Saint: TARASIOS (#39)
Edition: I.A. Heikel, Ignatii Diaconi vita Tarasii Archiepiscopi Constantinopolitani
[=Acta societatis scientiarum fennicae, 17] (Helsingfors, 1891), 395-423.

[p. 395]

Ἰγνατίου μοναχοῦ μερικὴ ἐξήγησις εἰς τὸν βίον τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ταρασίου ἀρχιεπισκόπου γεγονότος τῆς θεοφυλάκτου Κωνσταντινουπόλεως.

1. μέλλων ἀπείρῳ μεγέθη [λεγε· μεγέθει] πελάγους ἀρετῶν διανήξασθαι πατρὸς ἀοιδίμου καὶ βίον διενεγκόντος ἀπρόσιτον, δέδοικα, μή πως ἀνέμων ἀντιπνοίαις τῆς ἀγροίκου γλώττης τρικυμίας ἀσαφείας ἐξεγείρω καὶ σάλον ἑαυτῷ καὶ κλύδωνα ψυχικοῦ καταποντισμοῦ πραγματεύσωμαι. τοιοῦτον γὰρ ἡ τῆς ἀμαθ{ε}ίας προπέτεια λόγον ἐμοῦσα [λεγε· κενοῦσα] φορυτοῦ δίκην εἰς μηδὲν εὔκαιρον λυσιτελοῦντα καὶ χρήσιμον τὸ καθῆκον λυμαίνεται καὶ ναυαγίῳ περιπίπτει πολυλογίας, ἐξ ἧς οὐκ ἔνεστιν ἁμαρτίαν εἰς τὸ παντελὲς διαδρᾶναι, κατὰ τὴν Σολομώντειον καὶ θείαν παραίνεσιν. τοῦτό μου τὸν νοῦν ἵστησι καὶ φοβεῖ τὴν διάνοιαν καὶ τῷ λόγῳ χαλινὸν ἐπιτίθησι καὶ πρὸς τὸν βυθὸν κατοπτεύουσα [λεγε· κατοπτεῦσαι] τῶν θείων τοῦ ἀνδρὸς πλεονεκτημάτων ἀναχαιτίζειν ἐπείγεται.

ἀλλ᾿ ἐπειδὴ τὰ κατ᾿ αὐτὸν σιγὴ βαθεῖα τῷ χρόνῳ καλύψασα πολλῶν ἔμελλε ζημιοῦν ἀκοάς, ἔρωτι καὶ πόθῳ καμνούσας τῶν ἐκείνῳ βεβιωμένων ἀκουτισθῆναι τὰ κράτιστα ὡς ψυχικῆς ὠφελείας ἀνάμεστα, φέρε ὄκνῳ παντὶ φράσας ἐρρῶσθαι μικρά τινα περὶ αὐτοῦ, ὅσαπερ ὀφθαλμοῖς ἰδεῖν ἠξίωμαι καὶ ὅσα τοῖς ὠσὶν ἐνήχημαι καὶ ὅσα πεπείραμαι καὶ τῇ {εὐτελεῖ καὶ} πενιχρᾷ μου <ἐν> μνήμῃ μένειν ἐπίσταμαι, μετ᾿ εὐκρινοῦς ἀληθείας εἰς φῶς ἀγαγεῖν, ἣν διδῷ Θεός, ἤδη πειράσομαι. Εἰ γὰρ καὶ μὴ κατ᾿ ἀξίαν λέγειν ἔχοιμι, διὰ τοῦτο τὸ πᾶν ἐλλείποιμι ἀλλ᾿ ὅτι μὴ κατακρύψαι τὸ τάλαντον, ὡς ἐκεῖνος ὁ πονηρὸς καὶ νωθὴς δοῦλος, προῄρημαι, διὰ τοῦτο τὸ κατὰ δύναμιν, ὡς θεῷ φίλον, εἰσενεγκεῖν προτεθύμημαι. καὶ εἰ μὴ σὺν τόκῳ τὸ χρέος τιννύειν ἱκάνωμαι, τῷ γε μὴν κεφαλαίῳ προσεπεργάσασθαι καὶ μηδεμίαν ὕφεσιν προξενῆσαι μικρᾶς αἴτιον ἀποδοχῆς μοι γενήσεται.

2. οὗτος τοίνυν ὁ πανίερος καὶ μέγας Ταράσιος, ὁ τὴν πραότητα Χριστοῦ καὶ ταπείνωσιν ἐκ βρέφους μέχρι γήρως ζηλώσας καὶ καλῶς ἐμμαξάμενος, οὗ τῷ πελάγει, καθάπερ ἔφθην εἰπών, τῶν ἀρετῶν ἑαυτὸν ἐννήχεσθαι καθῆκα, τίς τε ὢν καὶ ὅθεν καὶ ποίας πατρίδος καὶ πατέρων ἐξέφυ, ἔργον ἂν εἴη λέγειν καὶ τοῖς κατ᾿ ἐπιστήμην μεγαληγορεῖν εἰδόσι, μή ὅτι γε ἡμῖν τοῖς εὐτελείᾳ λόγου πλατυνομένοις πρὸς τοσοῦτον
[p. 396] ὄγκον εὐγενείας ἀναδραμεῖν καὶ γενεαλογεῖν τὸν ἐκ τοιούτων ἐπαίνων μηδαμῶς σεμνύνεσθαι θέλοντα, μηδὲ πλούτῳ ῥέοντι προστίθεσθαι καρδίᾳ, κατὰ τὸν θεῖον ὑμνῳδόν, ποτε μελετήσαντα.

ἓν δὲ τοῦτο [λεγε· τοῦ] λέγειν ἔχομεν, ὡς διὰ πάσης εὐκληρίας καὶ μεγίστης ὑπεροχῆς τὸ πρωτεῖον παρὰ τοῖς τηνικαῦτα κρατοῦσι Γεώργιος, ὁ τούτου πατήρ, καὶ ἡ φερώνυμος μήτηρ Ἐγκράτεια, περιουσίᾳ δικαιοσύνης ἐκτήσαντο ἐκ πατρικίων σειρᾶς πατρίκιοι χρηματίσαντες.

3. ὧν ὁ μὲν πατὴρ πρὸς δικαστικῶν ἐπαναβὰς θρόνων ὕψει καὶ τὸ δίκαιον ἀδεκάστως πᾶσιν ἐπ᾿ ἴσης νέμων Σόλωνος καὶ Λυκούργου, τῶν παλαιῶν ἐκείνων νομοφυλάκων, ὤφθη κατὰ πολὺ δικαιότερος. ὅς γε καὶ δίκην ἔδωκέν ποτε δι᾿ εὐνομίας εὐθύτητα, τῶν δοκούντων ἄρχειν ταύτην ἀγνοησάντων καὶ πράττειν οὐχ ἑλομένων τὸ δίκαιον. ἡ δὲ τῆς εὐνομίας ἐν τούτοις ἦν περιπέτεια. γύναιά τινα πενιχρότητι σύνοικα δεινοῖς ἑαλώκει κατηγορίας ἐγκλήμασι. τίς δὲ ἡ κατηγορία λέξων ἔρχομαι. Βρεφῶν ὑπομαζίων διεβλήθησαν εἶναι φονεύτριαι, διὰ τρυμαλιᾶς οἴκων ἢ κεκλεισμένων θυρῶν διεισδύνουσαι καὶ τῶν ἤδη νηπίων ἀπροόπτως ποιούμεναι τὴν ἀναίρεσιν. αἳ καὶ πρὸς κριτήριον εἵλκοντο ὑπὸ τῶν τοῖς μύθοις πειθομένων, ἀλλὰ μὴ βουλομένων τῷ τοῦ Χριστοῦ καὶ θεοῦ κατακολουθεῖν ἀφαντασιάστῳ παιδεύματι. μυθεύεται γὰρ παρ᾿ Ἕλλησι γυνή τις, Γελλὼ ὀνόματι, ἥτις ἀώρῳ τέλει τὸ ζῆν ἀπορρήξασα, φαντάσμασί τισιν <εἴωθεν> ἐπιφοιτᾶν ἐπὶ τὰ νεογνὰ καὶ ἄρτι γεννητὰ [λεγε· ἀρτιγέννητα] νήπια καὶ τὴν τούτων ἀναίρεσιν κατεργάζεσθαι. τούτῳ τῷ πονηρῷ τοῦ μύθου κλεπτόμενοι πνεύματι οἱ ταῦτα πιθανευόμενοι πειρῶνταί πως καὶ ἐπὶ γυναίων ὡς ἀληθῆ διαβιβάζειν τὴν τοιαύτην τοῦ μύσους ἐνέργειαν καὶ ταύταις ἀνατιθέναι, ἀλλοιουμέναις εἰς πνεῦμα, τῶν πρὸ ὥρας θανόντων τὸ αἴτιον. ὢ τῆς ἀναλγησίας, ὢ τῆς τῶν καρδιακῶν ὀμμάτων πηρώσεως, εἰ τῷ μήκει καὶ βάθει καὶ πλάτει σῶμα πεπιλημένον, διαλυθὲν εἰς πνεῦμα χωρεῖ καὶ συγχωρεῖται ταῦτα ποιεῖν. ἆρα Χριστὸς εἰπών, Ϡἡ ἀλήθεια, πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει,Ϡ φάντασμα τοῖς ταῦτα βεβαιουμένοις λελόγισται ἀλλὰ μὴν καὶ Χριστὸς ἀληθῆ σάρκα λαβὼν καὶ πνεῦμα σάρκα καὶ ὀστέα μὴ ἔχειν τοῖς μαθηταῖς ἀψευδῶς πιστωσάμενος, οὐδεμιᾷ φαντασίας ἀνυπαρξίᾳ περιγραφήσεται. οὕτω γὰρ δοξάζων καὶ κρίνων ἀνυποστόλως Γεώργιος τῶν ἐγκλημάτων ἀπαλλάττει τὰ γύναια. ὁ δὲ δὴ κρατῶν ---πολὺς γὰρ ἦν τὸ φαντασιῶδες πρεσβεύων--- αἰσθόμενος οὕτως ἐπικρῖναι Γεώργιον ἀγώγιμον ὡς αὐτὸν προσέταττε γίνεσθαι. παρ᾿ οὗ τρανωθεὶς τὴν τῆς ἀληθοῦς ἀποφάσεως ἔκβασιν, τοῦτον μὲν ἐσχάτως ᾐκίσατο, τῇ δὲ παρ᾿ αὐτοῦ καὶ μὴ βουλόμενος κρίσει γίνεται σύμψηφος, ἀθῷα τηρήσας τῶν ἐγκλημάτων τὰ γύναια. καὶ τὰ μέρη [λεγε· περὶ] μὲν τῆς ἐνστάσεως Γεωργίου καὶ δικαιοπραγίας ἐνταῦθα κείσθω.

4. ἡ δὲ μήτηρ ἐπ᾿ εὐσεβείᾳ λαμπρυνομένη καὶ τὸ τῆς κλήσεως ἑαυτῆς ἐν τῷ παιδὶ θεωροῦσα προκόπτον, σεβάσμιον υἱὸν ἐγκρατείας ἀληθοῦς καὶ ναὸν ἀποδείκνυσι, πρὸς μὲν τοὺς συνηλικιώτας καὶ μοχθηροὺς μηδεμίαν ἔχειν συνουσίαν παιδεύουσα, πρὸς δὲ τοὺς τῆς ἀρετῆς τὸ αἰδέσιμον στέργοντας φιλ<ι>οῦσθαι καὶ δεσμοῖς πνευματικῆς ἀγάπης [p. 397] παρῄνει συμπλέκεσθαι. ὅθεν διὰ πάσης ἀρετῆς ὁδεύσας αἰδοῖος παρὰ πᾶσιν ἐκρίθη [λεγε· ἐκρίνετο], ὡς καὶ τὴν ὕπατον ἀξίαν κοσμῆσαι καὶ πρῶτος ὑπογραφεὺς τῶν βασιλικῶν μυστηρίων ἐγκριθῆναι καὶ ταῖς τῆς ἐξουσίας αὐλαῖς φωσφόρου δίκην ἐνδιαπρέπειν ὁσημέραι, θείων μὲν μαθημάτων ἐν περιλήψει πλουσίᾳ γενόμενος καὶ τῆς θύραθεν παιδείας τὰ κράτιστα συλλεξάμενος, ἐκεῖνα μὲν πρὸς ἀρετῆς ἀνάβασιν μελέτην ποιούμενος καὶ ταῖς θείαις διεξόδοις τῶν τῆς γνώσεως ὑδάτων ἐμφυτευόμενος, ὡς ἂν καρποὺς λογικοὺς εὐκαίρως προβάλοιτο, τούτων δὲ τὸ χρήσιμον διὰ προσοχῆς τε καὶ νήψεως ἐν τῇ ψυχῇ θησαυρίσας, ἐσφράγισε, δι᾿ ὧν ἐστι τὸ διεστραμμένον ἰθύνειν καὶ βαρβαρῶδες καὶ τῇ γλώσσῃ νομοθετεῖν τὴν ἀκρίβειαν. οὕτω λοιπὸν δι᾿ ἀμφοτέρων εὐδοκιμῶν καὶ ὅλον ἀναθεὶς ἑαυτὸν θεῷ δι᾿ εὐσεβείας καὶ καθαρᾶς συνειδήσεως εἰς ἕξιν ἧκεν πνευματικῆς τελειότητος καὶ κοσμικὸς τελῶν ἐν κοσμίῳ τῷ σχήματι τῆς κοσμικῆς περιφορᾶς ἑαυτὸν ἐξώθησεν καὶ πρὸς τὸ δοκοῦν τῷ πνεύματι τὴν ψυχὴν ἁρμοσάμενος, ἱερὸν σκεῦος καὶ πρὸ τῆς ἱερωσύνης ἐκλογῇ τοῦ κρείττονος διαδείκνυται καὶ ποιμὴν λογικῶν θρεμμάτων ὁ ἐν ποιμαινομένοις ἔτι προκατήγγελτο [λεγε· προκατηγγέλλετο] καὶ ἐν ἐλπίσι πάντων ἦν τῆς καθόλου προστασίας ἀνθέξεσθαι [λεγε· ἀνθέξασθαι], ὡς ἤδη φωτοφαὴς λύχνος ἀναφθεὶς τὸν πάντα κόσμον φρυκτωρίᾳ τῶν ἀρετῶν σελαγίζων καὶ πᾶσαν αἱρετικὴν ἀχλὺν σκεδάζων καὶ φῶς τῇ ὀρθοτόμῳ πίστει προμνηστευόμενος.

5. καὶ οὐκ ἐψεύσθη γε τῶν πολλῶν ἡ ἐλπὶς ἀπολαβόντων ὅσον οὔπω περιφανῶς τὸ ποθούμενον. Παῦλος γάρ, ὃν ἡ Κύπριος Σαλαμὶς ἐμαιεύσατο, τὰ τῆς ἱερωσύνης αἰσίως οἰακίζων πηδάλια, ἐπικρατούσης ἔτι τῆς χριστιανοκατηγορικῆς ἀθέσμως αἱρέσεως, φημὶ δὴ τῶν τὴν εἰκόνα τῆς Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ἀθετούντων σαρκώσεως καὶ τῆς αὐτὸν τεκούσης κυρίως καὶ ἀληθῶς θεομήτορος τῶν τε ἀσωμάτων δυνάμεων, ὡς ὡράθησαν, καὶ πάντων τῶν ἁγίων, ἄρτι τῶν τῆς αἱρέσεως ὑπασπιστῶν τῆς βασιλείας καὶ τῆς ἐπικήρου ζωῆς ἀπαλλαγέντων καὶ πρὸς τὴν ἐκεῖ μεταταξαμένων τῶν βεβιωμένων διάγνωσιν καὶ τὸν ἰὸν τῆς ὀφιώδους διδασκαλίας καὶ μετὰ τέλος τῇ ἐκκλησίᾳ προσεμεσάντων, ἐδυσφόρει Παῦλος καὶ ἤσχαλλε τὸν συναντιληψόμενον οὐκ ἔχων καὶ χεῖρα ὀρέξοντα ἐπὶ τῇ τῆς πίστεως διορθώσει, διὰ τὸ πάντας τῇ αἱρέσει προσκεῖσθαι καὶ ταύτῃ συνομολογεῖν καὶ συντίθεσθαι. διὸ καὶ βουλὴν βουλεύεται τῆς οἰκείας ἀξίαν συνέσεως· νόσῳ γὰρ θάνατον ἐπαγούσῃ περιπεσὼν καὶ πρὸς τὴν ἐκεῖ λοιπὸν μακραίωνα σπεύδων ἀνάλυσιν, τοῦ θρόνου κρυφηδὸν ἑαυτὸν ἐξίστησι [λεγε· ὑπεξίστησι], καὶ πρὸς τῷ σεμνείῳ τῶν Φλώρου γενόμενος τῇ μοναδικῇ μερίδι τῇ τοῦ σχήματος μεταμφιάσει φέρων ἑαυτὸν ἐγκατέλεξεν. ἐπεὶ δὲ τὸ δρᾶμα τῆς τοῦ ἱεράρχου γνωστὸν ἐγένετο συγκαταβάσεως καὶ εἰς ἀκοὰς ἤδη τῶν κρατούντων διήχητο, Εἰρήνη δὲ καὶ Κωνσταντῖνος, ὁ ταύτης υἱός <ἐστιν> [λεγε· ἤστην], οἱ τῆς ἐξουσίας τὰ πρεσβεῖα πιστῶς ὡραῒζοντες, ὡς (ξένου τινὸς καὶ ἀσυνήθους ἐπισυμβάντος θορυβηθέντες οὐ μικρῶς τὴν διάνοιαν, ἐξ αὐτῆς πρὸς τὸ ῥηθὲν ἀφικέσθαι σεμνεῖον προείλοντο. ὡς δὲ τὸν ἀρχιερέα ἐν τῷ τῆς ταπεινώσεως ὑποδύντα διέγνωσαν σχήματι, θυμοῦ πλησθέντες καὶ δείματος ἀνηρεύνων τὸν εἰς τοσοῦτον τολμηρίας ἑαυτὸν ἐπιδόντα θράσος καὶ γενόμενον τῆς φυγῆς [p. 398] τοῦ ἱεράρχου καὶ τῆς ἀποκάρσεως αἴτιον καὶ εἰς μηδὲν τὴν ἀγανάκτησιν τῆς βασιλικῆς αὐστηρίας περιφρονήσει δεινῇ λογισάμενον. Παῦλος δὲ τῷ πραεῖ τοῦ λόγου καὶ μειλιχίῳ, καὶ γὰρ τοιοῦτος, εἰ καί τις ἄλλος, ἐτύγχανε, τὸν βασιλικὸν θυμὸν κατεπᾴδων λήγειν ἔπειθε τῆς ὀργῆς καὶ τὴν εἰς τοῦτο προάξασαν αὐτὸν αἰτίαν φανερὰν καθίστη, οὑτωσί πως τὸν λόγον ποιούμενος.

6. «<ἐμέ,> θεῖον καὶ αὐτοκρατὲς βασίλειον, καὶ νόσος καὶ ἡ τοῦ θανάτου ἀπρόοπτος ἐπιστασία τοῦτο ποιεῖν κατηνάγκασε, πολὺ δὲ πρότερον εἰς τοῦτό με τὸ μέτρον προήγαγεν ἡ τῆς ἐκκλησίας ἀπρέπεια αἱρέσει καμνούσης καὶ χρονίᾳ κακοδοξίᾳ κατὰ τοσοῦτον ἀλγυνομένης, ὡς ἀνιάτρευτον προσκτήσασθαι μώλωπα καὶ τρίτον ἡ διὰ χειρῶν καὶ μέλανος ἔγγραφος πρὸς τὴν αἵρεσιν συγκατάθεσις. οὐδὲ γὰρ ἐξεγένετό μοι τὰς τῆς κακοδοξίας ἄρκυς διαδρᾶναι, ἀλλὰ {καὶ} γλώσσῃ καὶ χειρὶ κλαπῆναί με συνηνέχθη, ὃ καὶ μᾶλλον ἀνιᾷ κατεσθίον τὰ τῆς ψυχῆς αἰσθητήρια. ὁρῶ γὰρ πάντα τὰ τῆς οἰκουμένης ἐν τῇ χειρὶ ὑμῶν ζυγοστατούμενα πέρατα τὸ τῆς πίστεως ἀρρεπὲς φυλάττοντα τάλαντον καὶ τῇ ὀρθοτόμῳ διδασκαλίᾳ προσμένοντα καὶ γαυρούμενα καὶ τῆς καθ᾿ ἡμᾶς ἐκκλησίας κατὰ πολὺ διϊστάμενα καὶ ὡς ἀλλότρια τῆς τοῦ Χριστοῦ ποίμνης ἀπωθούμενα πρόβατα. διὰ τοῦτο καὶ τὸ ποιμὴν εἶναι συμμορίας αἱρετικῆς ἠσυντέθηκα [λεγε· ἠσυνθέτηκα] καὶ τάφον οἰκῆσαι μᾶλλον ᾑρέτισα ἢ τοῖς ἀναθέμασι τῆς ἱερᾶς τῶν ἀποστολικῶν θρόνων τετρακτύος γενέσθαι ὑπόδικος. ἀλλ᾿ ἐπεὶ θεὸς τὸ τοῦ θείου σκήπτρου κράτος ὑμῖν ἐνεχείρισε καὶ βασιλικαῖς φροντίσι τὸ <τῆς> ὑφ᾿ ἡλίῳ διεξάγετε [λεγε· διεξάγεται] χριστιανικώτατον ποίμνιον, μὴ ὑπερίδητε τὴν τῆς μητρὸς ὑμῶν ἐκκλησίας κατήφειαν, ἀλλὰ τὸ ἀρχαῖον ταύτην ἐπενδῦσαι κάλλος σπουδάσατε. μὴ ἀναμείνητε τὸ τῆς αἱρέσεως μῦσος εἰσέτι καὶ νῦν λυμανεῖσθαι, ὡς ὗς ἐκ δρυμοῦ, τὸ δὴ λεγόμενον, τὸν ἀμπελῶνα τῆς βασιλικῆς ὑμῶν καὶ πιστῆς γεωργίας καὶ ὑπὸ τοῖς παραπορευομένοις ὁδὸν ἀτριβοῦς καὶ τραχείας κακοδοξίας ἀκλεῶς διοδεύεσθαι. ἔστιν ὑμῖν γεωργὸς πανεπιστήμων, ὃς τὸν βότρυν τῆς ἀληθοῦς ὁμολογίας ἐκθρέψειε καὶ εἰς τὰς θείας ληνοὺς τῆς μιᾶς καὶ μόνης ἐκκλησίας ἐκθλίψειε καὶ τὸν τῆς σοφίας κρατῆρα πλήσας, ἑτοιμάσειε τῷ πιστοτάτῳ λαῷ πλῆρες ὀρθοδοξίας ποτήριον» καί τίνα τοῦτον αἰνίττεσθαι πρὸς αὐτὸν οἱ αὐτοκράτορες ἔφασαν· «Ταράσιον ὁ ἐμὸς λόγος, τὸν ἐπὶ τῶν μυστηρίων πρῶτον τῆς θεολήπτου βασιλείας ὑμῶν ὑπαινίττεται· ἐκεῖνον οἶδα καὶ πᾶς εὖ φρονῶν εὐκαίρως τῆς ἐκκλησίας ἀνθέξεσθαι καὶ τῇ μὲν λογικῇ ῥάβδῳ τὸν τῶν αἱρέσεων ἀπελάσαι θηριώτατον φλήναφον, τῇ διδασκαλικῇ δὲ καὶ ποιμαντικῇ βακτηρίᾳ εἰσελάσαι καὶ ἐξελάσαι πρὸς σηκοὺς καὶ μάνδρας ἀληθείας τὸ θειότατον ποίμνιον.» οὕτω τὸν λόγον ταῖς βασιλικαῖς ἐνσπείρας ἀκοαῖς καὶ γόνιμον ἀποδείξας καὶ εἰς ἑκατὸν ὅσον ἤδη καρποφορήσοντα, τῷ ἐπιπόνῳ τῆς νόσου τρυχόμενος ἐπὶ τὴν τοῦ σκήνους κατάλυσιν διὰ θανάτου θαρρούντως ἠπείγετο, τὴν οἰκοδομὴν ἐκ [λεγε· τοῦ] θεοῦ δι᾿ ἀφθαρσίας, ἀποστολικῶς εἰπεῖν, κληρωσόμενος. καὶ τὰ μὲν κατὰ Παῦλον οὕτω πῃ ἔσχεν.

7. οἱ δὲ δὴ βασιλεῖς περὶ ποιμένος ἐκλογὴν τὸν νοῦν ἀπησχολημένον ἔχοντες καὶ τῷ Παύλου λόγῳ νυσσόμενοι, ἐπὶ Ταράσιον τὸ ὄμμα τρανῶς ἀπερείδουσι καὶ τοῦτον
[p. 399] τῇ χηρευούσῃ ποίμνῃ μετὰ θεοῦ γενόμενοι σύμψηφοι σοφῶς ἐπικρίνουσι προχειρίσασθαι. τούτοις οὖν ὅσον ἔκκριτον τῆς ἱερᾶς συγκλήτου βουλῆς συνεφώνει, θειότατον σύγκριμα πάντων εἰδότες τὸν ἄνδρα κατὰ πάντα προλάμποντα καὶ τὸ τῆς ποιμαντικῆς ἀξίας κατ᾿ ἀξίαν ἐπιφερόμενον ἄξιον. ὅσον δὲ λοιπὸν ἀγυρτῶδες καὶ χυδαῖον καὶ τῆς αἱρετικῆς θρυαλλίδος ἀπόζον, τὴν τοῦ πατρὸς ὁσιότητα καὶ πρὸ τῆς ἱερᾶς ἀμπεχόνης ὡς ἐλεγκτικὸν καὶ τομώτατον ὑφορώμενον πέλεκυν, ἀσύνθετον πρὸς τὴν τοῦ κοινοῦ ψῆφον διέμενε, μὴ βουλόμενον τοῦ πάλαι κατασχόντος ἀνακύψαι φρονήματος, τῷ βορβόρῳ δὲ τῆς αἱρετικῆς ἰλύος ἐνέχεσθαι καὶ τούτῳ μᾶλλον ἐγκαλινδεῖσθαι ἢ τῆς ἀθολώτου πηγῆς καὶ διδασκαλίας Ταρασίου τὸ ζωηρὸν νᾶμα ποτίζεσθαι. ἀλλ᾿ ἐνίκα τὸ δίκαιον καὶ τὸ ὑπὲρ εὐσεβείας εἰσεκρίνετο ψήφισμα. ὅθεν ἐξ αὐτῆς κατὰ πρόσωπον στῆναι Ταράσιον βασιλεῖς ἐγκελεύονται τὰ δοκοῦντα Θεῷ καὶ τῇ ἐκκλησιαστικῇ θεσμοθεσίᾳ ἐπ᾿ αὐτῷ πιστώσασθαι δίκαια· καὶ ὃς παρῆν μετ᾿ εὐλαβοῦς τοῦ προσχήματος καὶ ταῖς παρὰ θεοῦ κυκλούμενος χάρισι. πρὸς ὃν ὑπεροχικαῖς σεμνυνόμενοι διαλέξεσι καὶ ὡς ἤδη μετὰ πατρὸς προβούλιον συνυφαίνοντες τοιοῖσδε κατεχρήσαντο ῥήμασιν.

8. «οὐ λεληθέναι δοκοῦμεν, ὦ οὗτος, τὴν σὴν ἐπιφροσύνην, ὡς πρὸ τῶν παριππευσάντων τούτων χρόνων τὴν ἐκκλησίαν κατέλαβεν αἱρετικῆς ἀχλύος σκοτόμαινα, κατ᾿ οὐδὲν τῆς Αἰγυπτιακῆς ἐνάτης πληγῆς, τοῦ ψηλαφητοῦ φαμεν σκότους, ταύτην ἀνεκτότερον συγκαλύψασα καὶ διανεμηθεῖσα μέχρι καὶ τήμερον, γαγγραίνης τρόπον, τὸ ποίμνιον καὶ κόσμῳ παντὶ σχεδὸν ψυχικὸν ἐπανατείνασα κλύδωνα. ἀλλ᾿ ἐπεὶ Θεὸς ταύτην ἀφάτῳ νεύσει παρήγαγε καὶ τοὺς ἡγήτορας ταύτης, μὴ δικαίως τὸ δίκαιον διῶξαι σπουδάσαντας, εὐκαίρῳ κρίσει τῆς ἀρχῆς καὶ ζωῆς ὑπεξήγαγε, καὶ οἷα λαμπάδα φωτοφόρον τὸ καθ᾿ ἡμᾶς ἀνῆψε κράτος, ὡς ἂν τὸν τῆς κακονοίας ἀπελάσωμεν ζόφον καὶ τὸν τῆς ἐπιγνώσεως ἀνατείλωμεν ἥλιον, ἰδού σε συνασπιστὴν καὶ σύμμαχον προκαλούμεθα καὶ πρὸς τὸν ἀγῶνα τοῦτον συλλήπτορα, εἰδότες ἱκανῶς ἔχοντα πρὸς τὸν καταρτισμὸν τοῦ ὀρθοῦ φρονήματος ἀνθοπλίσασθαι καὶ τὴν κατ᾿ αὐτῆς διαμάχην τροπώσασθαι θεοπνεύστοις καὶ τακτικοῖς ἀριστεύμασι. μὴ δῶς οὖν νῶτα πρὸς τὰ θεοφιλῶς ὑφ᾿ ἡμῶν προτεινόμενα, ὡς τῷ κοσμικῷ συστήματι τὴν τῆς εἰρηναίας διαγωγῆς προμηθουμένοις [λεγε· προμηθούμενος] βραβεῦσαι ὠφέλειαν, ἀλλὰ χειρὶ καὶ ποδὶ βοηθεῖν καὶ πάντα λίθον κινεῖν, κατὰ τὸ [λεγε· τὰ] παροιμιωδῶς λεγόμενα, ὡς ἂν τὸ ζητούμενον εὑρᾶσθαι [λεγε· εὑρέσθαι] καὶ τοῦ ἐφετοῦ περιδράξασθαι. καιρὸς οὖν ὑφανθῆναι τὸν λαμπρὸν καὶ πολύευκτον τῆς ἐκκλησίας χιτῶνα, ὃν ἡ τῆς αἱρέσεως λύμη διέσχισε. νῦν εὔσημος ἡμέρα καὶ σωτήριος ἤγγικεν, ἐν ᾗ Χριστός, ὁ τῆς τῶν εἰδώλων πλάνης ἀποπαύσας <τὸ> φρύαγμα, στηλογραφεῖσθαι σεπτῶς ὡς πάλαι κατὰ τὸ ἀνθρώπινον πλουσίοις οἰκτιρμοῖς ἐπινένευκεν. ὑποδὺς τοίνυν τὸ τῆς ἱερωσύνης σκάμμα καὶ πρὸς τὴν τῆς αἱρέσεως κονισάμενος πάλην, κατὰ τῶν ἀντιπάλων ἐπινίκιον ᾆσον ἐκ θεοῦ βραβεῖον καὶ στέφος ληψόμενος ἀκαταίσχυντον.»

9. Ταράσιος δὲ τῷ τῆς ἐξουσίας προσρήματι θαμβηθεὶς καὶ ὡς ἔκ τινος οὐρανίας καταβροντηθεὶς τὴν ἀκοὴν ἀπηχήσεως, ὧδέ πως πρὸς τὴν τῶν λεχθέντων ἀπήντησε
[p. 400] δύναμιν· «τὸν μὲν τῇ πίστει καὶ τῷ κοινῷ παντὶ δεινῶς ἐπεισφρήσαντα κλύδωνα καὶ μέχρι θεμελίων τὴν ἐκκλησίαν ἐπικινδύνως κυμάναντα καὶ σάλον ψυχικοῦ ναυαγίου πολλοῖς προξενήσαντα πᾶσα κεχώρηκεν ἀκοὴ καὶ πεπείραται, καὶ [λεγε· κἂν] τῆς ζάλης ὀλίγοι τὴν βίαν διέλαθον. τὸ δὲ ταύτης ἕνεκα [λεγε· ταύτην ἐμὲ] καταστορέσαι τὴν λαίλαπα καὶ καταπραῦναι τὴν τῆς νυκτομαχίας ἀσέληνον θύελλαν ἀμήχανον καὶ πάσης ἔξω δυνάμεως. τίς γὰρ οὕτω κρατυνθεῖσαν ἀθέσμως συνήθειαν καὶ φύσεως ἰσχὺν λαβοῦσαν καὶ κόσμον, μικροῦ δεῖν, κατὰ πάσης θείας δυνάμεως ὅρκοις δεσμήσασαν μεταστρέψειε καὶ μεταμαθεῖν τὸ βέλτιον πείσειεν, εἰ μὴ θεὸς ἐπίδοι καὶ συνασπίσοι τῷ ὑμετέρῳ θείῳ βουλήματι πάλαι γὰρ ἀσεβείας τυραννίδι τὸ τῆς ἀρχαίας εὐπρεπείας ἡ ἐκκλησία περιαιρεθεῖσα κάλλος καὶ ῥακοδυτεῖν ἐπὶ πολὺ τοῖς σαθροῖς τῆς αἱρέσεως ὑπομείνασα δόγμασι, νῦν τοῖς ἐκ Θεοῦ καὶ ὑμῶν ὡραϊζέσθω πανευσεβέσι ποικίλμασιν. ἀνανεούσθω τοίνυν δι᾿ ὑμῶν τὰ τῶν ἀποστόλων ἐντάλματα, δι᾿ ὧν ἡ λαμπρότης τῆς ἀληθοῦς ἐξέλαμψε πίστεως. ἀνανευσάτω τὰ τῶν ἱερῶν συνόδων καθαρῶς ὁροθέσια, ταῖς εὐαγγελικαῖς φρουρούμενα παραδόσεσι καὶ συληθῆναι μέχρις αἰῶνος οὐδαμῶς ἀνεχόμενα. διανοιχθήτω τὰ τῶν πατρικῶν δογμάτων προπύλαια καὶ τῶν Χριστοῦ θρεμμάτων ἐν αὐτοῖς διερχέσθω τὰ ποίμνια καὶ ἀνθολογείτω τὰ τῆς ὀρθῆς ὁμολογίας ὡς ἐκ θείου παραδείσου διδάγματα. διὰ γὰρ συνεδρίου καϊαφαϊκοῦ τὰ τῆς αἱρέσεως ἐξημβλώκει κυήματα, δι᾿ οἰκουμενικῆς συνόδου ἀποτεχθείη τέκνα τῇ ἐκκλησίᾳ καὶ εἰς μέτρον ἡλικίας Χριστοῦ δεχέσθω τὴν αὔξησιν. ὡς εἰ τοῦτο γένοιτο καὶ τῷ ἀρχαϊκῷ καὶ πρώτῳ τῆς στολῆς ἀξιώματι φαιδρυνθείη καὶ ὁ τῆς ἀληθινῆς δόξης εὐαγὴς τῶν δογμάτων φωσφόρος τῷ ὑμετέρῳ ταύτην σπουδάσματι καταυγάσειε, πάντας ἕξει τοὺς πιστοὺς κοινωνούς, ὁμογνώμονας, τὰς ἑαυτῶν ψυχὰς προϊεμένους ὑπὲρ τοῦ ταύτην ἐν τῇ τῆς πίστεως ἀσφαλεῖ πέτρᾳ ἐρηρεισμένως φυλάττεσθαι.»

10. ταῦτα τὰ ψυχοκερδῆ κατενώπιον τοῦ κράτους διασαφήσας μυστήρια, παραιτεῖται διακοῦσαι αὐτοῦ καὶ τὸ κοινὸν τοῦ λαοῦ διὰ προσφωνήσεως σύνταγμα. καὶ γὰρ πρὸς τὸ τῆς ὀρθῆς πίστεως τοῦτο κεφάλαιον βαρέως τὸ στρατιωτικὸν ἐφέρετο στῖφος μὴ συνευδοκοῦν εἰς τὴν τῶν σεπτῶν εἰκόνων ἀποδοχὴν καὶ προσκύνησιν. προτραπεὶς οὖν νεύσει τῆς ἐξουσίας τοῦτο ποιεῖν, ἐν τῷ τῆς Μαγναύρας διωνύμῳ παλατίῳ γενόμενος, πάσης συρρεούσης τῆς πόλεως καὶ τῆς ἱερατικῆς πληθύος, ἀπολελόγηται μὲν λογικαῖς χρησάμενος ἀποδείξεσιν ὁποῖον τὸ τῆς ἱερωσύνης ἐπάγγελμα καὶ ἀξίωμα καὶ εἰς ὅσον ὕψος καὶ μέγεθος ἀνάγει τὸν εἰς τοῦτο προβῆναι βουλόμενον, καὶ ὡς οὐχ ἱκανῶς ἔχοι ταύτης ἀντιλαβέσθαι, πάλαι τοῖς τοῦ κόσμου περιπλακεὶς ἀξιώμασι καὶ ταῖς τοῦ βίου τύρβαις καὶ μερίμναις ἐπιεικῶς ἐνειλούμενος καὶ μήπω{ς} τῆς μυστικῆς ταύτης γευσάμενος καταστάσεως· «τὸν γὰρ εἰς ταύτην τὴν κλῆσιν καὶ τὸν βαθμὸν ἐπειγόμενον οὐκ ἀνίπτοις χερσίν, ὃ δὴ λέγεται, ταχέως ἐπιπηδᾶν καὶ τῶν ἀψαύστων θίγειν ἀσφαλές, ἀλλ᾿ ἐντραφέντα τοῖς εἰς τοῦτο φέρουσι δικαιώμασι καὶ κανονισθέντα τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς, ὡς τὸ εἰκός, ζωοποιοῖς διατάγμασι πρὸς διάκρισιν τῆς εὐθείας καὶ καμπύλης ὁδοῦ, ὡς τῇ μὲν ὁδηγεῖν ποιμαντικῶς πρὸς τὰ κρείττονα, τὴν δὲ παρεκκλίνειν καὶ παραλλάσσειν κατὰ τὴν θείαν παραίνεσιν, ὡς πορρωτάτω θεοῦ καὶ τῶν
[p. 401] αὐτοῦ φέρουσαν διατάξεων. οὕτω χρὴ θαρρῆσαι πρὸς τὸ θεοειδὲς τοῦτο μετατάξασθαι μέγεθος. ἐμὲ δέ, ὡς ἡ θεία ῥοπὴ συνεπίσταται, βεβιασμένον ἐπὶ τὴν διακονίαν ταύτην οἱ πιστοὶ συνήλασαν βασιλεῖς, μὴ κατὰ νοῦν <ποτε> τοῦτο θέμενον μηδὲ περὶ τοιαύτης ἀρχῆς ἐν φροντίδι γενόμενον. ὡς ἐκλεκτῷ τοίνυν θεοῦ λαῷ καὶ ποιμνίῳ τὴν ἐμὴν ἀνακοινοῦμαι συνείδησιν, ἵν᾿ εἰ τῇ μεγίστῃ ταύτῃ λειτουργίᾳ προσδῆσαι προῄρησθε καὶ τῆς [λεγε· τοῖς] ταύτης με ζυγοῖς ὑποκύψαι βεβούλησθε, τῇ παραδόσει τῆς οἰκουμενικῆς καὶ ὑμεῖς ἑαυτοὺς ὑποκλίνατε πίστεως καὶ τοῖς δι᾿ αὐτῆς ὁδεύσασι πατράσιν ἐπακολουθεῖν <μὴ> δυσωπήθητε καὶ ταῖς ἁγίαις οἰκουμενικαῖς ἓξ συνόδοις καὶ τοῖς ὑπ᾿ αὐτῶν αἰσίως κριθεῖσι συναινεῖν καὶ συμφέρεσθαι κατανεύσατε· πρὸς γὰρ τὴν ἄνω τοὺς πειθομένους αὐταῖς [λεγε· αὐτῆς] παραπέμπουσι λῆξιν καὶ πολλῆς ἀντιδόσεως ἀθανάτου παραίτιοι γίνονται.» δέχεται τοιγαροῦν τὰς τούτου παραινέσεις, ὡς ἀγγέλου φωνάς, ὁ λαὸς καὶ προβάτων δίκην συνέψεσθαι ποιμαντικῶς ὁδηγοῦντι συνθέμενοι καὶ πρὸς τὸ δοκοῦν θεῷ καὶ αὐτῷ κατὰ πάντα γενέσθαι πειθήνιοι διελύετο. τότε δὴ λοιπὸν ἐπιπνοίᾳ τοῦ ἡγεμονικοῦ καὶ θείου πνεύματος, συνεπινεύσει τῆς τοῦ κράτους βουλῆς, τὸ τῆς κοσμικῆς ἀμείψας ἰλύος ἀξίωμα καὶ τὴν κόμην ἱερῶς ἀποκείρας ἐν σχήματι κληρικοῦ καὶ τὴν καταστολὴν σεμνῶς ἀλλαξάμενος, θείαις καὶ πνευματικαῖς ἐπικλήσεσι τὸ χρῖσμα τῆς ἀρχιερατικῆς τιμῆς, ὡς Ἀαρὼν καὶ Φινεές, ὑποδέχεται καὶ ἐπὶ τὸ ὕψος τῆς ποιμαντικῆς καθέδρας ἄνεισι, φωτὶ φῶς προσειληφὼς καὶ ἀρεταῖς ἀρετὴν ἐπαύξων καὶ ὑπερβολικαῖς προκοπαῖς πολλαπλασιάζων τὸ δοθὲν ἱερώτατον τάλαντον.

11. καὶ γὰρ ἐγκράτειαν, ὡς Ἐγκρατείας υἱὸς καὶ πάλαι ταύτην δαψιλῶς ἠσκηκώς, ἐπὶ τοσοῦτον δι᾿ ὀλιγαρκείας ἐκτήσατο, ὡς εἶναι τὸ τῆς διαίτης ἀπέριττον, μὴ πρὸς κόρον ἐξυβρίζον, περικρατοῦν δὲ τὰς τῆς ζωῆς ἡνίας καὶ τῶν παθῶν ἀνακόπτον ἐπὶ πλεῖον τὸν τάραχον, ὡς πᾶσι προκεῖσθαι θεοειδέστατον ἄγαλμα, πρὸς ὄρεξιν ἡδονῆς μηδαμῶς κινεῖσθαι πειθόμενον. Ἀγρυπνίαν δὲ πρὸς τὴν μελέτην τῶν θείων λογίων σύνοικον ποιησάμενος, ὡς λυσιμελές [λεγε· ἀλυσιτελές] τι καὶ ἀχρεῖον τὸν ὕπνον ἀνδράποδον ἀπεπέμπετο καὶ πάλιν ἔρχεσθαι χρείας καλούσης προσέταττε. τίς γὰρ ἐπὶ κλίνης ἀναπεπτωκέναι τοῦτον ἢ στρωμναῖς μαλακαῖς ἐγκαλυπτόμενον ἑώρακε πώποτε τίς χιτῶνα καὶ ζώνην ἐπὶ κοίτην ἱέμενον χερσὶν ὑπεδέξατο καὶ πρὸς τὸ εὐπρεπέστερον διαθεὶς προευτρέπισε τίς ὑποδημάτων τοὺς πόδας τούτου ἐγύμνωσε καὶ σπόγγῳ δεδευμένῳ καὶ στιλπνότητι καταλεάνας, ὡς ἔθος, ἡτοίμασεν ἀλλ᾿ αὐτὸς ἦν ἑαυτῷ βαλανεύων, τὸ δὴ λεγόμενον, καὶ πρὸς τὴν τοῦ σώματος χρείαν διακονούμενος, κἀν τούτῳ τὸν διδάσκαλον Χριστὸν ζήλῳ θείῳ μιμούμενος, Ϡοὐ γὰρ ἦλθον διακονηθῆναι ἀλλὰ διακονῆσαιϠ φήσαντα, τύπον τοῖς μαθηταῖς ταπεινώσεως ἐνδεικνύμενον.

12. προσευχὴν δὲ πρὸς οὐρανὸν ἀμετεωρίστως εἶχεν ἀνάγουσαν καὶ μόνῳ θεῷ προσοικειοῦσαν καὶ τοῖς ἀσωμάτοις συνάπτουσαν [λεγε· συνάγουσαν] καὶ πάντα πειρασμόν, κατὰ τὸ κυριακόν, ἀπελαύνουσαν, λόγιον. οὐ γὰρ ἦν καιρὸς εὐκαιρίας, ὅτε τοῦτον οὐκ εἶχε τὸ ἔδαφος γονυπετοῦντα καὶ διανιστάμενον καὶ τὼ χεῖρε πρὸς οὐρανὸν πεταννύντα καὶ τὴν ἄνωθεν ἐκ θεοῦ προσδεχόμενον ἔλλαμψιν. ταπείνωσιν δέ, ὡς ἐκ βρέφους οὖσαν συνέριθον, οὕτως ἠγκαλίσατο καὶ περιεπτύξατο, ὡς μὴ μόνον ἐν αὐτῷ θεωρεῖσθαι καὶ τὸ
[p. 402] εὐδόκιμον ἀποφέρεσθαι, ἀλλὰ καὶ πρὸς ἑτέρους διαβῆναι τυπουμένους τῷ πρὸς αὐτὸν ὑποδείγματι. Καὶ γὰρ πολλοὺς τῶν ἐν κλήρῳ κατειλεγμένων χρυσαῖς ζώναις τὴν ὀσφὺν <ὁρῶν> περισφίγγοντας καὶ τοῖς ἐκ σηρῶν καλλυνομένους πολυτελέσι ποικίλμασι, τὸν μὲν χρυσὸν περιεῖλε, ταῖς ἐξ αἰγείων δὲ μηρυμάτων πλοκαῖς ἀναστέλλει<ν> τὴν ὀσφύν <παρεσκεύασε>, τῷ δὲ παντὶ σώματι τοῖς ἐξ ὁμοίων νημάτων πεφοινιγμένοις ὑφάσμασι χιτῶνας ἐπινοεῖ<ν> πάσης ἐκτὸς ὑπάρχοντας περιεργίας καὶ θρύψεως, ὡς κοσμίαν περιστολὴν ἐμποιοῦντας καὶ τοῖς δουλεύειν ᾑρημένοις θεοῦ [λεγε· θεῷ] καὶ ταπείνωσιν ἐπαγγελλομένοις ἐμπρέποντας. ἐξ οὗ τί γίνεται πᾶσαν μὲν τὴν ἐντεῦθεν φυομένην βλακείαν ἐκ ποδῶν ἀρθῆναι, τὴν εὐτέλειαν δὲ καὶ λιτότητα ὡς πολυτίμητον προτιμηθῆναι θησαύρισμα. ἁγνείαν δὲ καὶ τὴν ταύτης ὁμοδίαιτον σωφροσύνην, ὡς τὸν ἁγιασμὸν προξενούσας ἀδελφὰς ἀπεκάλεσε, δι᾿ ὧν τὸν ἐπιτιθέμενον τῇ σαρκὶ ῥυπώδη καὶ νόθον λογισμὸν ἐξοστρακίσας καὶ τὰ τῆς ἀτιμίας πορθήσας πάθη, νίκην ἀπαθείας ἐκ θεοῦ στεφανηφόρον ἐστέψατο.

13. συμπάθειαν δὲ καὶ τὸν πρὸς πένητας οἰκτιρμὸν καὶ πλουσιώτατον ἔλεον οὕτως ἱλαρῶς τοῖς χρῄζουσι, κατὰ τὸν εἰπόντα, μετέδωκεν, ὡς πάντας τοὺς ἐπὶ χορηγίᾳ καὶ διαρκείᾳ πενήτων κηρυττομένους ὑπερβαλέσθαι καὶ γενέσθαι νέον Ἰωσὴφ σιτοδοτοῦντα τοῖς ἐνδεέσι τὰ πρόσφορα· τὰ γὰρ τῆς ἑαυτοῦ τραπέζης ὀψώνια εἰς δεξίωσιν τῶν πεινώντων κατακερματίσας εὐωχίαν τούτοις ἡμέραν ἐφ᾿ ἡμέρας εὐτρέπιζε· καὶ μάρτυρες ἀκριβεῖς μέχρι καὶ τήμερον οἱ παρ᾿ αὐτοῦ διορισθέντες δόμοι τῶν ἐπιξενουμένων ἕνεκα καὶ πτωχῶν ἀδελφῶν ἡμῶν. ἀλλὰ καὶ μηνιαίαν ἀργυρίου δόσιν ἑτέροις εὐαγῶς ἐπεκλήρωσεν [λεγε· ἀπεκλήρωσεν], ἐν πτυκτίοις βυβλίνοις [λεγε· βιβλίνοις?] τὴν ἑκάστου κλῆσιν ἐνσημηνάμενος. τὴν δὲ διανομήν, ἣν ὁσημέραι διὰ τῆς οἰκείας πλουσιοδότου χειρὸς ταῖς τῶν πενομένων παλάμαις ἐνέσπειρε, τίς ἂν ἐπιμετρήσοι λογιστὴς Διόφαντος ἢ πολλαπλασιάζων ἀριθμήσοι Νικόμαχος, ἄμμου δαψιλεστέραν οὖσαν καὶ τὴν γαστέρα τῶν ἐνδεῶν θεραπεύουσαν τῇ δὲ πρὸ τοῦ πάθους Χριστοῦ νηστείᾳ δαψίλειαν ὅσην ἐν διαφόροις τόποις καὶ διαίταις ἐπιχορηγεῖν τοῖς ἀπορίᾳ πολλῇ πιεζομένοις αὐτὸς ἐπενόησεν ἕως τῆς φωτοφόρου Χριστοῦ ἀναστάσεως καὶ τῆς τῶν ἑορτῶν ἑορτῆς [λεγε· καὶ τῶν ἑορτῶν ἑορτῆς ἀναστάσεως], σχολῆς καὶ χρόνου μακροῦ προσδεήσει μοι, ὡς ἂν τὰς ἀνακλίσεις τῶν κεκλιμένων ξένων <τε> καὶ προσηλύτων, χωλῶν τε <καὶ τυφλῶν> καὶ ἀναπήρων τακτικαῖς ἀκολουθίαις ἑπόμενος ἀνατάξωμαι καὶ τοῖς μετέπειτα [λεγε· ἔπειτα] τύπον δῶ πολυτελοῦς προαιρέσεως.

14. τὴν δὲ χειμῶνος ὥραν δριμυτάτην τελοῦσαν καὶ χίονι καὶ πήξει καὶ κρυστάλλῳ τὰ τῆς γῆς δεσμεύουσαν ἔγκατα καὶ τοῖς ἐπ᾿ αὐτῇ περιτιθεῖσαν, κλοιοῦ δίκην, ψυκτικὴν καὶ δεινοτάτην ἐπάχθειαν, πῶς ἢ τίνα τρόπον πρὸς τοὺς ἐρρικνωμένους [λεγε· ἐρρικνωμένα] καὶ ῥακ<κ>ώδη τρύχη κατεσφιγμένους <καὶ> μόνην τὴν αἰδῶ περιστέλλοντας, μηχαναῖς χρησάμενος θαλπικῆς παραμυθίας κατήλλαξε χιτῶνας γὰρ καὶ μανδύας καὶ προσέτι τούτοις σκεπάσματα ταῖς ἐξ ἐρίων παχυτάταις κρόκαις καὶ στήμοσι μαλλῶν [λεγε· μαλοῖς] τε τῇ πυκνότητι βρίθοντας ὁλκῆς ἱκανῆς ἐξωνούμενος χρυσίου καὶ τοῖς ὑπαιθρίως ταλαιπωροῦσιν ἐπιμετρῶν, τὴν ἐκ τοῦ παγετοῦ δριμεῖαν ἀλγηδόνα διέλυεν. ἐν δὲ τῇ σωτηρίῳ τῆς μνημονευθείσης ἡμέρας Χριστοῦ τοῦ θεοῦ φρικτῆς ἀναστάσεως μετὰ τὴν τῆς θείας
[p. 403] συνάξεως κοινωνίαν τε καὶ τελετὴν ἔτι λευχειμονῶν τοῖς ἱεροῖς ἀμφίοις ἐπὶ τὸν καλούμενον τῆς παλαιᾶς βασιλικῆς ἑστίας [λεγε· Ἑστίας] ἐρριπωμένον [λεγε· ἠριπωμένον] ἤδη τόπον ἀφικνεῖτο. ἐκεῖ γὰρ μεγίστην ὑποδοχὴν τοῖς πενομένοις εὐτρέπιζεν· οὓς ἀνακλίνων διακονεῖν αὐτὸς ἀπήρχετο, ἐκ κρατῆρος οἶνον ἀπαντλῶν καὶ δια<δι>δοὺς τοῦ κεράσματος. εἶτα τὸν τῆς τοιαύτης λειτουργίας βαθμὸν ἐκτελέσας, ἐπὶ τὴν ἑαυτοῦ πατριαρχικὴν οἰκίαν ἐστέλλετο, οὐ νεβρῶν τινων μυελοῖς, ᾗ φησιν ὁ μῦθος, τρεφόμενος, οὐδὲ συβαριτικῆς τραπέζης προσυπαντώσης καὶ τοῖς γαστέρα κνήθουσι καρυκεύμασι πιαινούσης, ὀψωνίοις δὲ λιτοῖς ὡς νηστεία{ι}ς σύντροφος καὶ μὴ πρὸς τρυφὴν ὁρῶσιν ἐπιεικῶς ἡδυνόμενος. τίς ἆρα ἐπὶ τοσοῦτο ταπεινώσεως ὕψος διαρθῆναι τῶν πώποτε μνημονεύεται τίς οὕτω τὴν Χριστοῦ συγκατάβασιν ἐμιμήσατο, ὅς, τῶν πατρικῶν κόλπων οὐ κενώσας τὸ μέγεθος, τὸ τῆς ἡμετέρας ὑπέδυ πτωχείας προκάλυμμα καὶ ταύτην πρὸς οὐρανὸν ἀναπτῆναι διακονησάμενος τῇ πατρικῇ μεγαλοσύνῃ διέδειξεν σύνεδρον, ὡς οὗτος ὁ νῦν εὐφημούμενος

15. ἡσυχίαν δὲ καίπερ θορύβων μέσος [λεγε· μέσον] ὠθούμενος οὐ μόνον ἠγάπησεν ἀλλὰ καὶ ἑτέροις πλουσίως ἐπήγαγεν, ἀποσπάσας κόσμου καὶ προσοικειώσας Θεῷ καὶ δείξας ἀρετῆς υἱούς, ὡς γεννήτωρ καὶ προβολεὺς τῆς ὁσίας ταύτης ἐργασίας τε καὶ βιώσεως. καὶ τοῦτο πιστοῦται [λεγε· πιστώσεται] τὸ πᾶσι πόνοις ἐκ τοῦ κλήρου τῶν εἰς αὐτὸν νόμῳ προικὸς περιελθόντων [λεγε· περιελθουσῶν?] πατρικῶν ἐπιδόσεων δομηθὲν ἀσκητήριον ἐν τοῖς ἀναπλεομένοις εὐωνύμοις μέρεσι τοῦ Θρᾳκικοῦ Βοσπόρου, ἐν ᾧ φυτεύσας δένδρων λογικῶν εὐγενῆ βλαστήματα, ἀσκητικοῖς πιαινόμενα νάμασι καὶ τοῖς τῆς ἐγκρατείας αὐξόμενα [λεγε· αὐξούμενα] δαψιλέσιν ἡδύσμασι θεοῦ γεώργιον ἔδειξεν εἰς τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν τὴν τῶν ἀρετῶν εὐκαρπίαν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πιστῶς προβαλλόμενα. ἐξ ὧν πολλοὺς εἰς ποιμαντικὴν ὑπ᾿ αὐτοῦ προσκληθῆναι καὶ κοσμῆσ{θ}αι τὸ τῆς ἱερατείας ἀξίως ἐπάγγελμα καὶ στύλους ἀκλινεῖς τῆς καθόλου γενέσθαι πίστεως, ὡς ἡ τῆς αἱρέσεως ἔδειξεν ἐπισπιλάσασα ζοφώδης ἐπίκλυσις, πρὸς ἣν ἀνδρικῶς μαχεσάμενοι καὶ νέφη πολλῶν ὑπενεγκόντες κινδύνων ἐν διωγμοῖς τε καὶ θλίψεσι καὶ ταλαιπωρίαις ὑπαίθροις πρὸς τὴν αἴγλην τῆς ἄνω δᾳδουχίας κατέλυσαν, ἐν ᾗ καὶ τὸν ἑαυτῶν διδάσκαλον ὡς ἀειλαμπῆ φωσφόρον ἐγνώρισαν. καὶ ταῦτα μὲν ὕστερον.

16. αὐτὸς δὲ ταῖς τελείαις ἀρεταῖς εἰς κόρον ἀποχρησάμενος καὶ πράξει προγυμνάσας τὸν νοῦν εἰς θεωρίας ἐπίβασιν καὶ δοχεῖον θεωρίας γενόμενος, ἐμμελῶς προσεῖχε τοῖς περὶ τὴν ὀρθὴν πίστιν λόγοις καὶ τὰ σὺν θεῷ δεδογμένα καὶ τοῖς κρατοῦσι συμφωνηθέντα εἰς πέρας ἐλθεῖν διεσπούδαζε· τοῦτο δὲ ἦν σύνοδον οἰκουμενικὴν προβῆναι καὶ τοῦ δικαίου τὴν ἐκκλησίαν μὴ διαμαρτήσεσθαι. τοιγαροῦν νεύσει τῆς ἐξουσίας εἰσελαύνει πᾶς ὁ τῶν ἀρχιερέων ἐκ πάσης γῆς τε καὶ πόλεως πρὸς τὴν βασιλεύουσαν ὅμιλος. καὶ κηρυχθείσης συνάξεως ἐν τῷ τῶν θείων Ἀποστόλων περιωνύμῳ σηκῷ καὶ καθέδρας [λεγε· καθέδραις] προτεθείσης [λεγε· προτεθείσαις] ἤδη τῶν ἐπισκόπων ἐνιδρυνθέντων, ἰδού τι σμῆνος σφηκῶν, ἀνδρῶν φημι θυμολεόντων καὶ τῆς Κωνσταντίνου <τοῦ μιαροῦ> στρατολογίας καὶ λέσχης, τοῦ πάλαι τὸ σκῆπτρον οὐκ εὐαγῶς ἰθύναντος θρέμματα, ὡς ἔκ τινων κακοδοξίας σίμβλων ἀπαναστὰν πρὸς τὸ λεχθὲν ἱερὸν ἐφίσταται τέμενος, τοῖς κατὰ πόλεμον ἀμυντηρίοις ὅπλοις
[p. 404] φραξάμενον. καὶ δὴ τοῖς προαυλίοις τοῦ σεπτοῦ δώματος ἐμπελάσαντες ἀσήμου βοῆς τὸν χῶρον ἐπλήρωσαν, μὴ φορητὸν εἶναι λέγοντες παραβαθῆναι τὰ Κωνσταντίνῳ {τῷ} πάλαι δόξαντα· «οὐ γὰρ προδώσομεν ἐκείνου παυθῆναι τὰ δόγματα καὶ κηρυχθῆναι τῆς τῶν εἰδώλων ἕνεκα λόγον ὑπάρξεως. καὶ εἴ γε τούτου κατάρξειέ τις καὶ πρὸ τῶν ἡμῶν ὀφθαλμῶν ἀθετουμένην τὴν ὑπ᾿ αὐτοῦ κροτηθεῖσαν κατίδοιμεν σύνοδον, τὴν γῆν τοῖς τῶν ἱερέων φοινίξομεν αἵμασι.» ταῦτ᾿ ἔλεγον καὶ, τὰς πύλας ἀράσσοντες, ἐζήτουν τοὺς ἔνδον διαχειρίσασθαι.

17. τότε δὴ νεύσει τῆς ἐξουσίας οἱ ἱεράρχαι τὴν καθέδραν λιμπάνουσι, βασιλεῖς δὲ τοῖς νεωτερίσασι μετ᾿ ὀργῆς ἐμβριμώμενοι θᾶττον πρὸς τὰ τῆς ἐξουσίας ἧκον ἀνάκτορα, τὴν τούτων ἀταξίαν, {καὶ} ἀνταρσίαν καὶ τοῦ παντὸς ἀνατροπὴν λογισάμενοι. Ταράσιος δὲ πρὸς τὸ θεῖον ἱερατεῖον γενόμενος, μηδὲν δειλίας σημεῖον ἐπιφερόμενος, τῆς ἀναίμου θυσίας ἀπάρχεται καὶ μετὰ τὴν τελεσιουργὸν κοινωνίαν οἴκαδε ἵεται καὶ τῶν προτέρων πόνων περί τε τὴν θείαν γραφὴν καὶ τῶν πατρικῶν λογίων τὰς ἀποδείξεις ἐσχόλαζε καὶ αὖθις σύνοδον κροτηθῆναι τῶν ἀναγκαίων ἐτίθετο, ὡς μὴ τὴν αἱρετικὴν ἐπὶ τὸ χεῖρον προκόψαι κακόνοιαν. βασιλεῖς δὲ τοὺς τὴν στασιώδη συνωμοσίαν ἐκείνην συρράψαντας καὶ εἰς τὴν αὐτῶν ἀρχικὴν δόξαν ἐμπαροινήσαντας τῆς στρατιωτικῆς ἀξίας καὶ ζώνης ἀπαμφιέσαντες καὶ πάντῃ τῆς ὁπλιτικῆς βοηθείας ἐρήμους καὶ γυμνοὺς ἀποδείξαντες πρὸς τὴν ἐνεγκαμένην ἕκαστον δυσκλεῶς ἀποτρέχειν προστάττουσιν. «οὐ γὰρ θεός» ἔφασκον «τοιούτους ἀντιλογίας γεννήτορας, προασπιστὰς καὶ προμάχους τῶν ἐξ αὐτοῦ προλαμπόντων ἀνάκτων ἔχειν ἀνέχεται.»

18. ταῦτα σὺν θεῷ σοφῶς διαθέμενοι καὶ χρόνον τινὰ μεσολαβῆσαι καλὸν ἡγησάμενοι, κηρύσσουσι καὶ αὖθις δι᾿ ἐμμελοῦς ἐντολῆς κατὰ τὴν λαμπρὰν Νικα{ι}έων τῆς Βιθυνίδος μητρόπολιν συνειλέχθαι τὸ τῶν ἱερέων καὶ ἀρχιερέων ὁμότροπον σύγκριμα. Νίκαιαν, ἐν ᾗ τὸ τῆς ὁμοουσίου καὶ παναῢλου τριάδος κατὰ τῆς Ἀρείου καὶ τῶν ὑπ᾿ Ἀρείου λύττης ἐχαλκεύθη τομώτατον φάσγανον, ἐν ᾗ τὸ τριαδικὸν τῶν ὑποστάσεων διαιρέσει ἀδιαιρέτῳ καὶ ἑνώσει διῃρημένῃ θεολογικῶς ἀνέλαμψε πρόσωπον. καὶ δὴ θᾶττον ἢ λόγος, τοῦ πανιέρου στόλου ἐν τῇ ῥηθείσῃ καθορμίσαντος πόλει καὶ Ταράσιος ἐκ τῆς βασιλίδος ἧκε, μεθ᾿ ἑαυτοῦ συμπεριλαβὼν τῶν ἀποστολικῶν θρόνων τοὺς λογάδας καὶ προύχοντας, Ἀδριανοῦ μὲν τοῦ πάπα Ῥώμης Πέτρον πρωτοπρεσβύτερον καὶ Πέτρον μοναχὸν καὶ ἡγούμενον <τῆς κατὰ τὴν Ῥώμην εὐαγοῦς μονῆς τοῦ ἁγίου Σάββα - συμπλ. φρομ τηε Αχτσ οφ Νιχαεα ΙΙ>, τῆς δὲ ἀνατολικῆς διοικήσεως, φημὶ δὴ Πολιτ{ε}ιανοῦ, τοῦ τῆς Ἀλεξανδρέων ἱερωτάτου πάπα, Θωμᾶν μοναχὸν καὶ πρεσβύτερον, Θεοδωρήτου τε τῆς Ἀντιοχέων πατριαρχοῦντος μεγαλοπόλεως, {Ἰγνάτιον πρωτοπρεσβύτερον} καὶ Ἠλία, {τοῦ} τῆς Αἰλίας ἀρχιποίμενος, Ἰωάννην μοναχὸν πρεσβύτερόν τε καὶ σύγκελλον, ἐπιφερόμενος καί τινας τῶν ἀρχόντων ἐπ᾿ εὐσεβείᾳ καὶ λογικαῖς ἐμπρέποντας χάρισιν, ἐν οἷς ἦν καὶ Νικηφόρος, ὁ τοῖς βασιλικοῖς τηνικαῦτα μυστηρίοις ὑπηρετούμενος, ὃς ἐν ὁσιότητι βιοὺς καὶ θείαις ἀρεταῖς καὶ λογικαῖς ἐπιστήμαις κοσμούμενος τῆς πατριαρχικῆς τοῦ Βυζαντίου καθέδρας μετὰ τὴν ὁσίαν Ταρασίου τελείωσιν τὴν τιμὴν διαδέχεται. Μοναστῶν τε ὅσον σεμνόν τε καὶ ἔκκριτον ζήλῳ τῆς ἐκκλησιαστικῆς θεσμοθεσίας κινούμενον καὶ συνοδικαῖς
[p. 405] ἀκριβείαις ἀεὶ κατακολουθεῖν ἐπειγόμενον, τὴν ἐπὶ Νίκαιαν πορείαν ἐστέλλετο. καὶ τακτῆς ὁρισθείσης ἡμέρας ---ἡ δὲ ἦν, ἐν ᾗ Θέκλα τὸ τῶν θηλέων μαρτύρων ἀγωνιστικοῖς ἄθλοις ἀνέῳξε στάδιον--- ἕκαστος τῶν ἐπισκόπων ἱερατικῷ βαθμῷ καὶ τύπῳ πρὸς τὴν ἑαυτοῦ καθέδραν ἐνίδρυτο. Προλογίζει δὲ Ταράσιος καὶ ὑπανοίγνυσι θύραν λόγου τῇ συνόδῳ. εἶτα τοῦ βασιλικοῦ καὶ θείου γράμματος εἰς ἐπήκοον πάντων ἀνακηρυχθέντος καὶ μέγα περὶ τῆς ὀρθοτόμου καὶ εἰλικρινοῦς ἐπιβοήσαντος πίστεως, μεθ᾿ οὗ καὶ οἱ προσφωνητικοὶ τῶν ἀποστολικῶν θρόνων πρὸς τοὺς κρατοῦντας ἀπόλογοι τάξεσι κανονικῆς ἀκολουθίας ὑπηχηθέντες τῇ συνόδῳ καὶ πάντας τῇ ὑγιαινούσῃ διδασκαλίᾳ συναινεῖν καὶ συντίθεσθαι ὡς ἐπὶ θεῷ μάρτυρι προτρεπομένων καὶ τὴν <αὐτὸν> ἑαυτοῦ δόξαν ἕκαστον καὶ τὸ πρὸς τὴν ὑγιᾶ ταυτηνὶ πίστιν ὡς ἔχει φρονήματος διεξιέναι παρεγγυώντων, ὡς ἐξ ἑνὸς στόματος καὶ βουλήματος τὸ ἱερὸν ἐπεκρότησεν ἄθροισμα οὕτως ἔχειν καὶ οὕτω φρονεῖν περὶ τῆς τῶν σεπτῶν εἰκόνων ἀρχαιοτυπίας καὶ προσκυνήσεως, πολλῶν τε καὶ πατρικῶν βίβλων καὶ συνοδικῶν ἐπικρίσεων ἐνεχθεισῶν καὶ χρήσεων ἀληθῶν καὶ ἀποδείξεων προσελθουσῶν καὶ ἐν ὠσὶ πάντων δι᾿ ἐμμελοῦς ἐρεύνης ἐντυπωθεισῶν. καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ καὶ εἰς ἑβδόμην καθέδραν καὶ ἀκρόασιν διὰ πάσης ἡμέρας ὤφθη τελούμενον, καθὰ καὶ τῶν πεπραγμένων αἱ δέλτοι δι᾿ ἀκολουθίας θεοπρεποῦς ὑποδηλοῦσι καὶ τάξεως, τέλος ὅρον σεβάσμιον Ταράσιος καὶ οἱ [λεγε· ἡ] σὺν αὐτῷ θεοπειθεῖς [λεγε· θεοπειθὴς] τῶν συνειλεγμένων πατέρων ὁμήγυρις γραφικαῖς ἀσφαλείαις πηξάμενοι καὶ τοῦτον ἄσυλον διαμε´ινειν [λεγε· διαμένειν] εὐξάμενοι, καὶ τοὺς προπάτορας, τοὺς τὴν πρώτην κατὰ <τοῦ> μανιώδους Ἀρείου ἐπικροτήσαντας νίκην συλλήπτορας ἔχειν καὶ φύλακας ἐπὶ τοῖς ὀρθοῖς δογματισθεῖσι Θεὸν ἐπικαλεσάμενοι, τούς τε τῆς κενοφωνίας ταύτης εἰσηγητὰς καὶ πάσης ἐφευρετὰς αἱρέσεως τῆς ἐκκλησιαστικῆς αὐλῆς δι᾿ ἀναθέματος ἀποκρίναντες, ἐπὶ τὴν βασιλίδα τὰ τῆς ὀρθοδοξίας ἀγώγιμα καλῶς διεσώσαντο.

19. οὓς σὺν εὐνοίᾳ πάσῃ καὶ εὐμενείᾳ βασιλεῖς ὑπεδέχοντο· καὶ τοίνυν καθέδρας ἐπαρθείσης αὐτῶν τε τῶν αὐτοκρατόρων καὶ πάσης τῆς θεολέκτου συνόδου ἐν τῷ τῆς εἰρημένης ἤδη Μαγναύρας ἐπισήμῳ δόμῳ καὶ τοῦ γενναίου [λεγε· νέου] ὅρου προσφωνηθέντος καὶ τὰς βασιλικὰς ἀκοὰς θείου πληρώσαντος πνεύματος ---ἤκουον γὰρ ὡς εἰς μίαν πάντες ἁρμονίαν--- τῇ συνεκτικῇ τῶν ὅλων ῥοπῇ συνηλάθησαν καὶ εἰς ἓν ὁμογνωμοσύνης συνῆλθον ἐμπόρευμα [λεγε· ἐμπύρευμα] καὶ τῆς ἀκριβείας ἠγάσθησαν, καὶ θείας ἐπιπνοίας διδάγματα τὰ παρ᾿ αὐτῶν δογματισθέντα σαφῶς ἐπικρίναντες βασιλικῷ [λεγε· βασιλικῇ] γραφίδι καὶ χειρὶ βεβαιούσῃ κυροῦσιν ὡς ἄριστα καὶ δωρεαῖς οὐκ ἀσήμοις τὴν σύνοδον ἀμειψάμενοι, κατὰ τὴν ἑαυτοῦ πόλιν ἕκαστον καὶ τὰ λογικὰ προπέμπουσι ποίμνια.

Ταράσιος δὲ καὶ οἱ τῶν <ἀποστολικῶν> θρόνων ἀπόλεκτοι θιασῶται ἐπὶ τὰ τῆς ἱερᾶς ἐκκλησίας ἤθη γενόμενοι καὶ διδάγμασι θεοκρίτοις τὴν ποίμνην στομώσαντες οὐδὲν ἐπίκλημα πρὸ τῆς συνόδου ἢ ἐν τῇ συνόδῳ ἢ καὶ μετὰ τὴν σύνοδον τοῖς ἐν τῷ κλήρῳ κατειλεγμένοις ἢ τοῖς ἐπισκοπῆς ἀντεχομένοις ἀκρίτως ἐπάγουσι περὶ τῆς προλαβούσης κακοδοξίας, οὐδὲ τοὺς ἐξ αἱρετικῶν κεχειροθετημένους τῆς ἐκκλησιαστικῆς νομῆς
[p. 406] ἀφορίζουσιν, ἀλλὰ ταῖς συνοδικαῖς καὶ πατρικαῖς οἰκονομίαις ἑπόμενοι, τοὺς μὲν πρὸς τὸ τῆς εὐσεβείας αὐτομολήσαντας φρόνημα χερσὶν ὑπτίαις ὡς ἀδελφοὺς καὶ συνιεράρχας περιεπλάκησαν καὶ τῆς οἰκείας ἕκαστον καθέδρας καὶ ἀξίας ἠξίωσαν, τοὺς δὲ περί τι χωλάναντας καὶ κατὰ τῆς πίστεως διάστροφον βλέψαντας, εἶτα τοῦ πτώματος ἀνανεύσαντας καὶ λιβέλλοις καὶ ἀναθέμασι τὴν πρὶν ἀθετήσαντας δόξαν ἐπίμωμον τοῖς ἴσοις σπλάγχνοις ἀγκαλισάμενοι τοῖς ἰδίοις θρόνοις ἐνίδρυσαν καὶ ἐν εἰρηνικῇ καταστάσει καὶ ἀκύμονι γαλήνῃ τὴν οἰκουμενικὴν ἐκκλησίαν ἐτήρησαν.

20. καὶ τὰ μὲν περὶ τὴν εὐκλεᾶ πίστιν οὕτω διαθείς, ὁ μέγας Ταράσιος καὶ πρὸς τὸ ταύτην αἰσίως τρανοῦσθαι καὶ τοῖς ἀντιδιατιθεμένοις καὶ ἐπ᾿ ἀμφοτέραις ἰγνύαις ὀκλάζουσιν ὀρθοποδεῖν πεῖσαι πολὺν ἀγῶνα καὶ πόνον οὐ μετρούμενον ἐπεδείκνυτο, πᾶσαν μὲν ἡμέραν τοὺς προσιόντας δυσωπητικαῖς ὑποθήκαις ἐπαγόμενος, καὶ εἴ τινας στραγγαλιώδεις τὴν καρδίαν ἑώρα, διέλυε λογικοῖς συναλλάγμασι καὶ τοῖς τῆς ἀληθείας δεσμοῖς συνδέων τῇ ἐκκλησίᾳ προσῆγεν ἱερώτατα θύματα, ἀπεδείκνυ δὲ μηδεμίαν συμφωνίαν ἔχειν ἢ παντελῶς συγκατάθεσιν, κατὰ τὸ δοκοῦν τοῖς κατηγόροις τῆς πίστεως, τὰ τῶν εἰδώλων ἄγη πρὸς τὰ τῶν σεπτῶν εἰκόνων εὐαγῆ καὶ θεῖα μορφώματα. «ἐκείνων μὲν γάρ» ἔφασκεν «ἡ παραγωγή, τοῖς πρωτοτύποις συμμολυνομένη, πάσης αἰσχρότητος γέμουσα δείκνυται, τούτων δὲ σεπτὰ τυγχάνοντα τὰ πρωτότυπα ἐξ ἀνάγκης σεβάσμια συναναφαίνει καὶ τὰ παράγωγα. κἀκεῖνα μὲν ἑλληνικῆς δεισιδαιμονίας εὑρήματα ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος ἀναπλαττόμενα καὶ παθητικαῖς ποιότησι τὴν τιμὴν εἰς ἑαυτὰ προκαλούμενα, ταῦτα δὲ χριστιανικῆς ὁσιότητος κατορθώματα πρὸς τὸ ὂν ἐκ τοῦ ὄντος ἀναμορφούμενα τὴν τῆς ἀρχετυπίας ἐφεπομένην ἔχουσιν ἁγιότητα.»

21. εὑρὼν γὰρ τὴν ἐκκλησίαν ἐν ἀγροικικῷ καταστήματι καὶ πρὸς τὰ τῆς αἱρέσεως ὄρη πλανωμένην καὶ λιμὸν ὑπομένουσαν καὶ δίψαν οὐκ ἄρτου καὶ ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου, ταύτην ἐπὶ νομὰς ἀναπαύσεως ἐκθρέψας καὶ ὁδηγήσας ἐπὶ τρίβους δικαιοσύνης πιότατον ἀνέδειξε ποίμνιον, ταῖς σωτηρίοις λιπαινόμενον πράξεσι καὶ τῷ γλυκεῖ τῆς πίστεως γάλακτι τὴν ὀξώδη τῆς αἱρετικῆς ζύμης πικρίαν διαπτύον καὶ νέον γινόμενον φύραμα. καὶ πρῶτον μὲν τὸν σιμωνιακὸν βαλλαντιοτομήσας ἀπόδεσμον, ὡς τὴν τοῦ ἁγίου πνεύματος δωρεὰν εἰς πρᾶσιν κατάγοντα, προῖκα τὰς τῶν ἱερέων προαγωγάς τε καὶ χειροθεσίας ἐθέσπισε γίνεσθαι, πᾶσαν τῆς ἐκκλησιαστικῆς αὐλῆς χρηματικὴν ἐκμειώσας συνήθειαν καὶ πᾶν σκολιὸν [λεγε· σκῶλον] ἐκβάλλων, εὐθείας ἐποίει τὰς τρίβους τῆς πίστεως, ὁμιλίαις συχναῖς τὸ ποίμνιον προκαλούμενος καὶ πρὸς τῷ ἱερωτάτῳ συνυψούμενος ἄμβωνι τὴν τῆς διδασκαλίας ἡτοίμαζε τράπεζαν, ἐκ τῶν θεοπνεύστων γραφῶν τὰ τρόφιμα τῶν ψυχῶν θηρεύων ὀψώνια. ἀλλὰ καὶ δαυϊτικὰ μελῳδήματα σποράδην ἀναλεξάμενος δι᾿ εὐκρινείας καὶ σαφηνείας λευκὴν τὴν τῶν νοουμένων ἐξεκάλυπτε δήλωσιν, ὡς εἶναι τοῖς ἐντευξομένοις ἐνώπια καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.

[p. 407]

22. ὃ δέ με μικροῦ παρέδραμε καὶ τὴν μνήμην διαφυγὸν ἀνέκφορον ἔμελλε μένειν καὶ τὴν πρὸς τοὺς καταπονουμένους τοῦ θεοφόρου πατρὸς προστασίαν καλύπτειν ἠπείγετο, ἣν αὐτὸς ἐκαίνισε καὶ ἧς αὐτουργός, ὡς ἐγᾦμαι, πρῶτος ὑπῆρξεν, ἐνταῦθα γενόμενος ὡς ἥδυσμά τι καὶ μέλι γλυκάζον τῷ λοιπῷ τοῦ λόγου ἐγκαταμίξας σώματι σπλάγχνα οἰκτιρμοῦ καὶ συμπαθείας ταῖς τῶν φιλευμενῶν καρδίαις ἐνσπεῖραι προῄρημαι. καὶ γάρ ποτέ τις τῶν ἐν τέλει περιφανείᾳ καὶ δόξῃ καὶ πλούτῳ κομῶν, ᾧ καὶ τὸ βασιλικὸν ξίφος ἐν ἀξίας τιμῇ περιέκειτο, πολλῆς ἕνεκα χρημάτων ὁλκῆς δίκας ἀποτιννὺς καὶ δειναῖς ἐτάσεσι καὶ πικραῖς ἐνεχόμενος καὶ μηδεμιᾶς ἐνδόσεως ἀξιούμενος, ἀλλὰ σὺν τούτοις ζοφεραῖς εἱρκταῖς ἐγκλειόμενος καὶ πάντοθεν κακουχίᾳ στενούμενος, εἰς βυθὸν ἀπογνώσεως ὑπ᾿ ἀθυμίας ἠλαύνετο. Οὗτος νυκτὸς ἀωρίαν ἐπιτηρήσας τοὺς τὴν αὐτοῦ πεπιστευμένους ἐκλαθὼν ἀσφάλειαν, ἐπὶ τὸ θεῖον τοῦ ἱεροῦ καταφύγιον ὥρμησε. καὶ δὴ τῶν ἀδύτων ἔνδον γενόμενος, τῶν τῆς σεπτῆς τραπέζης κεράτων ἀπρὶξ περιφὺς σὺν πολλῷ τρόμῳ κατεῖχε καὶ δείματι. ὡς οὖν τὸν δρασμὸν τοῦ φυγάδος οἱ φύλακες ἔγνωσαν, φόβῳ καὶ δέει τοῦ μὴ τὴν αὐτὴν ὑποίσειν δίκην, ταχινοῖς ποσὶν ἐπὶ τὸ θεῖον ἧκον ἀνάκτορον, καὶ τοῦτον ἐπειλημμένον τῆς ἱερᾶς τραπέζης θεώμενοι, κυκλοῦσι τὸν τοῦ ἀδύτου περίβολον, μὴ καιρῷ τροφῆς ὑπανοιγνύντες τῷ καταδίκῳ τὴν εἴσοδον, μὴ τοῖς λοιποῖς ἀναγκαίοις χώραν διδόντες, ὡς ἐνῆν, ἀποχρήσασθαι, ἀλλ᾿ ἐν ἐλπίσιν εἶχον τὴν ἀνάγκην προδότιν γεγονέναι καὶ τοῦτον ἐξωθῆσαι καὶ μὴ βουλόμενον, ὅθεν τῆς φυλακῆς ἐπὶ πλεῖον ἀντείχοντο. ἀπείργουσι γὰρ διαμπὰξ πᾶσι τοῦ θυσιαστηρίου τὴν εἴσοδον, ὡς μή τινος αὐτῷ λόγου μεταδοῦναι ἢ διαπορθμευθῆναι παρ᾿ αὐτοῦ ῥήματα [λεγε· ῥῆμά τι] τοῖς ἔξωθεν. ταῦτα τοιγαροῦν τοῖς ὠσὶν ἐντὸς τοῦ ποιμένος γενόμενα πάσης αὐτὸν ἀνίας πλήρη διέθηκεν, ὁρῶντος τὴν καταφρόνησιν τῶν θείων ἁγιασμάτων εἰς ἀγανάκτησιν τὴν ἀγαθοδότιν θεοῦ κινοῦσαν εὐμένειαν. ἀλλ᾿ ὁρᾶτε τὴν χορηγηθεῖσαν τότε τῷ φιλοικτίρμονι πατρὶ {ὠφέλειαν} καὶ θαυμάσατε σύνεσιν. ἐν γὰρ τῷ δέοντι καιρῷ, ἐν ᾧ μεταλαγχάνειν ἔδει τροφῆς τὸν κακούμενον, τὴν ἱερὰν καταστολὴν ἑαυτῷ περιτιθείς, τὴν ἐπὶ τὸ θεῖον ἱερατεῖον πορείαν ἐστέλλετο καὶ διὰ τῶν δεξιῶν θυρίων εἴσω χωρῶν τὰ πρὸς δεξίωσιν τοῦ ἀνδρὸς ἐπικομιζόμενος διηκόνει παρ᾿ ἑαυτοῦ δαψιλῶς καὶ οὕτω καταλιμπάνων ἀπῄει. εἰ δὲ καί ποτε τὸ τῆς γαστρὸς ἀπαραίτητον τὰ τῆς φύσεως τελεῖν κατηνάγκαζεν, ἄνωθεν αὖθις κατιὼν καὶ τοῦτον πρὸς ἀφεδρῶνας χειραγωγῶν καὶ προσμένων μέχρι πολλοῦ, τῆς χειρὸς τούτου λαβόμενος ἀποκαθίστα τῷ βήματι, καὶ τοῦτο οὐχ ἅπαξ καὶ δὶς τῆς ἡμέρας ἐτέλει, ἀλλ᾿ ὁσάκις ἂν προσεκλήθη εἰς τὴν τοιαύτην διακονίαν ὑπὸ τοῦ δεινῶς κινδυνεύοντος.

23. ταύτην τὴν ἀκόρεστον τοῦ θείου ἀνδρὸς ὁ στρατιωτικὸς λόχος ἐκπληττόμενος συγκατάβασιν καὶ ὡς οὐκ ἔστιν ἁλώσιμον γενέσθαι τὸν ἱκέτην, ἕως ἡ χείρ τοῦ δικαίου τὰ κατ᾿ αὐτὸν διέξεισιν, ἐννοούμενος, βουλὴν καττύουσι πονηρὰν παντὸς δόλου καὶ ῥᾳδιουργίας ἐπέκεινα. κρύβδην γὰρ δι᾿ ἄλλης εἰσόδου ἀνδρῶν ἐνέδραν καθίζουσιν, ἵν᾿ ὅτ᾿ ἂν ἐκ τῶν ἱερῶν ἐπαύλεων ὁ ποιμὴν ἕλκῃ τὸ πρόβατον τῇ φύσει δουλεῦσον,
[p. 408] λύκων δίκην θηρεύσωσιν· ὃ καὶ γέγονε. τοῦ γὰρ ὁσίου τὸν ἄνδρα κατὰ τὸ ἔθος οἰκονομοῦντος καὶ τὰ κατ᾿ αὐτόν, ὡς ἡ φύσις ἐπέτρεπε, διεξάγοντος, οἱ λοχῶντες ἐπ᾿ ἀδείας γενόμενοι δι᾿ ἑτέρας πυλίδος εἰσρεύσαντες ἁρπάζουσί τε καὶ πρὸς τὰ βασίλεια βιαίως ὠθούμενον ἄγουσιν. ὡς οὖν τὴν κακόρραφον τῶν δυστήνων μηχανὴν ὁ ἱερώτατος ἔγνω ποιμήν, θυμοῦ καὶ λύπης γενόμενος κάτοχος, μηδεμίαν ἀναβολὴν ὑπομείνας, ἐπὶ τὰς βασιλείους τοῦ [λεγε· τῶν] Ἐλευθερίου αὐλάς ---ἐκεῖ γὰρ ἔτυχε τότε τὴν βασιλίδα παροῦσαν αὐλίζεσθαι--- παραγίνεται. τῆς οὖν ἐλεύσεως τοῦ πατρὸς ἀνενεχθείσης, αἰσθόμενοι καὶ τὴν παρουσίαν αὐτοῦ ζήλου μεστὴν ὡς αὐτοὺς ἔσεσθαι, ἢ ξίφος τομώτατον ὑφορώμενοι, εἴασαν τῶν βασιλείων ἐκτὸς μὴ λόγου τινὸς ἀξιώσαντες. ὁ δὲ βλέπων ἑαυτὸν περὶ οὗ πάρεστι μηδὲν ἀπονάμενον [λεγε· ἀπωνάμενον], κλείθροις ἐπιτιμίων κοινῇ τοὺς πάντας ἐπέδησεν ἀναξίους ἀποφήνας τῆς τῶν μυστηρίων Χριστοῦ κοινωνίας, εἰ βλάβῃ τινὶ τὸν τῆς ἐκκλησίας ἱκέτην αὐστηρᾷ περιβάλοιεν. ταῦτα οὖν ὡς ἐξ ἀποστολικῆς αὐθεντίας παρρησιασάμενος ὑπενόστει. οἱ δὲ τοῖς τοῦ διδασκάλου λίνοις σφιγγόμενοι καὶ μὴ διαφυγεῖν τὰς ἱερὰς ἄρκυς τῆς ἐπιτιμίας ἱκανῶς ἔχοντες, τὸν μὲν ὑπεύθυνον οὐκέτι διὰ κολαστικῶν ὀργάνων ἠμύναντο, διὰ λόγων δὲ μόνης ἐρεύνης τὴν περὶ ὧν ἠσχολοῦντο χρημάτων κενώσαντες πλάστιγγα, ἐλευθερίαν ὡς ἀναιτίῳ προσγράφουσι. τοιοῦτος ἦν ὁ περὶ τὰ πάντα θεοφόρος ἀνὴρ τὰ θεῖα διεκδικῶν καὶ προκινδυνεύων τοῦ ποιμνίου θερμότατα.

24. τῆς δὲ τῶν νόμων ἀκριβείας καὶ κανονικῆς εὐθύτητος πᾶσαν ἰδέαν ἐξασκήσας, οὕτω τῷ κοινῷ παντὶ τὰς προσπιπτούσας ἐπέκρινεν ἔριδας καὶ συμβαίνειν ἀλλήλοις διὰ τομωτάτης συνήλαυνεν ἀποφάσεως, μὴ πτωχῷ κρινομένῳ τὸν ἔλεον προμηθούμενος μὴ δυνάστῃ <κατὰ> πρόσωπον χαριζόμενος, ἀλλ᾿ ἐπὶ πᾶσι τὴν τοῦ ἴσου διανομὴν τηρῶν ἀπαρέγκλιτον οὐκ ἐδίδου τόπον τοῖς ἀδικεῖν τὸν πλησίον ἐθέλουσιν.

ἆρ᾿ οὖν τὰ τῆς εὐνομίας οὕτως ἀρρεπῆ τάλαντα διεσώσατο, παρέβλεψε δὲ τὰ τοῖς κανόσιν ἐμπρέποντα δικαιώματα οὐ μὲν οὖν. ἀλλ᾿ εἰδὼς τὴν νομικὴν αὐστηρίαν τῆς κανονικῆς ἐν πολλοῖς ἀδελφὴν οὖσαν αὐθεντίας καὶ σύννομον, ὡς διαιτητὴς ἀμφιδέξιος ταύτην ἐκείνῃ συγκίρνησι καὶ δείκνυσιν ἔννομον τὴν τῶν κανόνων ἐν τοῖς κανονικῶς ἰθυνομένοις ἀκρίβειαν, τὴν δὲ τῶν νόμων εὐθύτητα ἐν τοῖς νομίμως διεξαγομένοις κανονικὴν ἐπισφράγισιν. καὶ ὅτι ταύτην οὐ προδέδωκε τὴν θεοῦ καὶ θείαν ἐντολήν, ἀλλ᾿ ἐπ᾿ ἴσης καὶ κανόνα καὶ νόμον ἐφύλαξεν, οὐκ ἄδηλος μάρτυς ὃν ὁ λόγος ἀκολούθως μέλλει προφέρεσθαι.

25. αὐτοκράτωρ ᾑρέθη Κωνσταντῖνος ὁ νέος, παυσαμένης Εἰρήνης, τῆς αὐτοῦ μητρός, τῆς συναυτοκράτορος ἀρχῆς, καὶ τῆς βασιλείας μόνος ἐκυβέρνα τοὺς οἴακας. ὃς τὰ μὲν ἄλλα χρηστὸς ὤν, οὐχ ἥκιστα δὲ τὰ περὶ τὴν ἀκραιφνῆ πίστιν ἀπαρεγχείρητα φυλάττων, οἷα φιλεῖ πολλάκις συμβαίνειν νεωτερικαῖς φρεσί, κατὰ τὴν οἴησιν [λεγε· ποίησιν] κουφιζόμενος τὸ δοκοῦν ἑαυτῷ μόνῳ [λεγε· νόμων] τῶν ἐγγράφων ἐτίθετο πολλῷ δικαιότερον. οὗτος
[p. 409] πρὸς ἀθέτησιν νόμου καὶ τῆς εὐαγγελικῆς κυριολογίας, συνήγορον τὸ κράτος ἔχων, ὁμόσε χωρεῖ καὶ διάζευξιν πρὸς τὴν ἑαυτοῦ σύνευνον μελετήσας καὶ ἑτέραν πρὸς τὸ τῆς βασιλείας ὕψος διανοηθεὶς ἀναγαγεῖν ὁ νεώτατος δρᾶμα πλέκει τῆς ἐξουσίας ἀνάξιον· τὸ δὲ ἦν ἐπιβουλὴ κατ᾿ αὐτοῦ παρὰ τῆς ὁμοκοίτου τυρευθεῖσα βασιλίδος θανάσιμος. Φαρμακείαν δὴ τὸ τυρευθὲν εἶναι διεβεβαιοῦτο καταπόσει ποτοῦ συνεπισπῶσαν τὸν θάνατον, ἣν ἀποδεικνῦναι [λεγε· ἀποδεινκύειν] καὶ πείθειν ἐπειρᾶτο πάντας, ὡς ᾤετο. καὶ γὰρ οὐδαμῶς ἐδόκει διαπιστεῖσθαι, βασιλεύς τε ὢν καὶ πρὸς ὑπηκόους τὸν λόγον ποιούμενος. ἐπείθετο δὲ οὐδεὶς ἢ ὅστις βασιλεῖ χαριζόμενος δόξης ἕνεκα τὸ δίκαιον τοῦ δικαίου ἀφελέσθαι προέκρινεν.

26. ἐπεὶ δὲ δὴ [λεγε· ἐπειδὴ δὲ] φήμη τοῦτο διάρασα εἰς τὰς τῆς ἐκκλησίας αὐλὰς διεβίβασε καὶ τὸ τῆς πράξεως οὐκ εὐαγὲς καὶ μέχρις ὤτων αὐτοῦ τοῦ ἀρχιερέως διήχησεν, ἐν ἀμηχανίᾳ τοῦτον διέθηκεν, ἐννοούμενον πῶς ἄρα πρὸς τὴν διαμάχην ταύτην ὁπλίσαιτο καὶ πρὸς αὐτὸν βασιλέα, δεινὸν ὄντα τὰ πολέμια καὶ μέγαν ἀριστέα καὶ ἱκανώτατον πρόμαχον, βέλος καὶ φαρέτραν καὶ τόξον ἐντείνειεν, ἱερατικῇ πάλαι τετιμημένος τούτων πάντων γυμνότητι. ταῦτα οὖν κατὰ νοῦν ἀνελίσσοντι τῷ μεγάλῳ καὶ ἱερατικοῖς μᾶλλον ἀμυντηρίοις ὑπαντιάζειν τῷ αὐτοκράτορι καὶ τούτοις ὡς αὐτὸν κονίσασθαι παρασκευαζομένῳ, ἰδού τις τῶν ἐν τέλει τὰς περὶ τῆς ὁμοίας ἀνεμοσκευωρίας, παρὰ βασιλέως ἐπιφορτισθείς, ἀποφάσεις ἀπαγγελούμενος τῷ τῆς ἁγνείας ἐφέστηκεν γνώμονι καὶ ταύτας ἀκριβεῖ λεπτότητι συνεξυφάνας καὶ ὡς ἀδιαβλήτῳ ἀληθείᾳ ταῦτα πάντα διαβεβαιοῦται καὶ πρὸς δεύτερον τὸν βασιλέα συναινεῖν ἐλθεῖν γαμικὸν συνάλλαγμα τὸν θεῖον ἄνδρα κατήπειγε· ταῦτα διειπὼν τὰς περὶ τούτων ἀποκρίσεις ὑπέμενε λήψεσθαι. πρὸς ὃν βαθὺ προσοιμώξας καὶ δακρυόεν προσμειδιάσας ὁ ὅσιος ἀπημείβετο· «εἰ ταῦτα βασιλεύς, ὡς ἔφης, ὦ οὗτος, διανενόηται καὶ τὴν νόμῳ θείῳ κολληθεῖσαν σάρκα καὶ μίαν σὺν αὐτῷ γενομένην ἐκτεμεῖν διέγνω, οὐκ οἶδ᾿ ὅπως οἴσει τὸν ἐκ τῶν ἐθνῶν ὡς αὐτὸν διαβήσεσθαι μέλλοντα δεινότατον ὄνειδον, ἢ πῶς τὸ τῆς ἐξουσίας ἐπὶ τὸ σωφρονεῖν συνελάσειε ποίμνιον καὶ πορνείαν καὶ μοιχείαν κολάσειε τούτοις, αὐτὸς ἁλοὺς τοῖς αἰσχροῖς ἀλισγήμασιν. εἰ γὰρ καὶ δῶμεν ἐν μέρει πίστεως εἶναι τὰ πρὸς αὐτοῦ προτεινόμενα καὶ τὸ τοῦ γυναίου πρόδηλον ὑπῆρχεν ἀτόπημα, ἔδει καὶ οὕτως ἐγκαλύπτεσθαι αἰδοῖ τῆς κυρίας φωνῆς φασκούσης· Ϡὁ ἀπολύων τὴν ἑαυτοῦ γυναῖκα παρεκτὸς λόγου πορνείας μοιχᾶται [λεγε· ποιεῖ αὐτὴν μοιχᾶσθαι].Ϡ τίνα δὲ καὶ τούτου πρὸς ὑπεροχὴν βασιλεύτερον ἐπὶ κοινωνίᾳ γαμικῇ ἑλέσθαι προέκρινεν ἡ πρὸς τοσοῦτον μύσος ἀκολασίας ἐλάσασα ἀλλὰ ταῦτα προφάσεως γέμει καὶ σκήψεως ἐπὶ τῷ τὸν τίμιον γάμον καὶ ἀμίαντον κοίτην ἀθετηθῆναι, εἰσοικισθῆναι δὲ τὸ τῆς πορνείας αἶσχος καὶ τὸ τοῦ σπέρματος γνήσιον νοθευθῆναι καὶ τὸ συγγενὲς ἀλλοτριῶσαι ἐπεισαγωγῇ λαθραίας καὶ ἀτίμου μίξεως. ταύτην οὖν παρ᾿ ἡμῶν καὶ τῶν ὅσοι καθ᾿ ἡμᾶς οὕτως ἔχουσι τὴν ἀπόφασιν δέχου καὶ τοῖς πέμψασι φανερὸν καθίστη· οὐ γὰρ εἴξομεν τοῖς ὑπὸ σοῦ
[p. 410] θρυλλουμένοις, θάνατον μᾶλλον καὶ δεινὰς αἰκίας ἀναμενοῦμεν ἢ τούτοις ὁπωσοῦν διακονήσασθαι προαιρούμεθα. ἀκουέτω καὶ βασιλεὺς ὡς τῇ ἀπιθάνῳ ταύτῃ βουλῇ συνελθεῖν οὐδαμῶς πεισθησόμεθα.»

27. τούτοις τοῖς οὐρανίοις ῥήμασι καταβροντηθεὶς ὁ ταῖς βασιλικαῖς ὑπηρετούμενος ἀποκρίσεσι καὶ τὸ πρόσωπον κατηφείᾳ ἐγκαλυψάμενος ἧκεν ὡς τάχιστα πρὸς τὸν στείλαντα, μηδὲν καταθύμιον ὧν ἐκεῖνος ἤλπιζε διακούσεσθαι πάμπαν ἐπιφερόμενος. Ὡς δὲ τὴν ἔνστασιν τοῦ ἱεροῦ ποιμένος στερροτέραν ἔγνω δρυὸς ὁ κρατῶν, μένοντος ἀτινάκτου πρὸς ἀνέμων βολάς [λεγε· ἐμβολάς], ἐν θαύματι τὸ γενόμενον εἶχε, δεδοικὼς τὸ ἀπαρέγκλιτον τῆς γνώμης τοῦ ἀοιδίμου πατρὸς ἀπερικτύπητον ἔσεσθαι· ἐξαυτῆς οὖν στείλας παρουσιάσαι τὸν ὅσιον ἐγκελεύεται ὑποκύπτειν τῇ τῆς ἐξουσίας, εἰ κατὰ πρόσωπον γένοιτο, τεθαρρηκὼς αὐστηρότητι. ὡς οὖν τὰ βασίλεια καὶ αὐτὸν τὸν βασιλέα ἔφθασε, τούτῳ κατὰ τὸ εἰωθὸς συνεδριάσας, ἔχων σὺν αὐτῷ <καὶ> τὸν γηραιὸν Ἰωάννην, ὃν ὁ λόγος, ἐν τῇ συνοδικῇ γενόμενος ὑφηγήσει τοποτηρητὴν εἶναι τῆς ἀνατολικῆς ὑπεμνημάτισεν διοικήσεως. <καὶ> πολλαῖς σωτηρίοις ὁ ἀρχιποίμην ὑποθήκαις πρὸς βασιλέα ἐχρήσατο, εἰ καὶ μὴ ἔπεισεν. ἦν γάρ, ὡς ἡ παροιμία, τὴν ὕδραν τεμεῖν ἢ τοῦτον ἀπαλλάξαι τοῦ πτώματος, συὸς δίκην πρὸς τὸ πορνικὸν ἤδη ξίφος φερόμενον. καὶ γὰρ ὧδέ πως ὑπ᾿ ἀναιδείας ὠθούμενος εἰς λόγους ἑαυτὸν πρὸς τὸν ἀρχιερέα τοιούτους ἐπαφίησι λέγων· «ἐγὼ μὲν καὶ πάλαι τὸ περὶ ἐμὲ συμβὰν πρὸς τὴν ὑμετέραν ἁγιωσύνην ἀνήνεγκα. οὐ γὰρ ἀπὸ σοῦ τι κρύψαι προῄρημαι, πατρὸς πρός σε στοργὴν ἐνδεικνύμενος. καὶ νῦν δὲ λευκότερον διὰ τῆς ἐμῆς βασιλικῆς γλώττης ποιῆσαι κέκρικα τὸν ἀπόλογον. πρὸς γὰρ ἐπιβουλὴν τῆς ἐμῆς βασιλείας φωραθεῖσαν τὴν οὐ πρὸς θεὸν βοηθὸν ἑνωθεῖσάν μοι, νόμου σαφῶς ἐγκελεύοντος, διαστῆναί με ταύτης οὐδεὶς ἀντερεῖ. προδήλων γὰρ τῶν αἰτίων ὄντων ἢ θάνατος αὐτὴν διαδέξεται ἤ, τὸ φιλανθρωπότερον, διὰ ζωῆς ἐν ἐπιτιμίοις βιώσεται· οὐδὲ γὰρ εἰς ἕνα καὶ τὸν τυχόντα τὸ τολμηθὲν ἔμελλε διαβήσεσθαι δραματούργημα, ἀλλ᾿ εἰς γνήσιον σύνευνον καὶ βασιλέα πιστότατον καὶ φοβερὸν τοῖς ἔθνεσι καὶ εἰς οἰκουμένην πᾶσαν τὸ τοιοῦτον ἄγος ἐφθακέναι συνέβαινεν· οὗ τί ἂν ἐπικινδυνότερον γένοιτο καὶ φρικτότερον ὥστε πρὸς μηδεμίαν αὐτὴν ἀπολογίας φροντίδα λοιπὸν καταφεύξεσθαι. παντὸς γὰρ ἀπεστέρηται καὶ λόγου καὶ συστατικῶν ἀποδείξεων, ὡς ἀπαράβατον τῶν ἐλέγχων τὴν ἀλήθειαν πρὸς αὐτοτελῆ κατάκρισιν ἔχουσα. καιρὸς δὲ λοιπὸν καὶ αὐτὰ γυμνῶσαι τὰ τῆς θανατηφόρου φάρμακα καταπόσεως, ὡς ἂν καὶ ἡ ὑμετέρα ὁσία πατροσύνη κατιδοῦσα τὸ τοῦ μολύσματος μέγεθος, ἀναμφίλεκτον τὴν περὶ τούτου βεβαίωσιν σχοίη, μηδεμίαν ἀναβολὴν ἢ τριβὴν χρόνου προσμένουσα, ἀλλὰ τοῖς κανονικοῖς ταύτην ἐς τάχος ζυγοῖς ὑποκλίνουσα καὶ τὸν ἡσύχιον βίον ἀνθελέσθαι πείθουσα, εἴπερ ἐν τοῖς ζῶσι ταύτην συνεῖναι βεβούληται. τῆς γὰρ μαγγανείας ταύτης πρὸ τῶν ἐμῶν ὀφθαλμῶν ἐκκειμένης, οὐκ ἔστιν ἔτι συζυγίας θεσμοὺς πρὸς αὐτὴν θέσθαι ἢ φιλικῶς συμπλακῆναι καὶ
[p. 411] σπείσασθαι. τὸν γὰρ αἴτιον, ὡς ἡ παροιμία φησίν, καὶ θεὸς μετέρχεται.» νεύει οὖν καὶ παρήχθη ὑάλινα σκεύη μετὰ θολεροῦ νάματος ἐκείνης τῆς ψευδηγόρου περιεργίας, ἃ καὶ πρὸ προσώπου αὐτοῦ τε καὶ τοῦ μεγάλου πατρὸς οἱ κομίζοντες ἔστησαν, ὑφ᾿ ὧν ἔλεγε θάνατον αὐτῷ ἢ φρενῶν ἔκστασιν ἠρτυκέναι τὴν σύνευνον.

28. ταύταις τοιγαροῦν βλέπων ὁ μέγας Ταράσιος ταῖς ἀσυμβάτοις συμπλοκαῖς τὸν βασιλέα ληφθέντα καὶ τοῖς τοῦ ψεύδους λαβυρίνθοις περιειλούμενον ἀδιεξιτήτοις [λεγε· ἀδιεξίτητα] καὶ πρὸς τὸν τῆς ἁμαρτίας περιολισθαίνοντα κίνδυνον, βέλος κατὰ τῆς αὐτοῦ παθούσης καρδίας ἱερώτατον ἐμπήγνυσιν οὑτωσί πως λέγων· «μὴ δῆτα, ὦ βασιλεῦ, κατὰ τῶν τοῦ Θεοῦ νόμων ὅπλα κωφὰ κινεῖν προτεθύμησο, μηδὲ τῆς τούτων ἕνεκα παραβάσεως κρύβδην ἀντιστρατεύοιο. γνώρισμα γὰρ βασιλικῆς ἐξουσίας πάντα μετ᾿ ἐλευθέρας τελεῖν συνειδήσεως καὶ μηδὲν ὕφαλον ἐννοεῖν κατὰ τοῦ στεφοδότου καὶ μάλιστα θείαν ἀνατρέπον ἐντολὴν αὐτοῦ τε καὶ βούλησιν. οὐ γὰρ λανθάνει τινὰ τῶν πάντων μὴ οὐχὶ μῖσος μεσιτεῦσαι πρὸς τὰ νῦν κατὰ τῆς βασιλίδος οὐκ εὐαγῶς μελετώμενα καὶ ταύτην γοητικαῖς μαγείαις ὑποβαλεῖν προαιρούμενα καὶ κατὰ τῆς σῆς ἀμιμήτου μεγαλειότητος θάνατον συνεργάσασθαι βεβαιούμενα. τίς γάρ, ὡς καὶ πάλαι προέλεγον, ὡραιότητι νεότητος σεμνυνόμενος πρὸς τὴν σὴν τοῦ κάλλους εὐμοιρίαν συγκρίνοιτο, ὡς ἀπάτης δελεάμασι [λεγε· δελεάσμασι] φαρμάξαι τὸ γύναιον καὶ τῆς πρὸς σὲ μεταστῆσαι φιλίας καὶ θερμῆς γνησιότητος τίς ἐπὶ μείζοσιν ὑπεροχαῖς τῆς τετραπορφύρου βασιλείας ὑμῶν γαυρούμενος δείκνυται, ὡς τοῦτον ὀφθαλμοῖς τε καὶ νεύμασιν αὑτῇ[λεγε· αὕτη] συλήσασα τῆς ὑπερμεγέθους ἀξίας ὑμῶν προτετίμηκε τίς πρὸς ἀντιπάλους οὕτως ἐν πολέμοις πολλοῖς εὐδοκίμησε προτερήμασιν ὑπὲρ τὴν ὑμετέραν δαυϊτικὴν ἀνδρειότητα, ὡς ἐπέκεινα τῆς σῆς ἀγαπηθῆναι παρ᾿ αὐτῇ βασιλικῆς κυριότητος οὐκ ἔστι ταῦτα, οὐκ ἔστι, σκῆψις δὲ καὶ πρόφασις τὰ πρὸς πᾶσαν κακίαν εὑρήματα μολυσμὸν τῷ τῆς βασιλείας σκήπτρῳ προσάψαι προθέμενα καὶ παραβολὴν ἐν τοῖς ἔθνεσι καὶ κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς θέσθαι ἡμᾶς δεινῶς ἐπειγόμενα διὰ τοῦτο τοὺς ἐννόμους δεσμοὺς τῆς γαμικῆς ὑμῶν καὶ βασιλικῆς οὐ διαλῦσαι τολμῶμεν ἑνώσεως, τὴν τοῦ νομοθέτου Θεοῦ πεφρικότες ἀπόφασιν, οὐδὲ τοῖς πρὸς κατηγορίαν ὁρῶσι λόγοις πιστεῦσαι κατὰ τῆς σῆς γαμετῆς ἀνεχόμεθα κἂν εἰ μυρίοις θανάτοις καὶ βίαις ὑποβληθείημεν, εἰδότες χρονίᾳ φλεγμονῇ τὸ πάθος πρὸς τὸ πορνικὸν ἐκεῖνο κρατυνόμενον γύναιον. ἀλλὰ δὴ καὶ τοῦτο γνώριμον καθιστῶμεν ἐνώπιον τοῦ θεοῦ τῇ ὑπερτίμῳ σου ἁλουργίδι, ὡς ἐντὸς τῶν ἱερῶν κιγκλίδων τῆς ἀναιμάκτου τραπέζης, ἐν ᾗ τὸ θῦμα τοῦ μεγάλου ἱερείου Χριστοῦ τελεῖται φρικτῶς, οὐ θαρρήσομεν ἔτι τὴν ὑμετέραν ἐπιβήσεσθαι σὺν ἡμῖν ἐξουσίαν, μήπως καὶ ἡμεῖς ἀκουσώμεθα τὸ ἐν κατάραις ἤδη πάλαι πρὸς τοὺς ἱερωμένους θεῷ λεγόμενον· Ϡπατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε.Ϡ» ταῦτα Ταράσιος, ὁ τοῦ πρώτου ποιμένος Χριστοῦ πνευματικῶς διεξάγων τὰ θρέμματα, κατ᾿ ὄψιν τῷ βασιλεῖ μετὰ συντριμμοῦ καρδίας ἀποφήσας σιωπῇ τὸν λόγον κατέκλεισεν.

29. ὁ δὲ δὴ προλεχθεὶς Ἰωάννης καὶ αὐτὸς πρὸς βασιλέα πολλοῖς χρησάμενος νουθετήμασι μεγίστην ἀτιμίας τρικυμίαν ὑπέμεινε παρὰ τῶν στρατηγικαῖς ἀξίαις καὶ
[p.412] τιμῇ γαυρουμένων πατρικιότητος, οἳ καὶ ξίφος ἠπείλουν διὰ τῶν ἐγκάτων ἐλαύνειν τοῦ γέροντος, ὡς ἐναντία τῆς βασιλικῆς ἐξουσίας ἀποπτύοντος ῥήματα, ἀλλὰ μὴ τάχιον πρὸς τὴν τοῦ κρατοῦντος ὑποκλινομένου βούλησιν. ὡς δὲ τῆς ἐπ᾿ ἄμφω γνώμης ἀδιαπτοήτου μενούσης τοῖς λόγοις τούτοις ὁ βασιλεὺς καὶ ταῖς ἀπειλαῖς ἐπῄσθετο, ὀργῆς βρασμῷ τὰς φρένας σμυχόμενος καὶ ὡς ἀδύνατα λέγειν αὐτῶν ἕνεκα [λεγε· ἕνεκεν] ἐγνωκώς, ἔξω τῆς ὡς αὐτὸν ὁμιλίας γενέσθαι τούτους προσέταττε, νικητὰς ἄνευ μωλώπων καὶ μάρτυρας, ὅσον ἐπ᾿ αὐτῷ, στεφανηφόρους ἀνακηρύξας. τί τοῦτο τοῦ κατὰ τὸν Βαπτιστὴν θαύματος ἀπολείπεται ἐκεῖνος γὰρ Ἡρώδην μετὰ θάνατον τοῦ συναίμονος ἐπιμανέντα τῇ νύμφῃ διήλεγχεν, οὗτος δὲ περιούσης ἔτι τῆς γαμετῆς τῷ βασιλεῖ καὶ τῷ τῆς ἐξουσίας κοσμουμένης σὺν αὐτῷ διαδήματι, εἶτα δεινῶς ἀπελαθείσης, μὴ φορητὸν τὸ δραθὲν ἡγησάμενος, ἔλεγχος αὐτῷ κατέστη, κατὰ τὸν ὑμνῳδόν, εἰς τὰς πρωίας τομώτατος, εἰ καὶ κοσκίνῳ τὸ ὕδωρ ἀντλεῖν, ὡς ὁ λόγος, καὶ γύργαθον φυσᾶν ἐξεγένετο τῷ θεοφόρῳ πατρί, τοιούτῳ περιτυχόντι πολυκέστῳ καὶ διερρυηκότι τοῦ βασιλέως φρονήματι.

30. καὶ γὰρ θᾶττον τὴν ἐν νόμῳ συναφθεῖσαν ἀφ᾿ ἑαυτοῦ ποιησάμενος καὶ τῶν βασιλείων αὐλῶν ἀλλοτριώσας καὶ περιγράψας ἐν ἰδιωτικῷ σχήματί τε καὶ τόπῳ, τῆς ζάλης καὶ τῆς ἀχλυώδους ἄλης, ἣν ὑπέστη κατὰ νοῦν, διὰ τὴν πρὸς τὸ γνήσιον μέλος διάζευξιν ἔληξε. τῷ μώμῳ δὲ τῆς ἐπεισάκτου μίξεως ἰλυσπώμενος καὶ πολλαῖς τὸν ἀρχιερέα πυρώσας βίαις πρὸς τὸ τὸν στέφανον αὐτῷ τῇ κορυφῇ περιπλέξαι τοῦ σκοτίου ἐκείνου καὶ κρυπτοῦ συναλλάγματος, διήμαρτε [λεγε·
διήμαρτανε] τοῦ βουλήματος. περιενόστει δὲ λοιπὸν στεφανοπλόκον ἱερέα διερευνώμενος, ὡς ἂν τελέσοι τὸν ἄσεμνον ἐκεῖνον ὑμέναιον. Καὶ περὶ μὲν τῆς τοῦ βασιλέως πρὸς ἀθέτησιν τῆς ἐντολῆς ἀπονεύσεως καὶ τῆς τοῦ θεσπεσίου πατρὸς γενναίας ἐνστάσεως τοσαῦτα· οὐδὲ γὰρ θέμις τὰ τούτων ἐπέκεινα μνήμῃ δοῦναι μηδεμίαν τοῖς ἐπαΐουσιν ὄνησιν φέροντα.

τοῦτο δὲ μνημονεῦσαι χρεών, ὡς πολλοῖς ἐξ ἐκείνου τοῦ πτώματος πειρατηρίοις <ὁ> βασιλεὺς τὸν μέγαν ὑπέθλιβε, φύλακας ἐπιστήσας συγκέλλων ὀνόματι [λεγε· ὀνόμασι?] κεχρημένους, τῷ δὲ τρόπῳ τῆς εὐσεβείας μακρὰν ἀπῳκισμένους· ὧν ἄνευ παραλαβεῖν [λεγε· παραβάλλειν] οὐκ ἐξὸν ἦν τινα πρὸς τὸν θεῖόν τε καὶ σοφὸν ἀρχιποίμενα, εἰ μὴ διὰ τῆς ὄψεως τούτων διαβῆναι καὶ ὡς αὐτὸν φθάσαι καὶ τὰ δοκοῦντα προσδιαλέγεσθαι. σιωπῶ γὰρ ὅσην πρὸς τοὺς ἐγγίζοντας καὶ θεραπεύοντας αὐτὸν γνησιότητι δουλείας βασιλεὺς ὠμότητα διεδείκνυ, πληγαῖς καταξαίνων καὶ καταδικάζων ὑπερορίαις ἐπ᾿ οὐδεμίᾳ [λεγε· οὐδεμιᾷ] δικαίᾳ ῥοπῇ, καταβάλλειν οἰόμενος τῆς ἐκ τῶν θείων προσοχῆς καὶ λύπης αὐτῷ πάθος προσάπτειν πειρώμενος. ὁ δὲ γενναιότητι καὶ καρτερίᾳ καὶ ὑπομονῆς ἀνενδότου μακροθυμίᾳ τὰ συμβαίνοντα διατιθεὶς ὡς συμφέροντα καὶ τοὺς δεινοὺς ἐκείνους ἐπιστά<ν>τας ὡς Αἰγυπτιακοὺς ἐργοδιώκτας ὑπήνεγκε καὶ πρὸς πάντα πειρασμὸν καὶ πόνον ἑαυτὸν παρέστησε δόκιμον, τὸν τοῦ Ἰὼβ ἀδαμάντινον λογισμὸν ὡς ὅπλον θωρακισάμενος καὶ τούτου μιμούμενος τὸ τληπαθὲς καὶ ἀνάλωτον, ὡς ἀφροσύνης ἀγεν{ν}οῦς ἔξω χειλέων προέσθαι
[p. 413] ῥῆμα μηδέποτε. οὐδὲ γὰρ χαμαιπετές τι καὶ δεδουλωμένον ἐν τοῖς εἰσπίπτουσιν εἶχεν ὁ δίκαιος, φρόνημα ὑψηλὸν δὲ ταῖς ἀρεταῖς καὶ μετέωρον καὶ ἀρχιερατικοῖς αἰσίως κανόσι καὶ θεσμοῖς κουφιζόμενον καὶ πάσης ἰλυώδους κακίας ἀμέτοχον.

31. θείῳ γὰρ λόγῳ τρεφόμενος καὶ πᾶσαν αἴσθησιν τοῖς ἀθολώτοις ἄρδων καὶ ἱερῶς βλυστάνουσι{ν} νάμασιν ὀφθαλμὸν ἔχειν ἐδίδασκεν ὁρῶντα πᾶσαν εὐθύτητα καὶ πᾶσαν ἐκτρεπόμενον θεατρικὴν ἀγωνίαν καὶ θέατρα, συστολῇ τῆς ἐκ τῶν ἔξω πλανήσεως [λεγε· περιπλανήσεως?]. ὅθεν πολλοὺς τῶν ἱερωμένων περὶ τὰς τῶν ἵππων ἐπτοημένους ἁμίλλας ἐπέσχε καὶ ἡσυχάζειν <οἴκοι>, τούτων τελουμένων, καὶ προσέχειν ἑαυτοῖς καὶ ταῖς θείαις γραφαῖς ὑπετίθετο, ἀκοῇ δὲ μηδὲν ἀπηχὲς ἢ σεμνότητος ὑπάρχον ἀλλότριον εἰσδέχεσθαι πάντας συνέπειθεν ἄκουσμα, ταῖς δαυϊτικαῖς δὲ χορδαῖς θύραν ὑπανοίγειν καὶ ταύταις ἥδεσθαι μᾶλλον ὡς ψυχοκερδέσι σεμνολογήμασιν ἢ τοῖς μετὰ τυμπάνων καὶ αὐλῶν ἐνασχημονεῖν ἀπρεπέσι λυγίσμασιν. Ὄσφρησιν δὲ πᾶσαν ἀηδίαν θάνατον ἐπισπωμένην ἔχειν ἀπέτρεπε, τὴν δὲ σῴζουσαν ἀποστολικὴν εὐωδίαν ὡς εἰς ὀσμὴν μύρων Χριστοῦ κατεπείγουσαν καὶ λίαν ἐπισπᾶσθαι προέτρεπε καὶ βοᾶν τὸ τῆς νύμφης ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων πρὸς τὸν νυμφίον σεμνῶς ἐπᾳδόμενον, Ϡὅτι τετρωμένη ἀγάπης ἐγώϠ καὶ Ϡεἰς ὀσμὴν μύρων σου δραμοῦμαιϠ, διαπτύειν δὲ τὰ νεκρὰ καὶ ὀδωδότα τῆς μὴ ὑγιαινούσης διδασκαλίας ἀμβλώματα, ὡς ὀσμῆς κακοδοξίας [λεγε· κακοδόξου] παραίτια. τοῦτο γὰρ ἦν αὐτῷ πρὸ πάσης ἑτέρας ἐντολῆς γνώρισμα τὸ παράγγελμα, τὰς τῶν αἱρέσεων ἀνοδίας ἐκτρέπεσθαι, τοῖς δὲ τῆς ἐκκλησιαστικῆς αὔλακος ἄξοσιν ἀπλανῶς φερομένοις συμφέρεσθαι κατὰ τὴν θείαν τῆς παροιμίας παραίνεσιν. ἁφὴν δέ, τὴν τῆς γεύσεως οὖσαν ἐξ ἀνάγκης διάκονον, νόμου πνευματικοῦ κατῆγχε χαλινοῖς, ὡς ἐφάπτεσθαι λογικῆς τροφῆς καὶ σωτηρίων ἐδεσμάτων καὶ τῇ ψυχῇ χορηγεῖν ἀδιάπνευστον πανδαισίαν, ἐξ ἧς ἀνάδοσις πεπτικὴ τῶν ἀῢλως εἰσκραθέντων προσγίνεται καὶ πᾶν καχεξίας περίττωμα τὸν τόνον τῆς ἀρετῆς ὑπεκλῦον ἐκκρίνεται.

32. ἀλλὰ τίς οὕτω ταῦτα κατώρθωσεν ἢ τὰς ἐναντιότητας τούτων ἐκόλασεν ὡς ἡ καθαρὰ καὶ αἰδέσιμος Ταρασίου συνείδησις τίς τοῖς θείοις ἐνησχολήθη τούτου πυκνότερον οὐ γὰρ ὄκνῳ ὦτα δέδωκε πώποτε, ἡνίκα προσευχῆς ἐκάλει καιρός, ἀλλ᾿ ἐξ ἑτοίμου παρὼν αὐτόματος τῶν ἐνθέων ὕμνων τὰς ἀπαρχὰς θεῷ προσῆγε δαψιλῶς ὡς καρπώματα, μὴ ῥαθυμίᾳ χαυνούμενος, μηδ᾿, εἴ τις δημοσίων φορὰ φροντίδων ἐφίστατο, τῆς εὐχῆς ἀποσπώμενος, ἀλλ᾿ ἀδιάπτωτον τὴν εἰς Θεὸν ὁμιλίαν ἔχων καὶ μέτρον ἄριστον τῇ προσευχῇ διδοὺς τῆς τῶν ἔξω τύρβης ἀντελαμβάνετο. οὕτω τὰ θεῖα μυσταγωγηθεὶς καὶ ποιμήνας [λεγε· μυήσας] τὸ ποίμνιον καὶ τοῖς ἀρρήτοις θεοῦ δικαιώμασι τελεσθεὶς καὶ τελεσιουργὸς τῶν τελουμένων γενόμενος, ἀνὴρ εἷς τῶν μετὰ τὴν χάριν καὶ τῶν ἐν χάριτι καὶ πρὸ τῆς χάριτος διαλαμψάντων τῇ ἐκκλησίᾳ γνωρίζεται.

καὶ ἵνα <γε> καθ᾿ ὁδὸν ἡμῖν ὁ λόγος ἴοι καὶ ὁ τῆς παραθέσεως κανὼν ἀκλινῶς ἔχων φυλάττηται, ἀνὰ πόδας λαβέτω τὴν τάξιν ἡ σύγκρισις. καὶ γὰρ τοὺς ἐν ὁσιότητι καὶ πράξει καὶ θεωρίᾳ καλῶς ἀνηγμένους καὶ ἀσάρκους, μικροῦ δεῖν καὶ ἀναίμονας, οὐκ
[p. 414] εἴασεν αὐτοῦ τι πλέον ἔχειν ἢ τὸ κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῳκηκέναι καὶ δι᾿ ἐρημίας ἀσκῆσαι καὶ μόνον ἑαυτῶν ἢ καὶ μικρῷ πλειόνων σωτηρίας [λεγε· σωτῆρας] γινώσκεσθαι, τοῖς δὲ λοιποῖς τῆς ἀρετῆς προτερήμασι τοῖς μὲν ἡμιλλήθη, τῶν δὲ ποσῶς ἀπελείφθη, τῶν δὲ καὶ κατὰ ποσὸν ὑπερήλασε. τὴν δὲ τῶν μαρτύρων μυριόλεκτον καὶ ἀμίμητον εἰς ἀνδρ<ε>ίαν καὶ γενναιότητα φάλαγγα καὶ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀντικαταστᾶσαν καὶ σωμάτων καὶ ψυχῶν διὰ Θεὸν ἀφειδήσασαν, οὐ βήματι τυραννικῷ καὶ σταδίῳ καὶ σκάμματι παραστὰς ἢ {καὶ} καταδὺς ἐμιμήσατο καὶ τὸ τῆς ἀληθείας ἀνέστησεν τρόπαιον. τοὺς δὲ ταῦτα καὶ μείζω τούτων ἀνατλάντας ποθῶν καὶ ὑπερεπαινῶν καὶ ὡς δή τισι στέφων διὰ λόγων νικητικοῖς διαδήμασι καὶ τὰς τούτων σωστικὰς πρὸς θεὸν ἐντεύξεις δυσωπούμενος καὶ καλῶν εἰς βοήθειαν κατ᾿ ὀφθαλμοὺς πάντων ἑτοίμην γραφὴν καὶ βιβλίον αὐτόματον, ἐν τοῖς ἱεροῖς ναοῖς τοὺς ἀγῶνας τούτων ἐγγράψας σεπτῶς ἀνεστήλωσεν, ὡς ἂν τοῖς ὁρῶσι κατανύξεως ἀνοίξῃ προπύλαια καὶ τοὺς ἐναθλοῦντας εἰσοικίσοι [λεγε· εἰσοικίσῃ] <καὶ> ζήλῳ τῷ πρὸς αὐτοὺς πυρουμένους τῆς ὁμοίας, εἰ καιρὸς καλοίη, ἐπιλαβέσθαι μακαρίας ἀθλήσεως. τοιαῦτα γὰρ προξενεῖν οἶδεν ὀφθαλμὸς ἐπιτυχὼν ἀγαθῆς ὑποθέσεως καὶ τῆς ἀκοῆς ἐπίπροσθε γίνεσθαι, Ϡἐπειδήπερ <αὕτη> μεθ᾿ ὅρασιν δευτερείοις τετίμηται καὶ <τὸ διδασκόμενον> τοῦ χωρὶς ὑφηγήσεως ἐναργεῖς τύπους τῶν ὑποκειμένων λαμβάνοντος ἀεὶ δεύτερον,Ϡ καθά τις ἔφη σοφός.

33. τίς γὰρ τυπούμενον βλέπων ἐν χρώμασι τὸν ὑπὲρ ἀληθείας ἀγωνιζόμενον καὶ πυρὸς καταφρονοῦντα καὶ νέφει μαστίγων κυκλούμενον καὶ τούτοις ἐπαφιέντα τὸ πνεῦμα τῷ κτίσαντι θαρσαλέως, οὐ δάκρυσι περιαντλεῖται θερμοῖς καὶ στεναγμῷ κατανύσσεται τίς τὸν ἀπεκδυσάμενον πρὸς δεινὰς αἰκίας καὶ βασάνων ἰδέας καὶ τέλος τυμπανισθέντα θεώμενος, οὐ συντριμμῷ καρδίας τὰ στήθη συντύπτων ἀπέρχεται τίς τὸν ὑπὲρ Χριστοῦ δημίοις ἑαυτὸν εἰσδίδοντα [λεγε· ἐκδίδοντα] καὶ ποδοκάκαις καὶ χάμοις καὶ ἀρθρεμβόλοις σφιγγόμενον καὶ εἶτα γενναίως ἐναποψύξαντα ταῖς ἀνηκέστοις ὁρῶν κολάσεσιν, οὐκ ἐξεπλάγη τῆς καρτερίας καὶ τῆς ἀηττήτου ἀνδρ<ε>ίας καὶ πίστεως τίς ἕτερον σκοπῶν ὑπὲρ τοῦ μὴ προέσθαι τι ῥῆμα τῆς εὐσεβείας ἀνάξιον ὄνυξι σιδηρέοις πλευρὰ καὶ νῶτον [λεγε· νῶτα] ξεόμενον, οὐ μαλάγματι συμπαθείας λιπαίνεται τίς οὐ θάμβους πληροῦται καὶ δέει συγκάμπτεται, ὁπότ᾿ ἂν τὸν ὑπὲρ πίστεως βλέπῃ πάσχοντα, πᾶν ἑαυτοῦ μέλος ἐπιμετροῦντα, τεμνόμενον καὶ εἰς θυσίαν θεῷ καὶ κάρπωσιν ἀποκρίνοντα, τὰ μέχρι μυῶν καὶ μηρῶν καὶ κνημίδων καὶ ἀστραγάλων καὶ ταρσῶν ἀνηλεῶς διαιρούμενα, οὐκ ἐν θαύματι τίθεται τῆς ὑπομονῆς τὸ πολύαθλον τίς τὸν λέουσι θοίνην βλέπων προσκείμενον [λεγε· προκείμενον] καὶ τοῖς ἐκείνων ὀδοῦσιν ἀληλεσμένον καὶ οἷα καθαρὸν ἄρτον τῇ οὐρανίῳ τραπέζῃ φυρώμενον, οὐ μετέσχε νοητῶς τῆς μαρτυρικῆς πνευματικῶς ἑστιάσεως τίς τὸν ἁλύσει διὰ θεὸν πικρᾷ συγκλωθόμενον καὶ ὑψοῦ διαιρόμενον καὶ μώλωπας ἱμάσιν ὑπεξαναδύντας δεχόμενον καὶ τέλος τὸν διὰ ξίφους ὑπομένοντα
[p. 415] θάνατον, οὐ καρδιακοῖς συντριμμοῖς συστείλας ἐκ παντὸς ἑαυτὸν ῥεμβασμοῦ πρὸς εὐχάριστον θεοῦ δοξολογίαν συνάγεται τίς τὸν ὀρθοτενεῖ συνδεόμενον ξύλῳ καὶ νιφάσι μαστίγων τὰ σπλάγχνα κενούμενον καὶ δι᾿ ὕλης βλέπων τὸ πάθος χρωννύμενον καὶ τῶν ἐγκάτων χωρὶς σκηνοβατοῦντα τὴν ἐπικήδειον ὄρχησιν, οὐ θείῳ βέλει τὴν καρδίαν τιτρώσκεται καὶ σκήνωμα καὶ ναὸς εὐλαβείας οἰκοδομεῖται καὶ δείκνυται τίς τὸν κεφαλὴν διὰ Χριστὸν ἀποφάσει τυραννικῇ στερισκόμενον καὶ ποντίοις ῥοθίοις τοῦ [λεγε· τῷ] λοιποῦ [λεγε· λοιπῷ] τοῦ σώματος ἐφολκίου [λεγε· ἐφολκίῳ] δίχα φερόμενον καὶ νεύσει θείᾳ τῆς συνεκτικῆς θεοῦ ῥοπῆς αὖθις ἑνούμενα καὶ τὴν διὰ θαλάττης ὁδὸν καὶ τρίβον, ὡς ἐπὶ ξηρᾶς, ὁρῶν εὐοδούμενα, κἂν εἰ κυμαίνουσαν ἔχῃ καρδίαν σκληρότητι, οὐ παραχρῆμα πρὸς γαλήνης πνευματικῆς ὅρμον εἰσήλασε τίς τὸν καλάμοις τοὺς ὄνυχας [λεγε· τοῖς ὄνυξι ὀξέσι] πειρόμενον καὶ πίττης λέβητι κυμαινομένῳ [λεγε· κυμαινόμενον] κατὰ κεφαλῆς κυβιστῶντα καὶ αὖθις ἀναδυόμενον καὶ μαχαίρᾳ βλέπων δυσμενῶν [λεγε· δυσμενῶς] τελειούμενον, οὐκ ᾖρε πρὸς θεὸν τὼ χεῖρε καὶ μὴ πειραθῆναι τοιαύτης ἐκεῖθεν κολάσεως ηὔξατο τίς τοὺς χειμερίῳ παγέτῳ καὶ κρυμοῖς ἀερίοις πηγνυμένους καὶ γυμνοὺς ἐναθλοῦντας ἀτενῶς προσανέχων καὶ θραῦσιν σκελῶν ὑπομένοντας καὶ φλογὶ πυρὸς [λεγε· πυρὶ φλογὸς] ἐκδότους γενομένους καὶ τὰ τὴν ἀνθρακιὰν στερρότητι φύσεως διαφυγόντα λείψανα ποταμ{ε}ίῳ ῥείθρῳ πεμπόμενα, οὐκ ἔχειν ἐπόθησε προστάτας καὶ τὴν τούτων δι᾿ ἱκετείας ἐπισπᾶται θερμὴν καὶ ὀξεῖαν ἀντίληψιν

34. καὶ ταῦτα οὐκ ἐπ᾿ ἀρρένων ἴδοις μόνον τελούμενα, ἐπὶ δὲ θηλειῶν καὶ μᾶλλον τρανῶς ἐπόψει τὰ σκάμματα ἐναθλουσῶν τοῖς ἴσοις παλαίσμασι καὶ στρεβλώσεων καὶ τροχαντήρων καὶ λοιπῶν κολαστηρίων ὀργάνων μὴ τιθεμένων λόγον ποιότητος [λεγε· λόγων ποιότητα]. τίς γὰρ ταῦτα βλέπων ἐν ἁπαλοτάτῃ φύσει τελούμενα καὶ καθάπερ γράμμασι προσέχων ἀναγινώσκει τὰ χρώματα, οὐκ ἀπέρριψε τὸ τῆς δειλίας θηλυδρ{ι}ῶδες κατάστημα καὶ θάρσος, οὐ θράσος ἐπενδυθεὶς ἠλάλαξεν αἶνον πρὸς θεὸν ἐπινίκιον καὶ τῆς ἀηττήτου ταύτης ἀνδρ<ε>ίας σαφῶς ἐμακάρισε τίς ἀώρων ἡλικίαν παίδων τοῖς δεινοῖς τῶν ἀλγεινῶν ἐννηχομένην ὡς ὕδασι καὶ οἷα γάλα τετυρωμένον ἐκ τῶν τῆς πίστεως ἐκμυζῶσαν μαζῶν καὶ πᾶσαν διὰ Χριστὸν αἰκίας καὶ κολάσεως ἀθρῶν ὑποφέρουσαν βάσανον, οὐκ ἔργον τοῦτο θείας ῥοπῆς ὑπετόπασε, τῆς καὶ γυναικείαν ἀσθένειαν στερροτέραν δειξάσης, ἀρρενικῆς γενναιότητος καὶ ἀποφηνάσης τὴν ἄνικον [λεγε· ἄνηβον] καὶ νηπίαν ἀτέλειαν πρὸς γηραλέαν μετατιθεμένην τῷ φρονήματι παλαιότητα τίς Θέκλαν καὶ Στέφανον, τοὺς πρώτους μετὰ Χριστὸν τὴν ἀθλητικὴν τοῖς μάρτυσι πύλην ἀνοίξαντας, τὸν μὲν λιθολευστούμενον ὁρῶν καὶ τῶν φονευτῶν δι᾿ ἐντεύξεως πρὸς θεὸν εὐκτικῆς προϊστάμενον, τὴν δὲ καὶ θηρῶν καταφρονοῦσαν ὠμότητος διὰ τὴν εἰς Χριστὸν τὸν ποθούμενον ἀπαράγραπτον γνησιότητα, οὐκ εὐθὺς ἐδιδάχθη μὴ κατεύχεσθαι τῶν
[p. 416] ἐχθρῶν, ἀλλ᾿ ὡς εὐεργέτας ἀμείβεσθαι καὶ κατὰ πάσης θηριώδους ἀγωνίζεσθαι καὶ παραπλῆγος αἱρέσεως

35. ἀλλ᾿ ἐπὶ τὸν θεόν μου καὶ κύριον μέτειμι, τὸν πρῶτον χρηματίσαντα μάρτυρα καὶ βραβευτὴν τοῖς ἔπειτα τῆς νίκης γενόμενον, ὃν ἐν ἰκρίῳ σάρκα [λεγε· σαρκὶ] καθηλούμενον βλέπων καὶ ὄξος σπόγγῳ καὶ χολὴν ποτιζόμενον καὶ τὴν πλευρὰν λόγχῃ νυσσόμενον καὶ τὰ ζωοποιά <μοι> βλυστάνοντα νάματα, φρίττω καὶ ὅλος ἐξίσταμαι καὶ τὴν ἀνεξιχνίαστον γεραίρων [λεγε· γεραίρω] καὶ φρικτὴν αὐτοῦ συγκατάβασιν καὶ τῆς ἀνεξικάκου μακροθυμίας τὸ πέλαγος ὑπεράγαμαι. καὶ γὰρ διὰ μέγεθος εὐσπλαγχνίας καὶ ἄφατον ἐλέους χρηστότητα σάρκα τὴν ἡμῖν εἰληφὼς ὁμοούσιον, μηδαμῶς τὸ εἶναι Θεὸς ἀρνησάμενος, λόγῳ μὲν ἀληθείας ὑπὸ τῶν τοῦ λόγου ὑπηρετῶν μέλανι χρωσθέντι, ὡς ἐνῆν, καταγγέλλεται, ἔργῳ δὲ διὰ χρωμάτων ὑπ᾿ αὐτῶν τε καὶ τῶν ὁπαδῶν τούτων περιγράφεταί τε καὶ γράφεται, οὐ τῇ παχείᾳ συγκαταμιγνύντων ὕλῃ τὸ κατ᾿ οὐσίαν ἁπλοῦν καὶ ἀνείδεον, οὐδὲ γὰρ περιτέμνεται καὶ πάθος ὑφίσταται, τὸ δὲ πεφυκὸς ὁρᾶσθαι καὶ ψηλαφᾶσθαι, γράφειν καὶ περιγράφειν παραδόντων ὡς ἄριστα. ὅθεν ὅλῃ ψυχῇ καὶ καρδίᾳ καὶ διανοίᾳ τὰ παρ᾿ αὐτῶν θεσπισθέντα περιέποντές τε καὶ στέργοντες καὶ τὰ κατὰ θεὸν τοῦ νοῦ διαβήματα πρὸς αὐτοῦ τρανότατα πλατυνόμενοι, σπεύδομεν πρὸς ἀποδοχὴν καὶ τήν, ὡς θέμις, προσκύνησιν τῆς εἰκόνος θεοῦ καὶ τῶν παθημάτων αὐτοῦ καὶ τῶν ἀπ᾿ αἰῶνος ἁγίων ἀξίους ἑαυτοὺς παραστήσεσθαι. πῶς ἄρα τούτοις οὐκ ἀγαθύνεταί τις, κἂν εἰ καρδίαν κέκτηται λιθογνώμονα τίς οὐκ αἰδεῖται γραφὴν τὴν ἐκ χρωμάτων εὐσεβείας φέρουσαν ὑποδείγματα, δι᾿ ὧν ἔνεστι τὰ παλαιὰ τῆς κοσμογενείας καὶ τοῦ νόμου καὶ τὰ τῶν προφητῶν παιδεύεσθαι πολιτεύματα καὶ γηραλέαν ἀποτελεῖν καὶ ἀρχαϊκὴν τὴν διάνοιαν, δι᾿ ἧς τὰ τῆς χάριτος ἐκμελετᾶν προσγίνεται θεῖα καὶ μεγάλα τεράστια, πρὸς δόξαν τοὺς θεωμένους ἀνάγοντα θεοῦ <τοῦ> πάντα ἐν σοφίᾳ ποιήσαντος καὶ τοὺς αὐτοῦ θεράποντας διὰ τῆς εἰς αὐτὸν εὐνοίας τιμαῖς μεγίσταις ἐξάραντος καὶ διὰ τοῦτο στηλογραφεῖσθαι καὶ διαιωνίζειν τὴν μνήμην αὐτῶν ταῖς ἡμετέραις καρδίαις σαφῶς εὐδοκήσαντος τίς ἐκ τούτων βλάβην τῇ ψυχῇ ποτε συνεισήνεγκε τίς δ᾿ οὐ μᾶλλον ὠφέλειαν ἐκ τῆς τούτων θέας ἐτρύγησε τίς μνήμην πρόξενον σωτηρίας ἐκ τῆς εἰς ταῦτα συχνῆς προσοχῆς οὐ διηνεκῆ κατεκτήσατο

36. εἰπέ μοι γὰρ ὁ τῆς ἀτίμου μερίδος τὴν τάξιν ἐπέχων, αἱρετικέ,
---οὐ γὰρ τιμᾶν τὸ τιμῆς ἄξιον ἔμαθες ὁ τὴν φίλην σοι κἀν τοῖς εἰδώλοις κἀν ταῖς σεπταῖς εἰκόσιν ἀτιμίαν προσάπτων--- πότε διαφορὰν εἴσῃ βεβήλου καὶ ἁγίου καὶ νε<ί>μοις τοῖς ἀπ᾿ ἐκείνων παραγομένοις τὸ πρόσφορον νόμου γὰρ καὶ παιδεύσεως ἴδιον βεβήλων ἅγια καὶ καθαρῶν ἀκάθαρτα διαστέλλειν, ὡς ἔμπαλιν ἀνομίας καὶ ἀπαιδευσίας εἰς ταὐτὸν ἄγειν, τὰ μαχόμενα βιάζεσθαι, φυρῶντα [λεγε· φυρούσας] τὰ πάντα καὶ συγχέοντα [λεγε· συγχεούσας]. εἰ γὰρ τὸν Δία τῷ σωτῆρι παραβάλλων κατὰ τὸ σεπτῶς τυποῦσθαι καὶ χωρὶς τοῦτο παντὸς
[p. 417] προσδιορισμοῦ βεβαιοῖς, ὅρα σοι καὶ ἣν ὕβριν τῷ ψευδωνύμῳ νέμοις Ζηνὶ καὶ τῷ τοῦ Χριστοῦ ἁγίῳ προστρίψεις μορφώματι. ἤκουσα γάρ σου τοιαῦτά τινα προσαποδουποῦντος κενὰ λαρυγγίσματα, ἔνθεν καὶ τοῖς τῷ Χριστοῦ κεκλημένοις ὀνόματι καὶ τῇ τριαδικῇ δόξῃ τὴν προσκύνησιν καὶ τὸ σέβας καὶ τὴν μόνην λατρείαν ἀοράτως προσᾴδουσι καὶ προσνέμουσιν εἰδωλολατρείας ἔγκλημα προσεπάγοντος καὶ μιγνύντος κακοτρόπως τὰ μὴ δυνάμενα δέξασθαι συγκατάθεσιν. οὐ δίδως διαφορὰν εἰκόνος Χριστοῦ καὶ ξοάνου Διός οὐ τιμᾷς Χριστὸν κατὰ τὴν τοῦ πρωτοτύπου σεβασμιότητα καὶ τοῦτον βδελύττῃ διὰ τὴν ἀσελγεστάτην αὐτοῦ μυσαρότητα οὐκ ἐκθειάζεις Χριστὸν κατὰ τὴν ἀσύγκριτον ἁγιότητα καὶ τὴν δι᾿ ὕλης ἀρχαιότιμον τῆς αὐτοῦ θεανδρικῆς εἰκόνος ἀποδέχῃ ἐμφέρειαν, τὸν δὲ μυθικὸν ἐκεῖνον πατραλοίαν καὶ τὸ τούτου θεόπτωτον ἄγαλμα τῷ βυθῷ παραπέμπεις, ἐν ᾧ τὰ τοῦ πατρὸς αὐτὸς αἰδοῖα θερίσας ἠκόντισε μὴ σύ γε Χριστοῦ τοῦ σωτῆρος τύχοις ἵλεω τοῦ τερπομένου τοῖς τῶν ἁγίων ὑλικοῖς ἐκτυπώμασιν, ἀποστυγοῦντος δὲ τὸ τοῦ Σατᾶν καὶ τῶν αὐτοῦ κακούργων ὑπασπιστῶν τὰ βδελύγματα, οἳ Χριστὸν στηλογραφούμενον καὶ τοὺς αὐτοῦ θεράποντας βλέποντες ἀνατρέπονταί τε καὶ στένουσι καὶ μακρὸν ἀποδύρονται καὶ κατὰ τῶν ταῦτα φιλούντων ποιεῖν [λεγε· φιλεῖν ποιούντων?] βρύχουσιν ὀδόντας καὶ κονιορτὸν συμφορῶν ἐπεγείρουσι. τοιούτοις Ταράσιος τοὺς μάρτυρας λόγοις ἐγκωμίων ἐπάρας καὶ πίναξι τοὺς ἀθλητικοὺς αὐτῶν ὑπὲρ Χριστοῦ κινδύνους σεπτῶς ἐγχαράξας, τὴν κατ᾿ ἴχνος αὐτῶν, καὶ εἰ μωλώπων ἄτερ, διέμεινεν, οὐ κατόπιν ἐβάδισεν

37. ἴδωμεν δὲ καὶ εἰ πρὸς τοὺς ἐν χάριτι τὴν ἅμιλλαν ἐπεδείξατο. τῶν γὰρ μαθητῶν τοῦ λόγου τὴν εἰς τὸν διδάσκαλον τοῦ νοὸς ἀτρεψίαν δι᾿ ἐνθέου ὁμολογίας ἐνδεικνυμένων, καὶ αὐτὸς ταύτην ἀπαρασύλητον διεσώσατο ἐκ μητρικῆς νηδύος καὶ σπαργάνων αὐτῶν [λεγε· αὐτόν] θεὸν ἀληθῆ τὸν ἐκ Μαρίας ἐπ᾿ ἐσχάτων καὶ ἐκ πατρὸς πρὸ αἰώνων γεννηθέντα κηρύττων ἴσον ὑπάρχοντα τῷ πατρὶ καὶ τῷ πνεύματι κατὰ τὴν τῆς θεότητος ὁμόδοξον δύναμιν. οὕτω Φιλίππῳ καὶ Θωμᾷ συνεδογμάτισε, κύριον καὶ Θεὸν τὸν Χριστὸν ἀνειπών, μὴ ψηλαφήσας τὰς τορηθείσας [λεγε· τυρευθεῖσας] τοῖς ἥλοις χεῖρας μηδὲ ζητήσας διὰ λόγχης νύγμα πλευρᾶς, ὅθεν καὶ τὸ μακάριον διὰ τῆς πιστικῆς καὶ θερμῆς ὁμολογίας {τέλος} τρανῶς ἀπηνέγκατο. οὕτω τῷ Ζεβεδαίου βροντῆς υἱῷ κληθέντι ἐπηκολούθησε, δι᾿ οὗ μεμύηται τρανῶς ἐν ἀρχῇ τὸν λόγον εἶναι καὶ πρὸς θεὸν εἶναι καὶ θεὸν εἶναι καὶ μαθητεύσας ἑτέρους ἔδειξεν ἀποστολικοὺς τῷ φρονήματι. τὸ γὰρ τῶν εὐαγγελιστῶν θεόπνευστον ὄργανον, ὡς κοσμικῆς σωτηρίας ἀπήχημα, ταῖς ἁπανταχοῦ γῆς ἐκκλησίαις ἀναστηλοῦσθαι χρώμασιν ὑλικοῖς, κατὰ τὴν ὠγύγιον καὶ πατρικὴν παράδοσιν, κατηγγύησεν, ὡς ἂν καὶ διὰ τῆς εὐαγγελικῆς νυσσόμενος ὁ νοῦς ἱεροτυπίας καὶ ἁγιότητος ἐπὶ τὸν ταῦτα τούτοις ἐμπνεύσαντα θεὸν πολυτρόπως τὴν τιμὴν διαβιβάζοι καὶ μνήμης σεβασμίων ἀκουσμάτων δοχεῖον δεικνύηται. Ἀνδρέᾳ δὲ τῷ τῶν μαθητῶν πρωτοκλήτῳ κατὰ τοσοῦτον ἐπέλασε καὶ ᾠκειώθη προαιρετικῇ γνησιότητι, ὡς τῆς αὐτοῦ ποιμαντικῆς τὰς ἡνίας καθέδρας μετὰ γενεὰς ἀριθμὸν κρείττονος [λεγε· γενεᾶς ἀριθμοῦ κρείττονος] ἐκδέξασθαι καὶ πρὸς νύσσαν οὐρανίου
[p. 418] δρόμου δι᾿ ἀρετῆς τὸ ποίμνιον ὁδηγῆσαι καὶ νίκης αὐτῷ κατὰ τῶν ἀντιπάλων αἴτιος ἔσεσθαι. Παύλῳ δὲ κατὰ τὸ διδασκαλικὸν συνευωδώθη προτέρημα· τῇ γὰρ τοῦ λόγου πλοκῇ κόσμον ὅλον ὡς ἐκκλησιαστικὸν ὅρον ἐγκλείσας, λαὸν εἰς περιποίησιν Θεῷ καὶ βασίλειον ἱεράτευμα σοφῶς ἀποδείκνυσι. Πέτρον δὲ τῷ κορυφαῖος χρηματίσαι πατρῶν [λεγε· πατέρων] πολλῶν καὶ τῷ πιστευθῆναι δεσμεῖν καὶ λύειν, ὅσα δεσμοῦ καὶ λύσεως ἄξια, κατακόρως ἐχαρακτήρισε. τῷ Προδρόμῳ, κατὰ μὲν τὸν ὑπ᾿ αὐτοῦ προφητευθέντα καὶ Ϡμείζων Ἰωάννου τῶν ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερταιϠ φήσαντα, μὴ τολμητέον ἐν πολλοῖς παραβάλλειν, κατὰ μόνην δὲ τὴν ἐλεγκτικὴν ἀποτομίαν καὶ παρρησίαν καὶ τὸν ἀνυπόστολον ζῆλον μὴ πόρρωθεν ἑστάναι βεβαιωτέον τοῦ Προδρόμου Ταράσιον.

38. ἵνα δὲ καὶ τοῖς πρὸ τῆς χάριτος εὐδοκιμήσασι τοῦτον ἴδοις εἰκότως ἑπόμενον, ἐντεῦθεν εἴσῃ. τῷ τῶν προφητῶν θεοκινήτῳ στόλῳ, τῷ θείῳ πνεύματι ἐμπνευσθεὶς συνέπλευσεν [λεγε· συνέπνευσεν]· ὅσον [λεγε· ὅσῳ] μὲν ἐκεῖνοι τῷ ἐξ Αἰγύπτου λαῷ Μω{ϋ}σέως ἐξηγουμένου καὶ διὰ θαλάσσης Ἐρυθρᾶς ἄρτι τῆς σκληρᾶς ἐκείνης ἀπαλλαγέντι δουλείας καὶ πονηρᾶς εἰδωλομανίας, ποιουμένῳ τὴν ξένην ἐκείνη διάβασιν οἷα σωτήριοι λιμένες μετ᾿ ἐκεῖνον τὸν θεόπτην θεόθεν ἐπέστησαν, τὰς ἀγκύρας τῆς προφητείας χαλάσαντες καὶ προτόνοισιν εὐσεβείας ἀρραγέσι δεσμήσαντες καὶ πρὸς θεογνωσίας γῆν ἀπλανῶς ὁδηγήσαντες, οὗτος δὲ τὴν ἐκκλησίαν, ὡς ἐν πελάγει σκάφος, σαλεύουσαν καὶ τὴν τῶν ἀγωγίμων ἀποβολὴν κινδυνεύουσαν, ἀπορίᾳ θαλασσομάχου τινὸς ἐπιστήμονος, τῷ οἴακι τῆς ὑγιοῦς πίστεως χειρωσάμενος, ἐλλιμενίζει, καὶ τοὺς ἐν αὐτῇ διασώσας καὶ ἣν εἶχον ἐν γλώσσῃ κατὰ τῶν ἱερῶν εἰκόνων εἰδωλικὴν καὶ ματαίαν ὑπόνοιαν ἐξελών, συνοδικοῖς καὶ πατρικοῖς καὶ ὀρθοτόμοις περιεχαράκωσε δόγμασι. Δαυὶδ δὲ τῷ ἱεροψάλτῃ ἐν ἀκακίᾳ συνέδραμε καὶ σὺν αὐτῷ τὴν εὐπρέπειαν ἀγαπήσας οἴκου κυρίου, οὐκ ἔδωκεν ὕπνον ὀφθαλμοῖς καὶ βλεφάροις νυσταγμὸν καὶ ἀνάπαυσιν κροτάφοις, ἕως ἑαυτὸν τόπον κυρίῳ καὶ σκήνωμα τῷ θεῷ Ἰακώβ, ὡς ἐκεῖνος, παρέστησε. τῷ ζήλῳ μετὰ Φινεὲς κινηθείς, τὴν αἵρεσιν καὶ τοὺς ταύτης ἐραστάς, οἷα πορνείας τῆς ὄντως εἰσηγητὰς καὶ δογμάτων νόθων γεννήτορας, ἐξεκέντησε. τῆς Ἀαρὼν ἱερατείας ὑπερανέστηκεν· οὐ κώδωνες γὰρ καὶ ῥοῒσκοι καὶ λίθοι τοῦ στήθους καὶ τῆς ἐπωμίδος, οὐδὲ μίτρα καὶ κίδαρις καὶ ποδήρης καὶ πέταλον χρυσοῦν τοῦτον κατ᾿ ἐκεῖνον ἱερατικῶς περιέστεφον, οὐδὲ θυσία δι᾿ αἵματος ταύρων καὶ τράγων αὐτοῦ [λεγε· αὑτοῦ ?] τε καὶ τὰ τοῦ λαοῦ καθήγνιζεν ἀγνοήματα, ἀλλὰ καταστολῇ μετρίᾳ [λεγε· καταστολὴ μετρία] σὺν πνεύματι πτωχείας λαμπρὸν ἐδείκνυ {ἑαυτὸν} καὶ τῆς νομικῆς ὁλοκαρπώσεως τὰ παρ᾿ αὐτοῦ τελούμενα ἱερώτερα. τὸν γὰρ ἀμνὸν τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου θύων Χριστόν, ἱεραῖς ἐπικλήσεσι καὶ ταῖς τῶν πιστῶν μερίζων χερσὶ καὶ πάντας ἐκείνῳ τῷ τιμίῳ φοινισσομένους αἵματι δεικνύς, ψυχικῶν ὀφλημάτων ἐδίδου λυτήριον. Μωσέα <δὲ> κατὰ τὸ πρᾶος εἶναι καὶ μηδενὶ μνησικακίας ἴχνος καταλιπεῖν ἐξεικόνισε, κἂν οἱ μανιώδεις καὶ μνησίκακοι τὴν τοῦ πατρὸς πρὸς διόρθωσιν
[p. 419] τῶν ἀφρόνων ἀφορῶσάν που ὅρασιν μήνιδα κακῶς ὑπετόπασαν. τῶν τοῦ Ἰὼβ πειρασμῶν, κἂν οὐκ εφ᾿ ὁμοίοις πράγμασιν, ἀπεγεύσατο. τῷ Ἰακὼβ ὡς Ἰσραηλίτης τῆς χάριτος καὶ νοῦς ὁρῶν θεὸν χρηματίσας, συγκαθαρθεὶς ἁγιάζεται ψυχὴν καὶ διάνοιαν. τῷ Ἰσαὰκ πίστει συνετύθη καὶ εἰ μὴ παρὰ πατρός, ἀλλ᾿ αὐτὸς τὴν ἑαυτοῦ καρδίαν ὁλοκαυτώσας καὶ ἱερεῖον καὶ θύτης γενόμενος εἰς ὀσμὴν εὐωδίας ἀνήνεγκε θεῷ καλλιέρημα. τῷ Ἀβραάμ, κατὰ τὸ πατὴρ γενέσθαι πνευματικὸς φυλῶν τε πολλῶν καὶ λαῶν καὶ πιστεῦσαι καὶ λατρεῦσαι καθαρῶς τῷ ποιήσαντι, τῶν θείων ἐπαγγελιῶν συναπέλαυσε.

39. καὶ τί δὴ τὸ [λεγε· πρὸς] ἀτλαντικὸν ἀρετῶν ὁ λόγος διέξεισι πέλαγος ἐπιθώμεθα τοίνυν τοῖς πράγμασι καὶ συμπέρασμα καὶ πέρας τὸ προοίμιον ποιησώμεθα καὶ μὴ ψευσώμεθα τὴν ἐπαγγελίαν, πέρα τοῦ δέοντος τὸν λόγον μηκύνοντες. μετὰ γὰρ πολλοὺς ἀγῶνας καὶ βυθὸν ἄπειρον διδασκαλίας καὶ βίου σεμνοῦ καθαρότητα καὶ πίστεως ἀληθοῦς ὁμολογίαν καὶ λογικοῦ ποιμνίου πρὸς τὰ κρείττω καὶ θεῖα ταῖς αὐτοῦ ὑποθήκαις διοίκησιν, πτωχοτροφίας πλουσιωτάτην δεξίωσιν καὶ τῆς εἰς τὰ ἅγια διηνεκοῦς προσεδρείας καὶ χρονίας εἰς τὴν ποιμαντικὴν ἀγιστ{ε}ίαν τριβῆς, ---δύο γὰρ καὶ εἴκοσιν ἔτεσι τὴν ἀρχιερατικὴν καθέδραν ἐλάμπρυνε--- νόσος ἐνσκήψασα καὶ δεινῶς ἐπαλγύνουσα τῆς διηνεκοῦς τοῦτον οὐκ ἔπειθεν ἐκλαθέσθαι καὶ θεοτελοῦς καταστάσεως. κάμνων γὰρ καὶ γήρᾳ καὶ νόσῳ τῆς μυσταγωγικῆς τελεταρχίας οὐδαμῶς ἐκορέννυτο, ἀλλ᾿ ἔρωτι πρὸς θεὸν τεταμένῳ φλεγόμενος καὶ τῆς νόσου μὴ λόγον ποιούμενος, ξυλίνῳ τετράποδι τὰ στήθη προσερείδων, ἐπίπροσθε τῆς θείας τεθειμένῳ κρηπῖδος, ἐτέλει τὰ ἅγια. ὢ τῆς πίστεως καὶ τῆς ἐπιμελείας τῆς εἰς τὰ θεῖα σοφῆς, ὢ τῆς ἀλήκτου πρὸς Θεὸν ἀγαπήσεως↙ οὐ γὰρ σωματικῆς προνοίας ἐφρόντιζεν, ὡς εἰς κόρον τῶν θείων ἐλθὼν δοῦναί τινα τοῖς ἱεροῖς μυστηρίοις ἐγκοπήν τε καὶ ὄκλασιν, ἀλλὰ τοῖς κόποις ῥωννύμενος καὶ σὺν Παύλῳ βοῶν, Ϡὅταν ἀσθενῶ, τότε δυνατός εἰμι,Ϡ θερμῶς τῆς εἰς τὰ ἅγια λατρείας ἀντείχετο.

40. ἐπισχύσασα τοίνυν ἡ νόσος καὶ τῆς τῶν θείων ἐνεργείας αὐτὸν ἤδη λοιπὸν ἀποπαύσασα, κλίνην ἀρρωστίας, ὡς μὴ ὤφελεν, ἐν ὀφθαλμοῖς τῶν μήπω τοῦτον ἐπὶ κλίνης τεθεαμένων εὐτρέπισε. τότε δὴ τότε θαῦμα τελεῖται ξένον καὶ φρίκης μεστόν, ὃ καὶ τοὺς παρόντας ἡμᾶς θάμβους καὶ δείματος ἔπλησεν, ὁρῶντας ὡς ἐν ἐκστάσει γενόμενον καὶ πρὸς ἀοράτους ἀντιπάλους τὴν πάλην ἐπιδεικνύμενον. Ϡοὐ γὰρ πρὸς αἷμα καὶ σάρκα τὸ στάδιον ἦν αὐτῷ, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ τῆς πονηρίαςϠ ἀντηγωνίζετο. ὡς γὰρ μετά τινων λόγον ποιούμενος καὶ πρὸς αὐτῶν ἐρευνώμενος καί τινων πεπραγμένων εὐθύνας αὐτὸς εἰσπραττόμενος, οὕτω διετίθει τὰ τῆς δίκης ἀγώγιμα. ὅπερ πολλοῖς ἐδόκει ὀφλημάτων ἐνοχὰς διδόναι καὶ λόγον ὑπέχειν εἰσπράξεως, τόδε [λεγε· τὸ δὲ] ἦν τῆς ἄνω ῥοπῆς ἔνδικον γνώρισμα τοῦ πᾶσαν κηλῖδα βιωτικὴν ἀπονίψασθαι καὶ μηδὲν φέρειν ἐκεῖθεν ἐλάττωμα, φωτὸς δὲ μέτοχον χρηματίσαι καὶ ταῖς οὐρανίαις συμπεριπολεῖν ἀΰλοις δυνάμεσιν. ἕως μὲν γὰρ τὴν γλῶσσαν εἶχε διαρθροῦσαν, τοῖς ἀκούουσι τὰ νοήματα διὰ λόγων ἀνθίστατο καὶ πρὸς τὰ
[p. 420] προτεινόμενα τὰς ἀποκρίσεις ἑτοίμους εὐτρέπιζε, μηδὲν ἑαυτῷ συνειδέναι φάσκων ὧν οὗτοι κατηγορεῖν προτεθύμηντο. ὢ τῆς καθαρᾶς συνειδήσεως, ὢ τῆς ἀμώμου πρὸς θεὸν οἰκειώσεως. οὐκ ἐγένετο τοῖς κακοζήλοις ἐχθροῖς κἂν ἐπὶ μικρῷ τοῦτον λαβεῖν ὑποχείριον ἢ συνθέσθαί τι τοῖς αὐτῶν βδελυροῖς ἀλισγήμασιν, ἀλλ᾿ εἰς πᾶσαν αὐτοὺς ἀμηχανίαν συνήλασε διὰ τῆς καθόλου καὶ φρικτῆς ἀποφάσεως, ὡς μηδεμίαν ἔχειν κατ᾿ αὐτοῦ λέγειν αἰτίαν εὐπρόσωπον. ἡνίκα δὲ τὸ τῆς γλώσσης ἐνάρκησεν ὄργανον καὶ λόγοις οὐκ ἔσθενε ποιεῖσθαι τὴν ἄμυναν, τῷ χείλει καὶ τῇ χειρὶ καὶ τῷ νεύματι τούτους ἀπέτρεπε καὶ σοβεῖν οὐκ ἀφίετο [λεγε· οὐχ ὑφίετο]. ὡς γὰρ ἐχθροῖς σοβαρῶς ἐμβριμώμενος καὶ μετ᾿ ὀργῆς ἀπωθούμενος, οὕτως ἡμῖν διεφαίνετο, μέχρι τὰ τῶν αἰσθήσεων ὑπέμυσεν ἴδια.

41. τότε γὰρ σὺν πολλῷ πραότητος σχήματι καὶ ἀταράχῳ τῷ βλέμματι, τῆς ἐκκλησίας τελούσης τὴν ἐλλύχνιον αἴνεσιν καὶ τὸ Ϡκλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μουϠ ὑποφωνούσης, αὐτὸς τὸ δερμάτινον ἀποτίθεται τουτὶ περιβόλαιον καὶ τῶν σαρκικῶν [λεγε· σαρκίνων] δεσμῶν ἀφιέμενος ἐπὶ τὰς φωταγωγοὺς τῶν οὐρανίων αὐλὰς παραγίνεται καὶ πρὸς τὴν νοητὴν καὶ ἄφραστον θυμηδίαν αὐλίζεται, μηδὲν τῶν τῇδε κακιῶν [λεγε· κακίας] τῇ ψυχῇ σήμαντρον ἐπαγόμενος. παροικῶν γὰρ ταῖς τῇδε διατριβαῖς ἀπηθανάτου ταῖς ἀρεταῖς καὶ τὸ θνητὸν περισκήνιον· ᾐσχύνετο γὰρ ἐξ ἡμισείας τὴν φύσιν ἔχειν ἀθάνατον. ὅμως οὖν ἐτεθνήκει, οἶμαι δὲ σὺν αὐτῷ καὶ τὰς ἀρετὰς τεθνάναι, εἰ μὴ σφάλλομαι τῷ ὑπερβάλλοντι τοῦ τολμήματος ὄγκῳ μέγα τι καὶ φοβερὸν προσφθεγγόμενος.

πᾶσα δὲ τοῦτον ἡ πόλις ἀπαρακλήτῳ πένθει καὶ δάκρυσιν ὡς αὐτῆς ὀδυρομένη κηδεμόνα καὶ προστάτην οὐκ ἔληγεν, ὁ δὲ τῆς ἁλουργίδος πιστῶς διεξάγων τὸ τίμιον, Νικηφόρος δὲ οὗτος ἦν, παῦλαν οὐδεμίαν τῆς λύπης ἐδέχετο. ἐπιπεσὼν γὰρ τῷ στήθει τοῦ ἀοιδίμου νεκροῦ καὶ τῇ πορφυρίδι τοῦτον περικαλύψας, τὴν ἐπικήδειον θρηνῳδίαν εἰργάζετο, ποιμένα καλῶν, πατέρα, συλλήπτορα τῆς βασιλείας, δᾳδοῦχον καὶ φωσφόρον ἀκοίμητον, τῆς πολιτείας ὁδηγὸν πρὸς τὰ κρείττω καὶ θεῖον διδάσκαλον, τὸ ἐν στρατείαις ἀπροσμάχητον ἔρεισμα, τὸ τῶν ἐχθρῶν τῇ πρὸς θεὸν ἐντεύξει καρτερὸν ἀμυντήριον. καὶ τί γὰρ οὐ ποιῶν, τί γὰρ οὐ λέγων ἐδείκνυτο, ζημίαν οἰκουμενικὴν τὴν τοῦ ποιμένος ἀποβολὴν λογιζόμενος ἡ δὲ τῶν ἐπ᾿ ἐξουσίαις καὶ μεγίσταις ὑπεροχαῖς περιφανείᾳ [λεγε· περιφάνεια] στένουσα καὶ τὴν τοῦ πατρός, οἷα καθεκτὴν οὖσαν, ἐκδημίαν κωλύειν ἱμειρομένη, ὀδυρμοῖς τε καὶ πικραῖς ἀνακλήσεσι συμφυρομένη καὶ περιπτυσσομένη καὶ ὡς ἀφαίρεσιν πολλῶν ἀγαθῶν ὑπομένουσα κρουνηδὸν τοῖς δάκρυσιν ἔβρεχεν.

42. ἡ δὲ τῆς ἐκκλησίας φαιδρότης τὸν ἑαυτῆς ἐπικερδέστατον ἐθρήνει ποριστήν, τὸν γεωργόν, τὸν φυτουργόν, τὸν πᾶσαν ἡλικίαν εἰς ἀρετὴν ἐπαυξήσαντα, τὸν ἀκηλίδωτον τὴν ἱερουργίαν τηρήσαντα, τὸν ῥυτίδα πᾶσαν κακοδοξίας <ἐκ> τῶν θείων αὐλῶν ἀποσμήξαντα, τὸν τοὺς ὑπὲρ τῆς ἀληθείας λόγους, ὡς τιμίους λίθους τῷ τῆς ἐκκλησίας ἐμπήξαντα διαδήματι, τὸν ἀδέκαστον ἱεράρχην, τὸν ἄληπτον ἐπὶ χειροθεσίᾳ προσαγωγέα, τὸν τῆς σιμωνιακῆς μαγείας τὸ χρυσίον κίβδηλον ἀποδείξαντα, τὸν τῶν ἀποστόλων
[p. 421] ἐπ᾿ ἀρετῇ διάδοχον, τὸν τῶν πατριαρχῶν <καὶ πατέρων> σύνθρονον καὶ συνόμιλον, τὸν τῶν ἐκκρίτων συνόδων ὁμόφρονα, τὸν πᾶσι πάντα γενόμενον, ἵνα τινὰς πάντως σώσῃ, κατὰ τὸν μέγαν καὶ θεῖον ἀπόστολον.

ὁ δὲ τῶν μονοτρόπων εὐλαβέστατος θίασος ὡς ἑαυτοῦ δόκιμον πτερωτὴν καὶ τῆς ἐγκρατείας ἄκρον ὑφηγητήν, τὸ κατηφὲς ἐνδεικνύμενος καὶ τοὺς ὕμνους τοῖς δάκρυσιν ἐξυφαίνων, τὸν πατέρα τοῖς πατράσι προέπεμπε τοῖς ἐν ἀσκήσει προλάμψασι, τὸν τῆς ἐγκρατείας ἀκατάβλητον πρόβολον, οἱ τὴν ἔνδειαν πλουτοῦντες τὸν χορηγόν, οἱ πηροὶ τὸν ὀφθαλμόν, οἱ χωλοὶ τὴν βάσιν, οἱ γυμνοὶ τὴν περιστολήν, οἱ ξένοι τὸν εἰσαγωγέα, οἱ <ἐν> εἱρκταῖς τὴν ἐπισκοπήν, αἱ χῆραι τὸν ἀντιληψόμενον, οἱ ὀρφανοὶ τὸν ἐπίκουρον. πᾶσα τύχη καὶ ἡλικία ποταμοῦ δίκην συνέρρεον τοῦ σκίμποδος ἐφαπτόμενοι καὶ τῆς ἱερᾶς ἐκείνης ἀπολαύειν θέας εὐλαβῶς ἐπισπεύδοντες. καὶ εἰ μὴ βασιλεὺς τοῦ πλήθους τὸν θροῦν καὶ τὴν ῥύμην στρατιωτικῇ χειρὶ διὰ τάχους ἐπέσχε, πολλοὺς ἂν θανάτου κατέλαβον κίνδυνοι ὠθοῦντας καὶ ἀντωθουμένους καὶ τὴν ἐπαινετὴν ἐνδεικνυμένους εἰς τὸν ποθούμενον ἅμιλλαν.

θάπτεται τοίνυν τὸ δόξης πλῆρες σῶμα τόπῳ περιφανεῖ χερσὶν ὁσίων ἀνδρῶν ἀκατίοις καὶ λέμβοις τὸ τῆς θαλάσσης κύτος χέρσον ἀποφηνάντων, ἐν τῷ παρ᾿ αὐτοῦ, καθὰ φθάσας εἶπον, δομηθέντι πρὸς τῷ Βυζαντίῳ Βοσπόρῳ σεμνείῳ ὑπὸ τὸ σεπτὸν τῶν ὑπὲρ Χριστοῦ προ<ϊ>εμένων πάντων μαρτύρων τὰ αἵματα τέμενος. Φεβρουαρίῳ μηνὶ συντελουμένῳ πέμπτην φέροντι σὺν πενταπλῇ τετράδι. ὃν οὐ χρόνος μακρὸς καλύψαι δυνήσεται· χρόνου γὰρ παντός ἐστιν ὑψηλότερος. ἡ γὰρ τῆς ἀρετῆς φύσις οὐ λήθης ἀνέχεται, οὐ φθόνου τηκεδόσιν ἀμβλύνεται· ἀπαθανατίζει γὰρ τὴν ἑαυτῆς μνήμην ταῖς ἡμετέραις ψυχαῖς καὶ οὐκ ἐᾷ σκεδασθῆναι καὶ σιγῇ κατακρύπτεσθαι.

43. καιρὸς δὲ καὶ τὰς ἐν τάφῳ τοῦ πατρὸς ἀριστείας τοῖς φιλαρέτοις ὑμῖν προσθεῖναι [λεγε· προσθῆναι], ἃς οὐ τὸ μνῆμα κωλύσαι δυνήσεται· οὐ γὰρ ἐκείνου τὸ μνῆμα, ἀλλ᾿ ἐκεῖνος μνῆμα τοῦ μνήματος. προστρέχουσι γὰρ τούτῳ πολλοὶ καὶ τῶν ἐνοχλούντων ἀπαλλάττονται παθημάτων. ὢ τοῦ θαύματος, καὶ μεταναστὰς [λεγε· μεταστὰς] τῶν τῇδε προῒσταται καὶ τοῖς ζητοῦσιν εὑρίσκεται καὶ τοῖς κρούουσιν τὴν θύραν τῆς αὐτοῦ ἰατικῆς ἐπισκέψεως ὑπανοίγνυσι. καὶ γὰρ ὑπὸ χρονίας αἱμορροΐας δεινῶς ποτε κυματούμενα γύναια καὶ σάλον καὶ μέγαν ὑπομένοντα κλύδωνα καὶ φαρμάκοις ἰατρικῆς τὰ πλεῖστα τῆς ἑαυτῶν οὐσίας προσδαπανήσαντα καὶ γαλήνην τοῦ πάθους εὑρεῖν οὐκ ἰσχύσαντα, τὴν εὐαγγελικὴν ἐκείνην αἱμόρρουν ὑπ᾿ ἀναιδείας ἐπαινετῆς μιμησάμενα ---οὐ γὰρ ἐξὸν ἦν γυναῖκα θίγειν τῆς μονῆς ἐξ ἐντολῆς πάλαι τοῦ ἀοιδίμου πατρὸς ὁροθετηθέντος--- ὡς ἄριστα μηχανῇ γυναικείᾳ χρησάμεναι, καταστολῇ ἀνδρικῇ τὴν θήλειαν αἰδῶ περιστείλασαι καὶ ὄψιν εὐνούχων ὑποκρινάμεναι, ἐπὶ τὴν ἀκύμονα τοῦ περιδεξίου τούτου κυβερνήτου κρύβδην σορὸν καταφεύγουσι καὶ τῆς ἐπ᾿ αὐτῇ φωτοφόρου λαμπάδος τοὔλαιον ἀρυσάμεναι, τῷ λιμένι τῆς θεραπείας τάχιστα καθορμίζονται. ἀλλὰ καί τις ἀνήρ, λήμῃ τὸν ἕτερον ὀφθαλμὸν ἀμβλυώττων, τῆς θήκης ἤδη τοῦ θεοφόρου πλησίον
[p. 422] γενόμενος καὶ τῇ αὐτῇ σωτηριώδει ἀλοιφῇ βοηθῷ χρησάμενος, τήν τε λήμην οὐκ εἰς μακρὰν ἀπενίψατο καὶ τὸ βλέπειν τρανῶς θεόθεν ἐδέξατο. ἑτέρου δὲ χεὶρ ἀνδρὸς προσυλακτοῦσα τῷ σώματι καὶ μαινομένη χρόνον ἐπὶ συχνὸν ἀκαταπαύστῳ κινήματι δαίμονος ἐνεργείᾳ δεινοῦ, κλήσει μόνῃ τοῦ ἱερωτάτου νεκροῦ καὶ χρίσει τοῦ θαυματοποιοῦ τῆς θήκης ἐκείνης ἐλαίου, καίτοι πόρρωθεν τυγχανούσης, τῆς ἀτόπου λύσσης ἡ χεὶρ ἐπέσχε [λεγε· ἐπεσχέθη] καὶ ἀποκατέστη ὑγιὴς ὡς ἡ ἄλλη.

44. πολλοῖς δὲ καὶ ἄλλοις ὑπὸ πονηρῶν ἐταζομένοις πνευμάτων ἰατὴρ ὁ πατὴρ εὑρέθη καὶ τὰ μὲν τῶν δαιμόνων ἐξήλασεν ἐνεργήματα, τοῖς δὲ <τὴν> βάσανον ὑπομένουσιν ἐπεκούφισεν εὐδοκίᾳ καὶ συνεργίᾳ τοῦ κρείττονος. καὶ φαντάσμασι δέ τινας ἐκπεπληγμένους ὑπ᾿ ἐναντίας δυνάμεως καὶ κωφὴν καὶ ἄλαλον νάρκωσιν ὑπομείναντας, εἶτα τῷ τάφῳ τοῦ θεσπεσίου πίστει προσμείναντας, διὰ τῆς πανωφελοῦς καὶ [λεγε· τοῦ] φωτοφαοῦς ἐλαίου καὶ σωστικῆς ἐπαλείψεως θεὸς ἐπεσκέψατο καὶ τῆς σκοτοδινίας ἀπαλλάξας τοῦ φάσματος, ὑγιῶς ἔδωκεν ἐνεργεῖν τῇ ἀκοῇ πάλιν καὶ τῇ γλώττῃ τὰ ἴδια. καὶ ὦτα δεινῶς ὑπὸ φλεγμονῆς ἀλγυνόμενα καὶ πόνους ἀνηκέστους ἐπαφιέντα τοῖς πάσχουσιν ἐπικλύσει θείᾳ τοῦ καθαρτικοῦ τῆς θήκης ἐλαίου <τῆς> ἀνέσεως τοῦ ἄλγους ἐπέτυχεν.

ἤδη δὲ καὶ πρὸς αἱρετικοὺς τὸν θεῖον ζῆλον καὶ μεταστὰς τῶν τῇδε θερμῶς ἐπεδείκνυτο. Λέων γὰρ ἔτι τὰ σκῆπτρα τῆς βασιλείου δόξης διέπων καὶ τῆς αἱρέσεως τῶν εἰκονομάχων οὐκ εὐαγῶς ἀντεχόμενος, ἐγγίζοντος αὐτῷ τοῦ διὰ ξίφους τῆς ζωῆς τέλους, ὡς αὐτὸς ἔτι περιὼν οἰκειοφώνως ἐτράνωσεν, ἐπιστάντα τὸν μακάριον αὐτῷ κατ᾿ ὄναρ τεθέαται καὶ μετ᾿ ὀργῆς ἐμβριθοῦς προστάττοντά τινι, Μιχαὴλ τοὔνομα, ξίφος ὠθεῖν κατ᾿ αὐτοῦ. ὁ δὲ τῇ κελεύσει δουλεύων κατὰ τοῦ βασιλέως τὸ ξίφος παρήλασε· καὶ πολὺς ἐκ τούτου Λέων ἐγένετο τὸν τρώσαντα κατ᾿ ὄναρ Μιχαήλ, ἐν τῇ τοῦ ὁσίου μονῇ πάντως εὑρέσθαι πειρώμενος. διὸ καί τινας τῶν ἐν αὐτῇ μοναστῶν ὡς αὐτὸν ἀχθῆναι κελεύσας ἐτάσεσι καὶ φρουραῖς καὶ βασάνοις ὑπέβαλε τὸν ἐννύχιον αὐτοῦ φονέα δι᾿ αὐτῶν μηνυθήσεσθαι φρυαττόμενος, ὃν καὶ ὡς καθαιρέτην τῆς βασιλείας τῶν δεινῶν τὰ ἔσχατα πείσεσθαι. τοῦτο γὰρ αὐτὸν ἐξειπεῖν τὸ δρᾶμα τοῖς μονασταῖς καὶ μὴ βουλόμενον ἔπεισεν, ἐξ ὧν καὶ ἡμεῖς τὸ θαῦμα, ὡς οἷα βότρυν τρυγήσαντες πέπειρον εὐφροσύνης ὑμῖν τοῖς πιστοῖς ἥκομεν κρατῆρα κομίζοντες. οὔπω γὰρ αὐθήμερος παρῳχήκει χρόνος, καὶ Μιχαὴλ τὰ σκῆπτρα τῆς ἀρχῆς ἐγχειρίζεται καὶ τὴν τούτου σφαγὴν κατεργάζεται. οὕτω θεὸς καὶ μετὰ θάνατον τοὺς ἑαυτοῦ δοξάζει θεράποντας καὶ τοὺς μὴ βουλομένους ὁσίως θεραπεύειν αὐτὸν ἀφανείᾳ προδίδωσιν.

45. ἀλλ᾿ ἐπιλείψει με διηγούμενον ὁ χρόνος τὰ μεγέθη τῶν θαυμάτων τοῦ ἀοιδίμου καὶ θεοφόρου πατρός, πάντοθεν ὡς ἐν λειμῶνι ῥόδα φυόμενα καὶ τὸν νοῦν πρὸς ἐκλογὴν ἑκάστου φέρεσθαι προτρεπόμενα. ἡμεῖς δὲ μὴ τὴν γλῶτταν ἱκανὴν ἔχοντες ἐπιμετρεῖν ὅσα τῷ μακαρίῳ διὰ θαυμάτων πεπόνηται, μέχρι τούτου τὸν τοῦ λόγου δρόμον ἀνύσαντες, ἐπὶ τὰ τῆς σιωπῆς εὐνάσματα μεταφοιτῆσαι μᾶλλον εἱλόμεθα, τὴν ἀκίνδυνον ἠρεμίαν τῆς ἐπισφαλοῦς ἥττης κερδῆσαι προθέμενοι. τὸ γὰρ τῆς προθυμίας
[p. 423] ἀκόρεστον ἀπειροκαλίας πολλάκις οἶδε γίνεσθαι πρόξενον. σὺ δέ μοι τιμία τῆς ἱερωσύνης κρηπίς, τῆς μὲν προπετείας μὴ ψέγε τὸν ἔμετον, τηλικαύτας κορυφὰς ἀφηγήσεων ἀποσχεδιάζοντι τολμηρότατα, ἀλλὰ τὴν ἐπίτασιν [λεγε· ἐπίστασιν] τῆς πρὸς σέ μου στοργῆς <τε> καὶ πίστεως ὡς μικρὰν παροχὴν λογιζόμενος, τόπον δίδου τοῖς λόγοις ἀποδοχῆς καὶ κατάπαυσιν. οὐ γὰρ ἐπιλήσομαι τῆς σῆς εἰς ἐμὲ διδασκαλίας τὸ χρήσιμον, οὐδὲ τῆς πρὸς σέ μου θερμῆς ὑπηρεσίας τὸ μέτριον, τῆς μὲν ἐντρυφήσας ἐν ἀκμῇ τῆς νεότητος καὶ μυηθεὶς ἐκ σοῦ τριμέτρων καὶ τετραμέτρων τροχαϊκῶν τε καὶ ἀναπαιστικῶν καὶ ἡρῴων ποιημάτων τὰ κράτιστα, τὴν δὲ τελέσας ἐν ταῖς ὑπὸ σοῦ μεμελημένως ὡμιλημέναις ἱερολογίαις ὁσημέραι πρὸς ψυχῶν οἰκοδομὴν καὶ τῆς καθόλου σεπτῆς ἐκκλησίας ἐπαύξησιν, ἃς ὀξυγράφῳ καλάμῳ καὶ μέλανι σημειούμενος καὶ καλλίστοις γραφεῦσι μεταδιδοὺς ἐν δέλτοις τεχνικῶς ἀνατάττεσθαι διεσπούδακα, στήλην μὲν ὑπαρχούσας τῆς εὐαγοῦς καὶ καθαρᾶς λατρείας καὶ πίστεως, στηλίτευμα δὲ τῆς τῶν αἱρετιζόντων σαφὲς ὀνειρώξεως. εἰ γὰρ ἐπιλήσομαί σου, τῆς τοῦ θεοῦ μνήμης ἔξω πέσοιμι καὶ εἰ μὴ μνησθῶ σου, λήθης βυθοῖς ἀπορριφείην καὶ ἡ γλῶσσά μου κολληθείη, κατὰ τὸν ὑμνῳδὸν προφήτην, τῷ λάρυγγί μου. χρέος γὰρ τοῦτο καὶ χρεῶν ἁπάντων ἐμοὶ καθέστηκε τιμιώτατον τὸν ἐν τῇ καρδίᾳ πανταχόσε κεκτῆσθαι μνημόσυνον.

46. ἡμᾶς δὲ λοιπὸν πρὸς σὲ τὸν λόγον μετοχετεῦσαι [λεγε· μετοχεῦσαι] δίκαιον, θεοῦ θεράπον, ὅστις ποτὲ εἶ, ὁ πρὸς ἀγῶνα τοῦτον καὶ μὴ βουλομένους παρορμήσας καὶ τῶν ὑπὲρ δύναμιν ἐπιχειρεῖν [λεγε· ἐγχειρεῖν] βιασάμενος· τῆς ὑπακοῆς ἀποδέχου καὶ μὴ τὴν τοῦ λόγου βλέπων εὐτέλειαν καὶ τὸ τῆς λέξεως ἀκαλλὲς ῥαθυμίας γραφῇ παραπέμψειας. οὐ γὰρ ἄξιόν τι προσκεκομίκαμεν τῷ θεολήπτῳ πατρὶ ἢ τῆς ἀξίας ἐγγὺς ἑστάναι τούτων [λεγε· τοῦτον?] τῶν μεγίστων ἀρετῶν ἱκανώθημεν. λόγου γὰρ παντὸς τὰ κατ᾿ αὐτὸν ὑπεραίρει δύναμιν, ὡς πάντας ἐπαινέτας ἐξ ἴσου τῆς τούτων διὰ λόγων τιμῆς ἀπολείπεσθαι. ἐγὼ δὲ καὶ μᾶλλον ὑπὲρ πάντας τῆς τῶν ἐπαίνων ἀξίας ἀπολειφθείς, τὸ τῆς προαιρέσεως εἰς ἀποδοχὴν προτίθημι πρόθυμον, ἀπορίᾳ λόγου καὶ γήρᾳ καὶ νόσῳ καμπτόμενος. σὺ δὲ τῆς μισθαποδοσίας ἀπολήψοιο παρὰ θεῷ τὴν ἀντίδοσιν, πρεσβευτὴν καὶ προστάτην καὶ προασπιστὴν καὶ τῶν σῶν ἐλπίδων πληρωτήν, ὃν ἐκθύμως ἠγάπησας κεκτημένος Ταράσιον· ὅς σοι καὶ τῆς ἐπικήρου βιοτῆς ἀκινδύνως καὶ ἀφθόνως ταῖς πρὸς θεὸν δυσωπήσεσι παρέξοι τὰς ἀφορμὰς καὶ εἰς τὴν ἐκεῖθεν ἀνέγκλητον παραστήσοι τῶν βεβιωμένων διάγνωσιν· ἧς γένοιτο σὺν σοὶ πάντας ἐπιτυχεῖν τοὺς εἰλικρινῶς ἐπὶ θεὸν ἠλπικότας χάριτι αὐτοῦ καὶ πλουσίοις οἰκτιρμοῖς, πρεσβευούσης τῆς ἀμώμου καὶ ἁγνῆς θεομήτορος καὶ τῶν οὐρανίων καὶ ἀῢλων δυνάμεων καὶ πάντων <τῶν> ἁγίων· ἀμήν.

**********************************************************