[p. 217]
βίος καὶ πολιτεία τοῦ ἐν ἁγίοις καὶ θαυματουργοῦ πατρὸς ἡμῶν Δημητριανοῦ, ἐπισκόπου
Χυτρίδων, μιᾶς τῶν ὑπὸ τὴν Κυπρίων νῆσον <πόλεων>. εὐλόγησον, κύριε.
1. ἡ παντουργὸς καὶ ὑπερούσιος καὶ παντεπίσκοπος μία θεότης καὶ δύναμις, ἡ συνανάρχως
καὶ ὁμοφυῶς καὶ ὁμοσθενῶς νοουμένη τρισυπόστατος φύσις, ἡ ἐκ πάντων ὁμοίως γινωσκομένη
τε καὶ κηρυττομένη ---ἔκ τε τῶν περὶ αὐτὴν ἰδιωμάτων, καὶ τῶν δευτέρων ἐξ αὐτῆς
εἰλιχόων τάξεων, λέγω δή, τῶν ἀγγελικῶν καὶ ὑπερκοσμίων δυνάμεων, τρίτην τε τὴν
ἐν ἡμῖν ἐκ τῶν ὁρωμένων καὶ νοουμένων καλῶς φυραθεῖσαν οὐσίαν--- ἡ τόδε τὸ πᾶν διακοσμήσασα,
καὶ εἰς κάλλος καὶ μέγεθος αὐξήσασα, καὶ ποικίλης ἐξ ἁπάντων τῶν ὑπ᾿ αὐτῆς γεγονότων
κτισμάτων, τῇ προνοητικῇ δυνάμει, πάσῃ ζωτικῇ αἰσθήσει τὴν λειτουργίαν κατασκευάσασα,
ἡ καιροὺς καὶ χρόνους καὶ ἡμέρας καὶ ἐνιαυτοὺς τῇ τῶν ἄστρων φορᾷ διαλλάττουσα,
ἡ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀλόγως γινωσκομένη τε καὶ κηρυττομένη κατὰ
τὸ λόγιον, ἡ διακρατοῦσα καὶ συμβιβάζουσα πάντα εἰς μίαν δοξολογίαν καὶ ἕνωσιν τῶν
τριαδικῶν ὑποστάσεων τῆς μιᾶς καὶ ἀχράντου θεότητος, ἐκ τῆς ἐπ᾿ ἐσχάτων τῶν χρόνων
γενομένης παγκοσμίου σωτηρίας διὰ τῆς τοῦ μονογενοῦς θεοῦ λόγου ἐνσάρκου οἰκονομίας,
πᾶσαν ἁγιωσύνης ὁδὸν τῷ τῶν ἀνθρώπων ὑπανοίξασα γένει, εὐδόκησε τὸν ἄνω κόσμον διὰ
τούτων ἀναπληρωθῆναι, καὶ γενέσθαι τοὺς ἐπι γῆς οὐρανίους, κατὰ τὸν ἀνυπέρβλητον
πλοῦτον τῆς ἐμφύτου ἀγαθότητος, πᾶσι προκειμένη διὰ τῶν ἐμπράκτων αὐτουργημάτων
ποικίλη πρὸς σωτηρίαν ὁδός. οὐ γὰρ λόγῳ μόνῳ ὁ τοῦ θεοῦ πατρὸς λόγος ἐπιδημήσας
ἡμῖν τὸ τῆς εὐσεβείας μυστήριον ἔδειξε ---τοῦτο γὰρ ἑλληνικῆς σκαιομυθίας ἐφεύρεμα---
ἀλλ᾿ ἐν οἷς αὐτὸς ὁ Ἰησοῦς ἀπήρξατο ποιεῖν, καὶ τὴν διδασκαλίαν ἐσφράγισε· ἀθάνατος
γὰρ αὕτη ἡ τῆς νομοθεσίας στήλη δι᾿ αὐτῶν τῶν πραγμάτων ἐναργεῖς παριστῶσα τῶν θείων
γραμμάτων τὰς μαρτυρίας· δι᾿ αὐτῆς καθ᾿ ἑκάστην γενεὰν οἱ συμμορφούμενοι τούτῳ τῷ
πάθει καὶ κοινωνοὶ τῆς αὐτοῦ δόξης γενέσθαι καταξιούμενοι, οὓς καὶ προωρισμένους
ὁ μέγας ἀπόστολος Παῦλος προέφησε, ὑπὸ τῆς αὐτοῦ
[p. 218] πυρωθέντες ἀγάπης καὶ ὅλον τὸ τοῦ φίλτρου ἱστίον πρὸς αὐτὸν ἀναπετάσαντες
πρὸς τὸν εὔδιον λιμένα τῆς τούτου συναφείας κατήντησαν. ὅθεν καὶ τὸ φιλόνεικον ἐν
τούτῳ μόνῳ ἐκτήσαντο, καίτοι τἄλλα εἰρηνικοί τε ἐν ἑαυτοῖς καὶ πᾶσιν ὄντες, ὥστε
ἀλλήλους ὑπερβάλλειν ἐν τῇ κατ᾿ ἀρετὴν ἀσκήσει ---καὶ τοῦτο πάλιν οὐ βασκάνως οὐδὲ
ἀνελευθέρως, ἀλλὰ καὶ λίαν <ἀν>επιφθόνως. πᾶν γάρ, ὃ ἕκαστος ἑαυτῷ ἐθησαύρισε, τῷ
πλησίον διακονεῖν οὐ κατώκνησε. ἐν τούτῳ γὰρ καὶ ἡ τῶν πραττομένων σπουδή, ἵνα διὰ
τῆς ἀλλήλων οἰκοδομῆς τῇ πρώτῃ συνδεσμούμενοι ἀγάπῃ εἰς μίαν θεοῦ δόξαν συντρέχωσιν.
ἐπειδὴ δὲ πολλὰς μονὰς παρὰ τοῦ σωτῆρος ἐν τῇ τοῦ πατρὸς οἰκίᾳ εἶναι διδασκόμεθα,
τοῦ λόγου δηλοῦντος τὸ τῶν ἀμοιβῶν διάφορον κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστῳ βεβιωμένων,
μία δὲ ἡ τοῦ Χριστοῦ βασιλεία, ἡ πάντας τοὺς ἐν τῷ τοῦ βίου σκάμματι ἀγωνισαμένους
ὑποδεχομένη, ἐπ᾿ ἴσης πᾶσι παρέχουσα τὴν ἐκ τῆς ἡδονῆς ἀνάδοσιν τῷ ὑστερουμένῳ τε
καὶ ἐλαττουμένῳ, κατὰ τὴν ἀνταπόδοσιν ---ἀπέδρα γὰρ ἐν ταύτῃ πᾶσα ὀδύνη, λύπη τε
καὶ στεναγμός--- εἰκότως καὶ τοῖς ἐνταῦθα ἀγωνιζομένοις ἡ τῶν ἀρετῶν ποικιλία παρέπεται.
τοῦτο δὲ λέγω οὐχ ὅτι δίκαιον ἔστιν κληθῆναί τινα μὴ πᾶσαν ἀρετὴν κατορθώσαντα.
καὶ γὰρ διαρρήδην περὶ τούτου ὁ μακαριώτατος ἀπόστολος Ἰάκωβος ἐδήλωσε λέγων· Ϡὅστις
ὅλον τὸν νόμον τηρήσει, πταίσει δὲ ἐν ἑνί, γέγονε πάντων ἔνοχος.Ϡ ἀλλα τῶν ἀρετῶν
μὲν ἁπάντων [σιχ χοδ.] οἱ δίκαιοι μέτοχοι γεγόνασι, κατὰ τὴν δεδομένην ἑκάστῳ ὑπὸ
τοῦ πνεύματος δύναμιν, κατ᾿ ἐκεῖνο δὲ τὸ μέρος ἕκαστος καὶ τὸν ὕμνον ἐδέξατο, καθ᾿
ὅσον ὑπερκειμένη τῆς αὐτοῦ δόξης ἡ ἀρετὴ ἔσχε τὸ πλεονέκτημα. ἔνθεν Ἀβραὰμ ἐπὶ τῷ
φιλοξένῳ θαυμαζόμενος τρόπῳ, ἐν οὐδενὶ τῶν ἁπάντων μερῶν τῆς ἀρετῆς ἐδείκνυτο ὑστερούμενος.
ἐκ πίστεως γὰρ καὶ ἐλπίδος τὸ ἐνυπόστατον τῶν οὐ βλεπομένων πραγμάτων βεβαιωθεὶς
ταῖς ἐπαγγελίαις, τῇ τοῦ θεοῦ διαπύρως ἀγάπῃ συνεδέθη· ὅθεν καὶ πατρῴαν γῆν καταλέλοιπεν,
καὶ τὴν ἀλλοτρίαν ὡς ἰδίαν κατῴκησε, τῷ αὐτοῦ μὴ ἀπειθήσας προστάγματι. ἐκ τῶν ἀναγράπτων
δὲ τριῶν ἀρετῶν, πᾶσα καὶ ἡ τῶν ἄλλων ὁμήγυρις τούτῳ συνείπετο· διὸ καὶ τῶν ἐπαγγελιῶν
<οὐ> διήμαρτεν, πατὴρ ἁπάντων χρηματίσας ἐθνῶν κατὰ τὴν ὑπόσχεσιν. οὕτως Ἰσαὰκ εἰς
τύπον τῆς καινῆς θυσίας, πατρικῷ π<ε>ιθήσας θελήματι, ἀθύτως προσενεχθείς, καὶ προφητικοῦ
μετασχὼν χαρίσματος, ἐπὶ τῷ
[p. 219] τῶν εὐλογιῶν μερισμῷ πασῶν τῶν ἀρετῶν ὑπῆρχεν ἀνάπλεος. οὕτως Ἰακὼβ ἐφ᾿
ἁπλότητι καὶ ἀκακίᾳ μαρτυρηθεὶς οὐδενὶ τῶν ἄλλων μερῶν τῆς ἀρετῆς ἀπελείπετο. οὕτως
Ἰωσὴφ ἐπὶ σωφροσύνῃ βοώμενος διὰ τὸ κατ᾿ αὐτοῦ ἐκτιναγὲν πορνικὸν βέλος τῆς Αἰγυπτίας,
οὐδεμιᾶς τῶν ἑτέρων τριῶν γενικῶν ἀρετῶν ἔρημος ἦν. αὐτίκα γὰρ τῇ τῆς ἀνδρείας στερρότητι
τὴν πρὸς τοὺς ἀδελφοὺς ἀμνησικακίαν τελείως ἐπεδείξατο, καὶ τῇ τῆς φρονήσεως πάλιν
ἀρετῇ τῶν ἐνυπνίων τὰς συγκρίσεις ἐξεῖπεν, δικαιοσύνῃ δὲ διῴκησεν Αἴγυπτον. οὕτως
Ἰὼβ ἐπὶ τῇ τῶν πειρασμῶν ὑπομονῇ ᾀδόμενος, οὐδενὶ δεύτερος τῶν ἄλλων γέγονεν ἁπάντων.
ὑπὸ τῆς θείας γὰρ φωνῆς μεμαρτύρηται ἄμεμπτος, ἄκακος, θεοσεβής, ἀπεχόμενος ἀπὸ
παντὸς πονηροῦ πράγματος. οὕτως Μωϋσῆς πρᾳότατος παρὰ πάντας μαρτυρούμενος ἀνθρώπους,
ἰσοταχῶς τὰς ἄλλας συμπεριέλαβεν ἀρετάς. οὕτως Ἀαρὼν ὁ πρῶτος ἱερεὺς καὶ ἀδελφὸς
τούτου ἐπὶ ἁγιωσύνῃ χρηματίσας συμπεριεκτικωτέραν ἔσχε τῆς ἀρετῆς ἐν ἑαυτῷ τὴν ἀνάληψιν.
οὕτως Ἰησοῦς μὲν ἐπὶ ἀνδρείᾳ, στρατηγίᾳ τε καὶ κληροδοσίᾳ τῆς παρὰ θεοῦ ἐπηγγελμένης
γῆς, Σαμουὴλ δὲ ἐν τοῖς ἐπικαλουμένοις τὸν κύριον, Δαυὶδ ἐπὶ ἀκακίᾳ καὶ πρᾳότητι
καὶ ἀμνησικακίᾳ, ἐξ ὧν κατὰ τὴν τοῦ θεοῦ καρδίαν ἀνὴρ ὠνόμασται, καὶ τῶν λοιπῶν
ἕκαστος τῶν εὐαρεστηκότων τῷ κυρίῳ ἐκ τῶν μερικῶν τῆς ἀρετῆς πλεονεκτημάτων, τὸ
ὅλον τούτων ἀποδείξαντες ὕφασμα, εἰκότως καὶ τοῦ τῆς δικαιοσύνης ὀνόματος τετυχήκασι·
καὶ γὰρ αὕτη μία τῶν γενικῶν ἀρετῶν ὑπάρχουσα, πασῶν ὑπέρκειται τῷ ὀνόματι· ὡς ἐν
ἑαυτῇ δεξιουμένη τὴν τῶν λοιπῶν ὑποδοχὴν καὶ μόνη τῷ τῶν ἁπασῶν καλλωπιζομένη ὀνόματι.
οὐ μόνον δὲ τῶν παλαιῶν ἀνδρῶν ἡ διήγησις ποικίλας ἡμῖν προβάλλει τὰς τῶν ἀρετῶν
καλοκἀγαθίας, ἀλλὰ πολλῷ μᾶλλον τῶν τῆς νέας ἀπολαυσάντων χάριτος τῆς ἐν Χριστῷ
Ἰησοῦ γενομένης, διαφερόντως καὶ ἡ τῶν ἀρετῶν τελειότης ἐπηκολούθησεν (εἴπερ ὁ νόμος
μὲν ἐν σκιαῖς, ἡ δὲ χάρις κατὰ ἀλήθειαν)· ἔνθεν ἀνέλαμψαν ἐκ τῶν πρώτως δεξαμένων
τὸ τῆς διδασκαλίας ταύτης μυστήριον ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντος θεοῦ,
ἄνθρωποι, οὐδὲν ἢ μικρὸν τῶν πρώτων παραδειγμάτων λειπόμενοι. διὰ τοῦτο καὶ ὁ θεῖος
σπόρος εἷς μέν, ἀλλὰ διάφορα τὰ φυόμενα· σπόρον δὲ λέγω, τὸν ἐν τῇ καλῇ καὶ ἀγαθῇ
πεπτωκότα γῇ, ἐξ οὗ καὶ ἡ καρποφορία ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν,
καθὼς ἐν τοῖς εὐαγγελίοις
[p.220] ἠκούσαμεν. καὶ ἡ μὲν τῆς γεωργίας διαφορὰ κατά τε αὔξησιν καὶ μείωσιν δήλη
τοῖς ἀναγινώσκουσι, ἡ δὲ τῶν καιρῶν ἐναλλαγὴ τοῖς ἀμελεστέροις ὑποτιθεμένη τὸ ἀδύνατον
μέχρι τούτων τὴν ἀρετὴν [λεγε· τὸν ἄροτον ?] περιορίζειν ὑποβάλλει, μήτε τὸ συγγενὲς
ἀναλογιζομένοις τῆς φύσεως τῶν ἀνδρῶν, μήτε τὴν τῆς θείας δυνάμεως ἐνέργειαν εἰς
ἀεὶ διαμένειν ἀναλλοίωτον, ἀλλὰ τοσοῦτον τὴν χαύνωσιν αὔξουσιν, ὡς ἂν τῶν ψυχικῶν
δυνάμεων κατακρατῆσαι ἰσχύσειεν. ὅμως εἰ καὶ τῶν ἀμελέστερον βιούντων ἔκλυτος ἡ
προθυμία, καὶ μόνῃ τῇ τῆς ἀσθενείας ἐπερειδομένη αἰτίᾳ τῶν τῆς ἀρετῆς διαμαρτάνει
καλῶν, ἀλλ᾿ οὖν ἡ τῶν μεγάλων πραγμάτων πρόνοια οὐ παύεται κατὰ γενεὰν καὶ γενεὰν
τοὺς αὐτῆς ἀξίους εἰς ἐπανόρθωσιν τῶν κειμένων ἐγείρουσα, ἵνα οἱ τοῖς πρώτοις μὴ
πειθόμενοι παραδείγμασιν, ἐγγύθεν τὰς ἀφορμὰς ἔχοντες πρὸς μίμησιν διϋπνίζωνται·
εἰ γὰρ καὶ ὁ τῶν μαρτυρικῶν στεφάνων νῦν καιρὸς ἐπιλέλοιπε, διὰ τὴν δεδομένην θεοῦ
χάριτι παντὶ τῷ κόσμῳ ἐλευθερίαν τῆς εἰδωλικῆς πλάνης, ἀλλ᾿ οὖν πρόκειται πᾶσι τοῖς
βουλομένοις τὸ τοῦ συνειδότος μαρτύριον πρὸς ἀνταγωνιστὴν βιαιότατον, τὸν ἄρχοντα
λέγω τοῦ σκότους, καὶ τὰ τῆς πονηρίας πνεύματα, ὧν τοῖς περιγινομένοις οὐ κότινος
ὀλυμπικὸς ἢ μῆλα δελφικὰ παίγνια δίδοται τὸ ἀγώνισμα, ἀλλὰ τῶν ἄνωθεν βραβείων καὶ
στεφάνων τὰ ἔπαθλα· ἐπ᾿ ἴσης τοῖς ἐντέχνως δι᾿ ἅλματος ὑποβᾶσι τὸν ἀντίπαλον, καὶ
τοῖς τοῦ ἀγωνοθέτου
[p. 221] δόξης ἠξιωμένοις· οὐδεὶς δὲ πράγμασιν ὑλικοῖς συ<ν>δεδεμένος καὶ πάσῃ τῇ
περὶ τὸν βίον ῥαστῴνῃ, τὸν νικητήριον τοῦτον τῆς ἀθλήσεως ἀναδήσασθαι δυνήσεται
στέφανον· ἀλλ᾿ ὁ ἑαυτὸν διὰ τῆς παντελοῦς τοῦ κόσμου σταυρώσεως ἔξω πάντων ποιήσας
τῶν ἐπιγείων, οὗτος τῶν τελείων τῆς ἀρετῆς τεύξεται πλεονεκτημάτων· ἐξ ὧν πάλιν
ἵνα μὴ καὶ οὗτος καταστρατηγῇ τὸ ἀδύνατον, διάφοροι τῶν ἀρετῶν ἀναθάλλουσιν αἱ βλαστήσεις·
οἱ μὲν γὰρ τὸν πάντη μοναδικὸν ἀσπάζονται βίον, θεῷ μόνῳ συγγινόμενοι καὶ ἀθλητικὴν
μονίαν ἀνύοντες, οἱ δὲ σὺν ὁμοψύχοις δυσὶ ἢ τρισὶ ἀλλήλους πρὸς ἀρετὴν παραθήγοντες,
ὁμοφρόνως βιοῦσιν· οἱ δὲ μεγίστη συμμορία γενόμενοι, ὡς παράδεισος θεοῦ ποικίλοις
δένδροις κατακοσμούμενος διαφόρους καρποφορίας τῷ κυρίῳ προσφέρουσιν. εἰσὶ δὲ τούτων
οἳ πᾶσαν εἰς κάλλος καὶ μέγεθος αὐξήσαντες ἀρετήν, καὶ πρὸς τὸ τέλος αὐτῆς καταντήσαντες,
ὑπὸ τῆς ἄνωθεν χάριτος ἐπὶ μείζοσι προβαλοῦνται βαθμοῖς, καὶ τῶν ἑπομένων τοῖς ἐρημικοῖς
ἀρετῶν διὰ τὴν σπάνιν ἀπολειφθῆναι μὴ καταλιμπανόμενοι, ἀλλὰ καὶ προσκαλούμενοι
καὶ ἐκ δόξης εἰς δόξαν μετοχετευόμενοι, πλειόνων καὶ τῶν χαρισμάτων καταξιοῦνται
τοῦ πνεύματος. ὧν εἷς ὑπάρχει καὶ ὁ νῦν ἡμῖν εἰς εὐφημίαν προκείμενος Δημητριανὸς
ὁ μακαριώτατος, οὗ τὸν βίον καὶ τὰ θαύματα προτραπεὶς παρ᾿ ὑμῶν, ἱερώτατοι, ἐντάξαι
τῷδε τῷ διηγήματι, κοινὸν τοῖς ἀκούουσιν ὄφελος, λίαν ἐπὶ τούτῳ ἰλιγγίασα, τῆς ἐμῆς
ἀμαθίας καὶ ἀτέχνου τοῦ λόγου κατασκευῆς τὸν κίνδυνον ὑφορώμενος, ὅμως ταῖς τοῦ
νῦν εὐφημουμένου ἱερωτάτου πατρὸς πρεσβείαις τεθαρρηκώς, τῆς προκειμένης ἀπάρχομαι
διηγήσεως·
2. Δημητριανὸς τοίνυν ὁ ἅγιος τὸ γένος ἦν Κύπριος ὑπὸ τὴν ἐπαρχίαν τελῶν τῆς Χυτρίδων
πόλεως, ἐκ κώμης τινὸς ὁρμώμενος καλουμένης Συκαῖς, πατρὸς μὲν λίαν ἐναρέτου καὶ
φοβουμένου τὸν κύριον, ὃς καὶ διὰ τὴν τῆς ἀρετῆς ὑπερβολὴν τῷ τῆς ἱερωσύνης κατεκοσμεῖτο
ἀξιώματι· πρεσβύτερος γὰρ ταύτης ὑπῆρχεν τῆς κώμης, ὡς καὶ πάντων τῶν ἐν ταύτῃ οἰκούντων
κρατῶν, καὶ λίαν παρὰ πάντων φιλούμενός τε καὶ ἀγαπώμενος· μητρὸς δὲ λίαν εὐσεβοῦς
καὶ φιλοθέου, ὡς εἶναι ταύτην ἐν γυναιξὶ τῶν τῆς κώμης, ὅπερ ἐν ἀνδράσιν ὁ πατὴρ
ἐγνωρίζετο. ἐκ ταύτης τῆς καλλίστης συζυγίας ὁ μέγας ἤνθησε Δημητριανὸς ἐν ἀρχῇ
τῆς βασιλείας Θεοφίλου τοῦ μισοχρίστου βασιλέως. ἐν τούτοις
[p. 222] τοῖς χρόνοις γεννηθεὶς ὁ τοῦ θεοῦ ἄνθρωπος, μητρικῶν εὐθὺς ἐκ σπαργάνων
καθάπερ τις ἕτερος Σαμουὴλ τῷ τοῦ θεοῦ κλήρῳ ἐγκαταλέγεται, καὶ πᾶσαν ἐκ νεαρᾶς
ἡλικίας ἀσκήσας τὴν ἐν τοῖς θείοις ἤθεσί τε καὶ μαθήμασι παίδευσιν, τοῖς πατρικοῖς
διέλαμπε κατορθώμασι. τούτῳ γὰρ ἐν πωλικῷ παραθέων φρυάγματι, τῶν ἴσων τρόπων οὐδὲ
τὸ βραχύτατον ἀπολειφθῆναι ἠνέσχετο. ἐκ δὴ τούτων πάντας μὲν τοὺς καθ᾿ ἡλικίαν ἴσους
ἢ καὶ ὑπερβεβηκότας ἦν ὑπερβάλλων, πᾶσιν δὲ τῶν ὕστερον αὐτοῦ κατορθωμάτων ἐδίδου
προβλέπειν τὸ μέγεθος, εἴπερ ἐξ ὀνύχων καὶ λέοντός ἐστιν ἴχνη καταμαθεῖν τοῖς μὴ
πάντη τυφλώττουσιν.
3. γενομένου δὲ αὐτοῦ πεντεκαιδεκαέτους καὶ ἡβήσ<αντος>, ἐκ ταύτης τῆς ἡλικίας βουλὴν
οἱ τοῦτον [λεγε· τούτου] γεννήτορες βουλευσάμενοι τὴν ἀκινδυνοτέραν {ὁδὸν} ὡς ᾤοντο
πρὸς τὴν τῆς ψυχῆς φυλακήν, εἰ καὶ δευτέραν πρὸς τὸ τῆς παρθενίας καλόν, νομίμῳ
καθ᾿ ὑπερβολὴν προσέθεντο γάμῳ· καὶ τὸν ἀναντίλογον τοῦτον ὡς ἐν ἅπασι κατὰ πάντα
ὑπήκοον ἔχοντες, πείθουσι καὶ μὴ βουλόμενον τῷ γαμικῷ ὑποκῦψαι ζυγῷ, καὶ δουλείαν
τῆς ἐλευθέρου ζωῆς ἡγήσασθαι κρείττονα. οἱ μὲν οὖν οὕτως βουλευσάμενοι καὶ πέρας
τῇ αὐτῶν ἐπιθέντες γνώμῃ, τῷ νέῳ τὴν γαμήλιον ἑορτὴν ἐπετέλεσαν, κόρην τινὰ τῇ ὥρᾳ
καὶ τῷ κάλλει διαφέρουσαν, καὶ ἀξίαν ἐν τοῖς ἤθεσι τῆς τούτου ψυχῆς, τούτῳ συζεύξαντες.
ὁ δέ γε φιλάνθρωπος κύριος, ὁ γινώσκων τοὺς ὄντας αὐτοῦ καὶ πρὸ γενέσεως, τάχιστα
τῶν αὐτοῦ ἀγκαλῶν τὴν συζευχθεῖσαν ἀπέζευξε. τριμηναίου γὰρ παρελθόντος μετὰ τὴν
συνάφειαν χρόνου, ἡ τοῦ μακαρίου Δημητριανοῦ σύνευνος τὸν ἀνθρώπινον μεταλλάττει
βίον, πρὸς δὲ τὸν ἄλυπον καὶ ἀμείνονα μετατίθεται, τῆς θείας προνοίας τῶν ἀμφοτέρων
τὸ συμφέρον οἰκονομησάσης καλῶς κατὰ τὸ ἄπειρον βάθος τῆς αὐτοῦ [σιχ χοδ.] ἀνεξιχνιάστου
γνώσεως. καὶ γὰρ ἀμφοῖν τὰ τῆς παρθενίας σῷα διαφυλάξας σήμαντρα, οὕτω τὴν διάζευξιν
ᾠκονόμησε· κἀκείνην μὲν τῶν οὐρανίων θαλάμων σὺν ταῖς φρονίμοις καταξιώσας παρθένοις,
τῷ δὲ μειζόνων ἔργων καὶ στεφάνων ἐκ τούτου τοῦ δράματος ὑπάρξας παραίτιος. ὁ δὲ
μακαριώτατος Δημητριανὸς τὸ ἐπ᾿ αὐτῷ γενόμενον θείας ἔργον εἶναι κρίνας προνοίας,
πᾶσαν τὴν ἐξ ἀθυμίας ἐπισυμβαίνουσαν ἐν τοῖς τοιούτοις ἀποτιναξάμενος λύπην, εἰς
[p. 223] εὐχαριστίαν δὲ κινήσας πᾶσαν αἴσθησιν, τοιοῖσδε πρὸς τὸν δεσπότην εὐχαριστηρίοις
ἐχρήσατο ῥήμασι· «σοί, κύριε, παρατίθημι τὴν ἐκ πατρικοῦ βουλήματος δεδομένην μοι
βοηθόν· τῷ σῷ γὰρ πειθόμενος προστάγματι, τοῖς αὐτοῦ οὐκ ἀντεῖπον θελήμασι. σοῦ
γὰρ τῷ νεύματι τὸν ὑποσκελισμὸν τῶν ἐμῶν ἀφείλου ποδῶν πανσόφως, τάχιστα τὴν παγίδα
συνθλάσας, καὶ ἀμέτοχόν με τῆς φθοροποιοῦ ἐργασάμενος ἁμαρτίας. σοὶ θαρρῶν τὴν ἐμὴν
ἀνατίθημι παρθενίαν, ἣν καὶ μετὰ τὴν συζυγίαν σῴαν ἐφύλαξας· σοὶ πάντα τὸν ἐμὸν
προσάγω βίον διὰ τῆς πρὸς σὲ ὁλοψύχου εὐαρεστήσεως.»
4. τούτοις καὶ ἑτέροις πλείοσι πρὸς τὸν θεὸν χρησάμενος λόγοις, καὶ ἐκ τῆς συμπεσούσης
αὐτῷ ἀθυμίας διεγείρας ἑαυτόν, ὁ καὶ πρὸ τῆς πολιᾶς πολιός, περιαγαγών τε κύκλῳ
τὸ τῆς ψυχῆς ὄμμα, ἐκ τῆς ἔξω περιπλανήσεως, καὶ εἰδὼς πάντα τὰ τοῦ βίου ὡς ἀνωφελῆ,
ὡς μάταια, ὡς πάσης ὀνειρώδους τέρψεως εὐτελέστερα, χαίρειν πᾶσιν εἰπὼν καὶ αὐτοῖς
τοῖς γεννήτορσι, μετανάστης πάντων τῶν τοῦ κόσμου γίνεται πραγμάτων, ὄρος δὲ τοῦτον
ἡλίβατον ὑποδέχεται, ἐν ᾧ μοναστήριον ὑπῆρχεν τοῦ μεγάλου φωστῆρος τῆς οἰκουμένης
Ἀντωνίου, οὐ πολλῶν μὲν ἐν τούτῳ ἀσκουμένων διὰ τὸ λίαν τραχὺ τοῦ τόπου καὶ ἀπαράκλητον,
πάντων μὲν ὅμως τελείων ἀνδρῶν καὶ ἐν μηδενὶ λειπομένων τῶν τῆς ἀρετῆς πλεονεκτημάτων.
οὓς ἰδὼν Δημητριανὸς ἐζήλωσεν ἐν καλῷ· καὶ τέως μὲν καὶ πρὸ τῆς ἀσκητικῆς παλαίστρας
ἑαυτὸν ἐν τοῖς πόνοις ἐθίζων, νηστείαις καὶ ἀγρυπνίαις καὶ ταῖς ἄλλαις κακοπαθείαις
τὸ ἑαυτοῦ ἐγύμναζεν σῶμα, πάντων μὲν τῶν {ὅσα} πρὸς τὸ τῆς ἡδονῆς ἑλκόντων λεῖον
ἀποστρεφόμενος· μόνην δὲ τὴν κακοπάθειαν τῆς δαψιλοῦς ἀεὶ προτιμῶν καρυκείας, ὡς
ἐκ τῶν προοιμίων, πάντας τοὺς χρόνῳ καὶ ἡλικίᾳ προβεβηκότας ὑπερέβαλλεν ἐν τῇ κατὰ
θεὸν ἀσκήσει, σπουδῇ τε καὶ προθυμίᾳ· ὅθεν ὁρῶντες τὴν τούτου καλλίστην ἀναστροφὴν
οἱ τοῦ τόπου πατέρες, πρὸς τὴν τοῦ μονήρους βίου ἀμφίασιν τοῦτον παραινεῖν ἀπήρξαντο,
τοιοῖσδε χρώμενοι ῥήμασι· «οὐ δίκαιόν σε, τέκνον, τοῦ σχήματος ἀλλοτριοῦσθαι, οὗ
περ τοὺς τρόπους μετ᾿ ἐπιστήμης ἀνύειν μεμάθηκας. τοίνυν εἰ ταῖς ἡμετέραις πείθῃ
γνώμαις, καλῶς σοι συμβουλεύουσι· τάχιστα τούτῳ κατακοσμηθῆναι θέλησον, ὅπως πλείονα
τὸν ἐκ τούτου δεξάμενος φωτισμὸν τῶν μυστικωτέρων τῆς ἀρετῆς κατορθωμάτων ἐπιτεύξῃ.»
ὁ δὲ μακαριώτατος Δημητριανὸς τοῖς τῶν πατέρων λόγοις ἡσθείς, γονυπετῶν ἐλιπάρει
τὰ καλῶς αὐτῷ παρ᾿ αὐτῶν βεβουλευμένα δεξιὸν δέξασθαι πέρας, ἐπὶ τούτῳ γὰρ ἔφασκε
πᾶσαν καταλελοιπέναι κοσμικὴν προσπάθειαν καὶ γονέων φίλτρον, ἵνα τῆς τοιαύτης χάριτος
[p. 224] μέτοχος γένηται. εὐθέως οὖν τῆς συνήθους ἐπ᾿ αὐτῷ τελεσθείσης ἀκολουθοῦ
τάξεως τῆς μοναχικῆς ἱερολογίας, τὸ οὐράνιον καὶ ἀγγελικὸν περιβάλλεται σχῆμα, οὗ
τινος καταξιωθεὶς ὁ μακαριώτατος τοῖς προτέροις πόνοις πόνους προσετίθει, καὶ ἐπὶ
τῷ προκαταβληθέντι θεμελίῳ καλῶς ἐπῳκοδόμησε χρυσόν, ἄργυρον, λίθους τιμίους καὶ
τέσσαρας ἐν αὐτῷ οὐρανομήκεις στύλους πηξάμενος τὰς πασῶν ὑπερκειμένας ἀρετάς, φρόνησιν,
ἀνδρείαν, σωφροσύνην καὶ δικαιοσύνην, τῷ κύκλῳ τῶν λοιπῶν ἀρετῶν τούτους κατεστεφάνωσε·
ἐξ ὧν ἄρτιον ἑαυτὸν οἶκον τοῦ παναγίου ἐργασάμενος πνεύματος, τῆς τούτου ὑποδοχῆς
κατηξίωται οὗ τινος τῇ ἐπιδημίᾳ πᾶσα ἡ τῶν πονηρῶν δαιμόνων φάλαγξ μὴ εὑροῦσα παρείσδυσιν
φροῦδος γίνεται. ἔνθεν αὐτοκράτωρ ἁπάντων γενόμενος τῶν παθῶν, καὶ ἔξω τῆς αὐτῶν
χρηματίσας ὀχλήσεως, τελείας ἐλευθερίας ἀπήλαυσε.
5. ἐν γὰρ τῇ καλλίστῃ συζυγίᾳ τῆς πρακτικῆς ἀρετῆς, νηστείας τέ φημι καὶ ἀγρυπνίας,
τὰς ψυχικὰς νευρώσας δυνάμεις, τῶν σωματικῶν ἀνώτερος ἀπεφάνθη παθῶν. τῶν δὲ ψυχικῶν
δυνάμεων τοσοῦτον κατεκράτησεν, ὡς μηδὲ ὁρμὴν παρασχεῖν ταύτης τῆς παρὰ φύσιν ἐνεργείας,
ἀλλ᾿ ἣν ἐκ τοῦ δημιουργοῦ {ἐκ} τῶν ἀντικειμένων ἔσχεν διάκρισιν, ταύτην ἔχειν εἰς
ἁπάντων τῶν ἀγαθῶν ἐπανάληψιν· τὸ δὲ τριμερὲς τῆς ψυχῆς ὡς θέμις οἰκονομήσας, τὸ
ἀπηγορευμένον τούτου καλῶς ἀπεπέμψατο, κατανύξεως δὲ καὶ συννοίας τοσοῦτον ἐπεμελήθη,
ὡς μηδὲ ὁρμὴν μειδιάματος προβάλλεσθαι πώποτε· εἴσω δὲ συννενευκὼς καὶ ἀεὶ θεῷ τε
καὶ ἑαυτῷ συγγινόμενος, τὰς ἀκαίρους φιλολαλίας ὑπεξέκλινεν· ἔνθεν αὐτῷ τοσοῦτον
ἐπεγένετο δακρύων πλῆθος, ὡς διὰ παντὸς ἐν νυκτὶ καὶ ἡμέρᾳ κοιταζομένῳ τε καὶ ἀνισταμένῳ
καὶ τροφῆς μετέχοντι καὶ ποτοῦ, τούτων ὑπάρχειν ἀχώριστον. ἐν δὲ ταῖς ἀγρύπνοις
ἀναγνώσεσι καὶ πρὸς θεὸν ὁμιλίαις τόσῳ μάλιστα ὁ τῶν δακρύων πλεονασμὸς αὐτῷ προσετίθετο,
ὡς ἐπαρκοῦν εἰς πᾶσαν ἐργασίαν ἔχειν τοῦτο ἀένναον, λέγω δὴ τὴν τῆς θείας ἀγάπης
κίνησιν, τὴν κάθαρσιν τῶν ἐξ ἀγνοίας ὀλισμάτων [λεγε· ὀλισθημάτων?], τὴν τῆς κρίσεως
ἔννοιαν, τὴν τοῦ θανάτου ἀνάμνησιν, τὴν ἀποκειμένην τοῖς ἁμαρτάνουσι κόλασιν, τῶν
οὐρανίων μονῶν τὴν ἀνάμνησιν, τὴν τοῦ μετεωριζομένου ἀνάκλησιν, τὸν ἐκ συμπαθείας
ἐπὶ τοῖς ἁμαρτάνουσιν εὐκτικῆς δεήσεως ἔλεον, καὶ πολλῶν ἑτέρων τρόπων, ἐν οἷς ἅπασι
τούτῳ τῷ καλλίστῳ κεχρημένος βοηθήματι,
[p. 225] ἑαυτῷ τε καὶ τοῖς πέλας ἐξήρκει εἰς τὴν ἐκ τούτου γινομένην παράκλησιν,
εἰ δέ που καὶ περισσοτέρας ἐπιμελουμένῳ [λεγε· ἐπιμελούμενος ?] ταπεινοφροσύνης,
εἰς ἁμαρτιῶν ἀνάμνησιν, ὧν αὐτῷ οὐ κατείργαστο, τοῦτο μετωχέτευεν· φιλοῦσι γὰρ αἱ
φιλόθεοι ψυχαὶ ἐν ταῖς τοιαύταις ἐργασίαις μάλιστα ἑαυτὰς ὁρᾶν ὑποκάτωθεν πάσης
τῆς κτίσεως. τί χρὴ λέγειν, ὅσων ποταμίων ῥευμάτων τὰ ἐκ τούτων ῥεῖθρα μιμεῖσθαι
εἰκάζοντι ἵνα δὲ μὴ μακρὸν ἀποτείνω λόγον τῶν τούτου δακρύων μεμνημένος τὸ πλῆθος,
ὧν ἐκ τῆς θείας χάριτος ἐκεῖνος ἔσχε τὸ χάρισμα, ἐπὶ τὸ τῶν ἄλλων αὐτοῦ ἀρετῶν διήγημα
τρέψω τὸν κάλαμον. εὐχῆς μὲν γὰρ τοσοῦτον ἐπεμελήθη, ὡς ἑαυτὸν αὐτῷ τῷ θεῷ συνάψαι,
καὶ χωρῆσαι τὴν αὐτοῦ φαντασίαν ὅσον τοῖς δεσμίοις ἐφεῖται τῆς σαρκὸς εἰς τοιαύτην
κατανόησιν. πρῶτον γὰρ ἐκ τῶν ποιημάτων καταμαθὼν ἀκριβῶς τὴν τοῦ πάντα ποιήσαντος
δύναμιν, καὶ ἐκ ταύτης φωτισθεὶς τῆς πρώτης ἐργασίας, εἶτα τῆς οἰκονομίας Χριστοῦ
ἐξερευνήσας τὸ μέγεθος, καὶ συσταυρώσας ἑαυτὸν τῷ ὑπὲρ ἡμῶν ἐπὶ σταυροῦ τὰς χεῖρας
γενναίως ἐκτείναντι, καὶ πάντας ὑπελθὼν τοὺς βαθμοὺς τοὺς πρὸς τελείωσιν ἀναφέροντας,
ὅυτω τῆς τῶν θείων μυστηρίων κατατρυφᾶν ἀξιοῦται μυήσεως τε καὶ ἀπολαύσεως διὰ τῆς
ἔξω σαρκὸς ἐν σαρκὶ γινομένης τοῖς ἐπιμόνως ἐν ταύτῃ σχολάζουσιν συναφείας θεοῦ
καὶ μεγαλοδώρου φιλοτιμίας. τὸν οὖν τοιαύταις σχολάζοντα θεωρίαις καὶ πνευματικοῖς
ἀριστεύμασιν οὐκ ἦν εἰκὸς ἀεὶ τοῖς πολλοῖς συναγελάζεσθαι, ἀλλ᾿ ἐπὶ μικρὸν χρόνον
ἑαυτὸν ἀποδιορίζων τῶν συνασκουμένων ἀδελφῶν, ἡνίκα πλείονος ἔρωτος τῆς πρὸς θεὸν
ὁμιλίας ἐκάλει καιρός, καὶ τοὺς ἄκρως ἡσυχωτέρους καταλαμβάνων τόπους τοῦ ὄρους,
τὴν τῆς ἐπιθυμίας φλεγμονὴν ἀνέψυχεν. καὶ ταύτης ὅσον ἐβούλετο κορεννύμενος, πάλιν
ἑαυτὸν τούτοις συγκατεμίγνυ, τὸ τοῦ τύφου κέρας κλῶν πανσόφως καὶ ἀπρόσκοπος τοῖς
τῶν βασκάνων ὀφθαλμοῖς ἀεὶ φυλαττόμενος. τοσούτοις δὲ κατορθώμασι φαιδρυνόμενος,
ἀνάξιον ἑαυτὸν πάσης ἡγεῖτο τῆς ἀδελφότητος τῷ τῆς ταπεινοφροσύνης κάλῳ ταινιούμενος.
πᾶν γὰρ τὸ κατορθούμενον ταύτης χωρὶς ἀκατόρθωτον
[p. 226] καὶ ἀνεπιστήρικτον· τάχιστα γὰρ κυλίνδρου δίκην τῶν ἐπιβεβηκότων ἐπὶ ταύτης
τῆς βάσεως ὑπεκτρέχον, ἐλεεινῷ πτώματι τοὺς ἐκπίπτοντας ὑποβάλλει.
6. συνεπηκολούθει δὲ τούτοις τοῖς κατορθώμασι καὶ ἡ οὐρανοπολῖτις ἐν σαρκὶ ἀπάθεια,
ἧς ὁ πανδαμάτωρ τῶν παθῶν καταξίωται διὰ τὴν προκατορθωθεῖσαν τούτῳ τῶν τρόπων εὐθύτητα.
ἐκ δὴ τούτων καὶ τῶν τοιούτων, οὐδὲ τῶν τοῦ πνεύματος χαρισμάτων γέγονεν ἄμοιρος.
ἔνθεν νοσήματα χαλεπὰ τῷ τοῦ Δημητριανοῦ λόγῳ ἐφυγαδεύοντο, δαίμονες ἀπηλαύνοντο,
παθῶν παντοίων ἡ θεραπεία ἐπηκολούθει. ἦν οὖν ἐν μέσῳ τοῦ πνευματικοῦ συστήματος
οἷα φωστὴρ παμφαὴς πάντας καταυγάζων τῇ λάμψει τῶν οἰκείων κατορθωμάτων, καὶ τύπος
ὠφελείας γινόμενος τοῖς πρὸς αὐτὸν ἀτενῶς ἀεὶ βλέπουσι· οὐ μόνον δὲ τούτοις τοιοῦτος
ἦν, ἀλλὰ καὶ τοὺς ἐν μέσῳ στρεφομένους τοῦ κόσμου, ὡς μαγνήτης ἕλκων παραπλήσιον
σιδήρῳ, τῆς οἰκείας ὠφελείας μετεδίδου· πολλοὺς δὲ τούτων καὶ τῆς τῶν ὀχλούντων
παθῶν ἕνεκα θεραπείας, τὸ βιαιότατον τῆς ἀνάγκης πρὸς τοῦτον κατήπειγεν· οὐδεὶς
δὲ τῶν ἐλπίδων κενὸς ἀπεπέμπετο, ἀλλὰ πάντες τῶν ποθουμένων δαψιλῶς ἀπολαβόντες,
χαίροντες τὰ οἰκεῖα κατελάμβανον. καὶ γὰρ καὶ τοῖς θεραπείας ἕνεκα παραγινομένοις,
προηγουμένως τὴν ψυχικὴν ὠφέλειαν διὰ τῆς διδασκαλίας προετίθει, καὶ οὐ πρότερον
ἡ τῶν σωματικῶν ἐπηκολούθει παθῶν ἀπαλλαγή, πρὶν ἡ τῆς ψυχικῆς δυνάμεως χωλεύουσα
ἐνέργεια τὴν θεραπείαν ἐδέχετο· εἶθ᾿ οὕτως δευτέρᾳ τάξει τὸ σωματικῶς ἀρρωστοῦν
ὑγιάζεται· καὶ ἦν ὁ αὐτὸς ἡδὺς ἅπασι καὶ τοῖς παρὰ τοῦ σωτῆρος δι᾿ αὐτοῦ δεχομένοις
τὴν θεραπείαν, καὶ τοῖς διὰ θείαν τινὰ οἰκονομίαν ταύτης ἀστοχοῦσι τῆς χάριτος·
τοῖς μὲν γὰρ εὐεργέτης, τοῖς δὲ παράκλησις γινόμενος, πάντας ἀλύπως ἀπέπεμπε. ἡ
γὰρ τοῦ λόγου τούτου ὠφέλεια πάσης θεραπείας τῷ ταύτης ὑστερουμένῳ χρησιμωτέρα ἐγίνετο.
διὸ καὶ πάντες καὶ τὴν νουθεσίαν καὶ τὴν θεραπείαν ὡς ἐκ θείας ἐνεργείας λαμβάνοντες,
σὺν μεγίστῃ εὐφροσύνῃ ὑπέστρεφον.
7. ταύτης τῆς φήμης καὶ ὁ τῆς Χυτρίδων πόλεως ἐπίσκοπος Εὐστάθιος ἔργον ἐγένετο
---ἀληθὴς γὰρ ἡ λέγουσα παροιμία ὅτι Ϡφήμη ἀγαθὴ πιαίνει ὀστᾶ.Ϡ τὴν γὰρ πιότητα
δεξάμενος ἐν καρδίᾳ τὴν γεωργοῦσαν ταύτην ῥίζαν θεάσασθαι ἐπεθύμησεν, καὶ ἐπιθυμήσας
εὗρε, καὶ εὑρὼν τῷ ἰδίῳ παραδείσῳ μεταφυτεῦσαι ἠθέλησεν, καὶ θελήσας τοῦ ἔρωτος
οὐκ ἠστόχησεν, καὶ πάλιν τῇ ῥίζῃ εἰς τὴν ἰδίαν μετακλινούσῃ γῆν ἀκώλυτον ἐδίδου
τὸ μέγα φύτευμα. τὸ γὰρ ἀειθαλὲς αὐτῆς πείρᾳ μαθὼν καὶ ἀείζωον, οὐδεμίαν λύμην ταύτην
ὑποστῆναι καλῶς ὑπελάμβανεν
[p. 227] ἐκ τῆς ὧδε κᾀκεῖσε μετοχετεύσεως. ὅρα γὰρ τὸ ἐσόμενον. ἀνελθὼν πρὸς τὸν
ὅσιον ὁ εἰρημένος ἐπίσκοπος Εὐστάθιος καὶ καταμαθὼν πᾶσαν τὴν τοῦ βίου τούτου ἀκρίβειαν,
πολλαῖς ἱκεσίαις καὶ παρακλήσεσι λιπαρήσας τὸν ἐν παντὶ ἀναντίλογον, πείθει καὶ
μὴ βουλόμενον τὸ ἐπισκοπεῖον σὺν αὐτῷ καταλαβεῖν. καὶ τούτου γεγονότος, πρεσβύτερον
τὸν μακαριώτατον χειροτονεῖ Δημητριανόν, καὶ διὰ τῆς ὑφεδρίας ταύτης τὴν προεδρίαν
πόρρωθεν ὑπεμφαίνει τῆς πόλεως, οἰκονόμον τε πάντων τῶν ὑπὸ τὴν αὐτοῦ ἐκκλησίαν
διοικουμένων κατέστησε πραγμάτων. ὅθεν οὐκ ἄμισθον αὐτῷ τὸ τῆς οἰκονομίας ἔργον,
εἰ καὶ δεύτερον τοῦ προτέρου γέγονε βίου, εἰς τὴν τῶν λειπομένων ἀρετῶν ἐπανάληψιν.
καὶ γὰρ τὸν πρῶτον κανόνα τῆς ἀσκήσεως τηρῶν ἀπαράτρωτον, τῶν συντρόφων εἴχετο πόνων
ἔν τε νηστείᾳ καὶ ἀγρυπνίᾳ καὶ ταῖς ἄλλαις τῶν ἀγαθῶν ἐργασίαις. τὸ γὰρ ἄλλοις δυσεπιχείρητον
ἢ καὶ ἀδύνατον ---ἀληθὴς γὰρ ἡ λέγουσα τοῦ κυρίου φωνή, Ϡοὐδεὶς δύναται δυσὶ κυρίοις
δουλεύεινϠ--- τούτῳ παραδόξως ἀνεμπόδιστον γέγονεν, ὡς εἶναι μᾶλλον μετὰ πάντων
καὶ τοῦτο θείας οἰκονομίας ἔργον, εἰς ἐκκοπὴν παντοίας ἀφορμῆς τῶν νωθρῶς καὶ ἠμελημένως
ἅπασαν τεμνόντων βίου ὁδόν. ἐκ πάντων γὰρ τῷ βουλομένῳ πολλαὶ τῶν ἀρετῶν αἱ βλαστήσεις
ἐκφύουσι πρὸς τὴν τῆς σωτηρίας ἀνάληψιν. ἐκ δὴ τούτων τῶν τῆς οἰκονομίας ἐπιχειρημάτων
πᾶσιν ὑπῆρχεν ὁ μακαρίτης Δημητριανὸς εὐπρόσιτος, γαληνός, πρᾷος, ἡσύχιος, μέτριος,
συμπαθὴς καὶ τούτοις οὐ φαινόμενος μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις βεβαιούμενος, πᾶσαν
δὲ χορηγίαν πένησι καὶ πτωχοῖς, ὀρφανοῖς τε καὶ χήραις ἐκ τῶν παρὰ θεοῦ ἐμπεπιστευμένων
αὐτῷ δωρεῶν πλουσίως οἰκονομῶν, προῖκα χρηστὸς ἦν. συνεπηκολούθει δὲ τούτοις ἅπασι
τῷ μακαρίτῃ καὶ ἡ ἄνωθεν αὐτῷ δεδομένη παρὰ τοῦ ἁγίου πνεύματος χάρις τῶν ἰαμάτων.
τὰς γὰρ ἀλεξικάκους αὐτοῦ παλάμας ἅπασιν ἀφθόνως ἐπιτιθεὶς τοῖς χρῄζουσιν, τὴν τῶν
θαυμάτων χάριν ἐβράβευεν, ἔνθεν πάλιν δαίμονες ἀπηλαύνοντο, ἐδραπέτευον νόσοι, καὶ
πάθη παντοῖα ἐθεραπεύοντο. ἡ γὰρ τοιαύτη χάρις αὐτῷ προπεπρωμένη τυγχάνουσα μέχρι
βίου παντὸς ταῖς ὑπαλλαγαῖς τῶν βίων ἀχωρίστως συνῴκησεν· ἀμεταμέλητα γὰρ τὰ τοῦ
θεοῦ χαρίσματα καὶ αἱ δωρεαὶ κατὰ τὸν θεῖον ἀπόστολον.
[p.228]
8. οὕτω μὲν οὖν ὁ μέγας Δημητριανός, ἐπὶ χρόνους ἱκανούς, οἰκονόμος τῶν τοῦ θεοῦ
γενόμενος πραγμάτων, καὶ πολλοῖς ἐκ τούτου τοῦ ἐγχειρήματος φανεὶς ἐπιτήδειος, τῷ
ἔρωτι πάλιν τῆς πρώτης βληθεὶς ἡσυχίας, καὶ πολλαῖς ἱκεσίαις τὴν τοῦ ἐπισκόπου Εὐσταθίου
χαυνώσας τῆς ἐνστάσεως στερρότητα, πρὸς τὸ ἑαυτοῦ ἐξαποστέλλεται μοναστήριον, ταῖς
καλαῖς ἐλπίσι τῆς πρὶν ἀποβουκολούμενος ἡσυχίας, ἀλλὰ πάλιν αὐτὸν ἑτέρα φροντὶς
μείζων τῆς προτέρας διαδέχεται· μήπω γὰρ τῶν ἐντὸς ὁδῶν τῆς ἰδίας μονῆς ἐπιβὰς ὁ
ταύτης τὴν ἡγεμονίαν ἰθύνων μακαριώτατος ἀββᾶς πρὸς τὴν ἀγήρω ζωὴν μετατίθεται.
εὗρε δὲ πάντας τοὺς πνευματικοὺς ἀδελφοὺς αὐτοῦ τὴν ἑαυτῶν ἀποδυρομένους ὀρφανίαν,
καὶ μεγάλης τραγῳδίας τὸ δρᾶμα τούτοις ὑπάρχον παραίτιον. ἀλλὰ τὸν μακαρίτην ἰδόντες
Δημητριανὸν καὶ τὴν ἀθυμίαν ἐκείνην πᾶσαν ἀφ᾿ ἑαυτῶν ἐκτιναξάμενοι, εἰς ἱκεσίαν
τρέπονται τούτου, καὶ πολλοῖς αὐτὸν πείσαντες δάκρυσι τὴν τούτων ἀναδέχεται προστασίαν,
ἔργω καὶ ἐν τούτῳ τὸν μακάριον μιμούμενος ἀπόστολον μὴ τὸ ἑαυτοῦ ζητῶν, ἀλλὰ τὸ
τῶν πολλῶν, ἵνα τῆς ἐν Χριστῷ Ἰησοῦ τύχωσι σωτηρίας. ἆρ᾿ οὖν οὕτω μὲν τὴν προστασίαν
ἐδέξατο, ἐβίω δὲ ἀναξίως ταύτης, ἢ συνετῶς μὲν ἐπιδεικτικῶς δέ, ἢ τετυφωμένως μὲν
καὶ ὑπεροπτικῶς δέ, ἢ κατῄσχυνέ τι τῶν τοῦ προτέρου βίου καλῶν, ὡς ἄν τις τὸ ἐκ
ταύτης ἐμποδῶν προβαλλόμενος οὐ μὲν οὖν, ἀλλ᾿ ὁμοῦ τὰ πάντα ἔχων ἐν ἑαυτῷ, τῆς πρώτης
τέ φημι ἡσυχίας καὶ τῆς οἰκονομικῆς ἐπιστήμης, ἀρίστως τὴν ἐμπιστευθεῖσαν αὐτῷ ποίμνην
διῒθυνεν, ὡς εἶναι πάντα τὰ ἐπ᾿ αὐτῷ προλαβόντα, θείας οἰκονομίας γνωρίσματα. ἐξ
ἀμφοτέρων γὰρ τὴν ἰσχὺν προσλαβόμενος εἰς μίαν ἐπιστημόνως ἐμπειρίαν καλῶς συνεκέρασε.
φρόνιμος δὲ λίαν ὑπάρχων, τῆς ἐπαινουμένης ἁπλότητος οὐκ ἐλείπετο ἀλλὰ καὶ τούτοις
ἄριστος ὤφθη διαιτητής· οὔτε γὰρ τὸ φρόνιμον ἀσυγκατάθετον εἴασε, οὔτε τὸ ἁπλοῦν
ἀνοικονόμητον. πάντα δὲ ὁμοῦ εἰς ἓν τὰ τῶν ἀγαθῶν συλλέξας ἀποτελέσματα, μίαν στήλην
ἐξ ἁπάντων τὸν ἐκείνου βίον ὁρᾶσθαι πεποίηκε, οὐ μόνον τοῖς ἐπηκόοις, ἀλλὰ καὶ πᾶσι
τοῖς πρὸς αὐτὸν πίστει συντρέχουσιν ὠφελείας ὁμοῦ καὶ ἰαματικῆς ἕνεκα χάριτος. ἤρκει
γὰρ καὶ μόνον βλεπόμενος Δημητριανός, πάσης ἐντέχνου διδασκαλίας τε καὶ παιδεύσεως
χωρίς, τοὺς λείποντας τῇ ἑκάστου ψυχῇ τῶν ἀρετῶν ἐντυπῶσαι χαρακτῆρας.
9. τούτων οὕτως θεοῦ χάριτι καλῶς οὐρανοδρομούντων, ὁ τῆς Σαλαμινίων μητροπόλεως
ἀρχιεπίσκοπος πρὸς κύριον ἐξεδήμησε, πάντων δὲ τῶν ὑπὸ τὴν Κυπρίων τελούντων νῆσον
ὁσιωτάτων ἐπισκόπων, συμψήφων καὶ ὁμογνωμόνων γεγονότων, προβάλλονται τὸν εἰρημένον
ἐπίσκοπον Εὐστάθιον τῆς Χυτρίδων πόλεως ὡς ἐν ἅπασι ἱκανώτατον εἰς τὴν
[p. 229] τῆς πρώτης αὐτῶν καθέδρας ἀρχήν. ὁ μὲν οὖν οὕτως τὴν τοῦ μεγάλου ἀποστόλου
Βαρνάβα καθέδραν καὶ τοῦ ὕστερον διαλάμψαντος φωστῆρος τῆς οἰκουμένης Ἐπιφανίου
διαδεξάμενος ἐν οὐδενὶ τῶν ἁπάντων τῆς ἀρετῆς χαρακτήρων τῶν προηγησαμένων γέγονε
δεύτερος, ἀλλ᾿ ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως τὴν ἐμπεπιστευμένην αὐτῷ ἴθυνε ποίμνην
κατὰ τὸν πρέποντα κανόνα τῇ ἀρχιερατικῇ τελειότητι. ἐπειδὴ δὲ τὴν πρώτην αὐτοῦ ποίμνην
ἀποίμαντον καταλέλοιπε, διὰ σπουδῆς μεγάλης ἐτίθετο τὸν ἄξιον ταύτης εὑρεῖν ποιμένα
τε καὶ διδάσκαλον. καὶ δὴ εἰς ἀνάμνησιν ἐλθὼν τοῦ μακαριωτάτου Δημητριανοῦ, βουλὴν
ἀρίστην καθ᾿ ἑαυτὸν βουλευσάμενος, τοῦτον ὡς ἐπ᾿ ἄλλῳ τινὶ ἠθέλησεν πρὸς ἑαυτὸν
μεταστείλασθαι, καὶ τῆς εἰρημένης πόλεως Χυτρίδων χειροτονῆσαι ἐπίσκοπον, ἐγίνωσκε
γὰρ τὸν πρότερον αὐτοῦ βίον, καὶ τὴν ἐκ τοῦ ἁγίου πνεύματος δεδομένην αὐτῷ τῶν ἰαμάτων
χάριν. ὁ δὲ γε κύριος ὁ ἀποκαλύπτων τοῖς δούλοις αὐτοῦ ἅπαντα τὰ μυστήρια, ὁ καὶ
ἐν τοῖς προφήταις ἐνεργήσας τῇ τοῦ ἁγίου πνεύματος χάριτι, καὶ τῷ Δανιὴλ τὴν τῶν
ἐνυπνίων δηλώσας σύγκρισιν· ὁ τῷ Ἐλισσαίῳ φανερώσας τὴν βουλὴν τοῦ τῆς Συρίας ἄρχοντος
κατὰ τῶν υἱῶν Ἰσραήλ, οὗτος τούτῳ διά τινος θείας ἐμφανείας τὰ κατ᾿ αὐτοῦ μελετώμενα
ὑποδείκνυσιν, καὶ ταῦτα μαθὼν οὐκ ἐξ ἀνθρωπίνης ἀγγελίας, ἀλλ᾿ ἐκ θείας δυνάμεως
τὰ ἐν χερσὶ καταλιπὼν ἅπαντα καὶ μόνοις τοῖς ποσὶ συνεργοῖς πρὸς τὴν φυγαδείαν χρησάμενος,
λάθρα τῆς μονῆς ἀνεχώρησε, καὶ καταλαβὼν τὰ βορειότερα μέρη τοῦ ὄρους, τόπον ἀποκρυβῆς
ἑαυτῷ περιεσκόπει, τὸ τῆς ἀρχιερωσύνης φεύγων ἐγχείρημα. τοῦτο δὲ διὰ πολλῆς ποιούμενος
φροντίδος ὁ μακαρίτης καὶ τοῦ προκειμένου μὴ ἐπιτυγχάνων σκοποῦ, παραγίνεται πρός
τινα γνήσιον αὐτοῦ φίλον, Παῦλον ὀνόματι, καὶ τὸν σκοπὸν τῆς αὐτοῦ φυγῆς φανερώσας
τούτῳ, παρακαλεῖ τόπον αὐτῷ ὑποδεῖξαι τὸν ἄγνωστον πᾶσιν, ὅπως ἐν αὐτῷ τὴν οἴκησιν
ποιησάμενος τοῖς τῶν ζητουμένων ὀφθαλμοῖς ἀθεώρητος διαμείνῃ. ὁ δὲ καὶ ὑποδείξειν
ὑπέσχετο, καὶ τῆς προθυμίας οὐδὲν ἀποδέοντα· «εἰ γὰρ βούλοιτο μέχρι βίου παντὸς
οὐδενὶ τῶν ἁπάντων κατάδηλος γενήσεται.» ὁ δὲ ἅγιος ἐπὶ τοῖς Παύλου λόγοις μεγάλως
ἡσθεὶς σὺν αὐτῷ τὸν τόπον κατέλαβε.
10. σπήλαιον δὲ σμικρότατον ὑπῆρχεν παρὰ ταῖς ὄχθαις τῆς θαλάσσης, ἀπῃωρημένον,
φοβερώτατον καὶ λίαν δύσβατον· εἰς ὃ μετὰ πολλῆς ἀνῆλθε τῆς προθυμίας ὁ μακαρίτης,
τὸ τῶν ἀνθρώπων κενὸν διαφεύγων δοξάριον· ὁρκώσας δὲ τὸν Παῦλον μηδενὶ τῶν ἁπάντων
ποιῆσαι τοῦτον κατάδηλον, οὕτως ἀνέκαμψεν. ὁ δὲ Παῦλος εἰς τὸν ἑαυτοῦ οἶκον ἀπελθών,
λεληθότως τῷ ἁγίῳ πᾶσαν ὑπηρεσίαν ἐποίει. ὁ δὲ ἀρχιεπίσκοπος Εὐστάθιος ἀποστείλας
ἐν τῷ μοναστηρίῳ, ἐζήτει τὸν μακάριον καὶ μὴ εὑρών, ἀπέστειλε πανταχοῦ μετὰ πάσης
[p. 230] ἐπιμελείας τοῦτον ἀνερευνώμενος.
ἐπεὶ οὖν ἀδύνατον ἦν τὸν τοιοῦτον λύχνον ἐν τῷ ἀφεγγεῖ ἐκείνῳ μοδίῳ καλύπτεσθαι,
φανεροῖ αὐτόν ὁ κύριος τρόπῳ τοιῷδε· ἀνὴρ γάρ τις τῶν ἐν τοῖς μέρεσιν ἐκείνοις ἐν
οἷς ὁ ἅγιος λαθεῖν ἐνόμιζε, τοῦτον μετὰ τοῦ Παύλου ἀφανῶς θεασάμενος, κατάδηλον
τοῖς ἐρευνῶσι πεποίηκε· καὶ τὸν τόπον δὲ καθ᾿ ὃν ὁ Παῦλος ᾤκει, καὶ τὴν κώμην ὑπέδειξε,
καὶ αὐτὸν τὴν τοῦ ἁγίου ἀποκρυβὴν εἰδέναι διϊσχυρίσατο. οἱ δὲ τὸν Παῦλον συλλαβόμενοι,
καὶ πολλαῖς πρότερον λιπαρήσαντες παρακλήσεσιν ὑποδεῖξαι τούτοις τὸν τοῦ θεοῦ δοῦλον
Δημητριανόν, ὡς ἀνανεύοντα εἶδον καὶ ἄκαμπτον πάντη πρὸς τὸ αὐτοῖς καταθύμιον, ἐπὶ
μάστιγας τρέπονται, καὶ τοῦτον οὐ μετρίως ταῖς τῶν βουνεύρων πληγαῖς αἰκισάμενοι
ἰσχυροτέραν τῆς ἐνστάσεως τὴν βίαν πεποιήκασιν. ἄκων γὰρ ταῖς ἐκ τῶν μαστίγων ἀνάγκαις
στρεβλούμενος, τῶν ὅρκων παραβάτης γενέσθαι καταναγκάζεται, καὶ σὺν τάχει πολλῷ
τὸν τόπον καταλαβὼν τοῖς ζητοῦσι κατάδηλον πεποίηκε. ὡς δὲ τόπον ἐθεάσαντο, ἀνῆλθον
ἐν τῷ σπηλαίῳ πρὸς τὸν ἅγιον καὶ ὑποδεικνύουσιν αὐτῷ τὸ τοῦ ἀρχιεπισκόπου Εὐσταθίου
ἔνταλμα καὶ τὴν τούτου ἀνυπέρθετον ἀπῄτουν ἐκπλήρωσιν. ὁ δὲ μετὰ πολλῶν καὶ ἀφάτων
δακρύων τοῦ σπηλαίου ὑπέξεισι, μηκέτι δυνάμενος ἀνανεύειν, διὰ τὸ μὴ δύνασθαι ἀσφαλεστέραν
ταύτης εὑρεῖν τῆς ἀποκρυβῆς οἴκησιν, ἴσως δὲ καὶ θείας ἐμφανείας ἐν τούτῳ σχολάζων
κατηξίωται εἰς τοῦτο ἀγούσης αὐτὸν καὶ μὴ βουλόμενον, παραγενόμενος οὖν σὺν αὐτοῖς
πρὸς τὸν ἀρχιεπίσκοπον Εὐστάθιον πρῶτον μὲν τὸν ἐν κυρίῳ ἀσπασμὸν τούτῳ ἀπέδωκεν,
καὶ παρ᾿ αὐτοῦ ὁμοίως ἀντεδέξατο. ἔπειτα περὶ τῆς προκειμένης ἤρετο συζητήσεως.
ὁ δὲ καὶ τὸν σκοπὸν εἶπεν, καὶ τὸ πρὶν ἀλάθητον δι᾿ οἰκείας ἐφανέρου γλώσσης. ὁ
δὲ μακαριώτατος Δημητριανός· «ἀντέλεγον ἄν σοι, τιμιώτατε δέσποτα, καὶ σκληρότερος
τῆς πρῴην ἐδεικνύμην ἐνστάσεως, εἰ μὴ θείας ἔγνων εἶναι προνοίας τὸ τελούμενον.»
ὁ δὲ ἀρχιεπίσκοπος· «ἐν τοῖς ἀμφιβόλοις τὴν τῆς ἀντιλογίας ἰσχὺν ἀρίστην εἶναι διδασκόμεθα,
πάτερ Δημητριανέ, ἐν δὲ τοῖς τῶν καλῶν ὁμολογουμένοις ἀναμφίλεκτον ἔχειν τὸν λογισμόν·
ἢ οὐκ οἶδας ὅσα δι᾿ ἀντιλογίαν ὑπέστη κακὰ ὁ παλαιὸς ἐν τῇ ἐρήμῳ λαός» ὁ δὲ μακαρίτης·
«καὶ νῦν ἔχεις με νενικημένον ὡς πρότερον. ἀντιλέγειν γὰρ θεῷ ἐπικίνδυνον.» ἐν τούτοις
τῆς συνήθους ὑπηρεσίας γενομένης τῆς ἐκκλησιαστικῆς καταστάσεως, ἀναδείκνυσι τοῦτον
τῆς προειρημένης Χυτρίδων πόλεως ἐπίσκοπον, διὰ τῆς ἰδίας χειρὸς τὴν τοῦ παναγίου
<πνεύματος> δηλώσας ἐπὶ τῇ τοῦ μακαρίου Δημητριανοῦ κεφαλῇ ἐπιφοίτησιν, καὶ τὴν
ἀναίμακτον θυσίαν τοῦτον ποιήσας προσαγαγεῖν, τὴν θείαν μυσταγωγίαν τετέλεκε. οὕτως
τε ἐν τῷ ἐπισκοπείῳ φιλοφρόνως αὐτὸν δεξιωσάμενος καὶ πάνδημον ἑορτὴν ἐκτελέσας,
μετὰ
[p. 231] πολλῆς περιφανείας καὶ φιλοφροσύνης, πρὸς τὴν αὐτῷ ἐγκεχειρισμένην ἐξαπέστειλε
πόλιν· ἐν ᾗ πρὸ πολλῶν ἄλλων, Πάππος τε καὶ Ἀθανάσιος οἱ τῷ τῆς φύσεως συνδέσμῳ
ὡς τῷ τοῦ πνεύματος συνδεόμενοι, καὶ μεγάλων αὐτουργοὶ θαυμάτων γενόμενοι, κατὰ
διαδοχὴν τὴν καθέδραν ἐδέξαντο. ὑπεδέχθη οὖν παρὰ πάντων μετὰ πάσης εὐφροσύνης,
ἀγαλλιάσεώς τε καὶ περιφανοῦς δεξιώσεως. προπεπυσμένοι γὰρ ὑπῆρχον τῶν εὐεργεσιῶν
τούτου καὶ ἰαματικῶν δωρεῶν, ἐκ τῆς πρῴην αὐτῶν συνδιατριβῆς, ἡνίκα ταύτης τῆς ἐπισκοπῆς
τὴν οἰκονομικὴν φροντίδα ἀμέμπτως διήνυσεν.
11. ὁ δὲ μακαρίτης Δημητριανὸς ταύτης τῆς πόλεως ἐπειλημμένος τοὺς οἴακας πᾶσαν
ἐπιμέλειαν ποιμαντικῆς ἐπιστήμης ἐν αὐτῇ ἐπεδείξατο. εἰς κάλλος γὰρ καὶ μέγεθος
ταύτην αὐξήσας τῇ τοῦ ἐνδυναμοῦντος θεοῦ χάριτι, πᾶσαν ἀρετῆς καλοκἀγαθίαν ἐν αὐτῇ
κατεφύτευσε. ταῖς ἐκκλησιαστικαῖς οὖν μεριζόμενος φροντίσιν τῶν τῆς ἐρήμου καλῶν
ἑαυτὸν οὐκ ἐγύμνωσεν, ἀλλὰ ἀπὸ δόξης εἰς δόξαν κληθεὶς τὸ τῆς τελειότητος ὕψος κατείληφε.
ὅσα γὰρ τούτῳ ἐν τῇ ἐρήμῳ διὰ τὴν σπάνιν παρημέληντο τῶν ἀρετῶν ἀριστεύματα ἐνταῦθα,
τῆς ὕλης, δαψιλῶς ὑπαρχούσης, μετὰ προσθήκης κατώρθωσε, λέγω δὴ τὴν τῶν πενήτων
ἐπιμέλειαν, τὴν τῶν χηρῶν προστασίαν, τὴν τῶν ὀρφανῶν ἀντίληψιν, τὴν τῶν ἀδικουμένων
ἐκδίκησιν, τὴν τῶν ξένων δεξίωσιν, τὴν τῶν ἀσθενούντων ἐπίσκεψιν, τὴν τῶν ἐν φυλακῇ
συμπάθειαν, τὴν τῶν γυμνῶν ἀμφίασιν, τὴν τῶν πεινώντων τροφήν, τὴν τῶν διψώντων
ἀνάψυξιν, τὴν τῶν μαχομένων εἰρήνην· τοῖς πᾶσιν ἁπλῶς ἦν ἰδεῖν τοῦτον προσνοούμενον
ὡς πατέρα καὶ πᾶσι πάντα γινόμενον ἵνα πάντας κερδήσῃ, κατὰ τὸν μέγαν ἀπόστολον.
τῶν γὰρ τοῦ θεοῦ δωρεῶν οὐκ ἔχων {ὡς} ἀνθρώποις ὑπέχειν λόγον, {καὶ} <ὡς ὅτε> οἰκονομικὴν
ἐμπεπιστευμένος ἦν διακονίαν, ἀλλὰ κυρίως καὶ ἐλευθερίως ἁπάντων ἔχων τὴν ἐξουσίαν,
κυρίως καὶ ταύτας διένεμε, ἐπαρκῶν μὲν ἅπασι τοῖς διαφόροις συνεχομένοις θλίψεσιν,
μετὰ δὲ πάντων καὶ σὺν τούτοις, τυφλοῖς τε καὶ ἀναπήροις, ἀδυνάτοις τε καὶ πτωχοῖς,
μάλιστα τοῖς ὑπὸ τῆς ἱερᾶς νόσου συνεχομένοις καὶ παντοίαν λώβην ἐκ ταύτης ὑφισταμένοις,
αἰχμαλώτους ῥυόμενος, τοὺς ἐν ἀνάγκαις λυτρούμενος, ξένους δεξιούμενος, τῶν οἰκείων
ἐπιμελούμενος ὅτι μάλιστα· ταῦτα Δημητριανὸς ἐν τῷ τῆς
[p. 232] ἐπισκοπῆς κατώρθωσεν ἀξιώματι, ἅπερ ἐν τῇ ἐρήμῳ διὰ τὴν σπάνιν οὐκ ἦν τούτων
ἐπιμελήσασθαι. καὶ οὗτος τῶν ἐκ τοῦ κόσμου μετέχων ἀγαθῶν πλεονεκτημάτων, τῶν τῆς
ἐρήμου καλῶν οὐχ ὑστέρει τὸν ὑπ᾿ αὐτοῦ ποιμαινόμενον <λαόν>, ἀλλ᾿ ἦν ἅπασι πρᾷος,
γαληνός, ἡσύχιος, φίλος, ἱκέσιος, εὐπρόσιτος, συμπαθής, μέτριος, θείας φιλανθρωπίας
ἀνάπλεος. πρὸς τούτοις δὲ πᾶσι καὶ ἰατρείαν ἦν καλὴν παρέχων τοῖς χρῄζουσι. τῷ γὰρ
λόγῳ, ἅλατι ἠρτυσμένῳ, τὸ τῆς ψυχῆς ἄναλον ἤρτυεν, τῷ δὲ χαρίσματι τῶν ἰαμάτων πᾶσαν
ἀπήλαυνεν νόσον καὶ μαλακίαν κατὰ τὸ λόγιον, οὐ τέχνῃ χρώμενος ἰατρικῇ τῶν ἐξ Ἱπποκράτους
καὶ Γαληνοῦ βοηθημάτων, Χριστοῦ δὲ μόνον τῇ θελήσει καὶ τῇ τοῦ σταυροῦ σφραγῖδι
ἡ δοθεῖσα τούτῳ χάρις τῶν ἰαμάτων ἐπηκολούθει, ἔνθεν δαιμόνων πάλιν ἐφυγαδεύετο
πλήθη τῷ λόγῳ Δημητριανοῦ, καὶ οὐ λόγῳ μόνῳ ἀλλὰ καὶ τῇ κλήσει. ἐκ μακρῶν γὰρ διαστημάτων
οὐκ ἔλαττον τοῦ λόγου ἡ χάρις ἐνήργει· τὸ δὲ τούτων ἔτι παραδοξότερον, ὅτι καὶ μετὰ
τὴν τοῦ σώματος διάζευξιν, ἡ ἰαματοφόρος χάρις τῶν αὐτοῦ λειψάνων οὐκ ἀπεζεύχθη.
ἀλλ᾿ ἣν ἐκ τῆς ἄνωθεν εἴληφεν χειρὸς ταύτην καὶ μετὰ <τὸ> τέλος ἔσχεν ἀναλλοίωτον·
εἰς βεβαίωσιν μὲν τῶν αὐτοῦ μέχρι τέλους ἀγωνιστικῶν παλαισμάτων, δόξαν τε καὶ αἶνον
τοῦ δοξάζοντος αὐτὸν διὰ βίου παντὸς {δοξάζοντάς τε καὶ μεγαλύνοντας}. μικρὸν δὲ
ἔτι τῇ ἐν σαρκὶ αὐτοῦ βιοτῇ προσδιατρίψαντες, καὶ ἓν ἢ δύο τῶν ὑπ᾿ αὐτοῦ γενομένων
διηγησάμενοι, οὕτω τῇ τοῦ βίου τούτου καταλύσει τὸν λόγον συγκαταλύσομεν, πάσης
διηγήσεως θαυμαστικῆς πιστοτέραν τὴν ὄψιν τῶν βουλομένων κρίναντες. οἱ γὰρ τοῖς
ἡμετέροις μὴ πειθόμενοι λόγοις, ἐπὶ τῇ ἰαματοφόρῳ λάρνακι τοῦ ἁγίου παραστάντες,
αὐταῖς ὄψεσι διδαχθήτωσαν τὴν ἐκβλύζουσαν τοῦ μύρου πηγήν, ἐξ ἧς δραπετεύει τῶν
νοσημάτων ἡ ὄχλησις.
12. ἔτι δὲ αὐτοῦ ἐν σαρκὶ διατρίβοντος, τῷ γήρᾳ πιεζομένου, καὶ τὴν ἐκεῖθεν ἀνάλυσιν0
ἐκδεχομένου δι᾿ ἧς ὁ τῆς δικαιοσύνης ἀπάρχεται στέφανος, γέγονεν ἐπανάστασις Βαβυλωνίων
βαρβάρων κατὰ τὴν τῶν Κυπρίων νῆσον, οὐ φόρων παραβάσεως ἐγκαλ<εῖν αὐτ>οὺς ἐχόντων,
οὐκ ἐπαναστάσεως αἰτίαν, ἀλλὰ τὸν λῃστρικὸν τρόπον συνεργὸν ἐχόντων, καὶ τὴν ἔμφυτον
ἀγριότητα. οἱ ταύτης ἐπιβάντες τῆς νήσου καὶ πολλὰς ληϊσάμενοι χώρας, πλῆθός τε
ἀπείρων αἰχμαλώτων συναγαγόντες καὶ πολλὴν προνομὴν ποιησάμενοι σκύλων, ἧκον καὶ
ἐπὶ <τὴν> τοῦ μακαριωτάτου Δημητριανοῦ πόλιν, καὶ ταύτην λαφυραγωγήσαντες καὶ ἐξανδραποδισάμενοι,
πρὸς ἥνπερ ὥρμηντο, μετὰ τάχους ἀπέστρεψαν,
[p. 233] πολλῶν θρήνων καὶ ὀδυρμῶν παραίτιοι τοῖς ὑπολειφθεῖσιν ἐν τῇ Κύπρῳ νήσῳ
γενόμενοι. πῶς γὰρ ἦν ἀδακρὺ τὴν τοιαύτην παρελθεῖν τραγῳδίαν ὁρῶντας, ὑπὸ ἀνηλεῶν
βαρβάρων ἄνδρας μὲν ὡς ἐν μακέλλῳ τοῖς ξίφεσι κατατμηθέντας, γυναῖκας ἁρπαγείσας,
νήπια φειδοῦς μὴ τυχόντα, παρθένων αἰδῶ καθυβρισθεῖσαν, νεανίσκους δοριαλώτους γεγενημένους,
πάντων τῶν ὑπαρχόντων ἅπαντας γυμνωθέντας καὶ μηδὲν τῶν αἰχμαλωτισθέντων φιλανθρωπότερον
ἔχοντας. γενομένης δὲ ταύτης τῆς ἐλεεινῆς τραγῳδίας, πάντες μὲν τοῖς ἑαυτῶν πλησίον
κακὰ διετίθεσαν· ὁ δὲ μέγας Δημητριανὸς τοῦ ἰδίου ἀπορφανισθεὶς ποιμνίου, ἐποτνιᾶτο
καὶ ἔστενε καὶ δάκρυσι πολλοῖς τὸν τοῦ θεοῦ ἐπεκαλεῖτο ἕλεον, εἰς ἀνάρρυσιν τῆς
ὑπὸ λύκων ἀγρίων διεσπαρμένης καὶ διεφθαρμένης <ποίμνης>· καὶ δὴ μὴ φέρων ἐπὶ πολὺ
τὴν ἐξ ἀθυμίας αὐτῷ γινομένην ἐγκάρδιον θλῖψιν, ὀπισθόπους καὶ αὐτὸς εἵπετο τῶν
αἰχμαλώτων· δύο τὰ μάλιστα συμβουλευσάμενος, ἢ συγκακουχεῖσθαι τούτοις καὶ τὸ πολὺ
ἐπικουφίζειν τῆς θλίψεως, ἢ πάντως τῶν κινδύνων τούτους λυτρώσασθαι καὶ πρὸς τὴν
θρεψαμένην ἐπαναγαγεῖν· καὶ δὴ καταλαβὼν τὴν Βαβυλῶνα καὶ τῷ ταύτης ἐμφανισθεὶς
πρωτεύοντι, τήν τε παράβασιν τῶν συνθηκῶν εἶπεν· καὶ τὴν τῶν βαρβάρων ἀγριότητα
ὅτι μάλιστα τούτῳ ἐνεφάνισεν· τοῦτο δὲ οὐ παρέργως, ἀλλὰ μετὰ πολλῶν καὶ πικροτάτων
δακρύων ἀπήγγειλεν· ἦν γὰρ εἰς φύσιν λοιπὸν μετελθὸν τὸ ἑκ πολλῶν πόνων προστεθὲν
σωτήριον φάρμακον. ὁ δὲ τῶν βαρβάρων ἔξαρχος τοῖς δάκρυσι τούτου καταπλαγεὶς καὶ
μεταβαλών τὴν φυσικὴν ἀγριότητα, «παῦσαι, ἄνθρωπε,» ἔφη «καὶ τὸ πολὺ τοῦ πένθους
περίκοψον· ἀπολήψει γὰρ πάντως τῆς ἐπιθυμουμένης σου δεήσεως τὴν περαίωσιν.» τὴν
αἰτίαν οὖν μαθὼν ὁ εἰρημένος βάρβαρος καὶ τὴν τῶν διωκτῶν ἀπάνθρωπον ὠμότητα, μετὰ
τρίτην ἡμέραν προσκαλεσάμενος τὸν μακαριώτατον Δημητριανόν, παραδίδωσιν αὐτῷ τά
τε σκῦλα καὶ τοὺς αἰχμαλωτισθέντας ἅπαντας καὶ οὕτως μετ᾿ εὐφροσύνης πολλῆς πρὸς
τὴν ἰδίαν γῆν ἐξαπέστειλεν. ὁ δὲ μακαρίτης σὺν παντὶ τῷ αἰχμαλώτῳ λαῷ τὴν οἰκείαν
καταλαβὼν πατρίδα καὶ δόξαν ἀναπέμψας σὺν αὐτοῖς τῷ σεσωκότι θεῷ, χαίροντες καὶ
ἀγαλλιώμενοι εἰς τὰ ἴδια ὑπέστρεψαν.
13. τούτων τῶν μακρῶν αὐτοῦ νηστειῶν καὶ κακοπαθειῶν πολὺ τιμιώτερον τοῦτο τῶν ἄλλων
ἁπάντων κατορθωμάτων ἐξαίρετον· ἕτερον δὲ τῶν αὐτοῦ διηγήσομαι θαυμάτων. σπόρου
ποτὲ καταλαβόντος
[p. 234] ἦλθέν τις τῶν τοῦ ἐπισκοπείου γεωργῶν αἰτῶν παρὰ τοῦ ἁγίου βοῦν εἰς ἐργασίαν.
ὁ δὲ ἀπέστειλε Μακεδόνιον τὸν αὐτοῦ νομέα ὀνήσασθαι τὸν ἐπιτηδειότατον βοῦν. παραγενόμενος
οὖν ὁ ἐπὶ τούτῳ ἀποσταλεὶς καὶ πολλὰ ἐρευνήσας, οὐκ ἠδυνήθη εὑρεῖν εἰ μὴ ἕνα βοῦν
ἀκαμβῆ καὶ ἀγέρωχον, πολλὴν ὅμως ἐπιτηδειότητα <ἐπιδεικνύμενον> πρὸς τὴν ζητουμένην
ἐργασίαν. δοὺς δὲ τὸ τίμημα τῷ κυρίῳ τοῦ βοὸς ἦλθεν μετ᾿ αὐτοῦ συλλαβέσθαι τοῦτον.
καὶ μὴ δυνηθέντες μόνοι διὰ τὸ φύσει αὐτοῦ ἄγριον, προσέλαβον μεθ᾿ ἑαυτῶν καὶ ἑτέρους
πλείονας, οὓς μὲν πεζοὺς οὓς δὲ μεθ᾿ ἵππων καὶ ἡμιόνων. πολλὰ οὖν καμόντες καὶ μὴ
δυνηθέντες τοῦτον κατασχεῖν, διὰ τὸ ἀπεχθέσθαι πᾶσιν καὶ τοῖς τῶν κεράτων ὅπλοις
ἀμύνεσθαι, ἔ{ι}ασαν τοῦτον ἅπαντες. ὁ δὲ Μακεδόνιος παραγενόμενος πρὸς τὸν ἅγιον,
ἀπήγγειλεν αὐτῷ τὴν τοῦ βοὸς ἐπιτηδειότητά τε καὶ ἀγριότητα. καὶ δὴ σὺν τῷ Μακεδονίῳ
μόνος παραγενόμενς, τὸν βοῦν μακρόθεν παρεκελεύσατο τοῦτον καθυποδεῖξαι. ὁ δὲ ὑπέδειξέν
τε καὶ τοῦ μὴ γενέσθαι πλησίον παρεγγυήσατο. ὁ δὲ ἅγιος ---ἀτάραχος οὕτως ἦν καὶ
πρᾷος--- προσῆλθεν τῷ βοΐ, καὶ τῶν αὐτοῦ κεράτων δραξάμενος, ὡς πρόβατον εἷλκε,
μηδὲν ἐπιδεικνύμενον λείψανον τῆς πρώτης αὐτοῦ ἀγριότητος. εἶπεν δὲ πρὸς τὸν Μακεδόνιον·
«ὄντως, οὐδέποτε τοιοῦτον βοῦν ἐθεασάμην πρᾳότερον.» ἔκστασις δὲ μεγάλη συνέσχεν
τὸν Μακεδόνιον ἐπὶ τῷ παραδόξῳ τοῦ θαύματος. ὁ δὲ ἅγιος, τὸν κάλων περιθεὶς τοῖς
τοῦ βοὸς κέρασι, δέδωκεν τῷ Μακεδονίῳ ἔμπροσθεν τούτου ἕλκειν. ὡς δὲ τὴν ὁδοιπορίαν
ὁμοῦ διήνυον, ἔρχονται κατά τινα τόπον τοῦ ἀναπαύσασθαι. καὶ ἰδοὺ
[p. 235] μία γραῦς προσελθοῦσα τῷ ἁγίῳ ᾔτει παρ᾿ αὐτοῦ ἐλεημοσύνην. ὁ δὲ ἅγιός φησι
πρὸς αὐτήν· «πίστευσόν μοι, γύναι· οὔτε ἄργυρον οὔτε χρυσίον ὑπάρχει μοι· ἀλλ᾿ εἰ
βούλει, μίσθωσαι σεαυτῇ ζῷον, καὶ ἐλθὲ ἐν τῷ ἐπισκοπείῳ· καὶ παρέχω σοι χρείαν πᾶσαν
τὴν ἐπιζητουμένην παρὰ σοῦ, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλ᾿ ὁσάκις βούλει, καὶ ὑπὸ τῆς
πενίας καταναγκάζει.» ἡ δὲ ἔφη· «οὐκ ἐστίν μοι εὐπορία, φιλανθρωπότατε δέσποτα,
πρὸς ἐφεύρεσιν ζῴου, ἀλλὰ ὡς ἂν βούλῃ, τὴν ἐμὴν μὴ ἀπαξιώσῃς πτωχίαν παραμυθήσασθαι.»
ὁ δὲ πάσης συμπαθείας ἀνάπλεος τοῦ θεοῦ ἄνθρωπος Δημητριανός, ἀναστὰς καὶ ἰδίαις
χερσὶ λύσας τὸν βοῦν, δέδωκεν τῇ ἀπόρῳ εἰπών· «δέξαι τοῦτον καὶ δὸς ἀροτριᾶν· καὶ
τὸν ἐκ τούτου κάματον ἕξεις ἐπαρκοῦν εἰς διατροφήν σου καὶ τοῖς τέκνοις σου.» οὕτως
οὖν μετὰ πάσης εὐφροσύνης ἡ γραῦς δεξαμένη παρὰ τοῦ ἁγίου τὸν βοῦν, ἀπῆλθεν εἰς
τὰ ἴδια εὐχαριστοῦσα τῷ θεῷ καὶ τῷ ἁγίῳ αὐτοῦ θεράποντι.
14. πολλὰ μὲν οὖν καὶ ἕτερα τοῦ ἁγίου τούτου γεγόνασιν θαύματα, καὶ ἀξιομνημόνευτα
πράγματα, ἅτινα διὰ τὸ πλῆθος παριδεῖν ἐγνώκαμεν. ἀρκεῖ γὰρ τοῖς πιστεύσασιν καὶ
θαυμάτων χωρίς, ἐκ τοῦ πρακτικοῦ αὐτοῦ βίου τὴν ὠφέλειαν δρέπεσθαι. εἰ δὲ καὶ ταῦτα
εἰς προσθήκην μείζονα ὁ μεγαλόδωρος κύριος τούτῳ παρέσχεν τῷ ἁγίῳ καὶ ζῶντι καὶ
μετὰ θάνατον, τίς ἔτι ἀμφιβολίας ἀφορμὴ λείπεται τοῖς φιλοσκώπταις εἰς τὸ μὴ ἀνυπερθέτως
ἐπιγράφειν τούτων τὴν ἁγιότητα τοῖς γὰρ πάντα ῥᾳδίως διαβάλλειν θέλουσιν, οὔτε ὁ
τοῦ ἁγίου Ἰωάννου βίος ἀρέσει, οὔτε ὁ τοῦ τῶν ὅλων δεσπότου, ὅτι ὁ μὲν δαιμονῶν
ἤκουσεν διὰ τὸ ἄγαν ἀτρύφητον, ὁ δὲ φάγος καὶ οἰνοπότης διὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν
ἐπιμικτὸν καὶ συνέστιον. ἀλλ᾿ ἡμεῖς δεξάμενοι καὶ θαυμάσαντες τὴν τοῦ ἁγίου τούτου
μεγάλην βίου ἀκρίβειαν, κατὰ δύναμιν <ταύ>την εἰς ὠφέλειαν τῶν ἐντυγχανόντων γραφῇ
παρεδώκαμεν, ἡμᾶς γε αὐτοὺς τῇ μνήμῃ ταύτῃ καθαγιάζοντες καὶ τῶν ἡμᾶς προτρεψαμένων
εἰς τοῦτο τὸν πόθον ἀφοσιούμενοι. ζήσας δὲ σχεδὸν περὶ τὰ ὀγδοήκοντα ἔτη ὁ μακάριος
Δημητριανὸς καὶ τὸν δαυϊτικὸν ὅρον πληρώσαςϠ ἐν γήρει καλῷ καταλύει τὸν βίον πρεσβύτης
<καὶ> πλήρης ἡμερῶν.Ϡ τὸ δὲ τέλος αὐτοῦ γέγονεν κατὰ τὴν ἕκτην τοῦ νοεμβρίου μηνός,
ἑκκαίδεκα μὲν χρόνων ἀποταξάμενος, τεσσαράκοντα δὲ χρόνους ἐν τῇ ἀσκητικῇ τελέσας
παλαίστρᾳ, εἴκοσι δὲ καὶ πέντε τὸν τῆς ἐπισκοπῆς Χυτρίδων ἰθύνας θρόνον· τὸ δὲ τίμιον
αὐτοῦ
[p. 236] λείψανον κατετέθη ἐν τῇ ἐμπιστευθείσῃ αὐτῷ ὑπὸ τοῦ ἁγίου πνεύματος ἐκκλησίᾳ.
καὶ νῦν ὁρᾶται καθ᾿ ἑκάστην μύρων ἀναβλύζων πηγάς, ἐξ ὧν ἅπας [σιχ χοδ.] νόσος τοῖς
πίστει τούτων μετέχουσιν ἀπελαύνεται, δαίμονες δραπετεύουσιν καὶ πάντων τῶν παθῶν
ἀλεξητήριον φάρμακον πίνονται. ἡ δὲ ἁγία αὐτοῦ ψυχὴ ἐν ἀγαλλιάσει τοῦ σκήνους ὑποχωρήσασα
ταῖς οὐρανίαις δυνάμεσιν ἐμφιλοχωρεῖ, τῷ προσώπῳ κυρίου ἐμφανιζομένη καὶ τῶν αἰτουμένων
τὰς δωρεὰς ἀκωλύτως λαμβάνουσα. ἔνθεν παρρησίαν ἔχων πρὸς ὃν ἐκ ψυχῆς ἐπεπόθησας,
ὦ ἱερώτατε πάτερ, μέμνησο ἡμῶν τῶν ἀναξίων ὑμνῳδῶν σου, καὶ τὰς καθ᾿ ἡμῶν ἐπαν<ασ>τάσεις
τῶν ὁρατῶς <καὶ> ἀοράτως ἡμᾶς πολεμούντων κατ<άλυσον>, καὶ τὸν κόσμον <μὲν ὅλον?>
αἰωνίως ταῖς σαῖς <πρεσ>βείαις πρυτάνευσον, <πάτερ>, ἐξαιρέτως δέ, τὴν σοὶ ἀνατεθεῖσαν
ποίμνην φυλάττων μὴ διαλείποις ἐκ παντοίας βλάβης τῶν συνεπιτιθεμένων κακῶν. ὁρᾷς
γὰρ τὴν ἀγριότητα τῶν ἐπανισταμένων αὐ<τῇ> πολεμίων, καὶ τὴν ἐ<πι>κειμένην ἐκ πάντων
συντριβὴν τῆς καθ᾿ ἡμέραν ταλαιπωρίας. στῆσον τὰ νέφη καὶ τὴν καταιγίδα τῶν πειρασμῶν
καὶ παράσχου εἰρήνην, εἰρηνοβράβευ<τε> *** [λαχυνα ωιτη φραγμεντσ]
**********************************************************