Saint: METRIOS
Edition: SynaxCP 721-24

[col. 721-2 l. 24]

διήγησις ὠφέλιμος περὶ γεωργοῦ τινος Μετρίου λεγομένου. ἐν τῷ θέματι τῆς Παφλαγονίας γεωργός τις ἦν ἐν αὐταρκείᾳ διαβιῶν Μέτριος οὕτω λεγόμενος· καὶ βλέπων τοὺς γείτονας αὐτοῦ ἄρρενας παῖδας ἔχοντας καὶ σὺν τῇ τῶν παιδογόνων μορίων ἐκκοπῇ ἐπιμελουμένους καὶ ἐκπαιδεύοντας καὶ πρὸς τὴν βασιλεύουσαν ἐκπέμποντας πόλιν, ζήλῳ τρωθεὶς ὡς ἄνθρωπος, «κύριε» φησίν «εἰ ἄξιός εἰμι, δώρησαι κἀμοὶ ἄρρενα παῖδα, ἵνα χρήσωμαι κἀγὼ ὡς πάντες εἰς βακτηρίαν τοῦ γήρως μου καὶ δοξάσω τὸ ὄνομά σου τὸ ἅγιον.» καὶ ὡς ταῦτα προσηύξατο πρὸς τὸν θεόν, ἔφθασεν ἡ κατ᾿ ἔτος ἐγχωρίως γινομένη πανήγυρις καὶ ἐπιθεὶς τῇ ἁμάξῃ αὐτοῦ τὰ χρειώδη, κατέλαβε τὴν πανήγυριν· καὶ τὰ μὲν πωλήσας, τὰ δὲ ἀνταλλάξας ὧν ἐπεφέρετο, ἐξῆλθε τῆς πανηγύρεως. καὶ ἐλθὼν ἐπὶ χλόην τινὰ καὶ ὕδωρ, τοὺς βόας ἀνέπαυσε. περιβλεψάμενος δὲ χαμαὶ ὁρᾷ ἐν τῇ γῇ κείμενον προχείριον μεστὸν χρυσίου χιλίων πεντακοσίων νομισμάτων, καὶ λαβὼν αὐτὸ ἔθετο ἐν τῇ ἁμάξῃ καὶ ἐπορεύετο τὴν ὁδὸν αὐτοῦ. καὶ διασωθεὶς ἐν τῷ οἴκῳ αὐτοῦ ἀπέθετο αὐτὸ ἐν τόπῳ ἀσφαλεῖ, μὴ θαρρήσας τινὶ περὶ αὐτοῦ, μηδὲ αὐτὸς ἀνοίξας αὐτὸ ἐφ᾿ ᾧ διαγνῶναι, τί τὸ ποσὸν τούτου ἢ ποιόν. τοῦ χρόνου οὖν παραρρυέντος καὶ τῆς συνήθους πανηγύρεως ἐπιστάσης, λαβὼν πάλιν ὁ γεωργὸς κατὰ τὸ εἰωθὸς τὴν ἅμαξαν πεφορτισμένην, ἐπιθεὶς αὐτῇ καὶ τὸ χρυσίον ὡς ἦν ἐσφραγισμένον, ἐπορεύθη εἰς τὴν πανήγυριν· καὶ εἰσελθὼν ἐν σπουδῇ πωλήσας καὶ ἀνταλλάξας ἃ εἶχε κατὰ συνήθειαν, λαβὼν τὰ χρειώδη ἐξῆλθε πρὸ παντὸς ἄλλου τῆς τοιαύτης πανηγύρεως. καὶ καθεσθεὶς ἐπὶ τῆς πεδιάδος αὖθις ἐκείνης, ἐστοχάζετο τοὺς διερχομένους. τότε ὁ τὸ χρυσίον ἀπολωλεκὼς ἐλθὼν ἐν τῷ τόπῳ καὶ ἀποβλέψας πρὸς αὐτὸν ἔνθα ἐπιλαθόμενος κατέλιπε τὸ χρυσίον, ἐστέναξεν ἐκ βάθους καρδίας. καὶ εἶπεν ὁ γεωργὸς πρὸς αὐτόν· «τίς εἶ, κύριέ μου καὶ ἀδελφέ, καὶ τίς ὁ πόνος τοῦ τοιούτου στεναγμοῦ» ὁ δὲ ἀπὸ ὀδύνης καρδίας οὐκ ἠδύνατο λαλῆσαι αὐτῷ. καὶ βιασάμενος αὐτὸν ὁ γεωργὸς μόλις ἔπεισεν εἰπεῖν πρὸς αὐτόν· «τί μοι τὸ ὄφελος, ἀδελφέ, εἰπεῖν σοι τὰ κατ᾿ ἐμέ» καὶ ὁ γεωργός «ἴσως κἂν λόγῳ ὠφελήσομέν σε» φησί. τότε πάλιν στενάξας ἐκεῖνος ἐκ βάθους, φησὶ πρὸς τὸν γεωργόν· «ἐγώ, ἀδελφέ, πραγματευτὴς γενόμενος δόκιμος, εἶχον χίλια νομίσματα, καὶ λαβὼν καὶ ξένα, ἐποίησα πραγματείαν πολλὴν, καὶ κατὰ τὸν πέρυσι καιρὸν ἐλθὼν εἰς ταύτην τὴν πανήγυριν, πωλήσας πάντα, ἔβαλον εἰς ἀληθινὸν προχείριον χίλια πεντακόσια νομίσματα· καὶ ἀσφαλισάμενος αὐτὰ μετὰ σειραδίου σηρικοῦ ἐξῆλθον τῆς πανηγύρεως. καὶ ἐλθὼν ἐνθάδε ἀπώλεσα ταῦτα καὶ ἀπὸ μεγάλου
[col. 723-4 l. 24] πλούτου κατήντησα εἰς ἐσχάτην πτωχείαν. σὺ δὲ ῥακενδύτης ὤν, τί με δύνασαι ὠφελῆσαι» τότε ὁ γεωργὸς στοχασάμενος ἐκ τῶν λόγων αὐτοῦ, ὅτι αὐτός ἐστιν ἐν ἀληθείᾳ ὁ τὸν χρυσὸν ἀπολέσας, λαβὼν τὸ προχείριον ἀπὸ τῆς ἁμάξης, ὑπέδειξεν αὐτῷ λέγων· «τοῦτό ἐστιν ὅπερ ἀπώλεσας» ὁ δὲ ἰδὼν ἐξ ἀπροσδοκήτου καὶ μάλιστα ἀπὸ τοιούτου προσώπου, ἐξ ἄκρας περιχαρείας ἔπεσε χαμαὶ ὡσεὶ νεκρός. καὶ λαβὼν ὁ γεωργὸς ὕδωρ ἀπὸ τῆς πηγῆς, κατέχεεν εἰς τὴν ὄψιν αὐτοῦ· καὶ μετὰ μικρὸν κρατήσας αὐτὸν τῆς χειρὸς ἀνέστησε καί φησιν· «εἰπέ, ἀδελφέ, εἰ ἐν ἀληθείᾳ σόν ἐστι τὸ προχείριον τοῦτο.» ὁ δὲ περίδακρυς γενόμενος, ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ λέγων· «ναί, ἄγγελε τοῦ θεοῦ, ἐμόν ἐστι καὶ οὐκ ἔλυσας αὐτό· οὕτως γὰρ εἶχον αὐτὸ ἐσφραγισμένον.» ὁ δὲ ἔφη· «λῦσον νῦν αὐτὸ ἐνώπιόν μου, κύριέ μου, καὶ εἰ τοσαῦτα ἔχει, πιστεύω ὅτι σόν ἐστι.» τότε καθίσαντες ἀμφότεροι ἔλυσαν αὐτό· καὶ μετρήσαντες εὗρον χίλια πεντακόσια νομίσματα. καὶ πολλὰ βιασάμενος ὁ πραγματευτὴς τὸν γεωργὸν τὰ πεντακόσια λαβεῖν, πεῖσαι οὐκ ἴσχυσεν. ἀλλὰ καὶ ὅρκοις φρικτοῖς ὁρκίσαντος τοῦ πραγματευτοῦ, ὁπωσοῦν μικρόν τι λαβεῖν, οὐ κατεδέξατο. ἀναστάντες οὖν ἀμφότεροι καὶ τῷ θεῷ εὐχαριστήσαντες καὶ ἀλλήλους ἀσπασάμενοι, ἀπῆλθον ἕκαστος οἴκαδε χαίροντες. καὶ τῇ νυκτὶ ἐκείνῃ πεσὼν εἰς τὸ κλινίδιον αὐτοῦ ὁ γεωργὸς ὕπνωσε· καὶ ἐλθὼν ἄγγελος λαμπροφανής, φησὶ πρὸς αὐτόν· «ἐπειδὴ οὕτως ἐποίησας, ἰδοὺ κεχάρισταί σοι παιδίον ἄρρεν καὶ ποιήσεις αὐτὸ ὡς βούλει καὶ μετὰ τὸ ἀπογαλακτισθῆναι αὐτὸ καὶ εἰσαχθῆναι ἐν τῇ βασιλευούσῃ τῶν πόλεων δοξασθήσεται ἐπὶ τῆς γῆς καὶ ἐμπλησθήσεται ἅπαν σου τὸ γένος παντὸς ἀγαθοῦ.» ἔξυπνος δὲ γενόμενος ὁ ἀνὴρ ἐδόξασε τὸν θεόν. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ γεννηθέντος τοῦ παιδός, ἐπέστη πάλιν ὁ ἄγγελος καί φησι· «Κωνσταντῖνος κληθήσεται τὸ παιδίον.» οὕτω δὲ κληθέντα καὶ ἀπογαλακτισθέντα καὶ μικρόν τι τοῖς ἱεροῖς ἐκπαιδευθέντα γράμμασιν, ἡ βασίλισσα καὶ δεσπότις τούτου τῷ βασιλεῖ Λέοντι αὐτὸν οἰκειώσασα τῷ τοῦ Βασιλείου υἱῷ, ἐπὶ τοσοῦτον δοξασθῆναι πεποίηκεν, ὡς καὶ πατρίκιον καὶ παρακοιμώμενον γενέσθαι, τούς τε γεννήτορας καὶ ἅπαν τὸ γένος αὐτοῦ μυρίων ἐμπλῆσαι ἀγαθῶν.

**********************************************************