Saint: THEOKLETO
Edition: SynaxCP 914.3-34

[col. 914 l. 3]

τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Θεοκλητοῦς τῆς θαυματουργοῦ. ἥτις ὑπῆρχεν ἐπὶ τῆς βασιλείας Θεοφίλου τοῦ μισοχρίστου, πατρίδα καὶ γένος ἕλκουσα ἐκ προγόνων θέματος τῶν Ὀπτιμάτων· γεννήτορες δὲ αὐτῇ Κωνσταντῖνος καὶ Ἀναστασία. αὕτη ἐξ ἁπαλῶν ὀνύχων θεαρέστως ἐκτραφεῖσα προσεῖχεν ἑαυτῇ, εἶτα βιασθεῖσα ζεύγνυται ἀνδρὶ κατὰ πάντα ὁμοιοτρόπῳ, Ζαχαρίᾳ προσαγορευομένῳ, πολλὰς καὶ ἀμετρήτους ἐλεημοσύνας ἔκτοτε ποιοῦσα. τῇ μελέτῃ δὲ τῶν θείων λογίων ἐκδοῦσα ἑαυτὴν πᾶν εἴ τι καλὸν εὐκόλως μετήρχετο, τὰς παραινέσεις τῶν γραφῶν ἐκπληροῦσα· εἰργάζετο δὲ δι᾿ ὅλης τῆς ἡμέρας καὶ διηκόνει ἐν χρείαις τοῖς τε προσερχομένοις πτωχοῖς καὶ τοῖς ἐν τῷ οἴκῳ πᾶσιν. ἐπεὶ δὲ τῆς μεταστάσεως αὐτῆς ὁ καιρὸς ἔφθασε, τοὺς γνωστοὺς αὐτῇ προσκαλεσαμένη, ἐξεῖπε τὴν ἡμέραν τῆς κοιμήσεως αὐτῆς καὶ τὰ ἐν αὐτῇ μέλλοντα τελεσθῆναι. τὰ δὲ μετὰ τὴν κοίμησιν αὐτῆς γινόμενα θαύματα ἀδύνατόν ἐστιν ἡμῖν γραφῇ παραδοῦναι τῇ συντομίᾳ χρωμένοις· ἓν δέ, ὃ μηδὲ βουλομένοις ἡμῖν δυνατὸν παραλιπεῖν, χρεὼν τῇ διηγήσει προσθεῖναι, τοῦ πράγματος τοῦ μεγέθους μὴ ἐῶντος ἡμᾶς τοῦτο παραδραμεῖν. καθ᾿ ἕκαστον ἐνιαυτὸν οἱ προσήκοντες τῇ μακαρίᾳ τὸ τρισόσιον ἐκεῖνο ἀνακουφίζοντες σῶμα, τὰ ἐπικείμενα αὐτῷ ἱμάτια ἐξαλλάσσουσιν, ἕτερα ἐπιβάλλοντες, καὶ τὰς τῆς κεφαλῆς τρίχας διευθετίζουσι λευκὰς ὑπαρχούσας καὶ τοὺς ὄνυχας τῶν χειρῶν καὶ τῶν ποδῶν περικόπτουσιν· ἔπειτα τὸ τρισάγιον λέγοντες κατατιθέασιν τῆς τιμίας μητρὸς ἡμῶν τὸ σῶμα· ἄφθαρτον γὰρ ὑπάρχει.

**********************************************************