Saint: NICHOLAS THE MONK, FORMER SOLDIER
Edition: SynaxCP 341-344

[col. 341-2 l.21]

Νικολάου μοναχοῦ τοῦ ἀπὸ στρατιωτῶν, διήγησις ὠφέλιμος. ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Νικόλαος στρατιώτης γέγονε· καὶ Νικηφόρου τοῦ βασιλέως ἐκστρατεύσαντος κατὰ τῶν Βουλγάρων, ἐξῆλθε καὶ αὐτὸς σὺν τῷ στρατοπέδῳ. καὶ διερχόμενος πρὸς ἑσπέραν κατέλυσεν ἐν πανδοχείῳ· καὶ συνδειπνήσας τῷ πανδοχεῖ καὶ προσευξάμενος, ἀνεκλίθη πρὸς ὕπνον. καὶ περὶ δευτέραν ἢ τρίτην φυλακὴν τῆς νυκτὸς ἡ τοῦ ὑποδεξαμένου αὐτὸν θυγάτηρ, σατανικῷ ἔρωτι τρωθεῖσα, ἔνυξε τὸν δίκαιον πρὸς αἰσχρὰν μίξιν ἐφελκομένη. ὁ δὲ ἅγιος πρὸς αὐτήν· «παῦσαι, γύναιον, τοῦ σατανικοῦ καὶ ἀθέσμου ἔρωτος καὶ μὴ θελήσῃς χρᾶναι τὴν παρθενίαν σου, κἀμὲ τὸν ταλαίπωρον εἰς ᾅδου πέταυρον ἀγαγεῖν.» ἡ δὲ πρὸς μικρὸν ἀνεχώρησε, καὶ μετ᾿ ὀλίγον ἐλθοῦσα πάλιν ὤχλει τὸν δίκαιον. ὁ δὲ ἅγιος ἀπεπέμψατο αὐτὴν τὸ δεύτερον, ἐπιστύψας σφοδρῶς. ἡ δὲ πάλιν ἀναχωρήσασα, ἐκβακχευομένη τῷ ἔρωτι ὑπέστρεψε πρὸς αὐτόν. τότε ὁ ἅγιος λέγει πρὸς αὐτήν· «ταλαίπωρε καὶ πάσης αἰσχύνης καὶ ἀναιδείας πεπληρωμένη, οὐχ ὁρᾷς ὅτι οἱ δαίμονές σε ταράσσουσιν, ἵνα καὶ τὴν ψυχήν σου εἰς κόλασιν ἐμβάλωσι καὶ τὴν παρθενίαν σου διαφθείρωσι καὶ γέλως καὶ ὄνειδος πᾶσι καὶ τῇ συγγενείᾳ σου ἀποκαταστήσωσί σε οὐ βλέπεις ὅτι κἀγὼ ὁ ἐλάχιστος πρὸς ἔθνη βάρβαρα καὶ πόλεμον καὶ αἱμάτων ἐκχύσεις πορεύομαι, τοῦ Θεοῦ ἐνδυναμοῦντός με πῶς οὖν μιάνω τὴν σάρκα, πρὸς πόλεμον ἀπερχόμενος» ταῦτα καὶ ἕτερα τοιαῦτα προσειπὼν αὐτῇ, ἀπεπέμψατο· καὶ ἀναστὰς καὶ προσευξάμενος, εἴχετο τῆς ὁδοῦ. καὶ τῇ ἐπελθούσῃ νυκτὶ ὑπνοῦντος αὐτοῦ, ὁρᾷ ἑαυτὸν εἰς εὔοπτον τόπον ἱστάμενον καὶ πλησίον αὐτοῦ δυνάστην τινὰ καθεζόμενον καὶ τὸν δεξιὸν πόδα τῷ ἀριστερῷ ποδὶ ἐπικείμενον ἔχοντα, καί φησι πρὸς αὐτόν· «βλέπεις ἑκατέρου μέρους τὰ στρατεύματα» ὁ δὲ ἀπεκρίνατο· «ναί, κύριε, ὁρῶ ὅτι οἱ Ῥωμαῖοι συγκόπτουσι τοὺς Βουλγάρους.» καὶ λέγει ὁ φαινόμενος πρὸς τὸν δίκαιον· «βλέψον πρὸς ἡμᾶς.» καὶ προσβλεψάμενος, εἶδεν αὐτὸν τὸν δεξιὸν πόδα τῇ γῇ προσερείσαντα καὶ τὸν ἀριστερὸν ἐπάνω τοῦ δεξιοῦ ἐπιθέμενον. οὗ γενομένου, περιβλεψάμενος πάλιν ὁ δίκαιος πρὸς τὸ στρατόπεδον, βλέπει τοὺς ὑπεναντίους ἀφειδῶς συγκόπτοντας τοὺς Ῥωμαίους. καὶ μετὰ τὸ παύσασθαι τὴν συγκοπήν, λέγει ὁ καθήμενος τῷ στρατιώτῃ· «κατανόησον ἀκριβῶς τὴν συγκοπὴν τῶν σκηνωμάτων καὶ λέγε μοι, τί τὸ ὁρώμενον.» ὁ δὲ περιβλεψάμενος, εἶδε πᾶσαν τὴν φαινομένην αὐτῷ γῆν νεκρῶν σωμάτων πεπληρωμένην, καὶ μέσον πάντων μιᾶς κοίτης λιβαδιαίαν χλοεράν. καὶ λέγει αὐτῷ· «κύριε, πᾶσα ἡ γῆ τῶν ἀφειδῶς κατακοπέντων Ῥωμαίων πεπληρωμένη ἐστὶν ἐκτὸς μιᾶς κοίτης.» τότε ὁ φαινόμενος φοβερὸς εἶπε τῷ στρατιώτῃ· «καὶ τί λογίζῃ εἶναι αὐτό» ὁ δὲ ἀπεκρίνατο· «ἰδιώτης εἰμί, κύριε, καὶ οὐ γινώσκω.» καὶ πάλιν πρὸς αὐτὸν ὁ φοβερός· «αὕτη ἡ γυμνὴ λιβάς, ἣν ὁρᾷς μιᾶς κοίτης ἔχουσαν μῆκος, σή ἐστι καὶ ἐν αὐτῇ ὤφειλες συγκοπῆναι μετὰ τῶν συστρατιωτῶν σου καὶ τεθῆναι ἐν αὐτῇ καὶ ἀναπληρῶσαι τὸ λεῖπον· ἐπεὶ δὲ τῇ παρελθούσῃ νυκτὶ τὸν τρίπλοκον ὄφιν, τὸν εἰς αἰσχρὰν μίξιν τρισσῶς προσπαλαίσαντα καὶ ἀποκτεῖναι μέλλοντα, εὐφυῶς ἀπὸ σοῦ ἀπετίναξας, ἰδοὺ σὺ αὐτὸς ἑαυτὸν ἐκ τῆς συγκοπῆς ταύτης ἠλευθέρωσας καὶ τῆς λιβάδος τὴν στρωμνὴν ἄμοιρον πεποίηκας καὶ τὴν ψυχὴν σὺν τῷ σώματι ἔσωσας. λοιπὸν οὔτε φυσικὸς θάνατός σου (λ.55) κυριεύσει ἐὰν γνησίως μοι δουλεύσῃς.» ταῦτα ἑωρακὼς σύντρομος γενόμενος, διϋπνίσθη καὶ ἀναστὰς προσηύξατο. καὶ ὑποστρέψας μιᾶς ἡμέρας ὁδοῦ διάστημα ἀνῆλθεν εἰς ὄρος· καὶ προσευχόμενος
[col. 343-4 l. 29] ἐδέετο τοῦ Θεοῦ περὶ τοῦ στρατοπέδου. καὶ εἰσελθὼν ὁ βασιλεὺς εἰς τὰς κλεισούρας τῆς Βουλγαρίας, ἀνῆλθον οἱ Βούλγαροι εἰς τὸ ὄρος, ὀλίγους ἐάσαντες εἰς παραφυλακήν, πεντεκαίδεκα χιλιάδες μικρόν τι πλεῖον ἢ ἔλασσον· οὓς καὶ κατασφάξαντες οἱ Ῥωμαῖοι, ἐματαιώθησαν· ἀσυστρόφως γὰρ τῇ χώρᾳ προσρυέντες, μικροῦ πᾶσα ἡ τῶν Ῥωμαίων παράταξις φόνου ἂν ἐγεγόνει παρανάλωμα, σὺν τῷ βασιλεῖ Νικηφόρῳ. τότε ὁ δίκαιος τῆς ὀπτασίας ἀναμνησθεὶς καὶ τῷ Θεῷ εὐχαριστήσας, ὑπέστρεψεν ἐκεῖθεν κλαίων καὶ ὀδυρόμενος· καὶ ἀπελθὼν ἐν μοναστηρίῳ, ἔλαβε τὸ ἅγιον σχῆμα καὶ τῷ Θεῷ γνησίως δουλεύσας ἐπὶ χρόνους ἱκανοὺς γέγονε διακριτικώτατος καὶ μέγας πατήρ.

**********************************************************