[col. 597-8 l. 49]
Ἀνθούσης θυγατρὸς τοῦ βασιλέως Κωνσταντίνου τοῦ Κοπρωνύμου. αὕτη ὑπὸ τοῦ πατρὸς
αὐτῆς πολλάκις ἀναγκασθεῖσα ζυγῆναι ἀνδρί, οὐκ ἐπείσθη· διὸ μετὰ τὸ ἀποβιῶσαι αὐτὸν
ἀδείας λαβομένη, πάντα τὰ προσόντα αὐτῇ πένησι καὶ ἐκκλησίαις καὶ οἴκοις ἱεροῖς
[insert from Μεν. Βασιλ. ΠΓ 117· 409Β· ... εἰς ἀγορὰν αἰχμαλώτων τὰ δὲ χρυσᾶ ἱμάτια
αὐτῆς εἰς καλλωπισμὸν τῶν ἐκκλησιῶν ... end insert]
διανειμαμένη, πολλῶν ὀρφανῶν πατὴρ [λεγε· μήτηρ] ἐγεγόνει
[insert from Μεν. Βασιλ. ΠΓ 117· 409Β·
... καὶ γὰρ τὰ ῥιπτούμενα παιδία συνάγουσα ἀνέτρεφε καὶ ἐπαίδευε· καὶ τὰ μὲν τῷ
θεῷ παρέπεμπεν τελευτήσαντα, τὰ δὲ ζῶντα εἰς γηροκομεῖα κατέταττε ... end insert]
καὶ χηρῶν προστάτης καὶ κηδεμών. πολλαῖς δὲ παρακλήσεσι πολλάκις βιαζομένη ὑπὸ Εἰρήνης
τῆς ὀρθοδόξου Αὐγούστης συνεῖναι αὐτῇ καὶ συμβασιλεύειν, οὐκ ἠνέσχετο. ὁπόσας δὲ
ἡμέρας διέτριβεν ἐν τῷ παλατίῳ, ἔξωθεν μὲν βασιλικὸν ἱμάτιον ἐπημφίεστο, ἔνδοθεν
δὲ ῥάκος τρίχινον· τὸ ποτὸν αὐτῇ ὕδωρ, ἡ τροφὴ ἀσκητική, τὸ δάκρυον ἐν ὀφθαλμοῖς
καὶ ὁ θεῖος ὕμνος ἀδιάλειπτος ἐπὶ στόματος. ὅθεν καὶ τὸν μοναστὴν ὑπέρχεται βίον,
διὰ χειρὸς τοῦ ἐν ἁγίοις Ταρασίου ἀποκειραμένη ἐν τῇ μονῇ τῶν Ὁμονοίας
[variant from col. 614 l. 11· ἐν τῇ μονῇ τῆς Εὐμενείας].
ἔκτοτε δὲ οὔτ᾿ αὐτὴ τῆς μονῆς ἐξῆλθεν οὔτ᾿ ἄλλη τῶν ἀδελφῶν. Οὐκ ἀπελείφθη ποτὲ
τῆς ἐκκλησίας
[col.599-600 l. 35] οὐ κατωλιγώρησε προσευχομένη, οὐ τῶν δακρύων ἐπαύσατο, ἡ ταπείνωσις
αὐτῆς ἄμετρος, ἡ πρὸς τὰς τῶν ἀδελφῶν διακονίας σπουδὴ ὑπερβάλλουσα, ἡ περὶ τὴν
ἐπικόσμησιν τοῦ ἱεροῦ ναοῦ καὶ εὐπρέπειαν ἐπιμέλεια ὑπερθαύμαστος, τἄλλα πάντα κρείττω
λόγου καὶ θαύματος.
[insert from col. 614 line 18· ὕδωρ ἐκόμιζε, ἐν τῇ τραπέζῃ παρίστατο καὶ διηκόνει
... end insert]
καὶ οὕτω τὸν παρόντα χρόνον τῆς ζωῆς ἐκμετρήσασα, μετὰ πολλοῦ τῆς ἀρετῆς πλούτου
πρὸς τὰ ἄνω μεθίσταται
[insert from col. 614 l. 21· ... χρόνων οὖσα πεντήκοντα δύο ... end insert]
**********************************************************