Saint: ATHANASIOS OF PAULOPETRION (#47)
Edition: SynaxCP 483.22-36

[col. 483 l. 22]

τῇ αὐτῇ ἡμέρᾳ ἄθλησις τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἀθανασίου τοῦ Παυλοπετρίου. οὗτος ὁ ὅσιος ἐγεννήθη ἐν Κωνσταντινουπόλει, γονέων ὑπάρχων εὐλαβῶν καὶ θεοσεβῶν καὶ πλουσίων πάνυ. εὐλαβὴς δὲ γενόμενος ἐξ ἁπαλῶν ὀνύχων τὸ μοναχικὸν ἐπεπόθησεν ἀμφιάσασθαι σχῆμα. καὶ δὴ ἀπελθὼν ἐν τοῖς μέρεσι τοῦ τῆς Νικομηδείας πορθμοῦ τὴν κόμην ἀπεκείρατο. τοσοῦτον δὲ ὑψώθη ταῖς ἀρεταῖς, ὡς καὶ βασιλεῦσι γνώριμος γενέσθαι. ἐπὶ δὲ τῆς βασιλείας Λέοντος τοῦ εἰκονομάχου διαβληθεὶς ὡς σέβοιτο τὰς ἀχράντους εἰκόνας, κρατηθεὶς βασάνοις ὑπεβλήθη πολλαῖς καὶ πικροτάταις ἐξορίαις καὶ θλίψεσιν. ἀνένδοτος δὲ διαμείνας καὶ τὴν ὀρθόδοξον πίστιν μέχρι τέλους διατηρήσας, πρὸς κύριον χαίρων ἐξεδήμησεν.

**********************************************************