[col. 791 l. 35]
τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Πέτρου πατρικίου γενομένου, τοῦ ἐν τοῖς
Εὐάνδρου.
[insert from Μεν. Βασιλ. ΠΓ 117· 517Α·
... ὑπῆρχεν ἐκ τῆς Κωνσταντινουπόλεως ... end insert]
οὗτος ἦν ἐν τοῖς χρόνοις Εἰρήνης τῆς
[col. 792 l. 4] εὐσεβεστάτης Αὐγούστης καὶ Κωνσταντίνου τοῦ ταύτης υἱοῦ, γεννητόρων
τυχὼν μεγάλων καὶ ἐνδόξων. πατρίκιος γὰρ ἦν ὁ τοῦδε πατὴρ καὶ στρατηγός, Κωνσταντῖνος
καλούμενος.
[insert from Μεν. Βασιλ. ΠΓ 117· 517Α·
... ὑφ᾿ οὗ καὶ πᾶσαν γραφὴν ἐδιδάχθη Ἑλληνικήν τε καὶ χριστιανικήν ... end insert]
οὗτος οὖν ὁ μακάριος Πέτρος ἐξ ἁπαλῶν ὀνύχων τῇ τῶν γραμμάτων προσφοιτήσας σχολῇ
καὶ τὰ κάλλιστα γραμματικῆς καὶ φιλοσοφίας συλλεξάμενος παρ᾿ ἑαυτῷ τέθεικεν· εἶτα
γυναικὶ ζευχθεὶς τιμᾶται πατρίκιος καὶ δομέστικος τῶν σχολῶν, τοῦ πατρὸς αὐτοῦ τὸν
βίον ἀπολιπόντος. Νικηφόρος δὲ τῆς βασιλείας δραξάμενος, δομέστικον αὐτὸν τῶν ἱκανάτων
προεστήσατο, ὅθεν καὶ ἐν Βουλγαρίᾳ τοῦτον ἠγάγετο. τοῦ δὲ πολέμου συρραγέντος, τὰ
μὲν πρῶτα ἀνὰ κράτος οἱ Ῥωμαῖοι τοὺς Βουλγάρους νικῶσι,
[insert from Μεν. Βασιλ. ΠΓ 117· 517Α·
μετὰ τὴν σφαγὴν αὐτοῦ καὶ τὴν φυγὴν τοῦ υἱοῦ αὐτοῦ Σταυρακίου ...
end insert]
τὰ δὲ μετὰ ταῦτα καλὸν παραδραμεῖν· τοῦ γὰρ μακαρίου μετὰ τῶν πεντήκοντα ἀρχόντων
κρατηθέντος καὶ καθειρχθέντος πρὸς τὸ τιμωρηθῆναι, νύκτωρ ἐπιφανεὶς αὐτοῖς ὁ ἅγιος
Ἰωάννης, ὁ ἐπὶ τὸ στῆθος τοῦ Χριστοῦ ἀναπεσών, ἐλυτρώσατο τῶν δεσμῶν μέχρι τῆς Ῥωμαίων
ἐξαγαγὼν γῆς. ὁ δὲ μακάριος οὗτος τὰ πάντα σκύβαλα ἡγησάμενος πρὸς τὸ ὄρος ἀνέδραμε
τοῦ Ὀλύμπου· καὶ τὸν ἀγγελικὸν βίον ὑποδύς, ἅμα τῷ μεγάλῳ Ἰωαννικίῳ πᾶσαν ἀρετὴν
ἐξήσκησεν. Πληρώσας δὲ ἐκεῖσε χρόνους τριάκοντα τέσσαρας,
insert from Μεν. Βασιλ. ΠΓ 117· 517Β·
... μετὰ τὴν κοίμησιν ἐκείνου ... end insert]
κατέλαβε τὴν βασιλεύουσαν· εἶτα ἐν τῷ παρ᾿ αὐτοῦ δομηθέντι ναῷ τῷ Εὐάνδρου γενόμενος,
ἐπεὶ καὶ ἡ γυνὴ αὐτοῦ τὸν βίον ἀπέλιπε καὶ ὁ υἱός, αὐτὸς πόρρωθεν καλύβην πηξάμενος
ἐν αὐτῇ διήρκεσε χρόνους ὀκτώ, τρύχινα [λεγε· τρίχινα?] φορῶν καὶ σκέπων τὸ σῶμα,
τοὺς πόδας δὲ παρ᾿ ὅλον τὸν τῆς ἀσκήσεως χρόνον μὴ ὑποδησάμενος, νηστείᾳ καὶ ἀγρυπνίᾳ
καὶ τῇ λοιπῇ ἐγκρατείᾳ ἑαυτὸν ἐκτήκων. οὕτως οὖν καλῶς καὶ θεαρέστως πολιτευσάμενος
[insert from Μεν. Βασιλ. ΠΓ 117· 521Β
... καὶ πολλὰ θαύματα ποιήσας ... end insert]
ἀνεπαύσατο
[col. 793 l. 1] ἐν κυρίῳ, τὸ μὲν πνεῦμα αὐτοῦ εἰς χεῖρας θεοῦ παραθέμενος, τὸ δὲ
τίμιον σῶμα ἐνταῦθα καταλελοιπώς, ὅπερ παντοῖα πάθη ἰᾶται καὶ ἅπαν
[col. 794 l. 1] νόσημα δραπετεύειν παρασκευάζει. λέγεται δὲ φορεῖν αὐτὸν ἀ<ν>δρότατον
ψιάθιον ἔνδοθεν τοῦ τρυχίνου [λεγε· τριχίνου?], μεθ᾿ οὗ καὶ συνετάφη.
**********************************************************