Saint: IRENE OF CHRYSOBALANTON (#57)
Edition: J.O. Rosenqvist, The life of St. Irene Abbess of Chrysobalanton (Uppsala, 1986), 2-112.

[p. 2]

βίος καὶ πολιτεία τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης ἡγουμένης μονῆς τοῦ Χρυσοβαλάντου.

1. ἤδη μὲν οὖν ἐπέπαυτο ὁ κατὰ τῶν προσκυνητῶν τῆς εἰκόνος τοῦ Χριστοῦ διωγμός, καὶ ἡ ἄλογος ὁρμὴ τῆς ἀπονοίας τοῦ τῶν εἰκονομάχων φρυάγματος, τῷ τοῦ τοῖς ὑπερηφάνοις ἀντιτασσομένου νεύματι καὶ κατηγωνισμένη καὶ καταβεβλημένη, ἐβδελύχθη καὶ ἐξώσθη καὶ διεφθάρη· καὶ ὡσεὶ καπνὸς ἐξέλιπεν ὁ πολὺς ἐκείνης καὶ μὴ κατ᾿ ἐπίγνωσιν ζῆλος, τῇ τοῦ βίου καταλύσει τοῦ φιλοχρύσου καὶ μισοχρίστου Θεοφίλου τῆς τοιαύτης ἀσεβείας συγκαταλυθείσης καὶ τῇ νεκρώσει τῆς τούτου ζωῆς καθάπερ τινὸς οὐρᾶς ὁλκοῦ δρακοντιαίου καὶ τοῦ πονηροῦ τούτου συναπονεκρωθέντος δόγματος. ἡ γὰρ ἐκείνῳ μὲν σύζυγος, πιστὴ δὲ τῷ θεῷ βασιλὶς Θεοδώρα, τῆς βασιλείας, οὐ τῆς ἀσεβείας γενομένη διάδοχος, εὐθέως καὶ ἐκ προοιμίων ἣν διὰ τὸν τοῦ Θεοῦ φόβον ὠδίνησεν εὐσέβειαν ἀρτιωτάτην ἔτεκε καὶ τελείαν, πᾶσι τὴν τιμὴν τῶν ἀχράντων εἰκόνων καὶ προσκύνησιν ἀνύποπτον καὶ πεπαρρησιασμένην ὑφαπλώσασα· καὶ τὸν ἑαυτῆς ἡ ἐκκλησία τοῦ Θεοῦ κόσμον, τὴν θεοτερπῆ τῶν εἰκόνων ἀνατύπωσιν αὖθις ἀπέλαβεν, ἐν τοίχοις, ἐν πίναξιν, ἐν ὕλαις
[p. 4] πάσαις, χαλκῷ καὶ ἀργύρῳ καὶ χρυσῷ, καὶ χαραττομένων καὶ προσκυνουμένων.
δευτέρα μὲν ἑπομένη τῷ χρόνῳ τῆς μακαριστῆς βασιλίσσης Εἰρήνης (ἣ τὴν αὐτὴν καὶ ἐπὶ τοῖς αὐτοῖς πρότερον εὐσέβειαν ἐπεδείξατο, τὴν ἑβδόμην καὶ μεγάλην συγκροτήσασα σύνοδον ἐν τῇ Νικαέων μητροπόλει καὶ πᾶσαν τῶν εἰκονομάχων ἀντιλογίαν τῇ συμφωνίᾳ τῶν συνεληλυθότων πολλῶν ἁγίων πατέρων ἐπιστομίσασα, ἐγγράφως ἐκτεθεικότων τὰ τῆς ὀρθοδόξου καὶ ὑπολήψεως καὶ ὁμολογίας, ὑφ᾿ ὧν ἐνεφράγη στόμα λαλούντων ἄδικα), οὐ δευτέρα δὲ τῇ πίστει καὶ τῇ προθυμίᾳ καὶ τῇ σπουδῇ· καὶ γὰρ εἴ τι καὶ λείψανον τῆς τοιαύτης ἀσεβείας τοῖς πονηροῖς ὑπολέλειπτο, δι᾿ ὧν πάλιν αὐτὴ συνήγαγε πατέρων, οἳ καὶ στίγματα τοῦ Χριστοῦ τὰ ὑπὲρ τῆς εἰκόνος αὐτοῦ βαστάζοντες ἦσαν ἐν τοῖς σώμασιν, ἀφανισμῷ καὶ τοῦτο καὶ σιγῇ παρέδωκε παντελεῖ. εἶτα σοφωτάτῃ προνοίᾳ κρατύνουσα τὴν εὐσέβειαν καὶ τὴν ἐπαινετὴν πανήγυριν παντὶ τῷ αἰῶνι συμπαρεκτεινομένην ἐθέσπισε, τὴν παρ᾿ ἡμῶν ἐπιτελουμένην τῇ κυριακῇ τῆς πρώτης τῶν νηστειῶν ἑβδομάδος πολυάνθρωπον λιτήν, καὶ τῆς ὀρθοδοξίας εἰς δεῦρο καὶ λεγομένην καὶ γινωσκομένην, ἡνίκα πρὸς τὸν τῆς τοῦ Θεοῦ σοφίας ἐπώνυμον καὶ μέγιστον συναγόμεθα ναόν, τήν τε τῶν ἁγίων εἰκόνων ἀναστήλωσιν ἑορτάζοντες καὶ τῆς παντελοῦς καταστροφῆς τῶν εἰκονομάχων ἐτήσιον τῷ θεῷ τὴν εὐχαριστίαν ἀποδιδόντες. οὐδὲ γὰρ ἐπ᾿ ὀλίγον ἀλλ᾿ ἐπὶ πολὺ καὶ λίαν ἡ κατὰ τῶν ἁγίων εἰκόνων ἐπεκράτησεν ἀτιμία· ἐν ἑπτὰ μὲν καὶ πεντήκοντα πρότερον ὅλοις ἔτεσιν, ὕστερον δὲ πάλιν ἐφ᾿ ἑτέροις τριάκοντα ταῖς αὔραις ἀναφθεῖσα τοῦ πονηροῦ τετυράννηκε, καὶ μεγάλης ἔδει τῆς
[p. 6] εὐχαριστίας πρὸς τὸν βραδὺν εἰς ὀργὴν καὶ ταχὺν εἰς ἀντίληψιν κύριον, τὸν ποιοῦντα πάντα καὶ μετασκευάζοντα κατὰ καιρὸν καὶ ὡς αὐτὸς ἐπίσταται τῷ βάθει τῆς αὐτοῦ σοφίας καὶ διοικήσεως.

2. πλὴν ἀλλ᾿ ὅρα τὸ τῆς ἀρετῆς ὑπερβάλλον τῆς θεοφιλοῦς γυναικός· οὐ γὰρ πρὸς τὸ ἑαυτῆς εἶδε συμφέρον μόνον, οὐδ᾿ ὅτι τῆς αἰωνίου ζωῆς ἐπελάβετο διὰ πίστεως καὶ τοῦ μεγάλου τῆς ὀρθοδοξίας κατορθώματος, τοσαύτην δόξαν ἔστερξεν ἑαυτῇ πραγματευσαμένη, ἀλλ᾿ εἰ μὴ καὶ τὸν ἄνδρα τῆς ἀποκειμένης αἰωνίου τοῖς ἀσεβέσιν ἐξέληται καταδίκης, μηδὲ τὴν ἰδίαν ἐθέλειν ἐνομίζετο σωτηρίαν. καὶ τί ποιεῖ πάντας εἰς ταὐτὸ τοὺς ἁγίους ἐκκλησιασαμένη πατέρας, καὶ μάλιστα τοὺς ἐνηθληκότας ὑπὲρ τῆς τῶν ἁγίων εἰκόνων τιμῆς καὶ πληγὰς καὶ μώλωπας ἔτι περιφέροντας, τούτων τοῖς ποσὶ μηδὲν ὑποστειλαμένη προσέπιπτεν ἡ βασιλίς, δάκρυσι τὰς παρειὰς ἐπιρραίνουσα καὶ πρὸς οἶκτον αὐτοὺς ἐκκαλουμένη καὶ δυσωποῦσα δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν οἰκτίρμονα καὶ φιλάνθρωπον κύριον προσενεγκεῖν, ὅπως φείσηται τῆς ἀθλίας τοῦ συνεύνου ψυχῆς, καὶ τὸ μέγα τοῦτο διὰ τῆς αὐτῶν συγχωρήσας μεσιτείας ἀνόμημα τῆς ἀτελευτήτου τιμωρίας ὁ ἀγαθὸς ἐλευθερώσῃ. καὶ δὴ τῆς ἱκετείας ἐν οὐκ ὀλίγαις ἡμέραις τελουμένης ἐν ἀγρυπνίαις καὶ εὐχαῖς καὶ δάκρυσιν, ἔδοξε τοῖς ἁγίοις ἐναπογραφῆναι μὲν τὰ τῶν ἄλλων αἱρετικῶν ὀνόματα, ὅσοι τῆς ὁμοίας ἦσαν ἀσεβείας ὑπέρμαχοι καὶ προστάται, συναπογραφῆναι δὲ καὶ τὸ τοῦ ὁμόφρονος ὄνομα Θεοφίλου, σφραγισθῆναί τε τὸν τόμον καὶ τῷ ἁγίῳ τοῦτον ἐναποτεθῆναι θυσιαστηρίῳ· ὃ δὴ καὶ γέγονε.

τῶν ἱλαστηρίων δὲ τελειωθεισῶν ἡμερῶν, ἀνοίξαντες τῇ ὑστεραίᾳ τὸν τόμον (ὢ τοῦ πλήθους τῶν οἰκτιρμῶν σου, Χριστὲ βασιλεῦ, καὶ τῆς ἀφάτου φιλανθρωπίας) εὑρίσκουσι μόνον τῶν ἄλλων ἀπειλημμένον ἐκ τοῦ καταλόγου τῶν αἱρετικῶν τὸ τοῦ Θεοφίλου ὄνομα· καὶ ἐπληρώθη κἀνταῦθα ἡ λέγουσα τοῦ ἀποστόλου νομοθεσία· Ϡτί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσειςϠ ὄντως
[p. 8] μεγάλα ἰσχύει δέησις δικαίου ἐνεργουμένη, ὄντως ὁ θεὸς ἐνδοξαζόμενος ἐν βουλαῖς ἐστιν ἁγίων.

3. ἐπεὶ οὖν ἅπαντα κατὰ γνώμην καλῶς συνῆλθε τῇ βασιλίδι καὶ ὡς αὐτῇ θελητόν, ---τοῖς γὰρ ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν--- ἔδοξεν αὐτῇ καὶ τῷ υἱῷ Μιχαήλ, ὃν δὴ τῆς βασιλείας εἶχε κληρονόμον, γυναῖκα τῶν ἐπιφανῶν ἀγαγέσθαι καὶ περιβλέπτων, γένους μὲν εὐσεβοῦς καὶ τῇ ὀρθοδόξῳ σεμνυνομένου πίστει, ἀρετῆς δὲ διαφέρουσαν κάλλει καὶ ψυχῆς εὐγενείᾳ, καὶ σώματος ὥρᾳ διαπρεπῆ καὶ τὰς καθ᾿ ἑαυτὴν νικῶσαν παρθένους· καὶ γράμματα περὶ τούτου κατὰ πᾶσαν ἐπέμποντο γῆν, ὅση τῇ Ῥωμαίων ὑποτελὴς ἐτύγχανε βασιλείᾳ.

ἄλλων οὖν ἀλλαχόθεν, ὅσοι παρθένους ἔτρεφον τοιαύτας, ἑτοιμαζόντων καὶ πρὸς τὴν βασιλίδα πόλιν παραπεμπόντων αὐτάς, καὶ οἱ τῆς θαυμαστῆς Εἰρήνης πατέρες, ἧς ὁ λόγος ἀπ᾿ ἀρχῆς τοὺς τρόπους βούλεται διηγήσασθαι, ὥσπερ ἀρετῆς ὥρᾳ ταύτην οὕτω δὴ καὶ σώματος κάλλει διαβεβοημένην ἐκ τῆς Καππαδοκῶν, ὅθεν ὥρμητο, πολυτελῶς εὖ μάλα καὶ κοσμίως εὐτρεπίσαντες πρὸς τὴν Κωνσταντινούπολιν ἀποστέλλουσι, σὺν αὐτῇ δὲ καὶ τὴν ἀδελφήν, ἥτις ὕστερον καὶ τῷ πρὸς μητρὸς θείῳ τοῦ βασιλέως Μιχαήλ, τῷ καίσαρι Βάρδᾳ, πρὸς γάμου κοινωνίαν ἐχρημάτισεν, ἀνδρὶ τἆλλα μὲν οὐδενὸς ἀξίῳ, φθόνῳ δὲ διόλου τηκομένῳ καὶ ἁρπαγαῖς χαίροντι καὶ φόνοις.

ὡς οὖν τὴν ὁδὸν ἤνυον οἱ τὰς παρθένους ἄγοντες, ἔδει δὲ τούτους διὰ τῆς Μυσίας περὶ τοὺς πρόποδας διέρχεσθαι τοῦ ὄρους τοῦ Ὀλύμπου, ἀκούσασα ἡ σεμνοτάτη παρθένος Εἰρήνη τὰ κατὰ τὸν
[p. 10] μέγαν Ἰωαννίκιον, καὶ ὅτι μετὰ τῶν ἄλλων αὐτοῦ πλεονεκτημάτων οὐδ᾿ ὁρατός ἐστιν ἀεὶ πᾶσι τοῖς ἐθέλουσιν, ἀλλ᾿ οἷς ἂν ὡς ἀξίοις οἰκονομίᾳ θειοτέρᾳ ἐμφανισθείη, μεῖζον τοῦ ἔργου τὸ πάρεργον ἡγησαμένη, τί μὲν οὐκ ἔλεγε, τί δὲ οὐκ ἐποίει πεῖσαι τοὺς ἄγοντας, ὥστε παρ᾿ αὐτὸν ἀνεληλυθέναι καὶ εἴγε δῴη κύριος, φησί, καὶ ὄψεως αὐτοῦ τυχεῖν καὶ ὁμιλίας καὶ εὐχῶν ἐκείνων τῶν ἀνυσιμωτάτων ἀξιωθῆναι· πείθονται τοίνυν μόλις καὶ ταύτην ἄγουσι πρὸς τὸν ὅσιον.

ἀλλ᾿ ἐκεῖνος ὡς εἶδεν αὐτὴν πόρρωθεν ἐρχομένην, καὶ τῷ διορατικῷ τῆς ψυχῆς χαρίσματι προθεωρήσας εἰς οἷον ἄρα καταντήσει τέλος αὐτῇ τὰ τοῦ βίου, μήπω πλησίον γενομένην φησὶ πρὸς αὐτήν· «καλῶς ἦλθες, ἡ δούλη τοῦ Θεοῦ Εἰρήνη· σπεῦδε, τέκνον, πρὸς τὴν βασιλεύουσαν χαίρουσα, σπεῦδε· χρείαν γάρ σου ἔχει ἡ μονὴ τοῦ Χρυσοβαλάντου, ὅπως ποιμαίνῃς τὰς ἐν αὐτῇ παρθένους.» ἡ δέ, ὡς ἤκουσε τὸ ἑαυτῆς ὄνομα, ἔκθαμβος ὅλη γενομένη τῷ, ἐδάφει προσέρριψεν ἑαυτὴν πρὸ τῶν ἐκείνου ποδῶν, εὐχὴν προσδεχομένη καὶ τὴν παρ᾿ αὐτοῦ εὐλογίαν. καὶ τῶν μὲν ἄλλων ῥημάτων οὐ τοσοῦτον ἐμέλησεν αὐτῇ· «τί γὰρ ἐμοὶ κοινόν» ἔλεγε «καὶ τῷ Χρυσοβαλάντῳ» μόνη δὲ τοῦ ὀνόματος ἡ κλῆσις εἰς ἔκπληξιν αὐτὴν ἦγε, λογιζομένην ὅπως ἣν οὐδέποτε ἐθεάσατο καὶ περὶ ἧς οὐκ ἠκηκόει ὀνομαστὶ προσηγόρευσεν. ἀναστήσας οὖν αὐτὴν ὁ ὅσιος καὶ λόγοις πνευματικοῖς στηρίξας, εὐχαῖς δὲ καὶ εὐλογίαις ἐφοδιάσας, ἀπέλυσεν ἐν εἰρήνῃ πληρῶσαι τὴν προκειμένην ὁδόν.

ἐπεὶ δὲ καὶ τὴν πόλιν κατέλαβον, ἐξίασι πρὸς αὐτὴν ὅσοι τε κατοίκησιν εἶχον ἐν αὐτῇ τῶν συγγενῶν καὶ ὅσοις ἦν περί τινων αὐτοῖς ἀναγκαίων ἐπιδημία, τῆς συγκλήτου καὶ βουλῆς ὄντες καὶ
[p. 12] προεδρίας καὶ μεγάλα παρὰ βασιλεῦσι δυνάμενοι, ἅτε τῶν πατρικίων ἔχοντες τιμάς (οὓς ὀνομαστοὺς ἐκάλουν Γουβερίους, πλούτῳ καὶ δόξῃ περιβλέπτους καὶ ἀρετῇ περιβοήτους), ἅμα μὲν ὀφθαλμοῖς ἰδεῖν ἱμειρόμενοι ἣν πρὸ πολλοῦ θεάσασθαι ἐπεθύμουν, ἅμα δὲ καὶ τιμῶντες αὐτήν, ὡς εἰκός, βασιλεῖ μνηστευομένην.

πλὴν ἀλλ᾿ ἔδει πάντως νικῆσαι τὸν ἀγαθῶν ψυχῶν ἐραστήν, τὸν βασιλέα τῶν βασιλευόντων, ὃς τὰ μὴ ὄντα ὡς ὄντα καλεῖ καὶ τὰ μήπω γεγονότα ὡς ἤδη γενόμενα ἀφορίζει· ἔφθασε γὰρ τῷ βασιλεῖ συναφθῆναι γυνή, τοῦ Θεοῦ ταῦτα σοφῶς πάντως οἰκονομοῦντος, ἵνα τὴν ἑαυτοῦ παρθένον Εἰρήνην εἰς τὸν οἰκεῖον ἀγάγηται θάλαμον. ὅπερ ὡς ἧκεν εἰς τὰ ὦτα τῇ θαυμασίᾳ Εἰρήνῃ, χαρᾶς ἔπλησε τὴν ψυχὴν καὶ τῷ θεῷ μεγάλας ἐκείνη τὰς χάριτας ὡμολόγει. πολλῶν οὖν ἐν τοῖς μεγιστᾶσι καὶ πρώτοις τῆς πόλεως διά τε τὸ κάλλος διά τε τὴν τοῦ γένους περιφάνειαν πρὸς γάμον αὐτὴν ἑλκόντων, οὐδὲ ψιλῇ παραδέξασθαι ἀκοῇ τοῦτο ἠνείχετο, ἀλλ᾿ ὅλῃ ψυχῇ καὶ προθυμίᾳ τῷ Χριστῷ νυμφευθῆναι καὶ τούτῳ μόνῳ διὰ παντὸς ἀρέσκειν ἐπεπόθησεν.

4. πάντων τοίνυν ὑπεριδοῦσα τῶν βιωτικῶν καὶ τῶν γηῒνων ἀποσεισαμένη τὸν πόθον, ἑκάστης ἡμέρας διεσκοπεῖτο καὶ διηρεύνα τόπον κατοικίας, ἐν ᾧ τὸν ἡσύχιον καὶ θεάρεστον μετελεύσεται βίον, πάσης ταραχῆς καὶ θορύβων ἀπηλλαγμένον. πολλὴν δὲ περὶ τούτου τὴν ἔρευναν ἀνὰ πᾶσαν ποιουμένη τὴν πόλιν, μόλις ποτὲ εἰς ἀνάμνησιν ἦλθε τῶν προρρηθέντων αὐτῇ παρὰ τοῦ μεγάλου Ἰωαννικίου· καὶ παραυτίκα τῶν ἄλλων ἀφεμένη πέμπει διὰ σπουδῆς
[p. 14] τοὺς τὴν μονὴν ἀναζητήσοντας τοῦ Χρυσοβαλάντου. μαθοῦσα δὲ ὡς ἐν καλῷ εἴη διακειμένη τῆς πόλεως μέρει, εὐκράτως μὲν ἀέρος ἔχουσα, ἀγορῶν τε πόρρω καὶ τῶν ἄλλων ὀχλήσεων ᾠκισμένη, ἄρτι δὲ σεμνεῖον εἰς γυναικεῖον μεταμειφθεῖσα (ἡ γὰρ τῶν εἰκονομάχων τυραννὶς τὸ ἱερὸν σχῆμα τῶν μοναζόντων διὰ τὸ μέλαν ὡς ἄγος τι τῆς πόλεως ἀπελαύνουσα, πολλὰ τῶν μοναστηρίων ἔρημα τῶν ἐνοικούντων καταλέλοιπε μοναχῶν, ἄλλων ἀλλαχοῦ διεσκεδασμένων, καὶ τῶν μὲν τῷ μήκει τοῦ χρόνου τὴν παροῦσαν ζωὴν μετηλλαχότων, τῶν δὲ καὶ μακρυνόντων, φυγαδευόντων, τὴν ἐπάνοδον ἀπηγορευκότων), ὡς οὖν ἤκουσε ταῦτα, ἐχάρη τε λίαν καὶ πάντα προθύμως τὰ προσόντα περιδέραιά τε καὶ κόσμια καὶ ὅσα ἄλλα παρὰ τῆς βασιλίδος φιλοτίμως ὑποδεχθεῖσα ὡς βασιλικὰς ἐκτήσατο δωρεάς, τὰ μὲν πένησι καὶ ταῖς ἑαυτῆς θεραπαινίσι διένειμε, τὰ δὲ πρὸς τὴν μονὴν φέρουσα τῷ θεῷ ἀνέθετο. καὶ οὕτως κείρεται μὲν τὴν κόμην, συναποκείρεται δὲ ταύτῃ καὶ πᾶν εἴ τι κοσμικὸν καὶ πρόσγειον φρόνημα, μεταμφιέννυται δὲ καὶ τὰ τῶν ἐνδυμάτων, τρίχινα περιβαλλομένη ῥάκια, τρύχειν οἷα δὴ θέλουσα τὸ ἁπαλὸν ἐκεῖνο σῶμα καὶ τρυφερόν, ἵν᾿ ὅσον ἐκεῖνο φθείρεται, τοσοῦτο τὴν ψυχὴν ἀνακαινιζομένην ἔχοι καὶ ἀναθάλλουσαν καὶ θεῷ προσεγγίζουσαν.

5. ἦν οὖν ἰδεῖν τὴν μετὰ χαρᾶς τὸν ἐθελούσιον τοῦ Χριστοῦ ζυγὸν ὑπελθοῦσαν Εἰρήνην πρὸς πᾶσαν κατὰ θεὸν ὑπακοὴν οὐ μόνον ἐπιτήδειαν ἀλλὰ καὶ διὰ παντὸς ἕτοιμον, ὡς ἐπ᾿ αὐτῇ πληροῦσθαι τὸ Ϡχρηστὸν εἶναι τὸν ζυγὸν καὶ τὸ φορτίον ἐλαφρὸνϠ τοῦ Χριστοῦ τοῖς εὐχαρίστως ἕλκουσιν. ἀντιλογίαν μὲν γὰρ ὅλως οὐκ ᾔδει, παρὰ πᾶσιν ἁπλῶς τοῖς ἐπιταττομένοις αὐτῇ ὄκνος ἀπῆν, ἐγρήγορσις
[p. 16] ἀειθαλὴς παρ᾿ αὐτῇ· κατάνυξις δὲ ἀδιάλειπτος καὶ ἀγαλλίασις τοσαύτη πνευματική, ὥστε καὶ τὸ πρόσωπον θάλλον ἔχουσαν ἀεὶ τὴν τῆς καρδίας εὐφροσύνην ἐμφαίνειν, κατὰ τὸ λόγιον.

εἶχε μὲν οὖν καὶ τὴν καθηγουμένην ἐπιστημόνως αὐτὴν πρὸς τὰ κάλλιστα διεγείρουσάν τε καὶ διερεθίζουσαν, εἶχε δὲ καὶ τὴν τοῦ Θεοῦ χάριν μυστικῶς ἐπισκιάζουσαν καὶ τὰ συμφέροντα διδάσκουσαν. Ϡχωρὶς γὰρ ἐμοῦϠ φησὶν ὁ κύριος Ϡοὐ δύνασθε ποιεῖν οὐδέν· καὶ ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν.Ϡ καὶ μέντοι καὶ ἤνεγκεν, ὡς γῆ καλή τε καὶ πίων τὸν θεῖον σπόρον δεξαμένη καὶ κεκαθαρισμένη πάσης ὑλικῆς προσπαθείας καὶ σχέσεως. ψυχὴ γὰρ τὸν θεὸν ἀγαπῶσα, σώματι κεχρημένη παρθενικῷ, ταχέως εὑρίσκει τὴν θείαν χάριν ἐφιπταμένην καὶ πάντα γινομένην αὐτῇ. τὸ δὲ πρὸς τὴν ἀδελφότητα μέτριον αὐτῆς καὶ ταπεινὸν θαῦμα ἦν οὐ μόνον τῇ προεστώσῃ ἀλλὰ καὶ πᾶσι τοῖς ἀκούουσιν· ἑώρα γὰρ πάσας τὰς ἀδελφὰς ὡς βασιλίδας θεραπαινὶς καὶ τὰς ἐσχάτας τούτων ὑπηρεσίας ἑκάστῃ προσφέρουσα.

οὕτω δὲ προσέκειτο ταῖς θείαις γραφαῖς καὶ οὕτως ἐνησχόλητο τοῖς τῶν πατέρων βίοις, πᾶν εἴ τι καλὸν καὶ πρόσφορον ἐρανίζουσα, ὡς στόμα δοκεῖν τῶν θεοπνεύστων εἶναι ῥημάτων. καί ποτε τῷ βίῳ τοῦ μακαρίου Ἀρσενίου ἐντυχοῦσα καὶ τὴν ἐκείνου στάσιν κατανοήσασα, ὅπως ἐκτεταμένας ἔχων τὰς χεῖρας εἱστήκει μὲν πρὸς ἀνατολάς, περὶ δυσμὰς ἀρχόμενος ἡλίου, κατέληγε δὲ τῆς στάσεως, ὅτε τὰς αὐτοῦ κατέλαμψεν ἀνατείλας ὄψεις ὁ ἥλιος, εἰς ἔρωτα τῆς ἴσης τῷ γενναίῳ περὶ τὴν ἀγγελικὴν μᾶλλον ἢ ἀνθρωπίνην ἐλθοῦσα τῷ θεῷ παράστασιν, κοινοῦται τοῦτο καὶ τῇ προεστώσῃ. ἡ δὲ πρῶτα μὲν ὤκνει κατανεῦσαι, τὸ πολὺ τοῦ πράγματος προσαποροῦσα· ὡς δὲ ταύτην εἶχε δυσωποῦσαν ἐπὶ πλέον καὶ συνεργοὺς πρὸς τὴν ἐγχείρησιν τὰς παρ᾿ αὐτῆς ἐπιζητοῦσαν εὐχάς, τῷ μετρίῳ τοῦ
[p. 18] φρονήματος θαρρήσασα τῆς Εἰρήνης καὶ μηδ᾿ ἀθεεὶ τὴν προθυμίαν ταύτης εἶναι λογισαμένη, κατένευσέ τε καὶ ἐπέτρεψεν.

ἡ δὲ καθάπερ εἰς ἀνάκλισίν τινα καὶ τοῦ σώματος ἀνάπαυσιν οὕτως ἐπὶ τὴν στάσιν ἔδραμε χαίρουσα, καὶ ταῦτα μὴ πλέον τοῦ ἐνιαυτοῦ τὸν ἀσκητικὸν ἀγῶνα μετερχομένη. ἀρξαμένη γοῦν τῆς στάσεως κατ᾿ ὀλίγον, ἐν ὀλίγῳ τῆς θείας αὐτῇ συνεφαπτομένης χάριτος ἄνωθεν, ἀνὰ τοσοῦτον εἰς κατόρθωσιν ἦλθε τοῦ πράγματος, ὡς ὅλας μὲν νύκτας, ὅλας δὲ ἡμέρας τῇ στάσει τὰς χεῖρας αὐτὴν ἐκτείνουσαν πρὸς οὐρανὸν μετὰ πάσης προθυμίας ἐγκαρτερεῖν. πολλάκις μὲν γὰρ ἀρχομένη τῆς στάσεως τοῦ ἡλίου πρὸς δυσμὰς ὄντος μέχρι τῆς ἐπιούσης ἔληγεν ἑσπέρας, πολλάκις δὲ τοῦ ἡλίου ἀνατέλλοντος τὴν ἐπιοῦσαν πάλιν ἵστατο ἀνατολὴν προσδεχομένη. καὶ ἦν θαῦμα τῇ προεστώσῃ ταῦτα, ἣν μόνην συνίστορα τῶν πραττομένων ἐποιεῖτο μετὰ τὸν ἐν κρυπτῷ βλέποντα θεόν. ἥτις ἡνίκα τὴν Εἰρήνην μειδιῶντι προσώπῳ καὶ ὑπόπλεῳ πρὸς αὐτὴν ἐρυθήματος ἐρχομένην ἑώρα, βλέμματί τε γαληνῷ καὶ κάτω νεύοντι καὶ λαλιᾷ πραείᾳ προσφθεγγομένην, ἐκ τῶν τοιούτων σημείων καὶ τὸ τῆς στάσεως ἐτεκμηριοῦτο μέτρον.

6. ἐπὶ τρισὶν οὖν ἔτεσιν οὕτως ἔχουσαν περὶ τοὺς ἀσκητικοὺς ἀγῶνας βλέπων ὁ πονηρὸς ἤσχαλλεν, ἠνιᾶτο, ἐδυσφόρει· οὐδὲ γὰρ εἶχεν ὅπως αὐτὴν ταῖς οἰκείαις πάγαις ἁλώσιμον θήσεται, ὅτι μηδὲ τῶν ὅσα καθ᾿ ἡμῶν πολεμῶν λαμβάνει, παρ᾿ αὐτῆς εἶχε λαβεῖν. χρημάτων μὲν γὰρ καὶ τρυφῆς καὶ δόξης παρὰ τοσοῦτον ἀπέσχετο, ὡς μηδὲν πλέον ἔχειν τοῦ ἑνὸς χιτωνίου καὶ τριβωνίου καὶ βραχυτάτοις κεχρῆσθαι πρὸς τὸ μόνον ἀποζῆν ἄρτῳ καὶ ὕδατι, ποτὲ δὲ καὶ λαχάνοις λίαν ὀλίγοις, καὶ τοῦτο πρὸς ἑσπέραν· δόξης δὲ οὕτω καταπεφρόνηκεν, ὡς μηδ᾿ αὐτὰ <τὰ> τῶν τῆς μονῆς προαυλίων αἰσχύνεσθαι περικαθαίρειν ῥυπάσματα. ὅμως τῷ ἰδίῳ καὶ συνήθει φθόνῳ χρώμενος λογισμοὺς ὑποβάλλειν ἤρξατο, τῆς προτέρας δόξης καὶ τῆς τοῦ γένους περιφανείας ἀναμιμνήσκων, τοῦ πλούτου τε καὶ
[p. 20] τῆς τῶν ἡδέων ἀφθονίας, εἶτα δὲ καὶ πρὸς τὸ τῆς ἡδονῆς ὕπουλον καὶ μαλακὸν ὑποχαλᾶν. ἡ δὲ τῷ κεκαθαρμένῳ τῆς διανοίας ὄμματι τῆς ἐπιβουλῆς εἶναι ταῦτα τοῦ πονηροῦ μὴ ἀγνοήσασα, παραυτίκα πάντας τοὺς τοιούτους διαλογισμοὺς ἀνακαλύπτει τῇ ὁδηγῷ καὶ καθηγουμένῃ, καὶ διὰ τῆς ἐξαγορεύσεως ἀπαλλαγὴν εὑροῦσα τῆς ἐπηρείας τῶν προτέρων ὁμοίως ἀγώνων εἴχετο.

μιᾷ δέ ποτε τῶν νυκτῶν τὰς συνήθεις πρὸς τὸν θεὸν ποιουμένης προσευχάς, ὁ τῶν ψυχῶν ἀντίπαλος, εἰς μέλανα καὶ δυσειδῆ σχηματισθεὶς ἄνδρα, παραστὰς ἐκ διαστήματος ὕβριζέ τε θρασέως καὶ ἠπείλει, γοητείας καὶ περιεργιῶν ἐργάτιν ὀνομάζων αὐτήν, καὶ σοβαρευόμενος ἐκφοβεῖν ἐπειρᾶτο καὶ τέλος «ἐμοί» φησίν «ἀντιτάσσῃ μικρὸν ἀνάμεινον καὶ γνώσῃ πάντως, ὅστις ἐγὼ καὶ ἥτις ἡ ἐμὴ δύναμις.» ἔτι δὲ καὶ ἄλλα προσειπεῖν ἐθέλων, ὡς εἶδεν αὐτὴν τὴν δεξιὰν προτείνουσαν τὸ τοῦ σταυροῦ χαράξαι κατ᾿ αὐτοῦ σημεῖον, φυγὰς ᾤχετο.

καὶ τῇ ἑξῆς σφοδρότεροι μᾶλλον ἢ πρότερον ἐπιτίθενται ταύτῃ λογισμοί, δεινῶς αὐτὴν ἐκταράσσοντες καὶ θορυβοῦντες καὶ εἰς ἀμηχανίαν ἐμβάλλοντες. ὅμως ἐπειδὴ συνεχῶς τῇ ἀναγνώσει τῶν θείων προσεῖχε γραφῶν, ἐκείνου μνημονεύουσα τοῦ τῶν πατέρων ῥήματος ὡς· Ϡοὐδεὶς ἀνθρώπων ἱκανὸς ἀντιστρατεύσασθαι τῷ πονηρῷ, ἐὰν μὴ τῇ σκέπῃ τοῦ κυρίου καὶ Θεοῦ τῶν δυνάμεων προσπεφευγὼς ἐκεῖθεν ἀπὸ τῆς ἐν αὐτῷ πίστεως τὸν ἐχθρὸν κατατοξεύσῃ καὶ καταβάλῃ,Ϡ πρὸς τὸν θεὸν καταφεύγει, μεσίτας προβαλλομένη τὴν πανάμωμον μητέρα τοῦ Θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ, τὸν ἀρχιστράτηγον κυρίου τῶν δυνάμεων Μιχαήλ, τὸν παρεστηκότα ἐνώπιον τοῦ Θεοῦ Γαβριήλ, οὗ καὶ τὸ τῆς μονῆς ἐπώνυμόν ἐστιν εὐκτήριον· καὶ πάσας τὰς οὐρανίας δυμάμεις πάντας τε τοὺς ἁγίους ἐπικαλουμένη τοιαύτην συνετίθει τὴν εὐχήν· «παναγία τριὰς παντοδύναμε καὶ μεγαλοδύναμε, τῇ μεσιτείᾳ τῆς θεοτόκου, τῇ πρεσβείᾳ τοῦ ἀρχιστρατήγου Μιχαὴλ καὶ τοῦ ἀρχαγγέλου Γαβριὴλ καὶ πασῶν τῶν οὐρανίων δυνάμεων καὶ πάντων τῶν ἁγίων, βοήθησον
[p. 22] τῇ δούλῃ σου καὶ ἐπίβλεψον ἐπ᾿ ἐμὲ καὶ ἐλέησόν με καὶ ἐξελοῦ με τῆς ἐπιβουλῆς τοῦ ἀντικειμένου.» καὶ ποτὲ μὲν ἐκτείνουσα τὰς χεῖρας εἰς οὐρανόν, ποτὲ δὲ τῇ γῇ καταβάλλουσα ἑαυτήν, ὅλας νύκτας καὶ ὅλας ἡμέρας δάκρυσι τὸ ἔδαφος πλύνουσα τῆς δεήσεως οὐκ ἀφίστατο, μέχρις οὗ θείαν ἄνωθεν ἐπισκιάσασαν αὐτῆς ἔλλαμψιν τῇ ψυχῇ καὶ τοὺς πονηροὺς διώκουσαν ᾔσθετο λογισμούς.

οὕτως οὖν ἐφ᾿ ἱκανὸν τῇ προσευχῇ καὶ τῇ δεήσει προσκαρτεροῦσαν ὁρῶν ὁ ἐφορῶν τὰ ταπεινὰ κύριος καὶ τὴν πίστιν ἡμῶν καὶ τὸν πρὸς αὐτὸν δοκιμάζων πόθον, πλουσίαν αὐτῇ καταπέμψας τὴν χάριν τοῦ πνεύματος, ἀπρόσιτον μὲν τοῦ λοιποῦ πάσαις ταῖς τοῦ πονηροῦ κατειργάσατο προσβολαῖς, φοβερὰν δὲ τοῖς δαίμοσι, καὶ μηκέτι μὲν ζῶσαν αὐτήν, ζῶντα δὲ τὸν Χριστὸν ἔχουσαν ἐν ἑαυτῇ, ὅλην τὴν ὅλην ἔνθεον, ὅλην πεφωτισμένην, μᾶλλον μὲν οὖν καὶ φωτιστικήν, ψυχὰς πολλῶν δυνατὴν ὁδηγεῖν πρὸς τὸ φῶς τῆς ἀληθείας, ἐξάγουσαν ὡς στόμα Θεοῦ ἀξίας ἐξ ἀναξίων. ὅθεν καὶ πολὺς ἦν ὁ περὶ αὐτῆς λόγος ἔν τε τοῖς συγγενέσιν ἔν τε συγκλητικαῖς γυναιξὶ καὶ παρθένοις πρὸς αὐτὴν φοιτώσαις καὶ τὰ σωτήρια διδασκομέναις, ὡς πολλὰς αὐτῶν κοσμικῆς μὲν καταφρονῆσαι ματαιότητος, μεταμεῖψαι δὲ τὸν βίον πρὸς τὸ θεάρεστον ὑπὸ συμβούλῳ ταύτῃ καὶ ὁδηγῷ ταττομένας.

7. ἐπεὶ δὲ καὶ τὰς τοῦ μακαρίου Ἰωαννικίου γεγενημένας πρὸς αὐτὴν προρρήσεις μήτε διαπεσεῖν ἔδει καὶ τελείας ἀπηρτίσθαι, ἤγγιζεν ἤδη καὶ τὸ τέλος τῆς ζωῆς τῇ καθηγουμένῃ τῆς μονῆς. πασῶν οὖν τῶν πνερματικῶν αὐτῇ θυγατέρων τὴν ὀρφανίαν ὀλοφυρομένων, ὁ τῆς Εἰρήνης θρῆνος πολλῷ τῶν ἄλλων ὑπερήρετο γυναικῶν, ὅτι μηδ᾿ ἑτέρᾳ τοσαύτη τούτων ὅση ταύτῃ καρδίας ὑπῆν συντριβὴ καὶ ταπείνωσις, ἐξ ὧν τὸ τῆς ἀγάπης ἐξαίρετον πηγάζει καὶ τῶν δακρύων ἡ εἰλικρινεστάτη ῥοὴ διὰ τὴν ἀγαθὴν συνείδησιν. περικυκλοῦσαι δὲ τὴν κλίνην ἐν ᾗ κατέκειτο τὰ τελευταῖα πνέουσα, αἱ μὲν τὰς χεῖρας
[p. 24] αὐτῆς, αἱ δὲ τοὺς πόδας, καὶ ἄλλη ἄλλο τοῦ σώματος μέρος περιέψων, περιεπτύσσοντο καὶ δάκρυσιν ἔβρεχον. ἦν μὲν γὰρ καὶ πάσης ἔμπλεως ἀρετῆς ἡ καθηγημών, ἡ πραότης δὲ αὐῃ τὸ ἐπίσημον. μόλις δέ ποτε τὴν ζωὴν αὐτῆς ἀπεγνωκυῖαι ἠρέμα πως ἠρώτων θρηνῳδοῦσαι, «ποῦ τοίνυν ἡμᾶς καταλιμπάνεις» λέγουσαι «ποῦ ποτε τοιαύτης ἡμεῖς μετά σε τύχοιμεν προστάτιδος καὶ μητρὸς κηδεμονικώτερον περὶ ἡμᾶς διατεθειμένης, οὕτως ἀγαθῆς, οὕτω πραείας, οὕτως ἑκάστης ἡμῶν τὰ βάρη βασταζούσης καὶ τὸν νόμον ἐν ἡμῖν ἀναπληρούσης τοῦ Χριστοῦ» ὡς δὲ ἐπὶ πολὺ κλαίουσαι τοιαῦτα πρὸς αὐτὴν ἔλεγον, καὶ τὴν ἔξοδον, εἰ οἷόν τε ἦν, κωλῦσαι φιλονεικοῦσαι, ἤκουσαν φωνῆς παρ᾿ αὐτῆς ἰσχνῆς καὶ λίαν ἀμυδρᾶς καὶ ταῖς ὀξύτερον ἀκροωμέναις ἐνωτισθείσης· καὶ «ἵνα τί μου» φησί «τὴν ψυχὴν συνταράσσετε ὀλολύζουσαι ἔχετε, τέκνα, ἔχετε τὴν καλῶς ὑμᾶς ποιμανοῦσαν· πιστεύσατε τοσοῦτον ὑπὲρ ἡμᾶς οὖσαν, ὅσον ἐγὼ τῷ γήρᾳ ὑπὲρ ὑμᾶς, καὶ τὸ πνεῦμα τοῦ Θεοῦ ἀναπέπαυται ἐπ᾿ αὐτῇ. καὶ ἣν ἐμοὶ πείθησθε μὴ ἂν πρὸς ἑτέραν ἀποβλέψαι, τὴν ἀδελφὴν ὑμῶν Εἰρήνην λέγω, τὴν φωτὸς θυγατέρα, τὴν ἀμνάδα τοῦ Ἰησοῦ τὸ ταμιεῖον τῶν χαρισμάτων τοῦ παρακλήτου.» καὶ ταῦτα εἰποῦσα καὶ «δόξα τῷ ἐλέει σου, κύριε» τελευταῖον φθεγξαμένη, χερσὶν ἁγίων ἀγγέλων τὸ πνεῦμα παρέδωκεν.

πάντα οὖν ἐπ᾿ αὐτῇ τὰ κατὰ νόμον ταφῆς ἐπιτελέσασαι καὶ μωθ᾿ ἑτέρων ἱερῶν κηδεύσασαι ταύτην σωμάτων, ἐπὶ φροντίδα τῆς μελλούσης αὐτῶν ἐστράφησαν προεστάναι. συναθροισθεῖσαι τοίνυν ἐν τῷ τοῦ ἀρχαγγέλου Γαβριὴλ ναῷ, ὃν εὐκτήριον ὄντα τῆς μονῆς ὁ λόγος ἐδήλωσεν οἶκον, πᾶσαι μὲν ἀπέβλεψαν κοινῇ γνώμῃ πρὸς τὴν ἀξιάγαστον Εἰρήνην, οὐδεν δὲ τὸ παράπαν πρὸς αὐτὴν εἰρήκασι περὶ τούτου, μὴ καὶ λάθῃ ταύτας, ὑφορώμεναι, διαφυγοῦσα τῆς μονῆς· ᾔδεισαν γὰρ αὐτῆς τὸ μέτριον τοῦ φρονήματος καὶ ὡς οὐκ ἂν καταδέξαιτο τὴν προστασίαν, μὴ τῆς ἄνωθεν προνοίας καὶ ἄκουσαν εἰς τοῦτο κατεχούσης αὐτήν.

[p.26]
ἐν τῷ ναῷ δὲ προσευξάμεναι ὁδοῦ τῆς πρὸς τὸν πατριάρχην εἴχοντο φερούσης, ὡς ἂν δι᾿ αὐτοῦ τὴν ἀξιαν θεόθεν λάβωσιν ὁδηγόν. ἦν δὲ τοὺς οἴακας τῆς ἀρχιερωσύνης ὁ πάντα ἅριστος διακυβερνῶν Μεθόδιος τῆς Κωνσταντίνου, ὁ ὁμολογητής, ὃς πολλὰ μὲν ὑπὸ τῶν εἰκονομάχων ὑπέμεινε, βασιλέων ὑπερμαχούντων τῆς ἀσεβείας καὶ προπολεμούντων κατὰ τῆς εὐσεβείας, πολλοῖς δὲ στίγμασι καὶ κινδύνοις κεκοσμημένος τοῖς ὑπὲρ τῆς προσκυνήσεως τῶν ἀχράντων εἰκόνων, καὶ διὰ τοῦτο μὴ μόνον τῆς αἱρέσεως καταλύτης καὶ τῆς ὀρθοδοξίας πρόμαχος ἱκανός, ἀλλὰ καὶ θαυμάτων αὐτουργὸς καὶ πνεύματος ἀνάμεστος ἁγίου καὶ διορατικὸς τὰ τῷ θεῷ δοκοῦντα καλῶς καταστοχαζόμενος.

ὡς οὖν ἥπτοντο τῆς ὁδοῦ, προφασιζομένη προφάσεις οὐκ ἤθελεν ἡ Εἰρήνη ταύταις συνέπεσθαι· μόλις οὖν αὐτὴν πείσασαι συνοδοιπορεῖν τὸ πατριαρχεῖον κατέλαβον. ὑπομνησθέντος τοίνυν, ὡς ἔθος, τοῦ μεγάλου Μεθοδίου εἰσίασιν αἱ ἀδελφαὶ πᾶσαι ἅμα πρὸς αὐτόν, καὶ τὴν συνήθη βαλοῦσαι μετάνοιαν ἔκειντο τὴν εὐλογίαν ἀναμένουσαι. Εὐλογήσας δὲ καὶ ἀναστῆναι ταύταις ἐγκελευσάμενος ἠρώτα μαθεῖν τὴν προκριθεῖσαν ὑπ᾿ αὐτῶν εἰς προστασίαν αὐτῶν· αἱ δὲ «μηδεμίαν ἐξ ἡμῶν» ἔφασαν «τό γε νῦν ἔχον, ὦ δέσποτα, ἐξειλέχθαι παρ᾿ ἡμῶν· τὸ πᾶν δὲ τῷ θεῷ καὶ τῷ ἐνοικοῦντι ἔν σοι πνεύματι τοῦ Θεοῦ ἀναθέμεναι, πρὸς τὴν σὴν ἥκομεν ἁγιότητα.» ὁ δὲ θεοφόρος ἐκεῖνος ἀνὴρ «οἶδα» φησί «τὴν σεμνοτάτην Εἰρήνην αἱρεῖσθε πᾶσαι, καλῶς γε φρονοῦσαι καὶ θεαρέστως, καὶ χάρις τῷ θεῷ, ὅτι οὐκ ἀπέκρυψε τὰ κατ᾿ αὐτὴν ἀπ᾿ ἐμοῦ.» ταῦτα δὲ ὡς ἤκουσαν, ἐκπλήξει καὶ φόβῳ συνεχόμεναι οὐδὲ ἀποκρίνασθαι εἶχον, μόνον δὲ πρὸ τῶν ποδῶν αὐτοῦ καταβαλοῦσαι ἑαυτὰς «ὄντως ὁ θεὸς ἔν σοί ἐστιν» εἶπον, «καὶ ὑπ᾿ αὐτοῦ ὡδηγήθης, ἅγιε τοῦ Θεοῦ.» εὐθὺς
[p. 28] οὖν μηδὲν μελλήσας ὁ πατριάρχης ἐξαναστὰς τοῦ θρόνου καὶ θυμιατήριον αἰτήσας, βαλών τε θυμίαμα καὶ τὸν θεὸν εὐλογήσας, ὑμνῳδίας τε προσφόρου πρῶτος ἀρξάμενος, διάκονον τῆς μεγάλης ἐκκλησίας πρῶτον χειροτονεῖ τὴν Εἰρήνην (ᾔδει γὰρ τῷ ἐν αὐτῷ πνεύματι καὶ τὴν αὐτῆς καθαρότητα) καὶ μετὰ τοῦτο καὶ τὴν τῆς ἡγουμενείας ἐπιτίθησι σφραγῖδα· καὶ πολλὰ μὲν περὶ προστασίας εἰπὼν πρὸς αὐτήν, πλείονα δὲ ταῖς ἄλλαις περί τε πίστεως καὶ ὑπακοῆς καὶ τῶν ἐκεῖθεν ὑπομνήσας κολαστηρίων καὶ αὖθις τῶν ἀγαθῶν, ἃ τοῖς εὖ ἢ κακῶς τὸν βίον ἐνταῦθα διανύουσιν ἀναμένει, τὴν ὁμόνοιάν τε ταύταις καὶ τὴν ἀγάπην ἐπευξάμενος ἀπέλυσεν αὐτὰς ἐν εἰρήνῃ.
8. ἡ μέντοι τὴν προστασίαν τῆς μονῆς ἄρτι τοῦ Χρυσοβαλάντου κατὰ θείαν πρόνοιαν ἀναδεξαμένη Εἰρήνη εἰς νοῦν λαμβάνουσα τὰ προρρηθέντα πάλαι αὐτῇ παρὰ τοῦ μεγάλου Ἰωαννικίου καὶ τὰ κατὰ τὴν ἀπόρρητον τοῦ Θεοῦ οἰκονομηθέντα σοφίαν κατανοοῦσα, παρ᾿ ὅλην τὴν ὁδὸν οὐκ ἔληγε τῶν δακρύων, τὰ μεγαλεῖα τοῦ Θεοῦ ἐκπληττομένη καὶ πρὸς τὸ τῆς ταπεινώσεως πολλῷ πλέον νῦν καταβαίνουσα βάθος καὶ ἀναξίαν ἑαυτὴν καὶ τῆς γῆς ὑπολαμβάνουσα, τῆς θείας χάριτος, ὡς εἰκός, δι᾿ ἐπιθέσεως τῶν χειρῶν τοῦ θεοφόρου Μεθοδίου ἐπικαταπτάσης αὐτῆς τῇ ψυχῇ καὶ πρὸς τὴν ἄκραν συνδιατιθείσης αὐτὴν μετριοφροσύνην. ὅπερ θαυμάζουσαι αἱ ἀδελφαί, «μὴ οὕτω λυπεῖσθαιϠ παρεκάλουν αὐτήν, «καὶ ἀδημονεῖν περὶ τῆς ἡμετέρας», λέγουσαι, «προστασίας· πᾶσαι γὰρ ἡμεῖς πρὸς πᾶσαν ὑπακοήν, ἰδού, σοὶ ἑτοίμως ἔχομεν» (ἀγνοοῦσαι πάντως ἅπερ ἐκείνη κατὰ νοῦν ἐλογίζετο), «καὶ οὐδὲν
[p. 30] ἔσται πρόσκομμα παρ᾿ ἡμῶν, ῥᾴδια πάντα τῆς ἡμετέρας ὑπακοῆς Θεοῦ διομαλιζούσης σοι ῥοπῇ.»

ἐπεὶ δὲ καὶ τὸ μοναστήριον κατέλαβον τάς τε συνήθεις εὐχαριστίας ἀπέδοσαν τῷ κηδεμόνι θεῷ καὶ σιτίων κοινῇ μετέλαβον τραπέζῃ, τὸ ταῖς προεστώσαις ἀφωρισμένον παραλαβοῦσα κελλίον, κλείσασα τὴν θύραν προσηύχετο τῷ βλέποντι ἐν τῷ κρυπτῷ, συναντιλήψεσθαι αὐτῇ τὸν θεὸν ἱκετεύουσα τῆς τῶν ἀδελφῶν προστασίας· καὶ δάκρυσι τὸ ἔδαφος καταρραίνουσα πολλὴν ᾐτεῖτο καὶ μεγάλην ἐξ ὕψους αὐτῇ καταπεμφθῆναι τὴν συνεργίαν, «σὺ γὰρ εἶ» λέγουσα «ὁ ποιμήν ὁ καλός, σὺ εἶπας τοῖς μαθηταῖς, Ϡεἷς ὑμῶν ἐστι καθηγητής, ὁ Χριστός·Ϡ σὺ εἶ ἡ θύρα τῶν προβάτων ὁ εἰσάγων αὐτὰ εἰς τὴν σωτηρίαν τὴν αἰώνιον· σὺ εἶ καὶ ὁ κύριος καὶ ὁ διδάσκαλος· καὶ εἰ σὺ εἶ ὁ ὁδηγὸς ἡμῶν, ἀντιλαβοῦ τῆς δούλης σου καὶ τοῦ μικροῦ τούτου ποιμνίου σου καὶ διατήρησον ἡμᾶς ἀπὸ τῆς ἁρπαγῆς τοῦ νοητοῦ καὶ δολίου λύκου. οἶδας γὰρ τὴν ἀσθένειαν ἡμῶν καὶ ὡς οὐδὲν ἡμεῖς ἀνύειν ὅλως δυνάμεθα μὴ τῆς παρὰ σοῦ βοηθείας ἡμῖν χορηγουμένης.»

ἐπὶ πολὺ δὲ προσευξαμένη καὶ μετρίαν ἄνεσιν λαβοῦσα, ἤρξατο πρὸς ἑαυτὴν τοιαῦτα διαλέγεσθαι· «ἆρά γε, ταπεινὴ Εἰρήνη, ἐπιγινώσκεις τὸ φορτίον ὅπερ σου Χριστὸς ἐπὶ τῶν ὤμων ἐπέθετο ψυχὰς ἐνεπιστεύθης, ὑπὲρ ὧν θεὸς καὶ ἄνθρωπος ἐγένετο καὶ τὸ αἷμα ἐξέχεε· καί, ὡς ἤκουσας, οὐδὲ ὁ κόσμος ἅπας μιᾶς ψυχῆς ἀντάξιος. οὐδ᾿ ἐκεῖνο πάλιν ἀγνοεῖς, ὅτι, ἐὰν ὑπὲρ ἀργοῦ λόγου λόγον ἕκαστος δώσει ἐν ἡμέρᾳ κρίσεως, ὑπὲρ ψυχῆς ἀπολλυμένης οἷα πείσεται ὁ τὴν φροντίδα ταύτης ἀναδεδεγμένος, εἰ μὴ τὰ παρ᾿ ἑαυτοῦ ποιήσει πρὸς τὴν αὐτῆς σωτηρίαν. ἐπαγρυπνεῖν σε δεῖ πάντως περισσοτέρως ἐν εὐχαῖς, καρτερεῖν ἐν νηστείαις, τὰ ἀσθενήματα τῶν ἀδελφῶν σου βαστάζειν καὶ πάντα φέρειν γενναίως καὶ πράως. πρόσεχε δὲ σεαυτῇ, μήποτε τὸ σὸν ἐλάττωμα τό σε λανθάνον ἀφορμή τινι τῶν ἀδελφῶν
[p. 32] ἀπωλείας γένηται καὶ πληρωθῇ ἐπὶ σοὶ τὸ λέγον ῥῆμα τοῦ Χριστοῦ ὅτι· Ϡτυφλὸς τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι πεσοῦνται εἰς βόθυνον.Ϡ»

ἀλλὰ τὰ μὲν πρὸς ἑαυτὴν τοιαῦτα, οἷς δὴ καὶ θάξασα τὴν ψυχὴν ἀπὶ πολλῷ πλείονα διήγειρε τὴν ἄσκησιν, ἀγγελικὴν διόλου βίωσιν ἑλομένη καὶ πολιτείαν, νηστείας μὲν ἀνύουσα πολυημέρους, στάσεις παννύχους, γονάτων ὑπὲρ ἀριθμὸν τελοῦσα κλίσεις, χαμευνίᾳ ξηρᾷ καὶ μὴ μᾶλλον ἀνέσεως ὅσον κακοπαθείας ἀφορμῇ κεχρημένη, καὶ διὰ τῶν τοιούτων τὴν εὔνοιαν σπεύδουσα τοῦ Θεοῦ ἐπισπᾶσθαι καὶ τὴν παρ᾿ αὐτοῦ χορηγουμένην σύνεσιν διδάσκουσαν ἔχειν καὶ πρὸς πᾶσαν μυστικῶς ὁδηγοῦσαν τὴν ἀλήθειαν.

οἷα δὲ καὶ πρὸς τὰς ἀδελφὰς ἃ ἐδίδασκεν ἡ σοφωτάτη «οἷδα μέν» φησίν «ὦ τίμια θεῷ ἀναθήματα, μηδαμῶς εὔλογον τὴν ἐμὴν οὐθένειαν εἰς διδασκάλου τάξιν ὑμῶν προκαθῆσθαι καὶ διδάσκειν ὑμᾶς, ἃς ἐγὼ πέπεισμαι διδακτὰς εἶναι Θεοῦ. ἀλλ᾿ ἐπειδὴ τὰ τοῦ Θεοῦ κρίματα τάντως ἀνεξερεύνητα καὶ διὰ τοῦτο ἡ πολύτροπος αὐτοῦ σοφία εἰς τοῦτό μου τὴν ταπείνωσιν ἤγαγεν, ἀξιῶ μὴ προσέχειν ὡς διδασκάλῳ ἀλλ᾿ ὡς συμβούλῳ καὶ ἀδελφῇ διὰ τὴν ἐπικειμένην μοι ἀνάγκην· οὐαὶ γάρ μοί ἐστιν, κατὰ τὸν θεῖον ἀπόστολον, ἐὰν μὴ τὰ συμφέροντα ὑμῖν συμβουλεύσαιμι. καὶ ἀνέχεσθε τῶν ῥημάτων τῆς ἐμῆς ταπεινώσεως δι᾿ ἀγάπην ὑμῖν προσφερομένων· καὶ γὰρ ἐὰν τὸν βίον τοῦτον τὸν ἀσκητικόν, ὃν ὑπήλθομεν ἑκουσίως, μὴ κατὰ τοὺς αὐτῷ κειμένους μετέλθωμεν νόμους, οὐδὲν ἡμῖν ὄφελος οὐδ᾿ αὐτῆς τῆς πίστεως. χωρὶς γὰρ ἔργων ἡ πίστις νεκρά.»

«ἠκούσαμεν γὰρ βασιλείαν οὐρανῶν, ζωὴν ἀῒδιον καὶ ἁτελεύτητον, τρυφὴν ἀκηράτων αἰωνίων ἀγαθῶν· ἐπιστεύσαμεν τῷ εὐαγγελισαμένῳ καὶ ὑποσχομένῳ Ἰησοῦ τῷ θεῷ καὶ κυρίῳ ἡμῶν, εἰς ὃν καὶ πεπιστεύκαμεν. καὶ πιστεύσασαι τοῖς ἐπηγγελμένοις τοσούτοις ἀγαθοῖς ἀφήκαμεν τὰ τοῦ κόσμου τερπνὰ ὡς πρόσκαιρα καὶ μικράν τινα καὶ ταύτην ἠχρειωμένην ἔχοντα τὴν ἀπόλαυσιν, οὐ μόνον δὲ οὐχ ἱστάμενα ἀλλὰ καὶ πρὸς τὸ τυχεῖν τῶν οὐρανίων οὐ μικρὸν ἡμῖν εὑρισκόμενα κώλυμα. εἴπερ οὖν μετὰ ταῦτα τούτων
[p. 34] ἐκπεσούμεθα, ἐλεεινότεραι τάχα πάντων ἀνθρώπων ἐσμέν· ἀποτευξόμεθα δὲ καὶ μάτην ἡμῖν ὅλος οὗτος ὁ κόπος ἔσται, ἐὰν μὴ κατὰ τοὺς νόμους τοῦ Χριστοῦ πολιτευσώμεθα. εἶπε γὰρ ὁ κύριος· Ϡοὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει.Ϡ μία γὰρ οὖσα ἡ ψυχὴ εἰς δύο μερισθῆναι οὐ δύνατα· οὐ δύναται ἡ αὐτὴ ἐν ταὐτῷ καὶ τρυφᾶν καὶ ἐγκρατεύεσθαι, καὶ πτωχείαν χρημάτων ἔχειν καὶ πλουτεῖν ἐν χρήμασι, καὶ ταπείνωσιν τοῦ κυρίου μετιέναι καὶ τὴν κενὴν τῶν ἀνθρώπων θερίζειν δόξαν.»

«ἡμεῖς οὐν ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμεν αὐτῷ. ἐὰν μὴ καὶ ἡ ψυχὴ ἡμῶν καὶ πάντα τὰ ἐντὸς ἡμῶν ἀκολουθῇ, οὐδὲν ἡμῖν ὄφελος ἡ σωματικὴ μόνον ἀκολούθησις· ἀλλὰ δέον ἡμᾶς πᾶσαν ἀπὸ τῆς ψυχῆς διῶξαι βιωτικὴν ἐπιθυμίαν καὶ προσπάθειαν, ἵνα μὴ τὰ ἔξω φαινόμεναι τὸν κόσμον φυγοῦσαι τὰ ἔνδον μέσον ὦμεν τοῦ κόσμου, ἐφιέμεναι τιμᾶσθαι ὑπὸ τῶν ἀνθρώπων, ἱματίοις ἀνθοβαφέσι καὶ πολυτίμοις κοσμεῖσθαι καὶ χαίρειν, στρωμναῖς ὑψηλαῖς τε καὶ μαλακαῖς καὶ πολυτελέσιν ἀνακλίνεσθαι, πολυφαγίαις καὶ οἰνοποσίαις ἁμέτροις βαρύνεσθαι, καὶ ἀδικεῖν τὴν ψυχήν ---ἀδικία γάρ ἐστι πᾶν τὸ ὑπὲρ τὴν χρείαν--- καὶ τοῖς ἄλλοις κατὰ κόσμον πράγμασιν ἐντρυφᾶν, οἷς καθάπαξ ἀπεταξάμεθα ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων· ἀλλὰ δεῖ τροφὰς ἡμᾶς ἐχούσας καὶ σκεπάσματα, τούτοις ἀρκεῖσθαι, καθὸως γέγραπται.»

«τὸ δὲ ἕργον ἡμῶν καὶ τὸ ἀγώνισμα τὸ μέγα ἐκεῖνο ἄν εἴη, τὸ τὰς ἀρετὰς ἐκείνας κτήσασθαι, αἳ σῴζουσιν ἡμᾶς· τὴν ἁγνείαν τε καὶ τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον ἀλλ᾿ ἀκούσει Ϡἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου·Ϡ τὴν ταπεινοφροσύνην ὅτι· Ϡπᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεταιϠ εἶπεν ὁ κύριος Ϡὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται·Ϡ
[p. 36] τὴν διηνεκῆ κατάνυξιν ὅτι· Ϡμακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶνϠ τῶν γὰρ ἐπεγνωκότων τὴν οἰκείαν ἀσθένειάν ἐστιν, οὐ τῶν πλουτούντων ἐν ὑπερηφανίᾳ καὶ οἰήσει τῆς τοῦ νοὸς αὐτῶν ματαιότητος· καὶ τὴν ἀοργησίαν ὅτι· Ϡπᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχός ἐστι τῇ κρίσει·Ϡ εἰκῆ δέ ἐστι πᾶν τὸ μὴ διὰ θεὸν γινόμενον. Ϡεἰ μὴ γὰρ περισσεύσειϠ φησίν Ϡἡ δικαιοσύνη ἡμῶν πλεῖον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ δυνησόμεθα εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.Ϡ τὰ δὲ περιττεύοντα τῆς ἐκείνων δικαιοσύνης ταῦτά ἐστιν, οὐδὲ γὰρ ἐκεῖνοι τοιαῦτα ἀπῃτοῦντο· ὑπὲρ φύσιν γὰρ ἡ ἁγνεία, ὑπὲρ φύσιν καὶ τὸ ἀόργητον. ἀφ᾿ οὗ δὲ ὁ ὑπὲρ φύσιν παρεγένετο, θεὸς ὢν καὶ ἄνθρωπος, καὶ τὰ ὑπὲρ φύσιν ταῦτα τοῖς πιστεύουσιν εἰς αὐτὸν ἐδωρήσατο· δωρεῖται δὲ τοῖς αἰτοῦσι μόνοις, καὶ τούτοις μὴ ἐν δισταγμῷ καρδίας· Ϡἀνὴρ γὰρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.Ϡ»

«καὶ ἐπειδὴ οὐ τῶν ἐφ᾿ ἡμῖν ἐστιν ἡ τούτων κτῆσις, διὰ τοῦτο καὶ τὸν κόσμον ὡρίσθημεν μισῆσαι καὶ τὰ ἐν τῷ κόσμῳ, ἵν᾿ ἐν πρώτοις τέως μὴ ἔχωμεν ἔχθραν πρὸς τὸν θεόν, ὅτι ἡ ἀγάπη τοῦ κόσμου ἔχθρα εἰς Χριστόν ἐστιν, ἀλλὰ τὴν αὐτοῦ μᾶλλον ἀγάπησιν καὶ φιλανθρωπίαν ἀπολάβωμεν· δεύτερον δέ, νηστεύωμεν, ἀγρυπνῶμεν, προσευχώμεθα, τοῖς πένησι τὰ ὑπάρχοντα σκορπίζωμεν, δάκρυσι τὸν κύριον δυσωπῶμεν, ὅπως ἐπιβλέψῃ ἐπὶ τὴν ταπείνωσιν ἡμῶν καὶ ταύτας ἡμῖν χαρίσηται τὰς ἀρετάς. καὶ γὰρ ἁγνισθεῖσα ψυχὴ θεὸν καθορᾷ καθορωμένη ὑπ᾿ αὐτοῦ, καὶ κατοικητήριον τῆς θείας ἀγαθότητος γίνεται· Ϡμακάριοι γάρϠ φησίν Ϡοἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.Ϡ μὴ ἀγνοοῦσα δὲ ὅθεν ἔχει τὴν ἁγνείαν, οὐ καυχᾶται ὡς μὴ λαβοῦσα, ἀλλὰ ταπεινοφρονεῖ ὡς λαβοῦσα, καί ἐστιν ἀεὶ κατανενυγμένη καὶ πλήρης πίστεως καὶ ἐλεημοσυνῶν·
[p. 38] ἐλεηθεῖσα γὰρ ὑπὸ Θεοῦ πάντας ἐλεεῖ καὶ πᾶσι φιλανθρώπως συμπαθεῖ. καὶ οὕτω κάθηται ἐν ἀοργησίᾳ κληρονόμος καὶ τῶν ἐπιγείων καὶ τῶν οὐρανίων, ὡς μηδὲν ἔχουσα καὶ πάντα κατέχουσα. τῆς δὲ τοιαύτης ψυχῆς ἄγγελοι τοῦ Θεοῦ καὶ φύλακές εἰσι καὶ διάκονοι, αἰδούμενοι καὶ τιμῶντες αὐτὴν καὶ περιέποντες· διὸ παρακαλῶ πάσας ὑμᾶς καὶ τῶν ἰχνῶν ὑμῶν ἐφάπτομαι, μὴ ἀποκάμωμεν αἰτοῦσαι τὸν κύριον, ἕως ἂν ἡμᾶς ἀξιώσῃ τῶν δωρεῶν αὐτοῦ τούτων τῶν ἐπουρανίων καὶ τελείων καὶ πήξῃ ταύτας ἐν ταῖς ψυχαῖς ἡμῶν, ὡς ἡμεῖς οὐκ οἴδαμεν ἀναφαιρέτους, οὐχ ἕνεκεν τῶν δικαιοσυνῶν ἡμῶν, ἀλλ᾿ ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, ἕνεκεν τοῦ ἐλέους αὐτοῦ.»

ταῦτα καὶ τὰ τοιαῦτα ἡ πάνσοφος Εἰρήνη σπλάγχνοις μητρικοῖς οὐ διέλιπε τὰ πνευματικὰ ἑαυτῆς διδάσκουσα τέκνα· καὶ μέντοι καὶ τὸν σπόρον εἰς ἀγαθὴν βάλλουσα γῆν καὶ βλαστάνοντα καὶ αὐξάνοντα καὶ καρποφοροῦντα βλέπουσα ἔχαιρε καὶ τῷ θεῷ τὰς εὐχαριστίας ἀπεδίδου.
9. ἦλθεν οὖν ἐπὶ λογισμὸν αὐτῇ ποτε παράδοξόν τι καὶ φοβερὸν καὶ τῆς πρὸς θεὸν αὐτῆς πίστεως τεκμήριον ἐναργές. ἔλεγε γὰρ ἐν ἑαυτῇ· «εἴ μοι διορατικῶς εἰδέναι κύριος ἔδωκε τὰ κρυφῇ παρὰ τῶν ἐμῶν ἀδελφῶν γινόμενα, τὰς μὲν ἐπηνώρθουν ἂν σφαλλομένας, τὰς δὲ προκοπτούσας τρέχειν ἂν συνώθουν τὸν δρόμον τῆς ἀρετῆς εὐτονώτερον.» καὶ ταῦτα λογισαμένη πρὸς τὴν αἴτησιν ὅλην ἑαυτὴν ἀδιστάκτως ἔδωκε, δάκρυσι πολλοῖς καὶ κλίσεσι γονάτων πολλὴν τῷ θεῷ περὶ τούτου τὴν ἱκεσίαν προσάγουσα. οὐ γὰρ ἠγνόει τὸ τοῦ χαρίσματος, μέγεθος, τάξιν ἐπέχον δευτέραν τῶν εἰς οἰκοδομὴν τῆς ἐκκλησίας μέτρῳ πίστεως ὑπὸ τοῦ πνεύματος διανενεμημένων, καθά φησιν ὁ ἀπόστολος· Ϡκαὶ οὓς μὲν ἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας.Ϡ ἔνθεν τοι καὶ ταχέως ὑπήκουσεν αὐτῆς ὁ λέγων· Ϡἔτι λαλοῦντός σου ἐρῶ, ἰδοὺ πάρειμι.Ϡ ἐφάνη γὰρ
[p. 40] οὐρανόθεν ἄγγελος Θεοῦ, στολὴν ἐνδεδυμένος λευκὴν καὶ τὸ εἶδος ἐξαστράπτων, καὶ κατὰ πρόσωπον αὐτῇ παραστὰς χαρᾶς ἐπλήρου ταύτην ὁπόσης ἂν εἴποις· καὶ οὐ μόνον τῷ παραδόξῳ τοῦ σχήματος οὐ κατέπληξεν, ἀλλὰ καὶ προσηνῶς αὐτῇ διελέγετο καὶ φησί· «χαίροις τοῦ Θεοῦ πιστοτάτη θεράπαινα· ἰδού σοι κατὰ τὴν αἴτησιν ἀπέστειλέ με κύριος εἷς διακονίαν διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν διὰ σοῦ. ἔσομαι δὲ μετά σου διὰ παντός, τὰ κρυφῇ γινόμενα καθ᾿ ἡμέραν σαφῶς ὑποδεικνύων σοι.» καὶ ταῦτα εἰπών, ἐκεῖνος μὲν ἀπέστη τῶν ὄψεων αὐτῆς· αὐτὴ δὲ εἰς τὸ ἔδαφος ἑαυτὴν ὑφαπλώσασα καὶ κολληθῆναι τούτῳ βιαζομένη τὴν εὐχαριστίαν οὕτως ἀνέπεμπε τῷ θεῷ, καὶ τὸ ἀπ᾿ ἐκείνης οὐ διέλιπεν ὁ ἄγγελος τοῦ Θεοῦ ὀπτανόμενος καὶ δῆλα καθιστῶν οὐ τὰ ταῖς ἀδελφαῖς μόνον, ἀλλὰ καὶ τὰ πᾶσι πραττόμενα καὶ λανθάνοντα.

μετὰ γοῦν τὰς ὀρθρινὰς δοξολογίας, ἐπεὶ καὶ πάννυχος ἦν ἡ στάσις αὐτῇ, κατὰ μόνας μικράν τινα τῷ σώματι τὴν ἄνεσιν διδοῦσα καὶ ὕπνου μεταλαμβάνουσα (οὕτω γὰρ εἴθιστο), εἰς τὸ τοῦ ναοῦ εἰσῄει διακονικόν, καὶ τῶν ἀδελφῶν ὀνομαστὶ πρὸς ἑαυτὴν ἑκάστην καλοῦσα καὶ ταύτην παρακαθιζομένη ὁμαλῶς πως ὑπῃνίττετο τὰ ἄδηλα καὶ κρύφια· καὶ τῶν τῆς ψυχῆς κινημάτων αὐτῆς καὶ διανοημάτων εὐφυῶς καθήπτετο, νύττουσα τὸ συνειδὸς καὶ εἰς ὁμολογίαν τῶν σφαλμάτων καὶ μετάνοιαν ἐρεθίζουσα καὶ παντελοῦς λαμβάνουσα τῶν τοιούτων διορθώσεως ὑπόσχεσιν· ὅπερ ἐξίστασθαι ἑαυτῶν ἐποίει τὰς ἀδελφάς, καὶ οὐκέτι ταύτῃ προσεῖχον ὡς πρότερον, ἀλλ᾿ ὑπὲρ ἄνθρωπον εἶναι τὴν Εἰρήνην καὶ ὡμολόγουν καὶ ἀνεκήρυττον.

10. καὶ φήμη τις περὶ αὐτῆς μεγάλη τὰς ἁπάντων ἐντεῦθεν διέθεεν ἀκοάς· καὶ πᾶσα πρὸς αὐτὴν ἡ πόλις συνέτρεχε πρόσωπον αὐτῆς ἐπιποθοῦντες ἰδεῖν τὸ τίμιον καὶ λόγον αὐτῆς ἀκοῦσαι καὶ εὐχῶν
[p. 42] ἀπολαῦσαι. πᾶσι δὲ τοῖς προσερχομένοις τὸν τῆς ἀγάπης νόμον ἀποπληροῦσα τὰ κατὰ ψυχὴν περιπαθῶς εἰς φανερὸν αὐτοῖς ἦγεν ἐν ταῖς ὁμιλίαις καὶ πρὸς μετάνοιαν καὶ τῶν τοῦ Θεοῦ ἐπιστροφὴν ἐνῆγεν ἐνταλμάτων, τὴν τοῦ βίου ματαιότητα διεξιοῦσα καὶ τὸ τῆς δίκης ἄφυκτον καὶ τῆς γεέννης τὸν φόβον καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν, «εἰ μὴ γὰρ ἐνταῦθα» λέγουσα «διὰ μετανοίας τῶν σφαλμάτων τὴν ἄφεσιν εὕρωμεν καὶ τῶν ἁμαρτιῶν ἡμῶν ἐκκαθαρθῶμεν, ὥσπερ οὐκ ἔστι μετὰ τὴν ἔξοδον ἐξομολόγησις καὶ μετάνοια, οὕτως οὐδὲ τῆς ἀποκειμένης τοῖς ἁμαρτάνουσι κολάσεως καὶ τιμωρίας ἀποφυγή.»

παρήγγελλε δὲ μάλιστα πάντων ἀκαθαρσίας ἀπέχεσθαι καὶ πλεονεξίας καὶ τρυφῆς, «τούτοις γάρ» φησίν «ὁ πονηρὸς τοὺς ἐν βίῳ κλονουμένους ὡς ἄρκυσιν ἰσχυροῖς εὐκόλως καταζωγρεῖ,» ἐλεημοσύνης δὲ καὶ σωφροσύνης καὶ ἐγκρατείας κατὰ τὸ δυνατὸν ἐπιμελεῖσθαι καὶ ἀεὶ μετανοεῖν ἐπὶ τοῖς συμβαίνουσι παραπτώμασι·
«πολλὰ γὰρ καθ᾿ ἑκάστην ἡμῖν τὰ προσκόμματα. δεῖ δὲ καὶ τὴν γλῶσσαν παιδεύειν μὴ πρὸς ὕβρεις καὶ λοιδορίας εἶναι πρόχειρον· Ϡὃς γὰρ ἐὰν εἴπῃ τῷ ἀδελφῷ αὐτοῦ· μωρέ, ἔνοχος ἔσται τῷ πυρὶ τῆς γεέννηςϠ, ὡς ἠκούσαμεν, καὶ Ϡἐν ᾧ κρίματι κρίνομεν κριθησόμεθα.Ϡ εὔκολος γὰρ ἡ διὰ γλώσσης ἁμαρτία καὶ χαλεπή, ἐπειδὴ τὸ μὲν ἄλλως ἁμαρτάνειν οὐχ ἕτοιμον, τὸ δὲ διὰ γλώσσης ἁμαρτάνειν πρόχειρον.
τοὺς ὅρκους φεύγειν τελέως καὶ μὴ διασύρειν τὸ τοῦ Θεοῦ ὄνομα πανταχοῦ καὶ περιττῶν ἕως καὶ οὐδαμινῶν προφάσεων, ὅπερ φρίττουσι καὶ ἄγγελοι ὀνομάζοντες· καταφρόνησις γὰρ τοῦτο τοῦ Θεοῦ. καὶ ἐπειδὴ ὁ καταφρονῶν πράγματος καταφρονηθήσεται ὑπ᾿ αὐτοῦ, τί πείσεται ὁ καταφρονούμενος ὑπὸ τοῦ Θεοῦ πῦρ ἡμᾶς δοκιμάσαι περιμένει καὶ διακρῖναι τὸν δίκαιον καὶ τὸν ἀσεβῆ. σεβασθῶμεν καὶ φοβηθῶμεν τὸν θεὸν καὶ τὴν ἑαυτῶν μὴ περιφρονῶμεν σωτηρίαν· διὰ τοῦτο γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παρήγαγεν, ἵνα μερὶς καὶ κλῆρος τοῦ Θεοῦ γενώμεθα καὶ μὴ τῷ διαβόλῳ μερίς, ᾧ τὸ πῦρ τὸ αἰώνιον ἡτοίμασται, ὥστε σὺν ἐκείνῳ
[p. 44] βληθῆναι εἰς τὴν ἀνύποιστον ἐκείνην καὶ ἄσβεστον εἰς αἰώνας τηγανίζεσθαι φλόγα. τὸ μὲν γὰρ ἁμαρτάνειν τῆς φυσικῆς ἡμῶν ἀσθενείας ἴδιον, τὸ ἐλεεῖν δὲ καὶ συγχωρεῖν τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἔργον· ἀλλὰ τοῖς ἐπισταμένοις τὴν ἑαυτῶν ἄγαν οὐθένειαν τοῦτο, οἳ καὶ ὁμολογοῦσι ταύτην ἐνώπιον αὐτοῦ καὶ μετὰ δακρύων αἰτοῦσι τῶν ἐπταισμένων τὴν ἄφεσιν.» τούτοις οὖν καὶ τοῖς τοιούτοις πολλοὶ τῶν προσιόντων αὐτῇ συγκλητικῶν καὶ τῶν ἄλλως ἐχόντων κατὰ τὸν βίον διδασκόμενοι καὶ νουθετούμενοι, καὶ γυναικῶν δὲ καὶ παρθένων τῶν περιφανείᾳ γένους σεμνυνομένων, προσεῖχον ἑαυτοῖς καὶ τὴν ἀπάγουσαν εἰς ζωὴν μετὰ πάσης προθυμίας ἐπορεύοντο πορείαν, διὰ στόματος φέροντες πανταχοῦ τὴν Εἰρήνην καὶ θαυμάζοντες.

11. αὐτὴ δὲ οὔτε τῆς πρὸς θεὸν ἔληγεν εὐχαριστίας, οὔτε τῆς παννύχου στάσεως ἐνεδίδου. καὶ δή ποτε περὶ δυσμὰς ἡλίου ταύτης ἀρξαμένης καὶ τὰς ὁσίας ἐπαράσης χεῖρας, ὡς ἔθος, εἰς οὐρανόν, περί που τὸ μεσονύκτιον φάλαγξ δαιμονίων ἀθρόον ἐπιστᾶσα φωναῖς ἀσήμοις τε καὶ τεταραγμένῃ βοῇ τὴν ἀκίνητον αὐτῆς διασαλεῦσαι στάσιν ἐπειρῶντο. τούτων δὲ πονηρότερον ἓν οἷα καὶ αὐθαδέστερον πλησίον αὐτῆς γενόμενον ἐῴκει ταύτην μυκτηρίζειν καὶ τὰ μίμων φθέγγεσθαι, Εἰρήνην ξυλίνην καὶ ξυλίνοις τοῖς ποσὶ βασταζομένην λέγον καὶ ἄλλ᾿ ἄττα φλυαροῦν· καὶ μεταβαλλόμενον αὖθις ὠδύρετο, «ἕως πότε τὴν γενεὰν ἡμῶν» φάσκον «θλίβεις ἕως πότε ταῖς μακραῖς σου μαστίζεις ἡμᾶς προσευχαῖς ἕως πότε καίεις ἡμᾶς ἕως πότε σου ἀνεξόμεθα πλήρεις ἡμεῖς ἀνίας τῆς παρὰ σοῦ.»

εἶτα σὺν ἐκείνῳ ἐδόκουν καὶ τὰ λοιπὰ κατατρύχεσθαι καὶ τὰς περειὰς [λεγε· παρειὰς] τύπτοντα θρῆνον πολὺν ἐξηχεῖν ὡς ἐπὶ μεγάλῃ τούτοις τῇ συμφορᾷ. ὡς δὲ μηδὲν ἤνυον πρὸς τὸ σπουδαζόμενον αὐτοῖς, ἐκείνη [p. 46] δὲ ὥσπερ ἁρπαγεῖσα εἰς οὐρανὸν ὅλην εἶχεν ἐκεῖ πρὸς θεὸν τὴν διάνοιαν, ἀκλόνητος τὸ παράπαν καὶ ἀπτόητος ἱσταμένη, τὴν χεῖρα τὸ δαιμόνιον ἁπλῶσαν καὶ πυρσὸν ἀπὸ τῆς θρυαλλίδος ἐπιμῦξαν καθῆκε περὶ τὸν τράχηλον τῆς ὁσίας. ὁ δὲ καθάπερ τισὶ ῥιπίσιν ἀνάψας, ὅλον μὲν τὸ κουκούλιον σὺν τῷ ἐπωμίῳ καὶ τῷ χιτωνίσκῳ λάβρως κατακαίων ἥψατο καὶ τῶν σαρκῶν· καὶ διεπορεύετο καταφλέγων τοὺς ὤμους, τὸ στῆθος, τὴν ῥάχιν, τοὺς νεφρούς, τοὺς λαγόνας, καὶ μικροῦ δεῖν ὅλον ἄν περιῆλθε τὸ σῶμα τὸ πῦρ ἐπινεμόμενον, εἰ μή τις τῶν ἀδελφῶν τις νυκτεριναῖς εὐχαῖς ἐγρηγορυῖα καὶ τῆς κνίσσης τῶν σαρκῶν ὀσφραινομένη καὶ «ποῦ ποτε τῆς μονῆς τὸ καιόμενόν ἐστιν» ἐξῄει θροηθεῖσα τῆς κέλλης· καὶ ῥινηλατοῦσα ἑπομένη τῇ δυσωδίᾳ μέχρι τοῦ τῆς προεστώσης ἔστησε τοὺς πόδας κελλίου. παρακύψασα δὲ καὶ τοῦτο καπνοῦ καὶ κνίσσης πεπληρωμένον εἰδοῦσα, τῆς θύρας ἐκστροφὴν μόγις ποιησαμένη εἰσῆλθε μέν, εὗρε δὲ (θέαμα φρικτόν) ὅλην μὲν τὴν Εἰρήνην ἐμπεπρησμένην, ἀκίνητον δὲ καὶ ἀρρεπῆ καὶ ἀήττητον ἑστηκυῖαν καὶ μηδαμῶς τῆς τοσαύτης ἐπιστρεφομένην πυρκαϊᾶς.

ἐπεὶ δὲ πρὸς μόνον σπεύδουσα τὸ κατασβέσαι τὴν φλόγα καὶ τοῦ πυρὸς ἐνελέσθαι τὴν διδάσκαλον ἤρξατό τε κλονεῖν αὐτὴν καὶ συσσείειν σβεννῦσα τὸ πῦρ καὶ καταστέλλουσα τὴν φλόγα, τὰς χεῖρας ὀψέ ποτε τῆς ἐκτάσεως ἐκείνη κατενεγκοῦσα, «ἵνα τί τοῦτο πεποίηκας, τέκνον μου» ἀπεκρίνατο «τί με τοσούτων ἀπεστέρησας τῇ εὐνοίᾳ σου ταύτῃ τῇ ἀκαίρῳ τῶν ἀγαθῶν οὐ δέον ἡμᾶς φρονεῖν τὰ τῶν ἀνθρώπων ἀλλὰ τὰ τοῦ θεοῦ· ἰδοὺ γὰρ πρὸ τῶν ἐμῶν ὀφθαλμῶν ἄγγελος ὡρᾶτο Θεοῦ πλέκων μοι στέφανον ἐξ ἀνθέων ὧν ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἤδη τὴν χεῖρα
[p. 48] διατεινομένην εἶχε τῇ ἐμῇ τοῦτον ἐπιθεῖναι κεφαλῇ· σοῦ δὲ τῆς προμηθείας ἕνεκεν ἄπεισί με λιπών, ἔχων τὸν στέφανον μεθ᾿ ἑατοῦ. τί οὖν μοι, τέκνον, ἀγνωμοσύνης χείρονα τὴν εὐγνωμοσύνην ἀπέδωκας μισῶ δωρεὰν προξενοῦσάν μοι ζημίαν.» ὡς οὖν ταῦτα ἤκουσεν ἡ μαθήτρια, δάκρυα στάζουσα τῶν ὀφθαλμῶν, ἤρξατο τὰ προσφύντα ταῖς σαρξὶ τῆς ὁσίας ῥάκια ζέοντα ἔτι τοῖς δακτύλοις ἐκεῖθεν ἀνασπᾶν· καὶ ἰδοὺ ξένη τις ἐκ τούτων ἀνεπέμπετο εὐωδία μύρου παντὸς καὶ ἀρωμάτων πολυτίμων ἀσυγκρίτως εὐωδεστέρα, ἥτις ὅλην ἐπλήρωσε τὴν μονήν, ἐφ᾿ ἱκανὰς ἡμέρας καὶ τοὺς παροδεύοντας ἐπευφραίνεσθαι διαρκοῦσα. ἐπεὶ δὲ οὐκ ἦν ἕτερον ἱμάτιον τῇ ὁσίᾳ εἰ μὴ τοῦτο μόνον, ὅπερ ταῖς τιμίαις σαρξὶν αὐτῆς ἡ φλὸξ συγκατέφλεξε, πορευθεῖσα ἤνεγκεν ἡ ἐπαινετὴ μαθήτρια ἱμάτιον ἑαυτῆς καὶ τὴν πνευματικὴν ἐνέδυσε μητέρα· ἦν γὰρ καὶ τοῦτο μέρος τῶν αὐτῆς κατορθωμάτων, τὸ μὴ δεύτερον κεκτῆσθαι χιτῶνα, ἀλλ᾿ ἅπαξ τοῦ ἐνιαυτοῦ κατὰ τὴν ἁγίαν καὶ μεγάλην πέμπτην τοῦ πάσχα τὸν φορούμενον παρ᾿ ὅλον ἐνιαυτὸν ἀπαμφιέννυσθαι καὶ αὖθις καινὸν ἐνδιδύσκεσθαι, τὸ μέντοι παλαιὸν ἱμάτιον πενομένῃ δίδοσθαι γυναικί.

12. μετὰ γοῦν ἡμέρας ὀλίγας τῷ τῶν ψυχῶν καὶ σωμάτων ἰατρῷ τὰς πυρακτωθείσας ἰατρευθεῖσα σάρκας, αὐτὴ μὲν εἴχετο τῶν ὁμοίων· τὸ δὲ τῆς προφητείας χάρισμα ἐπὶ πλέον ηὔξανεν αὐτῇ καὶ ηὔγαζε καὶ τὰ πόρρω προβλέπειν ἐδίδου. Κυρίλλου γάρ ποτε πρὸς αὐτὴν τοῦ εὐνούχου παραγενομένου, ὅς οἰκειότατός τε ἦν καὶ
[p. 50] εὐνούστατος τῇ ταύτης ἀδελφῇ θεράπων (γυναῖκα δὲ ταύτην ὑστάτην ὁ λόγος ἀνωτέρω τοῦ καίσαρος ἐδήλωσε Βάρδα) κατ᾿ ἰδίαν τοῦτον ἀπολαβοῦσα μηνύει δι᾿ αὐτοῦ τῇ ἀδελφῇ ταῦτα εἰποῦσα, «πρόσεχε καὶ φρόντισον τὰ περὶ σεαυτῆς· ὁ γὰρ καῖσαρ» φησίν «ὁ σὸς μὲν ἀνήρ, ἐμὸς δὲ γαμβρός, συγχωρήσει Θεοῦ καὶ κρίμασιν οἷς οἶδεν ἐκεῖνος ἀνεφίκτοις ἐπιβουλὴν ὑποστήσεται ὅσον οὕπω καὶ τεθνήξεται παρὰ τοῦ ἐπιβουλευσαμένου. μετ᾿ ὀλίγον δὲ καὶ αὐτὸς ὁ ἀνεψιὸς βασιλεὺς Μιχαὴλ ὡσαύτως πείσεται διὰ τὰς ἀνοσίους αὐτοῦ καὶ ἀθεμίτους πράξεις· διαπαίζων γὰρ τὰ θεῖα διαπαιχθήσεται. ἀλλὰ σκεπτέον σοι μήτε θήσειν ἔκφορα ταῦτα μηδενί, μήτε τῷ μέλλοντι κατασχεῖν τὰ τῆς βασιλείας σκῆπτρα τῶν σῶν τινα συγγενῶν ἀντιβῆναι μὴ διακωλῦσαι· εἰ γὰρ καὶ φόνων αἴτιος ὁ ἀνήρ, ἀλλὰ θεοσεβέσι καὶ βασιλικοῖς κατακεκόσμηται προτερήμασι, καὶ διὰ τοῦτο καὶ θεὸς εὐδοκεῖ ἐπ᾿ αὐτῷ καὶ οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ.» ἀλλ᾿ ἐκείνη τὰς προρρήσεις τῆς ἀδελφῆς πιστὰς εἰδυῖα καὶ ἀναμφιλέκτους, τῷ φίλτρῳ νικηθεῖσα τοῦ ἀνδρὸς ἀνακαλύπτει τούτῳ πάντα τὰ μηνυθέντα. ὁ δὲ σοβαρός τε ὢν καὶ ἀπονοίας ἀνάμεστος, ὡς ἀσύνετος οὐ συνῆκε πρὸς θεὸν καταφυγεῖν καὶ τῆς ἄνωθεν τυχὼν ἀντιλήψεως παραδραμεῖν τὸν προκείμενον κίνδυνον, καθώς πού φησιν Ἱερεμίας ὅτι Ϡἐὰν ἐπιστρέψῃ ἀπὸ τῶν κακῶν αὐτοῦ, μετανοήσω κἀγὼ ἀπὸ τῶν κακῶν ὧν ἐλογισάμην ποιῆσαι αὐτῷ,Ϡ ἀλλ᾿ ἐνέκειτο μόνον τὸ ὄνομα ζητῶν τοῦ τὴν βασιλείαν διαδεξομένου μαθεῖν. οὐκ εἶχε δὲ τὸν ἀπαγγέλλοντα· τίς γὰρ ἱκανὸς ἃ ὁ θεὸς ὁ ἅγιος βεβούλευται διασκεδάσαι ἀλλὰ καὶ πολλάκις καὶ διαφόρους πρὸς τὴν ὁσίαν ἀπεσταλκὼς περὶ τούτου πευσόμενος εἰς μάτην ἐφαίνετο κοπιῶν, ἕως μετὰ βραχὺ κατὰ τὴν αὐτῆς ἐξέβη πάντα πρόρρησιν· ὁ μὲν γὰρ καῖσαρ ἀνῃρέθη παρὰ τῷ στρατοπέδῳ, βασιλεὺς δὲ ὁ Μιχαὴλ καὶ αὐτὸς εἰσελθὼν ἐν τῷ παλατίῳ τοῦ ἁγίου Μάμαντος μετὰ τὴν ἱπποδρομίαν, ἡνίοχος γὰρ
[p. 52] ἦν, κεκραιπαληκὼς ἐξ οἴνου κατὰ κόρον, οὗ συνεχῶς ἀπήλαυε, κρεουργηθεὶς ἀπέρρηξε τὴν ζωήν, Βασιλείου τοῦ ἐκ Μακεδονίας τὴν βασιλείαν μετ᾿ αὐτὸν κατασχόντος· ᾧ τὰ σκῆπτρα ἐπὶ τετάρτην ἢ καὶ πέμπτην ἐξετάθη γενεάν. ἀλλὰ ταῦτα μὲν ὅσον εἰς ἀπόδειξιν οὗπερ ἠξίωτο προφητικοῦ χαρίσματος.

13. γυνὴ δέ τις τῶν εὖ γεγονότων, ἐκ Καππαδοκίας καὶ αὐτὴ τὸ γένος ἕλκουσα, προσῄει τῇ θαυμασιωτάτῃ γυναικῶν Εἰρήνῃ, τὴν κόμην τῆς κεφαλῆς κειραμένη καὶ τοῦ καταλόγου τῶν ὑπ᾿ αὐτὴν μια γενομένη μοναζουσῶν. ὁ δὲ τοῖς ἀγαθοῖς ἀεὶ βασκαίνων διαφερόντως πονηρὸς σφοδρῶς ὑποδὺς τὸν ταύτης κατὰ χώραν μνηστῆρα, λίαν ὑπέκαιε τοῦτον καὶ κατέτηκε τῷ τῆς μνηστευθείσης ἔρωτι· ὃν ἐκείνη καταλιποῦσα καὶ πάντων καταφρονήσασα διὰ τὸ πρὸς τὸν κύριον φίλτρον τῇ προστασίᾳ τῆς ὁμοχώρου προσπέφευγεν Εἰρήνης. ἀγνοῶν δὲ ὁ ταλαίπωρος ὡς οὐ τῆς ἑαυτοῦ φύσεως ὁ τοῦ λοιποῦ πρὸς ἐκείνην διὰ κενῆς ἔρως (ἐμάνθανε γὰρ ἤδη ταύτην τὸν χρηστὸν ὑπελθοῦσαν τοῦ Χριστοῦ ζυγόν), ἀλλὰ τῆς τοῦ διαβόλου ἔργον ἐπηρείας, ἠνιᾶτο, ἐδυσφόρει, ἔπασχεν ὅσα τοὺς τοιούτους πάσχειν εἰκός· καὶ τέλος μάγῳ τινὶ προσδραμὼν εὗρεν αὐτὸν ὡς ὑπηρέτην τοῦ σατανᾶ δοκιμώτατον πάντα ποιήσειν τὰ κατὰ θέλησιν αὐτῷ καὶ πληρώσειν ἐπαγγελλόμενον. καὶ ταῦτα μὲν ἐκεῖνος ἐπὶ τῆς Καππαδοκῶν ἐργαζόμενος ἦν.

τὴν κόρην δὲ ζέσις καρδίας ἐπεισπεσοῦσα παρ᾿ ἐλπίδα καὶ ὅλην ἐκφρενῆ μανικῷ τῷ πρὸς τόν ποτε μνηστῆρα ταύτης ἔρωτι θήσασα οὐδὲ καθεκτὴν εἶναι συνεχώρει, τῇ βίᾳ πηδῶσαν, βοῶσαν, στένουσαν, κλαίουσαν, μεγάλῃ φωνῇ τὸ ἐκείνου ὄνομα
[p. 54] ἀνακαλουμένην καὶ εἰ μή τοῦτον δῴη τις αὐτῇ τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ τῆς αὐτοῦ κατὰ κόρον ὄψεως ἐπαπολαῦσαι καὶ κοινωνίας, διαβεβαιοῦσαν ὅρκοις φρικώδεσιν ἑαυτὴν ἀπαγχονῆσαι· εἶτα καὶ πρὸς τὸν πυλῶνα πυκνὰ θέουσαν ἦν αὐτὴν ὁρᾶν καὶ τὴν ἔχοδον ἐπισπεύδουσαν καὶ ταύτην ἀσήμοις κραυγαῖς καὶ σχήμασιν ἀναιδέσιν ἐπιτάττουσαν τῇ θυρωρῷ. ὡς οὖν εἰς ἀκοὰς ἧκε ταῦτα τῇ μακαρίᾳ Εἰρήνῃ, τὰς ὄψεις αὐτῆς ἀμφοτέραις τύψασα χερσίν, «οἴμοι τῇ ἀθλίᾳ» εἶπεν «ὅτι ῥαθυμίᾳ τῶν ποιμένων οἱ λύκοι τὰ πρόβατα διαρπάζουσιν· ἀλλ᾿ οὐ χαιρήσεις ἐπὶ τούτῳ, πονηρέ, οὐδ᾿ οὐ μὴ καταπίῃς τὴν ἀμνάδα τοῦ Χριστοῦ. κατὰ τῆς σεαυτοῦ δὲ καὶ τοῦτο κεφαλῆς ἡ τοῦ κυρίου μου Ἰησοῦ περιτρέψει δύναμις.»

καὶ κατὰ τὸ σύνηθες ἐν τῷ διακονικῷ γενομένη, πρὸς ἑαυτὴν μὲν τὰς ἀδελφὰς συνήγαγε, πολλὰ δὲ πρὸς νουθεσίαν αὐταῖς διαλεξαμένη καὶ τὴν τοῦ διαβόλου καθ᾿ ἡμῶν ἐκ τοῦ κατὰ τὴν πάσχουσαν παραδείγματος διασαφήσασα δύναμιν καὶ ὡς «χρεὼν ἡμᾶς» φησίν «ἀγρυπνεῖν ἐν παντὶ καιρῷ, ὅτι ὁ ἀντίδικος ἡμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ» καὶ ὅτι «διὰ τοῦτο τῆς ἀγέλης αὐτὸν ἔξω περιιέναι τε καὶ ὠρύεσθαι θεὸς ἀφῆκεν, ἵνα τῷ τούτου φόβῳ συνάγηται πᾶς τις ὑπὸ τὴν σκέπην τοῦ ἀγαθοῦ ποιμένος Χριστοῦ καὶ ὡς ἐν ἀσφαλεῖ τυγχάνων φρουρίῳ διαγελᾷ τοὺς αὐτοῦ βρυχηθμούς.» παρήγγειλε τὸ καθόλου μήτε ἄρτου μήτε οἴνου δι᾿ ὅλης ὁμοῦ τῆς ἑβδομάδος ταύτας ἀπογεύσασθαι, μόναις δὲ τὸ πρὸς ἑσπέραν ὀπώραις τὴν τοῦ σώματος ἀνέχειν ταλαιπωρίαν, καὶ γονυκλισίας πρὸς τὸν θεὸν υπὲρ τῆς ἀδελφῆς ἑκάστην αὐτῶν διὰ τῆς ἡμέρας χιλίας ποιεῖσθαι τὸν ἀριθμόν. «ἠκούσατε γάρ» φησί «τοῦ κυρίου ἡμῶν εἰπόντος ὅτι Ϡτοῦτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.Ϡ καὶ μήτις ὑμῶν ὑπολαβέτω τὸν ὑπὲρ τῆς ἀδελφῆς κόπον μηδὲν πρὸς οἰκείαν συντελεῖν ὠφέλειαν· τοῦτο γάρ ἐστι τὸ μέγα κέρδος, ἐν τούτῳ κρέμαται ἡ τοῦ χριστιανικοῦ τάγματος πολιτεία, Ϡἐν τούτῳ γνώσονταιϠ φησὶν ὁ κύριος Ϡπάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἒν ἀγαπᾶτε ἀλλήλους καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς.
[p. 56] μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ.Ϡ»

καὶ συνταξαμένη ταῖς ἀδελφαῖς βαλοῦσά τε ταύταις μετάνοιαν ἀντιβαλούσαις πρὸς τὸ οἰκεῖον ἑκάστην παρέπεμψε κελλίον. τῆς ἐκτενοῦς δὲ ταύτης θερμῶς ἐπιτελουμένης προσευχῆς ὑπὸ πάσης τῆς ἀδελφότητος, καὶ πασῶν τούτων τὰς δεήσεις τῆς κεκαθαρμένης διανοίας τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνούσης τὸν θεὸν Εἰρήνης εὐθυβόλως καὶ ἀπαραποδίστως πρὸς τὸν εὔσπλαγχνον ἀναφερούσης, τρίτη μὲν ἤδη παρῆλθεν ἡμέρα. περὶ δὲ τὰς ἀλεκτρυόνων ᾠδὰς τῆς τετάρτης ἐπιούσης, ἐν ὅσῳ μὲν εἱστήκει πρεσβεύουσα καὶ τὰς χεῖρας εἰς ὕψος τεταμένας ἡ ὁσία ἔχουσα, τὸν μέγαν ὁρᾷ Βασίλειον πρὸ τῶν ὀφθαλμῶν αὐτῆς ἐφεστηκότα, τοιοῦτον οἷον αἱ εἰκόνες γράφουσι, λέγοντα πρὸς αὐτήν· «ἵνα τί οὕτω κατονειδίζεις ἡμᾶς, Εἰρήνη, καταδεχομένους οἷα δὴ τὰ μιαρὰ καὶ ἀθέμιτα παρὰ τῇ κοινῇ γινόμενα πατρίδι τοῦ κυρίου ἡμῶν ἡ μήτηρ, ἰδού, πρωΐας αὔριον ἐν Βλαχέρναις παραγίνεται· σὺ δὲ λαβοῦσα μεθ᾿ ἑαυτῆς τὴν κακῶς πάσχουσάν σου μαθήτριαν ἐκεῖ τὸ τάχος εὑρέθητι, καὶ πάντως τεύξεται τῆς ἰάσεως.» καὶ ταῦτα μὲν ἐκεῖνος εἰπὼν ἀφανὴς ἦν. ἡ δὲ συνῆκεν εὐθύς, ἅπερ πρὸς τὴν εἰκόνα τοῦ μεγάλου Βασιλείου βλέπουσα πρὸ τῆς ἑσπέρας διελέγετο· τοιαῦτα γὰρ τὰ παρ᾿ αὐτῆς ἐτύγχανε μετὰ δακρύων εἰρημένα, καὶ βοηθὸν ἐπεκαλέσατο καὶ ῥύστην τῆς κακῶς ἐχούσης γυναικός. καὶ δὴ παραλαβοῦσα ταύτην κατὰ τὰ προστεταγμένα καὶ δύο προκρίτους τῶν ἀδελφῶν τὰς Βλαχέρνας κατέλαβε, καὶ παρ᾿ ὅλην οὐ διέλιπε τὴν ἡμέραν δυσωποῦσα τὴν θεοτόκον καὶ δάκρυσι τὸ ἅγιον τοῦ ναοῦ διαβρέχουσα δάπεδον.

ἑσπέρας δὲ καταλαβούσης ἄχρι μεσονυκτίου τὴν ἱκεσίαν ἄμα ταῖς ἀδελφαῖς παρέτεινε, περὶ δὲ τὸ μεσονύκτιον, ἄτε δὴ κεκοπικυῖαι, καθεσθεῖσαι μικρὸν ὕπνωσαν. ἐδόκει δὲ τὴν ὁσίαν Εἰρήνην ὁρᾶν πρόοδόν τινα φοβερὰν καὶ πολυάνθρωπον ἑτοιμαζομένην, καὶ τὸν μὲν ἔδαφος καθαιρόμενον οἷα ἀκριβῶς, καταρραινόμενον δὲ παντοίοις αὖθις ἄνθεσιν ἡδυπνόοις, καί τινας
[p.58] χρυσοφοροῦντας θυμιᾶν καὶ τὸν ἀέρα κατευωδιάζειν ἀπιόντας καὶ ὑποστρέφοντας. καὶ ὡς ταῦτα βλέπουσαν περιδεῆ γενομένην καὶ πυθομένην, τί ποτ᾿ ἂν εἴη τοῦτο τὸ γινόμενον, ἀκοῦσαι παρά τινος πρὸς αὐτὴν ἀποκριναμένου· «σὺ δὲ τίς εἶ, τοῦτο ἀγνοοῦσα ὅλον, ὡς ἡ μήτηρ τοῦ Θεοῦ πάρεστιν ὧδε καὶ τὴν ἀπὸ τοῦ μεγάλου ναοῦ πρὸς τὸν τῆς ἁγίας ἔδοξεν αὐτῇ σοροῦ διάβασιν ποιήσασθαι, ἧς τὸ κλέος πολὺ μᾶλλον ἐν οὐρανῷ ἢ ἐπὶ γῆς. ἔσο τοίνυν ἕτοιμος· ἴσως ἀξιωθήσῃ ταύτην καὶ ἰδεῖν καὶ προσκυνῆσαι.»

καὶ τοῦτου λαλοῦντος αὐτίκα τοὺς προοδεύοντας τεθεᾶσθαι λαμπροὺς καὶ φωτοειδεῖς στιχηδὸν προπορευομένους, κατεσταλμένους ἐν φόβῳ τινὶ καὶ μεγάλῳ σεβάσματι, καὶ τὴν μητέρα τοῦ κυρίου μετὰ πλήθους πολλῶν παρεπομένων ὡς ἥλιος ἀστραπτόντων (τὸ μέντοι πρόσωπον αὐτῆς διὰ τὴν ἄστεκτον μὴ καθορᾶσθαι δυνατὸν εἶναι φωτοχυσίαν), περιιέναι τε τοὺς ἐν ἀσθενείᾳ κατακειμένους ἐπισκεπτομένην, ἕως ἐλθεῖν καὶ ἐπ᾿ αὐτὴν τὴν τῆς Εἰρήνης μαθήτριαν. τὴν δέ, τὴν ὁσίαν, πρὸς τοὺς πόδας τῆς δεσποίνης καταπεσεῖν περιδεῆ καὶ περίτρομον, ἀκοῦσαί τε κειμένην φωνῆς τῆς πανάγνου Βασίλειον καλούσης καὶ Ἰωάννην, φάναι τε πρὸς αὐτούς· «τίνος χάριν καταλιποῦσα τὸ ποίμνιον αὐτῆς ἐνταῦθα πάρεστιν ἡ Εἰρήνη» καὶ τούτων θάτερον τὸν Βασίλειον κατὰ μέρος ἅπαντα καταλέξαι, ὅσα τε πάθοι ἡ κατὰ πνεῦμα θυγάτηρ αὐτῆς ὅσα τε τούτου καταβοῶσα διετέλεσεν, ἀνεχομένου κατὰ τὴν τῆς πατρίδος γῆν γόητας ἀναστρεφομένους, καὶ ὡς «διὰ ταῦτα καταπεφευγέναι» φησί «πρὸς τὴν πάντα σου ἰσχύουσαν τῆς ἡμῶν δεσποίνης αὐτὴν ἐξουσίαν.»

καὶ πάλιν ἀκοῦσαι λεγούσης «τὴν Ἀναστασίαν μοι καλέσατε» καὶ παραστῆναι δύο γυναῖκας αὐτίκα, ὧν τὴν μίαν, σχῆμα περικειμένην μοναχικόν, τὴν Ῥωμαίαν ᾤετο λέγεσθαι· πρὸς δὲ τὴν ἑτέραν ἐπιστραφεῖσα, «περὶ τοῦ πάθους τῆς μαθητευομένης τῇ Εἰρήνῃ γυναικός» φησί «μετ᾿ ἐπιμελείας ἐξετάσαι ἐπείχθητι, συνεργὸν εὑροῦσα καὶ τὸν ἱερὸν Βασίλειον, καὶ τὸ περὶ τῶν τοιούτων ὡς λαβοῦσα χάρισμα παρὰ τοῦ υἱοῦ μου καὶ Θεοῦ καὶ θεραπείας
[p. 60] ἀξίωσον.» ἔδοξαν οὖν ἥ τε Ἀναστασία ὅ τε Βασίλειος ἅμα προσκυνήσαντες τὴν ἐπὶ Καππαδοκίαν τραπέσθαι σπουδῇ· καὶ τούτων οἰχομένων φωνὴν ἀκουσθῆναι παρά τινος πρὸς τὴν Εἰρήνην λέγουσαν· «ἄπελθε εἰς τὸ μοναστήριόν σου καὶ ἰαθήσεται ἐκεῖ.» καὶ τῷ τῆς τοιαύτης ἤχῳ φωνῆς ἔξυπνον γεγονέναι.

διυπνισθεῖσα δὲ καὶ τὰ ὁραθέντα ἀναλεγομένη, θαυμάζουσα κατηφιῶσα διετέλει· ἀφυπνίσασα δὲ καὶ τὰς ἑτέρας διηγήσατο ταύταις ἅπαντα, καὶ δοῦσαι δόξαν τῇ θεομήτορι, ὡς ἀψευδέσι τοῖς ὁραθεῖσι πιστεύσασαι, πρὸς τὸ μοναστήριον ὑπέστρεψαν. ἦν δὲ παρασκευὴ ἡμέρα.

περὶ δὲ τὰς ἡλίου δυσμὰς καὶ ταῖς λοιπαῖς ἀδελφαῖς τὸν τῆς μονῆς εὐκτήριον οἶκον εἰσιοῦσα τὰς συνήθεις εὐχὰς πληρῶσαι διηγήσατο τὸ ὅραμα. ἐπειδὴ δὲ καὶ πάσας εἶχε μὴ διαπιστούσας ἀλλ᾿ ἐκπληττομένας τὰ μεγαλεῖα τοῦ Θεοῦ, τὰς χεῖρας εἰς οὐρανὸν αἴρειν πάσαις διακελεύσατο καὶ τὸ Ϡκύριε ἐλέησονϠ ἐξ ὅλης βοᾶν τῆς καρδίας, προκειμένης αὐτῶν τῆς πασχούσης καὶ μηδὲν σεμνὸν τῇ παραφορᾷ τῶν φρενῶν καὶ λεγούσης καὶ ποιούσης. ἀλλὰ τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ ὡς γὰρ ἐπὶ πολὺ ταύταις ἡ δέησις παρετείνετο καὶ δάκρυσι τούτων τὸ τοῦ ναοῦ κατερραίνετο ἔδαφος, ὡράθησαν ἐπὶ τοῦ ἀέρος ἱπτάμενοι ἥ τε καλλίμαρτυς Ἀναστασία καὶ ὁ μέγας Βασίλειος, καὶ φωνή τις τούτων ἠκούετο πρὸς τὴν Εἰρήνην λέγουσα· «ἅπλωσον τὸν κόλπον σου καὶ δέξαι ταῦτα καὶ μηκέτι ἡμᾶς ὀνείδιζε.» ὑφαπλώσασα δὲ δέχεται καταφερόμενον ἐκ τοῦ ἀέρος ἀπόδεσμον ὡσεὶ λιτρῶν βάρους τριῶν. συνδραμοῦσαι δὲ πᾶσαι αἱ ἀδελφαὶ καὶ τῷ παραδόξῳ τοῦ πράγματος ἐξιστάμεναι, τύπτουσαι τὰ στήθη τὴν θεοτόκον ἐδόξαζον. ἀνάψασαι δὲ κηροὺς ἤρξαντο διαλύειν τὸν ἀπόδεσμον· ὁ δὲ εἶχεν ἔνδον παντοδαπὰς ἐνειλημένας περιεργίας, καὶ εἴδωλα μολίβδου κατεσκευασμένα δύο,τὸ μὲν τοῦ μνηστῆρος, τὸ δ᾿ ἕτερον τῆς κακῶς ἐχούσης ἐοικότα μοναχῆς, περιπλοκὴν πρὸς ἄλληλα ποιούμενα καὶ θριξὶ καὶ μίτοις καταδεδεσμημένα, καὶ ἄλλα τινὰ τῆς πονηρίας σοφίσματα καὶ τὸ
[p. 62] τοῦ δημιουργοῦ τῆς κακίας ὄνομα καὶ δαιμόνων ὑπαστιστῶν αὐτοῦ κλήσεις ἐγγεγραμμένας. καὶ διετέλεσαν οὕτω τὸ λοιπὸν τῆς νυκτὸς τὸν ἀπόδεσμον διαλύουσαι καὶ τῇ μητρὶ τοῦ Θεοῦ ἡμῶν εὐχαριστοῦσαι.

πρωΐας δὲ ἤδη γενομένης κηροὺς καὶ θυμιάματα καὶ τὰ περίεργα ταῦτα ταῖς συνούσαις ἐν Βλαχέρναις αὐτῇ δυσὶ μοναζούσαις ἐγχειρίσασα, παραδοῦσά τε ταύταις καὶ τὴν κακῶς ἔχουσαν πρὸς τὸν ναὸν ἀπέστειλε τῆς μεγαλομάρτυρος Ἀναστασίας· καὶ προσφορὰν καὶ ἔλαιον ἐπιδοῦσα παρήγγειλε τὸ μὲν ἔλαιον ταῖς ἐπὶ τοῦ τάφου τῆς μάρτυρος λυχνίαις ἐπιβαλεῖν, τὴν προσφορὰν δὲ τῷ θεῷ διὰ τοῦ ἱερέως προσκομισθῆναι εἰς εὐχαριστίαν καὶ τοὺς κηροὺς ἀνάψαι ἐν τῷ ναῷ. πορευθεῖσαι δὲ καὶ πάντα κατὰ τὰ διωρισμένα τελέσασαι τῷ τὴν τοῦ ναοῦ πρόνοιαν ἐπιτετραμμένῳ καὶ τῷ κλήρῳ τὰ τοῦ θαύματος καθὼς παρηκολούθηκε διηγοῦντο. δοξασάντων δὲ πάντων τῶν ἀκουσάντων τὸν θεόν, λαβὼν ὁ τοῦ ναοῦ προεστὼς τὰς γυναῖκας κάτεισιν εἰς τὸν τῆς μάρτυρος τάφον, εὐχαριστήσας τε σὺν αὐταῖς καὶ χρίσας ἐλαίῳ τὴν πάσχουσαν ἐκ τῶν ἐν αὐτῷ λυχνιῶν ἀνῆλθεν αὖθις εἰς τὸν ναόν· καὶ τούτῳ κομισθῆναι ἐκκεκαυμένους αἰτήσας ἄνθρακας ἤρξατο κατακαίειν τὰ γοητεύματα. καὶ ἦν ἰδεῖν θαῦμα τῷ θαύματι παρεπόμενον· καθ᾿ ὅσον γὰρ ἕκαστον τῶν γοητευμάτων τὸ πῦρ ἐδαπάνα, κατὰ τοσοῦτον καὶ ἡ γυνὴ τῶν ἀφανῶν λυομένη δεσμῶν πρὸς ἔμφρονα τὴν κατάστασιν μετεβάλλετο, εὐχαριστοῦσα καὶ δοξάζουσα τὸν ῥυόμενον. ἐπεὶ δὲ πάντα κατατεφρωθέντα ἤδη πρὸς τὸ μὴ ὂν ἐχώρουν, κραυγαὶ τῶν ἀνθράκων ἐξηχοῦντο, χοιρείων ὡσπερεὶ φωνῶν ὅταν τις ἀκούοι πολλῶν
[p. 64] σφαττομένων· ὅπερ τοὺς παρευρεθέντας πάντας εἰς φόβον τε μέγαν ἐνῆκε καὶ τοῦ ναοῦ φεύγειν παρεσκεύασε, μεγάλην εἶναι τῆς μάρτυρος τὴν ἰσχὺν ἀνακράζοντας. τοιαῦτα θαυματουργεῖν οἶδε θεὸς δοξάζων τοὺς αὐτὸν δοξάζοντας. αἱ μέντοι σταλεῖσαι παρὰ τῆς ὁσίας Εἰρήνης ἅμα τῇ τεθεραπευμένῃ πρὸς αὐτὴν ἐπανελθοῦσαι καὶ τὰ παρηκολουθηκότα ταῦτα θαυμάσια τῶν λοιπῶν ἀδελφῶν εἰς ἐπήκοον ἀπαγγέλλουσαι, πρὸς περισσοτέραν ταύτας εὐχαριστίαν προθυμοτέρας διετίθεσαν· καὶ τῇ ἐπαύριον μεγάλην ἑορτὴν τὴν τῆς ἀδελφῆς ἑώρταζον ἀπολύτρωσιν.

14. κατάνυξις μὲν οὖν καὶ πάσας ἐντεῦθεν συνεῖχε τὰς ἀδελφὰς καὶ συνετήρει, πρὸς τὸν Θεοῦ φόβον καὶ πόθον συνδέουσα, πολὺ δὲ τούτων τὴν ὁσίαν προέχουσαν καὶ πλείονα περικεχυμένην αὐτῇ καθορᾶν ἦν· ἐπεὶ καὶ τὴν τῆς ψυχῆς προκοπὴν ἐν τῇ προκοπῇ τῆς ταπεινώσεως καταλαβόντες ὡρίσαντο καὶ τὴν ἐπίγνωσιν τῆς θεοσεβείας ἐν ἐπιγνώσει ταπεινώσεως οἱ πατέρες καὶ πραότητος. ὅθεν καὶ τὸ δάκρυον ὥσπερ τινὸς ἐκ πηγῆς τῶν ὀφθαλμῶν αὐτῆς ῥεῖθρον ἔβλυζεν ἀένναον, καὶ μάλιστα κατὰ τὸν καιρὸν τῆς θείας ἱερουργίας, ὁπηνίκα τὸν ἐπιφανέντα θεὸν προσάγων ἦν ὁ ἱερεὺς τῇ ἱερᾷ τεθυμένον τραπέζῃ. ἐννοουμένη γὰρ ὅπως ὁ ἀόρατος, ὁ ἀναφὴς καὶ ἀπερίληπτος ἢ ἀκατάληπτος οὐ μόνον σαρκα θνητὴν καὶ φθαρτὴν ὑπὲρ τῆς ἡμετέρας κατεδέξατο σωτηρίας ἐνδύσασθαι, ἀλλὰ καὶ σφαγιασθῆναι, καὶ νεκρὸς πρόεισιν, εἰς τροφὴν ἡμῖν καὶ πόσιν τὸ ἄχραντον σῶμα καὶ τὸ τίμιον αἷμα ὃ ἐξέχεε προτιθέμενος, ἵνα τῷ ἀλήπτῳ διὰ τῶν ληπτῶν καὶ τῶν ψαυστῶν τῷ ἀναφεῖ καὶ τῶν ὁρατῶν τῷ ἀοράτῳ τὸ ἡμέτερον ἀνακραθῇ φύραμα καὶ τῇ πρὸς αὐτὸν ἑνώσει δίκην πυρὸς πρὸς τὴν τῆς θεότητος μεταστοιχειωθῇ δόξαν τε καὶ λαμπρότητα καὶ τὴν αἰώνιον ζήσῃ ζωὴν τὴν ἀκήρατον, ἐπὶ πρόσωπον πίπτουσα διάβροχον ὅλον ἐποίει τὸ παρακείμενον ἔδαφος.
αἰδουμένη δὲ μᾶλλον ἐπὶ τούτῳ, κακοῦργος ᾗπερ ἄν τις κλέπτων [p.66] ἤ τι τῶν ἀτόπων ἐργαζόμενος, τοῖς ἱματίοις ἑαυτῆς ἀνιμωμένη τὴν ὑγρότητα διανίστατο· ὡς δὲ τοῦτο ποιεῖν οὐκ ἦν εὐχερὲς αὐτῇ διηνεκῶς, τί μηχανᾶται λιθοξόον λάθρα μεταπεμψαμένη λάκκον ὀρύξαι τούτῳ μικρὸν ὑπέδειξε παρὰ τὸν ἀφωρισμένον αὐτῇ τόπον, ἐν ᾧ τοὺς θείους ὕμνους συνῇδεν ἑστῶσα ταῖς ἀδελφαῖς, καὶ συμμέτρῳ τοῦτον ὀμφαλιδίῳ καλύψαι. καὶ τὸ μετὰ τοῦτο κατὰ τὸν καερὸν τῆς ἱερουργίας ἐτίθει μὲν ἑαυτῆς τὸ πρόσωπον κατὰ γῆς ἐπὶ τοῦ λιμνίσκου, βραχίοσι κδὲ τοῦτον τις ἀμφοτέροις περιτειχίζουσα, δακρυρροοῦσα οὐκ ἀνίστατο, μέχρις ἂν ὑπερβλύσας κατάφωρον αὐτὴν ἔμελλε ποιεῖν, ᾗ τοῦ λανθάνειν οὐχ ἥκιστα ἔμελε. καὶ διέμεινεν ἕως τῆς σήμερον ἀλαλητὶ διηγούμενος.

15. ὅσην δὲ καὶ κατὰ δαιμόνων αὐτῇ τὴν ἐξουσίαν ὁ πατεῖν ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ τοῖς μαθηταῖς δωρησάμενος παρέσχετο, τὸ παρὸν ἱκανὸν παραστήσασθαι. λύπην γὰρ αὖθις ἑτέραν ὁ πονηρὸς ἐπενεγκεῖν πονηρευόμενος τῇ ὁσίᾳ, τὸν μισθοῦ τὸν τῆς μονῆς ἀμπελῶνα καλλιεργοῦντα, κείμενον ταύτης ἐχόμενα, νέον τε ὄντα καὶ δυσκάθεκτον ταῖς ὁρμαῖς (Νικόλαος δὲ ἦν αὐτῷ ὄνομα) πρὸς ἔρωτά τινος τῶν ἐν τῇ μονῇ κεκίνηκεν ἀσκουμένων. καὶ δὴ νενικημένος ἤδη καὶ τῆς μυσαρᾶς ὅλος γενόμενος ἐπιθυμίας, νύκτας ὅλας κύκλῳ τῆς μονῆς περιιών, ὅθεν ἂν ἔνδον αὐτῆς γένοιτο καὶ τῇ ποθουμένῃ συγκαθευδήσοι, λίαν ἐπιμελεστάτην ἐποιεῖτο σπουδήν. καὶ ἐπειδὴ τὸ παράπαν οὐκ εἴα τοῦτον ἠρεμεῖν ὁ τῆς κακίας εὑρετής, μιᾷ τῶν νυκτῶν σκοτόμαιναν αὐτοῦ τῶν ὀφθαλμῶν καταχέας, εἰσιέναι μὲν διὰ τοῦ πυλῶνος τῆς μονῆς ἔπεισε νομίζειν, καὶ τοῦ κελλίου τῆς ἐρωμένης ἐντὸς γενόμενον ἐπὶ τοῦ ταύτης
[p.68] ἀνακεκλίσθαι κλινιδίου περιπλακῆναί τε καὶ τὰ καταθύμια ποιεῖν.

ἐν ὅσῳ δὲ ταῦτα πληροῦν ᾤετο, εἰς γῆν τε κατερράγη καὶ κυλιόμενος ἐπὶ τοῦ χοὸς ἀφρὸν τοῦ στόματος ἀπέπτυε καὶ τὰ τῶν δαιμονιζομένων ἔπασχεν ἅπαντα. συνηγμένων οὖν ἐπὶ τούτῳ τῶν γειτονούντων, οἷα δὴ ταῖς τούτου θορυβηθέντων κραυγαῖς, γενομένης δὲ καὶ πρωΐας καὶ τοῦ τῆς μονῆς διανοιγέντος πυλῶνος, τὸ συμβὰν ἡ θυρωρὸς ὀφθαλμοῖς ἰδοῦσα περιπαθῶς ἀπαγγέλλει τῇ ὁσίᾳ· ἡ δὲ ἀκούσασα τὸ κακόν, ὅθεν ἂν ἔφυ τῷ τῆς διανοίας θεοφεγγεῖ διηρεύνα βλέμματι, καὶ τὴν αἰτίαν ἐπιγνοῦσα, δακρύσασα τῆς καθέδρας ἀνέθορε καὶ τὰς χεῖρας ὑψοῦ διάρασα φησίν· «εὐλογητὸς κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσι τοῦ πονηροῦ.» ἀποστέλλει γοῦν αὐτίκα τοῦτον εἰς τὸν τῆς μεγαλομάρτυρος Ἀναστασίας ναόν· ἔνθα δὴ καὶ παρὰ τῶν τοῖς τοιούτοις διακονουμένων ἁλύσεσι καὶ πέδαις καταδεσμευθεὶς συνείχετο καρτερεῖν τὴν ἴασιν.

ὡς δὲ πολλαὶ μὲν ἡμέραι διῆλθον καὶ τῆς ἰάσεως οὐκ ἐτύγχανεν, ἠωύμει ἐπὶ τούτῳ ἡ μακαρία Εἰρήνη καὶ τῇ μάρτυρί πως ἦν ἐνοχλοῦσα· ἐκείνη δὲ πρὸς αὐτὴν ὄναρ ἐπιφανεῖσα φησί· «πειράζουσα πάντως ἡμᾶς ἄρα τὸν δαιμονῶντα παρέπεμψας ἡμῖν, ἀδελφὴ φιλτάτη ἀλλ᾿ ἴσθι, τῆς θεραπείας οὐκ ἄλλως εἰ μὴ διὰ σοῦ τεύξεται· οὐδὲ γὰρ ἀγνοοῦμεν τὴν παρὰ σοὶ τοῦ Θεοῦ τεθησαυρισμένην ἰσχύν.» καταλαβόυσης δὲ τῆς ἡμέρας ἀδημονοῦσα καὶ περίλυπος διῆγε τὴν θαυματουργίαν εὐλαβουμένη, ὅθεν καὶ μεταστείλασθαι τοῦτον ἀποκνέουσα ἦν· μανθάνουσα δὲ πάλιν τὴν πιέζουσαν αὐτὸν ἀνάγκην, πέμψασα δεδεμένον ἤγαγε ταῖς ἁλύσεσι καὶ προσέταξεν ἀποδεθῆναι τῶν τοῦ ναοῦ κιόνων ἑνὶ τῆς μονῆς. διεσκοπεῖτο δὲ ἐν ἑαυτῇ, πῶς ἂν διαλάθοι τοῦτον ἰασαμένη. «εἰ γὰρ ταχινὴ τούτῳ γένηται» φησί «θεραπεία, γνώσονται πάντες καὶ οὐκέτι τὰ καθ᾿ ἡμᾶς ἀνενόχλητα ἔσεται· διὸ τὴν ἴασιν δέον ἡμᾶς μέσως μετελθεῖν, ἵν᾿ οὕτω τάς τε τῶν ἀνθρώπων ὀχλήσεις ἀποκρουσώμεθα καὶ τῷ πάσχοντι θεὸς παράσχῃ τὴν λύτρωσιν.» ἤρξατο γοῦν καθημερινὰς ὑπὲρ αὐτοῦ ποιεῖσθαι μετὰ
[p.70] τῶν ἀδελφῶν δεήσεις, ἵν᾿ ἐκ τοῦ κατ᾿ ὀλίγον λάθοι τοῦτον ἰασαμένη.

καὶ δή ποτε τῆς ἱερᾶς ἐπιτελουμένης μυσταγωγίας, ἐν τῷ τὰ ἅγια πρὸς τὴν πικρὰν διαβιβάζεσθαι τράπεζαν, ἄφνω σκιρτήσας ἐκεῖνος καὶ τὴν ἀπὸ τοῦ τραχήλου καὶ τῶν χειρῶν κατέχουσαν αὐτὸν διαρρήξας ἅλυσιν, ὥρμησε βρύχων κατὰ τοῦ ἱερέως, καὶ τοῦτον χανὼν διαμασήσασθαι τοῖς ὀδοῦσιν εἰς φόβον καὶ ἀγωνίαν ἐνέβαλεν. ἀνθορμήσασα δὲ τὸ τάχος ἡ ὁσία ἐπετίμησέ τε τούτῳ ἐμβριμωμένη, καὶ μηκέτι προβῆναι κελεύσασα ἀκίνητον ἔστησε καὶ ὑπότρομον· μικρὸν δὲ τοῦ τρόμου ἀνεθείς (ὢ τῆς ἀκαταλήπτου σου, Χριστέ, δυνάμεως), βιάζων ἦν ἑαυτὸν σφόδρα μεταστῆναι καὶ οὐκ ἠδύνατο, σειραῖς ἀφανέσι καὶ πολλῷ τῶν αἰσθητῶν ἁλύσεων ἰσχυροτέραις τῷ προστάγματι τῆς ὁσίας κεκρατημένος. τελειωθείσης δὲ τῆς λειτουργίας μόνη τῷ ναῷ ἐναπομείνασα ἔρριψεν ἑαυτὴν εἰς τὸ ἔδαφος, καὶ μετὰ δακρύων ἐπὶ πολὺ τοῦ Θεοῦ δεηθεῖσα ἀνέστη μὲν τῆς προσευχῆς, ἔστη δὲ πρὸς ἐξέτασιν τοῦ μυσαροῦ πνεύματος καί φησιν· «ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, σοὶ λέγω τῷ πονηρῷ καὶ ἀκαθάρτῳ πνεύματι, εἰπέ μοι τὴν αἰτίαν δι᾿ ἣν ἐτόλμησας εἰσελθεῖν εἰς τὸ τοῦ Θεοῦ πλάσμα, καὶ τίς σε ἀπέσταλκε.» καὶ τὰ μὲν πρῶτα τὴν μετάστασιν ἐβιάζετο καὶ τὴν ὁσίαν ὕβρεσιν ὡς τῶν δεσμῶν ἠμύνετο πρόξενον, «νυκτοφάγον» καὶ «ξυλόποδα» καὶ «κόρον οὐκ ἔχουσαν στάσεως», «σιδηροκάρδιον» καὶ «λίθους δαμάζουσαν» καὶ τοιαῦτα λέγον ληρωδήματα. ὡς δὲ τῶν κατεχόντων οὐκ ἀνεῖτο δεσμῶν, ὡμολόγει καὶ ἄκον ἅπαντα, καὶ «εἰ μή με» φησίν «ὁ κύκλῳ σου παρεμβαλὼν ἐμάστιζεν ἄγγελος, οὐδὲ ἀποκρίσεώς σε ἠξίωσα ἄν. λέγω σοι δὲ ὅτι πολὺν ἤδη χρόνον ἀποστερήσας ἑαυτὸν διετέλεσε καὶ τῆς συνάξεως καὶ τῆς κοινωνίας· ὡς δὲ καὶ μιᾶς ἠράσθη διακαῶς τῶν σῶν μαθητριῶν, ἀνηγγέλη ταῦτα τῷ ἄρχοντι καὶ ἀπεστάλην ἐγὼ πληρῶσαι τούτῳ τὴν ἔφεσιν. ἐπεὶ δὲ σὲ εὕρισκον ἐμποδών μοι γινομένην, κατανοήσας αὐτὸν παντός με κενὸν τοῦ κωλύοντος εἰσῆλθον καὶ ἐνῴκησα. σὺ δὲ τίνος ἕνεκεν
[p. 72] ἀδικεῖς με διώκουσα ἐκ τοῦ οἴκου μου» «τίς οὖν ἐστιν ἐκεῖνος ὃν ἔφης ἄρχων» ἤρετο ἡ ὁσία. «τάχα, ὡς ἔοικεν, ἐμπαίζεις μοι» ἀπεκρίνατο «ἃ μὴ ἀγνοεῖς ἐρωτῶσά με· τίς γὰρ οὐκ ἤκουσεν ἤ τίς οὐκ οἶδεν οἷος ἐκεῖνος, καὶ τὰς μεγάλας ἀριστείας αὐτοῦ τίς ἀγνοεῖ ὁ τὸν Ἀδὰμ τῇ σοφιστικῇ ἐπινοίᾳ καὶ μεγαλοφροσύνῃ τοῦ παραδείσου ἐκβαλὼν καὶ φθαρτὸν αὐτίκα τὸν πρῶτον καὶ θνητὸν ἀναδείξας ---τί οὖν, οὐ μέγα σοι τοῦτο δοκεῖ ἢ μετὰ τοῦτο τὰς ἀλληλοφονίας, τὰς εἰδωλολατρείας, τὸ γλυκὺ δέλεαρ τῆς ἡδονῆς, τὴν παρατροπὴν τῆς συνουσίας, τίς ὁ κατασκευακὼς [λεγε· κατεσκευακὼς] πλὴν ἐκείνου ἀλλὰ τοὺς φόνους τῶν προφητῶν καὶ τῶν ἄλλων πάντων τῶν περὶ πολλοῦ ποιουμένων τὸ ὄνομα τοῦ Θεοῦ, καὶ τὰς αἱρέσεις καὶ τὰ σχίσματα τίς ἤρτυσε, τίς τετέλεκεν αὐτὸν δὲ τὸν Ἰησοῦν τίς ἀνεσκολόπισεν ἀλλ᾿ ἔλαθεν ἡμᾶς καὶ παρεσφάλημεν σφάλμα μεῖζον πάντων σφαλμάτων· εἰ μὴ γὰρ ἐκεῖνος ἀνῃρέθη, οὐκ ἄν με σὺ τοιαῦτα νυνὶ δεσμὰ περιβαλοῦσα διέπαιζες ὡς ἀνδράποδον ἐτάζουσα. τοῦ τηλικούτου γὰρ καὶ τοσούτου τῇ ἰσχύϊ δεθέντος περιφρονούμεθα καὶ διαγελώμεθα παρ᾿ ὑμῶν, ὡς εἴγε ἦν ἀπολελυμένος, τίς ἡμῶν ἠδύνατο τῇ δυνάμει ἀντιστῆναι» «τί δέ ἑστι» φησὶν ἡ ἁγία «τὸ ταύτην ὑμῖν ἐμποιοῦν τὴν ἀδυναμίαν» «ἡ τοῦ Θεοῦ δύναμις» εἶπε «μόνοις γὰρ ὑμῖν κατηλλάγη θεός, ἡμεῖς δὲ τούτῳ ἐχθροί· ὁ γὰρ Ἰησοῦς κἂν ἄνθρωπός ἐστιν, ἀλλ᾿ αὐτός ἐστιν ὁ πάντα ποιήσας θεός. ἀφ᾿ οὗ δὲ τοῦτον ἀναιρεθῆναι πεπείκαμεν τοὺς ἀνελόντας Ἰουδαίους, τοῖς ἐκ τοῦ αἵματος αὐτοῦ χριομένοις οὐ τολμῶμεν προσεγγίσαι· τίς γὰρ ἀντιστῆναι τῷ δημιουργῷ αὐτοῦ δύναται ἀργοὶ δὲ καθῆσθαι οὐ δυνάμεθα· οὐδὲν γὰρ ἀργόν, ὧν ὁ θεὸς ἐποίησε. καλὸν δὲ ποιῆσαι οὐκ ἔχοντες, ἅτε δὴ τῆς τοῦ ἀγαθοῦ παντελῶς ἔρημοι μετουσίας, πονούμεθα, ἀσχολούμεθα καὶ σπουδάζομεν περὶ ταῦτα τὰ τρία· ἤ τοὺς καταλλαγέντας ἀφιστᾶν τοῦ Θεοῦ, ἢ τοὺς ἀφισταμένους σκεύη ποιεῖσθαι πάλιν ἡμέτερα, ἢ τοὺς πάντῃ κενοὺς ἀπὸ τῆς κοινωνίας τοῦ ἀγαθοῦ εἰς οἴκους ἑαυτῶν, ὡς ὁρᾷς, ἰδιοποιεῖσθαι.» «καὶ ποῖον ὑμῖν ἐκ τούτου τὸ κέρδος» ἤρετο πάλιν ἡ ὁσία «ἢ τίς ἡ ὠφέλεια» «καὶ
[p. 74] μικρόν σοι τοῦτο φαίνεται, τὸ πολλούς» φησίν «ἔχειν κοινωνούς, νῦν μὲν τῆς ἐκπτώσεως, μετὰ ταῦτα δὲ καὶ τῶν μελλουσῶν κολάσεων»

ἐφ᾿ ᾧπερ ἀλγήσασα τὴν ψυχὴν καὶ περίδακρυς γενομένη ἐπετίμησέ τε σφοδρότερον ἡ ὁσία καὶ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου καὶ πόρρω γενέσθαι τῶν ὁρίων αὐτῆς προσέταξε· σπαράξαν δὲ καὶ καταρράξαν τοῦτον εἰς γῆν ἐξῆλθεν ἀπ᾿ αὐτοῦ. δοῦσα δὲ χεῖρα κειμένῳ ἀνέστησέ τε αὐτόν, καὶ τὸ τοῦ σταυροῦ σημεῖον τῷ μετώπῳ ποιήσασα τούτου ἐκάθισε· καὶ νουθεσίαις αὐτὸν ἐπεστήριξε καὶ παρήγγειλε τῆς ἀπλήστου βρώσεως καὶ τῆς κατὰ κόρον οἰνοποσίας ἀπέχεσθαι, τῇ ἐκκλησίᾳ προσεδρεύειν, διηνεκῶς προσεύχεσθαι καὶ οὕτως ἐκκλίνειν τὰς ἐνέδρας τοῦ διαβόλου· καὶ «τοῖς ἐρωτῶσί σε» φησί «τίς ὁ ἰασάμενος» «ὁ θεός» ἀποκρίνεσθαι «ταῖς πρεσβείαις τῶν ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ.» καὶ οὕτως ἀπέλυσεν αὐτὸν εὐχαριστοῦντα καὶ δοξάζοντα τὸν θεόν.

16. ὥσπερ δὲ τὴν εὐχαριστίαν ἀδιαλείπτως ὑπὲρ πάντων προσῆγε τῷ θεῷ, οὕτω δὴ καὶ ὑπὲρ τούτου ταύτην ἐπλήρου, τῆς συνήθους στάσεως ἐχομένη καὶ πρὸς ταύτην ἀεὶ σχετικῶς διακειμένη. νίπτουσα γὰρ τὰς χεῖρας καὶ τὸ πρόσωπον, ἐκμάττουσά τε καθαρωτάτῳ ἐκμαγείῳ, ἐπεὶ καὶ λεκάνην ὕδατος τῷ ἑαυτῆς διὰ τοῦτο κειμένην εἶχε κοιτῶνι, οὕτω τοὺς βραχίονας εἰς οὐρανὸν ἐκτείνουσα τῆς προσευχῆς ἀπήρχετο. καὶ παρέτεινε τὴν στάσιν ποτὲ μὲν πανημέριον, ποτὲ δὲ παννύχιον ἢ καὶ νυχθημερεύσουσαν, πολλάκις καὶ δισημερεύουσαν καὶ τὴν τρίτην πληροῦσαν· ἔστι δ᾿ ὅτε καὶ δι᾿ ὅλης τῆς ἑβδομάδος ἵστατο μή τινι τῶν ὑποστηριζόντων ἐρειδομένη. διὸ καὶ τὰς χεῖρας ἡνίκα κατενεγκεῖν ἔδει, οὐκ εἶχε τοὺς βραχίονας ὑφ᾿ ἑαυτῆς συστεῖλαι, τῶν ἀγκώνων καὶ τῶν ὤμων τῇ βίᾳ τῆς ἀνατάσεως καὶ τῷ μήκει τῆς ἐκτάσεως πρὸς τὴν φυσικὴν ἀνθισταμένων κλίσιν. προσφωνοῦσα δὲ τῶν ἀδελφῶν ταῖς οἰκειοτέραις βοηθείας ἐτύγχανε, καὶ ἦν ἀκούειν τοὺς ἁρμοὺς φοβερόν τινα κρότον ἐκφέροντας.

[p.76]
παρ᾿ ὅλην δὲ τὴν πρὸ τοῦ πάσχα τεσσαρακονθήμερον νηστείαν οὔτ᾿ ἄρτου οὐθ᾿ ἑτέρου τινὸς ὄψου μετελάμβανε πρὸς βρῶσιν πλὴν μόνου μέλιτι μεμιγμένου σπέρματος κανάβεως καὶ ὀλίγων ὀπωρῶν, καὶ τούτων ἅπαξ τῆς ἑβδομάδος, ἐνίοτε δὲ καὶ διὰ πλειόνων ἡμερῶν καὶ ὕδατος βραχυτάτου· ἐξ ὧν δέρμα μόνον τοῖς ὀστέοις προσπεφυκὸς τὸ πάναγνον ἐκείνης καθωρᾶτο σῶμα. κἀν ταῖς ἑορταῖς δὲ ταῖς δεσποτικαῖς ἄϋπνος διετέλει κατὰ μόνας ψάλλουσα· πολλάκις δὲ καὶ πρὸς τὸ τοῦ ναοῦ προαύλιον περὶ μέσας ἐξιοῦσα νύκτας, ὄμματα καὶ χεῖρας πρὸς θεὸν αἴρουσα τὰς προσευχὰς ἐποιεῖτο, τὸν κύκλον τῶν ἀστέρων καὶ τὸ τοῦ οὐρανοῦ κάλλος ὁρῶσα καὶ μέγεθος, καὶ τερπομένη καὶ χαίρουσα καὶ τὸν ἐκτείνοντα μεγαλύνουσα. καί ποτε (κατὰ θείαν πάντως οἰκονομίαν, ἵνα μὴ τὸ θαῦμα κρυπτόμενον μείνῃ) προκύψασαν τῶν ἀδελφῶν μίαν, οὕτω συμβάν, τῆς ἰδίας κέλλης ἰδεῖν αὐτὴν τὰς χεῖρας μὲν ἄνω πρὸς οὐρανὸν ἐκτεταμένας ἔχουσαν, κρεμαμένην δὲ τῆς γῆς ὡσεὶ πήχεις δύο καὶ προσευχομένην ἀέριον· εἶτα κύψασαν καὶ τῷ θεῷ προσκύνησιν ἀπονέμουσαν, τὰς ἐπὶ θάτερα μέρη ροῦ προαυλίου δύο κυπαρίσσους ἑστηκυίας, εὐμεγέθεις τοῦ ἀέρος οὐκ ὀλίγον ἀναβεβηκυίας μέρος, ἠρέμα πως συσσειομένας, ὑποκύπτουσας τε καὶ σὺν αὐτῇ τὰς κεφαλὰς μέχρι γῆς τιθείσας καὶ τὴν ταύτης ἔγερσιν προσδεχομένας. ἀλλὰ καὶ τῆς ὁσίας ἐγηγερμένης, μὴ πρότερον ἀνατεῖναι τὰς ἑαυτῶν τὰ δένδρα κεφαλάς, ἕως ἐλθοῦσαν ἐφ᾿ ἑκατέραν τούτων κορυφὴν τὸ τοῦ σταυροῦ σημεῖον ἐπιβαλεῖν, καὶ οὕτως οἱονεὶ εὐλογηθέντα πρὸς τὴν ἰδίαν αὖθις ἀποκαταστῆναι στάσιν.

[p. 78]
ἐφ᾿ ᾧ τὴν θέας ἐπιτυχοῦσαν φόβῳ καὶ ἀγωνίᾳ συσχεθεῖσαν διαλογισμοῖς τεταράχθαι, μὴ καὶ φάντασμα ᾖ τὰ βλεπόμενα· τριῶν γὰρ ἢ καὶ πλέον διελθεῖν ὡρῶν δίαστημα τούτων ὑπενόει γινομένων. ὅμως πιστωθῆναι θέλουσα τὸ τῆς ὁσίας κατασκοπῆσαι κελλίον ἔδραμεν, καὶ μὴ εὑροῦσα ταύτην ὑπέστρεψε καταλαβοῦσα τὴν εἴσοδον ἄρτι ποιουμένην ἐκ τοῦ προαυλίου. ἀλλὰ τότε μὲν ἐδεδίει τὸ μυστήριον ἐκκαλύψαι· ἐπειδὴ δὲ μετ᾿ οὐ πολὺ ταῖς κορυφαῖς τουτωνὶ τῶν κυπαρισσῶν ἀπῃωρημένα σηρικῶν ἐξ ὑφασμάτων ἐγχειρίδια ὡρῶντο, θαυμασίαν οἵαν τὴν τέρψιν τοῖς ὁρῶσι παρέχοντα (ἅπερ ἐκείνη πάντως ταῖς πανάγνοις χερσὶν αὐτῆς προσέδησεν, ὡς πολλάκις καὶ πωσαύτως ὑποκεκλιμένας ἔχουσα τὰς τούτων κεφαλάς), ἑτέρα τε τὴν ἑτέραν διηρώτων αἱ ἀδελφαὶ, «τίς ὁ ταῦτα» λέγουσαι «προσδήσας καὶ τὸ δυσανάβατον ὕψος ἀναβεβηκέναι δυνηθείς», εἶτα δὲ καὶ τὴν ὁσίαν αὐτήν, ὡς ἂν ἀγνοούσῃ μετὰ θαύματος ταῦτα δακτύλοις δεικνῦσαι, ἐπηρώτων. ἡ μὲν τοιαύτην ἐδίδου τὴν ἀπόκρισιν· «ἱερά τις» φησί «τὰ δένδρα ταῦτα, τέκνα μου, νομίσας, εἰς Θεοῦ τιμὴν ἀνήρτησε τὰ ὑφάσματα.» ἡ δὲ τοῦ θαύματος αὐτόπτις γενομένη, προφάσεως ἐντεῦθεν λαβομένη, πάντα κατὰ μέρος ὅσα τεθέαται ταῖς ἀδελφαῖς διηγήσατο. ἀκούσασαι δὲ ταῦτα, φόβου καὶ χαρᾶς πλησθεῖσαι τὰς ψυχάς, δάκρυά τε τῶν ὀφθαλμῶν ἀπέσταζον καὶ αὐτῇ διεμέμφοντο, ὅτου χάριν μὴ καὶ ταύτας διύπνισε καὶ κοινωνοὺς τῶν φοβερῶν ἐκάλεσε γενέσθαι θεαμάτων, καὶ μάλιστα ὅτι καὶ τριῶν ὡρῶν παρεληλυθέναι διεβεβαιοῦτο καιρόν. ἐν τοσούτῳ δὲ διαδοθὲν ἤδη τὸ μυστήριον ταις ἀκοαῖς τῶν ἀδελφῶν γνοῦσα, τὴν κατατυχοῦσαν ἡ ὁσία τοῖς τοιούτοις θαυμασίοις ἰδίᾳ καλέσασ, δριμύτερόν τε πρὸς αὐτὴν ἐνιδοῦσα φησίν· «ἆρά γε καὶ σφάλλουσαν εἴπερ κατεῖδες ὡς ἄνθρωπον, οὕτως ἂν ταχέως τὸ ἡμέτερον ἐθριάμβευσας τραῦμα» ἡ δὲ ὅπως οὐ διέλαθεν ἐκπλαγεῖσα, τοῖς ποσὶν εὐθέως προσπεσοῦσα τῆς ὁσίας ἔμφοβος καὶ ἔντρομος ᾔτει τὴν συγχώρησιν· παραυτίκα δὲ καὶ τυχοῦσα παραγγελίαν ἐδέξατο, μὴ ἂν ἄλλο τί ποτε τοιοῦτον ἐκκαλύψαι πρός τινα τὸ παράπαν. ὡσαύτως [p.80] δὲ καὶ τὰς ἄλλας συναγαγοῦσα πάσαις ἐνετείλατο μηδὲν περὶ αὐτῆς μέγα λέγειν μηδαμῶς, «ἕως ἄν με» φησί «κύριος τοῦ παρόντος μεταστήσῃ βίου.» πολλὰ γὰρ καὶ ἄλλα δι᾿ αὐτῆς θεὸς ἐπετέλει θαυμάσια, καὶ πάντα σιωπῇ καλύπτεσθαι τό γε νῦν ἔχον ἐβούλετο.

17. ποτὲ δὲ τὴν τοῦ μεγάλου Βασιλείου μνήμην ἑορτάσασαν, μετὰ τὴν θείαν λειτουργίαν ὑπέμνησεν ὁ ἱερεύς, ὡς εἴη τῆς γῆς ποθεν μῦς ἀνιὼν καὶ τὴν τοῦ θείου θυσιαστηρίου τράπεζαν περιερχόμενος, καὶ δεῖ τῷ μυσαρῷ κώλυμα γενέσθαι τοῦ μηκέτι μολύνειν τὸν τόπον τὸν ἅγιον. γενομένη δὲ περίλυπος, ἐφ᾿ ὅσον μὲν ὅ τε ἱερεὺς αἵ τε πᾶσαι ἀδελφαί, ὁ μὲν ἰδίᾳ, αἱ δὲ κοινῇ, τῆς ἑορτῆς χάριν αὐτάρκη τὴν ἑστίασιν ἐποιοῦντο, τοῦ κοιτῶνος αὐτῆς ἔνδον ἐκείνη καὶ περὶ τούτου τῷ θεῷ ἐντυγχάνουσα ἦν. ἐν ᾧ δὲ τὴν εὐχαριστίαν ἑστιαθέντες ἤδη τῷ θεῷ προσέφερον ἅμα, τὴν τῆς ἐκκλησίας ἐπιμελομένην καλέσασα λέγει πρὸς αὐτήν· «ἄπελθε καὶ τὸν πρὸ τῆς εἰσόδου τοῦ θυσιαστηρίου νενεκρωμένον κείμενον μῦν ἀραμένη ἔξω που ῥίψον ἐπὶ τῆς κοπρίας.» ἐν τοσούτῳ δὲ συνεισῄει καὶ ὁ ἱερεὺς προσευξόμενος, καὶ νεκρὸν ἐκεῖνον αὐτὸν ὄντα τὸν μῦν θεασάμενος, ἐκπλαγεὶς ἐπὶ τῷ τῆς ὁσίας προστάγματι ἐξῄει βοῶν ὡς· «θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.»

18. κατὰ γοῦν ἐκείνην τὴν νύκτα περί που τετάρτην φυλακὴν τῆς νυκτὸς φωνή τις ἀοράτως ἐγένετο τῇ ὁσίᾳ λέγουσα· «τὸν τὰς ὀπώρας σοι κομίζοντα σήμερον ναύκληρον ὑπόδεξαι χαίρουσα, καὶ φάγεσαι καὶ ἀγαλλιάσεται ἡ ψυχή σου.» μετὰ δὲ τὴν ὀρθρινὴν δοξολογίαν δυσὶ τῶν ἀδελφῶν προσκαρτερεῖν τῷ τῆς μονῆς προσέταξε πυλῶνι, καὶ τῷ πρώτως καταλαβόντι, ὅστις ἂν καὶ εἴη, τῆς εἰσόδου παραχωρῆσαι προθύμως. «ἀλλὰ καὶ αὐτή» φησί «μικρὸν ὅσον ἔξειμι πρὸς ὑμᾶς.» καὶ ἰδοὺ ἀπιούσης εἴσεισι καὶ ὁ προσδοκώμενος, καὶ συνήτησαν ἀλλήλοις. ταύτην δ᾿ εἶναι τὴν προεστῶσαν μαθών, βαλεῖν ὥρμησε μετάνοιαν καὶ προέλαβε τοῦτον ἐκείνη· καὶ ἀναστάντες πρὸς τὴν ἐκκλησίαν ἐβάδιζον, εἰσελθόντες δὲ καὶ
[p. 82] προσευξάμενοι ἐκαθέστησαν, καὶ πρὸς αὐτὸν ἡ ὁσία «πόθεν σου» φησί «πρὸς τὴν ἡμετέραν ἡ ἀγάπη ταπείνωσιν ἥκει» καὶ ὃς ἀπεκρίνατο· «θαλασσοπόρος εἰμί, κυρία μου, τῆς νήσου Πάτμου καλουμένης οἰκήτωρ· ὡς δὲ τὴν ἐνταῦθα διὰ τοῦ πλοὸς εἰσέλευσιν ἐποιούμην, γενόμενός τε περὶ τὸ τῆς καθ᾿ ἡμᾶς νήσου ἀοίκητον μέρος, εἶδον ὡραιότατον γέροντα καὶ θεοειδῆ ἀναμένειν ἡμῖν κελεύοντα. ἐπεὶ δὲ τὸ πλοῖον ἡ τοῦ πνεύματος οὐκ εἴα στῆναι φορά, ἄλλως τε καὶ τοῦ τόπου κρημνώδους ὄντος, ἐν ᾧ ταῦτα ἑστὼς ἐπέταττεν, οὐκ εἴχομεν ὅπως τὸ παρ᾿ αὐτοῦ πληρῶσαι προσταττόμενον· εἰδὼς δὲ καὶ αὐτὸς τὸ παρ᾿ ἡμῖν ἀδύνατον, γεγωνοτέρᾳ φωνῇ στῆναι τὸ πλοῖον ἐπετίμησε. καὶ εὐθέως ἔστη μὴ προβαίνειν ὅλως δυνάμενον, ἐφ᾿ ᾧ καὶ δέους πλήρεις γενόμενοι πρὸς αὐτὸν ἠτενίζομεν· καὶ ἰδοὺ πεζεύων κατὰ τῶν κυμάτων ἤγγισεν ἡμῖν. ἐκβαλὼν δὲ τρία μῆλα ἐκ τοῦ κόλπου εἰς χεῖράς μοι ἔδωκεν εἰπών· «διασωθεὶς εἰς τὴν βασιλίδα πόλιν διακόμισον τῷ πατριάρχῃ Ἰγνατίῳ καὶ ἐρεῖς πρὸς αὐτόν· Ϡταῦτά σοι ἀπέστειλεν ὁ μένων.Ϡ εἶτα πάλιν βαλὼν τὴν χεῖρα, ἐξήνεγκεν ἕτερα τρία παραπλήσια φήσας· «καὶ ταῦτα πάρασχε Εἰρήνῃ τῇ ἡγουμένῃ τῆς μονῆς τοῦ Χρυσοβαλάντου καὶ εἰπὲ αὐτῇ· Ϡφάγε ἀφ᾿ ὧν ἡ καλή σου ψυχὴ ἐπεθύμησεν· ἄρτι γὰρ ἥκω κομίζων ὑμῖν ἐκ τοῦ παραδείσου τὰ τοιαῦτα.Ϡ εὐλογήσας δὲ τὸν θεὸν ἀπέλυσεν ἡμᾶς καὶ τὸ πλοῖον ἐν εὐχαῖς. καὶ νῦν πληρώσας τῷ πατριάρχῃ τὸ ὀφειλόμενον, ἦλθον καὶ φπρὸς τὴν σὴν ἁγιότητα τὸ προσταχθέν μοι τελειῶν.» ταῦτα ἀκούσασα ἡ ὁσία καὶ τοὺς ὀφθαλμοὺς δακρύων ὑποπλησθεῖσα, τῷ θεῷ καὶ τῷ ἠγαπημένῳ αὐτοῦ μαθητῇ πολλὴν ἀπεδίδου τὴν εὐχαριστίαν. ἐκβαλὼν οὖν ὁ ναύκληρος τὰ τρία μῆλα ὑφάσματι κεκαλυμμένα ἐντίμῳ καὶ νήματι χρυσέῳ περιηνθισμένῳ δέδωκεν εἰς τὰς χεῖρας αὐτῆς· ὧν τὸ κάλλος καὶ τὸ μέγεθος καὶ τὴν εὐωδίαν τί χρὴ καὶ λέγειν ἐκεῖθεν γὰρ εἷλκον τὸ γένος, ὅθεν ἡ φύσις ἡμῶν ἐξώρισται καὶ ἃ φθαρτὸς γενόμενος οὐκ εἶδεν ὀφθαλμός. ἀλλ᾿ ὁ μὲν πολλῆς
[p. 84] παρ᾿ αὐτῆς τιμῆς καὶ δεξιώσεως ἀξιωθείς, συνταξάμενος αὐτῇ ἀνεχώρησεν.

ἐκείνη δὲ ὅλην ἡμερῶν ἑβδομάδα νηστεύσασα, ὁλόκληρον τὸ ἓν οἰκείαν ἐδωδὴν ἐποιήσατο, καὶ διήρκησεν εἰς ὅλας ἡμέρας τεσσαράκοντα ἐν τῇ τῆς βρώσεως ἰσχύϊ τοῦ μήλου, μήτε τροφῆς ἑτέρας μήτε πόσεως δεηθεῖσα τὸ σύνολον, μᾶλλον μὲν οὖν καὶ πάσης θυμηδίας ἐμπιπλῶσα τὰς τῶν ἀδελφῶν τῇ τοῦ στόματος αὐτῆς ὀσφρήσεις εὐωδίᾳ· τοιαύτη γὰρ ἦν ἀναδιδομένη καὶ τοσαύτη, ὡς νομίζειν θυμιαμάτων τινῶν καὶ μύρων πολυτίμων συνθέσεις γίνεσθαι καὶ κατασκευὰς καθ᾿ ἡμέραν ἐν τῇ μονῇ καὶ τὸν ἀέρα καταχρώννυσθαι ταῖς ἡδυπνόοις ὀσμαῖς. μετὰ ταῦτα δὲ τῆς τοῦ θείου πάσχα μεγάλης καταλαβούσης ἑβδομάδος καὶ τῆς ἁγίας πέμπτης ἡμέρας ἐφεστηκυίας προσέταξε πάσαις ταῖς ἀδελφαῖς μεταλαβεῖν κατὰ τὴν ἑσπέραν τῶν ἁγιασμάτων, καθ᾿ ἣν δηλαδὴ τοῖς μαθηταῖς συνεστιαθεὶς καὶ τῆς ψυχοτρόφου παρέδωκε τὸν τύπον ὁ κύριος τραπέζης. καὶ κατατεμοῦσα μετὰ τὴν μετάληψιν τὸ ἕτερον μῆλον διένειμεν αὐταῖς οὐκ εἰδυίαις, τί ἄρα καὶ εἴη τὸ ἐσθιόμενον· τοῦτο δὲ μόνον, ἐν αἰσθήσει γενόμεναί τινος ὑπερφυοῦς χαρᾶς καὶ εὐφροσύνης ἐξεπλήττοντο. τὸ δ᾿ ἄλλο φυλακτήριον ἑαυτῇ διετήρησε συνεχῶς ὀσφραινομένη καὶ τῆς ἐντεῦθεν ἀγαλλιάσεως μὴ λειπομένη.

19. καὶ τῇ νυκτὶ ἐκείνῃ, καθ᾿ ἣν καὶ τὰ ἄχραντα πάθη τοῦ λυτρωτοῦ καὶ κυρίου Ἰησοῦ παρὰ πᾶσι πιστοῖς ὑμνολογεῖται, πολλῶν ἑώρα
[p. 86] λευχειμονούντων πληθὺν ὡς ἐν ἐκστάσει γεγονυῖα, περικυκλούντων τὰς ἀδελφὰς ᾀδούσας, οἳ καὶ κιθάρας χερσὶ κατέχοντες ὕμνους τινὰς μελῳδεῖν ἀνεκλαλήτους ἐδόκουν τῷ Χριστῷ ἐναρμονίως, νεανίας ὄντας πάντας καὶ φωτοειδεῖς· εἶτα καὶ φιάλας φέροντας μύρων τῇ τοῦ θυσιαστηρίου ταύτας ἀποκενοῦν τραπέζῃ, καὶ ἡ εὐωδία ἀσύγκριτος καὶ τὸ πᾶν πληροῦσα. καὶ μετὰ μικρὸν ἄνδρα τινά, λευχείμονα καὶ τοῦτον, ὡραῖον, εὐμεγέθη, λάμποντα τὸ πρόσωπον ὡς ὁ ἥλιος, ᾧ καὶ πολλὴν προσῆγον τὴν τιμὴν καὶ μετ᾿ εὐλαβείας τὴν ὑπάντησιν ἐποιοῦντο· καὶ αὐτὸς συνδόνα τοῦτοις πανευπρεπῆ καὶ οἷον βασιλικὴν παρέσχετο τὰ κενωθέντα μύρα τῇ ἱερᾷ τραπέζῃ λίαν ἀκριβέστατά τε κατακαλύψαι καὶ ἀσφαλέστατα. τοῦτο δὲ τὸν τῷ θυσιαστηρίῳ προσκαρτεροῦντα τεθεαμένον ἄγγελον ἐν κατηφείᾳ μεγάλῃ πρὸς τὸν τοσοῦτον ἀνακεκραγέναι βοῇ· «ἕως πότε, κύριε» καὶ φωνὴν αὐτῷ γενέσθαι λέγουσαν· «ἕως ἂν ἥξῃ ὁ δεύτερος Σολομὼν καὶ τὰ ἄνω τοῖς κάτω καὶ τὰ κάτω τοῖς ἄνω γένηται συμμιγῆ· τότε καὶ ὁ κύριος ὑψωθήσεται ἐν τῷδε τῷ τόπῳ καὶ τὸ τῆς αὐτοῦ θεραπαίνης μεγαλυνθήσεται μνημόσυνον.» καὶ εὐθὺς ὑποφωνήσασαν τῶν λευχειμονούντων τὴν πληθύν «δόξα ἐν ὑψίστοις θεῷ», πρὸς οὐρανοὺς ἀναπτῆναι. ταῦτα δὲ μεθ᾿ ἡμέρας στρέφουσα κατὰ νοῦν ἡ ὁσία, τοῦτο συνιέναι νενόμικε, τὸ μήτε ταύτην δοξασθήσεσθαι πρός γε τὸ παρόν, μήτε τὴν μονὴν αὐτὴν καὶ μεταστάσης αὐτῆς, ἕως ἂν αἱ μαθητευθεῖσαι ταύτῃ τῷ βίῳ περιῶσιν· ἦν γάρ, ὡς ἔλεγε, τοῦτο τὸν θεὸν αἰτησαμένη πρὸ ὀλίγου, τὴν τῶν ἀνθρώπων πάντως ἐκκλίνουσα τιμὴν καὶ τὴν παρὰ Θεοῦ ζητοῦσα μόνην. τοῦτο δὲ αὐτὸ καὶ ταῖς ἀδελφαῖς ὑπετίθει, φεύγειν ἀεὶ τὰς ἐξ ἀνθρώπων διδάσκουσα τιμάς, «οὐδὲ γὰρ δυνατόν» φησί «τὴν μὴ τάς τοιαύτας ἀποστρεφομένην ψυχὴν τὴν δόξαν ἰδεῖν ποτε τοῦ Θεοῦ.»

[p. 88]
20. εὔξασθαι δέ τις αὐτὴν ὑπὲρ τῆς τοῦ σώματος ὑγείας αἰτήσασα γνώμης ἁπλότητι τῶν ἀδελφῶν, συγκαλεσαμένη καὶ πάσας εἶπε· «πιστεύσατέ μοι, τέκνα, παρρησίας εἴ τινος ἔτυχον πρὸς θεόν, τοῦτο πρὸ τῶν ἄλλων ὑμῖν ἂν ᾔτησα, τὸ μηδεμίαν ἡμέραν ἐν ὑγείᾳ σωματικῇ παρ᾿ ὅλον τὸν τῆς ζωῆς ὑμῶν χρόνον μηδεμίαν ὑμῶν διατελέσαι· οἶδα γάρ, ἀκριβῶς οἶδα, ὅτι τοῦ σώματος κάμνοντος πολλή τις ὠφέλεια προσγίνεται τῇ ψυχῇ, καὶ μάλιστα τοῖς χάριν διὰ τοῦτο τῷ κηδεμόνι τῶν ἡμετέρων ψυχῶν ὁμολογοῦσι θεῷ.»

21. ἓν ἔτι τῶν ἐκείνης θαυμασίων προστεθείσω τῇ διηγήσει, τῆς πρὸς θεὸν αὐτῆς ἐγγύτητος καὶ παρρησίας μαρτύριον ἐναργές. φθόνῳ τινὲς κινούμενοι, οἷα πολλὰ τοῖς ἐπτοημένοις περὶ τὰ παρόντα ποιεῖν ὁ πονηρὸς ὑποτίθησι, διαβάλλουσι πρὸς βασιλέα τῶν ἐγγύθεν τῇ ὁσίᾳ καὶ φιλουμένων αὐτῇ συγγενῶν τινα, τῇ τῶν ἰλλουστρίων ἀξίᾳ τετιμημένον καὶ τῇ λοιπῇ κατὰ κόσμον λαμπρὸν περιφανείᾳ. καὶ τὸ τῆς διαβολῆς οὐ μικρόν· «τὰ γὰρ τῶν ἐπιβούλων ἅπαντα» φησί «καὶ μελετῶν ἐστι κατὰ τοῦ σοῦ καὶ κατασκευάζων κράτους.» ὁ δὲ μηδ᾿ ἐρωτήσεως κἂν γοῦν ψιλῆς περὶ τοσούτου καὶ ταῦτα πράγματος ἀνασχόμενος, συλληφθῆναι τὸν ἄνδρα προστάξας ἔν τινι τοῦ παλατίου ζοφώδει κατέκλεισε φυλακῇ, μηδὲ τὴν αἰτίαν εἰδότα τῆς τοῦ βασιλέως ὀργῆς. ἐπεὶ δὲ οἱ τῷ ἀνδρὶ προσήκοντες διαψιθυριζόμενόν πως περὶ τὰ βασίλεια ἠκηκόεισαν τῷ τῆς θαλάσσης ἐναπορριφῆναι τοῦτον βυθῷ διασκοπεῖσθαι τὸν βασιλέα, καὶ τοῦτο οὐδ᾿ ἐν ἡμέρᾳ ἀλλ᾿ ἐν νυκτί, ὡς ἂν μηδὲ ταφῆς αὐτοῦ τύχοι τὸ σῶμα, μηδενὶ τῶν οἰκείων τοῦ τρόπου τῆς τούτου γνωσθείσης ἀπωλείας, πάντων ἀπογνόντες πρὸς τὴν πολλὴν πρὸς θεὸν ἔχουσαν τὴν παρρησίαν καταφεύγουσιν Εἰρήνην, δάκρυα τὸ ἀνυσιμώτατον
[p. 90] κενοῦντες τῶν ὀφθαλμῶν καὶ βοηθῆσαι ταῖς εὐπροσδέκτοις εὐχαῖς τῷ συγγενεῖ ἀδίκως κινδυνεύοντι παρακαλοῦτες αὐτήν. ἡ δὲ (καὶ τί γὰρ ἂν ἐποίησε πρὸς ταῦτα ψυχὴ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐξησκημένη καὶ τὸν ἐκείνου τῆς ἀγάπης νόμον καλῶς ἀποπληροῦν ἐπισταμένη) σφόδρα περίλυπος γενομένη, στενάξασά τε βαρὺ καὶ δακρύσασα τούτους μὲν ἀπιέναι προσέταξεν οἴκαδε καὶ μὴ ἁθυμεῖν. «ἀλλ᾿ ἐλπίσωμεν» φησίν «ἐπὶ κύριον, καὶ αὐτὸς ποιήσει.» δεύτερα δὲ τἆλλα τὰ ἐν χερσὶν ἡγησαμένη, κλείσασα τὴν θύραν ἱκέτευε τὸν θεὸν ἐκτενῶς· καὶ ταῦτα μὲν ἐκείνη.

ὁ βασιλεὺς δὲ περὶ τὸ μεσονύκτιον ὕπαρ, οὐκ ὄναρ ὁρᾶν ἐδόκει τὴν ὁσίαν Εἰρήνην παραστᾶσαν αὐτῷ καὶ τοιαῦτα λέγουσαν· «βασιλεῦ, ἀναστὰς αὐτίκα τῆς φυλακῆς ἀπόλυσον ὃν καθεῖρξας ἀδίκως· οὐδὲν γάρ σοι τῶν κατ᾿ αὐτοῦ λαλουμένων ἐστὶν ἀληθές, ψεῦδος δὲ ταῦτα καὶ συκοφαντία. εἰ δ᾿ οὖν ἀλλ᾿ αὐτὸν ἐκεῖνον κατά σου κινήσω τὸν βασιλέα τῶν οὐρανῶν καὶ πόλεμον ἐγερῶ σοι καὶ σφαγήν, ὥστε σου καὶ τὰς σάρκας βορὰν προκεῖσθαι τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς περεινοῖς τοῦ οὐρανοῦ.» τὸν δὲ τεταχθῆναι καὶ θυμῷ ζέσαντα πρὸς αὐτὴν ἀντειπεῖν· «τίς καὶ πόθεν εἶ σύ, τοιαῦτα ἐμοὶ προπετῶς ἀπειλεῖν ἀποτολμῶσα τίς δέ σοι καὶ τῆς εἰσόδου ὁ παραχωρήσας ἐν ὥρᾳ τοιαύτῃ» καὶ ἀποκριθῆναι τούτῳ· «ἐγὼ ἡ Εἰρήνη εἰμὶ τῆς τοῦ Χρυσοβαλάντου μονῆς ἡ ἡγουμένη.» καὶ τοῦτο οὐχ ἅπαξ ἀλλὰ καὶ τρίτον εἰποῦσαν, νύξασαν ἐπὶ τῷ τελευταίῳ τὴν τούτου πλευρὰν ἀναχωρῆσαι. ἀλλὰ τίς μὴ θαυμάσει τοῦ Θεοῦ τὰ τεράστια ὡς γὰρ ἐκεῖνος τὴν πλευρὰν ὀδυνηθεὶς τεθορυβημένος ἀφυπνίσθη, εἶδεν αὐτὴν πρὸ τῶν ὀφθαλμῶν αὐτοῦ βαδίζουσαν, ἀπιοῦσαν καὶ πρὸς τῇ θύρᾳ γενομένην ἤδη τοῦ κοιτῶνος ἐξιοῦσαν· καὶ κράζειν εὐθὺς ἤρξατο ὥστε πᾶσιν αὐτῷ τοῖς σωματοφυλακοῦσιν οὐκ ὀλίγον γενέσθαι τὸν τάραχον, πτοηθεῖσι μή τι καὶ πάθοι τῶν ἀδοκήτων ὁ βασιλεύς. ἤρετο γοῦν τῶν οἰκειοτάτων τὸν πρώτιστον, ὃν δὴ καλοῦσι παρακοιμώμενον· «οὐχ ἑώρακας τὴν τοῦ κοιτῶνος
[p. 92] ἐξελθοῦσαν νυνὶ μοναχήν» ὁ δὲ ἀχανὴς εἱστήκει, μὴ καὶ παραφρονῆσαι τὸν βασιλέα ὑποτοπάζων· ὅμως ἀπεκρίνατο μηδὲν τοιοῦτον μήτε θεάσασθαι μήτε γενέσθαι· «ἀλλ᾿ ἰδοὺ πᾶσαι μὲν αἱ θύραι κεκλεισμέναι ἀσφαλέστατα καὶ φρουρούμεναι, αἱ κλεῖς δὲ ὑποτεθειμέναι τῇ ἐμῇ μέχρι τοῦ νῦν στρωμνῇ, καὶ οὐδαμόθεν πρὸς τὸν σὸν τὸ παράπαν εἴσοδος κοιτῶνα.» καὶ ὁ βασιλεὺς γενόμενος ἐν ἑαυτῷ, «νῦν οἶδα ἀληθῶς» εἶπεν «ὡς θεία τις ἦν ὀπτασία τὰ ὁραθέντα μοι.»

πρωΐας δὲ γενομένης ἐξαγαγὼν τῆς φυλακῆς τὸν κατεχόμενον παρίστησί τε αὐτὸν καὶ φησί· «τίσι μαγείαις χρησάμενος ἀπειλὰς ἡμῖν ἐν ὀνείροις καὶ θορύβους ἔπεμψας, ὡς ἄν σοι διὰ τῶν τοιούτων γοητειῶν διαδρᾶναι γενήσεται τὰς κατὰ τῆς ἡμετέρας ἐπιβουλάς σου βασιλείας» ὁ δὲ μὴ ἔχων εἰπεῖν τι πρὸς ταῦτα μόνον βλέπων ἦν ἐπὶ δεξιὰ καὶ ἐπ᾿ ἀριστερὰ πρὸς τοὺς παρεστῶτας· μόλις δέ ποτε ἀπεκρίνατο· «πέποιθα ἐπὶ τὸν θεόν, ὡς οὐδέποτε μάγῳ συνέτυχον οὐδ᾿ ἠνέσχετό μου, βασιλεῦ, τοιοῦτον ἀκοὴ ἀσέβημα δι᾿ ὅλης τῆς ζωῆς παραδέξασθαι· ἀλλ᾿ οὐδὲ κατὰ τῆς σῆς βασιλείας, μὴ γένοιτο, βουλὴν ἐγώ (μάρτυς κύριος) ἡντιναοῦν ἐνενόησα.» καὶ ὁ βασιλεὺς πραότερόν πως διατεθείς «ἐπιγινώσκεις δέ τινα» ἤρετο «Εἰρήνην ἐν μοναστηρίῳ λεγομένῳ Χρυσοβαλάντῳ διάγουσαν» «ναί,» φησί «βασιλεῦ, καὶ τὸ μοναστήριον ἔγγιστά που τῆς Ἄσπαρός ἐστι τῶν γλυκέων ὑδάτων δεξαμενῆς.» «καὶ εἰ νῦν ἀποστείλω,» εἶπεν ὁ βασιλεύς «εὕροιμι ταύτην ἄν» «ἐκ παντός» ἀπεκρίνατο «οὐδε γάρ ποτε τοῦ ἑαυτῆς ἔξεισι μοναστηρίου.» παραυτίκα τοῖνυν τόν τε πρωτοβεστιάριον καὶ τὸν σακελλάριον καί τινας ἄλλους τῶν μεγιστάνων μετὰ τῆς συνήθους ἐξαποστείλας ὑπηρεσίας, ἑπόμενον τούτοις καὶ ζωγράφον εἶναι παρήγγειλεν, ὑφ᾿ οὗ τὸ τῆς Εἰρήνης πρόσωπον εἰκονισθὲν αὐτῷ κομισθείη, «ὅπως γνώσωμαι» φησί «τὸν ὁραθέντα μοι χαρακτῆρα.» ταῦτα δὲ προστεταχὼς τῇ φυλακῇ καὶ αὖθις τὸν ὑπεύθυνον αὐτῷ νομιζόμενον κατέχεσθαι διωρίσατο.

ἡ μέντοι ὁσία Εἰρήνη τὰς κατὰ τύπον ἐπικαίρως πληρώσασα
[p.94] προσευχάς, εἰς τὸ διακονικὸν γενομένη τῆς ἐκκλησίας καὶ πάσας συγκαλεσαμένη τὰς ἀδελφάς φησι πρὸς αὐτάς· «ταύτῃ τῇ νυκτὶ ὄναρ μοι συνέβη παρὰ βασιλέως ὁρᾶν πρὸς ἡμᾶς μεγιστᾶνας ἀπεσταλμένους καὶ πολὺν ἱππέων τε καὶ πεζῶν ὄχλον ἐπισυρομένους καὶ τοσοῦτον, ὡς μηδὲ ταῖς αὐλαῖς τῆς μονῆς τὸν ὅλον χωρητὸν εἶναι. ὅμως εἴ τι καὶ συμβαίη τοιοῦτον, ἀλλ᾿ ὑμεῖς μηδαμῶς θροηθῆτε, καὶ κύριος τὸ συμφέρον πάντως οἰκονομήσει.» αἱ δὲ φόβῳ καὶ δειλίᾳ ληφθεῖσαι τὰς χεῖρας θατέρᾳ προστρίβουσαι θατέραν ἐν μεγάλῃ λύπῃ ταῦτ᾿ ἐποιοῦντο.

καὶ παρευθὺς ἧκον οἱ παρὰ βασιλέως ἀπεσταλμένοι, ὧν τὸ πλῆθος καὶ τὸ μεγαλοπρεπὲς τῶν φαινομένων ἡ θυρωρὸς φοβηθεῖσα, τὸν τῆς μονῆς ἠνεῳγμένον λιποῦσα πυλῶνα ᾤχετο δραμοῦσα τὴν ἀπροσδόκητον ἔλευσιν τῶν ἀρχόντων ἀπαγγεῖλαι. ἐν τοσούτῳ δὲ τά τε ἐνδότερα τά τε τῆς μονῆς ἐξώτερα πλήρη τῶν ἵππων ὡρᾶτο καὶ τῶν ἡμιόνων· ὅπερ ταῖς ἀδελφαῖς πρῶτα μὲν οὐκ ὀλίγην πτόησιν ἐνεποίει, καὶ μάλιστα τὴν τῆς ὁσίας πρόρρησιν ἔτι τοῖς ὠσὶν ἐχούσαις ἔναυλον. πράως δὲ τοὺς τῶν ὑποζυγίων ἀποβαίνοντας πρὸς αὐτὰς ἔχοντας ὁρῶσαι, τοῦ φόβου μὲν ἀνείθησαν, τῆς διδασκάλου δὲ τὴν πρόγνωσιν ἐξεπλήττοντο. μηνύει τοίνυν τοῖς μεγιστάσι τούτοις διὰ μιᾶς τῶν ἀδελφῶν ἡ ὁσία, πρὸς τὴν ἐκκλησίαν εἰσελθόντας ἐκεῖσε ταύτην ὄψεσθαι. εἰσίασιν οὖν οὐ πάντες, ἀλλ᾿ ὅσοι τὰ προστεταγμένα ὠσὶν οἰκείοις παρὰ βασιλέως ἐδέξαντο, καὶ προσευξάμενοι τῆς ὁσίας ἀνέμενον τὴν ἔλευσιν. νέφεσι δὲ τοῦ ἡλίου διατειχίζουσι τὰς λαμπηδόνας ἀλαμπῆ συνέβαινε τὸν ἀέρα τυγχάνειν. ἧκε τοίνυν καὶ ἡ ὁσία διὰ τῆς πλαγίας θύρας πρὸς αὐτούς· προηγησαμένη δὲ τῆς προσκυνήσεως προσκυνοῦντας εἶχε καὶ τούτους. καὶ δὴ ἀνανεύοντες εἶδον ἀστραπὴν ἐκ τοῦ αἰφνιδίου ἀνατέλλουσαν τοῦ τιμίου αὐτῆς προσώπου· καὶ μὴ φέροντες ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί,
[p. 96] καθάπερ οἱ συλλαβεῖν ἐληλυθότες τὸν καθηγητὴν αὐτῆς καὶ νυμφίον Χριστόν, ἐπεὶ καὶ ὅλον πεπλήρωκε τῆς φωτοχυσίας τὸν ναόν. προσερχομένη δὲ χεῖρας ὤρεγεν ἑκάστῳ καὶ διανίστα τόυτους λέγουσα· «τεκνία μου, μὴ φοβεῖσθε· κἀγὼ γὰρ αὐτὴ ἄνθρωπός εἰμι τὴν αὐτὴν ἀσθένειαν περικειμένη τῆς φύσεως. ἀλλὰ τί κόπους ὑμῖν παρέσχεν ὁ ἀποστείλας ὑμᾶς ἄπιστος εἴπατε γοῦν αὐτῷ πάλιν ἐκεῖνα, ἅπερ ἔδοξεν ἐν ὀνείρῳ παρ᾿ ἡμῶν ἀκούειν· Ϡἀπόλυσον τὸν ἄνθρωπον ἐκ τῆς φυλακῆς· οὐδέν ἐστιν ἄδικον εἰργασμένος οὐδὲ κατὰ τῆς σῆς μελετήσας βασιλείας. εἰ δὲ μή, τὰ λαληθέντα σοι πάντως ἕξει καὶ πέρας, καὶ κύριος οὐ βραδυνεῖ, ὅτι πᾶσιν ἐγγύς ἐστι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.Ϡ» οἱ δὲ μήπω τοῦ προτέρου τελέως ἀνεθέντες φόβου, καὶ ταῦτα ἀκούοντες δέει πολλῷ πρὸς αὐτὴν εἶπον· «ἀπαγγελοῦμεν πάντα τῷ βασιλεῖ κατὰ τὴν σὴν πρόσταξιν· ἀξιοῦμεν δὲ μικρὸν καθεσθεῖσαν τῆς σῆς ἡμῖν ψυχωφελοῦς ὁμιλίας μεταδοῦναι.» τοῦτο δὲ δυοῖν ἕνεκα παρ᾿ αὐτῆς ᾔτησαν, ἑνὶ μὲν ὥστε τῆς τιμίας αὐτῆς ὄψεως καὶ τῶν θεοπνεύστων ἀπολαῦσαι ῥημάτων, ἑτέρῳ δὲ τὸ βασιλικὸν ἐπίταγμα καὶ τὸν ζωγράφον ἐκτελέσαι, τῷ παρέλκοντι τῆς ὁμιλίας ἀκριβέστερον τὸ ταύτης εἶδος διαγράψαντα.

λαβόντες τοίνυν τὸ τῆς ὁσίας ἐκτύπωμα καὶ μετ᾿ εὐχῶν αὐτῆς προπεμφθέντες πρὸς τὸν ἀποστείλαντα τούτους ὑπέστρεψαν ἀπαγγείλαντες αὐτῷ, ὅσα τε εἶδον ὅσα τε ἤκουσαν παρ᾿ αὐτῆς. εἶτα καὶ τὴν εἰκόνα ταύτης ὑποδεικνύουσι, καὶ ἅμα τῷ τὰς ὄψεις ἐπιβαλεῖν αὐτῇ τὸν βασιλέα, ἀστραπή τις ἐξ αὐτῆς ὀξέως ἐκπηδήσασα τοὺς ὀφθαλμοὺς αὐτοῦ φοβερὸν περιήστραψε, καὶ μέγα τοῦτον ἐκ τοῦ φόβου πεποίηκεν ἀνακεκραγέναι· «ἐλέησόν με, ὁ θεός, κατὰ τὸ μέγα ἔλεός σου.» καὶ μετὰ πολλῆς τῆς ἐκπλήξεως καὶ εἱστήκει ἐννεὸς ἐπὶ πολὺ τὸν χαρακτῆρα βλέπων καὶ διὰ θαύματος ποιούμενος, ὅπως ἐκείνης αὐτῆς ἐστιν, ἣν κατὰ τοὺς ὕπνους ἑώρα διαπειλουμένην αὐτῷ. μηκέτι γοῦν ἀμφιβάλλων τοῖς ὁράμασιν ἐξάγει τὸν
[p.98] κατεχόμενον τῆς φυλακῆς εὐχαριστῶν τῷ θεῷ, ὅτι διεκώλυσεν αὐτῷ τὴν ἄδικον τοῦ ἀνδρὸς ἀναίρεσιν καὶ τῶν δι᾿ αὐτὴν μελλόντων ἐπενεχθῆναι τούτῳ δεινῶν προφανῶς ἐλυτρώσατο. γράφει δὲ πρὸς τὴν ὁσίαν ἐπιστολὴν τὸν τύπον ἔχουσαν τοῦτον· «κατὰ τὴν πρόσταξίν σου, θεράπαινα τοῦ Χριστοῦ, τὸν κατεχόμενον, ὡς ἐδήλωσας, ἀθῷον ὄντα τῆς φυλακῆς, ἰδού, σοὶ ἀπελύσαμεν. ἐπιγράφοντες δὲ καὶ χάριτας, καθότι διὰ σοῦ τῆς ἐπηρτημένης δίκης ἡμεῖς ἀπηλλάγημεν, καὶ συγγνώμην αἰτοῦμεν ὧν ἐσφάλημεν πρὸς τὴν σὴν σεμνοπρέπειαν· ἔδει γὰρ ἡμᾶς πεισθῆναι τῇ κελεύσει σου τῆς σῆς ἀξιωθέντας ἐπιφανείας καὶ μηδαμῶς ἐνοχλῆσαί σοι. σύγγνωθι τοίνυν μητρικῇ συμπαθείᾳ καὶ τὸν θεὸν ἵλεων τῇ πολλῇ σου παρρησίᾳ χρωμένη ποίησον ἡμῖν· ἔσται δέ σου γνώριμον τὸ συμπαθές, ἐὰν καὶ πρὸς ἡμᾶς οὐκ ἀπαξιώσῃς τὴν παρουσίαν ποιήσασθαι, ἵν᾿ ἐγώ τε καὶ ἡ βασίλισσα τῇ τῶν ἡγιασμένων σου χειρῶν εὐλογηθῶμεν ἐπιθέσει. εἰ δέ σοι τοῦτο μὴ κατὰ γνώμην, ἀλλ᾿ ἡμεῖς γε πάντως ἐλευσόμεθα πρός σε καὶ δεηθησόμεθα τάχα δευτέραν διὰ ὄχλησιν δευτέρας καὶ συγγνώμης.»

δεξαμένη δὲ τὰ γράμματα καὶ τὰ σὺν αὐτοῖς διά τινος τῶν τοῦ κοιτῶνος αὐτῇ σταλέντα δῶρα βασιλικά, χερσὶν ἰδίαις ἀντιγράφει καὶ αὐτὴ τῷ βασιλεῖ· «ὁ θεὸς ἀγαθὸς ὤν, βασιλεῦ, πάντοτε συγκαταβαίνειν οἶδε ταῖς ἀσθενείαις ἡμῶν· φιλάνθρωπος γὰρ καὶ οὐ θελήσει θέλει τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν. σὺ δὲ ἀλλὰ μὴ ἡμῖν, ἀλλ᾿ ἢ τῷ ὀνόματι αὐτοῦ δὸς δόξαν. Πλὴν οὔτε τὴν βασιλείαν σου πρὸς ἡμᾶς ἐλθεῖν οὔτε τὴν ἡμετέραν ταπείνωσιν πρὸς σὲ πρέπον ἐστίν· οὐδεμία γάρ ἐστί σοι χρεία γυναίου πενιχροῦ καὶ ἁμαρτωλοῦ. ἔχεις δὲ τοὺς εὐλογοῦντάς σε, ὧν αἱ χεῖρες εἰς τὸ ἁγιάζειν μόνον ἐτάχθησαν, τὸν ἅγιον ἡμῶν πατέρα καὶ πατριάρχην, τοὺς ἀρχιερεῖς τῆς καθολικῆς καὶ ὀρθοδόξου ἐκκλησίας, τοὺς πνευματικοὺς πατέρας τῶν μοναστηρίων, καὶ ἐὰν θέλῃς ἐνωτίζεσθαι τὰς παρ᾿ αὐτῶν νουθεσίας, καὶ τὸν θεὸν θεραπεύσεις καὶ τὴν ἐμπιστευθεῖσάν σοι βασιλείαν εὐσεβῶς καὶ σωφρόνως καὶ δικαίως ἔσῃ κυβερνῶν. εἰ δὲ τῷ σκοπῷ σου βουληθῇς ἀκολουθῆσαι, εὖ ἴσθι, ὡς οὔτε μεταστειλάμενος οὔτε μὴν
[p.100] ἐλευσόμενος ὄψει τὸ παράπαν ἡμᾶς, ἀλλὰ μᾶλλον καὶ τὸν θεὸν παροξυνεῖς· καὶ ἐὰν ἀκούσῃς μου, ἡ δεξιὰ τοῦ ὑψίστου σκεπάσει σε πάντως ἐκ παντὸς πειρασμοῦ.»

ταῦτα γράψασα καὶ σφραγίσασα καί τινα χάριν εὐλογίας ἀνταπέστειλε τῷ βασιλεῖ· οἷς δὴ καὶ περίλυπος γενόμενος ὅτι μὴ ταύτην ἀξιοῦται θεάσασθαι, περὶ τούτου μέν οὐκέτι δεῖν ἔγνω βιάσασθαι· συνεχέστερον δὲ πέμπων καὶ εὐχῶν αὐτῆς καὶ ῥημάτων ἀφθόνως ἀπήλαυε διὰ τῶν ἐρχομένων, καὶ πολλὴν παρ᾿ αὐτῆς εὑρίσκων ἦν τὴν παράκλησιν. ὁ μέντοι διασωθεὶς τοῦ κινδύνου συγγενὴς παρὰ τοὺς πόδας αὐτῆς ῥίψας ἑαυτὸν εὐχαριστίας τούτους ἔπλυνε δάκρυσι. διαναστήσασα δὲ τοῦτον καὶ πολλὰ μὲν εὐχαριστίας πρὸς θεὸν εἰποῦσα ῥήματα, πολλαῖς δὲ τοῦτον σθενώσασα παραινέσεσι καὶ βίου λαβεῖν ἀρχὴν τὸν θεὸν θεραπεύοντος ἐπιτρέψασα, «εἰ μὴ γὰρ διὰ τὰς ἁμαρτίας ἡμῶν» φησί «καὶ τὴν τῶν ἐντολῶν τοῦ Χριστοῦ καταφρόνησιν ἐγκαταλειφθῶμεν, οὐκ ἔχει καθ᾿ ἡμῶν ἐπιφέρειν ὁ πονηρὸς ἰσχὺν τοὺς περασμούς.» καὶ ὅτι διὰ τοῦτο καὶ ὁ ποιμὴν καὶ διδάσκαλος καὶ θεὸς γρηγορεῖν ἀεὶ καὶ προσεύχεσθαι, ἵνα μὴ εἰσέλθωμεν εἰς πειρασμούς, διεμαρτύρατο, καὶ τοῦτο διὰ παντὸς ποιεῖν ἐδίδαξεν. Εὐφροσύνης ἡμέραν καὶ χαρμονῆς τῆς τούτου σωτηρίας τὴν σήμερον ἔκρινε γενέσθαι· καὶ τράπεζαν κοινὴν ἐπέτρεψεν ἑτοιμάσασθαι παντοδαποῖς κεκοσμημένην ἀσκητικοῖς ἐδωδήμασι, καὶ τούτῳ σὺν ταῖς ἀδελφαῖς εἰς δόξαν συνειστιάθη θεοῦ· εἶτα τῇ τε γυναικὶ καὶ τοῖς τέκνοις καὶ πᾶσι τοῖς συγγενέσιν εὐφροσύνης αὐτὸν πλείονος ἀφορμὴν καὶ ἀγαλλιάσεως ἐξαπέστειλεν.

22. ἀλλ᾿ ἱκανὰ μὲν καὶ ταῦτα παραστήσασθαι τὸν πλοῦτον τῆς ἐν αὐτῇ χάριτος τοῦ θεοῦ· ὁ λόγος δὲ βιάζεται καὶ ἕτερον σιωπῆς οὐκ ἄξιον οὐκ ἐπικρύψαι. ἀνήρ τις τῶν συνήθων αὐτῇ καὶ φίλων, Χριστοφόρος ὄνομα αὐτῷ, ὃν διὰ τὴν προσοῦσαν εὐλάβειαν δι᾿ αἰδοῦς εἶχε καὶ τιμῆς, καὶ γνησίως ὡμίλει τούτῳ καὶ τὰ πολλὰ
[p. 102] θαρροῦσα τῶν αὐτῆς ὑπῆρχεν· οὗτος ὑγιής τε ὢν καὶ μηδεμίαν ἔκ τινος ὄχλησιν ὑφορώμενος νόσου τῷ σώματι, ἐπείπερ ὁμιλίας συνήθους ἔτυχεν, ἀπιέναι μέλλων, βαλὼν μετάνοιαν τὴν εὐχήν, ὡς ἔθος, ᾔτησε παρ᾿ αὐτῆς. ἡ δὲ πραείᾳ φωνῇ λέγει πρὸς αὐτόν· «ἄπιθι, τέκνον, ὁ θεὸς ἀναπαύσαι μετὰ δικαίων τὸ πνεῦμά σου.» ὁ δὲ συνετὸς ὢν ὁ ἀνὴρ καὶ τὸν νοῦν ὀξύτατος, οὐχ ἁπλῶς εἶναι ῥῆμα τὸ λεχθὲν ὑπείληφεν, ὅθεν καὶ διαταραχθεὶς τὴν ψυχὴν σύντρομος ἔστη καὶ κατηφής. ἰδοῦσα δὲ τοῦτον οὕτως ἔχοντα ἡ ὁσία, ἀνακτᾶσθαι λόγοις ἤρξατο μειλιχίοις, «μὴ θορυβηθῇς, τέκνον» λέγουσα «ἔννοιά μου τὸν νοῦν ἀλλαχοῦ τις εἶχε συνεστραμμένον, καὶ προὔπεμψεν ἡ γλῶσσά σοι τὴν εὐχὴν οὕτω δι᾿ ἀπροσεξίαν.» ἀλλ᾿ ἐκεῖνος ἅτε πεπειραμένος αὐτῆς οὐ μετεβάλετο· ἔνθεν τοι καὶ παρακαθισαμένη τοῦτον πάλιν ὁμιλίας ἀπήρχετο, πρὸς εὐθυμίαν μεταθεῖναι σπουδάζουσα, καὶ προβαίνουσα τοῖς λόγοις παρῄνει καὶ τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν καὶ τὴν ἀπόλαυσιν τῶν αἰωνίων ἀγαθῶν καὶ τὴν σὺν Χριστῷ ζωὴν τὴν ἀνώλεθρον. πρὸς δὲ κατάνυξιν αὐτὸν καὶ δάκρυα κινήσασα, ὡς ἔγνω τούτου καθεστηκυῖαν ἤδη τὴν ψυχὴν καὶ γαληνιῶσαν, ἀπέλυσεν ἐν εἱρήνῃ. ἐπεὶ δὲ τὰ οἴκοι κατέλαβε καὶ τροφῆς μετέλαβε, περί που τοὺς ἐπιλυχνίους ὕμνους οὐδὲν πλέον εἰπὼν ἀλλ᾿ ἢ τοῦτο μόνον· «τὴν κεφαλήν μου, τὴν κεφαλήν μου,» τῇ γῇ καταβληθεὶς ἐξέψυξεν. ἀλλὰ τοῦτο μὲν οὔπω δῆλον ἦν.

ὡς γοῦν ἐκεῖνος τῇ ὁσίᾳ συνταξάμενος ἀπῄει, μία τῶν ἀδελφῶν (ἐπεὶ καὶ πᾶσαι πρὸς τὸν ἄνδρα γνησίως εἶχον) λέγει πρὸς αὐτήν· «ἵνα τί οὕτως ἀπελογήσω, κυρία μου, τῷ ἡμετέρῳ κατὰ πάντα Χριστοφόρῳ καὶ ἰδού, περίλυπος ἄπεισον ὁ ἄνθρωπος καὶ λίαν κατώδυνος τὴν ψυχήν.» ἡ δὲ «ἄπελθε, τέκνον» φησί «καὶ οὐχ εὑρήσεις τοῦτον ἐν τοῖς ζῶσιν· οὐδὲ γὰρ ἁπλῶς ἐγὼ τοιοῦτον ἂν ἐξεφώνησα λόγον, ἀλλ᾿ ἐν ὅσῳ διαλεγομένη πρὸς αὐτὸν ἤμην, νεανίαν εἶδον λαμπρὸν τῷ εἶδει καὶ τῇ καταστολῇ τοῦ ἐνδύματος ὄπισθεν ἑστηδότα τούτου καὶ δρεπάνην ἠκονημένην ὀξέως τῇ δεξιᾷ
[p. 104] κατέχοντα, καί τινας συνεστῶτας καὶ τοὺς χρόνους αὐτῷ τῆς ζωῆς δακτύλοις ἀριθμοῦντας καὶ μέχρι τῆς παρούσης ἑσπέρας πρὸς ἀλλήλους τούτων εἶναι τὸ πέρας τὴν ψῆφον ἐκφέροντας. ὅμως δ᾿ οὖν τὴν παιδίσκην Εὐήθειαν καλέσατε.» καὶ δὴ παραστάσης, «πορεύθητι, τέκνον» εἶπε «παρὰ τὸν οἶκον τοῦ φίλου Χριστοφόρου, καὶ τὰ κατ᾿ αὐτὸν ὅπως ἔχει διερωτήσασα ταχέως ἡμῖν ἀνάγγειλον ἐλθοῦσα.» ὑποστρέψασαν δὲ καὶ ζῶντα τοῦτον εἰποῦσαν οὐχ εὑρηκέναι τὴν παιδίσκην μαθοῦσαι, ἀπηνεώθησαν πᾶσαι αἱ ἀδελφαὶ καὶ τῷ θεῷ δόξαν ἀνέπεμπον τῷ τοιαύτης αὐτὰς καταξιώσαντι τῆς παιδαγωγοῦ. ἐξ ἐκείνου τοίνυν εἴ ποτέ τινι μετὰ τὴν ἐντυχίαν εὐχὴν ἔλεγεν ἐξιόντι, προσεῖχον ἀσφαλῶς, καὶ ᾧτινι ἄν «ὁ θεός» εἶπεν «ἀναπαύσαι σε, τέκνον» ἀναντιρρήτως αὐτὸν παρὰ πόδας ἡ τελευτὴ κατελάμβανεν.

23. ἐπεὶ δὲ καὶ αὐτὴν ἄνθρωπον οὖσαν ἔδει τὸ κοινὸν ἀποτίσαι χρέος, τὸν θάνατον (εἴ γε δεῖ θάνατον ἐκείνης ὀνομάζειν, ἀλλὰ μὴ μετάστασιν εἰς οὐρανοὺς ἢ πρὸς θεὸν ἀνάβασιν καὶ τελείαν ἐγγύτητα), μανθάνει καὶ τοῦτο παρὰ τοῦ πνεύματος· καὶ πῶς γὰρ ἂν τὴν οἰκείαν ἠγνόησε τελευτὴν ἡ καὶ τὰς ἄλλων προλέγουσα καὶ ἀκούει παρ᾿ αὐτοῦ, ὡς τοὺς ἀξίους ἀκούειν εἰκός, λαλοῦντος τοῦ πνεύματος. παρῆν μὲν οὖν ἕκτη καὶ εἰκοστὴ μηνὸς Ἰουλίου, καθ᾿ ἣν τοῦ τῆς μονῆς ναοῦ, ὃς ἐπ᾿ ὀνόματι τοῦ ἀρχαγγέλου Γαβριὴλ ἵδρυται, τῶν ἐγκαινίων ἐτήσιος μνήμη τελεῖται. προσευχομένης δὲ λέγει πρὸς αὐτὴν τὸ πνεῦμα τὸ ἅγιον· «καὶ νῦν μὲν ἐπιτελέσεις, Εἰρήνη, τῶν ἐγκαινίων τὴν ἑορτὴν καὶ εἰς τὸ ἐπερχόμενον ἔτος· τρίτῃ δὲ τῆς σήμερον ᾆσμα καινὸν ᾆσεις μετ᾿ ἀγγέλων τῷ θρόνῳ παραστᾶσα τῆς θεότητος.»

ἐκείνου δὲ τοῦ ἐνιαυτοῦ περαιωθέντος καὶ τοῦ Ἰουλίου πάλιν ἐπιστάντος μηνός, παρ᾿ ὅλην ἑβδομάδα ἡμερῶν ἄσιτος τῇ προσευχῇ προσεκαρτέρει καὶ τῇ στάσει. τὴν τῶν ἐγκαινίων δὲ τελέσασα μνήμην καὶ τῶν θείων μεταλαβοῦσα μυστηρίων, τροφῆς μὲν οὐδεμιᾶς
[p. 106] τὸ παράπαν ἑτέρας ἐγεύσατο, τὸ δὲ μῆλον ἐκεῖνο τὸ σεβάσμιον, ὅπερ τὸν ἐπιστήθιον καὶ ἠγαπημένον τῷ Χριστῷ μαθητὴν μεθ᾿ ἑτέρων δύο πρὸς αὐτὴν ἀπεσταλκέναι καὶ παρ᾿ ἑαυτῇ τοῦτο τετηρηκέναι φυλακτήριον αὐτὴν ὁ λόγος ἀνωτέρω δεδήλωκε (καὶ γὰρ εἶχεν αὐτὸ διὰ παντὸς πᾶσαν αὐτῆς ἐξαῖρον ἀθυμίαν, ἅτε τροφὴν ὑπερφυᾶ τῷ τῶν ὀσφραντῶν ἑαυτῇς διακριτικῷ πρὸς εὐπάθειαν προσφέρουσα) τοῦτο μόνον μετὰ χαρᾶς ἀνεκλαλήτου πάλιν τῆς εὐωδίας τήν τε τοῦ θείου μεγαλομάρτυρος Παντελεήμονος μνήμην ἑορτάσασα, τῇ ἐπαύριον περὶ τὴν ἐνάτην ἀγωνιᾶν ἐῴκει καὶ ἀδημονεῖν, καὶ εὐχῇ τὴν εὐχὴν συνάπτουσα πυκνὰ τοὺς ὀφθαλμοὺς εἰς οὐρανοὺς ἀνέτεινε, δάκρυα ποταμηδὸν προχέουσα καὶ τὸ ὑποκείμενον ἔδαφος καταρραίνουσα καὶ τὸν αὐτῆς ὅλον διάβροχον τιθεῖσα χιτῶνα, ὥστε καὶ τὰς ἀδελφὰς διααταραχθείσας τῷ παραδόξῳ τοῦ πράγματος καὶ διαπορουμένας τολμῆσαι προσελθεῖν καὶ τὴν αἰτίαν τοῦ τοσούτου κλαυθμοῦ ζητῆσαι μαθεῖν. ἡ δὲ μόλις ποτὲ πρὸς αὐτὰς ἀπεκρίνατο· «σήμερον, τέκνα μου, τοῦ παρόντος ἀπάρασα βίου πρὸς ἕτερον ἄπειμι κόσμον αἰώνιον, καὶ οὐκέτι μου τὸ πρόσωπον ὄψεσθε· ἰδοὺ γὰρ ἡ ὥρα τῆς ἐμῆς ἐφέστηκεν ἀναλύσεως. ἕξετε δὲ τὴν κυρὰν Μαρίαν ἀντ᾿ ἐμοῦ εἰς μητέρα πνευματικήν· τοῦτο γὰρ καὶ θεὸς ἄνωθεν εὐδοκεῖ, καὶ καλῶς ὑμῶν αὕτη προστήσεται. σπουδάσατε δὲ διὰ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης εἰς τὸ πλάτος τῆς αἰωνίου καταντῆσαι ζωῆς. μισήσατε τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ· ματαιότης γὰρ ματαιοτήτων, τὰ πάντα ματαιότης. Μισήσατε τὰς ψυχὰς ὑμῶν, ἵνα ταύτας κερδήσητε, ἀντιπίπτουσαι τῷ θελήματι τούτων καὶ ἀγαπῶσαι τὸ τοῦ Θεοῦ μόνον θέλημα. οὐδεὶς γὰρ ἡμῖν ἐπὶ τοῦ φοβεροῦ κριτηρίου προστήσεται κρινομέναις, ἀλλὰ γυμνοῖς ἀνιστάμεναι τοῖς σώμασι καὶ μηδένα τῶν συγγενῶν ἢ φίλων εὑρίσκουσαι βοηθόν, ποταπῇ διακεισόμεθα τῇ διαθέσει ἀναλογίσασθε· μόνος γὰρ εὑρίσκεται τότε δυνάμενος ἡμᾶς τῆς καταδίκης ἀπολῦσαι Χριστὸς ὁ κρίνων, ὁ καὶ
[p. 108] προλέγων ταῦτα καὶ πολλὰ παρακαλῶν ἡμᾶς νῦν καὶ καταφρονούμενος.»

τοιαύτας καὶ τελευταίας ποιησαμένη τὰς παραινέσεις, ὄμματα καὶ χεῖρας εἰς οὐρανὸν διάρασα, «κύριέ μου καὶ θεέ» εἶπεν, «Ἰησοῦ Χριστέ, υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ποιμὴν ὁ καλός, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον τῶν ψυχῶν ἡμῶν, εἰς χεῖράς σου παρατίθημι τοῦτό σου τὸ μικρὸν ποίμνιον. τήρησον αὐτὸ ἐν τῷ ὀνόματί σου, σκέπασον αὐτὸ τῇ σκέπῃ τῶν πτερύγων σου καὶ διατήρησον ἀπὸ τῶν ἐπηρειῶν τοῦ πονηροῦ, ὅτι σὺ εἶ μόνος ὁ ἐλεῶν καὶ σῴζων, καὶ σοῦ ἐστιν ἡ ἐξουσία, καὶ σοῦ ἐστιν ἡ δύναμις· σὺ γὰρ εἶ ὁ γενόμενος ἡμῖν δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, καί σοι εὐχαριστοῦμεν καί σε δοξολογοῦμεν εἰς τοὺς αἰῶνας· ἀμήν.» καὶ ταῦτα εὐξαμένη ἐκάθισε καὶ ἤρξατο μειδιᾶν, οἷα δὴ τῶν μελλόντων αὐτὴν ἀγαθῶν διαδέξασθαι πολλῶν ἐν συναισθήσει γενομένη καὶ τοὺς ἀπάξοντας αὐτὴν ἀγγέλους φωτοειδεῖς ὁρῶσα καὶ ἡδομένη, οἷς δὴ πάντως καὶ φιλικῶς προσωμίλει συνεχέστατα· καὶ παραυτίκα τὸ πρόσωπον αὐτῆς ἔλαμψεν ὡς ὁ ἥλιος. ὥσπερ δὲ μεταλαβεῖν ὕπνου δόξασα μικρόν, τοὺς ὀφθαλμοὺς καλυψαμένη τὴν ἱερὰν αὐτῆς ψυχὴν ἀπέδοτο τῷ θεῷ. καὶ εὐθέως θροῦς διηγείρετο, καὶ θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολὺς ταῖς κατὰ πνεύμα θυγατράσιν αὐτῆς διηχεῖτο, καὶ συναποθανεῖν, εἰ δυνατόν, ἐθελούσαις αὐτῇ· τὴν γὰρ ταύτης στέρησιν οὐ φορητὴν ὅλως ἐνόμιζον.

διαδοθείσης δὲ πανταχοῦ τῆς τελευτῆς, ἐν ἀκαριαίᾳ ῥοπῇ πᾶσα συνέρρεον πρὸς τὴν μονὴν ἡ πόλις σχεδόν, ὡς μηδὲ τὰ πρὸς τὴν θύραν χωρεῖν βιαζόμενα ταῖς εἰσόδοις τῆς πληθύος· τῶν ποταμῶν γὰρ εἰκάζετο ῥεύματα. ἀλλ᾿ οὐδὲ τὰς τῶν συγκλητικῶν γυναῖκας ἅμα καὶ θυγατέρας ἀπολιμπανομένας ἦν ὁρᾶν τῆς συνελεύσεως· καὶ
[p.110] αὗται γὰρ πᾶσαν αἰδὼ παρωσάμεναι πρὸς τὸ τῆς ὁσίας ἔθεον λείψανον, ἁγιασμὸν ἀρύσασθαι σπεύδουσαι, αἱ μὲν τῇ προσψαύσει, αἱ δὲ καὶ μόνῃ τῇ ὁράσει, ὅσαις μὴ τῆς ἁφῆς ἡ τοῦ πλήθους παρεχώρει φορά.

ὀψὲ δὲ τῆς νυκτὸς μόγις ὁ ὄχλος μετρίαν ἐδίδου τὴν ἄδειαν τὰ πρὸς τὴν κηδείαν τοῦ ἱεροῦ σώματος ἐκείνου ταῖς μοναζούσαις ἑτοιμάσασθαι. ἀνῆπτον δὲ λαμπάδας καὶ κηρούς, καὶ μάλιστα ὅσοι τῆς συγκλήτου συνεληλύθασιν ὑπὲρ ἀριθμόν, καὶ μεγαλοπρεπέστατα μύρα τε καὶ θυμιάματα τῶν εὐωδεστάτων καὶ πολυτίμων ὑπὲρ μέτρον ἀφειδῶς ἀνηλίσκετο. ἀλλ᾿ οὐκ ἦν ἄρα ταῦτα τῆς ἐκ τοῦ χρωτὸς αὐτῆς ἀναδιδομένης εὐωδίας ἀντισχεῖν, καίπερ ὄντα πολλά, κεραννύμενα δέ πως αὐτῇ παράδοξόν τινα καὶ τί γὰρ ἕτερον ἢ θείαν τὴν ὀσμὴν ἀπετέλουν. τιμήσαντες δὲ τὸ παρθενίᾳ καὶ ἁγιασμῷ τετιμημένον ἐκεῖνο σῶμα, καὶ ὕμνοις καὶ ὠδαῖς πνευματικαῖς τὸν ἐνοικήσαντα ἐν αὐτῷ καὶ ἐμπεριπατήσαντα μεγαλύναντες θεόν, τότε μὲν ἐν γλωσσοκόμῳ συνέστειλαν, μετ᾿ ὀλίγον δὲ τάφον καινὸν εὐτρεπίσαντες ἐν εὐκτηρίῳ τοῦ χριστομάρτυρος Θεοδώρου τῷ τῆς μονῆς συνημμένῳ ναῷ ἐντίμως κατέθεντο, τὴν ὁμοίαν ἢ καὶ πολλῷ θαυμασιωτέραν ἀναπέμπον εὐωδίαν, καὶ ψαλμῳδίαις πάλιν καὶ φωταψίαις ταύτην καταγεραίροντες τὸ μυστήριον ἐχαρακτήριζον τῆς ἐν οὐρανοῖς ἀποκειμένης αὐτῇ φωταγωγίας καὶ δόξης ἀνεκφράστου.

λέγεται δὲ τὸν τῆς ζωῆς αὐτῆς χρόνον εἰς ἑκατὸν ἔτη τριῶν δεόντων παρεκταθῆναι καὶ γνώρισμα γήρους ὁρᾶσθαι μηδὲν διὰ τὸ τῆς παρθενίας ἄνθος τὸ ἀμάραντον. ὁ μέντοι συγγενὴς ἐκεῖνος, ὃν ἐρρύσατο τῶν βασιλικῶν ἡ μακαριωτάτη χειρῶν, οὐ διέλιπεν ἐν παντὶ τῷ τῆς ζωῆς αὐτοῦ χρόνῳ συνεχῶς ἐπὶ τὸν τάφον παραγινόμενος καὶ [p.112] τὴν μνήμην αὐτῆς ἐπιτελῶν λαμπρότατά τε καὶ πολυτελέστατα, καὶ τὴν εὐχαριστίαν οὕτως ἀποδιδοὺς ἀδιαλείπτως καὶ μεταστάσῃ.

24. καὶ νῦν ἐστιν ἡ τιμία ταύτης σορὸς πάσης ὠφελείας πηγή, καὶ πᾶς τις προστρέχων αὐτῇ καὶ ὧν ἂν δέοιτο τὴν θεραπείαν ἐπιζητῶν, ἑτοιμοτάτην εὑρίσκει καὶ πρόσφορον, καὶ μάλιστα οἳ τοῖς ἀγαπήσασι κακίαν ὑπὲρ ἀγαθωσύνην καὶ ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην εἰς δικαστήρια ἕλκονται, Ϡοἷς ἥττημά ἐστιν ὅλως,Ϡ κατὰ τὸν θεῖον ἀπόστολον, Ϡὅτι κρίματα ἔχουσιϠ· φεῦ γάρ, ὅτι Ϡἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται.Ϡ καὶ Ϡδιατί οὐχὶ μᾶλλον ἀποστερεῖσθεϠ, φησίν, Ϡἀλλὰ ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς ἢ οὐκ οἴδατε ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιϠ καὶ αὖ πάλιν ἐκεῖνοι, οἷς ὁ ἥλιος παροργιζομένοις ἐπιδύεται. τῆς γὰρ ὑπερεχούσης πάντα νοῦν εἰρήνης ἐπώνυμος γενομένη καὶ τελείαν εἴληφε τοῦ εἰρηνεύειν τὴν χάριν παρ᾿ αὐτῆς. Χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ καταλλάξας ἡμᾶς ἑαυτῷ διὰ τοῦ σταυροῦ πολεμωθέντας διὰ τῆς ἁμαρτίας. ἀρρήτῳ γὰρ καὶ θείᾳ δυνάμει δίδωσιν ἀλλήλοις καὶ ὑπὲρ λόγον καταλλάττεσθαι τοῖς οὐ χθὲς καὶ σήμερον καὶ πρὸ ἐκείνης μόνον, ἀλλὰ καὶ ἐπὶ μακρὸν ἠγριωμένοις καὶ τεθηριωμένοις καὶ μηδ᾿ ἀκοῇ τὰς κλήσεις θάτερον ἀνεχομένοις ἐνωτίζεσθαι θατέρου· καὶ τοῦτο χαρίζεται τῷ πίστει προσερχομένῳ καὶ τῆς ἀγάπης ἀνακαλουμένῳ τὸν οὗ πρὸς καιρὸν παρέκλινε θεσμὸν ἐπηρεασθείς. Ϡἀγγέλων γάρϠ φησί Ϡτὸ μὴ ἁμαρτεῖν, ἀνθρώπων δὲ συνέσει τετιμημένων τὸ ἁμαρτάνοντας μεταμέλεσθαι.Ϡ καὶ εἴημέν γε τὸν τῆς ἀγάπης τηροῦντες νόμον ταῖς αὐτῆς μεσιτείαις, ὥστε γινώσκεσθαι πᾶσιν ἡμᾶς ἀπ᾿ αὐτῆς μαθητὰς τοῦ Χριστοῦ· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, τῇ μιᾷ θεότητι καὶ βασιλείᾳ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************