[col. 121-2 l. 57]
Πέτρου τοῦ θαυματουργοῦ. οὗτος ὁ ἅγιος ὑπῆρχεν ἐκ τῆς Γαλατικῆς ἐπαρχίας, κώμης
λεγομένης Γήνα ὑπὸ τὴν μητρόπολιν
[col. 123-4 l. 46] Γάγγραν, Θεοφίλου καὶ Εὐδοκίας υἱός, Λέων τῷ ἁγίῳ βαπτίσματι ὀνομασθείς.
διὰ δὲ τὸ ὡραῖος εἶναι καὶ περικαλλὴς καὶ εὐμεγέθης, κόμης ζώννυται τῷ κε᾿ χρόνῳ
ὑπὸ τοῦ θεομισοῦς βασιλέως Θεοφίλου ἐκλεγεὶς καὶ καταταγεὶς εἰς τὸ τῶν ἐξσκουβιτόρων
τάγμα
[insert from col. 125·
διαπρέψας δὲ ἐν τῇ στρατείᾳ χρόνον οὐχὶ συχνόν ... end insert]
καὶ ἰδὼν τὰ τοῦ βίου ἄστατα καὶ ἀνωφελῆ, τὴν μονὴν τοῦ Δαφνεῶνος καταλαβών, τὴν
κόμην ἐκείρατο καὶ Πέτρος ὀνομασθεὶς, ἐν τῷ Ὀλύμπῳ γεγονώς, πολλοῖς ἀγῶσι <ἑαυτὸν>
ἐξέδωκε, δι᾿ ἑβδομάδος καὶ δύο καὶ τριῶν νηστεύων. ἐκεῖθεν πρὸς τοὺς ἁγίους τόπους
ὥρμησεν, ἐκεῖθεν ἐπὶ Κύπρον, εἶτα εἰς Λαοδίκειαν, εἰς Ἀττάλειαν
[insert from col. 126·
... πάντα δὲ πόνον τὸν ἀπὸ τῆς ὁδοιπορίας καὶ τῶν Ἰσμαηλιτῶν τὸν ἀπαίδευτον θυμὸν
γενναίως ὑπενεγκών ... end insert]
καὶ πάλιν εἰς τὸ Ὀλύμπιον ὄρος.
[insert from col. 126·
ἐπεὶ δὲ τὸ τῆς πολιτείας αὐτοῦ καὶ ἀρετῆς ὕψος βασιλεῦσι κατάδηλον γέγονε ...
end insert]
ὅντινα Βασίλειος ὁ εὐσεβέστατος πολλὰ καθικετεύσας ἐπανελθεῖν ἐν ᾧ τόπῳ σήμερον
λέγεται ἡ μονὴ τοῦ ἁγίου Φωκᾶ ἐν τῷ Στενῷ, κλήρῳ δωρεᾶς αὐτὴν αὐτῷ παρασχών, ἀδελφοὺς
πρὸς τοὺς ρν᾿ ἐν ταύτῃ ἀθροίσας καὶ πρὸς βαθὺ γῆρας ἐληλακὼς ἐν εἰρήνῃ τὸ πνεῦμα
τῷ θεῷ παρέθετο, σημείοις τε καὶ τέρασιν μέγιστος ἀναφανείς.
**********************************************************