Saint: SERGIOS NIKETIATES
Edition: SynaxCP 777-778

[col. 777 l. 5]

τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου καὶ δικαίου καὶ μακαρίου Σεργίου μαγίστρου, τοῦ συστησαμένου τὴν μονὴν τῆς ὑπεραγίας Θεοτόκου τὴν οὕτως ἐπονομαζομένην τοῦ Νικητιάτου, τὴν ἐν τῷ κόλπῳ τῆς Νικομηδείας μεταξὺ τῶν δύο ἐμπορίων Καλοῦ Ἀγροῦ καὶ Δόρκωνος κειμένην. οὗτος ἦν ἐκ τῆς Παφλαγόνων χώρας ἀπὸ χωρίου λεγομένου Νικήτια, ἔγγιστα πόλεως Ἀμάστριδος· διὸ καὶ τὴν ἐπωνυμίαν ἡ αὐτοῦ μονὴ ἔλαχεν. ὁ δὲ τοιοῦτος ἀνὴρ ἀγαθὸς ὢν καὶ ἀγαθῶν γεννητόρων υἱός, ἔσχε καὶ συγγενεῖς Θεοδώραν τὴν ἀοίδιμον βασίλισσαν καὶ τὸν ταύτης υἱὸν Μιχαὴλ τὸν βασιλέα·
[col. 778 l. 1] ὃς καὶ ζηλωτὴς διάπυρος τῆς ὀρθοδόξου πίστεως γέγονε καὶ πολλὰ ἠγωνίσατο εἰς τὸ τὴν ὀρθοδοξίαν γενέσθαι τῶν ἁγίων καὶ σεπτῶν εἰκόνων. τοῦ δὲ Ῥωμαϊκοῦ στόλου κατελθόντος τῷ τότε χρόνῳ τῇ Κρήτῃ, αὐτὸς ἀπεστάλη παρὰ Μιχαὴλ τοῦ βασιλέως καὶ πάσης τῆς συγκλήτου, μόλις εἰς τοῦτο αὐτὸν πεισάντων, ἐξάρχειν καὶ κυριεύειν παντὸς τοῦ στρατοπέδου δι᾿ εὐφυιΐαν καὶ τὸ ἱκανὸν εἶναι τῶν ῥωμαϊκῶν πραγμάτων προῒστασθαι. ἐκεῖ δὲ αὐτοῦ ἀπελθόντος καὶ κοιμηθέντος, τότε μὲν κατετέθη τὸ ἱερὸν αὐτοῦ λείψανον ἐν τῇ κατὰ τὴν Κρήτην μονῇ, τῇ μέχρι τοῦ νῦν ἐπονομαζομένῃ τοῦ Μαγίστρου· ὕστερον δὲ ἀνεκομίσθη καὶ ἐτέθη ἐν τῇ παρ᾿ αὐτοῦ οἰκοδομηθείσῃ μονῇ κατὰ τὸν κόλπον τῆς Νικομηδείας.

**********************************************************