡς δικαίως τῷ θεῷ φίλον καὶ τῷ ἁγίῳ, οὐκ ἀκριβολογοῦντας [Φ] καὶ κατ᾿ ἀξίαν διηγουμένους τὸν ἰσάγγελον καὶ ὑψηλὸν αὐτοῦ βίον· ἀδύνατον γὰρ ἡμῖν τοῖς ἀμαθέσι καὶ ἀμήχανον·

2. οὐδὲ λόγοις πλαστοῖς ἐγκωμιάζειν τολμῶντος ἐγκωμίων ἀνθρωπίνων ἐνδέει ὑπὲρ ἐκεῖνα τυγχάνοντα, ἀλλ᾿ ὅσα παρὰ τῆς ἀψευδοῦς αὐτοῦ γλώττης δι᾿ αἰνιγμάτων μυστικῶς ἀκήκοα καὶ ὅσα παρὰ τῶν πρὸ ἡμῶν σὺν αὐτῷ ἀσκησάντων ὁσίων ἀνδρῶν ἔμαθον, καὶ ἅπερ τοῖς ὀφθαλμοῖς ἑωράκαμεν καὶ αἱ χεῖρες ἡμῶν ἀποστολικῶς ἐψηλάφησαν, ταῦτα γράφειν, ὡς οἶμαι, ἀκουστά τε καὶ κατάδηλα τοῖς θέλουσι ποιεῖν καὶ ἀκίνδυνον. δέξεται οὖν ἡμῶν τὸν μικρὸν λόγον καὶ πάσης ἰδιωτείας ἀνάπλεον ὁ πανάριστος καὶ θεῖος ποιμήν, ὡς πατὴρ φιλόστοργος ἰδίων τέκνων, τὰ ψελλίσματα δὲ ἀνταμείψεται αὐτοῦ θείαις ἐντεύξεσι ταῖς πρὸς τὸν θεὸν τούς τε λαλοῦντες καὶ πιστῶς ἀκούοντας μέρος καὶ κλῆρον σὺν αὐτῷ κληρώσασθαι ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως· οὐ γὰρ σοφισμένοις λόγοις ἢ πλήθει
[p. 849Α] λέξεων, ἀλλὰ πλήθει προθέσεως τοὺς μισθοὺς ὁ θεὸς ἀποδίδωσι.

3. πατρὶς μὲν ἦν μεγάλῳ καὶ οὐρανοπολίτῃ ἡμῶν πατρὶ Ἠλίᾳ ἡ τῆς ἑσπέρας πάσης πόλις προκαθημένη καὶ [Β] οἷόν τι τιμωμένη ἀνάκτορον, καὶ τὴν κλῆσιν τῇ θέσει κατάλληλον φέρουσα ἀπὸ τῆς τῶν λατίνων γλώσσης τὸ Ῥήγιον· οἵ καὶ ῥήγας τοὺς βασιλεῖς φημίζουσι. ἐν ταύτῃ τοίνυν τῶν μητρικῶν λαγόνων προκύψας *** [λαχυνα] τῶν τε αὐτοῦ γεννητόρων ἱκανῶς ὀλβοκομούντων [λεγε· ὄλβῳ κομούντων] καὶ τῇ λοιπῇ περιουσίᾳ, Πέτρου καὶ Λεοντοῦς προσαγορευμένων· κέκληται τὸ ὄνομα τοῦ φα<ε>ινοτάτου καὶ περιβοήτου πατρὸς ἡμῶν ἐν τῷ σωτηριώδει βαπτίσματι Ἠλίας προνοίᾳ θεοῦ· καὶ τοῦτο, ὡς οἶμαι, οὐχ ἀτελῶς οὐδὲ παρέργως· ἀλλὰ τὴν κλήσει πράξιν ἁρμόδιον καὶ ἀνόθευτον φέρων· ἡλίου γὰρ δίκην ἐκ δυσμῶν ἀνατείλας μέχρι ἑῴας ταῖς ἀκτῖσι τῶν ἔργων διέλαμψεν· οἱ δὲ τετοκότες τὸ παιδίον, ἰδόντες αὐτὸ ἀστεῖον, κατὰ τὸν θεῖον Μωσέα, ἤθεσί τε χρηστοῖς, καὶ τοῖς κατὰ τὴν ψυχὴν προτερήμασι κεκοσμημένον, τῇ δὲ ἡλικίᾳ τῶν παίδων ἐπιβάντα, καὶ εὐθέον [λεγε· εὔθετον] πρὸς ἀρετῆς γυμνασίας ὄντα, διδοῦσι αὐτὸν εἰς μάθησιν τῶν ἱερῶν γραμμάτων. ϠπροέκοπτεϠ δέ, καθώς φησι τὸ θεῖον λόγιον, Ϡφρονήσει καὶ ἡλικίᾳ καὶ χάριτι.Ϡ

4. μιᾷ οὖν εἰς τὸ{ν} κυριακὸν φοιτήσαντος αὐτοῦ πρὸς μετάληψιν τῶν θείων μυστηρίων, αἴφνης ἐφίσταται μονάζων πλησίον αὐτοῦ, μέγας δὲ τῷ βίῳ, ὡς ἀποδέδεικται, διορατικῷ δὲ χαρίσματι κεκοσμημένος. ὅς κατανοήσας τὴν μέλλουσαν θείαν [Χ] χάριν, ἐπὶ ἐρυθροῦ ἱματίου αὐτοῦ λέγει· «ἀποβαλοῦ τὸ ἐρυθρὸν ἱμάτιόν σου, τέκνον, ἀπὸ τοῦ νῦν. τοῦτο γὰρ οὐ συντελεῖ πρὸς φρονισμὸν τῇ νεότητι· ἀλλὰ καὶ εἰς βλαβερὰς ἡδονὰς ἕλκει τοὺς προσθέντας. ἔνδυσαι οὖν ἱμάτιον σωτηρίου καὶ χιτῶνα ἀφθαρσίας, τὸν χρηστὸν ζυγὸν τοῦ Χριστοῦ ἐπὶ σοῦ αὐχένα ἄρας, καὶ τοῖς ἴχνεσιν αὐτοῦ ἑπόμενος, κληρονόμος γενήσει τῶν αἰωνίων ἀγαθῶν, ἅ καὶ ἡτοίμασε τοῖς ἀγαπῶσιν αὐτόν, ὡς γὰρ προέγνω καὶ προώρισεν τὰ κατὰ σέ, ὁ ἀφορίσας σε ἐκ κοιλίας μητρός σου.» ταῦτα ἀκούσας ὁ παῖς, καὶ ἐνεὸς γενόμενος, καὶ ὅλος διόλου τῇ ἀπροσδοκήτῳ ἐπαγγελίᾳ τοῦ ἀνδρὸς φόβῳ μεγάλῳ ληφθεὶς καὶ κλωνιθεὶς [λεγε· κλονηθεὶς] ἀπῄει εἰς τὸν ἑαυτοῦ οἶκον, συντετριμμένῃ καρδίᾳ λέγων· «τίς ὁ λόγος αὐτὸς ὁ καινὸς πρὸς ἐμὲ τὸν ἄνηβον, καὶ ταῖς φρεσὶν νηπιάζοντα πῶς δυνήσομαι ἐννεαζούσῃ [λεγε· ἐν νεαζούσῃ] ἡλικίᾳ καὶ φρύγοντι [λεγε· σφριγῶντι] σώματι τὰ πεπυρωμένα βέλη τῶν ἡδονῶν ἐναποσβέσαι οἵῳ δὲ τρόπῳ ἐξισώσω ἐν τῷ ῥυπαρῷ καὶ ὀστρακίνῳ μου σκεύει τοῦ σώματος διατελεῖν τὴν ἀγγελικὴν ἀπόνασθαι πολιτείαν ἡ γὰρ ἰσχὺς τοῦ ταῖς ἡδοναῖς πειράζοντος ἐχθροῦ κατὰ χρηματισμὸν τοῦ Ἰὼβ ἐπὶ ὀσφύος λέγεται εἶναι, ἡ δὲ δύναμις αὐτοῦ ἐπὶ ὀμφαλοῦ γαστρός.»

[p. 850Δ]

5. οὐ δέ γε καταγώγιον μοναστώνων [λεγε· μοναστῶν{ων}?] ἐνταῦθα συνέστηκεν, ὡς οἶμαι, ἐφ᾿ ὅπερ εἰσελθὼν καὶ ἕστιος [λεγε· συνέστιος?] γεγονώς, ὑποτάξω τὴν σάρκα τῷ πνεύματι. ἐν νῷ δὲ λαβὼν οὗτος πάλαι προπάτορας, ἑαυτὸν παραθάρρυνε [λεγε· παραθαρρύνει] καὶ παραμυθεῖται λέγων· «πῶς μὲν Ἰὼβ ἐπὶ τῆς ἰδίας κοπρίας δι᾿ ὑπομονῆς ἐδικαιώθη, Ἀβραὰμ δὲ διὰ τῆς φιλοξενίας καὶ πίστεως φίλος θεοῦ μεμαρτύρηται Ἰωσὴφ δι᾿ ἀποστροφὴν ἁμαρτίας μέγα κλέος ἐν πάσαις γενεαῖς <ἐ>κύρατο· Ἠλίας δὲ καὶ Ἐλισσαῖος νηστείαις καὶ προσευχαῖς διηνεκῶς σχολάζοντες, τέρασι καὶ σημείοις κατεκομίσθησαν [λεγε· κατεκοσμήθησαν?]; τούτους οὖν κἀγὼ μιμησάμενος, ἰχνηλατήσας διανεμῶ τὰ προσόντα μοι τοῖς χρῄζουσι· λεπτυνῶ μου τὸ παχυμερὲς τοῦ σώματος· καὶ ὑποτάξω τῷ πνεύματι· σχολάσω νηστείαις καὶ ἀναγνώσεσι, καὶ οὕτω διατελῶν ἐν τῇ πατρίδι μου τὸν ἅπαντά μου χρόνον, σχῶ μέρος καὶ κλῆρον σὺν αὐτοῖς ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ.» τούτοις οὖν τοῖς λόγοις συνθεμένου τοῦ μακαρίου ἐν τῇ αὐτοῦ διανοίᾳ τοιούτω<ς> πολιτεύεσθαι, θερμῶς τὸ θεῖον ἐλιπάρει δεῖξαι αὐτῷ τὸ θεῖον θέλημα· ἐδεδοίκει δὲ καὶ ἠνιᾶτο, μή πως ἀπὸ τῶν λογισμῶν ἀπὸ τοῦ ἐχθροῦ, ὡς ἀτελὴς καὶ ἠλίθιος, πεπλάνηται.

6. [Ε] τότε συνέστειλεν ἑαυτὸν ἐπιμελῶς ἀπὸ πάσης ἀδιαφορίας βιοτικῆς [*** λαχυνα], ἐγκύπτων ὡς φιλεργὸς μέλιττα, τοῖς τιμῶσι τῶν θείων γραφῶν, πᾶν ἄνθος ἀρετῆς ἐξ αὐτῶν ἐρανιζόμενος [*** λαχυνα] γενομένου οὖν τοῦ ἀοιδίμου ὀκτωκαιδεκάτου ἔτους, ἤκουσεν αὖθις τοῦ κυρίου διὰ τοῦ εὐαγγελίου λέγοντος· Ϡὅστις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσι αὐτοῦ, καὶ ἄρας τὸν σταυρὸν αὐτοῦ ἀκολούθει ὀπίσω μου, οὐ δύναταί μου εἶναι μαθητής.Ϡ καὶ αὖθις ἑτέρας γραφῆς σύμφωνα βοώσης· Ϡἐξέλθατε ἐκ μέσου αὐτῶν, ἀφορίσθητε, καὶ ἀκατάρτου [λεγε· ἀκαθάρτου] κόσμου μὴ ἅπτεσθε,Ϡ λέγει κύριος. τίς γὰρ παρὰ ἐκείνοις θαῦμα πεποίηκε πώποτε τίς νεκροὺς ἤγειρε, τίς δαίμονας ἀπήλασεν οὐδεὶς γάρ. ταῦτα πάντα μοναχῶν τὰ ἔπαθλα, ἃ κόσμος χαρίσαι οὐ δύναται· αἰσθομένου τε ὅτι καὶ ἄκοντα βούλονται αὐτὸν οἱ τεκόντες νομίμῳ γάμῳ προσομιλῆσαι, ἐν ἀθυμίᾳ γέγονεν ὁ τῆς εὐθυμίας ἀνάπλεος· τὴν γὰρ ἀγγελικὴν καὶ ἀκήρατον [*** λαχυνα] ἠγάπα διαγωγὴν καὶ τὸν τοῦ ὁμωνύμου Ἠλίου ἠσπάζατο βίον. καὶ ὅλος τῷ θείῳ πόθῳ ἀνεφλέγετο καὶ ἐθερμαίνετο, τὸν ὄντα πλοῦτον λογιζόμενος εἰς οὐδὲν καὶ τὴν εὐκληρίαν τοῦ γένους ὡς τοῦ δρόμου ἐμπόδιον.

7. [Φ] ἀναθεὶς οὖν τῇ μητρὶ τὸν εὐσεβῆ αὐτοῦ λογισμὸν καὶ ὅτι θεῖος ἔρως καθῆψε τῇ ψυχῇ αὐτοῦ τοῦ ἐξελθεῖν, καθάπερ Ἀβραὰμ ἐκ τῆς ἰδίας συγγενείας καὶ ἐκ τοῦ πατρικοῦ οἴκου· ἐντολάς τε παρὰ αὐτῆς δεξάμενος τὸ μετὰ τὴν πείρησιν [λεγε· πείρασιν?] τῆς ἀρίστης καὶ ἀγαθῆς μερίδος, ἧς ἐξελέξατο, πρὸς παράκλησιν καὶ εὐθυμίαν αὐτῶν, αὖθις ὑποστρέψας, τῆς ἰδίας πατρίδος γίνηται μετανάστης· εἶτα σύμψυχον ἐν τῷ αὐτῷ θείῳ ἔρωτι καὶ ὁμόφρονα εὑρὼν νεανίαν ἴδιον κατὰ σάρκα, διαπεράσαντες ὁμοῦ τὸ αὐτόθι μικρὸν πέλαγος, τὴν Σικελῶν καταλαμβάνουσι νῆσον. τοὺς δὲ τόπους περινοστήσαντες ἐπιμελῶς, ἥσυχόν τε καὶ ἄβατον ἐπιζητήσαντες πρὸς τὸ ὡς ἔτυχεν εὑρίσκεσθαι, ὑπό τινος κατοικίζονται ἐν τῷ ναῷ τοῦ ἁγίου Αὐξεντίου τῷ ὄντι ὑπὸ τὴν ὁδοιπορίαν τοῦ ὑψηλοῦ βουνοῦ τοῦ ἁγίου Νίκωνος, πάσης μὲν ὡς ἀληθῶς τῆς σωματικῆς παρακλήσεως ὑστερούμενοι, τῷ δὲ θείῳ λόγῳ καὶ τῇ ἐλπίδι τρεφόμενοι.

8. καὶ χρονοτριβήσαντος τοῖς ἐκεῖσε μέρεσι, μεταμεληθεὶς ὁ ἀγύμναστος καὶ ἀφερίπονος [λεγε· ἀφερέπονος] συνοδοιπόρος τοῦ ὁσίου καὶ ἀκηδιάσας ἐκ τῆς ζωὴν φερούσης ὁδοῦ, φιλήδονος ὢν καὶ οὐ
[p. 851Α] φιλόθεος, ὑπέστρεφεν εἰς τὰ ὀπίσω, καθάπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον, οὐ διηνεκῶς ἐν τῷ βορβόρῳ τῶν παθῶν κυλίεσθαι· μετὰ ταῦτα ὑπὸ Ἰσμαηλιτῶν ἀναιρεθείς, διπλοῦν θάνατον τέθνηκε. τότε ὁ ἡγιασμένος πατὴρ ἡμῶν Ἠλίας ἐπὶ τῇ ἀναχωρήσει τοῦ λιποτακτήσαντος ἐκ τῆς ἀσκητικῆς παλαίστρας, μᾶλλον δὲ ἀπολλείας [λεγε· ἀπωλείας?], περίλυπος σφόδρα γένομενος, τοῖς δάκρυσι καὶ ὀλολυγμοῖς πολλῷ μᾶλλον ἑαυτὸν διεθάραξεν [λεγε· διετάραξεν]· ἐμνήσθη γὰρ κυριολέκτου φωνῆς λεγούσης· Ϡἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα· καὶ οὐαὶ τῷ ἑνί, ὅτι ἐὰν πέσῃ εἰς τὸν ὕπνον ἢ ἀκηδίαν ἢ ῥαθυμίαν, οὔκ ἐστιν ὁ ἐγείρων αὐτόν.Ϡ αὐτίκα οὖν κατελθὼν ἐν τῷ αἰγιαλῷ καὶ προνοίᾳ τοῦ κηδεμόνος θεοῦ πλοῖον εὑρὼν τὴν πορείαν ἐπὶ τὰ μέρη Ἰταλίας ποιούμενον, ἀνέμου τε ἐπιτηδ<ε>ίου πνεύσαντος, τὴν πρεσβυτέραν Ῥώμην γυμνὸς παντὸς ἐλικοῦ [λεγε· ὑλικοῦ], πλὴν ὅπερ ἐνεδιδύσκετο, καταλαβών, λούει τὰς θήκας τῶν ἐνδόξων ἀποστόλων τοῖς θερμοῖς δάκρυσι, περιπτύσσεται πόθου τοῖς χείλεσιν, ἀντλεῖ ἄφθονον χάριν ἐξ αὐτῶν, ὡς Ϡἔλαφος δ{ε}ιψῶσα ἐκ πηγῶν ὑδάτων.Ϡ

9. [Χ] καὶ δὴ περιστείλας ἑαυτὸν ἐν οἰκίσκῳ σμικροτάτῳ, ἦν ὑποπιέζων τὸ σῶμα καὶ ἐκτήκων πείνῃ καὶ δίψει, ψύχει καὶ γυμνότητι, ποτὲ μὲν διὰ δύο ἐσθίων, ποτὲ δὲ διὰ τριῶν, καὶ ἀποστήσας διετέλει ὅλην τὴν ἑβδομάδα, ὥστε ἐκ τῆς ἄγαν κακουργείας [λεγε· κακουχίας], καὶ τῶν θερμῶν δακρύων λεπτυνωθῆναι τῷ σώματι καὶ εἰκέναι σκιᾷ θανάτου. ἦν γὰρ καὶ λιμὸς ἐπικρατῶν ἄγαν σφόδρα, ὥστε τοὺς πτωχοὺς καὶ προσηλύτους καὶ ἐν πυλῶσι τῶν πλουσίων ἀποθνήσκειν. ὁ πατὴρ τοῦ μακαρίου ἐπὶ τῇ ἀφαντώσει τοῦ υἱοῦ θάμβῳ ληφθείς, ἤρξατο τίλλειν τὸν ἑαυτοῦ πώγωνα, καὶ τὰς παρειὰς τοῖς δάκρυσι βρέχων, ἔλεγεν· «οἴμοι, τέκνον ἡμῶν γλυκύτατον, πῶς ἀφείθης ἀπὸ τῶν ὀφθαλμῶν ἡμῶν ἐκ νεοσσίας, ἐκ κοιλίας· καὶ οὐκ ἴσμεν τί σοι γέγονεν, ἤ τι συμβήσεταί σοι.» εὐμενῶς δὲ τὸν θεὸν ἐκλιπαρῶν περὶ τοῦ μακαρίου, τό τι ἄρα γένηται, θεοῦ ἀποκάλυψις φαίνεται αὐτῷ καθ᾿ ὕπνους, λέγουσα· «κῦρι Πέτρε, τί οὕτως ἀποδύρεσαι καὶ περίλυπος ἐγένου ἕνεκεν τοῦ υἱοῦ σου» ὁ δὲ ἄπειρος ὢν
[p. 852Δ] τοιαύτης ὁράσεως ἀπεκρίνετο ἔντρομος, καί φησι πρὸς τὸν λαλήσαντα· «κύριε πῶς μὴ θρηνήσω, καὶ κατέλθῃ τὸ γῆράς μου μετὰ λύπης εἰς ᾅδην ὅτι ἐξῆλθεν λαθραίως, καὶ ἀπεδήμησεν ἐν ἀλλοδαπῇ γῇ μονότατος, οὐδὲν μεθ᾿ ἑαυτοῦ εἰληφὼς πλὴν πλούτου οἰκείου σώματος, καὶ τοῦτο παραμείψας· μονόχειρος γάρ ἐστι κύριε, καὶ οὐκ εὐχερὴς πρὸς ἀναγκαίαν χρείαν τοῦ σώματος.»

10. ὁ δὲ πρὸς αὐτόν φησιν· «ἐγὼ συμβήσομαι σὺν αὐτῷ ἐν παντὶ τόπῳ ἐξαιρούμενος αὐτὸν ἐκ πάσης θλίψεως, καὶ διατρέφων ἐν λιμῷ· ᾐρετισάμην γὰρ αὐτόν λατρεῦσαί μοι ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.» ταῦτα ἀκούσας ὁ πατὴρ τοῦ μακαρίου, διανίσταται ἀπὸ τοῦ ὕπνου ἔντρομος, καὶ τῇ συζύγῳ τὰ ὁραθέντα διηγησάμενος, μιᾷ φωνῇ ἔδωκαν δόξαν τῷ εὐδοκήσαντι τοιούτην θυσίαν εὐάρεστον ἐκ τῆς ὀσφύος αὐτῶν δέξασθαι θεῷ. καὶ γὰρ ὄντως μονόχειρος ἦν ὅσιος ἐξ ἀδοκήτου νηπίωθεν [λεγε· νηπιόθεν] συμβεβηκότος αὐτῷ τοῦ πτώματος, ὑπό τινος συνηλίκου μειρακίου κρουσθεὶς ἀφ᾿ ὑψηλοῦ τόπου, καὶ κατολισθήσας προσῄρησεν τὴν χεῖρα αὐτοῦ τῇ γῇ, καὶ συνετρίβησαν οἱ δάκτυλοι αὐτοῦ. αὐτίκα οὖν ἐπιστὰς ἀνεπιστήμων καὶ ἄπειρος ἰατρός, νάρθηκι περιδήσας τὴν χεῖρα παιδός, λεπτῷ τε νήματι καὶ [Ε] ἀδεῶς περισφίγξας ἁπαλὴν οὖσαν, ἕως ὀκτὼ ἡμέρων ἀπέπεσον οἱ δάκτυλοι αὐτοῦ· ἐντεῦθεν τὴν μονόχειρος προσηγορίαν, ὡς εὐφημίαν, ἀνεπλούτησεν· αὕτη ἀφορμὴ καὶ αἰτία τῆς τοῦ κόσμου φυγῆς, καὶ πρὸς θεὸν εὐαρεστήσεως τῷ τρισοσίῳ γέγονεν.

11. τοῦ δὲ μακαρίου πύκτου, κατὰ [λεγε· καθὰ] προλέλεκται, ἐν Ῥώμῃ περιόντος ἐν μικρῷ οἰκήματι καὶ τῇ συχνῇ μελέτῃ τῶν γραφῶν, καὶ τῇ εὐχῇ προσκαρτεροῦντος, ἤρξατο ὁ μισόκαλ{λ}ος, καὶ φθονερὸς δαίμων εἰς μνήμην καὶ πόθον τῶν γονέων τὴν καρδίαν αὐτοῦ κινεῖν καὶ τὴν τῶν παίδων ἐν τῇ σχολῇ διατριβήν, ὥστε μετὰ κλαυθμῷ [λεγε· καλυθμοῦ] τὸ βραχύτατον ἐσθίειν· καί τις μονάζων μέγας τὸν ἐρημικὸν βίον ἄνωθεν ἀσπασάμενος, τοὔνομα Ἰγνάτιος, εἰσῄει πρὸς αὐτὸν ἔνθα{ν} ἦν· καὶ ἰδὼν κώμην ἀλμυρὰν [λεγε· κόμην αὐχμηρὰν] καὶ ἐσθῆτα ῥερυπωμένην πρόσωπόν τε ὠχρὸν *** [λαχυνα] τοῦ μακαρίου πύκτου, λέγει αὐτῷ· «πόθεν εἶ, ἀδελφέ, καὶ πῶς διακαρτερεῖς ᾧδε ἐν τῇ τοιαύτῃ ἀνάγκῃ τοῦ λιμοῦ, καὶ τοῦ ψύχους· ὁρῶ γάρ σε ἐξ ἀλλοδαπῆς γῆς πρόσφατον ἐληλυθότα» ὁ δὲ ταπεινὸς καὶ πρᾷος τῇ καρδίᾳ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν, λέγων· «σεβάσμιε πάτερ, ἐκ χώρας μέν εἰμι Καλαβρίας, ἄστεως Ῥηγίου, ἐπιποθίαν τε ἔσχον τοῦ ἀσπάσασθαι τὰς τιμίας θήκας τῶν κορυφαίων ἀποστόλων καὶ ἐμάκρυνα φυγαδεύων [Φ] καὶ ἠυλίσθην ἐνταῦθα.» ὁ δὲ μέγας φησίν· «καὶ τίς ὁ πορίζων σοι μικρὸν ἄρτον» τότε ὁ μακαρίτης Ἠλίας ἐξενέγκας μικρὸν ἄγγος ὀστράκινον, ἀπένεγκεν ἔμπροσθεν αὐτοῦ μικρὰ τμήματα ἄρτου, λέγων· «ὁ εἰρηκὼς διὰ τοῦ ἀποστόλου ὁ ἀψευδὴς θεός, Ϡοὐ μή σε ἐγκαταλιπῶ,Ϡ αὐτός ἐστιν ὁ δοὺς τροφὴν πάσῃ σαρκί.»

12. ἀγάμενος οὖν ὁ μέγας τὴν τοῦ νέου ὑπομενὴν [λεγε· ὑπομονὴν] καὶ πρὸς θεὸν πεποίθησίν, φησι πρὸς αὐτόν· «ἐποῦ [λεγε· ἕπου] μοι, τέκνον, μηδὲν μεριμνῶν· θέῳ γὰρ μέλει περὶ ἡμῶν.» ἦν δὲ ἰδεῖν τὸν νέον ἑπόμενον τῷ γέροντι καὶ ὑπήκοντα [λεγε· ὑπείκοντα?] ἐν πᾶσιν ὡς ἄλογον, λογικὸν μέχρι θέσεως, ἀντιλέγειν μὴ ἐπιστάμενον. μιᾷ δὲ τῶν ἡμερῶν ἀποσταλεὶς παρὰ τοῦ ἐπιστατοῦντος ὁ μακαρίτης ἔξω τῆς πόλεως Ῥώμης, ποιμέσι τοῦ κρατοῦντος τῆς χῶρας περιέπεσε δεινοῖς καὶ φονίοις τῷ τρόπῳ καὶ τῷ ἔργῳ· οἱ καὶ ἰδόντες τὸν δίκαιον ξένον καὶ παρεπίδημον ὄντα, συνεβουλεύσαντο ἐ<κ>χέαι αἷμα δίκαιον ἀδίκως, καὶ τοὺς ῥοπάλους ἐν ταῖς χερσὶ διακρατοῦντες καὶ ἀλλήλοις διανεύοντες πρὸς τὸ τὸν ἀνεύθυνον καὶ ἄκακον κατὰ τῆς κεφαλῆς κροῦσαι. ὁ δὲ μακάριος τὰς χεῖρας πρὸς τὸν οὐρανὸν διεπέτασεν, λέγων· «ὁ
[p. 853Α] ῥυσάμενος τὸν Δανιὴλ ἐκ βορῶν λεόντων, σῶσόν με ἐκ τῆς ὥρας ταύτης.» ὁ δὲ τῆς δεήσεως τῶν αὐτοῦ δούλων εἰσακούων θεός, ἀπελίθωσεν τὰς χεῖρας τῶν παρανόμων ἀνδρῶν. καὶ ἦν ἰδεῖν θέαμα ξένον καὶ ὑπερφυές, τὸν ἀμνὸν ἐν μέσῳ τῶν θηρίων ἱσ<τ>άμενον ἀβλαβῆ καὶ ἀπήμονα, τοὺς φονεῖς ἀκινήτους καὶ τοῖς ὀφθαλμοῖς ἀλλήλους προτρεπομένους. τότε ὁ σεβάσμιος συνιεὶς τὴν τοῦ θεοῦ ταχεῖαν ἐπίσκεψιν, ἐξῆλθεν ἐκ μέσου αὐτῶν, μηδὲν δεινὸν πεπονθώς, δοξάζων τὸν ῥυσάμενον.

13. ἐφ᾿ ἱκανὸν δὲ χρόνον τριβήσας σὺν μεγάλῳ ἐπιστάτῃ τὴν μοναδικὴν παλαίστραν, εἰς ἄκρον ἐκπαιδεύεται λογισμοὺς καθαίρειν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ· καὶ οἷόν τι<ς?> μαχητὴς περιφραγμένος τοῖς ὅπλοις ἀρετῶν καὶ τὰ τῆς ψυχῆς αἰσθητήρια καλῶς ἐνγεγυμνασμένος [λεγε· ἐγγεγυμνασμένος?] πρὸς διατρίβησιν [σιχ] πονηρῶν, ὑπὸ τοῦ γυμναστοῦ ἐκπέμπεται πρὸς τὴν ἰδίαν πατρίδα· καὶ μικρὸν τοῖς αὐτόθι ἐνδιατρίψας, φήμη τις ῥέουσα πανταχοῦ διέτρεχε περί τινος ἀνδρὸς ὁσίου αὐτόθι που πλησίον οἰκοῦντος καὶ τὸν ἀπράγμον<α> καὶ ἡσύχιον βίον διάγοντος· Ἀρσένιος ἦν ὄνομα τῷ μεγάλῳ. οὖν περὶ [λεγε· οὗ πέρι?] τῷ ἀγγελικῷ βί῾ω τρωθεὶς ὁ νέος καὶ παρ᾿ αὐτῷ φοιτήσας, τὴν [Β] κόμην τῆς κεφαλῆς ἀποκείρεται καὶ τὸ σχῆμα διὰ τῶν ἁγίων αὐτοῦ χειρῶν ἀμφιέννυται, ὑποτασσόμενος ὡς εὐγνώμων αὐτῷ τε καὶ πᾶσιν ἐν εὐθύτητι καρδίας καὶ πρᾳότητι πνεύματος, ξύλα κόπτων καὶ ὑδροφορῶν, δεσμεύων λεπτῷ <σ>χοινίῳ τὴν ἀριστερὰν ἐν τῷ ὁμωνύμῳ βραχίονι καὶ τῇ δεξιᾷ χειρὶ σκάπτων ἐπιμελῶς καὶ προθύμως ἔν τε τῷ ἀγρῷ καὶ τῷ κήπῳ, νήστης διακαρτερῶν μέχρι σαββάτου, τῶν ἄλλων πάντων καθάπερ ἀνεσθιόντων· καὶ γὰρ ἡ προθυμία τῆς ψυχῆς ἰσχὺν ἐδίδου τῷ σώματι. «δεῖ γάρ» ἔλεγεν «τὴν νεότητα κόπῳ καὶ πείνῃ δαμάζειν, ἵνα μὴ τὰ πάθη τῆς ψυχῆς καὶ ὁ γαργαλισμὸς τοῦ σώματος, ὡς κόλακες ἐπαναστάντες, καταβάλωσι τὸν ἐπιβάτην, τὸν νοῦν φημι, ἐν βορβόρῳ ἀτιμίας. Ϡᾄδετε καὶ εὔχεσθε τῇ καρδίᾳ,Ϡ ὥς φησιν ὁ θεῖος ἀπόστολος· ὁ γὰρ ταῖς χερσὶ κοπιῶν καὶ τῇ καρδίᾳ εὐχόμενος, δισσῶς ὁ τοιοῦτος πλουτεῖ, ταῖς μὲν χερσὶ διὰ τῶν ἐνδεῶν Χριστῷ διακονεῖ, καθὼς καὶ ἡ Μάρθα, τῇ εὐχῇ νοητῶς παρακάθηται παρὰ τοὺς πόδας, ὥσπερ καὶ ἡ Μαρία. ἀμφοτέρων τὸ ἔργον ὁ τοιοῦτος μιμεῖται καὶ ἑκατέρωθεν ἐπιφέρει τὸν καρπὸν τῆς σωτηρίας.»

14. οὕτως τῶν ἀοιδίμων πατέρων ἀγγελικῶς πολιτευομένων ἔξω οὐ μακρῶς τοῦ ἄστεως τοῦ Ῥηγίου ἐν τῷ μετοχίῳ τῆς [Χ] εὐαγοῦς μονῆς τῆς ἁγίας Λουκίας, τῷ λεγομένῳ Μίνδινον, καὶ τῷ θεῷ ἡσύχως καὶ εἰλικρινῶς λατρευόντων, ἱερεύς τις τῶν λίαν καὶ ἐνδόξων καὶ περιφανῶν τῆς μητροπόλε{στοσσε}ως, κατ᾿ ἧ [σιχ] πλεονεξίας, μᾶλλον δὲ ἀδικίας ἁλούς, ἀφείλατο τὸ ἐξαίρετον μάρτυρος {τῆς} προάστειον <τῆς> Λουκίας· εἶτα νυκτὸς εἰσελθών, καὶ δώροις ἱκανοῖς ἐκτυφλώσας τοὺς ὀφθαλμοὺς τοῦ τὰς ἡνίας τῆς χώρας κατέχοντος στρατηγοῦ, νεῦσαι τοῦτον πεποίηκε τῇ ἀδικίᾳ καὶ σῶσαι τὸν ἀσεβῆ. οἱ δὲ ὅσιοι πατέρες Ἀρσένιος καὶ Ἠλίας, συνιέντες τὸ γεγονὸς καὶ λίαν πονήσαντες, ὡς ἱερὰ καὶ θεῖα ἐμπεπιστευμένοι, τάχιστα πορεύονται πρὸς τὸν κριτήν, τὴν ἀφαίρεσιν τοῦ κτήματος καὶ τὴν ἄδικον ἁρπαγὴν ἐκδιηγούμετοι, καὶ ὅτι οὐ δίκαιόν ἐστι τὰ τῷ θεῷ ἀφαιρώμενα καὶ τῇ μάρτυρι τοῖς κυσὶ γραφικῶς διδόναι. ὁ δὲ τοῖς δώροις θελχθείς, βεβλαμμένος οὖν τὸν νοῦν καὶ τὰς φρένας, μᾶλλον φρενοβλαβεῖν ὑπεκρίνατο οὗτος ἁγίους, καὶ λῆρον οἰέσθαι οὗτος λόγους αὐτῶν. ὥσπερ ἀποκρίνεται ὁ λαμπρότατος πατὴρ ἡμῶν Ἠλίας, στόμα ὢν τοῦ μέγαλου Ἀρσενίου, παρ<ρ>ησίᾳ τε ὀρθοτομῶν τὴν ἀλήθειάν φησι τῷ παρανομοῦντι ἐν παρρησίᾳ· «μὴ τὴν κατ᾿ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνων, ἀπόδος τὸ ἀδίκως ἀφαιρεθὲν τὸ κτῆμα τῆς μάρτυρος· γέγραπται γάρ· Ϡμὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε καὶ ὅτι πῦρ κατακαύσεται οἴκους δωροδέκτων.Ϡ»

[p. 854Δ]

15. τότε ἄδικος κριτὴς ἀλλιωθεὶς τῷ προσώπῳ καὶ ὑπερζέσας τῷ θυμῷ, κελεύει τοῖς περιστῶσι ῥαπίσαι τὸν ὅσιον κατὰ τοῦ αὐχένος καὶ τῶν σιαγόνων. ὅθεν ὁ τῆς ὑπομονῆς ἀκράδαντος πύργος ταύτην τὴν π<ο>ινὴν γενναίως ὑπομείνας, σιωπὴν μᾶλλον ἐξέσκησεν [λεγε· ἐξήσκησεν]. οἰμώσας [λεγε· οἰμώξας] οὖν ὁ θεῖος Ἀρσένιος, καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψας, θρηνώδη φωνὴν ἀφίησεν [λεγε· ἀφίησιν], ταῦτα λέγων· «μάρτυς κυρίου, ἀδίκως τυπτόμεθα, κύριε κρίνων δίκαια.» καὶ οὕτως ὑποστρέψαντες οἱ ὅσιοι εἰς τὸ ἴδιον οἰκητήριον καὶ τοῖς δάκρυσι τὸ ἔδαφος βρέξαντες, ἐδέοντο τὸν θεὸν μὴ παραβλέψαι τὸ ἀδίκημα. ἐν αὐτῇ δὲ τῇ νυκτὶ ἐμφράξεως γενομένης κάτωθεν ἀδίκῳ κριτῇ ὑπὸ θεηλάτου ὀργῆς, καὶ ὀγκωθεὶς τῷ δέρματι, ὥσπερ θύλαξ, παραβραχὺ διερράγη τὴν γαστέρα, ὥστε διαχυθῆναι σπλάγχνα αὐτοῦ τῇ γῇ. τότε εἰς αἴσθησιν ἐλθὼν τῆς ἑαυτοῦ παρανομίας, καὶ ὅτι πάντα ἐφορᾷ ὁ δίκαιος κριτής, ἕωθεν ἀπέρχεται ἐν σπουδῇ πρὸς τοὺς σεβασμίους πατέρας ἡμῶν, κηρίον μέγα ἐπιφερόμενος καὶ ἀσκὸν ἐλαίου, σὺν τῷ ἰδίῳ στρατεύματι, ἡμαρτηκέναι ὁμολογῶν εἰς τὸν θεὸν καὶ εἰς τοὺς ἁγίους, καὶ ὅτι «ἀποδίδωμι ἀδίκως ἀφαιρεθὲν κτῆμα τῆς μάρτυρος». ἀποκρίνονται οἱ ὅσιοι, καὶ λέγουσι αὐτῷ· «τάδε λέγει κύριος· [Ε] Ϡτάξαι περὶ τοῦ οἴκου σου· ἀποθνήσκεις γὰρ σύ, καὶ οὐ ζήσεις.Ϡ ἅ δὲ εἴληφας καὶ ἐθησαύρισας, τίνι ἔσται» οὕτως ὑποστρέψας εἰς τὸ ἴδιον πραιτώριον, ἐντὸς τριῶν ἡμερῶν ἐν νεκροῖς ἦν ὁ δείλαιος, δίκην ἔνδικον στήσας τῆς ἑαυτοῦ παρανομίας, τὸν οἰκτρὸν καὶ ἀόρατον θάνατον.

16. [Φ] περίλυποι οὖν γενόμενοι οἱ ἀοίδιμοι ἐν τούτῳ σφόδρα, ἄρδην ἀποτιναξάμενοι ἅπαντα κονιορτὸν βιοτικόν, μετῇραν ἐκεῖσε, καὶ κατῴκησαν εἰς ναὸν τοῦ ἁγίου μάρτυρος Εὐστρατίου πλησίον χωρίου τοῦ λεγομένου τῶν Ἄρμων, πληροῦντες
[p. 855Α] τὸ{ν} προφητικὸν λόγιον τὸ φάσκον· Ϡσχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός.Ϡ ἐπὶ πλεῖον δὲ ἐπέτεινεν τὴν ἑαυτῆς ἄσκησιν ἡ θεόκλητος ζυγὴ καὶ θεάρεστος νηστείαις οὐ ταῖς τυχούσαις, καὶ δεήσεσι παννύχοις, ἀγρυπνίαις τε καὶ ψαλμῳδίαις. ἐλέγετο μὲν οὖν τὸν μέγαν Ἀρσένιον ἑβδομάδα ἕλκειν τὴν νηστείαν· προβεβηκὼς γὰρ ἦν τῇ ἡλικίᾳ· τὸν δὲ θεῖον Ἠλίαν ὡς στερρὸν καὶ πρόθυμον, ἀσινῆ τε καὶ νέον τῷ σώματι, ἀνὰ δέκα ἡμέρας ἐπιτείνειν τὴν νηστείαν, ὥστε τοὺς ὀφθαλμοὺς αὐτοῦ κατωποῦ [λεγε· κάτω που] εἰς βάθος εἰσδῦναι. τῆς γὰρ σωφροσύνης σφόδρα ἐπιμελούμενος, τῆς σαρκὸς πρόνοιαν ποιούμενος συχνῶς. ἐν δὲ τῷ καιρῷ τῶν ἁγίων καὶ ἱερῶν νηστειῶν ἦν κάμπτων τὰ γόνατα συχνῶς καὶ δεόμενος τῷ θεῷ ἐκτανῶς [λεγε· ἐκτενῶς], ὥστε ἐπὶ δυσὶ καὶ τρισὶ χιλιάσι μετανοίαις γονυκλινεῖν, τὸ καθ᾿ ἡμέραν μέχρι συμπληρήσεως [λεγε· συμπληρώσεως] τῆς ἁγίας τεσσαρακοστῆς. εἰς ἑαυτὸν δὲ λογίζετο [λεγε· δ᾿ ἐλογίζετο], λέγων· «ἆρα ἐν τοσούτῳ κόπῳ διαρκέσει μοι τὸ σωμάτιον μέχρι τέλους μέλλω γὰρ ποικίλαις νόσοις περιπίπτειν.» τῇ δὲ προθυμίᾳ ἑαυτὸν ὑποστηρίζων, ἔλεγεν· «οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.»

17. τῶν δὲ προσιόντων τῇ μυστικῇ τραπέζῃ πρὸς μετάληψιν [Β] τῶν θείων μυστηρίων, ὁ πεφωτισμένος μέγας Ἀρσένιος, ὅτε ἱερεὺς ὑπάρχων καὶ τὰ θεῖα ἐκτελῶν μυστήρια, τινῶν μὲν ἐώρα τὰ πρόσωπα λαμπρυνόμενα καὶ ἀκτινοβολεῖν, τινῶν δὲ σκοτοῦσθαι καὶ μελανοῦσθαι ὡς πρόκαυμα χύτρας. τοιαύτης ἠξιωμένος χάριτος, διὰ τοῦτο ὁ ἀοίδιμος παρῄνει τοῖς πᾶσι, λέγων· «εἴ τις ὑπομνήσει κακίας ἔσκωται [λεγε· ἐσκότηται], εἴ τις ὑπὸ ἁρπαγῆς ἢ πλεονεξίας κεκράτηται, εἴ τις ὑπὸ λωβοῦ σαρκικοῦ καὶ πάσης ἀκαθαρσίας βεβορβόρωται, μὴ τολμήσει προσελθεῖν τῷ θείῳ τούτῳ πυρί, πρὶν ἤ διὰ προσηκούσης μετανοίας ἑαυτὸν διορθώσῃ.» μυστικῶς δὲ τοῖς οἰκείοις διεβεβαιοῦτο, λέγων· «πιστεύσατε μοι, ἀδελφοί, ὅτι οἱ ἐν κόπῳ καὶ μόχθῳ τὸν οἰκεῖον ἄρτον ἐργαζόμενοι, καὶ τὴν περισσείαν αὐτῶν εἰς τὸ τῶν δεομένων ὑστέρημα παρέχοντες, καθαρῷ τε συνειδότι μεταλαμβάνοντες τῶν θείων μυστηρίων, καθαίρονται τῶν ἰδίων ἁμαρτιῶν καὶ ἐξαστράπτει τὸ πρόσωπον τῆς ψυχῆς αὐτῶν. οἱ δέ γε τῇ ἔξωθεν μορφῇ τοῦ σώματος λευκαῖς καὶ ἐρυθραῖς στολαῖς καλλωπιζόμενοι, ἔσωθεν γέμουσι μίσους καὶ ἁρπαγῆς, καὶ μολυσμοῦ σαρκικοῦ, οὗτοι μελαίνονται τὸ τῆς ψυχῆς πρόσωπον, ὡς ἀναξίως τοῦ θείου ἄρτου μεταλαμβάνοντες. γενόμενοι δὲ οὕτως πᾶσιν ὑπογραμμὸς καὶ τύπος ὠφελείας οἱ θεσπέσιοι. τοὺς δὲ βεβήλους προσιέναι τῇ μυστικῇ τραπέζῃ ἀβέβλεπτον [λεγε· ἀνέβλεπον?]. τὸν θεὸν φοβεῖσθαι πάντας παρεκάλουν, ἄξια τῆς μετανοίας ἔργα πράττοντας.»

18. [Χ] καί τις ἔμπορος ἐκ τοῦ αὐτοῦ χωρίου Ἄρμων, σώματα ἀνθρώπων ὠνούμενος, καὶ ἀπεμπολῶν, ἐδιδάσκετο ὑπὸ τῶν ὁσίων, λεγόντων πρὸς αὐτόν· «παῦσαι, ἀδελφέ, τῆς τοιαύτης ἐμπορείας, ὑπόδικόν σε ποιούσης τῆς αἰωνίου κατακρίσεως· ἐπιλαβοῦ τε ἑτέρας τῆς οἵας πραγματείας». ὁ δὲ τάλας τῷ πόθῳ τῆς φιλαργυρ{ε}ίας ἁλούς, εἰς οὐδὲν οὗτος λόγους τῶν ἀοιδίμων ἐλογίζετο.» εἶτα ἐν ὀλίγῳ χρόνῳ τέλει τοῦ βίου ἐχρήσατο ὁ δύστηνος. τότε ἡ τούτου σύμβιος, ἐνέγκασα νόμισμα ἕν, παρεκάλει τὸν θεῖον Ἀρσένιον λέγουσα· «δέξαι τὸ νόμισμα ἐκ τῆς χειρὸς τῆς δούλης σου, πάτερ ὅσιε, καὶ τὰς συνήθεις λειτουργίας τῷ συζύγῳ μου ἐκπλήρωσον· κεκοίμηται γάρ.» ὁ δὲ ἁμαρτωλὸν ἑαυτὸν λέγων καὶ τῷ γήρᾳ καμφθέντα. τότε ὅρκοις φρικτοῖς βιασαμένη τὸν ὅσιον ἐκπληρεῖν τὸ ἔργον συνέθετο. καὶ δὴ τὴν θείαν λειτουργίαν ἀρξαμένου τοῦ θείου πρεσβύτου, καὶ εἰς ἀνάμνησιν τοῦ τεθνεῶτος ἐλθόντος, ἄγγελος κυρίου ὄπισθεν ἐπιστάς, καὶ ἐπιλαβόμενος τῆς ἱερατικῆς αὐτοῦ στολῆς, καὶ τὴν χεῖρα τῷ στόματι ἐπιθείς, διεκώλυεν αὐτὸν μηδὲ μνήμην τοῦ τάλανος ποιήσασθαι. ἀγασθεὶς οὖν ὁ μέγας ἐπὶ τῷ παραδόξῳ τούτῳ θαύματι, καὶ
[p. 856Δ] διδ<ο>ιὼς [λεγε· δεδιὼς] μή πως ἐξ ἐναντίας ἐνεργείας ἐστὶν ὁ κωλύων, ἐξεδέχετο δευτέραν καὶ τρίτην φανέρωσιν. ὡς οὖν δὶς καὶ τρὶς τὸ αὐτὸ σημεῖον ἐπηκολούθησε, συνῆκεν ὁ μέγας, ὅτι ὄντως ἐν μεγάλῃ καὶ φοβερᾷ κρίσει κέκριται ὁ ἀνήκοος, καὶ τὸ νόμισμα ἀπέδωκεν τῇ γυναικί, λέγων· «ἄπελθε καὶ δὸς τὸ νόμισμα ἑτέρῳ, γύναι, ὃς ἐκτελέσει τὰς θείας λειτουργίας τῷ ἀνδρί σου· ἐγὼ γὰρ ἐν πολλοῖς βυζόμενος [λεγε· βιαζόμενος] οὐ σχολάζω.»

19. ἐν αὐτῇ δὲ τῇ κώμῃ ἕτερός τις ἦν τετελευτηκὼς ἐν ἐκείναις ταῖς ἡμέραις ἄγαν πτωχὸς καὶ πένης. συνίδεν [λεγε· συνεῖδεν?] οὖν ὁ μέγας ἀντὶ τοῦ πλουσίου τῷ πτωχῷ ἐπιτελέσαι δωρεάν, καὶ μὴ εἰς κενὸν τὸν κόπον αὐτοῦ καὶ τὴν πρόθεσιν ποιῆσαι. ἐν δὲ τῷ πληρῶσαι αὐτὸν τὰς θείας καὶ ἱερὰς λειτουργίας, κατὰ τὸ σύνηθες τῶν τελευτώντων, ἐπιφαίνεται αὐτῷ ὁ πρὸ μικροῦ κοιμηθείς, ἀσμένως λέγων· «τὸ μνημόσυνόν σου αἰώνιον ἔσται, πάτερ ὅσιε, διὰ γὰρ σῶν δεήσεων *** [λαχυνα].» ἔλεγεν δὲ τοῖς πᾶσιν ὁ θεῖος Ἀρσένιος καὶ ἐβεβαίου ὅτι· «ἂν μὲν δίκην χόρτου καὶ καλάμης ἐλαφρά εἰσι τὰ ἁμαρτήματα, εὐχερῶς ἐξαλείφονται διὰ θείου ἱερέως καὶ μεσίτου πρὸς θεόν· εἰ δὲ δίκην σιδήρου καὶ μολύβδου, ἅ εἰσι μοιχεῖαι καὶ φόνοι καὶ ὅμοια κλοπὴ καὶ [Ε] μῖσος, δυσκόλως συγχωρήσεως τὰ τοιαῦτα τεύξονται.»

20. ἔπειτα δὲ ἔκ τινος ἐπιπνοίας καὶ θεοφανείας ἡ τῶν Ἰσμαηλιτῶν διαπόντιος ἔλευσις καὶ θεηλασία [λεγε· λεηλασία?] τοῖς μακαρίοις ἐδηλοῦτο. τοιαύτης ἠξιωμένοι χάριτος, τὸν ἐξ ἐκείνων ἐκκλίνοντες κίνδυνον, μέχρι τῶν οὖν Πατράων ἐκ Ῥηγίου ἀπέπλε<υ>σαν. καὶ δὴ πολλὰ παρ{ε}ίσαντες τὸν τῆς πόλεως ἐπίσκοπον καὶ τὸν εὐαγῆ κλῆρον, ᾔτουν παρ᾿ αὐτοῖς τόπον ἤρεμον καὶ ἀνακεχωρισμένον πρὸς τὸ τῷ θεῷ ἀνενοχλήτως τὰς εὐχὰς ἀποδιδόναι. οἱ δὲ ἤθεσι χρηστοῖς καὶ πᾶσι κεκοσμημένους τοὺς ἁγίους ἰδόντες, φασὶ πρὸς αὐτούς· «πατέρες ὅσιοι, τόπος φιλήσυχος καὶ ἐπιτήδειος εἰς κατοίκησιν μοναχῶν, ὁ κατέναντι τῆς πόλεως πύργος ὑπάρχει, πλὴν ἱκανῶν θελησάντων τῶν ὁσίων μοναχῶν ἐκεῖσε παραμεῖναι, οὐδεὶς ἐδυνήθη ἀντιπαρατάξασθαι πρὸς τὸ αὐτόθι κατοικοῦν καὶ ἐμφιλοχωροῦν πονηρότατον πνεῦμα· φάσματα γὰρ καὶ ψόφους σφόδρα ἀποτελοῦν, θροεῖσθαι πάντας καὶ φεύγειν ποιεῖ.» εἶτα ὁ θεῖος Ἀρσένιός φησι· «ἀδελφοί, πεντεκαιδεκαέτης ὢν γέγονα μοναχός· οὐκ εἶδον δαίμονα τοῖς αἰσθητοῖς ὀφθαλμοῖς μου, εἰ μή που διὰ λογισμῶν πεπείραμαι.»

21. [Φ] τὸν δὲ ὕψιστον θέμενοι βοηθὸν ὁ [λεγε· οἱ] πανάγαστοι, ἀπέρχονται σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ἔνθεν τοῦ πύργου εἰσελθόντες, καὶ γονυκλίναντες [λεγε· γόνυ κλίναντες], ἡτοίμαζον ἑαυτοὺς ἀντιπαρατάξασθαι τοῖς τῆς πίστεως ὅπλοις πρὸς τὰ πνεύματα τῆς πονηρίας. τῇ δὲ προσευχῇ ἐπὶ πλεῖον προσκαρτερούντων, ἰδοὺ ὁ πειράζων παραγίνεται, καὶ πρῶτον ἤρξατο ἐν τῇ γωνίᾳ τοῦ πύργου ψόφους μεγίστους καὶ φόβητρα ἀποτελεῖν, ἅπερ μηδόλως δεδοικότες οἱ πανάγαστοι, παννύχιον διέμειναν ἀγρυπνοῦντες. ἔπειτα δὲ πάλιν καὶ τῇ ἐπιούσῃ νυκτὶ παραγίνεται τὸ ἀναιδὲς καὶ ἁμίλλικτον [λεγε· ἀμείλικτον] πνεῦμα, οὐκ ἐν τῇ γωνίᾳ, ἀλλ᾿ ἐκ πλαγίου τοῦ πύργου, πολλῷ πλέον φαντασιοκοπῶν. τῇ δὲ τρίτῃ νυκτὶ ἔξω πρὸ τῶν θυρῶν τοῦ πύργου ψόφους καὶ κρότους καὶ φωνὰς οἰκτρὰς ἀφεὶς, ἄφαντον ἐγένετο ἀπὸ τῆς τότε ὥρας καὶ ἐπέκεινα. ἐκ τότε οὖν χάριτι Χριστοῦ καταγώγιον ἀπήμαντον ἐχρημάτισεν τὸ τῶν δαιμόνων οἴκημα· καὶ διέμειναν ἐκεῖσε οἱ πατέρες ἡμῶν ἐπὶ ὀκτὼ ἐνιαυτοὺς ἀκράδαντοι καὶ ἀδιάστατοι ἀλλήλων, ταῖς πράξεσι τῶν ἀρετῶν καὶ ταῖς τῶν θείων θεωριῶν ἐπιβάσεσι διηνεκῶς λαμπρυνόμενοι.

[p. 857Α]

22. ὅθεν οἱ αὐτόχθονες καταπλαγέντες ἐπὶ καρτερίᾳ καὶ ὑπομονῇ τῶν θεσπεσίων πατέρων καὶ ὅτι οὐδαμῶς ἴσχυσαν ὅλως θροῆσαι αὐτοὺς τὰ τῆς πονηρίας πνεύματα, συνεχέστερον ἀπῄεσαν πρὸς αὐτοὺς ἐρωτήσεως καὶ ὠφελείας χάριν. ἑώρων γὰρ τὴν πρᾶξιν πρὸ τῶν λόγων φθεγγομένην καὶ ἐξίσταντο. καὶ ὁ μὲν μακαρίτης πατὴρ ἡμῶν Ἠλίας στε<ρ>ρεὸς ὢν καὶ πρόθυμος, τῷ σώματι ἄζων, σκληροτέραις καὶ σαυτονωτέραις [λεγε· συντονωτέραις] ἀγωγαῖς ἑαυτὸν ὑπεπίεζεν καὶ ἐδουλαγώγει, καύσωνι συγκαιόμενος καὶ ψύχει πηγνύμενος, ἀγρυπνίᾳ τε πολλῇ καὶ χαμευνίᾳ ἑαυτὸν ἐκτήκων, ὥστε ἐκ τῆς ἄγαν κακουργίας [λεγε· κακουχίας] καὶ τήξεως κατασβεσθῆναι τὰς ὑπογαστρίους ἡδονὰς καὶ κατευνασθῆναι εἰς τέλεον. εἷς δέ τις τῶν λίαν περιφανῶν καὶ ἐνδόξων τῆς πόλεως προσελθών, προσέπεσε τοῖς γόνασι τοῦ θείου Ἀρσενίου, λέγων· «εἰ κέκρικάς μοι πιστὸν εἶναι τῷ θεῷ, ἐλθὼν ἐν τῷ οἴκῳ μου, μετάλαβε σὺν ἐμοὶ ἄρτον σήμερον.» εὐθὺς οὖν ἐπὶ τῷ λόγῳ ὁ πρεσβύτης ἀναστάς, φησὶ τῷ φα<ε>ινοτάτῳ Ἠλίᾳ· «ἕπου μοι, τέκνον, ἐπιστηρίζων τὸ ἐμὸν γήρας· κέκρικα γάρ· καὶ αἱ δυνάμεις τοῦ σώματός μου ἠσθένησαν.» ὁ δὲ εἰς πάντα ὑπήκοος καὶ ἀντιλέγειν μὴ εἰδώς, προθύμως ἠκολούθη τῷ γέροντι.

23. καὶ δὴ ἀνακλιθέντες ἐπὶ τὸ αὐτὸ ἐπὶ τῇ τραπέζῃ σὺν τῷ [Β] καλέσαντι, ἤσθιον τῶν προκεκειμένων εὐχαρίστως. τὸ δὲ φλύαρον, μᾶλλον δὲ βέβηλον καὶ δύστροπον γύναιον τοῦ καλέσαντος, ἰδὸν τὸ{ν} τῇ ἐγκρατείᾳ λαμπρυ<ν>θὲν καὶ ἀποστίλβον πρόσωπον τοῦ φα<ε>ινοτάτου πατρὸς ἡμῶν Ἠλίου, ἐτρώθη τὴν καρδίαν οἴστρῳ ἀκολασίας ἡ νέα Αἰγυπτία καὶ ὀφθαλμοῖς ἀκολάστοις περιεβλέπετο τὸν σώφρονα, πλησίον αὐτοῦ ἀνακειμένη· καὶ ὑπὸ τοῦ πειράζοντος πυρωθεῖσα, ἐκτείνασα τὸν ἑαυτῆς πόδα ἡ ἀναιδὴς καὶ ἄσεμνος καψύσαι [λεγε· ψαῦσαι ορ καταψῆσαι ορ καλύψαι?] τοῦ ποδὸς τοῦ ὁσίου, καὶ ἀπέτριψεν ἰσχυρῶς. τότε ὁ νέος Ἰωσὴφ μηδόλως τῇ καρδίᾳ τρωθείς, μήτε τοῖς λογισμοῖς ἡδυνθεὶς, ὡς φίλαγνος ὢν καὶ ἀθήλυντος τὸ πᾶν, τεφρὸν ὄμμα νοερῶς ἀνεκαλεῖτο· διεβεβαιοῦτο γὰρ ἡμᾶς μετὰ ταῦτα ὁ ἀοίδιμος ὅτι, «οὐκ ᾔσθετο ἡ σάρξ μού τινος κινήσεως σαρκικῆς οὔτε σεσάλευμαι κρέᾳ, τὸ αἰώνιον πῦρ ἐννοούμενος. ἀλλ᾿ ὥσπερ ξύλον πρὸς ξύλον ἀναισθητῇ τῇ προσψαύσει, οὕτως κἀγὼ διεκείμην, τὴν καρδίαν πρὸς τὸν θεὸν ἔχων πρὸ τῶν ὀφθαλμῶν καὶ προσευχόμενος.»

24. μετὰ ταῦτα ἀναχωρησάντων τῶν θεσπεσίων πατέρων ἐν ἰδίῳ σεμνείῳ, κρίσει δικαίᾳ τοῦ πάντα φέροντος θεοῦ καὶ ἀνεχομένου πρὸς δοκιμὴν καὶ γυμνασίαν τῶν ἑαυτοῦ δούλων, ἄγγελος ἀνελεήμων ἐπιπέμπῃ [λεγε· ἐπιπέμπεται ορ ἐπεπέμφθη?] τῇ ταλαίνῃ· ὃς τρόμῳ λαβροτάτῳ [Χ] συντρίψας καὶ καταρράξας αὐτὴν, ἐν τῇ γῇ ὅλην διόλου κραδαίνεσθαι καὶ τοὺς ὀδόντας βρυγμῷ σφοδρῷ ἀράσσειν ἐποίει. μόλις δὲ εἰς αἴσθησιν ἐλθοῦσα τοῦ ἀναιδοῦς αὐτῆς τολμήματος καὶ ὅτι πειράσαι οἰηθεῖσα ὅσιον ἄνδρα, πειρασμῷ δεινῷ ἐνδίκως παραδίδοται· τὸν ἅγιον ἐξ ὀνόματος συχνῶς ἐπεκαλεῖτο, λέγουσα· «ἅγιε πάτερ τάχιον ἐλθέ· ἰδοὺ γὰρ πνεῦμα ἐκλείπει.» τότε οἱ ταύτης οἰκέται σπουδῇ πορευθέντες καὶ τὸ ἐξαίφνης σύμπτωμα τῆς αὐτῶν κυρίας ἀπαγγείλαντες, εἰς οἶκτον συμπαθείας τοῦτον ἐκίνησαν. καὶ αὐτὸς καλέσας, λέγει αὐτῷ· «ἄπελθε, τέκνον, πρὸς τὸν κεκληκότα ἡμᾶς σήμερον, ὅτι ἐκ σωματικοῦ τινος πειρασμοῦ ἡ σύμβιος αὐτοῦ δεινῶς τρυχομένη, τὸ ὀνομά σου ἐπικαλεῖται.»

25. ἐξέστη δὲ ἐπὶ τοῦτο ὁ ἀοίδιμος· καὶ τὴν ἀνόθευτον τοῦ πρεσβύτου ὑπακοὴν ποιησάμενος, ἀπῄει θαυμάζων τὸ γεγονός· καὶ δὴ εἰσελθὼν [σιχ] ἐν τῇ οἰκίᾳ καὶ πάντων ἐκκληθέντων, ἐπιλαμβάνεται τῶν ποδῶν αὐτοῦ σὺν δάκρυσι τὸ γύναιον, λέγον· «συγχώρησόν μοι τῇ ἀναιδεῖ καὶ πρὸς ἡδονὰς νενευκώσῃ, μιμητὰ τοῦ Χριστοῦ· ἑβδομηκοντάκις γὰρ ἑπτὰ τῷ εἰς ἡμᾶς ἁμαρτάνοντι <ἀφεῖναι?> ὑπὸ τοῦ κυρίου παρηγγέλμεθα.» τότε ὁ ὅσιος
[p. 858Δ] γνοὺς ὅτι ἐκ ψυχῆς, καὶ ὡς δεῖ, κατέγνω ἑαυτῆς τὸ γύναιον καὶ μεταμεμέληται, φησὶ πρὸς αὐτὴν συμπαθῶς· «εἰ ὅλως ἀπὸ τοῦ νῦν σωφρόνως βιώσεις καὶ πέρας ἐπιθῇς τοῖς σφάλμασί σου, κύριος ἀφελεῖ τὰ ἁμαρτήματά σου· ἔσῃ καὶ ἀπὸ τῆς μάστιγος ταύτης ἐλευθέρα.» εὐθέως δὲ σὺν τῷ λόγῳ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς καὶ ἅπας ὁ δαιμονικὸς τρόμος. καὶ ἀναστᾶσα σωφρόνως τοῦ λοιποῦ βεβίωκεν· ὅθεν ὑποστρέψας πρὸς τὸν θεῖον Ἀρσένιον, οὐδὲν τῶν γεγονότων εἴρηκεν· ἀλλ᾿ ἦν ὑποπιέζων ἐπὶ πλεῖον ἑαυτὸν πείνῃ καὶ δίψει καὶ παννύχῳ ἀγρυπνίᾳ, ὥστε δι᾿ ὅλης τῆς νυκτὸς καλλιγραφεῖν καὶ προσεύχεσθαι· καὶ μετὰ τὴν συμπλήρωσιν τῶν ἑωθινῶν ὕμνων ἐν τῷ ἐδάφει ἑαυτὸν ἀνακλίνων τῷ ὕπνῳ ἐγκελεύεσθαι καὶ αὐτός, λέγων· «δεῦρο, κακὲ [λεγε· καλὲ] δοῦλε. τίνα σε καλέσω, φα<ε>ινότατε Ἠλία ἐπίγειον ἄγγελον ἢ οὐράνιον ἄνθρωπον Ἰωσὴφ σώφρονα ἀλλὰ τοῦτο διττὸν ἐπὶ πλεῖον ἔκτικας. ἐκεῖνος μὲν γάρ, εἰ καὶ διὰ στροφὴν ἁμαρτίας, μέγα κλέος ἐν ταῖς γραφαῖς ηὕρετο, ἀλλὰ μετὰ ταῦτα νομίμῳ γάμῳ προσομιλήσας, παιδῶν πατὴρ ἐγένετο· σὺ δὲ καὶ τὴν ἁγνείαν μέχρι τέλους διετήρησας καὶ τὸ ταῖς ἡδοναῖς ὀλισθῆσαν γύναιον σωφρονεῖν τοῦ λοιποῦ ἐξεπαίδευσας.»

26. [Φ] ὁ μέντοι θεῖος Ἀρσένιος ὡς ἄγαν προβεβηκώς, ἠσθένει ἀσθένειαν δι᾿ ὑπερβολὴν κακουργίας [λεγε· κακουχίας], ὡς τὸ σῶμα αὐτοῦ λεπτωθῆναι εἰς ἅπαξ. ὅνπερ ἰδὼν ὁ τῆς πόλεως ἐπίσκοπος καὶ θελήσας ἀνακτίσασθαι [λεγε· ἀνακτήσασθαι?] τὸ σῶμα αὐτοῦ, φησὶ πρὸς αὐτόν· «σεβάσμιε πάτερ, ἐπιθυμίᾳ ἐπεθύμησα λούσασθαι σύν σοι σήμερον.» ὁ δὲ εὐθέως εὐμείλικτος ὤν, προθύμως συνάπτετο φήσαντι. καὶ δὴ ἐν τῷ λουτρῷ εἰσελθόντων καὶ τὰ ἱμάτια ἀποδυσαμένων, φησὶ πρὸς τὸν ὅσιον ὁ ἐπίσκοπος· «κάτελθε πρῶτον· εὐλόγησον τὸ ὕδωρ, πάτερ, ἵνα καὶ ἡμᾶς μετασχῶμεν τῆς σῆς ἁγιότητος.» τότε ὁ μέγας τὸν τύπον τοῦ σταυροῦ ποιήσας καὶ ἐν τῷ ὕδατι καταδύς, αἴφνης εὐωδιάζεται ὁ χῶρος ὀσμὴν θείαν ὑπερβαίνουσαν πᾶσαν μυρεψικὴν ἐπιστήμην. ἐκπλαγεὶς δὲ ὁ ἐπίσκοπος σὺν τῷ κλήρῳ ἐπὶ τῷ παραδόξῳ θαύματι, ἔκραζον «κύριε, ἐλέησον» ἐπὶ ὥρας ἱκανὰς. οὐδεὶς μέντοι ἕτερος τῶν ἐκεῖσε ἐλούσατο. ἄλλως ἡ παράδοσις ἔχει
[p. 859Α] ἀποκεκλεῖσθαι ἀπὸ τῆς τότε ὥρας ἐπὶ χρόνους ἱκανοὺς τὸ λουτρόν, ὥστε τοὺς πλησιάζοντας τῇ θύρᾳ ὀσφραίνεσθαι πλουσίως τῆς εὐωδίας. τούτου οὖν τοῦ θαύματος διαφημισθέντος ἐν πάσῃ περιχώρῳ, πολλοὶ συνῆλθον ὠφελείας χάριν λαβεῖν. διεδόθη γὰρ τὸ ὄνομα καὶ ἡ πολιτεία τῶν ὁσίων ἐν ταῖς κύκλῳ ἐπαρχίαις πάσαις, ὥστε μὴ δύνασθαι αὐτούς, ὡς δεῖ, ἠρεμεῖν καὶ προσεύχεσθαι.

27. καὶ τοῦτο δυσφοροῦντες σφόδρα καὶ δυσχεραίνοντες οἱ μισόδοξοι, συνεβούλευσαν τὰ ἅπερ [λεγε· συνεβουλεύσαντο, ἄτερ?] τοῦ ἐπισκόπου καὶ τοῦ φιλοχρίστου λαοῦ, αὖθις κατελθεῖν πρὸς τὴν ἰδίαν πατρίδα, ἰδόντες ὅτι οὐ τῶν ἐνδεχομένων ἐστὶ τοῦτο γενέσθαι διὰ τὸ σφόδρα φιλεῖσθαι αὐτοὺς ὑπὸ πάντων. ἀπέστειλεν ὁ θεῖος Ἀρσένιος τὸν φα<ε>ινότατον Ἠλίαν, δηλῶν τῷ ἐπισκόπῳ οὕτως· «εὐδοκίᾳ τοῦ θεοῦ καὶ συνεργείᾳ τῇ σῇ, δέσποτα, ἀκώλυτοι γενόμεθα πρὸς τὸ αὖθις ὑποστρέψαι καὶ κατελθεῖν εἰς τὴν ἐνεγκαμένην ἡμᾶς· ἰδοὺ γὰρ καὶ τῆς ἀγάπης καὶ τῆς εὐνομίας ὑμῶν, ὦ φιλότης, κόρον κατετρυφήσαμεν ἐπὶ ὀκτὼ ἐνιαυτούς.» ταῦτα ἀκηκοὼς ἐπίσκοπος καὶ περίλυπος σφόδρα γενόμενος, ἤρξατο λόγοις κολακευτικοῖς καὶ παρακλητικοῖς εἵργειν τῶν μακαρίων τῆς τοιαύτης προθέσεως· ὡς δὲ τὸ ἔμμονον τῆς τῶν [Β] ὁσίων βουλῆς καὶ τὸ εὐμείλικτον συνῆκεν, προσεποιήσατο ἀρ᾿ ὀτρύνεσθαι [λεγε· παροτρύνεσθαι] καί φησι· «πῶς λάθρᾳ τῆς ἐμῆς βουλῆς διαδράσητε.» ὁ δὲ πρὸς αὐτόν· «σύγγνωθί μοι, κύριε.» ὁ μέγας· «οὐ μενῶ μέντοι ἐνθάδε.»

28. ἴδιον κλῆρον καὶ τοὺς κατ᾿ ἐξοχὴν προσκαλεσάμενος, λέγει αὐτός [λεγε· αὐτοῖς?]· «οἴδατε ὅτι ἡ θεοφιλὴς ζυγὴ τῶν ὁσίων πατέρων τῶν ἐντεῦθεν ἀπαίρουσα, κατέρχεται εἰς τά ἴδια» οἱ δὲ πρὸς αὐτόν· «νῦν οἴδαμεν ὅτι τοιούτους φωστῆρας ἄλλους οὐχ εὑρήσωμεν· καὶ εἰ παρακλήσει ῥᾳδίως οὐ πείθονται, καὶ κατελθεῖν δι᾿ ἐναντίων πειρασμῶν εἱργέσθωσαν.» τῆς οὖν ἑορτῆς τῶν ἁγίων θεοφανίων φθασάσης καὶ χιόνος πολλοῦ ἐπικειμένου, τελέσαντες τὴν θείαν λειτουργίαν, καὶ ἐπὶ τὸ αὐτὸ σχεδὸν τοῦ πλήθους τοῦ λαοῦ σὺν τῷ ἐπισκόπῳ γενομένου, ἐξῄεσαν τῆς πόλεως, τὴν ὁρμὴν πρὸς τοὺς ὁσίους ποιούμενοι, φέροντες καὶ τὸν τῆς ἐκκλησίας σκευοφυλακὴν [λεγε· σκευοφύλακα] ὑπό τινων συρόμενον καὶ τὰς χεῖρας ὄπισθεν δεδεμένον καὶ μετρίως τυπτόμενον. καὶ δὴ εἰσελθόντες ἐν τῷ οἰκήματι καὶ τοὺς ἁγίους ἀσπασάμενοι, ἤρξατο ὁ ἐπίσκοπος ἐμβριθῶς κατακράζειν αὐτῶν καὶ λέγειν· «ὑμεῖς μοναχοί ὑμεῖς φοβεῖσθε τὸν θεόν, τοιαύτην ἱερο<σ>υλίαν εἰς ἡμᾶς ἐργασάμενοι ἀπεδώκατε ἡμῖν πονηρὰ ἀντὶ ἀγαθῶν. ἀψευδὲς γὰρ τὸ θεῖον λόγιον, φάσκον ὅτι· Ϡπολλοὶ ἐλεύσονται πρὸς ἡμᾶς ἐν [Χ] ἐνδύμασι προβάτων· ἔνδοθεν δέ εἰσι λύκοι ἅρπαγες.Ϡ» ἀποκρίνεται δὲ ὁ θεῖος Ἀρσένιος ἐν πολλῇ ταπεινοφροσύνῃ πρὸς αὐτόν· «σύγγνωθί μοι, δέσποτα, ὅτι, ὡς οἶμαι, ἐν ὅλῃ καρδίᾳ καὶ καθαρῷ συνειδότι ἀνεστράφημεν πρὸς ὑμᾶς μέχρι τοῦ νῦν. τίς δέ ἐστιν ὁ πειρασμὸς οὐκ ἴσμεν.»

29. τότε ὁ ἐπίσκοπος εἰς μέσον ἀγαγὼν τὸν τοῦ ψεύδους συνήγορον καὶ τοῦ ὁσίου ἐπίπλαστον κατήγορον, φησί· «τὸν ὑπηρτισμένον σοι κίνδυνον ὑφορούμενος, τὸ ἀληθὲς σαφέστατα καθομολόγησον. πῶς τὰ τῆς ἐκκλησίας ἱερὰ σκεύη λάθρᾳ συλήσας, ἀπεμπολήσατε» ὁ δὲ ἀπυλώτῳ στόματι ἀποκριθείς, λέγει· «ἐπειδὴ πολλαῖς θωπείαις καὶ κολακ<ε>ίαις ὑπὸ τοῦ μοναχοῦ Ἠλίου ἐξαπατηθείς, συλήσαντες ἀπεμπολήσαμεν αὐτά, καὶ διεμερισάμεθα τὸ τίμημα αὐτῶν.» ἀποκρίνεται ὁ θεῖος Ἀρσένιος σὺν δάκρυσι καί φησι· «πίστευσόν μοι, δέσποτα· πάνυ νέοντα [λεγε· νεάζοντα] τῇ ἡλικίᾳ ἐδεξάμην αὐτόν· ἕως ὁμόλου [λεγε· ὀβολοῦ] ἄνευ εἰδήσεώς μου οὐχ ἥψατο.» λέγει αὐτῷ ὁ ἐπίσκοπος· «ὦ πάτερ ὅσιε,
[p. 860Δ] σὺ ἐν ἁπλότητι καὶ ἐν ἀκακίᾳ πορευόμενος, τοὺς δεινοὺς καὶ σκολιοὺς οὐ κατανοεῖς» ὁ δὲ ἀδαμάντινον τὴν καρδίαν ἔχων, συνιεὶς πειρασμὸν πρὸς δοκιμὴν εἶναι αὐτοῦ, ἵστατο σιωπῇ ἀσκῶν καὶ τοῖς λεγομένοις θαυμάζων. εἶτα εἰς μέσον ἀχθείς, τὸ καθ᾿ ἑαυτὸν ἐν ταπεινώσει ἀπελογεῖτο, λέγων· «μαρτυρούσης μου τῆς συνειδήσεως ἐν πνεύματι ἁγίῳ, οὐδὲν τῶν λεληθέντων ἐν ἐμοὶ ἐξείργασται. εἰ δὲ ὑμεῖς μαρτυρῆτε ὅτι Ϡναί,Ϡ οὐκ ἀπειθῶ, οὐδὲν λέγων. ἰδοὺ τὸν νῶτόν μου δίδωμι εἰς μάστιγας καὶ τὰς σιαγόνας μου εἰς ῥαπίσματα.» τότε ὁ ἐπίσκοπος προσποιησάμενος ἑαυτὸν δῆθεν τὸν ὀργιζόμενον, κελεύει τοῖς παρεστῶσι συρέντα αὐτὸν βληθῆναι ἐν τῇ φυλακῇ.

30. οἱ δὲ ἐπιλαβόμενοι τῶν χειρῶν αὐτοῦ, εἷλκον αὐτόν, λέγοντες· «μὴ βαρέως φέροις τὸν πειρασμόν, πάτερ ὅσιε· δυνατὸς γάρ ἐστι ὁ θεὸς καὶ τὴν ἔκβασιν ποιῆσαι ἐν τάχει.» ἀποκρίνεται ὁ θαυμάσιος καὶ λέγει· «οἱ τῇ ἐλπίδι χαίροντες ἐν τοῖς τοιούτοις πειρασμοῖς γάνυνται καὶ οὐ δειλαίνονται· φόβος δὲ μέγας ἄν ὑποστάτος [λεγε· ἀνυπόστατος] ἐστὶν ὅταν ἑλκόμεθα ὑπὸ ἀποτόμων ἀγγέλων ἀπ᾿ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ καὶ βαλλόμεθα εἰς τὸ σκότος τὸ ἐξώτερον.» τότε ἤρξατο ὁ θεῖος Ἀρσένιος ποταμηδὸν δάκρυα φέρειν καὶ τὰς αὐτοῦ πολιὰς καταβρέχειν. ὅνπερ ἰδὼν ὁ τὸν ψευδεπίπλαστον πειρασμὸν [Ε] μάτην συσκευάσας ἀρχιερεύς, καὶ πάνυ μεταμεληθείς, ὡς ἀσύνε{σ}τα πράξας, ἤρξατο λόγοις παρακλητικοῖς παραμυθεῖσθαι καὶ ἐξευμενίζειν τὸν πρεσβύτην. εὐθέως δὲ ἀποστείλας καὶ τὸν ὅσιον ἐκ τῆς εἱρκτῆς ἐξαγαγών, φησὶ πρὸς αὐτὸν τὸν φοβοῦντα τοῦ θεοῦ· «πάτερ ὅσιε, διελογίζου ἐν τῷ εἰκῇ πειράζεσθαί σε ἐξ ἡμῶν» ὁ δὲ γαληνὸς τῷ ἤθει καὶ τῷ εἴδει, λέγει αὐτῷ· «γέγραπται· Ϡἐὰν λοιδωρήθη [λεγε· ἐλοιδωρήθεις], σκόπει, μή τι σοι τῆς λοιδωρίας πέπρακται ἄξιον· εἰ δὲ οὐ πέπρακται, καπνὸν εἶναι φεύγοντα τὴν λοιδωρίαν νόμιζε.Ϡ» ἅπερ ἀκούσας ὁ ἐπίσκοπος καὶ λίαν ὠφεληθείς, φησί· «ὄντως ἀψευδὲς τὸ θεῖον λόγιον λέγω ὅτι· Ϡδίκαιος ὡς λέων πέποιθεν.Ϡ» ἦν γὰρ ἀληθῶς ὁ μακάριος στερρὸς καὶ ἀκράδαντος τῇ καρδίᾳ, εἰδὼς ὑποφέρειν πάντα πειρασμὸν γενναίως· οὔτε γὰρ τυπτόμενος ἐχαυνοῦτο καὶ ἐκοιλαίνετο, οὔτε ἐπαινούμενος ἐφυσιοῦτο καὶ ἐφέρετο *** [λαχυνα]. ὁ μέντοι ἐπίσκοπος ἐκ ψυχῆς μετανοήσας τοῖς ἁγίοις καὶ πταῖσθαι εἰπὼν ἐν τῷ πειράσαι αὐτούς, προετρέψατο ἀπελθεῖν ἐν εἰρήνῃ.

31. [Φ] οὕτως εὐπλώσαντες [λεγε· εὐπλοήσαντες] νεύσει τοῦ θεοῦ οἱ ὅσιοι, κατῆλθον εἰς τὰ μέρη Ῥηγίου· καὶ κατῴκησαν αὖθις εἰς τὸν ναὸν τοῦ ἁγίου μεγάλου μάρτυρος Εὐστρατίου. ἀπεδέξαντο δὲ αὐτοὺς ἅπαντες, ξένοι τε καὶ αὐτόχθονες, ὡς ἄλλον Ἠλίαν καὶ Ἐλισσαῖον ἰδεῖν τὴν θεόλεκτον ζυγὴν ὡς μίαν ψυχὴν ἐν δυσὶ σώμασι, τὸ ἓν πνέοντας καὶ πληροῦντας τὸν προφητικὸν θεῖον λόγον· Ϡκύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.Ϡ ἐν αὐταῖς δὲ ταῖς ἡμέραις ἦν ὁ μέγας καὶ περιβόητος πατὴρ ἡμῶν Ἠλίας
[p. 861Α] σὺν τῷ φοιτητῇ αὐτοῦ Δανιὴλ ἐν τοῖς τοῦ Ῥηγίου μέρεσιν ὑπερέκεινα τοῦ ἁγίου μάρτυρος Δονάτου ἐν σπηλαίῳ οἰκῶν, πολλὴν γνῶσιν ἀγαπητικὴν πρὸς τοὺς πατέρας ἡμῶν κεκτημένος, τά τε θεῖα καὶ ἐξαίσια τεράστια τελῶν καὶ τὰς ἁλώσεις τῶν πόλεων ἀριδήλως προλέγων· ἅπερ ἀκούων ὁ θεῖος Ἀρσένιος καὶ λίαν ἐξεστηκώς, κατέγνω τῆς αὐτοῦ ζωῆς· δηλοῖ δὲ αὐτῷ διά τινος οὕτως, ὡς οἶμαι· «πάτερ ὅσιε, προσώχθησε κύριος τὰ ἔργα μου· καὶ διὰ τοῦτο οὐδὲν τῶν μελλόντων προβλέπω.»

32. τότε ὁ ἅγιος σεμνῶς μειδιάσας, ἀντεδήλωσεν αὐτῷ οὕτως· «πάτερ Ἀρσένιε, ὡς ἔοικε, μάντεως ἔργου ἐφίεσέ τι πλέον ἔν σοι χαρίσματος. ἐπιζητεῖς τί ὁρᾷς ἐν τῇ θείᾳ λειτουργίᾳ, τὰ ἅγια ἐπιτελῶν» μεμαρτύρηκε γὰρ περὶ αὐτοῦ ὁ μέγας Ἠλίας ὅτι μέσον πυρὸς πνευματικοῦ ἑστὼς ὁ θεῖος Ἀρσένιος, τὴν ἀναίμακτον λειτουργίαν ἐπιτελεῖ· διὸ ἐξ αὐτοῦ μετελάμβανεν τοῦ σώματος καὶ αἵματος τοῦ κυρίου Ἰησοῦ Χριστοῦ· καὶ αὐτὸς ὁ θεῖος Ἀρσένιος ὡς πῦρ ἦν θεωρῶν περικαλύπτον τὸ θυσιαστήριον τὴν χάριν τοῦ ἁγίου πνεύματος ἐν τῷ προσκομίζειν τὰ θεῖα δῶρα ἀπὸ τῆς εἰσόδου τῆς θείας λειτουργίας μέχρι συμπληρώσεως. διὸ καὶ τοῖς ὀφθαλμοῖς δακρυρροῶν οὐ διελίμπανεν. τοῦ οὖν μεγάλου καὶ ἀοιδίμου Ἠλίου, τοῦ καὶ [Β] προφητικοῦ χαρίσματος δοχείου ὑπάρχοντος, μέλλοντος ἀπαίρειν διὰ τῆς αἰτήσεως τοῦ ἐπιγείου βασιλέως πρὸς ἐπουράνιον καὶ τοῦ πλήθεος τοῦ λαοῦ σὺν δάκρυσι καὶ ὀδυρμοῖς προπέμποντος αὐτόν, ἠρέμα πῶς ἐπιστραφείς, λέγει τοῖς πᾶσι· «τεκνία μου, μὴ κλαίετε ἐπ᾿ ἐμοί· οὐ γὰρ λείπω ὑμᾶς ὀρφανούς· ἐλεύσομαι δὲ καὶ ἔσομαι μεθ᾿ ὑμῶν.»

33. «πλὴν τοῦτό ἐστε γινώσκοντες ὅτι Ἠλίας ἤδη ἀποδημεῖ πρὸς κύριον· ἐπιδημεῖ διὰ κύριον· Ἠλίας κατατίθεται σωματικῶς ἐν μνημείῳ· Ἠλίας ἀνίσταται ἀρετῆς ἐν τῷ βίῳ. καὶ καθὼς ἐμοὶ πειθήνιοι γεγόνατε, ὡς πατρὶ τέκνα φίλτατα, τοιούτως κἀκείνῳ κλίνατε τοὺς ἑαυτῶν αὐχένας. μέλλει γὰρ εὐσεβῶς διατρίψαι ἔτη [λεγε· ἐν τῇ] μοναδικῇ πολιτείᾳ καὶ τὸ ὄνομα αὐτοῦ διαδοθῆναι ἐν πάσαις ταῖς ὑπαρχίαις [λεγε· ἐπαρχίαις]. αὐτὸς γὰρ παρακαλέσει καὶ παραμυθήσεται τὰς καρδίας ὑμῶν ἐν πάσῃ ἀνάγκῃ. εἶτα προφητεία οὐ διήμαρτεν, ἀλλὰ πεπλήρωται ἐν ὀφθαλμοῖς ἡμῶν.» καὶ τῷ αὐτοῦ φοιτητῇ Δανιὴλ ἐνετείλατο, λέγων ὅτι· «μετὰ τὴν ἐμὴν ἀποβίωσιν ἀποστείλας, ἐνέγκατε τὸν μαθητὴν τοῦ θείου Ἀρσενίου, ὅπως ποιμανεῖ ἐμὸν ποίμνιον· ἀγαθοῦ γὰρ πνεύματός ἐστι καὶ τελείου.» καὶ ταῦτα μὲν ἐν τοῦτοις.

34. οἱ δὲ θεῖοι καὶ θαυμαστοὶ πατέρες Ἀρσένιος καὶ Ἠλίας μεγάλως τῷ ὕψει τῶν ἀρετῶν δοκιμοῦντες ὁδηγοί, καὶ Ϡτύπος ὠφελείας τοῖς πᾶσιϠ ἐχρημάτιζον. μικρὸν οὖν νοσηλευθεὶς ὁ θεῖος Ἀρσένιος καὶ ἐν τῇ εὐνῇ κατακλιθείς, δηλοῖ τῷ φαινοτάτῳ Ἠλίᾳ τῷ καστελλίῳ Πέτρᾳ Καύκας [λεγε· Πετρακαύκα] πεμφθέντι, λέγων· «ἐλθὲ τάχιον, τέκνον γλυκύτατον· θέασαι μὲν τὸν γέροντα πρινὴ ἐκδημήσω τούτου μου τοῦ ταπεινοῦ σώματος.» ὃς ἀγγελίαν δεξάμενος, ταχεῖ δρόμῳ καταλαμβάνει τὸν ὅσιον· καὶ ἐπιπεσὼν ἐν ᾧ κατέκειτο ὁ θεῖος πρεσβύτης, δάκρυσι τοὺς ἁγίους αὐτοῦ πόδας κατεφίλει, λέγων· «ὤμοι, πάτερ ὅσιε καὶ ἀγαθὲ ποιμήν· πῶς διαχωριζόμεθα ἀπ᾿ ἀλλήλων σήμερον ἐνόμιζον γὰρ διὰ τῶν ὁσίων σου χειρῶν πρὸ σοῦ ταφῇ παραδοθῆναι ὁ ἀνάξιος.» συγχυθεὶς δὲ τοῖς δάκρυσιν ὁ θεῖος Ἀρσένιος, καὶ ἐφ᾿ ἱκανὴν ὥραν κλαύσαντες οἱ ἀμφότεροι, φησὶν πρὸς τὸν μακαρίτην Ἠλίαν ὁ πρεσβύτατος· «πιστεύω τῷ θεῷ ᾧ ἀφιέρομαι [λεγε· ἀφιέρωμαι] ἐκ νεότητός μου, ἀδελφέ, ὅτι τὸ ὄνομά σου ἐγγέγραπται ἐν βίβλῳ ζωῆς· ἐγώ τε ὁ ταπεινὸς καὶ μέτριος πεντεκαιδεκαέτης ὤν, τὸν ζυγὸν τοῦ Χριστοῦ ἐπὶ τῶν ὤμων μου ἀναλαβών, οὐκ ἴσμαι [σιχ] ὅτι εὐηρέστησα ἐν τῇ ζωῇ μου. πλὴν εἰ εὑροίμην χάριν ἐνώπιον τῆς αὐτοῦ ἀγαθότητος, ἀχώριστός σου ἔσομαι ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι.» ταῦτα εἰπὼν καὶ ἐπευξάμενος, ἀσπασάμενός τε πάντας ἐν ἁγίῳ φιλήματι, παρέθετο
[p. 862Δ] τὴν αὐτοῦ ἁγίαν καὶ ἀλώβητον ψυχὴν εἰς χεῖρας τοῦ θεοῦ· καὶ γὰρ ὄντως ἐπαίνεται, διηνεκῶς τῷ μακαριωτάτῳ Ἠλίᾳ μέχρις ἐξόδου παραμυθούμενος καὶ παρακαλῶν αὐτὸν ἐν πάσῃ θλίψει.

35. κεκοίμηται δὲ πρεσβύτης καὶ πλήρης ἡμερῶν ὁ θεῖος καὶ μέγας Ἀρσένιος· καὶ κέκειται τὸ θεῖον καὶ ἅγιον αὐτοῦ λείψανον ἐν αὐτῷ τῷ ναῷ τοῦ ἁγίου μάρτυρος Εὐστρατίου. μετὰ δὲ χρόνους ἱκανούς, καθὼς ὁ μέγας πατὴρ ἡμῶν Ἠλίας διηγεῖτο, τῶν ἀθέων Ἀγαρηνῶν τῇ χώρᾳ ἐπιδημησάντων, τὸν τάφον τοῦ ὁσίου συμπτυσθέντα [λεγε· συμπτυχθέντα] ἰδόντες, ὑπέλαβον θησαυρόν τινα ἐν αὐτῷ ἐγκεκρύφθαι· ὅνπερ ὀρύξαντες, καὶ τὸ σῶμα τοῦ ὁσίου Ἀρσενίου σῷον καὶ ὁλόκληρον μὲν εὑρηκότες καὶ ἱερατικὴν στολὴν σεμνῶς ἠμφιεσμένον, ἤρξαντο οἱ ἀγνώμονες διαπαίζειν πρὸς ἑαυτοὺς καὶ λέγειν· «οὗτοί εἰσι οἱ ἀποβουκολοῦντες τοὺς ἀνοήτους Χριστιανούς, σύνθρονον υἱὸν λέγοντες ἔχειν τὸν ἕνα καὶ μόνον θεόν. δεῦτε καὶ τοῦτον ἐν τῇ γῇ ἀνενέγκαντες, πυρίκαυστον τὸ σῶμα τοῦ πλάνου ποιησώμεθα.» τότε ἐνέγκαντες φρυγάνων καὶ καλάμων πολὺ πλῆθος καὶ ἐπὶ τὸ αὐτὸ συναφθέντες, διέμειναν φυσῶντες ἀνενέργητα ἕως οὗ εἰς τέλος ἠτόνησαν· ὅθεν τῷ θαύματι καταπλαγέντες οἱ ἀλάστορες, ἔφυγον καὶ ἀπῆλθον καταισχυμμένοι [λεγε· κατῃσχυμμένοι] καὶ ἄπρακτοι. μετὰ δὲ τὴν [Ε] ἀπέλευσιν Ἀγαρηνοῦ ἔθνους, ἐ<ξ>ῆλθεν ὁ σεβάσμιος ἡμῶν Ἠλίας ἐκ τοῦ καστελλίου, καὶ περιειλήσας τὸ τίμιον λείψανον μετὰ τῆς ἱερατικῆς στολῆς καὶ πόθῳ περιπτυσάμενος [λεγε· περιπτυξάμενος], κατέθετο αὐτὸ ἔνδον τοῦ ναοῦ.

36. αὐτοῦ τε τοῖς τοῦ καστελλίου μέρεσιν ὑποστρέψαντος καὶ τῇ προσευχῇ καὶ ἡσυχίᾳ σχολάζοντος, ἀπέστειλεν πρὸς αὐτὸν ὁ θεῖος Δανιὴλ τοῦ ὀξέως φοιτῆσαι πρὸς αὐτόν, «δεῦρο» λέγων «θεασώμεθα ἀλλήλους, ἀδελφέ, πρινὴ τοῦ βίου ἐκδημῆσαι ἡμᾶς.» σὺν τάχει οὖν ὁ ἀοίδιμος νήστης πεζοπορήσας ὅλον τὸ μῆκος τῆς ὁδοῦ, ὡς ἔθος ἦν αὐτῷ, καταλαμβάνει τὰς ἑσπερέας [λεγε· ἑσπερίας] ὥρας τὰ μέρη τῶν Σαλινῶν εἰς τὸ μοναστήριον, τῷ δίψει καὶ τῷ καύσωνι εἰς ἄγαν πιασθείς [λεγε· πιεσθείς]· ἦν γὰρ λοιπὸν καιρὸς θέρους· τὴν δὲ αὐτοῦ ἐπιδημίαν διὰ τοῦ θυρωροῦ νοήσας, εὐθὺ<ς> ἀποκλείει αὐτῷ τὴν θύραν τῆς μονῆς ὁ θεῖος Δανιήλ, λέγων· «στῆθι· ἀνάξιος γὰρ εἶ τῆς ἐνταῦθα εἰσόδου.» τότε ὁ πρᾷος καὶ ταπεινὸς τῇ καρδίᾳ ἔφερε πάντα πειρασμὸν ἱλαρῶς καὶ εὐχαρίστως. εἶτα μετὰ τὴν δύσιν ἡλίου ἀποστέλλει αὐτῷ βραχύ τι ἄρτου καὶ βαυκάλιον [λεγε· βουκάλιον] ὕδατος· ἅπερ δεξάμενος ὁ μακάριος καὶ εὐχαρίστως μεταλαβών, ἀνάξιον ἑαυτὸν διηγεῖτο καὶ αὐτῆς τῆς βραχυτάτης τροφῆς· οὕτως τε ἐφ᾿ ἱκανὸν πειρασμὸν ἐν παντὶ δόκιμος [Φ] ὁ θεῖος Δανιὴλ ἤνοιξεν αὐτῷ τὴν εἴσοδον μειδιῶντι προσώπῳ· καὶ ἀσπασάμενος αὐτὸν ἐν φιλήματι ἁγίῳ, λέγει πρὸς αὐτόν· «νῦν οἶδα ὅτι μοναχὸς ἀληθῶς εἶ καὶ μιμητὴς τοῦ μεγάλου Ἀρσενίου·» λίαν γὰρ ἐθαύμασεν καὶ ἠγαλλιᾶτο ἐπὶ τῇ ἀνεξικακίᾳ καὶ ἀκαραιότητι [λεγε· ἀκεραιότητι] τοῦ ὁσίου πατρὸς ἡμῶν Ἠλίου.

37. μετὰ δὲ τὸ ἐπὶ πολὺ προσομιλῆσαι αὐτοὺς περὶ σωτηρίας ψυχῆς καὶ τῆς μελλούσης ἔσεσθαι τοῖς ἁγίοις ἀνταποδόσεως, προετρέψατο ὁ θεῖος Δανιὴλ τὸν φαινότατον Ἠλίαν τοῦ μικρὸν διαναπαύσασθαι διὰ τῆς ὁδουπορίας [λεγε· ὁδοιπορίας] κόπον. καὶ δὴ μικρὸν ἰδιάσαντος αὐτοῦ καὶ τῇ προσευχῇ ἐγκαρτεροῦντος ψαλμούς τε δαυϊτικοὺς ἀποστηθίζοντος ἐν ἑαυτῷ κατὰ τὸ ἔθος, κρούει εὐθέως τὸ ξύλον ὁ προσμονάριος πρὸς τοὺς ἑωθινοὺς ὕμνους ἐκπληρῶσαι. ἐξέστη δὲ ἐπὶ τοῦτο ὁ μέγας πατὴρ ἡμῶν Ἠλίας, ἐν ἑαυτῷ λέγων· «τοῦτο πειρασμός ἐστι πρὸς δοκιμασίαν καρδίας.» τῆς οὖν ὑμνῳδίας ἐπιτελουμένης καὶ τῆς ἀναγ<ν>ώσεως εἰσαχθείσης, ἀκηδιάσας ὁ θεῖος Δανιὴλ καὶ ὅλως τῷ ὕπνῳ κλονηθείς, σύνοιδεν ἠρεμέως ἐξελθεῖν τῆς ἐκκλησίας καὶ διαναπαύσασθαι.
[p. 863Α] τότε ὁ στερρὸς καὶ ἀδαμάντινος πατὴρ ἡμῶν Ἠλίας ἐπιλαμβάνεται τοῦ παλλίου τοῦ δειλανδρήσαντος, μειδιῶντι προσώπῳ λέγων· «μὴ δὸς τόπον τῷ πνεύματι τῆς ἀκηδίας, ἀδελφέ· στῆθι σὺν ἐμοὶ πυκτεύων μέχρι πρωΐας· Ϡβιαστῶν γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.Ϡ» καὶ οὕτως σὺν αὐτῷ προσκαρτερήσας ἄχρι συμπληρώσεως, φησὶν πρὸς αὐτὸν μετ᾿ ἐκπλήξεως· «ὄντως, πάτερ Ἠλία, ὡς ὁ ζέων σίδηρος στομοῦται τῷ ψυχρῷ ὕδατι, οὕτως σε ἡ θεία χάρις στομῶσα στερρὸν πεποίηκεν· Ϡπάντα γὰρ ἰσχύεις ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ.Ϡ»

38. [Β] καὶ οὕτως ἐν ὀλίγῳ συνέστιοι ἅμα καὶ συνόμιλοι γεγονότες, ἐπιθυμίαν εἰσδέχεται ὁ πατὴρ ἡμῶν Ἠλίας τοῦ καταμόνας ἡσύχως οἰκῆσαι καί, ὡς δεῖ, τῷ θεῷ λατρεῦσαι, μεμνημένος καὶ ἀποστολικοῦ ῥητοῦ, φάσκοντος· Ϡἐπ᾿ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.Ϡ καὶ δὴ συντυχὼν μεγάλῳ γέροντι καὶ τὰ καθ᾿ ἑαυτὸν αὐτῷ ἀναθέμενος, εὐθὺ ἀναφέρει αὐτὸν ὁ θεῖος Κοσμᾶς ἅμα τῷ μαθητῇ αὐτοῦ, τοὔνομα Βιταλίῳ, ἐν ᾧπερ κατῴκησεν μονωτάτῳ σπηλαίῳ τῷ ὄντι ἔνδον τῆς πύλης, ἔνθα νῦν ἡ ἀποθήκη τοῦ οἴνου γέγονεν. τότε ἠγαλλιάσατο τῷ πνεύματι ὁ μέγας πατὴρ Ἠλίας ἐπὶ τοῦ τόπου ἐπιτηδ<ε>ιότητι, ἔρημον ὄντα τε πρὶν [Χ] καὶ ἄβατον ἅμα τε καὶ ἐργάτην δόκιμον εὑρηκώς. τούτου οὖν διαφημισθέντος ἐν ταῖς πέριξ χώραις καὶ κώμαις, πολλοὶ συνῆλθον ὠφελείας χάριν πρὸς αὐτούς, ἅμα καὶ τὰ πρὸς τὴν χρείαν διακονοῦντες αὐτοῖς ἄνδρες εὐγενεῖς καὶ περιφανεῖς· καὶ εἰς ἄκρον τὴν ἀσκητικὴν παλαίστραν κατωρθωκότες, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.

39. ὁ μέντοι θεῖος Κοσμᾶς ὀχληθεὶς ἐπὶ τῷ πλήθει τῶν ἀδελφῶν καὶ σφόδρα μεταμεληθείς, φιλήσυχος ὤν, ἐβουλήθη τοῦ ἀπάραι τῶν ἐκεῖσε σὺν τῷ μαθητῇ αὐτοῦ καὶ ἐν ἑτέρῳ τόπῳ αὖθις καταμόνας οἰκῆσαι. ὅπερ ἐπιγνοὺς ὁ πανάγαστος πατὴρ ἡμῶν Ἠλίας, προσέπεσε τοῖς ποσὶν αὐτοῦ, λέγων· «μὴ διαζευχθῶμεν ἀπ᾿ ἀλλήλων, πάτερ ὅσιε, ἀλλ᾿ ὡς συνέθεμεν ἀλλήλους διαμείνωμεν· ἔσομαι γάρ σοι πειθήνιος ἐν πᾶσιν καὶ δουλεύσω σοι ὡς πατρί, καθὼς τῷ μεγάλῳ Ἀρσενίῳ.» εἴξας οὖν ἐν τῇ κλήσει τοῦ μέγαλου Ἠλίου ὁ μοναχὸς καὶ μικρὸν ἐφησυχάσας, θεωρεῖ κατὰ τοὺς ὕμνους [λεγε· ὕπνους] πᾶσαν τὴν περιγραφὴν τοῦ μοναστηρίου σπηλαίοις μικροῖς πλήθει τε μοναχῶν
[p. 864Δ] αἰνούντων καὶ ψαλλόντων τῷ θεῷ καὶ τὸν ὅσιον Ἠλίαν ὥσπερ περιφανῆ ἀστέρα ἐν μέσῳ αὐτῶν· ταῦτα θεασάμενος καὶ καλῶς διακρίνας, ἕωθεν ἀναστάς, λέγει τῷ μαθητῇ αὐτοῦ· «ἀνάστα, ἀδελφέ· ἐγὼ μὲν [λεγε· ἄγωμεν] ἐντεῦθεν· εὐδόκησεν ὁ θεὸς κοινόβιον γένεσθαι τὸν τόπον τοῦτον καὶ πολλοὺς σωθῆναι διὰ τοῦ πατρὸς ἡμῶν Ἠλίου, ὡς γὰρ προέγνω καὶ προώρισεν.» ἀσπασάμενός τε αὐτούς, ἀπῇρεν ἐκεῖθεν καὶ ἀπεδήμησε<ν>.

40. ὁ οὖν πανάγαστος πατὴρ ἡμῶν Ἠλίας σὺν τοῖς ἀδελφοῖς ἐν τῷ σεμνῷ σπηλαίῳ ἦν, ὑστερούμενος, θλιβόμενος, κακουχούμενος, λειπόμενος καὶ αὐτῆς τῆς ἐφημέρου τροφῆς· ἰδὼν δὲ καὶ τὸν τόπον δύσβατον ὄντα, στενὸν καὶ κρημνώδη, καὶ ἐπιτήδειον πρὸς ὑποδοχὴν πλειόνων ἀδελφῶν, κέκρικεν ἐν αὐτῷ σὺν ὀλίγοις ἐπὶ τὸ αὐτὸ διαμένειν· ὅραμά τε κατὰ τοὺς ὕπνους θεωρεῖ ὡς ὅτι ἐσμὸς μελισσῶν συναθροισθεὶς περιῒπτατο περὶ τὴν κεφαλὴν αὐτοῦ, οὐ τοῖς κέντροις πλήττων τὸν ὅσιον, ἀλλὰ μέλος ἡδὺ συρίζων περὶ αὐτόν. ἠρέμα οὖν πορευθεὶς ὁ ἀοίδιμος καὶ εὑρὼν σκεῦος μέγα καινόν [λεγε· κενὸν?], ὑποκλίνας τε τὴν κεφαλὴν καὶ περισυνάξας, ἐν τῷ καινῷ [λεγε· κενῷ?] ἀγγείῳ ἀπέθετο αὐτοῦ ὡς ἐν παραδείσῳ φυτοῖς ἀειθαλέσι κομῶντι καὶ ἄνθεσι ποικίλοις εὐανθοῦντι. ὀλίγα δέ τινα ἐξ αὐτῶν ἐναπομεῖναι ἐπὶ τὸν πώγωνα [Ε] αὐτοῦ καὶ μετ᾿ ὀλίγον ἀφίπτατα<ι> ἀφαντωθῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ. τοῦτο οὖν ἰδὼν καὶ καλῶς διακρίνας, συνῆκεν εὐδοκίαν εἶναι θεοῦ πληθυ<ν>θῆναι τοὺς ἀδελφοὺς καὶ σωθῆναι· ὀλίγοι δέ τινες ἐξ αὐτῶν τῇ ἀθετήσει τοῦ μοναδικοῦ ἐπαγγέλματος τούτου προαιρέσεως τὰ τῆς σαρκὸς φρονήσαντες, ἀπόλλυνται· καὶ ἐπὶ μὲν τοῖς καλουμένοις σωτηρίας τυχεῖν ἔχαιρε καὶ ἠγαλλιᾶτο, ἐπὶ δὲ τοῖς ἀπολλυμένοις ἔστενε καὶ ἠνιᾶτο σφοδρῶς.

41. ἀπὸ τότε ἤρξατο ὁ πανάριστος ποιμὴν πάντας εἰσδέχεσθαι τοὺς προσερχομένους τῇ μοναδικῇ πολιτείᾳ. συνέθεον πάντες, ἀκούοντες τὴν αὐτοῦ ἀρετὴν καὶ πολιτείαν, ὥσπερ ὁ μαγνήτης τὸν σίδηρον, βλέποντες τὴν πρᾶξιν αὐτοῦ πρὸ τῶν ἔργων φθεγγομένην. ἦν γὰρ τῷ λόγῳ ἡδύς, ὑπομονικὸς ἐν πειρασμοῖς, χαίρων ἐν θλίψεσιν, ἐν πτωχείᾳ πλούσιος διὰ τὴν ἐλπίδα, πρόθυμος ἐν τῇ εὐχῇ καὶ τῇ ἐλπίδι καὶ ψαλμῳδίᾳ, διδάσκων τοὺς ἀποτασσομένους τῷ βίῳ ἀπομνημονεύειν τῶν κατὰ σάρκα ἰδίων διὰ τὴν ἐντολὴν τοῦ κυρίου καὶ μὴ τούτοις εὐθὺ μετὰ τήν κλῆσιν ἐμπαθῶς διακεῖσθαι, ἐξομολογεῖσθαι πρὸ πάντων τὰ ἐν γνώσει καὶ ἐν ἀγνοίᾳ πλημ<μ>ελήματα, ὡς χωρὶς οὐδεὶς ἀφέσεως τεύξεται, μὴ ἔχειν ἴδιον θέλημα, ἀλλὰ τὴν [Φ] ὑπακοὴν ἀδιστάκτῳ πίστει τῷ προεστῶτι, καὶ πάντα πληροῦν ἐν ταπεινοφροσύνῃ κρατεῖν γλώσσης καὶ κοιλίας ἰσχυρῶς, καὶ οὕτως ἀνθίστασθαι τοῖς πονηροῖς λογισμοῖς· ἀδύνατον γὰρ τὸν πληροῦντα γαστέρα μὴ συγκατατίθεσθαι τούτοις καὶ κατὰ διάνοιαν ἐκπορνεύειν. «δεῖ γάρ» ἔλεγεν «καὶ ταῖς χερσὶ κοπιᾶν, κατὰ τὸν ἀπόστολον, ἐσθίειν τε τὸν ἴδιον κόπον καὶ τὴν περισσείαν τοῖς χρῄζουσι διδόναι.» οὕτως δὲ διδασκόμενοι οἱ προσερχόμενοι ἐκαρποφόρουν ἀξίως τῆς κλήσεως.

42. τῆς οὖν ἀδελφότητος πληθυνομένης καὶ στενοχωρουμένης ἐν τῷ σμικρῷ σπηλαίῳ, εὐδόκησεν ὁ πρυτάνις θεὸς τὴν φανέρωσιν τοῦ θείου καὶ περιβοήτου ἄντρου γενέσθαι τρόπῳ τοιούτῳ διὰ τῶν αὐτοῦ δούλων· πλῆθος νυκτερίδων δι᾿ ὀπῆς μικρᾶς ἐξήρχετο ἐκ τοῦ ὑπερωϊόθεν βουνοῦ καὶ πάλιν εἰσήρχετο. ὅπερ θεασάμενοι πλειστάκις οἱ πατέρες ἡμῶν, συνῆκαν κενὸν εἶναι τὸν βουνὸν τοῦ ὄρους ὑποκούφου. ἅψαντες φῶτα καὶ
[p. 865Α] διὰ τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὀπῆς μόλις εἰσελθόντες, ἔνδον θεωροῦσι σπήλαιον μέγα καὶ εὐρύχωρον κατά τε ὕψος καὶ βάθος, πλάτος τε καὶ μῆκος. ἔχα<ι>ρε οὖν ὁ θεοσεβὴς ἀνὴρ ἐπὶ τούτῳ καὶ ἠγαλλιάσατο τῷ πνεύματι, ὡσεὶ ναὸν ἐκ θεοῦ εἶναι αὐτοῖς ἡτοιμασμένον. ἠθύμει δὲ αὖθις καὶ ἠνιᾶτο λίαν, ὅτι οὐκ ἐνδεχομένον ἡλιακὴν ἀκτῖνα δι᾿ ὀπῆς εἰσελθεῖν καὶ φωτίσαι αὐτό. ἀλλὰ τῶν φοβουμένων αὐτὸν τὸ θέλημα ποιῶν θεὸς καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, ἐξάπινα ἀποστέλλει αὐτῷ ἄνθρωπόν τινα πεπειραμένον κατὰ πάντα, ᾧ ὄνομα Κοσμᾶς. ὃς εἰσελθὼν ἔνδον τοῦ σπηλαίου καὶ ἐξελθών, ἐπιμελῶς τὸν βουνὸν ἐπισκεψάμενος καὶ ἐργάτας μισθωσάμενος τοὺς εὐφιλοῦντας λατομῆσαι, ἤνοιξεν τὴν εἴσοδον τοῦ σπηλαίου ἐκ τοῦ μεσημβρινοῦ μέρους πλατεῖαν καὶ εὐρύχωρον· καὶ οὕτως τὸ ἡλιακὸν φῶς τοῖς ἔνδον ἐπιλάμψαν ἐξηλθόντα [λεγε· ἐξῆλθόν τά] τε ἔθιστα πετεινὰ τά τε νοήματα σκοτεινὰ τῶν πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων· ὅτι δὲ κατοικητήριον δαιμόνων ὑπῆρχε τὸ σπήλαιον μετ᾿ ὀλίγον ἐρῶ.

43. ὁ οὖν αὐτὸς Κοσμᾶς ἐκεῖσε ἀποταξάμενος καὶ ἔργα [Β] μεγάλα ἐν τῷ μοναστηρίῳ ἐργασάμενος, τήν τε ἁλυκὴν εἰς χρείαν τῆς μονῆς καὶ μικρὸν ἐργαστήριον εἰς τὸ τὸν σῖτον ἀλήθειν, ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ ἐκοιμήθη καὶ ὕπνωσε. ὁ μέντοι ἡγιασμένος πατὴρ ἡμῶν Ἠλίας κόπῳ πολλῷ καὶ ἱδρῶτι τὴν ἔνδον ἄπειρον ὕλην σὺν τοῖς ἀδελφοῖς ἐγκαθάρας καὶ θυσιαστήριον ἡγιασμένον οἰκοδομήσας, τέμενος ἱερὸν ἀνοίγει ῥητὸν τῶν κορυφαίων καὶ θείων ἀποστόλων, οἷς δὴ καὶ βοηθοῖς χρώμενος. οὐκ ἐνεδίδου ταῖς ὑμνῳδίαις καὶ ταῖς παννύχοις προσευχαῖς ἱκετεύων τὸ θεῖον τοῦ ἀπελάσ{τ}αι τὰ ἐκεῖσε κατοικοῦντα πονηρότατα πνεύματα. ἐμμανὴς δὲ γενόμενος ὁ πονηρὸς καὶ φθονερὸς διάβολος ἐπὶ τῇ τοσαύτῃ ὑπομονῇ καὶ καρτερίᾳ τοῦ ἀνδρός, ἐκινήθη κατὰ αὐτοῦ σὺν πάσῃ τῇ ὀλεθρίῳ αὐτοῦ δυνάμει· καὶ πρῶτον μὲν ἐδόκει κτύποις καὶ φαντασίαις ἐκθροεῖν, ἔπειτα δὲ συριγμοὺς μεγίστους ἐκπέμπειν, ὥστε διηχεῖν τὴν κοιλάδα τῆς μονῆς καί τινα τῶν φοιτητῶν τοῦ ἁγίου ἀκοῦσαι οὕτω πῶς τοῦ πονηροῦ πνεύματος κατὰ πρόσωπον λέγοντος μηκέτι φέρειν τὴν Ἠλίου τοῦ μονοχείρου ἐκεῖσε διατριβήν. αἰσθόμενος τε ὁ ἀοίδιμος τὴν κατὰ τῶν δαιμόνων κίνησιν, δάκρυσι καὶ ἰκεσίαις τὴν ἄνωθεν συμμαχ{ε}ίαν ἐπικαλεῖτο [λεγε· ἐπεκαλεῖτο].

44. μιᾷ δὲ τῶν ἡμερῶν σχολάζοντος αὐτοῦ ἐν τῷ αὐτῷ [Χ] σεμνῷ σπηλαίῳ καὶ καλλιγραφοῦντος κατὰ τὸ ἔθος, ἄνδρες τινὲς εὐλαβεῖς τοῦ χωρίου τοῦ ἐπονομαζομένου Σιμιναρίον, ἤρχοντο πρὸς αὐτὸν ὠφελείας χάριν· καὶ ὡς πλησίον τῶν τῆς μονῆς μερῶν προσήγγισαν, ἀπαντᾷ αὐτοῖς Αἰθίωψ παμμεγέθης, φοβερὸς τῷ εἴδει καὶ ζοφοειδὴς σφόδρα. οἳ καὶ ἀφομοιώσαντες αὐτόν τινι γνωστῷ Αἰθίοπι, φασὶ πρὸς αὐτόν· «πόθεν ἔρχει{ς}, κῦρι Φῶτι, καὶ ποῦ πορεύῃ» ὁ δὲ ἀποκριθεὶς τραχείᾳ καὶ ὀργίλῳ φωνῇ, ἔφη· «ἐλθὼν Ἠλίας ὁ μονόχειρος ἐξέωσεν ἡμᾶς τῆς ἀρχαίας κατοικίας· καὶ νῦν πορευόμεθα εἰς μέρη Μεσοβιάνου πρὸς τοὺς ἑταίρους ἡμῶν, ὅπως ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτὸ γενόμενοι, ἀντιστρατευσώμεθα αὐτῷ πρὸς τὰ βάθη ἡμῶν πόλεμον.» ταῦτα εἰπὼν καὶ ὑψωθεὶς ἐν τῷ ἀέρι, ἀπῄει χωλαίνων ἐπαμφότερα [λεγε· ἐπ᾿ ἀμφοτέραις] ταῖς ἰγνύαις καὶ τὸν ὅσιον καταρώμενος. καὶ γὰρ ἀληθῶς σπήλαιόν ἐστι μέγα καὶ φοβερώτατον ἐν τοῖς ὁρίοις Μεσοβιάνου, ὃ καλοῦσι τῆς ἁγίας μάρτυρος Χριστίνης. τότε οἱ ἄνδρες συνιέντες δαίμονα εἶναι τὸν ὀφθέντα καὶ λαλήσαντα, ἑαυτοὺς θωρακίζοντες τῷ σημείῳ τοῦ σταυροῦ, καὶ ταῖς εὐχαῖς τοῦ ὁσίου, ἀπῄεσαν τὴν ὁδὸν αὐτῶν χαίροντες ἐπὶ τῇ ἀποδημίᾳ τ<οι>ούτων πονηρῶν πνευμάτων.

[p. 866Δ]

45. ἅπερ ἀκηκοὼς παρὰ τῶν ἐκχωρίων [λεγε· ἐγχωρίων] ὁ μέγας πατὴρ ἡμῶν καὶ λίαν τῷ θεῷ εὐχαριστήσας ἐπὶ τούτῳ, μείζονι καὶ κόπῳ καὶ πόνοις ἑαυτὸν ἐγύμναζε, τῶν μὲν ἃ ὄπισθεν ἐπιλανθανόμενος, κατὰ σκοπὸν διώκων πρὸς τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ψάλλων συνετῶς καὶ νουνεχῶς ἐν ταῖς ἑσπεριναῖς καὶ ὀρθριναῖς ὑμνῳδίαις, ὡς ἐνώπιον κυρίου μετὰ παντὸς φόβου καὶ εὐλαβείας ἱστάμενος, ἀκινήτους ἔχων τοὺς πόδας καὶ ἀκραδάντους μέχρι συμπληρώσεως καὶ ὥσπερ τῇ γῇ ἐρριζωθέντας, μήτε ὑπὸ βακτηρίας ποτὲ στηριζόμενος ἢ τῷ καγκέλλῳ προσεγγίζων. οὐδὲ ὅλως ὑπὸ φθειρὸς ἢ ψύλλου ἢ κώνωπος κνηθόμενον αὐτὸν τις τεθέαταί ποτε ἐν τῇ ψαλμῳδίᾳ ἢ τοὺς ὀφθαλμοὺς καμμύοντα. ἐν δὲ τῇ θείᾳ λειτουργίᾳ ἱστάμενος, ἀπενοοῦτο ἅλις τῇ θεωρ{ε}ίᾳ καὶ ἐξίστατο, ὥστε τοὺς ὀφθαλμοὺς αὐτοῦ κατόπιν εἰς βάθος εἰσδῦναι ἀπὸ τῆς κατάρξεως μέχρι συμπληρώσεως αὐτῆς· καὶ οὕτως τὸν οὐράνιον μαργαρίτην μετὰ παντὸς φόβου ὑπεδέχετο καὶ μετελάμβανεν ὁ πεφωτισμένος καὶ ἰσάγγελος, καθὼς Ἡσαΐας ὑπὸ τοῦ Σεραφίμ.

46. [Ε] ὁ δὲ θεὸς ὡς οἰκεῖον καὶ πιστὸν θεράποντα τὸν ὅσιον οὐ μόνον νοητῶς ταῖς ἀναβάσεσι τῶν ἀρετῶν κατήρτιζεν, ἀλλὰ καὶ αἰσθητῶς τοῖς θείοις σημείοις ἐδόξαζεν· πίθου γάρ ποτε κεχωσμένου ἔμπροσθεν τῆς λελατομημένης πέτρας ἐν [Φ] ᾗπερ πρώην κατῴκει ὁ ἀοίδιμος καλλιγραφῶν, καὶ ὀλίγου οἴνου ὄντος ἐν πυθμένι αὐτοῦ ἐξ οὗ τὴν θείαν λειτουργίαν ἐπετέλουν, κατῆλθεν ἐν μιᾷ νυκτὶ βροχὴ ῥαγδαία καὶ πολλή, ὥστε ἐμπλησθῆναι καὶ ὑπερεκβλύζειν τὸν πίθον. ἰδὼν οὖν ὁ θεῖος Λουκᾶς, ὁ καὶ Φαλακρός, καὶ σφόδρα λυπηθείς, φησὶ πρὸς τὸν μέγαν ἐν κατηφ<ε>ίᾳ πολλῇ· «ὦ πάτερ, πόθεν τῆς θείας μετασχῶμεν κοινωνίας ἰδοὺ γὰρ ὁ πίθος ἐμπέπλησται βροχαίου ὕδατος καὶ ὑπερεκβλύζει ἄνωθεν.» τότε ὁ μέγας σεμνὸν μειδιάσας, λέγει αὐτῷ· «γεμίσας ποτήριον ἐξ αὐτοῦ, ἀδελφέ, δός μοι πιεῖν.» ὁ δὲ σὺν τάχει τοῦτο ποιήσας, καὶ τοῦ μακαρίου τὸν τύπον τοῦ σταυροῦ πεποιηκότος καὶ μικρὸν ἐξ αὐτοῦ γευσαμένου, φησὶ πρὸς τὸν μοναχόν· «γεύσασθε καὶ ἴδετε ὅτι Χριστὸς ὁ κύριος.» αὐτίκα οὖν εὑρέθη τὸ ὕδωρ οἶνος καλῶς γεγενημένος καὶ εὐώδης, ἤτοι τοῦ θεοῦ ὡς ἐπὶ Ἐλισσαίου τὸ ἔλαιον, ἤτοι καὶ ὡς ἐν Κανᾷ τὸ ὕδωρ εἰς οἶνον μετεβλήθη, αὐτῷ μόνῳ ἔγνωσται· πλὴν ὃ γέγονεν ὄντως.

[p. 867Α]

47. ἐπὶ πλεῖον ὁ πανάγαστος τῇ πρὸς θεὸν ἀγάπῃ καὶ ἐλπίδι ἐπτεροῦτο καὶ πρὸς αὐτὸν ἱπτάνετο καὶ τοῖς θείοις χαρίσμασι παρὰ αὐτοῦ ἐπλουτίζετο, ὡς οὐ μόνον τὰ νοητὰ θηρία τῶν δαιμόνων ἀλλὰ καὶ τὰ αἰσθητὰ τοῖς προσ<τ>άγμασιν αὐτοῦ ὑποτάττεσθαι καὶ ὑπακούειν. ἄρκτος γὰρ ἐκ τοῦ ἀπέναντι ὄρους τῆς μονῆς ἡμετέρας ἐξερχομένη καὶ συλοῦσα ἀπὸ τῶν ἀγγείων τῶν μελισσῶν, ἡσύχως ἀναχωροῦσα καὶ συντρίβουσα κατήσθιεν. ἥνπερ ἐν μιᾷ ἡμέρᾳ ἐρχομένην κατὰ τὸ σύνηθες θεωρήσαντες οἱ μοναχοὶ καὶ σφόδρα θορυβηθέντες, κραυγῇ χρησάμενοι πρὸς τὸν μέγαν, φασί· «ἔξελθε, πάτερ ὅσιε· ἰδὲ τὸ δεινὸν θηρίον αὖθις κατερχόμενον.» ὁ δὲ σημειοφόρος πατὴρ ἡμῶν ἰδὼν τὴν ἄρκτον ἀπεναντίας αὐτοῦ κατερχομένην πρὸς τὸ κλοποφορῆσαι, ἤρξατο αὐστηρᾷ τῇ φωνῇ ἐγκαλεῖν αὐτῷ καὶ λέγειν οὕτως· «οὐκ αἰσχύνει οὐ φοβήσει τὸν θεόν, συλοῦσα τοὺς κό{σ}πους τῶν πατέρων καὶ κακῶς κατεσθίουσα ὑπόστρεψον εἰς τὰ ὀπίσω καὶ μηκέτι ἀπὸ τοῦ νῦν προσεγγίσῃ τοῖς ὧδε.» τότε τὸ θηρίον ὥσπερ λογικὴ φύσις εὐαισθήτως δεξαμένη τὴν παραγγελίαν τοῦ ἁγίου, ὑποκλῖνάν τε τὴν κεφαλὴν καὶ εἰς γῆν τὸ πρόσωπον νενευκός, ὑπέστρεψεν εἰς τὰ ὀπίσω τεταπεινωμένον καὶ κατῃσχυμμένον.

48. ἔλεγε γὰρ τοῖς ἀδελφοῖς ὁ ὅσιος· «τέκνα, εἰ τὰς ἐντολὰς τοῦ θεοῦ, ὡς δεῖ, ἐφυλάττομεν, πάντα ἡμῖν ὑποτάσσοιντο, [Β] καθὼς τῷ προπάτορι ἡμῶν, πρινὴ παραβῆναι τὴν ἐντολὴν τοῦ θεοῦ· νυνὶ διὰ τῆς παραβάσεως τὰ ὑποτεταγμένα ἡμῖν καθ᾿ ἡμῶν γεγόνασι· καὶ μᾶλλον ἡμεῖς αὐτοῖς δεδοίκαμεν ἢ ἐκεῖνα ἡμῖν. χρὴ οὖν ἡμᾶς πρῶτον μὲν ὑποτάσσεσθαι τῷ θεῷ καὶ ὑπακούειν διὰ τῆς φυλακῆς τῶν αὐτοῦ ἐντολῶν· ἔπειτα καὶ ἀλλήλοις διὰ τὸν τῆς ἀγάπης σύνδεσμον. διηγήσατό μοι ὁ προ{μι}μνησθεὶς ἀνωτέρω μέγας Λουκᾶς, λέγων ὅτι, Ϡἐν τῇ νεότητί μου ἀποσταλεὶς παρὰ τοῦ σεβασμίου πατρὸς σὺν τῷ μοναχῷ Βιταλίῳ εἰς τὰ τῆς ἁγίας Ἀγάθης μέρη πρὸς τὸ ἐνέγκαι ἐν τῇ μονῇ, ὃν ἀποκλείσας ἐκεῖσε, ὀλίγον οἶνον εἰς χρείαν τῆς μονῆς, διένεμον τὸν οἶνον τοῖς ἐμοῖς φίλοις. καὶ διῴκησα πρὸς δοκοῦν μοι, μὴ ἐάσας ἐν τῷ πυθμένι τοῦ πίθου εἰ μὴ ὀλίγον πάνυ. εἶτα ὑποστρέψας σὺν τῷ μοναχῷ ἐν τῇ μονῇ, καὶ γενόμενοι πλησίον τοῦ καπηλείου, καὶ αὐτοῦ προπορευομένου, αἴφνης ἐκ πλαγίου μέρους τῆς ὁδοῦ ἄρκτος ἐξελθοῦσα καὶ συναντήσασά μοι, τοῖς ὄνυξιν αὐτῆς καθῆψε τῆς κεφαλῆς μου δεινῶς καὶ διασπαράξασα τὸ ὑμὴν [λεγε· τὸν ὑμένα?] σὺν τῷ δέρματι καὶ ταῖς θριξὶ καθεῖλε μέχρι τοῦ ὠτίου, τὸν δὲ ὦμον καὶ τὸ γόνυ δεινῶς συντρίψασα, ἀπῆλθεν. εἰς ἐμαυτὸν κατὰ μικρὸν γενόμενος καὶ γνοὺς ὃ πέπονθα παρὰ τοῦ δεινοῦ θηρός, κραυγῇ πρὸς τὸν πορευθέντα προσεκαλούμην. ὃς ὑποστρέψας καὶ ἰδὼν τὰ σπαράγματα τῶν μελῶν, ὅλος διελύθη· εἶτα ἐπιβιβάσας με ἐπὶ τὸ ἴδιον κτῆνος δεινῶς ψυχορ<ρ>αγοῦντα καὶ πεφυρμένον τῷ αἵματι, μόλις ἤγαγεν τῷ μοναστηρίῳ.Ϡ»

49. [Χ] «τότε οἱ ἀδελφοὶ ἰδόντες καὶ λίαν θροηθέντες, θρηνώδει φωνῇ ἀνέκραξαν πρὸς τὸν μέγαν, λέγοντες· Ϡὦ πάτερ, οὗτος παραυτίκα σκωληκόβρωτος γενόμενος, ἀποθανεῖται.Ϡ ἦν γὰρ καιρὸς θέρους. συνιεὶς οὖν ὁ δίκαιος ὅτι τὴν ἐντολὴν αὐτοῦ ἠθέτησα καὶ πρὸς δοκοῦν μοι κακῶς διῴκησα, λέγει τοῖς παροῦσι· Ϡπαρακούσας τῆς ἐντολῆς τοῦ προσ<τ>άξαντος ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ φαγὼν ἄρτον παρακοῆς, διὰ πλανήτου ψευδοπροφήτου λέοντι εἰς βρῶσιν παραδίδοται· καὶ <εἰ> οὗτος τὴν ἐμὴν ἐντολὴν {οὐ} διετήρησεν ἄτρωτον, οὐκ ἂν ὑπὸ τοῦ αἱμοβόρου θηρὸς δεινῶς ἐσπάρακται. πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν.Ϡ σφραγίσας τε αὐτὸν <ὁ> ὅσιος καὶ εὐξάμενος, ἐπὶ ὀλίγων ἡμερῶν ὑγιὴς γεγονώς, προθύμως διεκόνει εὐχαριστῶν τῷ θεῷ.
μετὰ μικρὸν δὲ ἀποσταλεὶς αὖθις ὑπὸ τοῦ μεγάλου προεστῶτος ἐναπομείναντα ὀλίγον οἶ<ν>ον ἐνεγκεῖν, τὸν θεὸν προεβάλλετο μάρτυρα, καὶ τοὺς ἁγίους ἀγγέλους, ϠεὗρονϠ φησί Ϡτὸν πίθον μεμεστωμένον κάλλιστον.Ϡ»

[p. 868Δ]

50. ἦν γὰρ ὁ λόγος τοῦ μεγάλου φοβερὸς καὶ ἐνεργής, ὥστε τὸν μὲν παρακούσαντα αὐτῷ καὶ σκιρ<ρ>ούμενον πειρασμῷ παραυτίκα παραδίδοσθαι, τὸν δὲ ἀδιστάκτῳ πίστει ὑπακούοντα αἰσθάνεσθαι κουφισμὸν παντὸς πάθους καὶ ἀπαλλαγὴν ὁρωμένου τε καὶ νοουμένου. φοιτητής ποτε τοῦ ὁσίου, Σάββας τοὔνομα, πάνυ εὐλαβής, παρακοῇ τινι ἐξελθὼν τοῦ μοναστηρίου, μέχρι τῶν μερῶν Μαλαΐτου ἀπῆλθεν. ὃς πνεύματι πονηρῷ αὐτίκα παραδοθεὶς καὶ δεινῶς παρ᾿ αὐτοῦ σπαραχθείς, προσάγεται τῷ ἁγίῳ, δεδεμένος εἰς τὰ ὀπίσω. τοῦτον δεξάμενος ὁ συμπαθὴς ἰατρὸς καὶ τὸ θεῖον ὑπὲρ αὐτοῦ ἐξιλεωσάμενος, δι᾿ ὀλίγων ἡμερῶν ἀποκαθάρας τοῦ πονηροῦ πνεύματος, συγκατέλεξε τῷ πλήθει τῆς ἀδελφότητος.

51. Γρηγόριος ὁ Βουρτουανίτης καλῶς διαπρέψας ἐν τῇ μοναδικῇ πολιτείᾳ, δυσαρεσθεὶς ἐν ἀρχῇ τῆς εἰσόδου αὐτοῦ εἰς τὴν τῆς μονῆς διοίκησιν καὶ βουλόμενος λάθρᾳ ἀποδημῆσαι καὶ ἀλλαχοῦ πορευθῆναι, ἐνουθετεῖτο ὑπὸ τοῦ μεγάλου μηδαμῶς ἀπελθεῖν. «ὁ γὰρ δόκιμος» φησί «πάντη δόκιμος, ὥσπερ καὶ τὸ ἔμπαλιν.» ὁ δὲ τῇ παρακλήσει καὶ τῇ νουθεσίᾳ τοῦ θεσπεσίου [Ε] μὴ εἴξας, διέμεινεν ἀκαμπτὴς [λεγε· ἀκαμπὴς?] καὶ ἀμείλικτος. τότε ἐπιπίπτει αὐτῷ ἄλγος δεινὸν καὶ ἀφόρητον κατὰ τῆς γλώττης, ὥστε μὴ κινηθῆναι αὐτὸν [λεγε· αὐτὴν] ὀγκωθεῖσαν καὶ φθάνειν μέχρι τοῦ πώγωνος. ἦν δὲ θέαμα φοβερὸν καὶ ἔμπληκτον τοῖς ὁρῶσιν. οὕτως τε ἐφ᾿ ἱκαναῖς ἡμέραις δεινῶς πιεζόμενος, ὁρᾷ κατὰ τοὺς ὕπνους ἄγγελον ἱστάμενον πλησίον τοῦ μακαρίου καὶ λέγοντα αὐτῷ· «διατί οὐκ ἀποκείρεις τοῦτον τὸν ἀδελφὸν καὶ συγκαταριθμεῖς τῇ σῇ θείᾳ ποίμνῃ» ἀποκρίνεται πρᾳείᾳ τῇ φωνῇ καί φησι πρὸς αὐτόν· «ἐπειδὴ πολλὰ παρακληθεὶς ὑπ᾿ ἐμοῦ τοῦ μὴ ἀποφοιτῆσαι ἐξ ἡμῶν καὶ ἀποδρᾶσαι, οὐδαμῶς εἶξε τῇ παρακλήσει μου.» τότε δίδωσιν ὁ ἄγγελος ῥάπισμα κατὰ τοῦ ἀπειθοῦς αὐχένος, λέγων αὐτῷ· «ὑποτάγηθι τῷ πατρί σου καὶ συναριθμήθητι τῇ ἀδελφότητι.» εὐθέως δὲ ἔξυπνος γενόμενος καὶ γνοὺς ὅτι τοὺς καρποὺς τῆς παρακοῆς ἐνδίκως ἐτρύγησε, προ<σ>καλεῖται τὸν ὅσιον καὶ διὰ νεύματος τῆς χειρὸς δυσωπεῖ ἀποκαρθῆναι. τούτου οὖν ἐπιτελεσθέντος καὶ τῶν θείων μυστηρίων μεταλαβόντος, παραχρῆμα ἰάσεως ἔτυχεν· καλῶς τε τὸν ἐπίλοιπον χρόνον ἐν τῇ μονῇ τετελεκώς, ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ ἐκοιμήθη καὶ ὕπνωσεν.

52. ἄλλοτε δένδρου ἱσταμένου πλησίον τῆς πύλης τοῦ μοναστηρίου, προσέταξεν ὁ ὅσιος πατὴρ ἡμῶν Ἠλίας τῷ [Φ] προμνημονευθέντι θείῳ Λουκᾷ τὸ [λεγε· τοῦ] ἐκκόψαι αὐτὸ καὶ τὴν εἴσοδον πλατεῖαν καὶ εὐρύχωρον ποιῆσαι τοῖς ἐξιοῦσι καὶ εἰσιοῦσι. τοῦ μέντοι δένδρου τμηθέντος καὶ μικρὸν ἐκ τῆς τομῆς διακρατο<υ>μένου, δεδοικὼς ὁ μοναχὸς μή τι σύμπτωμα ὑποστῇ διὰ τὸ κρημνῶδες τοῦ τόπου, ὃ δὴ καὶ γέγονε, ἤρξατο διστάζειν πρὸς τὴν πρόσταξιν τοῦ ἁγίου ὀλιγόπιστος. τότε φησὶν ὁ μέγας θαρσαλέως πρὸς αὐτόν· «ἔκκοψον τὸ δένδρον παντελῶς, ἀδελφέ, ἀδεῶς· ὁ γὰρ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὑπήκοος γέγονε τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.» εἶτα εἰς τέλεον τούτου τῇ προστάξει τοῦ ὁσίου ἐκτμηθέντος, ὑποκλῖναν τὴν κορυφὴν εἰς βάθος τῇ τομῇ, ὑψωθέντος τε ἐπιλαμβάνεται τῶν ἱματίων τοῦ τοῦ μοναχοῦ καὶ ἀναρριπίζει αὐτὸν ἄνω εἰς τὸ ὕψος τοῦ ἀέρος καὶ καταφέρει ὡς λίθου βολὴν πλησίον τῆς πέτρας, ἐξ οὗ τὸ ὕδωρ ἐκβλύζει διὰ τῆς ὀπῆς· οἱ οὖν μοναχοὶ ἄγαν θροηθέντες καὶ ἐναγώνιοι γενόμενοι, μέγα ἠλάλαξαν.

53. ὁ δὲ ἡγιασμένος πατὴρ ἡμῶν τὰς χεῖρας εἰς τὸ ὕψος τοῦ οὐρανοῦ διαπετάσας, τὸν θεὸν ὕπερ αὐτοῦ ἱκέτευεν τὸν ἐξ αὐτῶν πυλῶν τοῦ θανάτου ῥύσασθαι δυνάμενον. καὶ δὴ
[p. 869Α] σπουδαίως τῶν πατέρων κατερχομένων πρὸς τὸ σῶμα τοῦ μοναχοῦ νεκρὸν καὶ συντετριμμένον διόλου ἀνενέγκαι, ἠπήντησεν αὐτοῖς ὁ θεῖος Λουκᾶς, μειδιῶντι προσώπῳ λέγων· «μὴ θορηβεῖσθε, πατέρες· οὐδὲν κακὸν ἔπαθον εὐχαῖς τοῦ καλοῦ ποιμένος.» ἐρωτηθεὶς δὲ παρὰ τοῦ σημειοφόρου πατρὸς πῶς, ἐν τῷ ὕψει τοῦ ἀέρος μετεωρισθεὶς καὶ ἐν τῷ βάθει καταπεσών, ὅλως οὐ συνετρίβη καὶ τέθνηκεν, διεμ<η>νύσετο λέγων ὅτι· «οὐ συνῆκα πῶς ἐξαίφνης ἡρπάγην καὶ ἐπὶ γῆς ἐγενόμην ἢ πῶς ἅλματι τοῦ χώρου ἐκπεπήδηκα καὶ ἀνῆλθον· πλὴν ὅτι ὥσπερ ὑπό τινος θείας δυνάμεως ἀπαθῶς βασαζόμενος, οὕτως ἡσύχως καθῆκα ἐν τῇ γῇ ὡς ἐπὶ στρώμνης ἁπαλῆς.» τότε ὁ ἀοίδιμος καὶ θεῖος ὄντως ποιμὴν τὸ παράδοξον καὶ ἐξαίσιον θαῦμα οὐχ ἑαυτοῦ ἀλλὰ τῆς θεοῦ δυνάμεως καὶ τῆς ὑπακοῆς τοῦ μοναχοῦ ἔργον εἶναι ἔλεγεν. ἐπὶ πλεῖον δὲ ἠγωνίζετο ἀπὸ τότε ὁ θαυμάσιος καὶ ἐλιπάρει τὸ θεῖον ὑπὲρ τοῦ ἰδίου ποιμνίου, συνιεὶς ὅτι συνεργεῖ αὐτῷ ἡ θεία χάρις ἐν πᾶσι τοῖς αἰτήμασιν, τύπον ἑαυτὸν ταπεινοφροσύνης πᾶσιν ὑποδεικνύς, πρᾳότητός τε καὶ ἁπλότητος καὶ ἀνεξικακίας, ὅτι εἴ ποτε συνέβη παροξυσμὸν ἀπειθείας ἐν τοῖς ἐπιτάγμασιν αὐτοῦ γενέσθαι, οὐκ ἐδεῖτο ὡς ποιμὴν πρῶτον μετανοῆσαι τῷ τῇ ἀπειθείᾳ ἐμμείναντι πρὸς τὸ διαλῦσαι τὴν μονήν, ἀλλὰ τοῖς πᾶσι τὰ πάντα γέγονεν ἵνα τοὺς πάντας κερδήσῃ.

[p. 870Δ]

54. καὶ προβλεπτικοῦ δὲ χαρίσματος οὐκ ἄμοιρος ἦν ὁ πανάγαστος· ποτὲ γὰρ τοῦ ἀλαζόνος καὶ ἀγερώχου πατρικίου Βυζάλοντος πτέρναν κατὰ τοῦ βασιλέως ἄραντος καὶ ἀποστασίαν εἰς τὸ ἔθνος μελετήσαντος, ἠλέγχετο ὑπὸ τοῦ ἀοιδίμου μὴ οὕτως τραχηλιάσας κατὰ τοῦ αὐτοκράτορος· «ὁ γὰρ ἀνθιστάμενος» φησίν «τῇ τοῦ θεοῦ διαταγῇ ἀνθέστηκεν.» τούτου δὲ μὴ φέρων τοὺς ἐλέγχους, ὁ ἀκαμπὴς καὶ ἀμείλικτος θάνατον ὑπερόριον κατεψηφίσατο· ἀλλ᾿ ἔψευσται ὁ δείλαιος καὶ τοῦ ἰδίου σκοποῦ διήμαρτεν. ὅθεν ἐν μιᾷ ἐξελθόντος ἀπ᾿ ἔμπροσθεν τοῦ τυράννου ἐν θυμῷ», λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· «ἰδέ, πάτερ, ποταπαὶ οἰκοδομαὶ καὶ ὀχυρώματα τοῦ ἀσεβοῦς καὶ πῶς ταῦτα αὐτοκράτωρ διαχειρώσεται.» λέγει αὐτοῖς· «ὑμεῖς βλέπετε οὐδέν· τάδε λέγει κύριος· Ϡοὐ μὴ παρέλθῃϠ ὁ ἐνιαυτὸς καὶ καταστραφήσονται οἰκοδομαὶ αὐταί, ὥστε γενέσθαι αὐτὰς δυσωδίαν τῆς πόλεως, αὑτὸν δὲ τὸν δύστηνον κακίστῳ μόρῳ ἀποθανεῖν.» οὔπω γὰρ πεπλήρωται ὁ ἐνιαυτὸς καὶ ἐπαναστάντες [Ε] οἱ οἰκεῖοι αὐτοῦ, μαχαίραις αὐτὸν ἀνήλωσαν· οὐδὲ ἔλαθε δὲ τὸν ἅγιον ἡμέρα καὶ ὥρα τῆς αὐτοῦ ἀναιρέσεως, καίτοι ἔχοντος σταδίους τριάκοντα καὶ διακοσίους ἀπὸ τοῦ ἀσκητηρίου αὐτοῦ· ἀλλὰ τοῖς φοιτηταῖς αὐτοῦ ἐγνώρισεν, λέγων· «ταύτῃ τῇ ὥρᾳ ἀνηρέθη, τεκνία, Βυζαλὼν ὁ ἀντάρτης.»

55. ὁ προϊστάμενος Λαυρέντιος ὁ πανευκλεὴς καὶ πανευλαβέστατος ἡγούμενος διηγήσατό μοι, λέγων ὅτι· «ποτὲ τοῦ μοναστηρίου ἐξερχομένου μου καὶ πρὸς τὴν κέλλαν μου δρομαίως ἀπιόντος, προσκαλεῖταί με ὁ δίκαιος τοῦ πλησίον αὐτοῦ ἐλθόντα καθίσαι. εἶτα ἐμοῦ δειλιάσαντος καὶ φόβῳ καθίσαντος, πτύξας τὸ βιβλίον ὃ ἀνεγίνωσκε, φησὶ πρός με ἐν εὐλαβείᾳ πολλῇ· Ϡἀδελφὲ Λαυρέντιε, εἰ ἐθεάσω ἐνταῦθα ἄνδρας καὶ γυναῖκας εἰσερχομένους, ἆρα παρέμενες ἐν τῷ μοναστηρίῳϠ καί μου εἰπόντος Ϡμὴ γένοιτο,Ϡ λέγει μοι μετ᾿ εὐμενείας· Ϡδι᾿ ὑμᾶς τοὺς νέους οὐκ εὐδοκῶ ἐν τούτῳ, ἐπεὶ ἐθέασα πλήθη ἀνδρῶν τε καὶ γυναικῶν εἰσιόντα, καθὼς ἐν τῇ μνήμῃ τοῦ ἁγιασμένου πατρὸς ἡμῶν Ἠλίου τοῦ Νέου.Ϡ ἐγὼ δὲ θαμβηθεὶς ἐπὶ τοῖς λόγοις τούτοις, λέγω αὐτῷ· Ϡσεβάσμιε πάτερ, καὶ τίς ἡ αἰτία τῆς ἐλεύσεως τοῦ λαοῦϠ ἀποκρίνεταί μοι, λέγων· Ϡὄντως, ἀδελφέ, τὸ ὕδωρ τὸ ἐκ τῆς νοτιζομένης πέτρας τοῦ [Φ] σπηλαίου ἀποστάζον ἰαματικόν ἐστιν· ἀλλ᾿ οὐ θέλω νῦν ἵνα θαυματουργήσῃ τι δι᾿ ὑμᾶς· μιᾶς γὰρ ψυχῆς ἐξ ὑμῶν ἀντάλλαγμα ὅλος ὁ κόσμος. πλὴν εὔχεσθε καὶ ὑμεῖς σὺν ἐμοί· καθὼς προεῖπον· «μὴ θαυματουργήσει ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου.» σὺ δέ, ἀδελφέ, ἐὰν παραμείνῃς ἐνταῦθα, τὴν προστασίαν τῶν ἀδελφῶν διαδέξῃ ἐν τῷ ἁρμόζοντι καιρῷ, ὕδωρ τε ζῶν καὶ ἀποστάζον τῆς νοητῆς πέτρας, ἥ τέ [λεγε· ἥτις] ἐστιν ὁ Χριστός.Ϡ ὑπὲρ ἑαυτοῦ, ὡς οἶμαι, ὁ μακάριος ὑπῃνίττετο. καὶ γὰρ ἀληθῶς ὅσα ἐποίησε καὶ προέλεγεν, συν<εσ>κιασμένος αἰνιγματωδῶς, μὴ θέλων ἐπιδεικτικῶς λαλῆσαι ἢ θαυματουργῆσαί τι, μυσαττόμενος τὸν τῶν ἀνθρώπων ἔπαινον καὶ τὴν ἐξ αὐτοῦ τοῖς κουφοτέροις ἐγγενομένην βλάβην. Ϡὁ γὰρ ἐν τούτοις ἁλούςϠ φησίν Ϡἀπέχει τὸν μισθὸν αὐτοῦ.Ϡ Ϡἐπὰν δὲ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆνϠ φησίν Ϡἀποθάνῃ, τότε πολύχουν τὸν καρπὸν τῶν ἰάσεων καὶ ἄσυλον φέρει.Ϡ»

[p. 871Α]

56. ἃ δὲ κατὰ τῶν δαιμόνων ἔστησε τρόπαια, τίσι καλῶς διηγεῖται νεανίου γάρ τινος δεινῶς συνεχομένου ὑπὸ τοῦ πονηροῦ πνεύματος, φιμωθὲν τῇ ἐπιτιμήσει τοῦ ὁσίου, ἄπρακτον ἦν ἐν τῷ ἀνθρώπῳ· ἡμερῶν τε ὀλίγων παρελθουσῶν καὶ ἐν τῇ ἐκκλησίᾳ τῶν μοναχῶν ψαλλόντων, αἴφνης ἀνακράξαν, τὸν πάσχοντα τὸ ἀναιδὲς καὶ πονηρὸν πνεῦμα εἰς τὴν γῆν κατέρρηξεν. τοὺς πάντας οὖν ἀποπεμψάμενος ὁ μέγας πρὸς τὴν ἑστίασιν ὄρθριον, τὸ ὄμμα καὶ τὰς χεῖρας πρὸς τὸν οὐρανὸν ἀνατείνας, ὡς ἐξ ὕπνου τοῦτον ἀποθεραπευθέντα ἀνέστησεν· καὶ τῶν θείων μυστηρίων ἀξιώσας, ὑγιῆ ἀπέλυσεν.

57. χωρίον ἐστὶν ἐν τοῖς μέρεσιν Μεσοβιάνου Ἀσφαλαδέος λεγόμενον. ἐν τούτῳ ἱερεύς τις ᾤκει Ἐπιφάνιος, πολλὰς περιεργίας ποιῶν ἐγγράμματά τε καὶ ἐπᾴσματα γράφων ἔν τε ἀνθρώποις καὶ κτήνεσι καὶ ἅ οὐ θέμις γραφῇ παραδοῦναι. κρίσει δὲ τοῦ θεοῦ δικαίᾳ τοῦ πάντας πρὸς τὸ συμφέρον παιδεύοντος πνεύματι βιαίῳ καὶ πονηροτάτῳ παραδίδοται· ὃς τῆς δεξιᾶς χειρὸς περιέργου βιαίως ἐν τῷ ὕψει τοῦ ἀέρος ἑλκομένος, παραβραχὺ τῆς βάσεως τῶν ποδῶν ἐπαίρετο· μετὰ ταῦτα εἰς τὴν γὴν καταρρασσόμενος καὶ συντριβόμενος, ἀνηλεῶς ἐσπαράττετο· εὐλαβούμενος οὖν μήτι [λεγε· μὴ τῇ] τοῦ πνεύματος τοῦ πονηροῦ φανερώσει, ἐκπέσῃ τοῦ ἰδίου βαθμοῦ{ς}· προσφεύγει λεληθότως τῷ μακαρίῳ καὶ δάκρυσι τὴν τοῦ δαιμονίου κάκωσιν [Β] διηγεῖται. ὅθεν ὁ μέγας συνιεὶς καὶ τὴν χεῖρα ἐκτείνας, ἅπτεται τῆς κορυφῆς αὐτοῦ μειδιῶντι προσώπῳ καί φησι· «συνθοῦ μοι, τέκνον, ἐνώπιον κυρίου μηκέτι περιεργάσασθαι τὰ τοιαῦτα πονηρὰ καὶ ἀθέμιτα ἔργα· καὶ μάστιξ ἀπὸ τοῦ νῦν οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου.» τοῦτο δὲ εἰλικρινῶς μεθ᾿ ὅρκου συνθεμένου τὸν ὅρον αὐτοῦ ἀσφαλῶς τηρεῖν, σφραγίσας αὐτοῦ τὴν κεφαλὴν τῷ σημείῳ τοῦ σταυροῦ καὶ ἐπευξάμενος, ἀπέλυσεν τὸν δὴ [λεγε· τόνδε] ἀναπαύσασθαι· ἑσπέρα γὰρ ἦν· καὶ τῇ ἕωθεν προσκαλεσάμενος, λέγει αὐτῷ· «ὕπαγε, ἀδελφέ, ἐν εἰρήνῃ· καὶ κύριος ἰάσατό σε ὁ ἰατρὸς τῶν ψυχῶν καὶ σωμάτων· ἡμεῖς γὰρ τί ἐσμεν ταῖς ἁμαρτίαις ἡμῶν» ἦν δὲ ὁ μέγας δι᾿ ὅλης τῆς νυκτὸς ὑπὲρ αὐτοῦ τὸ θεῖον ἐξιλεώμενος, ὡς ἰδεῖν τὸν πάσχοντα κόρακα ἐξελθόντα διὰ τοῦ στόματος αὐτοῦ καὶ ἀφιπτάντα ἀφαντωθῆναι. τὰς δὲ πρὸς τὸν ὅσιον συνθήκας ἀτρώτους φυλάξας τοῦ μηκέτι ἐπονειδίζεσθαι, ἠλευθέρωται καὶ αὐτὸς τῆς μάστιγος τοῦ πονηροῦ πνεύματος.

58. ἄλλοτε προσηνέχθη αὐτῷ βρέφος βασταζόμενον ὑπὸ τοῦ ἰδίου πατρός, τοὔνομα Ἰωάννης. ἦν δὲ παρὰ φύσιν τούς τε ὀφθαλμοὺς καὶ τὸ στόμα ἔχων καὶ τρέμων τῇ ἐνεργ<ε>ίᾳ τοῦ πονηροῦ πνεύματος. καμφθεὶς οὖν ὁ θεοφόρος πατὴρ ἡμῶν [Χ] τοῖς δάκρυσι τοῦ τεκόντος καὶ συμπαθείᾳ πολλῇ κινηθείς, ἐδέξατο τὸ βρέφος ἐν ταῖς ἀγκάλαις αὐτοῦ· σφραγίζει αὐτῷ τὸ στόμα καὶ τοὺς ὀφθαλμοὺς τῷ σημείῳ τοῦ σταυροῦ, λέγων· «προσήνεγκάς μοι τὸ βρέφος, ἀδελφέ, ὡς ἐκ τοῦ πονηροῦ ἐνεργούμενον· καὶ ἰδοὺ οὐδὲν κακὸν ἔχει· λαβὼν αὐτό, πορεύου ἐν εἰρήνῃ.» δεξάμενος οὖν τὸ νήπιον σὺν δάκρυσιν ὁ τούτου πατὴρ καὶ τὴν πύλην τοῦ μοναστηρίου ἐξελθὼν καὶ ἐπιμελῶς κατανοήσας, ὁρᾷ τὴν τῆς ὄψεως στρέβλωσιν κατὰ φύσιν γεγονυῖαν καὶ τὸ ἅλμα τοῦ σώματος παντελῶς ἠρεμῆσαν· καὶ οὕτως ἀπῄει, δοξάζων τὸν θεὸν τὸν δοξάζοντα τοὺς δούλους αὐτοῦ.

59. ἄξιον δέ, ὡς οἶμαι, καὶ τοῦτο γραφῇ παραδοῦναι τὸ κεφάλαιον ὅπερ Λουκᾶς ὁ μέγας διηγήσατο· ἔλεγεν γὰρ ὅτι, «ποτέ τις ἄρχων τῶν λίαν περιφανῶν καὶ ἐνδόξων, τοὔνομα Γαυδιόσος, ὑπὸ τοῦ πονηροῦ πνεύματος ὀχλούμενος, δεινῶς ταρασσόμενος καὶ ἀνελεῶς συντριβόμενος ὑπ᾿ αὐτοῦ, ἔρχεται τῷ ἡγιασμένῳ πατρὶ ἡμῶν Ἠλίᾳ, λέγων· Ϡὀχλοῦμαι δεινῶς ὑπὸ τοῦ πειράζοντος· καὶ ἰδοὺ περινοστήσας τοὺς ναοὺς τῶν ἁγίων καὶ περιπτυξάμενος τὰ σεβάσμια λείψανα αὐτῶν, μάτην κεκοπίακα οὐδὲν ὠφεληθείς. βούλομαι οὖν ἀπελθεῖν εἰς ἰατροὺς ἐν Πανόρμῳ. ἴσως ἄρα δι᾿ ἀνθρωπίνης περιοδίας τύχω ἰάσεως.Ϡ
[p. 872Δ] ἀποκρίνεται ὁ θαυμάσιος καὶ λέγει αὐτῷ· Ϡὑπόμεινον, τέκνον, τὴν ἐκ τοῦ θεοῦ σοι ἐνεχθεῖσαν παιδείαν πρὸς τὴν ψυχικὴν λυσιτέλειαν, εὐχαριστῶν αὐτῷ ἐπὶ τούτῳ· ὃν γὰρ ἀγαπᾷ κύριος, παιδεύει· μαστιγοῖ δὲ υἱόν, ὃν παραδέχεται.Ϡ ὁ δὲ τῇ ἄγαν ὀχλήσει τοῦ δαίμονος πιεζόμενος, εἰσελθὼν ἐν πλοίῳ ἐν Πανόρμῳ ἀπιόντι, καὶ αὐτὸς συναπῄει.»

60. «ὅθεν ὁ μέγας ὑπὲρ αὐτοῦ ἄγαν τὸ θεῖον ἐξελιπάρει θερμοῖς <δάκρυσι>. ἐν δὲ τῷ εὐπλοεῖν αὐτὸν κατέναντι τῶν Μυλῶν, εἰς ἔμφασιν ὕπνου κατηνέχθη. εἶτα ἔξυπνος γενόμενος, ἤρξατο τοῖς ἐν τῷ πλοίῳ κράζειν μεγάλῃ τῇ φωνῇ· Ϡἐξάγετέ με ἐν τῇ γῇ, ἀδελφοί, ἐξάγετέ με.Ϡ τότε οἱ ναυτικοὶ λίαν θροηθέντες, λέγουσιν αὐτῷ· Ϡτίς ἡ αἰτία τῆς ἐξάξεως, κύριεϠ ὁ μέγας ἀποκρίνεται σὺν δάκρυσι καὶ εὐφροσύνῃ ψυχῆς, λέγων· Ϡνῦν ἐπέστη ὁ μέγας ἰατρὸς Ἠλίας· καὶ ἀνοίξας τὸ στόμα, ἀνείλκυσεν ἐκ τῆς γαστρός μου γαλαθηνὸν χοῖρον· καὶ ἠκόντισεν ἐν τῷ βαθῷ [λεγε· βυθῷ] τῆς θαλάσσης· καὶ ἰδοὺ ὑγιὴς γέγονα εὐχαῖς τοῦ ἀοιδίμου πατρός.Ϡ ταῦτα ἀκηκοότες οἱ ἐν τῷ πλοίῳ, ἐδόξασαν τὸν θεὸν τὸν ποιοῦντα τὸ θέλημα τῶν φοβουμένων αὐτοῦ. ταῦτα οὖν πάντα μυστικῶς τῆς εὐχῆς καὶ μόνης ἐπετέλει ὁ μισόδοξος, μυσαττόμενος τῶν [λεγε· τὸν] κατὰ πρόσωπον τὸν [λεγε· τῶν] πολλῶν ἔπαινον καὶ δόξαν.»

61. [Φ] οὐ μόνον τε ἐπὶ λογικοῖς καὶ ὁμοφυέσιν ἦν λίαν συμπαθὴς καὶ φιλόστοργος, ἀλλὰ καὶ ἐπὶ ἀψύχοις καὶ ἀλόγοις ζῴοις. ποτὲ γὰρ τῶν οὐ πέλας, Πέτρος τοὔνομα, ἐπεδήμησεν πρὸς τὸ μοναστήριον, ἔφιππος ὤν, τοῦ ἀσπάσασθαι τὸν ὅσιον, ὡς γνωστὸς αὐτῷ καὶ προσφιλὴς ὑπάρχων· ἦν δὲ ἄγαν πτωχὸς καὶ πένης, εἰ καὶ λίαν φιλομόναχος. ἐν ἀγνοίᾳ τὸν ἑαυτοῦ ἵππον ἀπήλασεν ἔνθα οἱ προκεκοιμημένοι πατέρες τῆς μονῆς κατάκεινται· οἷς οὐκ ἦν τολμῶν προσεγγίσαι τοῖς τάφοις οἷον κτῆνος λαϊκοῦ. εἰ δὲ καὶ προσήγγιζεν, ἢ ὑπὸ θηρίων ἐβιβρώσκετο ἢ αὐτίκα καταπίπτον ἐνεκροῦτο. καὶ τῇ αὐτῇ νυκτὶ φαίνεται αὐτῷ νεώτερος μοναχός, φωτὶ περιαστραπτόμενος καὶ οὕτως ἐπαπειλούμενος ἁπλῶς· «ἄνθρωπε, τὸν οἶκον ἡμῶν νομὴν τοῦ οἴκου [λεγε· ἵππου] σου πεποίηκας· μικρὸν καὶ ὄψει τὸν ἐπακουλουθήσαντα [λεγε· τὴν ἐπακολουθήσασαν] ἔνδικον τοῦ θεοῦ κρίσιν.» τῇ δὲ ἕωθεν ἀναστάς, εὗρεν τὸν ἑαυτοῦ ἵππον ἐν τῇ γῇ πεπτωκότα ἡμίθνητον καὶ τοσοῦτον ὀγκωθέντα, ὥστε παραβραχὺ λακῆσαι μέσον καὶ ἐκχεθῆναι τὰ σπλάγχνα αὐτοῦ· θαμβηθείς τε καὶ οἰμώξας ἐπὶ τῇ ἐξαίφνης συμπτώσει τοῦ ἑαυτοῦ ἵππου, δάκρυσι τοῖς γόνασι τοῦ ὁσίου προσεκύνει, λέγων· «ὦ συμπαθέστατε πάτερ, νῦν ὠνησάμην τὸν αὐτὸν ἵππον πρὸς
[p. 873Α] ὑπηρεσίαν τοῦ οἴκου μου· ἅπασα δὲ ἡ τιμὴ αὐτοῦ ἐστι ἐν κρίσει.» ταῦτα ἀκούσας ὁ ἅγιος καὶ στενάξας, λέγει μοι συμπαθῶς· «ἄπιθι, ἀδελφέ· ἄγαγέ μοι τὸ βουκάλιον [λεγε· βαυκάλιον] τοῦ ὕδατος τῆς νοτιζομένης πέτρας.» ἐμοῦ δὲ πολλῷ σὺν τάχει τοῦτο ἐνέγκαντος καὶ αὐτοῦ τὸν τύπον τοῦ σταυροῦ ἐν αὐτῷ πεποιηκότος, λέγει· «ὕπαγε, ἀδελφέ· καὶ ἀνοίξας τὸ στόμα τοῦ ἵππου, ἔκχεε εἰς αὐτὸ ἐκ τοῦ εὐλογηθέντος ὕδατος· καὶ ὁ κύριος ὁ θεὸς ποιῇ τὸ ἔλεος αὐτοῦ ἐν τάχει.» τούτου οὖν γενομένου, θᾶττον ὁ ἵππος ἐκ τῆς γῆς ἀνέθορε· καὶ ἑαυτὸν ἀποτιναξάμενος, ἔστη ὅλος ὑγιὴς καὶ ἀπήμαντος· τοῦτον λαβὼν ὁ κύριος αὐτοῦ, ἀπῄει σὺν αὐτῷ, χαίρων καὶ ἁλλόμενος, εἰς τὸν οἶκον αὐτοῦ.

62. ὁ τὴν διακονίαν τοῦ κελλαρίου ποτὲ ἐμπιστευμένος Ἰωάννης, ὁ εὐκλεὴς μοναχὸς ὁ καὶ Ἱεροσολυμίτης, διηγήσατό μοι, λέγων ὅτι ἀποσταλεὶς παρὰ τοῦ ἀοιδίμου πατρὸς ἐν τῷ ἄστει Ῥηγίου δι᾿ ἀναγκαίας χρείας τῆς κοινότητος· καὶ πολλὰ περισπασθείς, ὥδευε κἀκεῖσε δι᾿ ὅλης τῆς ἡμέρας· «ὀψέ ποτε καθ᾿ ἑαυτὸν γενόμενος καὶ ἐν τῇ εὐνῇ κατακλιθείς, ἠρξάμην [Β] τοῖς λογισμοῖς μου συνταράσσεσθαι, λέγων· Ϡἆρα ἐν τούτοις σωθήσομαι ἆρα λυσιτελεῖ τὸν ἐν ὑποταγῇ οὕτως β<ι>άζεσθαι καὶ περισπᾶσθαι μὴ πληροῦντα τὴν μελέτην τῶν ψαλμῶνϠ ἐν τούτοις τοῖς λογισμοῖς ἀφυπνώσας, ὁρῶ» φησιν «τὸν ὅσιον καρατομηθέντα καὶ τὸ αἷμα αὐτοῦ διαρρέοντα [λεγε· διαρρέον?] ἐν τῇ γῇ, λαλῆσαι δέ μοι διὰ τῆς κάρας οὕτως· Ϡὀλίγοστε [λεγε· ὀλίγιστε], εἰς τί ἐδίστασας ἐκ σῆς σπουδῆς καὶ δικαιοσύνης πέποιθας σωθῆναι πᾶσα ἡ δικαιοσύνη σου, ὡς ῥάκος ἀποκαθημένης ἐνώπιον κυρίου. οὐχ ὁρᾷς ὅτι τὸ αἷμα μου δι᾿ ὑμᾶς ἐξέχεα οὐκ ἤκουσας τοῦ ἀποστόλου λέγοντος· «πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες.» ὁ γὰρ φόβος τῆς ἀπολογίας τῶν ἐμπιστευθήσων ψυχῶν καὶ ἡ μέριμνα παντὸς τοῦ ποιμνίου ὁ κόπος τῆς διδασκαλίας νυκτὸς καὶ ἡμέρας ἐν δάκρυσι καὶ στεναγμοῖς δίκην μαρτυρίου τοῖς προεστῶσι λογίζονται· «ὁ καλὸς γὰρ ποιμὴν τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.» ὁ δὲ ἀμελὴς καὶ διαχεόμενος καὶ εἰς οὐδὲν τὴν προστασίαν θέμενος, ἐσθίων τε καὶ πίνων ἀδιαφόρως μετά τῶν μεθυστῶν καὶ ἁβροδιαιτῶν τοῦ αἰῶνος τούτου· «ἥξει ὁ κύριος τοῦ πονηροῦ ποιμένος ἐκείνου» καὶ «διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.»Ϡ»

63. [Χ] ἑτέρου φοιτητοῦ ἐν τῇ νεότητι πειραζομένου ὑπὸ τοῦ φιλόσαρκος δαίμονος καὶ τὸν πειρασμὸν τῷ μεγάλῳ δάκρυσι μεμνημένου, φησὶν πρὸς αὐτὸν συμπαθῶς· «κράτει κοιλίας, ἀδελφέ, ἰσχυρῶς· πύκτευε πρὸς αὐτὴν κραταιῶς· καὶ τὰ πεπυρωμένα βέλη τοῦ ἐχθροῦ εὖ ἀποσβεννοῦνται.» τοῦ δὲ τῶν οὐκ ἐνδεχομένων εἶναι λέγοντος μέσον τῆς ὕλης τῶν βρωμάτων τῆς ἐφέσεως τούτων κρατεῖν, ἀποκρίνεται ὁ θαυμάσιος, λέγων· «ὄντως, ἀδελφέ, ἔτεσι τριάκοντα τῆς πάλης τῶν πειρασμῶν οὐ μέμνημαι ἄρτου τὴν γαστέρα πληρώσας. πορεύου καὶ σὺ ποίει ὁμοίως καὶ σῴζει.» καὶ γὰρ ἀληθῶς ἐν τοσούτῳ ὕψει ἀπαθείας ἦν ἀναβεβηκὼς ὁ φιλάγιος, ὡς θαρρῆσαι καὶ εἰπεῖν ὅτι· «οὐδέποτε εἰκόνισμα γυναικὸς ἢ ἑτέρου χλευάσματος ἀπάτης νυκτερινοῦ συνηδύνθη τῷ λογισμῷ ἢ συγκατεθέμην. δεῖ γάρ» ἔλεγεν «τὸν ἀπαθείᾳ γλιχόμενον πάντοτε τὴν νέκρωσιν τοῦ Χριστοῦ ἐν τῷ σώματι βαστάζειν.» τὸ δὲ αἴτιον τῆς ὑπὲρ φύσιν τοῦ ἁγίου ἁγνείας ὑποπιάζων ἦν τὸ σῶμα ψύχει καὶ γυμνότητι, ἑνὶ ῥακίῳ χρώμενος θέρει καὶ χειμῶνι καὶ παλλίῳ ἐκ δερμάτων μέχρι τῶν ὤμων φθάνοντι, ὥστε ποτὲ ὑφ᾿ ἡμῶν ἐρωτηθεὶς μέσον τοῦ ἡλιακοῦ φλογμοῦ καθεζόμενος, «ἄραγε» λεγόντων «οὐ καταπήγνυται τὸ σῶμά σου τῷ κρύει τοῦ χειμῶνος καὶ συγκαίεται
[p. 874Δ] τῷ φλογμῷ τοῦ ἡλίου, σεβάσμιε πάτερ» ἀποκρίνεται ἐν ἀκεραιότητι καὶ πρᾳότητι ἤθους, λέγων· «τέκνα, εἰσί μοι τρεῖς ἐνιαυτοί, ἀφ᾿ οὗ οὐκ ἤσθετο τὸ σῶμά μου οὔτε ψῦχος χειμῶνος οὔτε καύσωνα θέρους, ἀλλ᾿ ὅλος εἰμὶ ἀναισθητῶν ἐν τούτοις, τοῦτο δὲ οὔτε θέλοντος οὐδὲ τρέχοντος, ἀλλὰ τοῦ διδόντος θεοῦ. ἔδει τὸν κατὰ πάντα νόσων τε καὶ ποικίλων παθῶν ἰατῆρα ἐμπειρότατον ἰατρὸν χωρῆσαι τὸν ἄνοσον· καὶ δεῖ πάντως δοξασθῆναι τὸν θεὸν ἐν αὐτῷ.»

64. παῖς γάρ τις υἱοθετημένος ἦν αὐτῷ ἐκ τοῦ θείου βαπτίσματος, ὄνομα αὐτοῦ Ἠλίας, ὃς γαγγραίνᾳ νόσῳ τὸ σῶμα λυμανθείς. οὐ πρότερον ἔφη ὁ μέγας τὸν νέον τῆς νόσου ἀπαλλαγῆναι πρινὴ αὐτὸς τὸν μοναδικὸν βίον ἕληται· καὶ αὐτοῦ εἰλικρινῶς συνθεμένου, ἐν μιᾷ ῥοπῇ ἀπέδειξεν ὑγιῇ. τὸν δὲ τούτου κατὰ σάρκα ἀδελφὸν Ἰώαννην βαθμῷ ἱερωσύνης τετιμημένον καὶ δεινῶς παρειμένον, βραχεῖ λόγῳ τὸν Ἰησοῦν μιμούμενος, ἐθεράπευσεν, μηδὲν ἄλλο φήσας εἰ μὴ· «κατὰ τὴν [Ε] πίστιν σου γενηθήτω σοι.» εὐθὺ δὲ τῷ λόγῳ τὸ ἔργον ἐπεκουλούθησεν [λεγε· ἐπηκολούθησεν]· Ϡπάντα γὰρ δυνατὰ τῷ ἀδιστάκτως πιστεύοντι,Ϡ ὁ κύριος εἴρηκεν, Ϡἐστίν.Ϡ

65. ποτὲ οὐ μόνον ἐν τῇ παρουσίᾳ τοῦ κυρίου θεράποντος τὰ ἐξαίσια θεὸς ἐπετέλει, ἀλλὰ καὶ ἐν τῇ ἀπουσίᾳ διὰ μόνης πολλῷ μᾶλλον τῆς ἐπικλήσεως τοῦ ὀνόματος αὐτοῦ. ὡς γὰρ ἔκ τινος πυρκαϊᾶς ἀναφθείσης καὶ νεμομένης ὄρη τε καὶ νάπας, ἔμελλεν καὶ τὸ χωρίον Καβερῶν καὶ τὰ πιπράσθαι [λεγε· καταπιπράσθαι] εἰς ἅπαξ. ὃ δὴ καὶ γέγονεν. ἱερεὺς δὲ τοῦ αὐτοῦ χωρίου, ὀνόματι Λούκιος, τὰ σκῦλα τοῦ ἑαυτοῦ οἴκου μερικῶς ἐξεώσας καὶ τῷ πόνῳ τοῦ σίτου κατακεντούμενος, εἰς τὸ ὡρεῖον ἀναβάς, κραυγῇ τὸν ἅγιον ἐπεκαλεῖτο, λέγων· «ὅσιε πάτερ Ἠλία, νῦν ὥρα βοηθείας· φθασάτω ἡ πρεσβεία καὶ περικλωσάτω [λεγε· περικλεισάτω] με σὺν τῇ ἀποθήκῃ τοῦ σίτου, ἵνα μὴ περίκαυστος γένωμαι ἐκ τῆς ἐπῃρμένης καὶ φοβερᾶς φλογὸς ταύτης.» τότε τὸ ἄσχετον πῦρ προσεγγίσαν καὶ διχῇ κοπέν, τὰ μὲν πέριξ τοῦ ὡρείου καὶ οἴκου αὐτοῦ εἰς τέλος κατέφαγεν, αὐτοῦ δὲ οὐδόλως σὺν τοῖς αὐτοῦ πᾶσιν ἥψατο· θάμβος οὖν ἦν ἰδεῖν καὶ θαῦμα μέγιστον, σῶμα ὑλικὸν καὶ φθαρτὸν μέσον τῆς ἐπηρτισμένης φλογὸς περικλει<ό>μενον καὶ μὴ πυρπολούμενον, ὡς πάλαι τοὺς παῖδας ὑμνολογοῦντας καὶ χορεύοντας. μετὰ δὲ <τὸ> τὰ πέριξ ἐφ᾿ ἅπαξ ἀποτεφρῶσαι καὶ ἀποσυνεσθίσαι [λεγε· ἀποσβεσθῆσαι?] τὸ ἄστεκτον πῦρ, κατῆλθεν σκιρτῶν καὶ ἀγαλλόμενος, μεγάλως τῷ θεῷ διὰ τοῦ ὁσίου [Φ] ἀποχαριστῶν καὶ τὸ θαῦμα διηγούμενος τοῖς πᾶσιν.

66. Ἰωάννης ὁ εὐλαβέστατος μοναχός, ὁ τοῦ Παρδελέοντος υἱός, διηγήσατό μοι ὅτι, φησίν· «νέου ὄντος μου πάνυ καὶ ἀπὸ τῆς ἐκβράσεως τῆς λοιμικῆς νόσου δεινῶς τὰς χεῖρας, τοὺς πόδας, καὶ ἅπαντά μου τὰ μέλη ἀπεσκληκότα, ἄρας με ὁ πατήρ μου ἐπὶ τῶν ὤμων, ἀπήγαγέ με πρὸς τὸν ἀοίδιμον πατέρα Ἠλίαν, καὶ τοῖς ποσὶν αὐτοῦ προσπεσὼν μετὰ δακρύων παρεκάλει, λέγων· Ϡὅσιε πάτερ, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸν υἱόν μου Ἰωάννην, ὅπως ζήσηται, ὅτι ἰδοὺ ἀπεξήρανται τὰ μέλη αὐτοῦ.Ϡ τότε ὁ μέγας προσεγγίσας τὰ γόνατα καὶ τὰς χεῖρας καὶ τὰ ἅπαντά μου τά μέλη, ἵνα μὴ τὸ θαῦμα ἑαυτοῦ λογίσηται ὁ μισόδοξος, ἀλλὰ τὸ τοῦ θεοῦ εὐδοκίᾳ καὶ χάριτι, λέγει τῷ πατρί μου· Ϡλάβε τὸν υἱόν σου, ἀδελφέ, καὶ πορεύου ἐν τῇ ἐκκλησίᾳ πρὸς τὸν πρεσβύτερον, ὅπως εὔξηται ὑπὲρ αὐτοῦ.Ϡ εὐθὺ οὖν ἐγὼ σὺν τῷ λόγῳ τοῦ ἁγίου ᾐσθόμην ἐμαυτὸν κουφισθέντα τῶν πόνων διόλου· καὶ ὀρθὸς στὰς ἐπὶ τοὺς πόδας
[p. 875Α] μου, εἰσῆλθον σὺν τῷ πατρί μου ἐν τῇ ἐκκλησίᾳ· εἶτα ἀσπασάμενος καὶ ἐξελθών, οἰκείοις ποσὶ βαίνων καὶ ἁλλόμενος, ἀπῆλθον ἐν τῷ οἴκῳ μου, δοξάζων τὸν θεόν. θάμβος δὲ καὶ ἔκστασις ἔλαβεν ἅπαντας τοὺς ἰδόντας τὴν τοιαύτην εἰς ἐμὲ γεγενημένην ἀθρόαν μεταβολὴν διὰ τῆς τοῦ ἁγίου ἁφῆς.» ὁμοίως καὶ τὴν αὐτοῦ τεκοῦσαν ἐπὶ ἐνιαυτοῦ περίοδον ῥιγίῳ τριταίῳ δεινῶς συνεχομένην καὶ πιεζομένην, παριὼν ὁ μακάριος καὶ παρακλήσει εἰσελθὼν ἔνθα καθέκειτο, ἐσφράγισεν αὐτῆς τὸ μέτωπον καὶ τὴν κεφαλὴν καὶ τὸ στῆθος. εὐθέως οὖν ἀφῆκεν αὐτὴν τὸ ῥῖγος καὶ οὐδεμία νόσος προσήγγισεν αὐτῇ τοῦ λοιποῦ μέχρι τῆς ἐξόδου αὐτῆς τοῦ βίου.

67. [Β] ἐδίδασκεν οὖν ὁ φα<ε>ινότατος τοὺς οἰκείους μαθητὰς μηδὲν θαυμάζειν ἢ ξενίζεσθαι ἐπὶ τούτοις· «τὰ γὰρ σημεῖα οὐ τοῦ ποιοῦντος ἀλλὰ τοῦ ἐνεργοῦντος θεοῦ εἰσιν· πολλάκις δὲ καὶ ἡ πίστις τοῦ προσερχομένου» φησίν «ἐνεργεῖ. σημεῖα δὲ ἀληθῶς ἀξιέπαινα παρὰ τῷ θεῷ καὶ ἀγγέλοις τοῖς ὑπηκόοις ταῦτά εἰσιν, ὑποφέρειν ὕβριν καὶ ἐξουδένησιν παρὰ παντὸς ἀνθρώπου, οἰκείῳ θελήματι ποιεῖν ἑαυτοὺς ἀπὸ τῶν σαρκικῶν ἡδονῶν αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, ἐκτήκειν τὸ σῶμα πείνῃ καὶ δίψῃ, ψύχει καὶ γυμνότητι, ἵνα οὕτως εὐήνιον γενόμενον εὐχερῶς ὑποταγήσηται τῷ πνεύματι τὸ πᾶσιν ζητητέον καὶ ἐν ὀλίγοις εὑρετέον, ἡ ἐγκοπὴ τοῦ ἰδίου θελήματος ἀγογγύστως· ὁ γὰρ τῇ ἐπιταγῇ ἐπιμιγνύων τὸ θέλημα μοιχός ἐστι τῆς ἑαυτοῦ ἀποταγῆς, κατὰ τὴν θείαν γραφήν· δεῖ γὰρ αὐτὴν ἐπιτελεῖν ἐν καθαρῷ συνειδότι, ἵνα μὴ ἀντὶ σίτου ζιζάνια θερίσῃ. ἐμοί τε τῷ ταπεινῷ καὶ μετρίῳ ἡ μέριμνα πασῶν ὧν ἐπιστεύθην ψυχῶν, τύπον ἐμαυτὸν καὶ ὑπογραμμὸν δεικνύων τοῖς πᾶσιν ἔργῳ καὶ λόγῳ, καὶ ἀναστροφῇ ἡμέρας καὶ νυκτὸς ἀναγγέλλειν [Χ] τὸ δικαίωμα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον, κατὰ τὸ ἐμοὶ ἐφικτόν. Ϡυἱὲ ἀνθρώπου,Ϡ» φησίν «Ϡσκοπὸν τέθηκά σε τῷ οἴκῳ Ἰσραήλ,Ϡ» καὶ τὰ ἐξῆς.

68. ἦν ὁ μὲν λόγος τοῦ θεοφόρου πατρὸς ἡμῶν δυνατὸς καὶ ἐνεργής. ὡς γὰρ προετρέπετο τοὺς οἰκείους μαθητὰς δένδρα παμμεγέθη ἐκκόπτειν καὶ λίθους μεγάλους κυλίειν ἀπὸ τῆς κορυφῆς τοῦ ὄρους τῆς μονῆς αὐτῆς, αὐτὸς εἰσήρχετο εἰς τὸ ἑαυτοῦ κελλίον καὶ ἀπέκλειεν τὴν θύραν, τὸν θεὸν δυσωπῶν. ἦν δὲ ἰδεῖν αὐτὰ ἐπὶ τὸ πρανὲς ῥιζοφερόμενα [λεγε· ῥοίζῳ φερόμενα] μετ᾿ ἤχους σφόδρου, ἐκκλίνειν τε δεξιὰ καὶ εὐώνυμα, ὥσπερ φύσις λογική, καὶ μήτε κελλίου ἅπτεσθαι μήτε φυτοῦ καρποφόρου διόλου, ὥστε ἐξίστασθαι τοὺς ὁρῶντας τὸ ὑπερφυὲς καὶ ἐκπλήττεσθαι. τότε ἐξήρχετο ὁ μακάριος μειδιῶντι προσώπῳ, ὡς ἔθος ἦν αὐτῷ, καὶ τὴν εὐχαριστίαν τῷ θεῷ ἀπεδίδου· καὶ τοῖς φοιτηταῖς αὐτοῦ ἔλεγεν· «τί ξενίζεσθαι [λεγε· ξενίζεσθε] ἐπὶ τοῦτο ἀψευδὴς γὰρ ὁ εἰρηκώς· ἐὰν
[p. 876Δ] ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Ϡμετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατησε<ι> ὑμῖν.»

69. ἐν δὲ ταῖς ἐλεύσεσι τῶν ἀθέων Ἀγαρηνῶν ἦν ὑποχωρῶν καὶ κρυπτόμενος ὁ φιλήσυχος ἐν τοῖς πέριξ ὄρεσι τοῦ μοναστηρίου, χιτῶνα ἐκ δερμάτων σκληρῶν ἐνδεδυμένος καὶ καταμόνας διὰ προσευχῆς ὁμιλῶν τῷ θεῷ· ἐν δὲ τῇ ἀποδημίᾳ τοῦ ἔθνους ἐξήρχετο, πολλὰ ζητούμενος ὑπὸ τῶν οἰκείων τε καὶ ἀνδρῶν εὐλαβῶν καὶ μὴ εὑρισκόμενος, μυστικῶς τε τοῖς οἰκείοις ἀνετίθετο, λέγων ὅτι· «ἐν ὅλαις τεσσαράκοντα ἡμέραις, τεκνία, ἄρτου μικροῦ κατὰ τὸ ἐφικτόν μοι μεταλαβών, ὕδατος οὐδόλως ἐγευσάμην·» ὡς αὐτός· καὶ ἐν ταῖς λοιπαῖς τῆς χώρας ἁλώσεσιν ὑπεχώρει καὶ εἰσήρχετο ἐν τῷ καστελλίῳ σὺν τοῖς προβεβηκόσι μοναχοῖς, λαϊκοῖς τε καὶ μιγάσι, διδάσκων πάντας μετανοεῖν ἐκ τῶν ἰδίων κακῶν ἔργα καλὰ πράττοντας καὶ ἐν τούτοις ἐξιλ<ε>οῦσθαι τὸ θεῖον. καὶ δὲ ὑπήκοοι τῷ καλῷ ποιμένι ὄντες, διέμειναν ἀβλαβεῖς καὶ ἀπήμονες ἐκ τοῦ μιαιφόνου καὶ βαρβαρικοῦ ἔθνους· οἱ <δὲ> καὶ μετὰ τὴν κοίμησιν τοῦ ἁγίου αὖθις μετὰ μισθωτοῦ ποιμένος καὶ οὐκ ἀληθινοῦ πρὸς τὸν θεὸν μεσίτου ἐν τῷ αὐτῷ καστελλίῳ προ<σ>φυγόντες, φεῦ τῆς συμφορᾶς εἰσυπέστησαν [λεγε· ἧς ὑπέστησαν]· ἐκτέτηκεν ὁ λαὸς δίψει ἐκ τοῦ συγκλεισμοῦ τῶν [Ε] Ἰσμαηλιτῶν, καὶ διαμερισθεὶς ὥσπερ πρόβατα ἀπολωλότα, οἱ μὲν ἡμιθανεῖς γεγόνασι, οἱ δὲ κατῆλθον εἰς τὰς χεῖρας αὐτῶν. ἄλλοτε τῇ τοῦ ἁγίου ποίμνῃ ἐφώρμησαν τὸ αὐτὸ Ἀραβικὸν ἔθνος τοῦ προνομεῦσαι καὶ πορθῆσαι καὶ πυρίκαυστον ποιῆσαι· καὶ ὡς πλησίον τῆς πύλης τῆς μονῆς ἤγγισαν, τὰ μὲν ἔμπροσθεν αὐτῶν γέγονε χάος καὶ σκότος ἀπέραντον, τὰ δὲ ὄπισθεν φωτεινὰ καὶ εὐθεῖα· ἐν τούτῳ ἄγαν καταπλαγέντες οἱ ἀλάστορες καὶ ἔμφοβοι γενόμενοι, ὑπέστρεψαν εἰς τὰ ὀπίσω κατῃσχυμμένοι.

70. ὁ μέντοι μέγας καὶ θεῖος ποιμὴν ἐσχόλαζε τῇ προσευχῇ καὶ ταῖς ὑψηλαῖς θεωρίαις, τὴν ἐκδημίαν τὴν ἀπὸ τοῦ σώματος μελετῶν διηνεκῶς καὶ τὰ ἐκεῖ κάλλη φανταζόμενος ταύτῃ τῇ φοβερᾷ θεωρ{ε}ίᾳ. ποτὲ γάρ μου πρὸς αὐτὸν ἀθρόως εἰσελθόντος σὺν ἑτέρῳ μοναχῷ, ἦν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον λαμπρυνθέν τε θείως καὶ ἀλλοιωθέν· μικρόν τε ἡσυχάσας, ἀποκρίνεται εὐλαβείᾳ πολλῇ, λέγων ἡμῖν, φησί· «τέκνα, ἐν ἐφέσει γέγονά ποτε κατ᾿ ἐμαυτὸν ὢν τῷ ποίῳ ἄρα τρόπῳ ἐξερχομένη τοῦ σώματος ἡ ψυχὴ παρέρχεται καὶ ὑπερβαίνει τὰ νοητὰ θηρία τοῦ καλάμου, κατὰ τὸν Δαβίδ, ἀρχάς τε καὶ ἐξουσίας [Φ] ἐναντίας τοῦ ἀέρος· καὶ ταῦτά μου διενθυμουμένου, εὐθέως γένομαι ἐν ἐκστάσει· ὁρῶ δὲ ἐμαυτὸν ἀνερχόμενον· εἴτε τῷ νοῒ εἴτε ἄλλως πως, οὐκ οἶδα· πλὴν ὅτι παρῆλθον καί, ὑπεράνω γενόμενος πάσης ἀρχῆς καὶ ἐξουσίας πονηρᾶς ἀκωλύτως καὶ ἀβλαβῶς, εὑρέθην ἐν ᾧ ἤμην τόπῳ καθεζόμενος. ταύτῃ τῇ φοβερᾷ θεωρ{ε}ίᾳ καὶ φρικτῇ ἐγγίνομαι διηνεκῶς, τεκνία, ὅταν κατ᾿ ἐμαυτὸν γενόμενος ἐρημίσω.» ἐθαύμαζε δὲ καὶ ἐξίστατο ὁ ἀοίδιμος, ἐννοῶν πρὸς πόσους φορολόγους καὶ τελωνάρχας ἡμῖν ἐστιν ἡ πάλη τῆς ἀνόδου καὶ κρίμα. ἔργων γὰρ καὶ λόγων καὶ ἐνθυμήσεων ἀκριβὴς ἐξέτασις γίνεται τότε. καὶ τίς ἄρα ἀνέγκλητος εὑρέθη ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἀδελφοί· δεῖ γὰρ ἡμᾶς διηνεκῶς ταῦτα ἐννοεῖν καὶ λέγειν καὶ ἑαυτοὺς ἀσφαλίζεσθαι πάσης ἁμαρτίας καὶ ματαιολογίας.

71. ἐπεὶ οὖν προβεβηκὼς ἦν ὁ παν<σ>έβαστος τῇ ἡλικίᾳ καὶ
[p. 877Α] τῷ γήρε<ι κα>μπτόμενος, ἤσθιεν μὲν ἅπαξ τῆς ἡμέρας ἃ ἀμέμπτως ἐφίεται τῷ ἐπαγγέλματι, βραχὺ δὲ λίαν, τῇ μὲν βραχύτητι τὴν γαστέρα ἐκθλίβων καὶ διαίτᾳ [λεγε· διαίτῃ] ἔντερα συσφίγγων διηνεκῶς. ἐν τῇ μονῇ ἀκαμπὴς ἦν εἰσάπαν καὶ ἀμείλικτος διὰ τὸν ἐξ ἑκατέρωθεν κίνδυνον καὶ ὑπόνοιαν. καίπερ ποτὲ κανονική τις πόρρωθεν ἐληλυθυῖα πρὸς τὸν ἅγιον θεάσασθαι καὶ παρρησίᾳ αὐτομολήσασα καὶ τὴν πύλην εἰσελθοῦσα, ἀπαντᾷ αὐτῇ κατὰ συγκυρίαν ὁ ὅσιος· καὶ τοὺς ὀφθαλμοὺς διάρας καὶ τὸ πρόσωπον τὸ ἀγγελοειδὲς ἀλλοιώσας, λέγει αὐτῇ· «τί σοι καὶ τοῖς ἐνταῦθα, δι᾿ ἧς ὁ θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν» ἡ δὲ τρόμῳ ληφθεῖσα καὶ ὅλη διόλου κλονηθεῖσα φόβῳ, εὐθέως οὖν ὑπέστρεψε τεταπεινωμένη, κατῃσχυμμένη, τὴν φοβερὰν στηλιτεύουσιν [λεγε· στηλίτευσιν] τοῦ ἀνδρὸς πᾶσι καταγγέλλουσα.

ὁμοίως καὶ περὶ κρεῶν· τινὸς τῶν φοιτητῶν αὐτοῦ λαθραίως τοῦτο ἐσθίοντος καὶ ὑπὸ τῆς κνίσης γνωσθέντος καὶ μεγάλῳ μηνυθέντος, εὐθέως διεγείρεται ἐν σπουδῇ· καὶ ἐρεύνης ἀκριβῶς γινομένης καὶ ὀλίγων λειψάνων κρεῶν εὑρεθέντων, προσκαλεῖται τοὺς κύνας τῆς μονῆς ὁ ἀοίδιμος· καὶ τούτους ἐπισυνάξας καὶ κρέα ἔμπροσθεν αὐτῶν ἐπιρρίψας, οὐκ ἥψαντο αὐτοῦ καθόλου. τότε ἤρξατο ὀνειδιστικῶς ἐνώπιον πάντων, λέγων· «ὁρᾷς ὅτι οὐχ ἅπτονται αὐτοῦ οἱ κύνες, ὡς ξηροτέρᾳ διαίτῃ συνειδότες· [Β] σὺ δὲ λογικὸς ὤν, ἀδελφέ, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζειν καθομολογήσας διὰ τὴν μέλλουσαν ζωὴν, τὴν πλατεῖαν καὶ εὐρύχωρον διώκων, ἐπλανήθης. ἐοίκασι μὲν οἱ κρεοφαγοῦντες θηρίοις αἱμοβόροις, οἷον λύκοις, ἄρκτοις, λέουσι καὶ τοῖς ὁμοίοις ἀκαθάρτοις· οἱ δέ γε λαχάνοις καὶ ὀσπρίοις διηνεκῶς ἐνδιαιτώμενοι, τοῖς καθαροῖς πετεινοῖς εἰσι ὅμοιοι, περιστεροῖς φημι καὶ τρυγόσι, καὶ τοῖς λοιποῖς καθαροῖς στρουθίοις.

72. ἐν τούτοις πᾶσι νουθετῶν καὶ στηρίζων τοὺς φοιτητάς, ἑαυτὸν πρὸς τὴν ἔξοδον πολλῷ πλέον ἑτοιμάζων, ἐπιστὰς αὐτῷ ὁ ἄγγελος κυρίου κατ᾿ ὄναρ, λέγει· «εἴτε ἐσθίεις εἴτε πίεις, τοῦτό σοι τὸ ῥῆμὰ ἔστω διηνεκῶς μελετώμενον, Ϡδόξα τῷ θεῷ τῷ ῥυσαμένῳ ἐκ πάντων τῶν εἰδώλων,Ϡ ὅ ἐστι παντὸς πάθους ὁρωμένου τε καὶ νοουμένου.» ἦν οὖν ὁ πανάγαστος καὶ τὸν ἴδιον τάφον λατομήσας ἐκ χρόνων ἱκανῶν ὑποκάτω τῆς ἰδίας εὐνῆς ἐν ᾧ κατέμενεν σπηλαίου [λεγε· σπηλαίῳ], καὶ τοῦτον βρέχων τοῖς θερμοῖς δάκρυσι διηνεκῶς οὐ διελίμπανεν, ὡς δοχεῖον ὄντα καὶ χωνευτήριον τοῦ πηλίνου τούτου σώματος, ἐλπίζων αὖθις ἀναστήσεσθαι μετ᾿ [λεγε· μεθ᾿] ὧν ὁ κύριος ἀνιστήσει καὶ τοῦτο ἐπενδύσασθαι ἄφθαρτον καὶ ἀθάνατον. μετὰ πάντων οὖν τῶν ἄλλων [Χ] αὐτοῦ ἀρετῶν τὸ τῶν δακρύων χάρισμα ὑπὲρ πολλοὺς ἐκέκτητο ὁ τρισόλβιος. καὶ γὰρ οὐκ ἔλειπέ ποτε ὀλοφυρόμενος καὶ κλαίων ἔν τε τῇ ἐκκλησίᾳ καὶ καταμόνας ἐπὶ χειρὸς κατέχων τὴν βίβλον καὶ ἀναγινώσκων. ἀλλὰ τοῖς μάρτυσι συνήθλει τῇ προαιρέσει καὶ τοῖς θείοις ἀσκηταῖς συνηγωνίζετο. ἐν δὲ ταῖς ἑορταῖς παννύχιον ἠγρύπνει καὶ ἠγονίζετο ὁ μακάριος ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς διατελῶν ὅλην τὴν νύκτα, ὥστε λαμπρύνεσθαι τὸ πρόσωπον αὐτοῦ ἐκ θείας χάριτος δι᾿ ὅλης τῆς ἡμέρας καὶ ἀκτινοβολεῖν.

[p. 878Δ]

73. ἤρξατο οὖν καὶ τοῖς φοιτηταῖς αἰνιγματωδῶς τὴν αὐτοῦ ἀνάλυσιν ὑπομιμνήσκειν καί, ὥσπερ ὑπὸ βασιλέως κεκλημένος, σὺν αὐτοῖς χαριεντίζεσθαι. μιᾷ τῶν νυκτῶν πέτρα παμμεγέθης ἄνωθεν ἐρριζωμένη τοῦ ἐν ᾧ κατῴκει σπηλαίου ἠρέμα πως ἀπορ<ρ>αγεῖσα τοῦ ἰδίου στηριγμοῦ, ἔστη ὀρθ{ρ}ίως ἔμπροσθεν τῆς θύρας τοῦ μεγάλου· ἣν περαιόθεν [λεγε· ἥνπερ ἕωθεν] ἐξελθὼν καὶ ἰδών, ἐξέστη· καὶ τὴν αὐτοῦ ἐκδημίαν πολλῷ μᾶλλον ὑπῃνίττετο. ἡμεῖς δὲ συνήκαμεν σαφῶς ὅτι ἡ μηδέποτε ἀπορραγεῖσα πέτρα τοῦ ἰδίου στηριγμοῦ σημεῖον τῆς πέτρας ἦν, ἐφ᾿ ἣν ἡ νεόλεκτος ποίμνη Χριστοῦ ἐπεστήρικτο, μελλούσης ἀπορραγῆναι ἐξ ἡμῶν τῷ σώματι καὶ πρὸς θεὸν ὑψωθῆναι τῷ πνεύματι· ὃ δὴ καὶ γέγονεν, καίπερ ἀληθῶς ὑπ᾿ αὐτῆς σκιαζόμενοι καὶ ἀναψυχὴν εὑρίσκοντες ἐκ πασῶν τῶν θλίψεων νῦν τῷ καύσωνι τῶν παθῶν καὶ τῶν πονηρῶν λογισμῶν διηνεκῶς γενομένων. ἄλλοτε ἐκ θείας ἀποκαλύψεως ὥσπερ ἔνθεος [Ε] γενόμενος ὁ ἰσάγγελος καὶ μέγας πατὴρ ἡμῶν, μυστικῶς τοῖς οἰκείοις φοιτηταῖς ταύτην διηγεῖτο· ἑωρακέναι γὰρ ἔλεγεν δύο [*** λαχυνα] πρὸς βασιλέα μετὰ ἄλλους πεμπομένους αὐτόν, καὶ δὴ ἐπὶ τοῦτο καταπληττομένου αὐτοῦ (οὐ γὰρ ἔλεγεν ἑωρακέναι ἕως νῦν βασιλέα) καὶ ἅμα ἀκολουθοῦντος, ἐφίστανται στύλῳ τινὶ οὐρανομήκει, οὐ [λεγε· οὗ] καὶ τὴν ἄνοδον εὐχερῶς καὶ ἀκόπως ἀνῆλθον· ἠρέμα τέ πως ἁπλῶς ἀποστραφεὶς ὁρᾷ κατόπισθεν αὐτοῦ βαθμίδος ᾗ χρώμενος ἀνῆλθεν εὐχερῶς, τὸν δὲ χορὸν τῶν φοιτητῶν ἀδημονοῦντα καὶ σφόδρα λυπούμενον ἰδών, ἔφη· «ὦ τέκνα, <τῇ> τηρήσει τῶν τοῦ Χριστοῦ ἐντολῶν βαθμίδας ἀρετῶν σεαυτοῖς περιποιησάμενοι, κατόπιν μου βαίνετε.» καὶ ταῦτα εἰπών, ἀνῄε<ι> ἐνθαρσῶς, ἐκείνῳ τε ὤφθῃ ὃν καὶ ἡ ὅρασις ἐζωγράφει βασιλέα καὶ τῷ προσήκοντι αὐτῷ χορῷ συντέτακται. καὶ ἡ μὲν ὅρασις ταῦτα. στύλος μὲν ἦν, ὡς οἶμαι, οὐρανομήκης ἐνταῦθα, ἥνπερ κλίμακα ὁ πτερνιστὴς τῶν παθῶν Ἰακὼβ ἐθεάσατο, βαθμίδες δὲ τὰς ἀρετάς, ἃς καὶ ὁ θεῖος μελῳδὸς ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ ἔθετο, ἐπεὶ οὖν, ὡς ἐστήρικται, τὸν καλὸν ἀγῶνα κατὰ τῶν παθῶν ἀγωνισάμενος καὶ τὴν νίκην κατὰ τῶν ἀντικειμένων πονηρῶν δυνάμεων ἀράμενος.

74. [Φ] λοιπὸν δὲ καὶ εἰς πολιὰν ἐληλακώς, οὐκ ἔληγεν ἀγωνιστικώτερον πάντας νουθετῶν, οὕτως λέγων· «ἐγὼ μέν, τεκνία μου, γεγήρακα· καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν· Ϡοὐ γὰρ ἐστιν,Ϡ κατὰ τὸν Δαβίδ, Ϡὃς ζήσεται καὶ οὐκ ὄψεται τὸν θάνατον.Ϡ ὑμεῖς δὲ τοῖς καλοῖς ἠργμένοις [λεγε· τῆς καλῆς ἠργμένης] ὑμῖν ὁδοῦ τοῦ μοναδικοῦ βίου μὴ ἐγκλίνητε· οὐ γὰρ ἡ ἀρχὴ τῶν ἀγαθῶν ἔργων στεφανοῖ τὸν ἐργάτην, ἀλλὰ τὸ πλήρωμα. μὴ τὸν ἁγιασμὸν τοῦ σώματος κραιπάλῃ καὶ μέθῃ βεβηλώσητε· Ϡστενὴ γὰρ ὄντως καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν·Ϡ ἡ δὲ σπαταλῶσα ψυχή, ζῶσα τέθνηκε. τὴν ὁμολογίαν ὑμῶν, ἣν ἐνώπιον θεοῦ καὶ ἀγγέλων καθωμολογήσατε, διὰ τῆς ἀνοθεύτου ὑποταγῆς ἀποπληρώσατε, ἵνα ἐκ δεξιῶν τοῦ ἐσταυρωμένου μετὰ παρρησίᾳ σταθήσεσθαι [λεγε· σταθήσεσθε]· ἔσεσθε σπουδαῖοι καὶ τῷ πνεύματι ζέοντες ἔν τε νυκτεριναῖς προσευχαῖς τε καὶ ψαλμῳδίαις, ἐν ταῖς διακονίαις τοῦ κοινοβίου ἀσκηταὶ ἀγόγγυστοι· ϠμείζωνϠ γὰρ διὰ Χριστὸν διακονῶν ὑπὲρ τὸν ἀνακείμενον. στέφανος τῶν προῃρημένων πάντων ἡ ταπεινοφροσύνη· ὁ γὰρ ἑαυτὸν τοῖς πᾶσι ταπεινῶν, οὗτος ὑψωθήσεται. ἐπὶ πλεῖον διώκετε Ϡτὴν ἀγάπην,
[p. 879Α] ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητοςϠ· Ϡἀγάπη γάρϠ φησί Ϡτοῦ πλησίον κακὸν οὐκ ἐργάζεται.Ϡ ὁ δὲ μνησικακῶν τῷ ἀδελφῷ αὐτοῦ ἐν σκότει διάγει· ὁδοὶ γὰρ μνησικάκων εἰς θάνατον.»

75. «ἔστω οὖν καὶ τοῦτο γνωστὸν ὑμῖν, ἀδελφοί, πρὸς τὸ μὴ ἐκκακεῖν ἐν τῇ πολυχρονίῳ ἀσκήσει, ὅτι οἱ δοκοῦντες ἄρχειν καὶ βασιλεύειν τῆς γῆς καὶ ἀβροδιαιτᾶν ζωὴν διηνεκῶς ἀκόλαστον ἐν τῷ παρόντι βίῳ, ἐν καιρῷ ἐξόδου αὐτῶν θρηνήσουσι ἀνόητα, ὡς ἐνταῦθα ἀπολαβόντες τὰ ἀγαθὰ αὐτῶν καὶ τὰ τοῦ πλουσίου ἐκείνου. ὃν γὰρ τρόπον κόραξ ἀφίπταται ἐκ καλιᾶς, οὕτως ψυχὴ ἀκάθαρτος ἐκ τοῦ ἰδίου σώματος. οἱ δέ γε ταῖς νηστείαις καὶ ἀγρυπνίαις, χαμευνίαις τε καὶ κακουχίαις, τὰ πάθη νεκρώσαντες, ἔσται ἡ ἔξοδος τῆς ψυχῆς αὐτῶν ἡ ἀπὸ τοῦ σώματος ὑπὲρ ἀστέρων καὶ ἡ ἀνάστασις αὐτῶν ἥλιον ἐκλάμψει, σκιρτήσουσί τε καὶ ἀγαλλιασθήσονται, ὡς ἀρνία ἄμωμα ἐν ταῖς αὐλαῖς κυρίου καὶ ὡς μοσχάρια ἀνειμένα ἐκ δεσμῶν· Ϡὀφθαλμὸς γάρϠ ἀμελοῦς Ϡοὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἐμπαθοῦςϠ ἀνέβη, ἣ [λεγε· ἃ] ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.Ϡ»

76. [Β] τῆς οὖν αἰδεσίμης καὶ μακαρίας μνήμης φθασάσης τοῦ ἀοιδίμου καὶ ἁγίου πατρὸς ἡμῶν Ἠλίου, κατῆλθεν καὶ αὐτὸς ὁ σεβάσμιος καὶ ἰσάγγελος Ἠλίας κατὰ τὸ ἔθος τοῦ ἀσπάσασθαι τὴν τιμίαν αὐτοῦ θήκην ἅμα καὶ νοητῶς συνταξασθαι αὐτῷ ὡς συνωνύμῳ καὶ ὁμοτρόπῳ καὶ γνησίῳ φίλῳ. ἦν γάρ, ὡς ἔφην. ὅπη ὁ ἅγιος δι᾿ ὅλου τοῦ ἐνιαυτοῦ χαριεντιζόμενος, ὡς οὐδέποτε, τοῖς φοιτηταῖς καὶ τὴν αὐτοῦ ἀνάλυσιν αἰνιττόμενος· μικρόν τε τὴν γαστέρα συνήθως νυχθεὶς ὁ τῇ ψυχῇ ἄνοσος καὶ τὸ αὐτοῦ βίου πέρας ἔχειν ἐγνωκώς, σπουδαίως ἀνῆλθεν εἰς τὴν ἰδίαν μάνδραν· καὶ ἀποκειράμενος τοὺς μέλλοντας δέχεσθαι τὸ ἅγιον καὶ ἀγγελικὸν σχῆμα, συγκατέλεξε τοῖς λοιποῖς νεόλεκτον σύστημα. εἶτα ἐπὶ πλεῖον τῆς γαστρὸς λυομένης, ἐκαρτέρει δι᾿ ὑπομονῆς τῇ νόσῳ, σφόδρα εὐχαριστῶν τῷ θεῷ· καὶ οὔτε στεναγμός τις ἐξ αὐτοῦ ἠκούετο οὔτε ἀλλοίωσις ἐν τῷ προσώπῳ αὐτοῦ ἐφαίνετο· ἀλλ᾿ ἦν πᾶσιν ἀτενίζων ὄμματι γαληνῷ καὶ ἱλαρᾷ τῇ ὄψει. τῆς δὲ σαρκὸς αὐτοῦ λεπτυνθείσης εἰς ἅπαξ τῇ κατακενώσει τοῦ αἵματος, οὐκ ἤλλαξεν τὸν κανόνα τῆς ἀσκήσεως, ἀλλὰ μικροῦ χυλοῦ κριθῆς ἅπαξ τῆς ἡμέρας λαμβάνων, ἐκ τούτου διηρκεῖτο.

77. [Χ] οὕτως τε ἐπὶ εἴκοσι καὶ πέντε ἡμέρας ὁ τῆς ὑπομονῆς στερρὸς ἀδάμας προσκαρτερήσας, νήφων τῷ νοῒ πρὸς πάντας καὶ τῇ ἐλπίδι χαίρων, εὐχαριστίας ἔτι οὔσης ἐν τῷ στόματι αὐτοῦ, εἰς χεῖρας θεοῦ παρέδετο τὴν καθαρὰν καὶ ἀλώβητον αὐτοῦ ψυχήν. αὐτίκα οὖν ἔλαμψεν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἐκ θείας χάριτος, ὥστε δι᾿ ὅλης τῆς νυκτὸς ἀκτινοβολεῖν θαυμαστῶς. προσετέθη δὲ μετὰ τῶν ὁσίων ὄντως ὅσιος, μετὰ ἀσκητῶν ὁ ὑπερλίαν ἀσκητής, μετὰ τῶν ποιμένων <ὁ μέγας ποιμὴν> καὶ πανάγαστος. ἦν γὰρ ἀγγελικὸν ἔχων τὸ εἶδος, ἡ ἕξις ἄπλαστος καὶ ἀπερίεργος, τὸ ἔθος πρᾳότατον καὶ εὐχαρέστατον, κατὰ τὸ γεγραμμένον· Ϡὅσιος, ἄκακος, ἄμεμπτος, δίκαιος, θεοσεβής.Ϡ ἡ δὲ φαινομένη ὄψις τοῦ σώματος εὐμήκης ὑπῆρχε τῇ ἡλικίᾳ καὶ τῷ προσώπῳ, χαροποὺς τοὺς ὀφθαλμοὺς ἔχων καὶ λευκοὺς τοὺς ὀδόντας, τὸν πώγωνα μέγαν καὶ διχῇ διῃρημένον, ἐρυθρόν τε τὸν πρόσωπον καὶ φαιδρὸν πρὸς πάντας διηνεκῶς μειδιῶντα ἐκ θείας χάριτος, ὥστε τοὺς ὀχλουμένους ὑπὸ πονηρῶν λογισμῶν καὶ ποικίλων θλίψεων ἅμα τῷ προσπελάσαι αὐτῷ αἰσθάνεσθαι κουφισμὸν καὶ ἀπαλλαγὴν πολέμων καὶ παθῶν. οὔτε γὰρ οἱ ὀφθαλμοὶ ἢ ὀδόντες ἐβλαβήσαντο καθόλου· οὐ νόσος αὐτοῦ τῷ σώματι ἢ πάθος τῇ ψυχῇ παρενώχλησέ ποτε, ἀλλὰ στερρὸς ὢν καὶ πρόθυμος, οὕτω ἐτελειώθη.

[p. 880Δ]

78. ἡ δὲ τελείωσις τοῦ μακαρίου γέγονε κατὰ τὴν ἑνδεκάτην τοῦ σεπτεμβρίου μηνός, παρόντος καὶ τοῦ{ς} Βιταλίου ἐπισκόπου, ἱερέων τε καὶ λαϊκῶν ἱκανῶν, ὥστε δι᾿ ὅλης τῆς νυκτὸς ἐπιτάφια ᾄσματα σὺν δάκρυσι ῥάναντες, κατέθεντο τὸ ἅγιον καὶ τίμιον αὐτοῦ λείψανον ἐν τῷ μνημείῳ καινῷ, ὃ ἦν λελατομηκὼς ἑαυτῷ χρόνων ἱκανῶν ἔνδον τοῦ σπηλαίου. ὁ δὲ πᾶς χρόνος τῆς ἐν σαρκὶ ζωῆς αὐτοῦ οὕτως ἦν. παῖς ὢν καὶ ἐν τῇ μαθήσει τῶν ἱερῶν γραμμάτων ὑπὸ τῶν γονέων ἐκδοθείς, προμηνύεται αὐτῷ ὑπὸ τοῦ μεγάλου μονάζοντος, ὡς προλέλεκται, ἡ τοῦ κόσμου φυγὴ καὶ ἡ τοῦ μοναδικοῦ βίου ἡ ἀνάληψις. εἶτα ἀπὸ τότε ῥυθμίσας βίῳ μοναδικῷ καὶ γενόμενος ἐννεακαιδεκάτου ἔτους, ἐξῆλθεν ἐκ τῆς ἰδίας πατρίδος καὶ ἀπεκείρετο. ἐν δὲ τῇ μοναδικῇ παλαίστρᾳ ἐξήσκησε χρόνον ἑβδομήκοντα ἑπτά, ὥστε εἶναι ἅπαντα χρόνον τῆς ἐν γῇ βιώσεως αὐτοῦ ἔτη ἐνενήκοντα ἕξ.

79. πρινὴ δὲ τοῦ βίου ἐξελθεῖν τὸν ἀοίδιμον, ἐθεάσατο ὁ προμνημονευθεὶς Ἰωάννης ὁ μοναχὸς κατ᾿ ὄναρ πλῆθος λευκοφόρων [Ε] ἀνδρῶν ἐπιβεβηκότας ἐπὶ ἵππους λευκοὺς καὶ μέσον αὐτῶν γυναῖκα πορφυρόστολον καὶ ἔκθαμβον τῇ τοῦ προσώπου θέᾳ, ἐν κυμβάλοις εὐήχοις καὶ τερπναῖς κιθάραις καὶ ἑτέροις ὀργάνοις μουσικοῖς ᾄδοντας καὶ ταῖς χερσὶ κροτοῦντας ὡς ἐπὶ γάμῳ· τήν τε πύλην ἀνοίξαντες, ἐν μεγάλῳ ἤχῳ ἔνδον εἰσῆρχοντο· αὐτοῦ δὲ δυσαρεσθέντος ἐπὶ τῇ τοσαύτῃ τῶν ὀργάνων ἐκχήσει [λεγε· ἐνηχήσει] καὶ τῇ τῶν χειρῶν κροτήσει διὰ τὸ ἀσύνηθες εἶναι τοῖς μοναχοῖς καὶ ἀντιουμένου τῇ εἰσόδῳ αὐτῶν, ἀπώσαντο αὐτὸν καὶ αὐτοὶ αὐστηροτάτῃ φωνῇ λέγοντες· «παῦσαι στασιάζων ἡμᾶς καὶ ἐναντιούμενος, μοναχέ· ἐπειδὴ νύμφην ἑαυτοῦ ἡρμόσατο ἔνθα ὁ βασιλεὺς καὶ βούλεται συναφθῆναι αὐτῇ ἐν τῷ ἐπουρανίῳ νυμφῶνι, ταύτην λαβόντες ἀπελευσόμεθα.» εὐθέως οὖν ἔξυπνος γενόμενος ὁ μοναχὸς καὶ καλῶς τὰ ὁραθέντα διακρίνας, φησὶ πρὸς τὸν ὅσιον σὺν δάκρυσιν· «ὦ πάτερ, ταῦτα κατ᾿ ὄναρ ἐθεασάμην· νῦν ἡ ψυχὴ τετάρ<α>κται.» ἀποκρίνεται ὁ θαυμάσιος καὶ λέγει· «οὕτω ὄντως, ἀδελφέ, δι᾿ ὀλίγων ἡμέρων μέλλουσι λαβεῖν τὸ πνεῦμά μου ἀπὸ τοῦ σώματος· ὁ θεὸς βούλεται· δι᾿ ἐμὲ γὰρ ἀληθῶς ἡ παρουσία αὐτῶν». γέγονε δὲ ὅλως ἀληθὴς τοῦ ἔργου βεβαίωσις καὶ ἐκπλήρωσις.

80. [Φ] πάλιν μετ᾿ ὀλίγον τῆς ἁγίας αὐτοῦ κοιμήσεως ἐπιφαίνεταί τινι φοιτητῇ ἀνδρὶ εὐλαβεῖ προβεβηκότι δόξῃ πολλῇ καὶ θείᾳ περιαυγαζόμενος· αὐτοῦ τε πενθουμένου «ὅτι ποιεῖς, ὦ πάτερ, καταλιπὼν ἡμᾶς, ὀρφανούς» ἔπειτα αὐτὸς ἡμᾶς ἀποκριθεὶς ὁ μακάριος λέγει· «τέκνον, ἐν τοῖς ὑπεράνω τάγμασι τῶν ἀΰλων συνηρίθμησέ με ὁ βασιλεὺς δυνάμεων (Ϡὀφθαλμὸς γὰρ οὐκ εἶδε,Ϡ φησὶν ἡ γραφή, Ϡκαὶ οὖς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόνϠ) ἔνθα ὁ χορὸς τῶν ὑπερλίαν ἀσκητῶν τῇ θείᾳ δόξῃ περιαυγάζεται, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων.»

Ἀντών{τ}ις τε ὁ μοναχός ὁ ἐν τῇ διακονίᾳ μονῆς πάλαι διαπρέψας διηγήσατό μοι ὅτιπερ, «ἐν τῇ σεπτῇ κοιμήσει τοῦ ὁσίου πατρὸς ἡμῆν [λεγε· ἡμῶν] ὁρῶ» φησίν «αὐτὸν καθεζόμενον ἔνδον τῆς πύλης τοῦ μοναστηρίου σταυρὸν ἀργύρ{ε}ιόν τε τῇ χειρὶ κρατοῦντα καὶ φόβῳ ἀσπαζομένους μοναχοὺς καὶ μιγάδας· κἀμοῦ» φησίν «προσελθόντος καὶ ἀσπασαμένου καί» φησίν «ὑποστρέψαντος, ἐπέβλεψα αὖθις εἰς τὰ ὁπίσω· καὶ ἰδοὺ οὐκ ἦν· ἀκ{ρ}ούω δὲ μέλος ἡδὺ καὶ ἔκθαμβον ὡς ἀπὸ ὄχλου ἁναριθμήτου ἄνωθεν τῆς πύλης ἐν τῷ ἀέρι ἐνηχούμενον, οἷον οὐ δύναται στόμα ἀνθρώπου ᾆσαι. εἶτα βουλομένου μου ἐξελθεῖν καὶ πρὸς τὸ μέλος ἀκολουθῆσαι, ἦν ἡ πύλη τῆς μονῆς κεκλεισμένη ἐν ἀσφαλείᾳ πολλῇ. τότε πείθομαι [λεγε· πύθομαι] παρὰ τῶν ἑστώτων μαθεῖν τίς ἄρα ὁ ἀποκλείσας
[p. 881Α] τὴν πύλην καὶ τίς ὁ ἦχος ὁ ἡδὺς καὶ ἔκθαμβος, ποῦ δὲ ὁ μέγας ποιμὴν πεπόρευται. λέγουσί μοι καὶ αὐτοί· Ϡτὴν μὲν πύλην τῆς μονῆς αὐτὸς ἀπέκλεισεν, ἀφ᾿ οὗ καὶ ᾠκοδόμησεν αὐτήν· αὐτὸν δὲ λαβόντες, οὓς ἀκήκοας καὶ ψάλλοντας τὸ γλυκὺ μέλος, πορεύονται.Ϡ τότε διὰ μικρᾶς ὀπῆς βιαζομένου μου ἐξελθεῖν καὶ μὴ ἰσχύοντος, εὐθέως ἔξυπνος γενόμενος.»

81. [Β] πολλὰ δὲ παράδοξα σημεῖα πεποίηκεν ὁ κύριος διὰ τούτου [λεγε· τοῦ ορ <τοῦ>] ἁγίου λειψάνου τοῦ ὁσίου πατρὸς ἡμῶν Ἠλίου, οὐ μὴν δέ, ἀλλὰ καὶ διὰ τῶν ἀμφίων αὐτοῦ· ἐξ ὧν ἐκ πολλῶν ὁλίγα ἰδιωτικῶς συν{τ}άξω.

Πέτρος εὐλαβέστατος καὶ περιβόητος ἱερεὺς ὁ τῇ ἐπικλήσει Ῥοφὴς [λεγε· Ῥαφὴς ορ Ῥοῦφος?] πίστει ἀδιστάκτῳ φερόμενος καὶ τῇ τοῦ ὁσίου ἀγάπῃ ἐκ πάλαι τετρωμένος, λαβὼν τὴν βακτηρίαν αὐτοῦ, ἐν ᾗπερ ἐν ἀσθενείᾳ μικρὸν ἐπεστήρικται ὁ ἅγιος, προσεκόμισεν ὡς παθῶν ἀλεξητήριον· καὶ ταύτην ἀποπλύνας ὕδατι καθαρῷ, τὸν ὅλως παρειμένον καὶ παραλελυμένον ἅπαν τὸ σῶμα Νικήταν τοῦ Ἐρωτίκου [λεγε· Ἐρωτικοῦ] υἱὸν ποτίσας, τὴν βακτηρίαν ἐπάνω αὐτοῦ τέθηκεν. θᾶττον οὖν ἡ ῥῶσις ἐπηκολούθησεν τῷ [Χ] κάμνοντι· καὶ ἀπήλλακται τῆς χαλεπῆς καὶ δεινῆς ἀρρωστείας ὁ ἄνθρωπος.

τοῦτο δὲ τὸ ἐξαίσιον καὶ παράδοξον θαῦμα ἐκίνησεν τοὺς βλέποντας· ὅσοι εἶχον ἀσθενεῖς καὶ ῥιγῶντας τριταίους καὶ τεταρταίους, λαβόντες τοῦ αὐτοῦ ἁγίου ὕδατος καὶ τούτους ὁμοίως σὺν τῷ ῥαντισμῷ ποτίσαντες, ἀνέθορον οἱ μὲν ἀπὸ κλίνων καὶ κραββάτων, οἱ δὲ ἐκ τῶν ποικίλων νόσων λελύτρωνται· κεφαλαλγούσαντες [λεγε· κεφαλαλγοῦντες ορ κεφαλαλγήσαντες] δεινῶς ὁμοίως σὺν τοῖς λοιποῖς ἰάσεως ἔτυχον, ὥστε ἐν ὀφθαλμοῖς αὐτῶν πληρωθῆναι τὸ προφητικὸν τὸ φάσκον· Ϡθαυμαστὸς ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.Ϡ

82. ὀλίγων τε ἡμερῶν παρελθουσῶν μετὰ τὴν κοίμησιν τοῦ ἁγίου, Ἰάκωβος ὁ εὐλαβέστατος περιβόητός τε καὶ περιφανὴς μοναχὸς ἀδελφιδῆν ἦν ἔχων κατὰ σάρκα δεινῶς ὑπὸ πονηροῦ πνεύματος τὸν νοῦν καὶ τὰς φρένας βεβλαμμένην [*** λαχυνα] ὁ οὖν μοναχὸς Ἰάκωβος μὴ δυνηθεὶς εἰσενέγκαι εἰς προσκύνησιν τῆς τιμίας αὐτοῦ θήκης διὰ τὸ ἀσύνηθες, ἐνδύει αὐτὴν ἱμάτιον ἐρυθρόν, κολόβιον ἀνδρικόν, καὶ ὑποδύσας τοὺς πόδας ὑποδήμασιν
[p. 882Δ] καὶ τὴν κεφαλὴν σεμνῶς κοσμήσας, σὺν τοῖς οὖσιν εἰσήγαγεν· φόβῳ τε καὶ πόθῳ τὸν τάφον ἀσπασαμένη, δι᾿ ὅλης τῆς νυκτὸς προσευχῇ προσκαρτερήσασα, μικρὸν ἀφύπνωσεν· εἶτα ἐπιφαίνεται αὐτῇ ὁ ἅγιος δόξῃ πολλῇ περιλαμπόμενος καὶ τῷ προσώπῳ μειδιῶν, φησί πρὸς αὐτήν· «τοῦ ἀποστόλου παραγγέλλοντος Ϡὁ κλέπτης μηκέτι κλεπτέτω,Ϡ σὺ τὴν ἴασιν διὰ πενομένης [λεγε· γενομένης] ἐπιθέσεως ἐσύλησας.Ϡ εἶτά φησιν· «χᾶνον τὸ στόμα σου.» καὶ αὐτῆς σὺν τάχει ἀνοιξάσης, ἐξήγαγεν ἐξ αὐτοῦ ὄφιν μικρὸν σκολιόν· καὶ τοῖς ποσὶν αὐτοῦ τοῦτον συντρίψας καὶ θανατώσας, λέγει αὐτῇ· «ἰδέ, ὑγιὴς γέγονας· πορεύου εἰς τὸν οἶκόν σου.» εὐθέως οὖν ἔξυπνος γενομένη, ἔγνω ἑαυτὴν ἐν τοῖς κατὰ φύσιν γεγονυῖαν καὶ τῆς μάστιγος τοῦ δαίμονος ἐλευθερωθεῖσα<ν>· ὄρθρου τε εἰσελθοῦσα ἐν τῷ σπηλαίῳ, συνέψαλλε τοῖς μοναχοῖς, μὴ γνωσθεῖσα· καὶ οὕτως ἀπῆλθεν μετὰ χαρᾶς, δοξάζουσα τὸν θεόν, τὸ θαῦμα πᾶσι καταγγέλλουσα.

83. ἐκ δὲ τοῦ χωρίου Μελικούκκων Θεόδωρος ἐκ σωτηριώδους βαπτίσματος υἱοθετημένος τῷ ἁγίῳ, γυναῖκα εἶχε δεινῶς ὑπὸ τοῦ ἀκαθάρτου δαίμονος ῥηγνυμένην καὶ συντριβομένην ἀνηλεῶς. τοῦτο γνοὺς ὁ τούτου πατὴρ καὶ τῇ ἀδιστάκτῳ πίστει τῇ πρὸς τὸν ἅγιον δυν{ν}αμωθείς, ἀπῄει σὺν τῇ πασχούσῃ ἑσπέρας [Ε] βαθείας πρὸς τὸ ἅγιον αὐτοῦ μνῆμα· κατὰ δὲ τὴν ὁδὸν τοῖς δάκρυσι τὰς πολιὰς αὐτοῦ βρέχων, ἔλεγεν· «πάτερ ὅσιε, νῦν γνώσομαι εἰ εὗρες χάριν καὶ παρρησίαν ἐνώπιον κυρίου.» ταῦτα βοῶν καὶ τὸν ἅγιον εἰς ἐπίσκεψιν τῆς πασχούσης προσκαθήμενος [λεγε· προσκαλούμενος?] καὶ τὸ θυρώριον τοῦ τάφου φόβῳ καὶ πίστει ἀσπασάμενος σὺν αὐτῇ, εὐθέως καὶ παραχρῆμα ἐξῆλθεν ἀπ᾿ αὐτῆς τὸ ἀκάθαρτον πνεῦμα· ὄρθρου τε βαθέος ἐξελθόντες, ἀπεῖσαν [λεγε· ἀπῇσαν] μετὰ χαρᾶς, τὴν ταχεῖαν τοῦ ἁγίου ἐπίσκεψιν διηγούμενοι.

84. Γεώργιος ὁ ἐν τῷ χωρίῳ Γαιανὼν οἰκῶν καὶ αὐτὸς υἱὸν ἦν ἔχων λίαν ὑπὸ τοῦ πονηροῦ πνεύματος παραγόμενον εἰς γῆν τε ἄφνης [λεγε· αἴφνης] ῥησσόμενον καὶ ἄσεμνα κράζοντα. τοῦτον ἄρας, ἤνεγκεν καὶ ἐκοίμισεν [λεγε· ἐκόμισεν?] πλησίον τῆς θήκης τοῦ σημειοφόρου πατρός. ἱκανοῖς δὲ δάκρυσι καὶ στεναγμοῖς τὸν ἅγιον ἐλίπαρον [λεγε· ἐλιπάρουν]. θᾶττον καὶ ὁ τούτου παῖς ἀποκαθαίρεται τοῦ ἀκαθάρτου πνεύματος. ὃν ἰδὼν ἀποθεραπευθέντα ὁ γεννήσας, ἀπῄει σὺν αὐτῷ σκιρτῶν καὶ ἁλλόμενος καὶ δοξάζων τὸν θεόν.

οὐ μονὸν γὰρ τοῖς πέλας, ἀλλὰ καὶ τοῖς πόρρωθεν φοιτῶσι τῇ τοῦ ἁγίου σορῷ θᾶττον ἡ ῥῶσις ἐπακολουθεῖν πέφυκεν.

85. ἱερεύς τις, ἐπιλεγόμενος Μέσα, πάνυ εὐλαβὴς ὢν καὶ ἥσυχος, κρίσει τοῦ ἐπάγοντος θεοῦ πρὸς τὸ συμφέρον παιδευτικῇ [Φ] μάστιγι τοῦ δαίμονος παραδίδοται, ὡς οὐ μόνον στρεβλοῦσθαι αὐτὸν καὶ τὴν ὄψιν ἀλλοιόειν, ἀλλὰ καὶ τοῦ στόματος ἀφορμῆς ἐκβάλλεται. τοῦτο μὴ δυνηθεὶς λαθεῖν, διαβάλλεται τῷ τῆς χώρας ἀρχιερεῖ· καὶ δεδιὼς μὴ τοῦ ἰδίου βαθμοῦ ἐκπέσῃ, προσφεύγει καὶ αὐτὸς πρὸς τὸ καινὸν ἰατρεῖον· λούει τὴν θήκην τοῖς δάκρυσι, περιπτύσσεται πίστει τοῖς χείλεσι· καὶ δὴ παννύχιον προσκαρτερήσας τῇ προσευχῇ καὶ τῇ δεήσει, ἕωθεν ἐξέρχεται εὐχαριστῶν τῷ θεῷ καὶ λέγων· «εὔξασθέ μοι, ὅσιοι πατέρες, διὰ γὰρ τῆς τοῦ ἁγίου ταχείας ἐπισκέψεως ᾐσθόμην ἐμαυτὸν ἄρδην ἐλευθερωθέντα τῆς τοῦ δαίμονος ἐνεργείας.» οὕτως οὖν λεληθότως ὑποστρέψας ἐν τῇ ἑαυτοῦ ἐπαρχ{ε}ίᾳ, διέμεινεν ἐν τῷ ἰδίῳ βαθμῷ, δοξάζων τὸν θεόν.

ὁμοίῳ δὲ τρόπῳ ὁ τούτου σύγγονος ἀπήλλακται ἐκ κακίας τοῦ δαίμονος ἐν τῷ φοιτῆσαι καὶ αὐτὸν τῇ σεβασμίᾳ θήκῃ τοῦ ἁγίου καὶ ἅψασθαι ταύτης τῇ προσηκούσῃ πίστει.

86. ἔδει οὖν τὸν θεῖα ἐκ βρέφους πλουτήσαντα χαρίσματα καὶ μετὰ τέλο{υ}ς πρὸς πᾶσαν νόσον καὶ μαλακίαν τὴν ἴασιν ἐνδείξασθαι.

παιδίον γὰρ θῆλυ τῶν τοῦ Βουτιάνου μερῶν, παρειμένον χεῖρας καὶ πόδας καὶ ὅλον διόλου λίθου δίκην ἐν τῇ γῇ καλινδούμενον, ἠνέχθη ὑπὸ τῆς τεκούσης τετρυχωμένης τῷ
[p. 883Α] πόνῳ καὶ ἐτέθη ἐν τῷ σεμνῷ σπηλαίῳ λαθραίως. ὅπερ δεξάμενος Ἠλίας ὁ μοναχός, κατέκλινε πλησίον τοῦ σωροῦ τοῦ ἁγίου καὶ ἀπέκλεισε τὴν θύραν· εἶτα μετὰ μικρὸν αὖθις ὑποστρέψας ἐν σπουδῇ, δεδιὼς μή τινα ἀφανισμὸν ἔνδον ὡς ἀκίνητον ἐργάσηται, θεωρεῖ τὸ βρέφος ἐπὶ τῆς γῆς εὐσχημόνως καθεζόμενον τάς τε χεῖρας ἐκτεῖνον καὶ τοῖς φύλλοις τῶν κιτρίων χαριεντιζόμενον· δούς τε αὐτῇ χεῖρα, ἀνέστησεν ὀρθήν· καὶ ἐξαγαγὼν τοῖς οἰκείοις ποσὶ βαίνουσαν, ἀπέδωκε τῇ μητρὶ ψυχικὸν παραμύθιον. θάμβος δὴ ἔλαβεν ἅπαντας καὶ ἔκστασις τὸ προφητικὸν λόγιον πληρωθὲν ἐνώπιον αὐτῶν ἰδόντας·
Ϡτότε ἁλ{λ}εῖταιϠ φησὶν Ϡὡς ἔλαφος ὁ χωλὸς καὶ τρανήσεται γλῶσσα μογιλάλων.Ϡ

87. Γεώργιος ὁ μοναχὸς ἐν τοῖς κρημνοῖς τοῖς τοῦ Μαραθῶνος ἄνωθεν καὶ ἐξ ἀρχῆς ὄντως οἰκήσας, ποτὲ τοὺς ὀδόντας δεινῶς ἀλγήσας καὶ ταῖς βίαις τῶν πόνων τὸν ἀέρα δονῶν, λιπαρεῖ Καρπὸν [λεγε· Κάρπον] εὐλαβέστατον μοναχὸν σὺν δάκρυσι, λέγων· «ἐπίθες, πάτερ τὸ{ν} μικρὸν μαχαίριον τοῦ ἁγίου ἐπὶ τοῦ ὀδόντος μου, ὅτι ἐκλείπει τὸ πνεῦμά μου τῷ πόνῳ πιεζόμενον.» τούτου γεγονότος, ἀνακλίνας ἑαυτόν, εὐθέως ἀφύπνωσεν. αὐτίκα δὲ ὁρᾷ τὸν φα<ε>ινότατον φωτὶ περιαστραπτόμενον, τὸν δὲ πόνον τῶν ὀδόντων ἀποδοκοῦντα [λεγε· ἀποδιώκοντα?] ἐξ αὐτοῦ. ἔξυπνος γεγονώς, μεγάλῃ τῇ φωνῇ ἤρξατο προσκαλεῖσθαι τὸν μοναχόν, λέγων· «ἀνάστα, [Β] πάτερ, εὐξώμεθα· νῦν γὰρ ἐπέστη μοι θερμώτατος ἰατρὸς καὶ ᾖρεν ἐξ ἐμοῦ πάντα πόνον καὶ ἄλγος.» ταῦτά μοι ὁ μοναχὸς διηγήσατο, εὐχαριστῶν τῷ θεῷ καὶ τῷ ἁγίῳ.

88. Χριστοφόρος ἀπὸ τοῦ χωρίου Σικρὸν ὁρμώμενος, πρὸς ὤνησιν σίτου ἐν τῷ αἰγιαλῷ ποτε ἀπιὼν καὶ μέσον τῆς ὁδοῦ ὑπὸ μεσημβρινοῦ δαιμονίου δεινῶς πληγείς, ἦν θέαμα ξένον καὶ ἐκπλῆττον τοῖς ὁρῶσιν. τοὺς γὰρ ὀφθαλμοὺς πυκνῶς σκαρδαμυκτῶν, τὴν κεφαλὴν διόλου ἐκραδαίνετο· ἄσιτός τε καὶ ἄϋπνος ἐπὶ εἴκοσι ἡμέρας διατελῶν, ἠνέχθη ὑπὸ τῶν ἰδίων ἐπὶ κλίνης καὶ ἐτέθη πλησίον τῆς θήκης τοῦ ἁγίου. ὃς ἀλειψάμενος ἔλαιον ἰάσεως ἐκ τῆς κανδήλας καὶ μικρὸν ἀφυπνώσας, εὐθέως ὁρᾷ τὸν ὅσιον φωτὶ αὐγαζόμενον καὶ ἐπ᾿ ἄνωθεν αὐτοῦ ἱσ<τ>άμενον· εἶτα εἰς ὀρθὸν τοὺς δακτύλους αὐτοῦ συ{ν}ζεύξας καὶ τὴν κοιλίαν τοῦ πάσχοντος διχοτομήσας, ἐξήγαγεν ἐξ αὐτῆς ᾠὸν χηνός, λέγων αὐτῷ· «ἰδέ, ἀκοντίζω αὐτὸν ἐν τοῖς κατωτάτοις τῆς γῆς. ἔσῃ δὲ ἀπὸ τοῦ νῦν ὑγιὴς ἀπὸ τοῦ πονηροῦ πνεύματος· πορεύου ὑγιὴς εἰς τόν οἶκόν σου καὶ διηγοῦ ὅσα σοι κύριος πεποίηκε καὶ ἠλέησέ σε.» καὶ τῇ ἕωθεν ἀφεὶς τὸ κράββατον εἰς ἔνδειγμα τῆς ταχείας ἰάσεως, ᾤχετο κηρύσσων πᾶσι τὸ γεγονός.

89. [Χ] ἄξιον δέ, ὡς οἶμαι, καὶ τοῦτο κατάδηλον ποιῆσαι τὸ θαῦμα, ὅπερ εἰς τὸν υἱὸν τοῦ προλεχθέντος Πέτρου τοῦ εὐλαβεστάτου ἱερέως σεμνὸν ὁ ἅγιος πεποίηκεν [*** λαχυνα] εὐσπλαγχνίσθη ἐπ᾿ αὐτῷ, ἀλείψας αὐτὸν ἐκ τῆς κανδήλας. οὕτως οὖν τοῦ παιδὸς δίκην λίθου ἔνδον κατακειμένου [*** λαχυνα]

90. [λαχυνα ***] «ἐν μιᾷ νυκτί,» ὡς αὐτός μοι μετὰ τὴν παντελῆ ῥῶσιν διηγήσατο, «τῆς κανδήλας ἀποσβεσθείσης μεσονυκτίου κἀμοῦ ἐπιμελῶς γρηγοροῦντος καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων, φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι, ὥστε φωτίσαι τὰ ἔνδον ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου· θροηθέντος δέ μου καὶ τῷ φωτὶ ἐκπληττομένου, ἰδοὺ θεωρῶ μοναχὸν μακρὸν τῇ ἡλικίᾳ, λευκὴν τὴν τρίχα, τὸν πώγωνα μέγαν ἔχοντα καὶ φωτὶ ἀσυγκρίτῳ διαλάμποντα. εἶτα τῷ ποδὶ αὐτοῦ τὴν πλευράν μου νύξας, ἠρξάμην ὑπογογγύζειν καὶ ἀκλινῶς αὐτῷ ἀτενίζειν. τότε λέγει μοι πραείᾳ τῇ φωνῇ· Ϡμὴ φοβοῦ· βοηθεῖ ὁ θεός.Ϡ ὑποκλίνας τε τὴν ἁγίαν αὐτοῦ κεφαλὴν καὶ ταῖς χερσὶν ἁψάμενος τῆς δεξιᾶς μου χειρὸς κεκολλωμένης οὔσης ἐν τῷ στήθει μου, καὶ ἀποξυρομένην [λεγε· ἀποσυρομένην?] εἷλκεν αὐτὴν εὐφυῶς ἐπὶ τὰ ἔξω καὶ ἀπεκαταστάθη ὑγιής, ὁμοίως δὲ καὶ τὴν εὐώνυμον. τούς τε
[p. 884Δ] δακτύλους αὐτοῦ ἐν τοῖς ὠσί μου ἐμβαλὼν καὶ ἐπιστήσας, εὐθέως ἠρξάμην ἀκούειν· αὖθίς τε τὸ στόμα μου ἀνοίξας καὶ τὴν γλῶττάν μου ἔξω ἑλκύσας καὶ ἀποθλίψας, καὶ αὐτῆς ὁ δεσμὸς διελύθη. τότε λέγει μοι· Ϡἰδέ, ὑγιὴς γέγονας· δούλευε, υἱέ, τῷ ἰασαμένῳ σε Χριστῷ.Ϡ καὶ τοῦτο εἰπών, ἄφαντος ἐγεγόνει ἀπὸ τῶν ὀφθαλμῶν μου. τότε ᾐσθόμην ἐμαυτὸν ὀλίγον ὑγιῆ γεγονότα. τοῦτο δὲ τὸ παράδοξον θαῦμα ἐν ἐμοὶ ἐξείργασται,» διηγήσατο ὁ παῖς, «οὐκ ἐν ἐκστάσει, οὐδὲ ὡς ἐν ὀνείροις, ἀλλὰ γρηγοροῦντί μοι καὶ τοῖς ὀφθαλμοῖς μου ἀκριβῶς ἀτενίζοντι.» ὄρθρου τε τοῖς οἰκείοις ποσὶν βαίνων καὶ ταῖς χερσὶν ἁπτόμενος, κατῆλθεν ἐν τῇ ἐκκλησίᾳ πρὸς τοὺς ψάλλοντας· οἱ καὶ ἰδόντες καὶ εἰς θαῦμα κινηθέντες, δόξαν ἀνέπεμψαν τῷ διὰ τῶν δούλων αὐτοῦ ποιοῦντι θαυμάσια. πρωΐας δὲ ἐνέγκαντες τὴν μορφὴν τῆς εἰκόνος καὶ τοῦ ἁγίου καὶ ἑτέρων, ἐπηρώτων τὸ παιδίον, λέγοντες· «τίς ἐστιν ὁ φανεὶς τῆς νυκτὸς καὶ ἰασάμενός σε» ὁ δὲ τὴν χεῖρα ἐκτείνας, ὑπεδείκνυ εἰς τὴν μορφὴν τῆς εἰκόνος τοῦ ἁγίου, λέγων. «ἀληθῶς οὗτός ἐστιν ὁ φανεὶς καὶ ἰασάμενός με.» οὐκέτι οὖν ἀπέστη τοῦ μοναστηρίου ὁ παῖς, ἀλλὰ ἀποτασσόμενος τῷ κόσμῳ καὶ τοῦ Χριστοῦ ζυγὸν ἀναλαβόμενος, κατὰ δύναμιν ἐδούλευσε τῷ δεσπότῃ Χριστῷ.

91. [Ε] ἄλλο παράδοξον ἀκούσατε ὅπερ εἰς τὸν Γλαυκῆαν τὸν τοῦ Μώρου [λεγε· Μούρου?] οἰκη{σ}τὴν ὁ ἅγιος ἔδειξεν· οὗτός ποτε ἐκ δαιμονικῆς ἐνεργείας τὰ σπλά<γ>χνα δεινῶς συγκαιόμενος ἦν, πίνων δὲ καὶ ἡμίνην ὕδατος ἢ οἴνου καθ᾿ ἑκάστην ἡμέραν καὶ νύκτα καὶ μηδόλως χορταζόμενος· πλειστάκις τε ταῖς ἰατρικαῖς ἐπιστήμαις περιοδευθεὶς καὶ μηδὲν ὠφεληθείς, προσφεύγει πρὸς τὸν πνευματικὸν ἰατρόν, τὸν τοῦ ἁγίου φημὶ σωρόν· καὶ δύο νυχθήμερα τῇ<δε> προσκαρτερήσας, ὁρᾷ τὸν ὅσιον καθ᾿ ὕπνους, ἐν ᾗ ὑπῆρχεν μορφῇ, λέγοντα αὐτῷ· «ἄνοιξον τὸ στόμα σου.» κἀκείνου συντόμως ἀνοίξαντος, ἀνείλκυσεν ἐκ τῆς κοιλίας αὐτοῦ ὄφιν σκολιόν· καὶ τοῦτον ἐνώπιον αὐτοῦ ἀποκτείνας, φησὶ πρὸς αὐτόν· «ἄπελθε, ἀδελφὲ Γλαυκῆα, ὑγιὴς εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα σοι κύριος ὁ θεὸς ἐποίησεν καὶ ἠλέησέ σε.» ἕωθεν δὲ ἀναστὰς μηδὲ τὴν ἐνέργειαν τοῦ πονηροῦ πνεύματος ἔχων, ᾤχετο εἰς τὰ ἴδια καὶ αὐτὸς δοξάζων τὸν θεόν.

92. Μαῆλις ὁ ἀπὸ τοῦ μεγάλου χωρίου Σικρούων [λεγε· Σικροῦ ὢν] παῖδα οἰκέτην κεκτημένος δεκάκις τῆς ἡμέρας καὶ τοσαυτάκις τῆς νυκτὸς ὑπὸ δεινοῦ δαιμονίου καταρηγνύμενον ἐν τῇ γῇ καὶ ἀφρ{ε}οῦντα, φέρων μεθ᾿ ἑαυτοῦ, ἀπεδήμησεν ἐν τῷ μοναστηρίῳ. τοῦ δὲ εὐλαβεστάτου ἡγουμένου Λαυρεντίου τὴν θείαν λειτουργίαν [Φ] ἐπιτελοῦντος, ἐννάκις ὀχλῆσαν τὸν παῖδα τὸ ἀναιδὲς καὶ πονηρότατον πνεῦμα, κατέρρασσεν ἐν τῇ γῇ καὶ συνέτριβεν ἁνηλεῶς· θείᾳ τε συμπαθείᾳ κινηθέντες οἱ μοναχοὶ ὑπὲρ τοῦ παιδός, σφόδρα διαπονηθέντες, τὸν ἅγιον ἐπίσκεψιν τοῦ πάσχοντος ἐπεκαλοῦντο· καὶ δὴ τὸν σπόγγον, δι᾿ οὗ τὸ ἅγιον σῶμα αὐτοῦ ἐν τῇ κοιμήσει ἀπέπλυναν, τάχιον ἐνέγκαντες καὶ τοῦτον ἀποτρίψαντες ὕδατι καθαρῷ καὶ τὸ<ν> πυκνῶς ῥησσόμενον ποτίσαντες, παραχρῆμα ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ πονηρὸν καὶ ἀκάθαρτον πνεῦμα· μηκέτι τοῦ λοιποῦ προσέγγισεν ἃ [λεγε· ὃ?] παρενώχλησεν τῷ παιδὶ ἀπὸ τῆς ὥρας ἐκείνης καὶ ἐπέκεινα· ὅνπερ λαβὼν ὁ κύριος αὐτοῦ ἀβλαβῆ καὶ ἀπήμονα, ἀπῄει σὺν αὐτῷ χαίρων καὶ τὸν δοξάζοντα σὺν δοξασθέντι δοξάζων· φησὶ γὰρ ὁ κύριος πρὸς τὴν Χαναναίαν· Ϡὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθ<ήτ>ω σοι, ὡς θέλεις.Ϡ

93. Λεοντοῦ{ς} ἡ θυγατὴρ Λικάστου τοῦ κατὰ σάρκα ἀνεψιοῦ τοῦ ἁγίου ἐκ τῶν μερῶν Πλαγ{ε}ίας ἐπὶ ἐνιαυτοῦ κύκλον ὅλη διόλου παραλελυμένη καὶ ἀκίνητος ἐν τῇ γῇ δίκην λίθου κατακειμένη, ἤρξασα [λεγε· ἤρξατο] καθ᾿ ἑαυτὴν ἐν μιᾷ νυκτὶ ἀπομάχεσθαι τῷ
[p. 885Α] ἁγίῳ καὶ ὡς παρόντι δικάζεσθαι, πρὸς αὐτὸν ταῦτα λέγουσα· «ἅγιε τοῦ θεοῦ, τοὺς ξένους καὶ παρεπιδήμους λύτρωσαι [λεγε· ἐλυτρώσας?] νόσων ποικίλων καὶ ἐμὲ τὴν σὴν ἀνεψιὰν κατὰ σάρκα νόσῳ δεινῇ καὶ μακρᾷ τρυχωμένην παρορᾷς. εἴδει <τε> ὁ θεὸς καὶ κρίνει.» τούτοις τῆς πίστεως λόγοις καὶ ἑτέροις πλείοσιν ἀπέστειλεν αὐτῇ ὁ ἅγιος ποτήριον οἴνου κατὰ τῆς μητρὸς αὐτῆς, λέγων· «λάβε τοῦτο καὶ πίε.» καὶ αὐτῆς προθύμως πιούσης, ᾔσθετο ἑαυτὴν κουφισθεῖσαν εἰς ἅπαν ἐκ τῶν συνεχόντων αὐτῇ ἀφορήτων πόνων· εἶτα ἔξυπνος γενομένη, ἀνέθορεν ἐκ τῆς κοίτης αὐτῆς, μηδὲ τὴν τυχοῦσαν παράλυσιν ἐν τῷ σώματι ἔχουσα καὶ τῷ θεῷ εὐχαριστηρίας φωνὰς ἀναπέμπουσα. συμμίξασα ἑαυτὴν μετά τινος Ἐλευθέρας, περιφανοῦς τε λίαν καὶ κατὰ τὸν βίον ἐνδόξου γυναικὸς οὔσης τῶν ὑπερεχόντων, ἦλθε πρὸς τάφον τοῦ ἁγίου, εὐθέτως τοῖς οἰκείοις τοῖς ποσὶ βαδίζουσα· καὶ μὴ δυνηθεῖσα εἰσελθεῖν ἔνδον καὶ ἀνακλιθῆναι διὰ τὸ κωλύεσθαι ὑπὸ τῶν οἰκετίδων τῆς Ἐλευθέρας, ἔξω πρὸ τῶν θυρῶν ἐν τῷ μικρῷ σπηλαίῳ ἑαυτὴν κατακλίνασα, ἀφύπνωσεν. ἐπιστὰς αὐτῇ ὁ ὅσιος, ἐφώνησεν αὐτὴν τρίτον, λέγων· «Λεοντοῦ, οὐκ ἀπέστειλά σοι κατὰ τῆς μητρός σου ποτήριον οἴνου καὶ πιοῦσα γέγονας ὑγιής» ἡ δέ φησιν· «ναί, τοῦ θεοῦ ἅγιε, ἀλλὰ μὴν [λεγε· νῦν] τὴν κεφαλὴν ἀλγῶ.» τότε ἅπτεται τῆς κεφαλῆς αὐτῆς, λέγων· «ἰδοὺ ὑγιὴς γέγονας· ἄπελθε ἐν εἰρήνῃ εἰς τὸν οἶκόν σου.» καὶ οὕτως ἀποθεραπευθεῖσα ἅπαν τὸ σῶμα· διὸ γρηγορήσασα καὶ μεγάλως εὐχαριστήσασα, πάλιν ἀφύπνωσεν. αὐτίκα οὖν ἐφίσταται αὐτῇ γυνή, περιβεβλημένη στολὴν λευκήν, λέγουσα· «Λεοντού, εὖ σοι [Β] πεποίηκεν ὁ ἅγιος θεῖός σου. πλὴν ταύτῃ τῇ νυκτὶ εἰσῆλθεν αὐτὴ ἡ μεγιστᾶνα εἰς τὴν τοῦ ἁγίου μονὴν ῥυπαρὰ οὖσα καὶ ἐμίανεν τὸν ἅγιον οἶκον· σὺ δὲ πορεύου ἐν εἰρήνῃ.»

94. ὁ ἀνωτέρω προμνημονευθεὶς Σάβ<β>ας, ὁ εὐλαβέστατος μοναχὸς πίστει ἀδιστάκτῳ τῇ πρὸς τὸν ὅσιον φερόμενος, λαβών, οἷσπερ εἴωθεν ἐπιβαίνειν ὁ ἅγιος τοῖς ποσὶν, ξύλινα ἄναχθα μαλὰ [λεγε· ἅμα χθαμαλὰ] ὄντα καὶ μέτρια, πάντοτε περιέφερε μεθ᾿ ἑαυτοῦ· ὑπὸ δὲ τῶν μοναχῶν τοὺς <Σ>πηλαίους [λεγε· τοῦ σπηλαίου] ἀποσταλεὶς ἐν τοῖς ὑψηλοῖς ὄρεσι πρὸς τὸ ἐργάζεσθαι πίσσαν, συνέβη τινὶ τῶν ἐκεῖσε ποιμανεύοντων [λεγε· ποιμανευόντων] πνεῦμα πονηρὸν εἰσδῦναι καὶ τοῦτον ἐν τῇ γῇ δεινῶς συντρίψαι, εἶτα ἐν τοῖς ὄρεσι ἐλαύνειν πρὸς τὸ τάχιον ἀπολέσαι. τοῦτον οὕτως οἱ συμποιμένες θεασάμενοι καὶ περίλυποι περὶ αὐτοῦ γενόμενοι, δήσαντες ἀσφαλῶς, ἤγαγον ἐν τῇ ἰδίᾳ μάνδρᾳ. ὁ οὖν μοναχὸς Σάβ<β>ας ἰδὼν τὰς ἀτάκτους ὁρμὰς τῶν δαιμόνων τὰς διὰ τοῦ πάσχοντος ἐνεργουμένας, μνήμην πεποίηκε τοῦ σεβασμίου ξυλίνου τοῦ ὁσίου· καὶ τὸν δεινῶς πάσχοντα ἐν γῇ ἁπλώσαντες καὶ βίᾳ κρατοῦντες, ἐπέθηκαν τὸ σκεῦος ἐν τῷ στήθει αὐτοῦ. ἤρξατο οὖν ὁ δαίμων ἐπὶ πλεῖον ἀγριοῦσθαι καὶ [Χ] ταράττεσθαι καὶ διὰ τοῦ ἀνθρωπίνου στόματος ἀσέμνους φωνὰς ἐκπέμπειν, λέγων· «ὢ βία· λάβετε ἀπ᾿ ἐμοῦ τὴν χελῶνα [λεγε· χελώνην?] Ἠλίου τοῦ μονοχείρου, ἐπειδήπερ δεινῶς με ὑποπιάζει καὶ ἄχθει αὐτῆς συνθλᾷ τὰ ὀστᾶ μου.» οἱ δὲ συνέχοντες τὸν δεινῶς πάσχοντα, αἰσθόμενοι τὴν τῆς χάριτος ἐνέργειαν καὶ τὴν τοῦ δαίμονος χορηγείαν, πολλῷ μᾶλλον τοῦτο ἐπικαθήσαντες, εὐθέως ἀφύπνωσεν· ἑσπέρα γὰρ ἦν· ἕωθέν τε ἀνέστη νήφων τῷ νοῒ καὶ ταῖς φρεσὶν ἀβλαβής, πᾶσι λέγων· «εὔχεσθέ μοι, πατέρες καὶ ἀδελφοί· διὰ γὰρ τῆς ταχείας ἐπισκιάσεως τοῦ σημειοφόρου πατρὸς ἡμῶν Ἠλίου ἠλευθέρωμαι τοῦ συνέχοντός με καὶ συνθλίβοντος πονηροῦ πνεύματος.» ἀπῄε<ι> δὲ καὶ οὕτως ἐν τοῖς αὐτοῦ θρέμμασιν, δοξάζων τὸν θεὸν τὸν διὰ τῶν οἰκείων αὐτοῦ δούλων ποιοῦντα παράδοξα. ὁ οὖν εὐλαβέστατος Σάβας ὁ μοναχὸς τὸ μὲν ἓν ἡγιασμένον ξύλινον τοῦ ὁσίου ἤγαγεν μεθ᾿ ἑαυτοῦ ἐν Συρακούσει [λεγε· Συρακούσῃ] πρὸς τοὺς ἐκεῖσε μοναχούς, τὸ δὲ ἕτερον, ὃ καὶ δεξιόν, ἀνήγαγεν πρὸς ἡμᾶς.

[p. 886Δ]

95. [λαχυνα ***] εὐθέως οὖν ὁ μοναχὸς ἔξυπνος γενόμενος καὶ τὴν ἀθρόαν μεταβολὴν εἰς ἑαυτὸν θαυμάσας, ἀνέθορεν ἐκ τῆς κοίτης αὐτοῦ ὅλος ὑγιής, μηδὲ τὴν τυχοῦσαν μελάνωσιν ἐν τῷ σώματι ἔχων, ὥστε τοὺς παρακαθημένους καὶ τηροῦντας αὐτὸν τῷ θαύματι καταπλαγέντας καὶ εἰπεῖν· «νῦν ἔγνωμεν ὅτι ἐκ πυλῶν τοῦ θανάτου θεὸς ἀνάγει διὰ τῶν ἁγίων αὐτοῦ τοὺς ἐπικαλουμένους αὐτόν.» ταῦτά μοι ὁ παθὼν διηγήσατο, τὸν δοξάσαντα δι᾿ αὐτοῦ δοξασθέντος δοξάζων.

96. ἑνὸς δὲ μόνου θαύματος ἐπιμνησθείς, τέλος ἐπιθήσω τότε τῷ διηγήματι.

Ἰωάννης ὁ πάνυ σεβάσμιος καὶ περιβόητος ἱερεὺς ὁ ἐκ χρόνων ἱκανῶν σωφροσύνῃ καὶ ἁγνείᾳ συζῶν μετὰ τῆς ἰδίας συζύγου καὶ τὴν οἴκησιν ἔχων ἐν τῷ καστελλίῳ Τουρτούρων, αὐτός τε θυγατέρα ἔχων ἀνδρὶ συναφθεῖσαν· <ἣ> καὶ τέκνα ἐξ αὐτοῦ ἔχουσα, κρίσει θεοῦ τοῦ πάντα συμφερόντως πρὸς σωφρονισμὸν παιδεύοντος σεληναίῳ δαίμονι παραδίδοται· ὃς μετὰ τὸ καταρράξαι τὸ σῶμα ἐν τῇ γῇ καὶ δεινῶς συντρίψαι, ἠλλοίου τὸν νοῦν καὶ τὰς φρένας αὐτῆς εἰς τὸ παντελές. εἶτα ἐκ τῆς γῆς ἅλματι ἐκπηδῶσα καὶ δίκην ἀτιθάσσου θηρίου ἀγραινομένη, πᾶσαν τὴν ὁρμὴν ἐποιεῖτο τοῦ ἀνελεῖν τὰ ἑαυτῆς βρέφη, εἴτε διὰ ξίφους εἴτε διὰ λίθου εἴτε διὰ πυρός. οἱ δὲ ταύτης γεννήτορες σὺν τῷ αὐτῆς συζύγῳ καὶ τοῖς γείτοσιν δεσμοῖς ἰσχυροῖς αὐτὴν δεσμοῦντες, κατεῖχον μέχρι οὗ ἐν ταῖς κατὰ φύσιν φρεσὶ ἐγεγόνει· οὕτως οὖν ἐπὶ χρονοὺς ἱκανοὺς τοῦ γυναίου [Ε] πάσχοντος καὶ τῶν αὐτῆς σφόδρα πενθούντων, ἀκουστὸν αὐτοῖς ἐγένετο περὶ τοῦ σεβασμίου ξυλίνου τοῦ ἁγίου. τότε ὁ γεννήτωρ μὴ μελλήσας, πεζοπορῶν καὶ τὸ ἔδαφος τοῖς δάκρυσι τὴν ἡμῶν καταλάμβανε [λεγε· κατελάμβανε] μετριότητα, καὶ τοῖς δάκρυσι συγχυθείς, τὰ σεβάσμια ξύλα παρὰ ἡμῶν ᾐτεῖτο πρὸς ἀποπλύναι [λεγε· προσαποπλύναι] καὶ τὴν δεινῶς πάσχουσαν ποτίσαι. ἐμοῦ δὲ διαμνημένου [λεγε· διαμηνυμένου?] μηδὲν τοιοῦτον ἔχειν, εἰ μὴ τὸ ξύλινον σκεῦος τοῦ ὁσίου· ἀποκρίνεται ὁ θεοφιλής, λέγων· «ναί, πάτερ, τοῦτό ἐστιν· καὶ γὰρ περὶ αὐτοῦ πολλὰ παράδοξα ἀκήκοα γεγονέναι.» τότε ἐξενέγκας, δίδωμι αὐτῷ σὺν τῇ θήκῃ, αὐτῷ λέγων· «ὁρκίζω σε κατὰ τοῦ ἐτάζοντος καρδίας, μὴ ἅψηται μήτε ἀνὴρ γυναῖκα ἔχων· σὺ δὲ, ὡς φιλάγιος, καὶ τῇ προσευχῇ καὶ τῇ ψαλμῳδίᾳ διηνεκῶς σχολάζων, κατ᾿ αὐτὴν τὴν ὥραν τῆς τοῦ δαίμονος ἐνεργείας φόβῳ καὶ πίστει ἀδιστάκτῳ τὸ σκεῦος ἀποπλύνας καὶ τὴν δεινῶς ὀχλουμένην, τὸν ἅγιον ἐπικαλούμενος, ῥαντίσας πότισον καὶ ὅψει τὴν ἐπακολουθοῦσαν χάριν τῆς ἰάσεως· Ϡπάντα γὰρ δυνατὰ τῷ πιστεύοντι,Ϡ ὁ κύριος εἴρηκεν.» οὕτως ἐν σπουδῇ ὑποστρέψας καὶ τῇ ὥρᾳ τῆς τοῦ δαίμονος ἐνεργείας εὐσχημόνως πάντα καὶ κατὰ τάξιν ποιήσας, ἔστη τὸ γύναιον ὄρθ{ρ}ιον καὶ ἀκράδαντον οἰκείοις ποσὶ καλῶς πεπηγός, μήτε εἰς γῆν κατενεχθὲν μήτε τὸν νοῦν ἀλλοιωθέν, μὴ προσεγγίσαντος αὐτῇ τοῦ πονηροῦ πνεύματος ἀπὸ τῆς ὥρας ἐκείνης καὶ ἐπέκεινα.

97. [Φ] τότε τῷ θαύματι καταπλαγεὶς ὁ θεοσεβὴς ἱερεὺς καὶ ἕτερον γύναιον ἄλαλον ἐκ κοιλίας μητρὸς ἐκ τοῦ αὐτοῦ εὐλογηθέντος ὕδατος ποτίσας, ἀνοῖξαν τὸ στόμα παραχρῆμα τὸν θεὸν εὐλογεῖ.

98. ὁμοίως δὲ καὶ τὴν ἐπὶ ὀκτωκαιδεκάτην ἡμέραν ἄϋπνον κατακειμένην καὶ ἀναίσθητον ἐξ αὐτοῦ γεύσασθαι ποιήσας καὶ ῥαντίσας, εὐθέως ὕπνῳ συνεσχέθη· ῥωσθεῖσα δὲ τῇ ἐπισκιάσει τοῦ ἁγίου, ἀνέστη καὶ αὐτὴ ὥσπερ ἐξ ὕπνου, τὴν νόσον ἀποτιναξαμένη. ταῦτα οὖν ἑωρακότες τὰ παράδοξα οἱ τὸ αὐτὸ καστέλλιον οἰκοῦντες καὶ λίαν καταπλαγέντες, ἐβούλευσαν χειρὶ κραταιᾷ τὸ ἡγιασμένον ξύλινον παρ᾿ ἑαυτοῖς διακατέχειν. εἶτα ὁμοῦ ὅρκοις φρικτοῖς καὶ ἀραῖς αὐτοὺς τοὺς τοιούτους διὰ γραμμάτων κατακρίνοντες [λεγε· κατακρίνων?], βασ<τ>άσας ὁ αὐτὸς πάλιν ὁ εὐλαβέστατος ἱερεὺς Ἰωάννης, χαίρων καὶ ἁλλόμενος καὶ τοῖς οἰκείοις ποσὶ βαίνων, ἤνεγκε πρὸς ἡμᾶς, τὸν θεὸν μάρτυρα τοῦ λεγομένου προβαλλόμενος ὅτι· «ἐν μιᾷ καιροῦ ῥοπῇ τὸ
[p. 887Α] τρίτον γύναιον τῆς τρίτης μάστιγος τῆς νόσου λελύτρωται.»

99. τούτοις οὖν πᾶσι τοῖς θείοις τοῦ ὁσίου κατορθώμασι καὶ σημείοις, ὥσπερ ὑπό τινος κέντρου, τὴν καρδίαν τρωθείς, μᾶλλον δὲ πόθῳ καὶ θείῳ ἔρωτι τῷ πρὸς αὐτὸν τὴν ψυχὴν πτερωθείς, ὁ ἀπαίδευτος ἐγὼ ἔργῳ τε καὶ λόγῳ ἀμαθὴς καὶ μέτριος τὰ καθ᾿ ἑαυτὸν μέτρα εὐσεβῶς παριδών, ἐν τοῖς ὑπὲρ αὐτοῦ ἀλόγως καὶ ταπεινῶς τὴν ἐγχείρησιν ἐποιησάμην, αἰτῶν πάντας τοὺς ἐγκύπτοντας τοῖς λεγομένοις, εἴ τίς τινα ἐν τούτοις αὐγὴν ψυχωφελῆ φέρων θεάσοιτο, τῷ χορηγῷ τῶν ἀγαθῶν καὶ τῷ ἁγίῳ τὴν εὐχαριστίαν ἀποδιδότω, ἡμῖν δὲ συγγνώμην αἰτησάτω καὶ τὴν τῆς ἐγχειρησεως μόνην ἀντάμειψιν. ἀλλ᾿ ὦ τοῦ χοροῦ ἁγίων ἀγγέλων συνόμιλε· ὦ τῶν μακαρίων πόνων καὶ καμάτων τὸ θεῖον φῶς ἀπόλαυσιν εὑρηκώς· ὦ τῶν ἑσπερίων φα<ε>ινότατε ἥλιε, ἐπανατέλλεις ἡμῖν τοῖς ἐν σκότει τῶν παθῶν διάγουσι τὸ ἀῒδιον ἐκεῖνο{ν} καὶ θεῖον φῶς καί, νῦν μὲν τὴν τῶν παθῶν διαλύων νύκτα καὶ τοὺς ἐπηρτημένους ἡμῖν πάντοτε πειρασμούς, νῦν δὲ τῶν δαιμόνων ἀπορραπίζων ἐσμόν, ὁπηνίκα τὸ τοῦ βίου περῶμεν κλυδώνιον. ὦ φωστὴρ φωστήρων καὶ ποιμὴν ποιμένων, μὴ ἐπιλάθῃς τῆς νεολέκτου σου ταύτης καὶ θείας ποίμνης, ὑπὲρ ἧς πολλὰ κεκοπίακας τῶν τε λογικῶν σου προβάτων, δι᾿ ὧν καὶ τὴν ψυχὴν τέθηκας καὶ μυστικῶς τὸ αἷμά σου τῇ τῶν δακρύων πλημμύρᾳ ἐξέχεας, ὅπως τῷ ἱστίῳ τῆς πρεσβείας σου καὶ ἡμεῖς διαπλεύσαντες τὸ πολυμέριμνον τοῦ βίου πέλαγος, εἰσέλθωμεν εἰς τὸν εὔδιον λιμένα τῆς ἀναπαύσεως τοὺς τὴν θείαν σου καὶ ἐτήσιον μνήμην πιστῶς πανηγυρίζοντας καὶ παννύχιον ὑμνῳδίαν ἐπιτελέσαντας. καὶ ἐν παντὶ τόπῳ τοῖς τὴν μνήμην σου ἑορτάζουσι βασιλείας οὐρανίου σαῖς λιταῖς τυχεῖν ἀξίωσον ἐν Χριστῷ Ἰησοῦ κυρίῳ ἡμῶν· μεθ᾿ οὗ τῷ πατρὶ καὶ υἱῷ σὺν τῷ παναγίῳ πνεύματι δόξα καὶ μεγαλοσύνη εἰς τοὺς αἰῶνας· ἀμήν.

**********************************************************