Saint: FORTY-TWO MARTYRS OF AMORION (V. EUODII))
Edition: kazanija o 42 amorijskich muèenikach, ed. V. Vasiljevskij and P. Nikitin (t. Petersburg, 1905),
Vers. 7 [Zeta] by Euodios the Monk: pages 61-78, with a few supplements from Vers. 4

μαρτύριον τῶν ἁγίων τεσσαράκοντα δύο τοῦ Χριστοῦ μαρτύρων συγγραφὲν ὑπὸ Εὐωδίου μοναχοῦ.

1. φαιδρὰ μὲν τῆς πανηγύρεως ἡ ὑπόθεσις· Χριστοῦ γὰρ μαρτύρων ἄθλησίν τε καὶ νίκην καὶ γερωδοσίαν μεγαλοπρεπῶς εἰσηγεῖται· μετέχει δὲ καὶ σκυθρωπῆς τραγῳδίας ἐξ ἀκολούθου, ὅτι μὴ ἄλλοθέν ἐστιν εἰς τὰ τῶν Χριστοῦ μαρτύρων σκάμματα παρακύψαι ἢ δι᾿ ἐκείνης ἐλθόντας ἡμᾶς. ἀλλὰ μηδεὶς κατηφείτω σκυθρωπὸν ἀγγελίας ἀκούσας, ἑνὶ μὲν τρόπῳ ὅτι μηδὲν σκαιὸν ἢ ἀπεικὸς περὶ τὴν τῶν μαρτύρων ἄθλησιν ἀκουτισθήσεται, δευτέρῳ δὲ ὅτι, ὥς που τὸ ἱερὸν γράμμα φησίν, εἰ ἐκτός ἐστε παιδείας, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί, εἴ γε παιδείαν χρὴ καλεῖν πόλεως μυριάνδρου πανωλεθρίαν καὶ ἀπείρων στρατευμάτων μιαιφονίας ναῶν τε καὶ ἱερῶν ἀναθημάτων καὶ ἱερέων μετὰ παρθένων
[p. 62] ἀφανισμόν, ἀλλ᾿ οὐχὶ πέρας τῆς ἀπηρτημένης κατὰ τῶν ἀσεβούντων ἀπειλῆς, οἴμοι, ἐκείνης ὧδέ που ἀποτεινομένης Ϡμεθύσω τὰ βέλη μου ἀφ᾿ αἵματοςϠ καὶ τὰ ἑξῆς.

2. εἰ μὴ ἄρα τις ἐπιδιέλοι σοφῶς τὸ τῆς ἐπενέξεως τιμωρὸν καὶ ταῖς τῶν ἐξεταζομένων καταμεριζόμενον ἀποδῷ διαθέσεσιν, ὡς τοῖς μὲν παιδείαν εὑρίσκεσθαι πατρικήν· τίς γάρ ἐστιν υἱός, ὃν οὐ παιδεύσει πατήρ τοῖς δὲ στιβαρὰν ἀνταπόδοσιν κουφίζουσαν τῶν ἐκεῖθεν βασάνων τὸ ἀλγεινὸν καὶ ἐπώδυνον, ὅσοις τὸ τῆς εὐποιΐας ἥμερον εἰς νουθέτησιν οὐκ ἐπήρκεσε, τοῖς δέ, εἰ μὴ φορτικὸν φάναι, ἀποστροφῆς ἔνδειγμα καὶ σημεῖον σαφές, οὔτε πατρικαῖς παιδείαις οὔτε μυρίαις εὐεργεσίαις καὶ κηδεμονίαις εἰς συναίσθησιν καὶ τοῦ συμφέροντος αἵρεσιν ἐνηγμένοις.

3. ἀλλ᾿ εἰ καὶ τὰ μάλιστα τούτοις ἡμεῖς τοῖς λογισμοῖς ἑαυτοὺς κατασφαλιζόμεθα ὡς μὴ ἀγνωμοσύνης καὶ ἀχαριστίας ἢ ἀπρονοησίας ἀλογίᾳ περισχεθῆναι, βέλτιον τοῖς ἀκαταλήπτοις θεοῦ κρίμασι τὰ τοιαῦτα προσαναθεῖναι, ὅς γε καὶ τῷ Ἱερεμίου φοιτητῇ ἀλύοντι ἐπὶ τῇ ἁλώσει τῆς Ἱερουσαλὴμ διὰ τοῦ προφήτου καταφιμοῦντα ῥήματα ἐνετέλλετο λέγων· Ϡἰδοὺ οὓς ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθαιρῶ· καὶ οὓς ἐφύτευσα, ἐγὼ ἐκτίλλω. καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλαϠ ἡμεῖς δὲ τὰ προάγοντα τῆς τῶν Χριστοῦ μαρτύρων ἀθλήσεως, ὡς οἷοί τέ ἐσμεν, συντομώτερον ἱστορήσωμεν, ὡς ἂν ἡμῖν καθ᾿ ὁδὸν ὁ λόγος προέρχοιτο.

4. ἦν ὅτε δογμάτων ὀρθοδόξων καὶ πολιτείας ἀρίστης κατὰ τὰς ἀποστολικὰς παραδόσεις ἡ βασιλεία Ῥωμαίων εὐνομουμένη ὑποχειρίους εἶχε τοὺς τῶν ἐθνῶν ἡγεμόνας καὶ προηγήτορας, τοῦ εἰρηκότος δῆλον ὅτι συνεπαμύνοντος ταύτῃ· Ϡἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,Ϡ Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. ἐπεὶ δὲ οἱ μὲν τὸν βίον οἱ δὲ τοῦ ὀρθοῦ δόγματος λόγον κατελυμήναντο, καὶ βασιλεὺς μὲν κατ᾿ ἐκεῖνον τὸν Ὀζίαν τοῖς ἱερωτέροις τοῦ ναοῦ Θεοῦ λόγοις καὶ ταῖς ἀβάτοις τῶν ἀμυήτων ποσὶ θεολογίαις ἑαυτὸν παρενεῖρε, τῆς θεανδρικῆς Ἰησοῦ ὑποστάσεως συγχέων τὰς φύσεις καὶ τὰ θελήματα καὶ μηδοπότερον τούτων τελεῖν ὅπερ πέφυκε συγχωρῶν, πτωχεύειν νομίζων θείαν σοφίαν καὶ μηδὲν τῆς ἐκείνου πενίας ἔχειν τι πλέον ἢ ὑψηλότερον,
[p. 63] ἱερεῖς δὲ ἢ μᾶλλον καὶ ἱεράρχαι σχεδὸν ἅπαντες τὰ ἐκείνῳ φίλα φρονεῖν κατεδέχοντο· τότε δὴ τοῦ προμαχοῦντος ὥσπερ δὴ περιυβρισμένου ὑπαναχωρεῖν αὐτῆς κεκρικότος ἢ ἐνδεδωκότος ἀμύνειν, ὡς ἂν μὴ προπετέστερον τῇ οἰκείᾳ τῆς εἰς αὐτὸν βλασφημίας μανίᾳ ἐμμένῃ τε ἢ καὶ προσθείη τι πλέον καὶ προτροπή τις αὕτη λοιπὸν καὶ ἀπωλείας αἰτία καθειστήκοι, εὐθὺ μὲν τὸ τῶν Ἰσμαηλιτῶν ἔσω που ἔθνος ταῖς ἐρημίαις ἀπῳκισμένον καὶ δεσμῷ θείου λόγου πεπεδημένον, ἄνετον καὶ ἐλεύθερον ἀφεθὲν ληῒζεται πρῶτα μὲν τὰ ὑπὲρ τὴν Μεσοποταμίαν, εἶτα Παλαιστίνην, Αἴγυπτόν τε καὶ Ἀφρικὴν καὶ τὰ Ῥωμαίων στρατόπεδα φροῦδά τε καὶ ἀνάστατα καὶ μαχαίρας βαρβαρικῆς παρανάλωμα.

6. ὅμως οὖν ἡ φιλάνθρωπος καὶ σοφωτάτη αὐτοῦ πρόνοια, προφητικῶς φάναι, οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. ἀλλ᾿ ἀνασχομένης αὐτῆς μὴ πανωλεθρίᾳ καὶ ἀφανισμῷ τελείῳ τὴν βασιλείαν παραδοθῆναι ὅροις τέ τισι μεταξὺ Κιλικίας τε καὶ Συρίας τὸ Ἰσμαηλιτῶν ἔθνος ἀποτειχισάσης, μόλις ὀψέ ποτε τὰ ὀρθὰ φρονεῖν περὶ τῆς αὐτοῦ ἐνσάρκου θείας οἰκονομίας οἱ ἡμέτεροι διανοησάμενοι πρόγονοι ἐγκρατεῖς τῶν μετὰ τοὺς εἰρημένους ὅρους χωρῶν ἀσφαλῶς γεγόνασι. Τῆς μέντοι γε μοναρχικῆς εὐκλείας ἀπεστερήθησαν, δίκαιον, οἶμαι, τοῦ Θεοῦ κρίναντος μὴ ἀξίους εἶναι δεσπότας τελείως ἀναγορεύεσθαι τοὺς εἰς τὸν ἀληθῆ δεσπότην ἐμπαροινήσαντας.

7. καὶ εἶχε μὲν οὕτω τὰ πράγματα ἐπὶ χρόνους τινάς, ἕως ποθὲν ἄλλη κατὰ τῆς Χριστοῦ δόξης ἐπανεφύη ἄλογος, μᾶλλον δὲ ἀρνησίχριστος, αἵρεσις ἢ μανία, τὴν μόρφωσιν τῆς αὐτοῦ καθαιροῦσα σαρκώσεως, προφάσει μὲν τὰ τοῖς ἀψύχοις ἐοικότα εἴδωλα καθαιροῦσα, τῇ δέ γε ἀληθείᾳ τὴν ἔμψυχον καὶ ἔννουν τοῦ θεοῦ λόγου σάρκα ἀπαγορεύουσα· ὡς εἴ γε καὶ ἀληθῶς ταύτης ἕνεκα τῆς αἰτίας τοῦτο ἐποίει, ὅμοιόν τι ἐνήργει τῷ μὴ δεῖν ἔννομον γάμον συνίστασθαι δογματίζοντι διὰ τὸ μίαν καὶ τὴν αὐτὴν εἶναι πρᾶξιν γάμου τε καὶ πορνείας.

8. ταύτην ἤγαγε τὴν θηριώνυμον σαύραν τὸ κλίμα τῆς Ἰσαυρίας. ἀλλὰ γὰρ κατὰ πόδας τὰ θεῖα δείματά τε καὶ ἀμυντήρια, οὐρανίων ἀστέρων κατὰ γῆς σφαιρισμοί τε καὶ καταπτώσεις, σεισμοὶ διηνεκεῖς καὶ τῆς βασιλευούσης πόλεως τὰ κάλλιστά τε καὶ κράτιστα καθαιρούμενα, ἐξ ὧν οἱ φονοκτ<ον>ούμενοι παμπληθεῖς καὶ ἀμέτρητοι, εἶτα θάνατος ἄωρος καθ᾿ ὅλης τῆς βασιλείας, πλέον
[p. 64] δὲ κατὰ τὴν βασιλίδα πόλιν, τῶν πληγῶν, οἶμαι, διαρρήδην εἰσηγουμένων τὴν τοῦ κακοῦ ῥίζαν τε καὶ αἰτίαν ἐκεῖσε τυγχάνουσαν. καὶ συναίσθησις οὐδαμοῦ, μᾶλλον μὲν οὖν καὶ τῆς βλασφημίας ἐπίδοσις· ἐφιλονείκει γὰρ ἡ μισόχριστος ἐκείνη ψυχὴ καὶ τὴν Θεοτόκος φωνὴν ἐκ μέσου τῶν Χριστιανῶν ποιῆσαι.

9. ἀλλὰ τίς καὶ ἡ τούτου ἀντιμισθία Καθαίρεσις τῶν διοριζόντων Ῥωμαίους τε καὶ Ἰσμαηλίτας ὁρίων καὶ πάλιν ἀφαίρεσις τῆς ὅλης κατὰ τὴν Κιλικίαν στρατηγίας Ῥωμαίων καὶ μέχρις αὐτῆς Καππαδοκίας κατάσχεσις. πρὸς ἐπὶ τούτοις στόλος αὐτὴν καταλαμβάνει τὴν βασιλεύουσαν οὐκ Ἰσμαηλιτῶν μόνον ἀλλὰ καὶ Ἀβάρων καὶ ἑτέρων γλωσσῶν, πᾶσαν τὴν Προποντίδα καὶ πάντας τοὺς ἐντὸς Ἀβύδου κόλπους ἀποπληρώσας, καὶ τοῦτο ἐφ᾿ ὅλοις ἑπτὰ ἔτεσι πολιορκούντων τὴν βασιλεύουσαν.
10. ἀλλὰ γὰρ οὐδὲ μετὰ τοσαύτας παραβασίας ἡ τοῦ Θεοῦ ἀνοχὴ ὀλιγωρίαν ὑπέστη· ἀπαθὲς γὰρ τῷ ὄντι μόνον τὸ θεῖόν ἐστιν. Ἀλλὰ μακροθυμήσαντος ἐπὶ οὕτω γε πονηροῖς οἰκέταις, πάλιν τὸ τῆς αὐτοῦ θείας σαρκώσεως ἀπεικόνισμα δι᾿ εὐσεβῶν ἱερέων καὶ βασιλέων ἀναστηλοῦσθαι συνοδικῶς τεθέσπισται. ἵνα δὲ ἀσφαλῶς γνοῖεν οἱ τότε κρατοῦντες, ὅτι τῆς μὲν εἰς αὐτὸν παροινίας ἕνεκεν τὰ πλείω καὶ βελτίω τῆς οἰκουμένης μέρη ἀπεστερήθησαν, τῆς δὲ εἰς αὐτὸν εὐσεβείας χάριν ἡ ὅλη κατείχετο οἰκουμένη, καίτοι γυναικὸς σὺν παιδίῳ τὸ τηνικαῦτα τῶν Ῥωμαίων διεξαγούσης τὰ σκῆπτρα, σπονδὰς εἰρηνικὰς ἡ βαρβαρικὴ ἐκείνη δυναστεία μετὰ Ῥωμαίων πεποίηται, μηδενὸς ἄλλου ἢ τοῦ τιμωμένου γνησίως καὶ θεαρέστως υἱοῦ τοῦ Θεοῦ τοῦτο προνοουμένου καθ᾿ ὃν ἔφημεν τρόπον, ὡς ἂν εὐσεβεῖς μᾶλλον ἐντεῦθεν γίνοιντο ἄνθρωποι.

11. ἀλλὰ καὶ αὖθις ὁμώνυμος ἐκείνῳ τῷ δυσσεβεῖ καὶ ὁμότροπος, εἰς τὸν ἐκείνου ἔμετον ἐπιστρέψας καὶ τῷ βορβόρῳ τῆς αὐτῆς αἱρέσεως κονισάμενος, ὑπερορίζει μὲν τοὺς ὀρθοδόξους ἅπαντας ἱεράρχας, ἀποτεφροῖ δὲ θεῖα κειμήλια καὶ ἱερὰς ἐσθῆτας κατὰ τὰς λεωφόρους. ὅμως γοῦν ἐπαφεῖται καὶ τούτῳ ἡ τοῦ τυράννου ἐκείνου Θωμᾶ ἐπίθεσις, τῷ ἐμφυλίῳ πολέμῳ τὰς Ῥωμαϊκὰς δυναστείας συνδιαφθείρουσα. Καὶ αὐτὸς δὲ τέλει πικρῷ παρ᾿ αὐτῷ τῷ βήματι τὴν ψυχὴν ἀπορρήξας ἐναφίησι τῇ πολιτείᾳ Χριστιανῶν τὴν μισόχριστον αὐτοῦ μανίαν, ἕως καὶ ὁ ψευδωνύμως κληθεὶς Θεόφιλος τὴν ἀρχὴν διεδέξατο, οὐδὲν ἧττον τὴν ἐκείνων τῶν πρὸ αὐτοῦ ζηλώσας μανίαν, μᾶλλον δὲ καὶ προσθέμενος. ἀλλ᾿ ὁπόσας καὶ οὗτος τὰς ἐν πολέμοις ἥττας παρὰ τῶν Ἰσμαηλιτῶν ὑπέστη καὶ
π. 65] ὅσαι χῶραι καὶ πόλεις καὶ νῆσοι ἔρημοι γεγόνασι διὰ τὴν εἰς τὴν τοῦ Χριστοῦ εἰκόνα ὕβριν, ἀδύνατον ἡμῖν ἀπογράφεσθαι· μόνης δὲ τῆς ἐν ᾗ οἱ ἅγιοι κατεσχέθησαν πόλεως καὶ τῆς ταύτης ἁλώσεως μνημονεύσωμεν.

12. τοιγαροῦν ἐπὶ τούτου Ἀβησὰκ ἐκεῖνος ὁ πρωτοσύμβουλος τοῦ Ἰσμαηλιτῶν ἔθνους (οὕτω γὰρ τοὺς αὐτῶν ἐθνάρχας ἀποκαλοῦσι) σὺν δυνάμει βαρείᾳ κατὰ τῆς περιωνύμου πόλεως τοῦ Ἀμορίου ὁρμήσας

[begin insert from ophronios page 42 lines 9-10·

... εἰσιόντος τοῦ Αὐγούστου μηνὸς τῆς πρώτης ἐπινεμήσεως ... end insert]

καὶ ἐν πάσαις τρισκαίδεκα ἡμέραις τὰ τείχη κατερειπώσας διὰ τῶν μηχανικῶν ἑλεπόλεων, πορθεῖ μὲν αὐτήν, τοὺς δὲ τῶν ἑπτὰ θεμάτων καθηγεμόνας ζωογονήσας, τοὺς ὑπ᾿ αὐτοὺς ταττομένους λεγεῶνας ἀναιρεθῆναι μετὰ τῶν ἐν τῇ πόλει οἰκούντων καὶ τῶν ἐκεῖσε καταφυγόντων ἀνδρῶν διὰ μαχαίρας προστάττει.

[begin insert from ophronios page 44 line 17·

... δεσμευθέντες δὲ ἐν λύπῃ καὶ στενοχωρίᾳ πολλῇ διώδευσεν τὴν ἐπικειμένην ὁδόν· φθάσαντες δὲ εἰς τόπον Παγκάλλιαν οὕτω ἐπονομαζομένην ... end insert]

εἰς δὲ τὴν οἰκείαν ἀνθυποστρέψας ἀρχὴν φρουρᾷ μὲν τοὺς εἰρημένους ἀρχηγοὺς τῶν στρατευμάτων σκοτεινῇ τινι καὶ δυσωδεστάτῃ διπλασίοις καὶ τριπλασίοις σιδηροπέδαις καὶ τῇ τῶν ξύλων καθείρξει συνεσφιγμένους ἐναποτίθεται, βραχεῖ δέ τινι ἄρτῳ καὶ βραχυτέρῳ ὕδατι τούτους ἐντειλάμενος τιμωρεῖσθαι, φύλακας καὶ τηρητὰς ἐγκαθίστησιν ὡς μή τινα πλὴν τῶν φρουρέων τούτοις προσομιλῆσαι.

13. ἀλλὰ γὰρ τίς τῶν δακρύων ἐκείνων, Χριστὲ ἄναξ, καὶ τῶν ἀμυθήτων καὶ ὀδυνηρῶν στεναγμῶν τὸ πλῆθος ὑπὲρ σοῦ ταῦτα ὑπομενόντων πλὴν σοῦ μόνου ἀκριβῶς ἐξεπίσταται οὐ γὰρ τοσούτου μετεῖχον ὕδατος, ὅσον τῶν ὀφθαλμῶν προέχεον τὸ δάκρυον· οὐ τοσούτου μετελάμβανον ἄρτου οἱ πολλούς ποτε διαθρέψαντες πένητας, ὅσον τῆς αὐτῶν σαρκὸς ὑφαιροῦντο οἱ φθεῖρές τε καὶ οἱ μύες καὶ τὰ ἐπὶ γῆς ζωύφια ἰλυσπώμενα· κλίνη αὐτοῖς ἡ γῆ, καὶ ὐποστρώματα ἡ δυσώδης καὶ λεπτοτάτη κόνις. εἰ δέ που καί τινι αὐτῶν ὑπερρίφη βδελυκτὸν ῥάκος, μείζων ἡ βάσανος, τῶν ὀλεθρίων ζωυφίων ἐκεῖσε ἐμφωλευόντων.
14. ἐκ δὲ τοῦ σκότους οὐδὲ ἐν αὐτῇ μεσημβρίᾳ τὰς ἀλλήλων ὄψεις ἀκριβῶς ἐπιγνῶναι ἠδύναντο, εἰ μὴ ἄρα πυρείῳ τινί που ἐχρήσαντο. Οὐ συνεχωρεῖτο αὐτοῖς προσελθεῖν βαλανείῳ, οὐκ ἀποκεῖραι τῆς κόμης τὸ περιττόν, οὐχ ὑποκαθίσαι ἀκτῖνας ἡλιακάς, ἀλλ᾿ οὐδὲ κἂν ὅλως προσβλέψασθαι ταύτας. ᾐτοῦντο παρὰ τῶν φυλάκων πρὸς αἴτησιν ἐλεημοσύνης τινὰς ἐξ αὐτῶν προελθεῖν· καὶ εἴ που τοῦτο κατένευσαν, δέκα ἑνὶ δεσμίῳ πεπεδημένῳ παρείποντο στρατιῶται. ὑποστρέψαντι δὲ αὐτῷ ἀνετέμνετο καὶ ἠρευνᾶτο ὁ οἰκτρότατος ἄρτος καὶ τὸ εὐτελὲς περιειργάζετο σκεῦος, μή που ἐπίβουλον γράμμα ἐν τούτοις περικαλύπτοιτο.

[p. 66]

15. καὶ ἕως μὲν ἡ προαποκειμένη τῆς σαρκὸς δύναμις προσῆν τοῖς γενναιοτάτοις, οὐδένα περὶ πίστεως αὐτοῖς προέτεινον οἱ βάρβαροι λόγον. ἡνίκα δὲ αὐτοὺς κατισχνωθέντας καὶ ὥσπερ ταριχευθέντας κατεῖδον, προτροπῇ μὲν τοῦ ἐθνάρχου τῶν παρ᾿ αὐτοῖς ψευδευλαβῶν γνωστικῶν καὶ φιλανθρωπίαν ὑποκρινομένων τινὲς πρὸς τὸ δεσμωτήριον παρεγένοντο. δῆθεν δὲ παρακλήσει τῶν ἀρχιφυλάκων ἀνοιγνυμένης τῆς φυλακῆς, εἰς ὁμιλίαν τῶν δεσμίων ἐκάθηντο· καὶ ἀργύρια, ἐνίοτε δὲ καί τινα ἐνδύματα, τούτοις παρεῖχον· ἔπειτα δὲ καὶ εἰς ἄρνησιν τῆς Χριστοῦ πίστεως ἐδοκίμαζον προκαλεῖσθαι. οὐδὲν γὰρ ἐδόκει ὁ δεινὸς ἄρχων ἐκεῖνος τὴν ὅλην πόλιν οὕτω μεγάλην καὶ πάμπλουτον οὖσαν κερδάνας πρὸς τὴν τῶν ἁγίων τούτων ἐπὶ τὴν οἰκείαν πίστιν μετάθεσιν· μεῖζον γὰρ ἔλεγεν εἶναι τὴν κατὰ ψυχὴν νίκην τῆς τῶν σωμάτων, ὅσον καὶ ψυχὴ κρείττων σώματος, τὸ δὲ σώματα βάλλειν, ψυχῆς δὲ μὴ καθικνεῖσθαι, καὶ θηρσὶν εὐκολώτατον.

16. ὡς δὲ τῆς προσβολῆς οἱ ἅγιοι ἀντελάβοντο καὶ τὸ προταθὲν ὥς τι μύσος κατέπτυσαν, οἱ εἰς ἄρνησιν προκαλούμενοι ἀπεκρίναντο· «οὐ καλόν τι ἔργον ἀλαζονεία καὶ τῦφος. ἐπιστήσατε πρότερον τοῖς παρ᾿ ἡμῶν λεγομένοις τὸν νοῦν· καὶ εἰ μὴ καλά γε ὑμῖν καὶ συμφέροντα συμβουλεύοιμεν, κατανεῦσαι μὴ εὐδοκήσητε. ἐπελάθεσθε ἄρα τῶν φιλτάτων ὑμῶν παίδων καὶ τῶν γλυκυτάτων γονέων τε καὶ συμβίων τῆς ἐμφύτου καὶ ἀναγκαίας στοργῆς, ἣν καταιδεῖται καὶ τὰ θηρία τῆς ἡδίστης ἀπολαύσεως τῶν ὑμετέρων κτημάτων τῶν συγγενῶν καὶ φίλων τῆς συνουσίας τῶν εὐγνωμόνων οἰκετῶν τῆς φιλοτίμου θεραπείας τῆς παρὰ τῶν κρατούντων τιμῆς τῆς τῶν ὑποχειρίων δόξης τῶν συνακμασάντων ἠθῶν τῆς πατρίδος τίς ἐν τοιούτῳ κινδύνῳ καὶ ἀποτυχίᾳ τοσούτων καλῶν οὐ μέθοδόν τινα ἐπινοήσοι κἂν ἑνός τινος τούτων λαβέσθαι

17. εἰ δέ, πάντων ὁμοῦ ἐνὸν ὑμᾶς εὐμοιρῆσαι, μάτην ἀπαρνεῖσθε τὴν ὑμῶν αὐτῶν σωτηρίαν, οὐ τοῦτό γε φρενὸς ὑγιοῦς ἔργον φαίη τις ἂν τῶν συνέσει κεκοσμημένων. εἰ δέ γε τῆς τούτων πάντων τῶν ἀγαθῶν προξένου ἀπορεῖτε μεθόδου, φιλανθρώπως ὑμᾶς διδάξομεν· ὑποκριθέντες περιτμήθητε καὶ τῷ πρωτοσυμβούλῳ συνεύξασθε, καὶ μυρίων ἀπολαύσαντες παρ᾿ αὐτοῦ ἀγαθῶν, ἐκ [λεγε· ἐν] καιρῷ πολέμου παλινοστήσετε φυγάδες πρὸς τὴν θρησκείαν καὶ τὸ ἔθνος ὑμῶν, νικηταὶ μετὰ νίκην καὶ θαυμαστοὶ παρὰ πᾶσιν ἀνθυποστρέψαντες.»

οἱ δὲ τοῦ Χριστοῦ γνήσιοι δοῦλοί φασι πρὸς αὐτούς· «ὑμεῖς γὰρ εἰ ἐν τούτοις ἐν οἷς ἡμεῖς νῦν δεινοῖς συνεχόμεθα περιεπεπτώκειτε, ἆρα τοιαῦτα ποιεῖν, οἷα ἡμῖν συμβουλεύετε, κατεδέχεσθε» οἱ δέ· «καὶ τί ζωῆς, καὶ ταύτης ἐλευθέρας
[p. 67] τε καὶ ἀνέτου, ἀναγκαιότερον» καί τινι ὅρκῳ τὴν εἰς τοῦτο αὐτῶν κατάθεσιν ἐβεβαίωσαν. εὐθὺς δὲ πρὸς αὐτοὺς οἱ φιλόχριστοι· «ἀλλ᾿ ἡμεῖς γε οὐκ ἀνεχόμεθα ψυχῆς ἀστηρίκτου περὶ τὴν οἰκείαν πίστιν ὑπὲρ πίστεως παραίνεσιν δέξασθαι.»

καὶ τούτων οὕτως πρὸς αὐτοὺς εἰρημένων οὗτοι μὲν κατῃσχυμμένοι καὶ ἄπρακτοι πρὸς τὸν ἀποστείλαντα ὑπεχώρησαν, παθόντες μᾶλλον ἢ δράσαντες ὅπερ ἐβούλοντο.

18. μετὰ δέ τινας ἡμέρας ἕτεροι τῷ τρόπῳ τῶν προλαβόντων ἑπόμενοι ὡς ἐν μεταδόσει ἐλεημοσύνης τῷ δεσμωτηρίῳ προσῄεσαν, καὶ δακρύειν σχηματιζόμενοι ἀπωδύροντο τούτους ὡς δι᾿ ἀγνωσίαν καὶ ἀπιστίαν τιμωρουμένους, «ὢ πόσων κακῶν αἴτιον» λέγοντες «πᾶσι τοῖς ἀγνοοῦσιν ἡ περὶ τὸν μέγαν προφήτην Μωάμεδ γίνεται ἀπιστία. οὐ μεγάλοι γὰρ οὗτοι οἱ τὰ χαλεπὰ ταῦτα δεσμὰ νῦν περικείμενοι οὐ συγγενεῖς βασιλέων οὐ πολεμικῆς ἐμπειρίας καὶ ἑτέρων διδάσκαλοι οὐ τῇ τέχνῃ καὶ ἡ τοῦ σώματος ῥώμη κατάλληλος οὐχ ἡ τῶν ὅπλων κατασκευὴ μόνον καὶ τοὺς οὐκ εἰδότας ὅπλα πρὸς πόλεμον διανίστησιν οὐ μυριάδες συνασπιζόντων παρῆσαν πλείους γὰρ τῶν ἑπτὰ μυριάδων τὸ στρατευόμενον μόνον τοῦ λαοῦ τῶν ἁλόντων Ῥωμαίων ἀνεδόθη τῷ πιστοτάτῳ πρωτοσυμβούλῳ. τί τὸ πᾶσαν τὴν δυναστείαν ἐκνευρίσαν ἐκείνην εἰ μὴ μόνη ἡ τοῦ προφήτου ἀθέτησις καὶ τούτου πίστις ἡ κατ᾿ αὐτῶν νίκη τῶν τοῦ προφήτου θεραπευτῶν.»

19. «ἀλλ᾿ οὐ θαυμαστὸν ἀνθρώπους γε ὄντας μὴ τὸ συμφέρον, ἀμαθῶς ἔχοντας, ἐγνωκέναι· συγγνώμης γὰρ οἱ ἀγνῶτες, συναισθόμενοι, ἀπολαύειν εἰώθασιν, ὥσπερ δὴ καὶ οὑτοιὶ βουληθέντες.» καὶ τὸν λόγον μεταγαγόντες, «ὑμεῖς [λεγε· ἡμεῖς]» φασί «δι᾿ ὑμᾶς γὰρ καὶ ταῦτα πρὸς ἑαυτοὺς λέγομεν, τῆς μὲν στενῆς μεταβεβηκότες ὁδοῦ, ἣν ὑμῖν ὁ τῆς Μαρίας υἱὸς ἰέναι προτρέπεται, τῆς δὲ πεπλατυσμένης καὶ εὐρυχώρου ἔν τε τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι παρὰ τῷ φιλανθρώπῳ καὶ μεγάλῳ ἐπηγγελμένης προφήτῃ ἐπειλημμένοι, μακαρίσαιτ᾿ ἂν ἡμᾶς ὡς ἀγαθοὺς συμβούλους καὶ πολλῶν ὑμῖν καλῶν προξένους. τί ἄπιστον ὁ ἡμέτερος προφήτης διδάσκει λέγων, ὅτι δύναται ὁ θεὸς τὸν αὐτοῦ ὑπακούοντα καὶ ὧδε πάσης ἐμπλῆσαι τρυφῆς κἀκεῖ τὸν παράδεισον κληροδοτῆσαι ἢ πτωχεύει χρημάτων καὶ τῆς τῶν λοιπῶν ἀπολαύσεως ὁ Θεός»

20. «ὢ ἀπὸ τῆς ἀπιστίας τῶν ἀγνώτων ἀνθρώπων. ὡς ἀλόγιστον θεοῦ μὲν διττὰς παρεχομένου
[p. 68] τὰς δωρεάς, ἐντεῦθεν κἀκεῖθεν, ὑμᾶς δὲ ὥσπερ πλέον τι τούτου φρονοῦντας οἴεσθαι καὶ ταύτας ὑποκορίζειν ὡς περὶ ἐνδεοῦς ταῦτα διανοουμένους καὶ μεριστὰς τῶν ἐκείνου καλῶν γίνεσθαι καὶ οὐχ ὅταν ἐκεῖνος δίδωσιν ὑποδεχομένους, ἀλλ᾿ ὅταν ὑμεῖς ἐπιτρέπητε, περιφρονοῦντες τῆς ἐκείνου χρηστότητος δι᾿ ὑπεροψίας ὑπερβολήν. ἢ οὐχὶ καὶ ὑμεῖς ποτέ τι τοῖς οἰκέταις ὑμῶν παρεχόμενοι, ἐὰν ἀκκιζομένους πρὸς τὸ λαβεῖν ἴδητε ἢ καὶ παντελῶς ἀνανεύοντας, ὡς δὴ χαλεπῶς ὑπ᾿ αὐτῶν ὑβρισθέντες, ἀντὶ τῆς εὐεργεσίας πληγὰς αὐτοῖς ἐπιφέρετε εἰ δὲ ἄνθρωποι θνητοὶ τοῦτο ποιοῦσιν, οὐ πολλῷ μᾶλλον ὁ ἀθάνατος τοῦτο ἐφ᾿ ὑμῖν δράσει θεός δέξασθε οὖν τὴν τοιαύτην τοῦ προφήτου διδασκαλίαν, καὶ τῶν παρόντων ἀπαλλαγέντες δεινῶν, κατατρυφήσατε τῶν προκειμένων θεοῦ ἀγαθῶν καὶ ζῶντες καὶ τετελευτηκότες. εὔσπλαγχνος γὰρ ὢν ὁ θεὸς καὶ ἰδών, ὅτι δυσχεραίνει πᾶς ἄνθρωπος πράττειν βουλόμενος τὴν σκληρὰν νομοθεσίαν τοῦ Ἰησοῦ, ἀπέστειλε τὸν αὐτοῦ προφήτην Μωάμεδ πάντα τὰ βάρη ἀποφορτίζοντα καὶ πᾶσαν τὴν στενοχωρίαν ἐκείνην λύοντα καὶ μετὰ πάσης τῆς τῶν παρόντων ἀπολαύσεως καὶ τρυφῆς καὶ τὴν ἐκεῖθεν εὐφροσύνην ἐπαγγελλόμενον, ἐκ μόνης δὲ πίστεως τοὺς ὑπακούοντας σῴζοντα.»

21. ὡς δὲ τούτων οἱ ἐχέφρονες ἄνδρες ἐκεῖνοι τῶν ληρημάτων ἤκουσαν, ἀνδρεῖόν τι καὶ σοφὸν ἐνιδόντες ἀλλήλοις, ἐμειδίασάν τε ὁμοῦ καὶ ταῖς χερσὶ τὰς ὄψεις ἀπέτριψαν καὶ τὴν προφητικὴν ὑπεῖπον ἐκείνην ᾠδήν, Ϡδιηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ᾿ οὐχ ὡς ὁ νόμος σου, κύριε. πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι,Ϡ εἶτα καὶ πρὸς ἐκείνους· «καὶ ταύτην γε ὅλως οἴεσθε ἀληθῆ καὶ θεάρεστον παίδευσιν τὸ ἡττᾶσθαι τῶν τῆς σαρκὸς ὀρέξεων ἐν παντί, θυμῷ τε καὶ πονηρίᾳ καὶ ἡδοναῖς ποικίλαις τὸν ἐν ἡμῖν λόγον δουλεύειν, μηδὲν δὲ τούτων ἡττᾶσθαι φρονήσεως καὶ τῷ τῆς ἐγκρατείας ἀναστομοῦσθαι χαλινῷ καὶ κημῷ καὶ τί διοίσει ἄνθρωπος θηρίου ἀλόγου οὑτωσὶ διαιτώμενος ὄντως ἀπόδειξίς ἐστιν ἡ τοιαύτη νομοθεσία τοῦ κἀκεῖνα τὸν τοιοῦτον περὶ τοῦ Σολομῶντος γράψαι, ὅτι οὐχὶ θεὸν ἀλλά τινα ἄγριον ἀλέκτορα καὶ γοῦνδας ἔσχε διδασκάλους τῆς αὐτοῦ σοφίας.» καὶ προσθέμενοι εἶπον· «ἡμεῖς, ὦ ἄνδρες, ἐκείνων ἐσμὲν μαθηταὶ τῶν πρὸς θεὸν λεγόντων· Ϡοὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ἀλλ᾿ ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, καὶ οὐδὲν ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ
[p. 69] Ἰησοῦ, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα.Ϡ» καὶ τούτων ἐνωτισθέντες καὶ μηδὲν κρεῖττον ἀλόγων φρονοῦντες, ἐληλεγμένοι πρὸς τὸν ἄρχοντα καὶ αὐτοὶ ἀνθυπέστρεψαν.

22. χρόνος παρῆλθε, καὶ τοῖς προλαβοῦσιν ὁμοίαν σκῆψιν ὑποκρινόμενοι ἕτεροι παρεγένοντο, γυμνοσοφιστὰς τούτους ἀποκαλοῦσι. μετὰ γοῦν τὴν διάδοσιν ἀσπασάμενοι πάντας καὶ καθεσθέντες, «τί» φασίν «ὦ δέσμιοι, ἀδύνατόν ἐστι παρὰ τῷ Θεῷ» οἱ δὲ εἶπον· «οὐδέν, ὃ μάλιστα πρέπει τῇ θείᾳ φύσει.» «εἰ οὖν» φησί «πάντα δυνατὰ τῷ Θεῷ, σκεψώμεθα τίνι τὴν δύναμιν αὐτοῦ χαρίζεται σήμερον, Ῥωμαίοις ἢ Ἰσμαηλίταις τίνας τὰ πιότατα καὶ περίδοξα τῶν γεῶν ἐκληροδότησεν, ὑμᾶς ἢ ἡμᾶς τίνων τὰ στρατεύματα κατευμεγεθεῖ, καὶ τίνων ὡσεὶ χόρτος αἱ φάλαγγες ἐκθερίζονται οὐχὶ δίκαιός ἐστιν ὁ θεός εἰ μὴ εὗρεν ἡμᾶς πληρωτὰς τῶν αὐτοῦ ἐντολῶν, οὐκ ἂν οὕτω φιλοτίμως τὰς αὐτοῦ εὐεργεσίας εἰς ἡμᾶς ἐπεδείκνυτο καὶ εἰ μὴ εἶδεν ὑμᾶς ἀπιστίαν πρὸς τὸν αὐτοῦ πεπονθότας προφήτην, οὐκ ἂν ὑποχειρίους ἡμῖν κατέστησεν.»

23. οἱ δὲ ἅγιοι εἶπον· «εἰ μὲν τῶν ἁγίων προφητῶν ταῖς διδασκαλίαις ἐπειθαρχεῖτε, εὔκολον ἦν τὸν τοιοῦτον ὑμῶν λογισμὸν ψευδόμενον ἀπελέγξαι, καὶ τίνος ὑμεῖς τόπον ἀποπληροῦτε, διὰ τῆς θεοπνεύστου γραφῆς παραστῆσαι· ἐπεὶ δὲ ταύτην μὲν οὐ προσίεσθε, μόνῳ δὲ στοιχεῖτε τῷ ὑμετέρῳ διδασκάλῳ καὶ ἡμᾶς δὲ τληπαθεῖν διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν κατονειδίζετε, πυθομένων ἡμῶν ἀποκρίθητε.
δύο τινῶν δικαζομένων ὑπὲρ ἀγροῦ, καὶ τοῦ μὲν ἄνευ μαρτύρων διισχυριζομένου αὐτῷ προσκεκυρῶσθαι ὀφείλειν τὸν τοιοῦτον ἀγρόν, τοῦ δὲ ἀφιλονείκως πολλοὺς καὶ δεδοκιμασμένους μάρτυρας προκομίζοντος, οἵ φασι τούτῳ μᾶλλον ἢ ἐκείνῳ τὸν ἀγρὸν διαφέρειν, τίνος ὑμεῖς οἱ Σαρακηνοὶ κρίνετε κτῆμα τὸν ἀγρὸν γενήσεσθαι» οἱ δέ· «τοῦ παριστῶντος δηλονότι τοὺς πιστοτάτους μάρτυρας.» καὶ οἱ ἅγιοι· «εὐλόγως οὖν ἄρα τοῦτο καὶ ἡμεῖς ἐπί τε τοῦ τῶν Σαρακηνῶν διδασκάλου ἐπί τε τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὸ δίκαιον κρίνομεν. ἦλθεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ παρθένου γενόμενος ἄνθρωπος, ὡς καὶ ὑμῶν λεγόντων πολλάκις ἀκούομεν, πάντας τοὺς ἀρχαίους καὶ ἀψευδεῖς προφήτας τὴν τούτου ἔλευσίν τε καὶ δεσποτείαν προαγορεύοντας ἔχων μεθ᾿ ἑαυτοῦ. ἀπεστάλη, ὡς ὑμεῖς φατέ, παρὰ Θεοῦ καὶ ὁ μέγας Μωάμεδ τρίτην νομοθεσίαν ὑμῖν κομίζων· οὐκ ἔδει καὶ αὐτὸν δύο τῶν προφητῶν τοῦ Θεοῦ ἢ κἂν ἕνα συνήγορον ἔχειν πρὸς τὸ ἀποδεῖξαι, ὅτι θεόθεν ἐξαπεστάλη»

24. καὶ τοῦ τοιούτου ἐλέγχου παρὰ τῶν φιλοχρίστων ἀποταθέντος, εἷς τις αὐτῶν, τὴν προσωνυμίαν Βασόης, μάλα χαριεντῶς ἀπεκρίθη· «ἔχει καὶ ὁ τῶν Σαρακηνῶν προφήτης τὸν περιώνυμον καὶ ἀψευδέστατον προφήτην Ἡσαΐαν τὰ κατ᾿ αὐτὸν προαγγέλλοντα. καὶ εἰ μὴ λυπηρὸν ἦν τοῖς λογίοις τούτοις ἀνδράσι, καὶ τὸ ῥητὸν προεκόμισα ἄν.» οἱ δέ· «καὶ μὴν οἴδαμεν συγγνώμην διδόναι τοῖς ἐξ ἀγνοίας πανταχοῦ πλημμελοῦσιν· τάχα γὰρ ὕβρις ἐστὶ τοῦ προφήτου.» ὁ δὲ πρὸς αὐτούς· «οὐχ ὑμεῖς φατὲ ἔσχατον πάντων εἶναι τῶν προφητῶν καὶ σφραγῖδα Μωάμεδ» οἱ δέ· «ἀληθῶς· οὗτός ἐστιν ὁ μόνος ἀψευδὴς καὶ πρότερος καὶ ὕστερος προφήτης.» καὶ ὁ φιλόχριστος πρὸς αὐτούς· «φησί που ὁ καθ᾿ ἡμᾶς θεοῦ προφήτης Ἡσαΐας ὅτι Ϡἀφεῖλε κύριος ἀπὸ Ἰσραὴλ κεφαλὴν καὶ οὐράν,Ϡ καὶ ἑρμηνεύων τίνα ταῦτά ἐστι, Ϡκεφαλὴν μὲν ἔφη ἄρχοντα προσωπολήπτην, τὸ δὲ ἕτερον προφήτην διδάσκοντα ἄνομα, οὗτος ἡ οὐρά.Ϡ μὴ δὴ θορυβεῖσθε· ἢ γὰρ οὐχὶ ἄνομον τοῦτο ὑμῖν οὗτος πρόσταγμα δέδωκε, τὸν διὰ μῖσος ἀποβαλόντα τὴν ἑαυτοῦ γυναῖκά τινα μὴ ἐξεῖναι ταύτην πάλιν ἀναλαβεῖν μὴ ἑτέρῳ πρότερον συζευχθεῖσαν ἀφείσθω γὰρ τὰ λοιπὰ τῆς τούτου προφητείας καὶ νομοθεσίας. ἐμοί γε δοκεῖ τοῦτον εἶναι λέγειν οὐρὰν τὸν γνώριμον προφήτην Ἡσαΐαν.»
25. οἱ δέ «ἴσμεν φιλοσοφεῖν,» εἶπον «ἀλλ᾿ εἰ τῷ θεῷ τοῦτο ἀρέσκει, τίνες ὑμεῖς αὐτῷ ἀπομάχεσθαι [λεγε· ἀπομάχεσθε?]; οὐ χρείαν ἔχει Μωάμεδ μαρτυρίας ἀνθρώπου, τοῦ θεοῦ προφήτην αὐτὸν πεποιηκότος καὶ τοιούτους αὐτῷ νόμους προστεταχότος.» ὁ δὲ φιλόχριστος «ἆρά γε» φησί «καὶ τὴν πυκνογαμίαν, μᾶλλον δὲ γυναικομανίαν, ἐν τῷ τῶν νηστειῶν ὑμῶν πάσχειν καιρῷ καὶ τὴν δι᾿ ὅλων ἐκείνων νυκτῶν τρυφὴν καὶ ἁδηφαγίαν μέχρι τῆς ἕω ἐκ θεοῦ κομίσας ὑμῖν ἐντέταλται» οἱ δέ «καὶ λίαν γε ἀψευδῶς» ἔφασαν.

26. καὶ οἱ ἅγιοι εἶπον· «λείπεταί τις ἐπιλυθῆναι ὑμῶν λόγος ὁ περὶ τῶν κατὰ πολέμους τροπαίων, ἐπεὶ τοῖς τῶν στρατιῶν προτερήμασι τὴν εὐσέβειαν ὁρίζειν βούλεσθε. ἆρά γε οὐκ ἐπύθεσθε τὰς τῶν Περσῶν πρότερον νίκας, οἳ σχεδὸν κόσμου περιεγένοντο δεύτερον δὲ Ἑλλήνων, οἳ καὶ Περσῶν κατεκράτησαν μετ᾿ ἐκείνους δὲ τῶν παλαιῶν Ῥωμαίων τὴν πάσης κυριότητα τῆς οἰκουμένης τί οὖν εὐσεβεῖς οἱ τοιοῦτοι οὐχὶ πολυθεΐαν εἰδωλικὴν πάντες ἐμαίνοντο πόθεν οὖν αὐτοῖς ἡ τοσαύτη νίκη καὶ δυναστεία ἔστι μὲν οὖν τοῖς εὐσεβέσι καὶ τὸ
[p. 71] νικᾶν ἐκ θεοῦ, ἔστι δὲ καὶ <τὸ> ἡττᾶσθαι πρεπόντως, ὅταν τῷ νικοποιῷ δι᾿ ἀγνωμοσύνης ἀμεταμέλητα προσκρούωσι πλημμελοῦντες. κέχρηται δὲ πρὸς ἔκτισιν τῶν αὐτοῖς τολμηθέντων οὐ τοῖς ἐπιεικεστάτοις, ἀλλὰ τοῖς πονηροτάτοις τῶν ἀνθρώπων. καὶ τοῦτό ἐστι τὸ λανθάνον ὑμᾶς καὶ εὐσεβεῖς οἴεσθαι ποιοῦν καίπερ οὐκ ὄντας. ἀλλὰ γὰρ ἱκανῶς ἔχει τὰ εἰρημένα. ὅμως Χριστιανοὶ ὄντες ἡμεῖς ἀμάρτυρον καὶ ἀσύμφωνον τοῖς ἁγίοις προφήταις, ἵνα μὴ λέγωμεν καὶ πολέμιον τούτων, διδάσκαλον οὐ παραδεχόμεθα.»

καὶ τούτων λεχθέντων, οὗτοι μὲν πρὸς τὸν ἑαυτῶν ἀνέλυσαν ἄρχοντα τὸ τῶν ἀνδρῶν σταθηρὸν περὶ τὴν θεογνωσίαν ἀναγγέλλοντες φρόνημα. οἱ δὲ ἅγιοι δάκρυσιν ὁμοῦ συσχεθέντες, τῷ θεῷ εὐχαρίστουν, ὅτι ὅλως Χριστιανοί τέ εἰσι καὶ ὑπὲρ ἀψευδοῦς θεοῦ τὰ δεινὰ πάσχουσι. καὶ περὶ τῶν ἐνισχημένων δὲ τῇ τοῦ ἀθέου Μωάμεδ ἀπάτῃ ἐποτνίων τε καὶ ἐξελιπάρουν τῆς οὕτω μωρᾶς καὶ ἀλόγου πλάνης αὐτοὺς ἐξελέσθαι.

27. ἑπτὰ μὲν οὖν ὅλοις ἔτεσιν ἐγκατάκλειστοι ὄντες καὶ τὴν ψυχὴν ἐκλείπουσαν περιφέροντες τῇ βίᾳ τῶν τῆς φρουρᾶς ὀδυνῶν, οὐκ ἔληξαν νύκτα καὶ ἡμέραν τὰς ὑμνολογίας Δαυὶδ μελετῶντες οὔτε τῶν συνήθων εὐχῶν κοινῇ τε καὶ ἰδίᾳ ἠμέλησαν, ἀλλὰ καὶ ἀκατάληκτον τῷ θεῷ εὐχαριστίαν ἀνέπεμπον κατὰ πάντα μὲν ἐξαιρέτως δὲ διὰ τὴν πολυτρόπως εἰς αὐτοὺς οἰκονομηθεῖσαν παρ᾿ αὐτοῦ σωτηρίαν. ἀνακαθαρθέντες γὰρ διὰ τῆς θλίψεως τῶν τῆς ἡδονῆς σπιλωμάτων καὶ φωτισθέντες τὸν νοῦν τῇ τῆς προσευχῆς καὶ ἡσυχίας ἐπιτάσει, τοιαῦτά τινα πρὸς ἑαυτοὺς ὡμίλουν· «τί ἀνταποδώσομεν τῷ κυρίῳ τῷ οὕτως ἡμᾶς ἀγαπήσαντι καὶ τῶν ὑπὲρ ἑαυτοῦ παθημάτων τυχεῖν ἀξιώσαντι ὧν γὰρ ἐν τῷ κόσμῳ ἀναστρεφόμενοι δι᾿ ἀρετὴν πόνων οὐδὲ τὴν ἀκοὴν ἡδέως ἀνειχόμεθα, ἰδοὺ ἕβδομον τοῦτο ἔτος ἀσινῶς ἀντελαβόμεθα, αὐτοῦ πάντως ἐνδυναμοῦντος ἡμᾶς. ἀλλ᾿ εἴθε γένοιτο καὶ ἡμᾶς ἐκ διαθέσεως λέγειν· Ϡποτήριον σωτηρίου λήψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι.Ϡ»

28. τοιγαροῦν ἐν τοιαύτῃ ἀσκήσει τε καὶ μελέτῃ τῶν ἁγίων διατελούντων, πέμπτῃ τοῦ Μαρτίου μηνός, ἤδη τοῦ ἡλίου πρὸς δυσμὰς κατιόντος, παραγίνεται ἐν τῇ φρουρᾷ εἷς τις τῶν τοῦ ἡμετέρου στρατοῦ ἄρχων ποτὲ γεγονὼς καὶ γνώριμος τῶν ἁγίων τυγχάνων, ὅν φασι καὶ προδότην τῆς μεγάλης ἐκείνης πόλεως τοῦ Ἀμορίου γεγενῆσθαι, ἔξαρνος τῆς Χριστοῦ πίστεως καὶ τῶν Σαρακηνῶν μύστης, τὴν ἐπωνυμίαν Βοώδης, καὶ στὰς πρὸς τῇ θύρᾳ τῆς φυλακῆς,
[p. 72] ἐφώνησέ τινα Κωνσταντῖνον τῇ κλήσει, ἄνδρα λόγιον καὶ πάσῃ ἀρετῇ κεκοσμημένον, νοτάριον τελοῦντα Κωνσταντίνου τοῦ πατρικίου καὶ συνδεσμώτην αὐτοῦ τυγχάνοντα. καὶ διά τινος ὀπῆς ἐνετέλλετο αὐτῷ μηδένα ἕτερον παρεῖναι, διὰ τὸ βούλεσθαι αὐτῷ μυστικά τινα, φησίν, ὁμιλῆσαι ῥητά. καὶ τοῦ εὐσεβεστάτου ἀνδρὸς μόνου ἐπακροωμένου, φησὶν ὁ Βοώδης· «ἐπίστῃ, φρονιμώτατε κύριε, ὅσην ἀγάπην ἔκπαλαι τῶν χρόνων ἔσχον πρός τόν κύριόν σου τὸν πατρίκιον μέχρι τῆς δεῦρο. μαθὼν οὖν ἀκριβῶς, ὅτι βουλὴν ἐποιήσατο ὁ πρωτοσύμβουλος αὔριον αὐτὸν ἀνελεῖν, εἰ μὴ ἄρα κατανεύσῃ αὐτῷ συνεύξασθαι, ἔδραμον τὴν σῴζουσαν ὑμᾶς ἐκ τοῦ τοιούτου θανάτου ἐνηχῆσαι γνώμην. σὺ οὖν πεῖσον αὐτὸν μαγαρίσαι, ἀλλὰ καὶ σὺ μετ᾿ αὐτοῦ τοῦτο ποίησον, καὶ τῆς κατὰ ψυχὴν πίστεως τῶν Χριστιανῶν μὴ ἀποστῆτε· καὶ ἵλεως ὑμῖν ἔσται ὁ θεὸς διὰ τὴν ἐπικειμένην ἀνάγκην.»

29. ὁ δὲ φιλόχριστος ὄντως ἐκεῖνος ἀνήρ, τὸν τοῦ Χριστοῦ σταυρὸν τῇ χειρὶ κατὰ τοῦ ἀσεβοῦς ἐκείνου χαράξας στόματος, ἔφη· «καταργήσαι σε κύριος ὁ Θεός, διάβολε· ἀπόστηθι ἀφ᾿ ἡμῶν, ἐργάτα τῆς ἀνομίας.» καὶ εἰσελθόντι αὐτῷ ἐν τῇ ἐνδοτέρᾳ φυλακῇ, ἐπύθετο παρ᾿ αὐτοῦ ὁ θεοφιλὴς πατρίκιος, τίς τε ἦν ὁ τοῦτον καλέσας καὶ τίνος ἕνεκεν. ὁ δὲ φιλόθεος καὶ φιλόστοργος οὗτος ἀνὴρ ἰδίᾳ καὶ μυστικῶς τὴν τοῦ θανάτου αὐτοῦ ψῆφον ἀνήγγειλε, τὰ δὲ τῆς ἀθέου συμβουλῆς ἀπεσιώπησε, δεδιὼς μή τινα χώραν κατ᾿ αὐτοῦ ὁ πονηρὸς ἕξῃ καὶ ὑποσκελίσῃ αὐτὸν τοῖς τῆς δειλίας λογισμοῖς, ὡς μόνον καρατομηθῆναι κριθέντα. ὁ δὲ τοῦ Χριστοῦ μάρτυς εὐχαριστίαν τῷ Θεῷ ἀναπέμψας φησί· «τὸ θέλημα τοῦ κυρίου γινέσθω.» εἶτα διαθέμενος ἐγγράφως τὰ κατ᾿ αὐτὸν διὰ χειρὸς τοῦ ἡγιασμένου Κωνσταντίνου, εὐθὺς προτρέπεται πάντας τοὺς συνδεσμίους εἰς ὑμνολογίαν Θεοῦ παννυχὶ παραστῆναι.

30. ὃ δὴ καὶ πεποιηκότων αὐτῶν, ἐφίσταταί τις πρωῒθεν ἄρχων μετὰ φοβερᾶς φαντασίας καὶ ὑπηρεσίας ἐνόπλου, ἐσταλμένος παρὰ τοῦ πρωτοσυμβούλου· καὶ κελεύσας τὴν θύραν τῆς φυλακῆς ἀνοιγῆναι, τοὺς προεξάρχοντας ἐπιτρέπει ἐξελθεῖν τῶν δεσμίων. καὶ δὴ προῄεσαν τῆς φρουρᾶς δύο καὶ τεσσαράκοντα ἄνδρες. καὶ εὐθὺ κλεισθῆναι προστάσσει τὴν θύραν. στάντων δὲ πρὸ αὐτοῦ τῶν ἁγίων φησὶ πρὸς αὐτοὺς· «πόσον ἔτος οἴεσθε ἐγκατακλείστων ὑμῶν (λ.30) γεγονότων παριππάσαι» οἱ δέ φασιν· «ὃ οἶδας, τοῦτο μαθεῖν ἐρωτᾶς ἕβδομον δὴ ἕτος τοῦτο πάντως ἐστίν.» ὁ δὲ· «ἐμάθετε διὰ τῆς μακρᾶς ἀνοχῆς τῶν
[p. 73] τοσούτων ἐτῶν τοῦ πιστοτάτου πρωτοσυμβούλου τὴν περὶ ὑμᾶς φιλανθρωπίαν τε καὶ συμπάθειαν, ὡς οὐχ εἷλεν αὐτὸν ὁ κατὰ τῶν πολεμίων ἀεὶ ὁπλιζόμενος θυμὸς πρὸ πολλοῦ ὑμᾶς ἀνελεῖν, ἀλλ᾿ οὔτε ὁ τούτου κατ᾿ ἀξίαν διάδοχος. οὐκ ἔδει οὖν εἰδότας ὑμᾶς τὸ ἐπιεικὲς αὐτοῦ καὶ μακρόθυμον καὶ ταῦτα πρὸς δοριαλώτους ἐπιδεδειγμένου εὔχεσθαί τε ὑπὲρ αὐτοῦ καὶ ἀγαπᾶν αὐτὸν ἐκ ψυχῆς» καὶ οἱ ἅγιοι· «νόμου γὰρ ἡμῖν κειμένου ὑπὲρ τῶν ἐπηρεαζόντων ἡμᾶς εὔχεσθαι, τοῦτο ἐπράττομεν· ἀγαπᾶν δὲ αὐτὸν καθ᾿ ὃν εἴρηκας τρόπον οὐ συγχωρεῖ ὁ καθ᾿ ἡμᾶς προφήτης, πρὸς θεὸν λέγων ὅτι Ϡτοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα.Ϡ»

31. καὶ ὁ ἄρχων· «καὶ πῶς ἐνὸν μισοῦντάς τινα ὑπὲρ αὐτοῦ εὔχεσθαι ἐψεύσασθε ἄρα, εὔχεσθαι εἰρηκότες ὑπὲρ αὐτοῦ.» καὶ οἱ ἅγιοι· «ἀληθὲς ἔφημεν· ἐδεόμεθα γὰρ ὑπὲρ αὐτοῦ πρὸς θεὸν ἐμφυτεῦσαι αὐτῷ τὴν ἀληθῆ θεογνωσίαν ἀνθ᾿ ἧς νῦν δοκεῖ ἔχειν, αὐτῆς οὐκ οὔσης. καὶ εἰ ἐγεγόνει τοῦτο, οὐ μόνον ἀγαπᾶν, ἀλλὰ καὶ λίαν αὐτὸν τιμᾶν ἐσπουδάσαμεν ἂν κατὰ τὸν διδάσκαλον ἡμῶν τὸν λέγοντα Ϡἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός.Ϡ» καὶ ὁ ἄρχων φησί πρὸς αὐτούς· «οὗτος ὑμῶν ὁ λόγος πρὸς ὅλον ἡμῶν τὸ ἔθνος ἐρρέθη· εἶτα οὕτως οἱ Ῥωμαίων ἄρχοντες ἀνόητοί εἰσιν, ὡς τοσαύτην πληθὺν καὶ δυναστείαν ἔθνους οὕτω μεγάλου καὶ ἀνδρειοτάτου ἄνευ θεϊκῆς οἴεσθαι συγκροτεῖσθαι προνοίας τοῦτο γὰρ ἕπεσθαι ἀναγκαῖον τοῖς θεομισέσι.»

32. καὶ οἱ ἅγιοι· «οὐ τοῦτό φαμεν· ἴσμεν γὰρ ὅτι οὐδεὶς ἐστερημένος προνοίας θεϊκῆς ὑποστήσεται, κἂν μηδέπω τὴν θεὸς ἤκουσε προσηγορίαν ἢ καὶ ἀνέδην αὐτὸν καθυβρίζει· ἀλλ᾿ ὅτι ἐσφαλμένη ὑμῶν ἐστιν ἡ περὶ θεοῦ δόξα. τὴν μὲν γὰρ θεὸς προσηγορίαν καὶ ἃ προσῆκε παρεῖναι θεῷ μεγαλουργήματα, οἷον τὸ πάντων αὐτὸν εἶναι κτίστην ὁρατῶν τε καὶ ἀοράτων, ὁμολογοῦντες, συκοφαντεῖτε αὐτὸν κακοποιὸν ὁμοῦ καὶ ἀγαθοποιὸν λέγοντες, ἀληθείας καὶ ψεύδους δημιουργόν, νόμου καὶ ἀνομίας, δικαιοσύνης καὶ ἀδικίας, ἐπιεικείας καὶ αὐθαδείας, πραότητος καὶ θρασύτητος, σωφροσύνης καὶ ἀκολασίας καὶ τῶν λοιπῶν ὅσαι τοιαῦταί τινές εἰσιν ἀντικείμεναι δυνάμεις τε καὶ ἐνέργειαι, ἵνα μὴ πάσας ἀπαριθμῶμεν. εἰ μὲν οὖν τὰ παρ᾿ ὑμῶν κατ᾿ αὐτοῦ λεγόμενα δυνατὸν ἦν εὑρεθῆναί τε καὶ συστῆναι, ἴσως ἂν ἐλέγομεν ὑμᾶς τὴν ἀληθῆ εὑρηκέναι θεογνωσίαν· εἰ δὲ πλέον ἢ καθ᾿ ὅσον ἀπῴκισται ἡλίου σκότος βαθύ, τοσοῦτον ἡ κακίας αἰτία τῆς μακαρίας ἐκείνης οὐσίας καὶ τὸ μὴ ὂν τοῦ
[p. 74] κυρίως καὶ μόνου ὄντος ἄπεστι καὶ ἠφάνισται, πῶς οὐχὶ δοκοῦντες ἔχειν ἀλλ᾿ οὐκ ἀληθῶς ἔχοντες θεογνωσίαν ἀπελεγχθήσεσθε καὶ τὸ μισεῖν τὸν ὄντως ὄντα θεὸν ὑμῖν ἑπόμενον ἔχοντες»

33. καὶ ὁ ἄρχων φησίν· «τί οὖν ἄλλον ὑμεῖς φατε θεὸν κακίας πάσης καὶ ἁμαρτίας δημιουργόν, αἳ κομιδῇ καθ᾿ ὅλου κόσμου ἐνεστιγμέναι εἰσί καὶ δύο ἔσονται, ἀγαθός τε καὶ πονηρός καὶ πῶς ἂν ὁ κόσμος συνέστη, μαχομένων τῶν δύο» οἱ δὲ ἅγιοι ἀπεκρίθησαν· «οὐ θεόν φαμεν ἄλλον παρὰ τὸν ἀγαθόν, μὴ γένοιτο, ἀλλά τινα τῶν ἀγγέλων αὐθαιρέτῳ γνώμῃ τὰ τῷ συμφέροντι καὶ καλῷ ἀντικείμενα φιλονεικήσαντα ἐφευρεῖν καὶ τούτων ἐρασθέντα εἰς μισοθεΐαν ἐλθεῖν, εἶτα δὲ καὶ μισανθρωπίαν, καὶ οὕτω λοιπὸν παραχωρηθέντα δοκιμαστὴν τοῦ ἡμετέρου αὐτεξουσίου, ἤτοι πρὸς θεὸν νεύομεν ἢ ταῖς ἐκείνου ὑποβολαῖς ἀπαγόμεθα. ὑμεῖς οὖν ὑπ᾿ αὐτοῦ παρασυρέντες τὰς ἐκείνου κακουργίας τῷ ἀπαθεῖ καὶ ἀναλλοιώτῳ θεῷ προσήψατε.» καὶ ὁ ἄρχων φησίν· «καὶ μὴν ὁ προφήτης Μωάμεδ πάσης ἀνθρώπου πράξεως ἀγαθῆς τε καὶ πονηρᾶς αἴτιον τὸν παντοδύναμον θεὸν διδάσκει.» οἱ δὲ ἅγιοι εἶπον· «ἄλλον οὖν, ὡς ἕοικεν, ἀνεπλάσατο θεὸν παρ᾿ ἑαυτῷ κατὰ τοὺς Ἕλληνας ἀγαθοδαίμονα, καὶ τοῦτον ὑμῖν παραδέδωκε σέβειν τὸν οὔτε ὄντα οὔτε ἐσόμενον. ἡμεῖς δὲ Θεὸν ἀληθῆ οἴδαμεν καὶ ὁμολογοῦμεν τὸν διὰ τῶν ἁγίων προφητῶν καὶ τοῦ εὐαγγελίου διὰ τῶν Χριστοῦ ἀποστόλων κηρυττόμενον τὸν τῶν ἀγαθῶν μόνον αἴτιον, ἄλλον δὲ θεὸν οὐ γινώσκομεν.»

34. καὶ ὁ ἄρχων φησὶ πρὸς αὐτούς· «οὐ βούλεσθε οὖν τῷ πιστοτάτῳ πρωτοσυμβούλῳ συνεύξασθαι σήμερον τούτου γὰρ χάριν πρὸς ὑμᾶς ἀπεστάλην. καὶ οἶδα ὅτι τινὲς ἐν ὑμῖν τούτου τυχεῖν ἐφίενται· οὓς διὰ τοῦτο εὐθὺ δοξασθέντας οἱ ἀπαναινόμενοι κατιδόντες, τὴν ἑαυτῶν ἀποκλαύσονται ἀβουλίαν καὶ δυστυχίαν.» οἱ δὲ ἅγιοι ὁμοθυμαδὸν ἀπεκρίθησαν· «εὐχόμεθα τῷ ἀληθεῖ καὶ μόνῳ Θεῷ μὴ μόνον τὸν πρωτοσύμβουλον ἀλλὰ καὶ σὲ καὶ ὅλον τὸ τῶν Σαρακηνῶν ἔθνος τῆς ἀθέου τοῦ Μωάμεδ ἀποστῆναι πλάνης καὶ τῷ διὰ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων Χριστοῦ κηρυττομένῳ θεῷ εὔχεσθαί τε καὶ λατρεύειν, μή τί γε ἡμᾶς ἐάσαντας τὸ φῶς πρὸς τὸ σκότος αὐτομολῆσαι.»

35. καὶ ὁ ἄρχων φησίν· «συνίετε τί λέγετε μὴ ἐν μεταμέλῳ γένησθε· οὐ γὰρ ἄνευ μεγάλων βασάνων ἡ ἀπείθεια ὑμῶν αὕτη παροφθήσεται.» οἱ δὲ ἅγιοι εἶπον· «θεῷ ἀθανάτῳ καὶ ἀληθινῷ ἀνεθέμεθα τὰς ἑαυτῶν ψυχὰς καὶ ἐπ᾿
[p. 75] αὐτῷ θαρροῦμεν μέχρις ἐσχάτης ἀναπνοῆς τὴν εἰς αὐτὸν πίστιν ἡμῶν μὴ ἀρνήσασθαι.» ὁ δὲ πρὸς αὐτούς· «τὸ κρῖμα τῆς ὀρφανίας τῶν τέκνων ὑμῶν καὶ τῆς χηρείας τῶν γυναικῶν ὑμῶν ἐλέγξαι ὑμᾶς μέλλει ἐν ἡμέρᾳ τῆς κρίσεως, ὅτι διὰ τοῦ μαγαρίσαι ὑμᾶς ἐξ ἀρχῆς ἠδύνατο ὁ μέγιστος πρωτοσύμβουλος κελεῦσαι τῷ ἀνάνδρῳ ὑμῶν βασιλεῖ ὥστε πάντας αὐτοὺς ἐν τάχει σεσωσμένους ἐνθάδε ἐξαποστεῖλαι. ἀλλ᾿ εἰ καὶ μέχρι τοῦ δεῦρο κατημελήσατε, κἂν νῦν δέξασθε καὶ ὁμολογήσατε τὸν Μωάμεδ προφήτην· καὶ ὡς ἔφην, ἐν τάχει τοὺς οἰκείους ὑμῶν πάντας ὄψεσθε, ὅτε καὶ ὁ ἀναγνωρισμὸς τῶν οἰκείων ὑμῶν ποθεινότερος ἔσται. γυνὴ γὰρ τῆς Ῥωμανίας σήμερον βασιλεύει, ἣ οὐ δυνήσεται ἀντειπεῖν τῇ κελεύσει τοῦ μεγάλου πρωτοσυμβούλου. περὶ δὲ πλούτου καὶ χρημάτων μὴ φροντίσητε· χρόνου γὰρ ἑνὸς φόρος Αἰγύπτου, ὃν ὑμῖν ὁ φιλοφρονέστατος παρέξει πρωτοσύμβουλος, ἐπαρκέσει καὶ εἰς δεκάτην γενεὰν πλουτεῖν τοὺς ἐκγόνους ὑμῶν.» τότε οἱ ἅγιοι ὡς ἐξ ἑνὸς ἀνεβόησαν στόματος· «ἀνάθεμα τῷ Μωάμεδ καὶ πᾶσι τοῖς προφήτην αὐτὸν ὁμολογοῦσιν.»

36. εὐθὺς οὖν κελεύει αὐτοὺς ὑπὸ τῶν ὁπλοφόρων κατασχεθῆναι στρατιωτῶν καὶ τὰς χεῖρας αὐτῶν ὄπισθεν πεδηθῆναι καὶ δίκην προβάτων πρὸς τὸν τῆς σφαγῆς ἕλκεσθαι τόπον. συνέδραμεν οὖν ἄπειρον πλῆθος Σαρακηνῶν τε καὶ Χριστιανῶν ἰδεῖν τὴν τούτων ἀναίρεσιν. ὅτε οὖν πλησίον ἦλθον τοῦ ποταμοῦ Εὐφράτου (περὶ αὐτὸν γὰρ τὸ Σάμαρ<ρ>α ἡ μεγάλη πόλις αὐτῶν κατοικεῖται) φωνήσας ἕνα τῶν ἁγίων ὁ ἄρχων, Θεόδωρον μὲν ὀνομαζόμενον, ἐπιλεγόμενον δὲ Κρατερόν,

[begin insert from ophronios page 46 line 29·

... περιφανῆ τε πρωτοσπαθάριον, εὐνοῦχον τῇ φύσει ... end insert]

φησὶ πρὸς αὐτόν· «σὺ κληρικός ποτε ὢν καὶ τοῦ τάγματος τῶν παρὰ Χριστιανοῖς λεγομένων ἱερέων, ἐπεὶ τὸν τοιοῦτον ἀπεβάλου βαθμόν, δόρυ τε καὶ στρατιωτικὴν ἀνέλαβες πανοπλίαν καὶ ἀνδροκτόνος ἐγένου, τί νῦν σχηματίζῃ Χριστιανὸς φανῆναι, πρὸ πολλοῦ τὴν εἰς Χριστὸν πίστιν ἐξαρνησάμενος οὐ μᾶλλον οὖν χρή σε καταφυγεῖν εἰς τὴν τοῦ προφήτου καὶ ἀποστόλου Μωάμεδ διδασκαλίαν καὶ ὑπ᾿ αὐτοῦ τυχεῖν βοηθείας καὶ σωτηρίας, μηδεμίαν παρρησίας ἐλπίδα πρὸς Χριστὸν ἔχων διὰ τὸ ἑκουσίως αὐτόν σε προαπηρνῆσθαι» ὁ δὲ τοῦ Χριστοῦ μάρτυς φησί πρὸς αὐτόν· «δι᾿ αὐτὸ μὲν οὖν τοῦτο μᾶλλον ὀφείλω ὑπὲρ τῆς εἰς αὐτὸν πίστεως καὶ ἀγάπης νῦν μου τὸ αἷμα ἐκχύσαι, ἵνα μοι τῶν εἰς αὐτὸν πλημμεληθέντων παράσχοι συγγνώμην ὁ ἀγαθός. ἢ οὐχὶ καὶ σός ποτε δραπετεύσας οἰκέτης, εἶτα ἐπαναστρέψας καὶ τὰ ὑπὲρ σοῦ διαγωνιζόμενος μέχρι θανάτου, ἀφέσεως τυγχάνει τῆς προτέρας ἀγνωμοσύνης καὶ δεξιώσεως
[p. 76] διὰ τὴν ὑστέραν εὐγνωμοσύνην» καὶ ὁ ἄρχων «ἤδη σου» φησί «πληρούσθω τὸ θέλημα· ἐγὼ μέντοι τὸ σοὶ συμφέρον προέτεινα.»

37. τῶν δὲ δημίων Αἰθιόπων τὰ ξίφη παραθηγόντων καὶ ἄλλων ἄλλοθεν εἰς ὕψος αὐτὰ ἀναρριπιζόντων καὶ ἀποσκιρτώντων, ὁ θεοφιλέστατος οὗτος Κρατερὸς τὴν ὑπὲρ τοῦ πατρικίου ἔχων φροντίδα, μή που δειλανδρίας αὐτῷ προσπελάσειε πάθος προεωρακότι τὴν τῶν φίλων ἀναίρεσιν, πλησίον αὐτοῦ στάς, φησὶ πρὸς αὐτόν· «κύριέ μου, πρόκριτος πάντων ἡμῶν γεγονὼς καὶ τῇ τῆς ἀξίας ὑπεροχῇ καὶ τῇ τῶν ἀρετῶν καλλονῇ, πρῶτος ὀφείλεις πάντων ἡμῶν καὶ τὸν τοῦ μαρτυρίου στέφανον παρὰ τοῦ ἐπουρανίου βασιλέως Ἰησοῦ Χριστοῦ δέξασθαι, καθότι καὶ παρὰ τοῦ ἐπὶ γῆς βασιλέως πρὸ πάντων ἡμῶν τὰς δωρεὰς ἐδέχου.» ὁ δὲ τούτων αὐτῷ εἰρημένων τῶν ἱερῶν ὑποθέσεων φησὶ πρὸς αὐτόν· «σὺ τοῦτο μᾶλλον, καρτερόφρον, πρῶτος ποιήσας, ἑπόμενον καὶ ἐμὲ καὶ τοὺς σὺν ἡμῖν πάντας ἕξεις.»

38. ὁ δὲ εὐξάμενος καὶ θεῷ παραθέμενος τὴν ψυχὴν πρόσεισι τῷ δημίῳ. καὶ τούτου προθύμως τε καὶ ἐνδόξως τελειωθέντος, καθεξῆς οἱ ἅγιοι κατὰ τὰς ἀρχικὰς αὐτῶν ἀξίας ὡς ἐπὶ βασιλικῆς τραπέζης ἀλλήλους προτιμώμενοι, εὐθύμως ἐτελειώθησαν

[begin insert from ophronios page 52 lines 7-9·

... μηνὶ Μαρτίω ς´ ἰνδικτιόνος η´ ἐν ἔτει ͵ςτνγ´ βασιλεύοντος τῆς Ῥωμαίων ἀρχῆς Μιχαὴλ καὶ Θεοδώρας καὶ Θέκλας τῶν χριστανικωτάτων καὶ ὀρθοδόξων μεγάλων βασιλέων ... end insert]

μηδενὸς αὐτῶν δειλίας ἢ δισταγμοῦ ἐπιδειξαμένου σχῆμα, ὡς καὶ αὐτὸν καταπλαγῆναι τὸν ἄρχοντα τὴν μετὰ πεποιθήσεως αὐτῶν κατὰ τοῦ θανάτου τόλμαν.

39. αὕτη τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως τῶν ἁγίων αἰτία· τοιοῦτον τὸ ὑπὲρ τῆς αὐτοῦ ἀγάπης μακάριον τέλος, εἴ γε ἀρχαὶ πάντως τούτου εἰσὶν αἱ κατὰ τῶν ἀθέων ἐκστρατεῖαι καὶ μυρίαι ταλαιπωρίαι διεκδικούντων τὴν αὐτοῦ ἐκκλησίαν καὶ τὰς ψυχὰς ὑπὲρ τῶν ἀδελφῶν εὐαγγελικῶς τιθεμένων· οὗτοι τῶν λεγομένων τρισαριστέων οἱ πρόκριτοι, οἱ τριπλοῦν ἀναδησάμενοι στέφανον νίκης, ὡς μὴ ἀπαχθέντες τῇ αἱρέσει τοῦ τότε κρατοῦντος καὶ Χριστῷ μαχομένου διὰ τῆς ἀναιρέσεως τῆς Χριστοῦ εἰκόνος, ὅπλα τε θέμενοι ὑπὲρ τῆς πατρίδος καὶ τὴν σφαγὴν προθύμως ὑπὲρ Χριστοῦ καταδεδεγμένοι·

40. οἱ τῶν πώποτε εὐγενεστάτων ὁμότιμοι, οἱ θείᾳ φρονήσει κεκοσμημένοι, οἱ κατ᾿ ἄμφω, ψυχῇ τε καὶ σώματι, περιδέξιοι, οἱ τῶν μεγάλων ἐκείνων καὶ ἀρχαίων τεσσαράκοντα Χριστοῦ μαρτύρων ἰσαρίθμιοι καὶ ὁμότιμοι, διά τοι τῆς πλεοναζούσης δυάδος μυστικῶς ὑποφαίνοντες ταύτην εἶναι αὐτοῖς ὁμοίαν καὶ ἴσην δευτέραν τεσσαρακοντάδα ἁγίαν, οἱ καὶ ἐν αὐταῖς τῶν τεσσαράκοντα νηστειῶν ἡμέραις καὶ οὐ πρὸ πολλοῦ
[p. 77] τῆς τῶν ἀρχαίων ἀθλήσεως ἡμέρας τελειωθέντες, ὡς κοινωνῆσαι αὐτοῖς καὶ τῷ καιρῷ καὶ τῇ πίστει καὶ τῇ τελειώσει καὶ τοῖς στεφάνοις.

τούτων ἡ ἀκλινὴς πίστις πολλοὺς εἰς Χριστὸν ἐβεβαίωσεν, καὶ οὓς μὲν ἀποσφαλέντας ἀνεκαλέσατο, οὓς δὲ παρακεκινημένους ἐστήριξε καὶ τούς γε μὴ τετρωμένους ἀπαθεῖς διεφύλαξεν. οὐχ εἷλον αὐτοὺς ἡδονῶν αἱ θωπεῖαι· οὐκ ἐξέλυσεν αὐτῶν τοῦ πρὸς Χριστὸν πόθου τὸν τόνον ἡ ἐπὶ μακρὸν χρόνον ἐν εἱρκτῇ ταλαιπωρία καὶ τιμωρία· οὐκ ἐπτόησεν αὐτῶν τὸ ἀνδρικὸν φρόνημα ἡ βαρβαρικὴ ὠμότης τε καὶ θρασύτης·

41. οὐκ ἐπτέρνισεν αὐτοὺς ὁ τῶν ψυχῶν πολέμιος καὶ ἀπατεών, καίτοι πάντα κατ᾿ αὐτῶν κεκινηκὼς δελεάσματος τρόπον, πλούτου καὶ δυναστείας ὑπόσχεσιν [λεγε· ὑποσχέσεις], κτημάτων καὶ ἀνδραπόδων καὶ μυρίαν σωμάτων ἀπόλαυσιν, φόβους, ἀπειλάς, στενοχωρίας, ὀνείδη, πιθανότητας θελγόντων ῥημάτων, καὶ οὐχὶ νῦν μὲν προσβάλλων ἄλλοτε δὲ ἀφιστάμενος, ἀλλὰ παρ᾿ ὅλον τὸν χρόνον σχεδὸν τῶν ἑπτά που ἐτῶν οὐκ ἀφίστατο ἐπιτιθέμενος καὶ διενοχλῶν τῆς Χριστοῦ αὐτοὺς ἀποστῆσαι ἀγάπης. ἀλλ᾿ ἐν πᾶσι καὶ κατὰ πάντα νενικημένον καὶ ᾐσχυμμένον αὐτὸν οἱ τοῦ Χριστοῦ ἀπήλεγξαν μάρτυρες, σώματος μὲν μὴ φεισάμενοι, ψυχῆς δὲ μόνης ἀντιποιούμενοι.

42. οἵ γε καὶ πρόφασιν ἐμπορίας καὶ κέρδους τῆς τῶν οὐρανῶν βασιλείας τὸ τῆς αἰχμαλωσίας ἐπίπονον ἐποιήσαντο. καὶ ἡ πολλοὺς πρὸς ἀπώλειαν ὁδὸς ἄγουσα τούτοις τῆς εἰς σωτηρίαν καὶ βασιλείαν ἀγούσης γέγονεν εἴσοδος. ἔχουσι καὶ οὗτοι μετὰ τοῦ ἀποστόλου λέγειν· Ϡτὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσμεθα, τὸν δρόμον τετελέκαμεν, τὴν πίστιν τετηρήκαμεν· λοιπὸν ἀπόκεινται ἡμῖν οἱ τῆς δικαιοσύνης στέφανοι, οὓς ἡμῖν ἀποδώσει ὁ δικαιοκρίτης ἐν ἐκείνῃ τῇ ἡμέρᾳ σὺν πᾶσι τοῖς ὑπὲρ αὐτοῦ ἐναθλήσασι καὶ τυθῆναι ὑπὲρ τῆς αὐτοῦ ἁγίας δι᾿ ἡμᾶς θυσίας ἐσπουδακόσιν.Ϡ

43. ὦ θυσία καθαρὰ καὶ τελεία, ὦ ἐθελόθυτα θύματα καὶ θεόδεκτα σφάγια, λογικὴ προσφορά, ὁλοκάρπωσις εὐωδεστάτη καὶ θυσία αἰνέσεως, τῷ Χριστῷ δόξα ἀληθῶς χρηματίσασα. δι᾿ ὑμῶν κατεβλήθη τὸ βαρβαρικὸν φρόνημα καὶ ἔγνω σαφῶς ὅσον ἡττᾶται ἀθέων πληθὺς ὀλίγοις Χριστοῦ στρατιώταις καὶ ὅτι οὐ περιουσίᾳ δυνάμεως ἢ εὐσεβείας ἡ κατὰ Χριστιανῶν αὐτοῖς δέδοται παρρησία, ἀλλὰ περιουσίᾳ τῶν ἡμετέρων πλημμελημάτων· ἐπεὶ καὶ ὀλίγοι θεάρεστοι τούτους εὐχερῶς ἐτροπώσαντο καὶ νίκην ἐκείνην ἐνίκησαν, ἣν μείζονα τῆς τῶν σωμάτων νίκης ἡγούμενοι καὶ αὐτοί, πάντα κάλων ἐκίνησαν περιτρέψαι ὑμᾶς, καὶ οὐκ ἴσχυσαν.

44. ἐν ὑμῖν ἐγκαλλωπίζεται πόλις ἡ βασιλεύουσα. ἐν ὑμῖν ἐγκαυχῶνται οἱ ἐν τέλει καὶ τῆς συγκλήτου, ὑμῶν προβαλλόμενοι τὰς πρεσβείας
[p. 78] ἐν τοῖς πολέμοις. συμμάχους ὑμᾶς εὑρίσκουσιν οἱ πιστεύοντες. ὑμεῖς τῶν ἡμετέρων κοινωνήσαντες παθημάτων ὡς εἰδήμονες τοῦ καθ᾿ ἡμᾶς δυστήνου τε καὶ ὀλισθηροῦ βίου καὶ τῆς ἐν τούτῳ συγχύσεως καὶ τραχύτητος, γένοισθε καὶ εἰς τὰ πρὸς Χριστὸν εὐμενεῖς ὑπὲρ ἡμῶν μεσῖται, δι᾿ ὃν ἠγωνίσασθε, σωτηρίαν ἡμῖν ὁμοῦ ψυχῶν τε καὶ σωμάτων αἰτούμενοι ἐν αὐτῷ Χριστῷ τῷ κυρίῳ ἡμῶν· μεθ᾿ οὗ τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι δόξα, τιμή, καὶ προσκύνησις, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************