[col. 731-2 l. 47]
Ἱλαρίωνος ἡγουμένου τῆς μονῆς τῶν Δαλμάτων. οὗτος ὁ μακάριος Ἱλαρίων πατρὸς μὲν
ἦν Πέτρου Καππαδόκου, μητρὸς δὲ Θεοδοσίας, εὐσεβῶν καὶ φιλοθέων ἀλλὰ καὶ γνωρίμων
τῷ βασιλεῖ· ὁ γὰρ πατὴρ τὸν ἄρτον τῆς βασιλικῆς τραπέζης ἦν χορηγῶν. γεννηθέντα
δὲ τὸν ὅσιον καὶ ἀπογαλακτισθέντα ἐπιμελῶς ἐπαίδευον ἐν τοῖς ἱεροῖς γράμμασιν. Εἰκοσαετὴς
δὲ γενόμενος καταλιπὼν εὐαγγελικῶς πατέρα καὶ μητέρα καὶ οἰκίαν καὶ πλοῦτον, γέγονε
μοναχὸς ἐν τῇ μονῇ τοῦ Ξηροκοπίου ἐν τῷ Βυζαντίῳ· εἶθ᾿ οὕτως ἐλθὼν ἐν τῇ μονῇ τοῦ
Δαλμάτου, ἔλαβε τὸ ἀγγελικὸν καὶ ἅγιον μέγα σχῆμα, καὶ ἡσυχίαν καὶ ὑπακοὴν καὶ ταπείνωσιν
πολλὴν μετιών, ἐδούλευε τῷ κήπῳ ὑπηρετῶν ἐπὶ χρόνοις δέκα· καὶ τὴν ψυχὴν λαμπρύνας
ταῖς ἀρεταῖς θαυματουργικοῦ χαρίσματος ἠξιώθη. καὶ ἐπεὶ πνεῦμα ἀκάθαρτον ἐδίωξεν
ἐκ νεανίσκου τινός, ὁ ἡγούμενος, ὑφ᾿ ὃν ἐτέλει, ἱερουργὸν αὐτὸν πεποίηκε καὶ μὴ
θέλοντα. τελευτήσαντος δὲ τοῦ ἡγουμένου, μετὰ χρόνων τινῶν παραδρομήν, ἀποδράσας
οὗτος καὶ εἰς τὸ Ὀψίκιον περάσας, ἐν τῇ μονῇ τῶν Καθαρῶν προσεφοίτησε. τοῦτο οἱ
μοναχοὶ μαθόντες ἀναφέρουσι Νικηφόρῳ τῷ πατριάρχῃ. ὁ δὲ τῷ βασιλεῖ Νικηφόρῳ προσυπομνήσας,
ἀπέστειλεν ἀγαγεῖν αὐτόν· καὶ
[col.733-4 l. 23] γοῦν τῇ προσταγῇ τοῦ βασιλέως καὶ τοῦ πατριάρχου εἴξας, γέγονεν
ἡγούμενος καὶ ἀρχιμανδρίτης, καθὼς ἦν ἐκεῖσε συνήθεια ἀπὸ συνόδου τυπωθεῖσα. ἐν
ὀκτὼ δὲ ἔτεσι τὴν τοῦ Χριστοῦ ποίμνην θεομιμήτως διακυβερνήσας, τοῦ θηριωνύμου Λέοντος
τὰ σκῆπτρα τῆς βασιλείας κατασχόντος καὶ καθελόντος τὰς ἁγίας εἰκόνας, ἀχθεὶς καὶ
οὗτος εἰς τὰ βασίλεια ἠναγκάζετο διὰ πιθανολογίας μὴ ἐπιστρέφεσθαι τῶν ἁγίων εἰκόνων.
ἀλλ᾿ οὗτος ἐλέγξας αὐτὸν καὶ ἄθεον καὶ νέον παραβάτην ἀποκαλέσας, εἰς ὀργὴν οὐ μικρὰν
αὐτὸν κεκίνηκε· καὶ τότε μὲν κολάσεις πολλὰς καὶ ἀφορήτους ἐπαπειλήσας αὐτῷ καθεῖρξε.
μετὰ καιρὸν δὲ πάλιν παραστήσας αὐτὸν καὶ τὰ αὐτὰ τοῖς προτέροις ἀκούσας, παραδέδωκε
τὸ ὠμοφόριον αὐτοῦ τῷ πατριάρχῃ, τῷ αὐτοῦ ὁμόφρονι· κἀκεῖνος τὰ ὅμοια δράσας καὶ
σκοτεινῇ φρουρᾷ κατακλείσας αὐτὸν ἐπὶ ἡμέρας ἱκανὰς ἐταρίχευε, μήτε ἄρτον μήτε ὕδωρ
μήτε τι ἄλλο προστάξας δοθῆναι αὐτῷ. τοῦτο οἱ μαθηταὶ μεμαθηκότες, ἦλθον πρὸς τὸν
βασιλέα, «ἀπόδος ἡμῖν τὸν ποιμένα» λέγοντες «ὦ βασιλεῦ. καὶ μετ᾿ οὐ πολὺ ἐπαγγελλόμεθα
τὸ σὸν περατωθῆναι θέλημα.» ὁ δὲ ἀπατηθεὶς τῇ ὑποσχέσει αὐτῶν δέδωκε τὸν ἅγιον μετὰ
σπουδῆς. χρονοτριβήσαντος δὲ τοῦ ἁγίου ἐν τῇ μονῇ καὶ μικρὰν ἄνεσιν τῆς ταλαιπωρίας
καὶ τοῦ λιμοῦ λαβόντος, ἐματαιοῦτο ὁ βασιλεὺς τὴν ὑπόσχεσιν προσδεχόμενος. ἐπιγνοὺς
δὲ ὅτι ἐνεπαίχθη, τοὺς μὲν μοναχοὺς ἠμύνατο, τὸν δὲ ἅγιον φρουρᾷ ἐναπέθετο. εἶθ᾿
οὕτως ἀποστείλας αὐτὸν ἐν τῇ μονῇ τοῦ Φονέως κατὰ τὸ Στενὸν ἐπὶ μησὶν ἓξ ἐκεῖσε
καθεῖρξε, δεινοῦ καὶ ἀδυσωπήτου καὶ σκληροῦ τοῦ τῆς μονῆς ταύτης ὄντος ποιμένος.
πάλιν δὲ εἰς τὰ βασίλεια τὸν ἅγιον ἀχθέντα κολακείαις ἐπειρᾶτο ὁ θηριώνυμος ὑποσκελίσαι
αὐτόν. ἀλλ᾿ εἰς μάτην πονῶν καὶ σοφιζόμενος τὰ τοιαῦτα, ἐν τῇ μονῇ τοῦ Κυκλοβίου
κρατεῖσθαι αὐτὸν καὶ κακουχεῖσθαι προσέταξε, καὶ μετὰ χρόνους δύο καὶ μῆνας ἓξ τῇ
φυλακῇ τῶν Νουμέρων καθεῖρξεν· εἶτα ἐξαγαγὼν ταύτης καὶ μαστίξας σφοδρῶς εἰς τὸ
Προτίλιον κάστρον ἐξώρισε. μαχαίραις δὲ τοῦ δυσσεβοῦς τούτου τὴν ψυχὴν ἀπορρήξαντος
ἐν τῷ ναῷ, ἔνθα πρώτως τὴν ἁγίαν τοῦ Χριστοῦ εἰκόνα ἐξυβρίσας καθεῖλεν, ἐκράτησε
τῆς βασιλείας Μιχαὴλ ὁ Τραυλός. τότε ὁ ἅγιος ἀπολυθεὶς ἐξενίσθη παρὰ γυναικὸς εὐσεβοῦς
καὶ πιστῆς ἐν ἰδίῳ αὐτῆς κτήματι, ἐπὶ χρόνοις ἑπτὰ τούτῳ διακονησαμένης. Θεοφίλου
δὲ βασιλεύσαντος καὶ πάντας τοὺς ὁμολογητὰς συλλεξαμένου καὶ ἐν φυλακαῖς κατακλείσαντος,
ὁ μακάριος Ἱλαρίων ἐξητάζετο, εἰ πείθεται τῷ βασιλικῷ προστάγματι. καὶ ὃς ἐλέγξας
μᾶλλον αὐτὸν ὡς ἄθεον καὶ ἀπατεῶνα, μάστιγας τούτου χάριν ἑκατὸν πρὸς ταῖς ἑπτακαίδεκα
κατὰ νώτου δεξάμενος, ἐν Ἀφουσίᾳ τῇ νήσῳ ἐξωρίσθη. Λατομήσας δὲ ἐκεῖ κελλίον πάνυ
στενότατον καὶ δι᾿ εὐχῆς ἐν αὐτῷ ὕδωρ βλύσαι παρασκευάσας, προσέμεινεν ἐν αὐτῷ χρόνους
ὀκτώ. Καὶ τοῦ Θεοφίλου τελευτήσαντος, ἡ τούτου σύζυγος Θεοδώρα πάντας τοὺς ἐν ἐξορίᾳ
ὁμολογητὰς συναθροίσασα ἐν τῇ βασιλευούσῃ τὴν ὀρθοδοξίαν ἐκράτυνε διὰ τῆς τῶν ἁγίων
εἰκόνων ἀναστηλώσεώς τε καὶ προσκυνήσεως. ἀπολυθεὶς δὲ καὶ οὗτος ἀπέλαβε τὴν μονὴν
αὐτοῦ, καὶ τρεῖς ἔκτοτε χρόνους ἐπιβιοὺς καὶ θεοφιλῶς καὶ σωτηρίως τοὺς μαθητὰς
διϊθύνας, ἀπῆλθε πρὸς κύριον ἐτῶν γεγονὼς ἑβδομήκοντα.
**********************************************************