Saint: JOHN OF POLYBOTOS
Edition: SynaxCP 279 f., with a parallel text col. 277.48-280.51

[col 277-8 l. 48]

Ἰωάννου ἐπισκόπου Πολυβότου τοῦ θαυματουργοῦ καὶ ὁμολογητοῦ. οὗτος παῖς ὢν καὶ νέος ἤδη γενόμενος, οὐ κατὰ παῖδας εἶχε τὸ φρόνημα οὐδὲ νεωτερικαῖς ἑάλω ἐπιθυμίαις, ἀλλὰ τρυφὰς ἐμίσει καὶ ἡδονὰς καὶ ὅσα νέων οἶδε θέλγειν ψυχάς, νηστείας δὲ μᾶλλον εἴχετο καὶ γελώτων ἀπείχετο καὶ τῆς καλλίστης ἐφρόντιζε σωφροσύνης, βοηθὸν αὐτῇ συνάπτων τὴν ἐλεημοσύνην. ὁ δὲ κατ᾿ ἐκεῖνο καιροῦ τὸν ἱεραρχικὸν ἰθύνειν λαχὼν θρόνον, προβλέπων τὴν κατάστασιν καὶ τὸ ἦθος τοῦ νέου, τῆς ὑπ᾿ αὐτὸν ἐκκλησίας κλήρῳ τοῦτον καταλέγει· ἔπειτα καὶ τῶν ἱερῶν σκευῶν φύλακα δείκνυσι καὶ μετ᾿ οὐ πολὺ καὶ ἐπίσκοπος Πολυβότου χειροτονεῖται. ἤδη δὲ λαοῦ πιστευθεὶς προστασίαν, ἀγῶνας ἀγῶσι προσετίθη καὶ κόποις κόπους. ἐπεὶ γὰρ Λέων ὁ ἐξ Ἀρμενίας ἕλκων τὸ γένος, τυραννήσας μετά γε τῆς βασιλείας καὶ τὴν εὐσέβειαν, ἐκίνει γλῶσσαν μεγαλορρήμονα κατὰ τῶν ἱερῶν
[col. 279-80, l. 35] εἰκόνων, ὁ ἱερὸς οὗτος ἀνὴρ καταλαβὼν τὴν βασιλεύουσαν, οὐκ ὄψιν αἰδεσθείς, οὐ μορφήν, μανικῶς καὶ γενναίως <καὶ> ἰσχυρῶς αὐτοῦ ἤλεγξε τὴν ἀσέβειαν· εἶτα πρὸς τὸ ποίμνιον ἐπανελθών, τὴν πίστιν ἐξηκριβώσατο, παρασκευάσας ἑτοίμους εἶναι πάντας τὸ αἷμα ἐκχεῖν ὑπὲρ τῆς εὐσεβείας. οὕτως ἐκεῖνος βιοὺς ἀπολιπὼν τὰ κάτω, πρὸς ὃν ἐπόθει μεταχωρεῖ. κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον πλῆθος ἄπειρον τῶν Ἀγαρηνῶν τὸ Ἀμόριον καταδραμὸν καὶ αὐτὸ τὸ Πολύβοτον καὶ τὸν ναὸν ἰσχυρῶς ληισάμενον, βουλόμενοι καὶ τὸ τίμιον ἐκεῖνο λείψανον κατακαῦσαι, ἐκεῖνο ἔμενεν ἄψαυστον καὶ ἀχείρωτον. τούτων γὰρ ὁ μὲν ὀφθαλμοὺς πηροῦται, ὁ δὲ τὴν δεξιὰν πλήττεται, ἄλλος τὴν ὄψιν διαστρέφεται. οὗ γενομένου, μόλις ἔγνωσαν τοῦ κειμένου τὴν δύναμιν. καὶ εὐθὺς ἱκέται γίνονται τοῦ ἁγίου καὶ πάντας ὅσους Χριστιανοὺς αἰχμαλώτους ἐπεφέροντο τῷ ἁγίῳ ἀπεχαρίσαντο· καὶ πλεῖστα ἕτερα ἐπαγγειλάμενοι δοῦναι, τῆς ἰάσεως ἔτυχον. τοσούτων δὲ χρόνων παραδραμόντων, ὁρᾶται εἰσέτι τὸ σῶμα αὐτοῦ κρεῖττον φθορᾶς καὶ ἄλυτον καὶ τοῖς μέλεσι συγκεκραμένον. κατ᾿ αὐτὴν γὰρ τὴν μεγάλην ἑορτὴν τῆς πεντηκοστῆς, ἡνίκα καὶ τὰ ἐγκαίνια τοῦ ναοῦ ἑορτάζουσιν, ἀνιστῶσιν τὸ ὁσίου σῶμα τῆς λάρνακος, καὶ τὴν ἀρχιερατικὴν ἀκολούθως πᾶσαν στολὴν ἐνδύουσιν· εἶτα διαβαστάσαντες τῇ θείᾳ τραπέζῃ προσερείδουσιν καὶ οὕτως ἵσταται ὄρθιον, μόνον οὐχὶ συμφθέγγεσθαι τῷ ἐπισκόπῳ ποιοῦντι τὴν λειτουργίαν ὑπονοούμενον· ἔπειτα καὶ τῷ συνθρόνῳ προσαναβιβάσαντες, ὑπὸ δύο στηριζόμενον καταλιμπάνουσιν, οὕτω διὰ πάσης ἄπτωτον τῆς ἱερᾶς μυσταγωγίας ἱστάμενον. ἀλλ᾿ ἀδύνατόν ἐστιν ἡμῖν τὰ τοῦ ἁγίου γραφῇ παραδοῦναι, ὅσα καὶ δαιμονῶντας ἰώμενος καὶ νόσους ἄλλας ὅσαι ὧραι θεραπεύων ὁρᾶται.

**********************************************************