[p. 488Α]
τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰγνατίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως βίος ἤτοι
ἄθλησις· συνεγράφη δὲ παρὰ Νικήτα δούλου Ἰησοῦ Χριστοῦ τοῦ καὶ Δαυὶδ τοῦ
Παφλαγόνος.
1. [Β] πάντων μὲν τῶν ἁγίων τοὺς βίους ἀνατάττεσθαι καὶ διηγεῖσθαι, παίδευμά τε
πρὸς ἀρετὴν καὶ παράκλησιν ταῖς ἐπιούσαις τῷ παραδιδόναι γενεαῖς, κάλλιστον ὁμοῦ
καὶ σωτήριον· μάλιστα δὲ τῶν ἱεραρχίᾳ σεπτῇ κεκοσμημένων καὶ διὰ τῆς οἰκείας
λαμπρότητος τοῦ βίου εἰς ζῆλον ἀκάθεκτον τὸν πικρὸν διώκτην ἀνερεθισάντων καὶ
δυσμενῆ, καὶ διὰ τῆς ἀνενδότου τῶν πόνων ὑπομονῆς καὶ γενναιότητος λαμπρὰν
ἐπιδεδειγμένων τὴν ἀριστείαν κατ᾿ αὐτοῦ. εἰ δὲ καὶ πρὸς τοῖς ἐσχάτοις καὶ τοῖς
καθ᾿ ἡμᾶς τούτοις ἐγγίζοντες τύχοιεν καιροῖς, πολλῷ μᾶλλον ἀξιομνημονευτότατοι
ἂν εἶεν ἁπάντων καὶ ἀξιεπαίνετοι, ὡς πολὺ πλέον οἰκοδομεῖν τῇ ἐγγύτητι δυνάμενοι
τὴν ἐκκλησίαν· τὸ γὰρ ἀρχαῖον καὶ πάμπολυ κατὰ χρόνον διεστός, εἰ καὶ πιστεύεται
τῇ ἀξιοπιστίᾳ τῆς γραφῆς, ἀλλὰ καὶ θᾶττον ἂν τοῖς πολλοῖς πρὸς τὴν μίμησιν
ἀπογινώσκοιτο λογιζομένοις, ὡς κρεῖττον ἢ κατὰ τὴν παροῦσαν, τῶν πρεσβυτέρων
[p. 489Α] ἐκείνων δυναμένων κατορθοῦν γενεάν. ὅσα δ᾿ ἂν τοῖς καθ᾿ ἡμᾶς
κατορθοῦσθαι πιστεύοιτο καιροῖς, μᾶλλον ἂν οἶμαι ταῦτα παρακνίζειν τοὺς
εὐσεβεστέρους καὶ πρὸς τὸν ἴσον τῆς ἀρετῆς διερεθίζειν ζῆλον. διὰ ταῦτά μοι
τοῦτον ἐνστήσασθαι νῦν <σκοπὸς?> τῷ λόγῳ τὸν ἀγῶνα καί μοι σφοδρὸς πόθος
κατακάρδιος ἀληθινοῖς διηγήμασι καὶ πάσης προλήψεως ἀπηλ<λ>αγμένοις ψευδοῦς τὸν
μέγαν ἱεράρχην καὶ ποιμένα τῆς βασιλίδος Ἰγνάτιον ὑπό γε θεῷ πνεύματι τῆς
ἀληθείας ὑφηγητῇ καὶ συλλήπτορι τοῖς ἀγνοοῦσιν ὁποῖός τις ἦν ἐκ τῆς κατ᾿ αὐτὸν
πολιτείας ἀποδεῖξαι· Ἰγνάτιόν φημι τοῦτον τὸν ὕστερον μὲν τῷ χρόνῳ καὶ πρὸ τῆς
καθ᾿ ἡμᾶς ταύτης ἀναδειχθέντα γενεᾶς, οὐδενὸς δὲ τῶν πρὸ αὐτοῦ τιμίων ἱεραρχῶν
τὴν πίστιν, τὴν ὁμολογίαν, τὴν ὑπὲρ [Β] τῆς δικαιοσύνης ἄθλησιν καὶ πρὸς τὸν
θεὸν εὐδοκίμησιν ἀπολειπόμενον. τούτῳ τὴν παρακολουθήσασαν ἐξ ἀρχῆς ἄχρι τέλους
βίωσιν μετὰ πλείονος ὑφηγούμενος τῆς ἀκριβείας καὶ πᾶσαν τὴν περὶ αὐτὸν ἀλήθειαν
ἐκ τῶν ἐγγράφως τε καὶ ἀγράφως πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων ἀπροσπαθῶς καὶ
ἀνυποστόλως διηγούμενος, πέποιθα πρῶτον μὲν ἐνώπιον τῆς ἐνυποστάτου καὶ ζώσης
δίκαια γράψειν ἀληθείας, δεύτερον δὲ τὸ χρόνοις ἱκανοῖς ἤδη καταπυκνωθὲν τῆς
ἀγνωσίας νέφος καὶ τὰς τῶν πολλῶν ἀμαυρῶσαν διανοίας λεπτῦναί τε καὶ σκεδάσαι,
ὥστε τοὺς ἐθέλοντας πρὸς τὴν τῶν πραγμάτων ἀλήθειαν εἰλικρινῶς ὁρᾶν, τὸν ἐργάτην
μὲν ἀληθῶς τῆς δικαιοσύνης καὶ τῆς ἀρετῆς εἰδέναι καὶ ὑμνεῖν καὶ ζηλοῦν, τὸν
αὐτουργὸν δὲ τῆς κακίας καὶ τῆς ἀδικίας ἐνδίκως ἀπωθεῖσθαι· ἀρκτέον δὲ ἐντεῦθεν.
2. [Χ] Ἰγνάτιος οὗτος ὁ μακαριώτατος καὶ θεῖος ἱεράρχης πατρίδα μὲν ἔσχεν ἑπὶ
τῆς γῆς Κωνσταντινούπολιν, ταύτην δὴ λέγω τὴν πάσης χώρας καὶ πόλεων
περιφανεστάτην βασιλίδα, πατέρας δὲ Μιχαὴλ καὶ Προκοπίαν, τοὺς εὐγενεστάτους καὶ
πιστοτάτους βασιλεῖς. ὧν ὁ Μιχαὴλ μὲν Θεοφυλάκτου πατρικίου μεγαλοπρεποῦς υἱὸς
ἦν, Προκοπία δὲ Νικηφόρου θυγάτηρ τοῦ εὐσεβοῦς ὑπῆρχε βασιλέως. τούτου δὲ πρὸς
τὰ ἄνωθεν χωρήσαντος βασίλεια, καὶ τοῦ υἱοῦ δὲ Σταυρακίου ὀλίγιστον χρόνον
ἐπιβιώσαντος τῇ βασιλείᾳ καὶ αὐτοῦ μεταναστάντος, Μιχαὴλ ὁ προρρηθεὶς οὗτος, ἅτε
γαμβρὸς ὢν ἑπὶ θυγατρὶ τοῦ τετελευτηκότος Νικηφόρου καὶ τὰ πρῶτα τῶν ἐν τῷ
παλατίῳ τιμωμένων ἀποφερόμενος (κουροπαλάτης γὰρ ἦν), ψήφῳ μὲν θεοῦ, ψήφῳ δὲ τῆς
συγκλήτου [Δ] πάσης, τὰ σκῆπτρα τῆς βασιλείας ἐγχειρίζεται. τούτου τὴν περὶ τὸ
θεῖον εὐσεβῆ γνώμην καὶ τὴν ἄλλην πᾶσαν ἀρετὴν καὶ δικαιοσύνην, τοῖς ἱστορεῖν
κατὰ μέρος ἐθέλουσι παρήσομεν· ἡμῖν δὲ ἀρκέσει πρὸς ἔπαινον ἡ τοῦ ἤθους πραῢτης
τε καὶ ἐπιείκεια, ἣν ἔργοις ἐκεῖνος καὶ οὐ πλάσματι μόνον ἐπεδείξατο· διετῆ γὰρ
ὀλίγου δεῖν χρόνον εὐσεβέστατα τὴν βασιλείαν διιθύνας, ἑκουσίως αὐτῆς ἐξέστη καὶ
τῷ τυραννικῶς ἐπιθεμένῳ, Λέοντι δὴ τῷ Ἀρμενίῳ φημί, στρατηγῷ μὲν πρῶτον ὑπ᾿
αὐτοῦ τῶν Ἀνατολικῶν προχειρισθέντι κατὰ Βουλγάρων δὲ στρατευσαμένῳ, κἀκεῖθεν
τὴν ἐπανάστασιν βουλευσαμένῳ, ὑποχωρεῖ τῆς ἀρχῆς ὁ μακάριος ἑκών, καὶ τῆς
κοσμικῆς ἀλαζονείας καὶ τῶν ἐμφυλίων πολέμων καὶ
[p. 492Α] φθόνων· πολλῷ κρείττω καὶ λυσιτελεστέραν ἑαυτῷ τε καὶ τῷ κοινῷ τὴν
ἑκούσιον ὑποχώρησιν καὶ τὴν εἰρήνην, ὡς υἱὸς τῆς ἀληθοῦς εἰρήνης, ἡγησάμενος.
ἀπαίρει μὲν τῆς πόλεως πανοικί· πρὸς τὰς Πριγκιπείους δὲ νήσους μετακεχωρηκὼς
καὶ τὸν μονήρη βίον ἅμα γυναικὶ καὶ τέκνοις, οὐ τῷ σχήματι μόνον, ἀλλὰ καὶ τῷ
πράγματι καταδεξάμενος, τῷ παμβασιλεῖ θεῷ τὴν αὑτοῦ κρίσιν καὶ δίκην ἀνέθετο.
3. τούτῳ δὴ τῷ μακαρίῳ Μιχαήλ, τῷ θαυμαστῶς τὴν ἐπίγειον τῆς οὐρανίας
ἀντικαταλλαξαμένῳ βασιλείας, παῖδες οἱ πάντες πέντε λέγουσι γενέσθαι· ὧν θήλειαι
δύο, πρώτη μὲν ἡ καλουμένη Γεωργώ, πάντων δὲ ὑστάτη Θεοφανώ· αἳ καὶ παρθενικῶς
τὸν ὅλον βίον καὶ μοναχικῶς διαβιώσασαι, μακαρίως ἐκοιμήθησαν. ἄρρενες δὲ τρεῖς,
Θεοφύλακτος, Σταυράκιος, Νικήτας· τούτων [Β] Θεοφύλακτος μὲν ὁ πάντων πρωτότοκος
καὶ ὁ Σταυράκιος, ἀμφότεροι τῷ διαδήματι πρῶτον τῆς βασιλείας ἐστεφάνωνται εἶτα
ὁ μὲν κομιδῇ νέος ὢν ἔτι, ὁ Σταυράκιος, πρὸ τῆς καταβάσεως τελευτᾷ, Θεοφύλακτος
δὲ ἅμα τοῖς πατράσιν αὐτοῦ καὶ βασιλεῦσι τότε κειράμενος, εἰς Εὐστράτιον
μετωνομάσθη. Νικήταν δὲ πρῶτον μὲν δεκαέτη τυγχάνοντα, τῶν λεγομένων Ἱκανάτων
παρὰ Νικηφόρου φασὶ τοῦ πάππου προβεβλῆσθαι, δι᾿ ὃν ἐκεῖνο τὸ πρᾶγμα πρῶτον
καταστῆναι, τεσσαρεσκαιδεκαέτης δὲ γεγονὼς καὶ τὰ ἐπὶ γῆς ἅμα τοῖς ἀγαθοῖς
τοκεῦσι βασίλεια καταλιμπάνων ἀποκείρεται μὲν καὶ αὐτός, Ἰγνάτιος δὲ
μετονομάζεται.
4. ὁ τοίνυν Λέων ἐκεῖνος ὁ δυσώνυμος θήρ, ἣν ὠδίνησεν ἀδικίαν ἐκτετοκώς, καὶ τῆς
βασιλείας τυραννικῇ [Χ] περιδεδραγμένος χειρί, οὐ πρὸς τὸν παντέφορον ἀπέβλεπεν
ὀφθαλμόν, οὐ τὴν ἐπείκειαν τῶν μακαρίων ηὐλαβήθη φυγάδων, οὐδὲ τὸ μέγεθος τῆς
εὐεργεσίας, ἧς αὐτὸν οἱ μακάριοι παρ᾿ ἀξίαν κατηξίωσαν, ἐπὶ τοσοῦτον τῷ δολερῷ
τῆς κακοτρόπου δελεασθέντες γνώμης, ὥστε καὶ ἀνάδοχον αὐτὸν ἀπὸ τῆς πνευματικῆς
κολυμβήθρας τῶν τῆς βασιλείας ἀναδεῖξαι τέκνων, οὐδὲν τούτων τὴν ἀπηνῆ καὶ
θηριώδη κατεδυσώπησε ψυχήν· ἀποστείλας δέ, διείργει μὲν αὐτοὺς ἀπ᾿ ἀλλήλων, ἰδίᾳ
κατὰ τὰς νήσους ἕκαστον περιορίζων καὶ ὑπὸ ἀσφαλεῖ καταπιέζων φρουρᾷ· ἀφαιρεῖται
δὲ τοὺς παῖδας καὶ τῶν γεννητικῶν καταδικάσας ὁ ἀμείλικτος μελῶν εὐνουχίᾳ.
ἐντεῦθεν αὐτὸς μὲν πονηρὰν τῇ αὐτοῦ βασιλείᾳ καταβαλόμενος ἀρχὴν καὶ τέλος ἄξιον
ἀπηνέγκατο [Δ] τῆς ἀρχῆς. τὴν γὰρ πάλαι κακῶς μὲν καὶ θεοστυγῶς μελετηθεῖσαν τῶν
εἰκονομάχων αἵρεσιν ὑπὸ Λέοντος ἐκείνου τοῦ δυσσεβοῦς καὶ Κωνσταντίνου τοῦ
δυσσεβεστέρου κραταιωθεῖσαν υἱοῦ, καλῶς δὲ καὶ εὐσεβῶς διὰ προνοίας θεοῦ καὶ τῆς
ἁγίας ἑβδόμης συνόδου καθαιρεθεῖσαν καὶ καταπαυθεῖσαν, ὁ μυσαρὸς οὗτος ὄφις καὶ
τῆς ἀληθείας παραλογιστὴς ἀνανεοῦν αὖθις ἐπιχειρεῖ· καὶ τῷ πύργῳ τῆς ὀρθοδοξίας
ἐκραγεὶς (Νικηφόρος δὲ οὗτος ἦν, ὁ τῆς εὐσεβείας προστάτης καὶ τῆς βασιλίδος
ἱεράρχης), τούτῳ προσβαλὼν θωπείαις καὶ ἀπειλαῖς, ἐπειδὴ στερροτέρῳ μᾶλλον ἢ
κατὰ τὴν αὐτοῦ περιέπιπτε βουλήν, ἐξελαύνει μὲν τυραννικῇ τοῦ θρόνου χειρί,
ἐννέα ἔτεσιν ἤδη ἀποστολικῶς ἰθύναντι τὴν ἐκκλησίαν πρὸς δὲ τοῖς δεξιοῖς τοῦ
Στενοῦ μέρεσι κατά τι
[p. 493Α] σεμνεῖον αὐτὸν ὁ ἀπηνὴς ὑπερορίζει· ὅπου δὴ χρόνον ἑπτακαιδέκατον ὁ
μακάριος ἐκεῖνος ἐν τῇ καλῇ διαβεβιωκὼς ὁμολογίᾳ, πρὸς τὸν θεὸν μετέστη.
Θεόδοτον δέ τινα τῶν ἐν πολιτικοῖς φενακιζομένων ἀξιώμασιν, ἄνδρα κοσμικοῖς
ἤθεσί τε καὶ πράγμασιν ἐντεθραμμένον, οὐδεμιᾶς δὲ παιδείας οὐ γνώσεως ἀγαθῆς
μετεσχηκότα, μόνον δὲ τῆς χριστιανοκατηγορικῆς τῶν εἰκονομαχούντων αἱρέσεως
ζηλωτὴν νομιζόμενον, κληρικὸν ἀποκείρας ὁ παμβέβηλος, τῷ τῆς βασιλίδος ἐνιδρύει
θρόνῳ. ἐντεῦθεν διωγμὸν πικρὸν καὶ ἀπάνθρωπον κατὰ τῶν εὐσεβεῖν βουλομένων
ἐπανῃρημένος, εὗρε δὴ κατὰ πόδας καὶ τὰ τῆς ἁμαρτίας ὀψώνια τὸν θάνατον, ἐν ἑπτὰ
μὲν ἔτεσι καὶ μικρόν τι πρὸς τῆς ἀρχικῆς ἐξουσίας συντετμημένης αὐτῷ ἐν μέσοις
δὲ τοῖς ἀδύτοις τοῦ ναοῦ τῆς [Β] Θεομήτορος, ὃν δὴ Φάρον ἐν τῷ παλατίῳ φασί,
κυνὸς τρόπον τοῖς ξίφεσιν. ὁ μὲν οὖν οὕτω φιλοτίμως τὰ τῆς ἀσεβείας σπέρματα
καταβαλόμενος, ἀναλόγως τῶν αὐτοῦ πόνων ἐτρύγησε καὶ τὰς ἐπικαρπίας. Μιχαὴλ γάρ,
ὃν καὶ Ψελλόν φασι, δομέστικος τῶν ἐξκουβίτων ὢν τότε καὶ ὡς τυραννίδα μελετῶν
διαβληθείς καὶ κατακλεισθείς, διὰ τῶν αὐτοῦ δὲ συνωμοτῶν καὶ συνασπιστῶν
λεληθότως τοῖς βασιλείοις ἐν σχήματι κληρικῶν ἐπεισελθόντων ὄρθρου, καὶ τὸν
τύραννον ἀνῃρηκότων, αὐτὸς εὐθὺς ἀναγορευθείς, τὸν μὲν ἐν σάκκῳ συγκεκομμένον
βαλών εἰς τὴν Πρώτην καλουμένην νῆσον ἀτίμως προσέταξε ταφῆναι, τούς τε αὐτοῦ
υἱοὺς εὐνουχισθῆναι καὶ καρῆναι, ὡς Ϡἐπιστρέφεσθαι τὸν πόνον αὐτοῦ ἐπὶ τὴν
κεφαλὴν αὐτοῦ,Ϡ κατὰ τὴν γραφήν, Ϡκαὶ ἐπὶ κορυφὴν αὐτοῦ τὴν αὐτοῦ ἀδικίαν
καταβῆναι.Ϡ
5. [Χ] αὐτὸς δὲ Μιχαὴλ Ἀμοριανός, καὶ τὴν αἵρεσιν Σαββατιανὸς ὤν, ἐπὶ ἐννέα μὲν
χρόνους καὶ ἥμισυ, τὰ σκῆπτρα διεῖπε τῆς ἀρχῆς, οὐδεμίαν δὲ τῆς ὀρθοδοξίας
φροντίδα ἐποιεῖτο, ἀλλὰ καὶ βίαν τοῖς εὐσεβεῖν ἐθέλουσιν ἐπῆγεν. Θεοδότου δὲ τοῦ
Κασσιτερᾶ λεγομένου τεθνηκότος, τὸν βυρσοδέψην καλούμενον Ἀντώνιον, μητροπολίτην
μὲν ἤδη Πέργης γενόμενον καὶ τῆς αἱρέσεως κοινωνόν, σχολάζοντα δέ, ὁ αὐτὸς
Μιχαὴλ ἀναλαβών, ἀρχιερέα Κωνσταντινουπόλεως ἀποδείκνυσι.
μετὰ δὲ τὸν Μιχαὴλ Θεόφιλος ὁ υἱὸς ἐπὶ δέκα καὶ τρεῖς χρόνους ἐγκρατὴς γίνεται
τῆς βασιλείας. καὶ ἦν τἄλλα μέν, ὥς φασιν, οὐ κακὸς καὶ δικαιοκρισίας
ἀντεχόμενος, τὴν ἀθέτησιν δὲ τῶν ἱερῶν καὶ τὸν τῶν ὀρθοδόξων διωγμὸν οὐδενός, ὡς
εἰπεῖν, τῶν πρὸ αὐτοῦ διωκτῶν ἐνομίζετο κουφότερος· καὶ τοῦτο [Δ] ἐπιστεύετο
εἶναι καὶ γίνεσθαι ἐξ ὑποβολῆς μάλιστα τοῦ Ἰωάννου, ὃν μετὰ τὸν Ἀντώνιον ἐκεῖνος
ἐπὶ τὸν πατριαρχικὸν ὕψωσε θρόνον.
6. ἐν τούτοις τῶν τε πολιτικῶν καὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων ὁρωμένων, καὶ
ἐπὶ τριακονταέτη χρόνον τῆς ὀρθοτομούσης μὲν ἐκκλησίας μυρίοις ὅσοις κινδύνοις
καὶ θανάτοις καὶ θλίψεσι προσομιλούσης, τῶν ἀσεβῶν δὲ τὰ ἅγια καταπατούντων
βεβήλοις ποσί, καὶ ἀκαθάρτοις τὰ θεῖα μεταχειριζομένων χερσί, Νικήτας ὁ καὶ
Ἰγνάτιος, οἷά τις εὐγενέστατος ὄρπηξ ἐν τῷ οἴκῳ τοῦ θεοῦ φυτευθεὶς καὶ ἐν ταῖς
αὐλαῖς τῆς μοναδικῆς πολιτείας ἐξηνθηκώς, οὐκ ἔμελλεν ἄκαρπος ἐνώπιον τοῦ
φυτεύσαντος αὐτὸν ὁρᾶσθαι, οὐδὲ φύλλοις μόνον, εἴτουν ἀπειροκάλοις
[p. 496Α] ἐνδύμασι κομᾶν καὶ στολαῖς, κατὰ τὴν κατηραμένην ἐκείνην συκῆν, παρ᾿
ὕδασι δὲ θείοις καὶ ἀφθονωτάτοις τοῦ πνεύματος μένων ἐπιρροαῖς καὶ πᾶσαν μὲν
παλαιὰν διαθήκην, πᾶσαν δὲ νέαν ἐκμελετῶν πᾶσι δὲ λόγοις τῶν ἱερῶν Πατέρων
φιλοπείρως ἐσχολακὼς καὶ τούτων τήν τε πρᾶξιν μιμούμενος καὶ τὴν θεωρίαν
ἀναλεγόμενος καὶ τὸν ἐντὸς ἄνθρωπον ὅλως πιαινόμενος ἐν τούτοις καὶ
κραταιούμενος, καρποφορεῖ τὸν ἥδιστον τῆς ἀρετῆς καρπὸν τῷ θεῷ. καρποφορεῖ
πρῶτον μὲν νηστείαν, ἀγρυπνίαν, ψαλμῳδίαν ἐπιτεταμένην καὶ προσευχάς, τύλους
γονάτων, δάκρυα, στηθῶν ἐπιτίμησιν, γλώσσης ἐγκράτειαν, ὑπομονὴν πρὸς πάσας
αἰκίας, τοῦ καθηγεμόνος σκληροῦ τε τὴν γνώμην ὄντος καὶ τῷ τοῖς εἰκονομάχοις
χαρίζεσθαι σκληρῶς πάνυ [Β] παιδαγωγοῦντος αὐτόν· πρὸς τούτοις πραῢτητα καὶ
ταπείνωσιν καὶ ὑπακοὴν πᾶσαν πρὸς πᾶσαν τὴν κατὰ κύριον ἀδελφότητα. πρῶτον μὲν
ταῦτα διὰ πράξεως ὁ μακάριος μετιὼν καὶ τούτοις παιδοτριβούμενος καὶ κάλλιστα
προτελούμενος, ἀκολούθως τῇ αὐξήσει τοῦ σώματος καὶ τὴν παιδικὴν ἡλικίαν
προκόπτων κατωρθοῦτο. ἔπειτα καρποφορεῖ τῷ θεῷ τὰ τελειότερα, πίστιν δὴ λέγω καὶ
ἐλπίδα καὶ ἀγάπην· πίστιν τελείαν ἐκ τελείας καὶ ὁλοκλήρου διανοίας τῷ τελείῳ
προσαγομένην θεῷ· πίστιν ἀνυπόκριτον, ἐλπίδα ἀκαταίσχυντον, ἀγάπην εἰλικρινῆ, ἐξ
εἰλικρινοῦς καρδίας πρὸς τὸν θεὸν καὶ τὸν πλησίον κατὰ τὴν ἐντολὴν κατορθουμένην.
ταῦτα καρποφορῶν ὁ θεῖος Ἰγνάτιος, κἀν τούτοις ἐκ νεαρᾶς ἡλικίας τοῖς
κατορθώμασι συζῶν πάντα τὸν χρόνον, [Χ] ᾧ τὸν θεὸν οἱ ἀσεβοῦντες παρεπίκραινον,
αὐτὸς πρὸς τὴν εὐσέβειαν κατωρθοῦτο τελειότατα. καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ
καθηγητοῦ τὸν ἀνθρώπινον μετηλλαχότων βίον, πάσης δὲ τῆς ἀδελφῶν ἐπιμελείας καὶ
τῆς ψυχῶν ἐπιστασίας, ὡς ποιμένα καλὸν καὶ τῶν λογικῶν προβάτων καθηγητήν,
περιισταμένης εἰς αὐτὸν ἔδειξεν ἐν πρώτοις εὐθὺς τὴν ἐσύστερον ἐν αὐτῷ τοῦ
πνεύματος δύναμιν ἀναφανησομένην. οὕτω γὰρ ταῖς συνεχέσι τῶν λόγων ὁμιλίαις καὶ
ταῖς σοφαῖς παραινέσεσι τὰς αὐτῶν ἐξέτρεφε ψυχὰς καὶ ἐπὶ τὰς ἀειθαλεῖς ὡδήγει
τοῦ θεοῦ μονάς, ὡς πολλαπλασιασθῆναι μὲν αὐτῷ τὸ τῆς χάριτος τάλαντον καὶ τῆς
πνευματικῆς διδασκαλίας, πολλαπλασιασθῆναι δὲ καὶ τὸ ποίμνιον ἐπὶ τοσοῦτον, ὡς
μηκέτι τούτους ἑνὶ τόπῳ μηδὲ μιᾷ μονῇ δύνασθαι χωρεῖσθαι, τέσσαρα δὲ τὰ πάντα
διὰ τῆς αὐτοῦ σπουδῆς ἀναστῆναι καὶ καταστῆναι μοναστήρια, ἑκάστου τὰς
ἁρμοζούσας οἰκοδομάς, καὶ τῶν [Δ] ἱερῶν σκευῶν καὶ τῶν ἀναγκαίων χρειῶν τὴν
περιποίησιν καὶ πᾶσαν τὴν αὐτοῖς πρέπουσαν κατασκευήν τε καὶ διάταξιν διὰ τῆς
τοῦ μεγάλου λαμβάνοντος ἐπιμελείας καὶ πάντων ἐπ᾿ ἐκείνῳ καθηγεμόνι καὶ πατρὶ
διδασκομένων, ἔργον μὲν ποιεῖσθαι τὴν τοῦ θεοῦ δοξολογίαν καὶ προσευχήν, ἐν
παρέργῳ δὲ καὶ τῆς κατ᾿ αὐτοὺς ἕκαστον ἀντιλαμβάνεσθαι διακονίας καὶ πάντα
ποιεῖν εἰς δόξαν καὶ ἔπαινον θεοῦ.
7. Πλάτη μὲν οὖν καὶ Ὑάτρος τότε καὶ Τερέβινθος, αἱ Πριγκίπειοι νῆσοι
προσαγορευόμεναι, ταῖς ἐκείνου προνοίαις οἰκιζόμεναι, εἰς ἐκκλησίας κυρίου καὶ
εὐαγεῖς μοναχῶν καθίσταντο μονάς. καὶ γὰρ τὴν ἀντικρὺ τούτων κατὰ τὴν ἤπειρον
πρὸς τῇ ἀκτῇ
[p. 497Α] κειμένην, ταύτην δὴ λέγω τὴν προκαθημένην τοῦ μεγάλου Ταξιάρχου μονήν,
ἐπὶ τῷ τέλει τῆς αὐτοῦ ζωῆς ὁ μακάριος τελευταίαν ἀνεστήσατο καὶ καθηγίασε τῷ
θεῷ· ἧς τὴν ἐπισημότητα καὶ περιφάνειαν, τοῦ τε ναοῦ ὑπέρκαλον ἀγλαΐαν καὶ
μεγαλοπρέπειαν καὶ τὴν ὅλην ἁγιοπρέπειαν καὶ δόξαν ὡς λόγου κρείττω, ταῖς ὄψεσι
παραχωροῦντες, ἐπὶ τᾶ ἑξῆς τοῦ βίου προΐωμεν. ἐν τούτοις τοίνυν ὁ ὅσιος ἐνώπιον
εὐαρεστῶν κυρίου, ψήφῳ μὲν θείου πνεύματος, ψήφῳ δὲ τῶν ὑπὲρ εὐσεβείας
ἀγωνιζομένων καὶ δεδιωγμένων θεοφόρων ἱεραρχῶν, τῆς ἁγίας ἱερωσύνης ἀξιοῦται,
καὶ χειρὶ μὲν Βασιλείου (τῆς κατὰ τὸ Πάρεον [λεγε· Πάριον] δὲ οὗτος ἱερᾶς
ἐκκλησίας ἀρχιερεὺς ὢν πλείσταις ὅσαις ὑπὲρ τῶν ἱερῶν εἰκόνων θλίψεσι τότε
προσωμίλει καὶ διωγμοῖς), τούτου χειρὶ τὸ φαινόμενον, αὐτουργίᾳ δὲ [Β] τοῦ
παναγίου πνεύματος τὸ νοούμενον, πρῶτον μὲν ἀναγνώστης, ἤτοι τῶν θείων ἱεροκῆρυξ
γραφῶν, εἶτα ὑποδιάκονος, εἶτα διάκονος καὶ ἱερεὺς μετὰ ταῦτα τάξει καὶ νόμῳ
πνευματικῆς καθίσταται ἀκολουθίας. ἠγωνίζετο δὲ ἀεὶ πολλαπλάσιον τῷ εὐργέτῃ τὸ
τῆς χάριτος τάλαντον ἀποδιδόναι, καὶ μὴ τῇ ὀκνηρίᾳ καταχῶσαι, ἀλλὰ τῇ προθυμίᾳ
περισσεῦσαι· ὥσπερ δὲ τῷ μοναδικῷ βίῳ πολλοὺς διὰ τῆς οἰκείας ἀσκήσεως
προσηγάγετο καὶ σπουδῆς, οὕτω διὰ τῆς ἱερατικῆς πάλιν ἀναρίθμητα πλήθη παίδων
βαπτίζων ἐσφράγιζε θεῷ. ἐπὶ πολὺ γὰρ τῆς αἱρετικῆς ἀχλύος, οἷα νυκτὸς χαλεπῆς
ἐπικρατούσης καὶ τῆς τυραννίδος δὲ τῶν ἀνιέρων ἐπικειμένης μισθωτῶν, πάντες
ὀλίγου δεῖν ἄνθρωποι, ὅσοι κατὰ τὸ Βυζάντιον τῆς ὀρθοδόξου πίστεως ἀντείχοντο,
καὶ ὅσοι δὲ Βιθυνίου [λεγε· Βιθυνίας?] [Χ] καὶ τὰς ἐχομένας κατῴκουν κωμοπόλεις,
ἄλλος ἄλλον ταῖς ὑπὲρ τοῦ Ἰγνατίου διανιστῶντες εὐφημίαις, τὰ οἰκεῖα τέκνα
προσῆγον καὶ δι᾿ αὐτοῦ βαπτίζεσθαι ταῦτα καὶ ἁγιάζεσθαι κατελιπάρουν. καὶ ἦν
ὁρᾶν τοῦτον ὥσπερ ἕνα τῶν πρότερον Χριστοῦ μαθητῶν, ἔργον τοῦτο ποιούμενον, τοὺς
πρὸς αὐτὸν ἰόντας, ὡς ὑπὸ Χριστοῦ πεμπομένους προθύμως καταδέχεσθαι, διδάσκειν
τε καὶ νουθετεῖν πάντα ἄνθρωπον, ἀντέχεσθαι μὲν τῆς ὀρθοδόξου πίστεως, ἀπέχεσθαι
δὲ τῆς τῶν αἱρετικῶν δυστροπίας καὶ φρενοβλαβείας καὶ πάσης μὲν ἑαυτοὺς ῥυπαρίας
καὶ παντὸς ἀνακαθαίρειν πνεύματος μολυσμοῦ καὶ σαρκός, πάσης δὲ ἀρετῆς
ἐπιμελεῖσθαι καὶ κοσμιότητος καὶ σωφροσύνης· ταῦτα καὶ τὰ τούτοις ὅμοια τοὺς
πατέρας παιδεύων καὶ νουθετῶν, τὰ τούτων βρέφη προκατηχῶν ὁ μακάριος, [Δ] δι᾿
ὕδατος καὶ πνεύματος ἡγίαζε τῷ θεῷ.
8. ὁ μὲν οὖν κατὰ τῆς ἐκκλησίας τότε χειμὼν βαρύς, καὶ ἡ κατὰ ἱερέων δίωξις
χαλεπή, ὅσοι Χριστοῦ τῆς εἰκόνος διὰ τὸ πρωτότυπον προκινδυνεύειν εἵλοντο δεῖν·
εὔδιος δὲ πᾶσι καὶ γαλήνιος ὅρμος τοῖς χειμαζομένοις, ὁ ἱερὸς Ἰγνάτιος καὶ ὅλος
αὐτοῦ ὁ οἶκος παρὰ τῆς τοῦ ὑψίστου προητοίμαστο δεξιᾶς. τίς γὰρ τῶν ὑπὲρ
εὐσεβείας θλιβομένων οὐχ εὕρισκεν ἐκεῖθεν αὐτάρκη τῶν θλίψεων ἀναψυχήν τίς τῶν
ἐν ὑπερορίαις καὶ δεσμοῖς κατεχομένων καὶ λιμοῖς καταγχομένων, οὐ τῆς δεούσης
ἐτύγχανε παρηγορίας καὶ ἄφθονον εἶχε τῶν ἀναγκαίων τὴν ἐπιχορηγίαν παρ᾿ αὐτοῦ οἱ
δὲ τὰς τῶν τυράννων φέροντες χεῖρας καὶ τῶν ἰδίων ὑπάρξεων στερούμενοι καὶ
[p. 500Α] ἐκπίπτοντες καὶ ἐσχάτῃ πενίᾳ περιπίπτοντες, ὅσοι δὲ τῆς ἱερατικῆς
μάλιστα καὶ ὅσοι τῆς μοναδικῆς ἐτύγχανον ὄντες τάξεως, οὐδὲν ἄλλο τοῦ βίου
παραμύθιον καὶ τῶν λυπηρῶν εἶχον ἀπαλλαγὴν ἢ τὸν μέγαν Ἰγνάτιον καὶ Προκοπίαν,
τὴν αὐτοῦ λέγω μητέρα καὶ τὴν ἀδελφὴν ἐπιπολὺ τῷ βίῳ παρατεταμένας, καὶ οὕτως
ἀφειδῶς τε καὶ ἱλαρῶς τὸν πλοῦτον ἐκκενούσας καὶ τὸν ἔλεον μιμουμένας τοῦ Θεοῦ,
ὡς ἐπ᾿ αὐτοῖς ἀληθῶς τὸ ἱερὸν ἐκεῖνο πληροῦσθαι λόγιον· Ϡὅλην γάρ,Ϡ ὡς εἰπεῖν,
Ϡτὴν ἡμέραν ἠλέουν καὶ ἐδάνειζον καὶ τὸ σππέρμα αὐτῶν εἰς εὐλογίαν ἦν.Ϡ ὁ μὲν
οὖν οὕτω τοῖς ἀγωνισταῖς συνηγωνίζετο, τοῖς κακοπαθοῦσιν συνεπάθει, τοῖς
δεομένοις ἐπήρκει καὶ τῇ θλίψει μὲν τοῖς θλιβομένοις ὑπέμενε συλλυπούμενος· Ϡτῇ
προσευχῇ δὲ προσκαρτερῶν ἀδιαλείπτως [Β] καὶ τῇ εὐχαριστίᾳ καὶ τῇ κοινωνίᾳ τοῦ
ἄρτου καὶ ταῖς τῶν ἁγίων χρείαις,Ϡ κατὰ τὸν ἀπόστολον, ϠκοινωνῶνϠ, οὕτω πρὸς
τοὺς μείζους ὑπὲρ τῆς ἀρετῆς ἀγῶνας ἡτοιμάζετο. οὕτω δὲ τὴν μέλλουσαν ἐπ᾿ αὐτὸν
ἐμφανήσεσθαι χάριν τῆς ἱεραρχίας ὁ θαυμάσιος τοῖς ὁρῶσιν ἐπεδείκνυεν, ὥστε καὶ
Θεοφάνην [λεγε· Θεοφάνη] ἐκεῖνον τὸν μέγαν ἐν τοῖς ὑπὲρ τῆς εὐσεβείας ἀγῶσι καὶ
πολὺν ἐν σημείοις καὶ θαύμασι, τὸν τῆς καλουμένης Σιγριανῆς λέγω μονῆς οἰκιστήν,
ἐπιδεδημηκότι ποτὲ πρὸς αὐτόν, τῷ μακαρίῳ νέῳ ἔτι τυγχάνοντι, τὴν δεξιάν, ὡς
λόγος, ἐπιβαλεῖν καὶ ὡς πατριάρχην αὐτὸν εὐλογεῖν.
9. ἐν τούτοις τοίνυν αὐτοῦ διαπρέποντος τοῖς κατορθώμασι, τελευτᾷ μὲν ὁ
Θεόφιλος, εἰς Θεοδώραν δὲ τὴν εὐσεβεστάτην βασιλίδα, τὴν τιμιωτάτην τῶν [Χ]
γυναικῶν καὶ πιστοτάτην περιέστη τὰ τῆς ἀρχῆς· ἔτι δὲ νήπιος κομιδῇ τότε Μιχαὴλ
ὁ υἱὸς ἦν. ἐντεῦθεν ἡ μὲν κατὰ τῶν ἁγίων εἰκόνων αἵρεσις ἐκλείπει, τὸ ἁγίασμα δὲ
τῆς ἱερᾶς ἐκκλησίας ἐξανθεῖ. ἐντεῦθεν καὶ Ἰωάννης, εὐθὺς ὁ δυσώνυμος Ἰαννῆς (ὃν
καὶ λεκανομάντιν ἔλεγον καὶ τῆς Θεοφίλου πλάνης ὑπαίτιον), τοῦ πατριαρχικοῦ
θρόνου καὶ τῆς ἱερωσύνης ἐνδίκως καθαιρεῖται, ἀνίσταται δὲ πέρας [λεγε· κέρας]
σωτηρίας τῷ λαῷ τοῦ θεοῦ Μεθόδιος ὁ καλὸς ὄντως τῶν Χριστοῦ προβάτων ποιμὴν καὶ
τῶν ὀρθῶν τῆς ἐκκλησίας δογμάτων ὀρθοτόμος ὑφηγητής· ὃς πολλοὺς ὅτι μάλιστα
πόνους καὶ κινδύνους ὑπὲρ τῶν ἁγίων πρότερον ὑπομεμενηκὼς εἰκόνων, ἀνίσταται μὲν
θεοῦ ψήφῳ καὶ τῆς βασιλίδος συνεργίᾳ πρόεδρος τῆς ἐκκλησίας Κωνσταντινουπόλεως·
καθαιρεῖ δὲ πάντας [Δ] καὶ κατασπᾷ τῶν ἐκκλησιῶν, ὅσοι τῷ μύσει τῆς αἱρέσεως
ὑπήχθησαν· ἀνίστησι δὲ ἐκκλησίαν καινήν, ἱερεῖς τε καὶ ἀρχιερεῖς ἐπὶ τῷ θεμελίῳ
τῆς κατ᾿ αὐτὸν ὀρθοδόξου πίστεως προεχειρίσατο. καὶ γὰρ τῶν αἱρεσιωτῶν, ὡς ἤδη
καὶ πρότερον ἐπὶ Ταρασίου τοῦ θείου καὶ ἱεροῦ ποιμένος, καὶ τῆς εὐσεβοῦς
Εἰρήνης, ἀνατεθεματικότων μὲν τὴν αἵρεσιν καὶ οὕτω συγκεχωρημένων,
παλινδρομησάντων δὲ καὶ πρὸς τὴν αὐτὴν αὖθις λύμην ὑπενηνεγμένων· τούτων μὲν οὖν
τελείαν καθαίρεσιν καὶ διηνεκῆ Νικηφόρος τε ἔτι τῷ βίῳ περιὼν ὁ μέγας, καὶ αὐτὸς
οὗτος θεοβουλεύτως ὁ ἱερὸς καταψηφισάμενος Μεθόδιος, καὶ τοῦ θεοφόρου ταῖς
ὑποθήκαις Ἰωαννικίου κατὰ πάντων τῶν
[p. 501Α] αἱρεσιωτῶν ἀποφηνάμενος, εὐθεῖαν ἔτι τοῖς ὀρθοτομεῖν ἐθέλουσι τὴν τῆς
ὀρθοδοξίας ὑπέδειξεν ὁδόν· ἐπὶ τέσσαρας δὲ χρόνους κάλλιστά τε καὶ ἄμεμπτα τὴν
τοῦ κυρίου ποιμάνας ἐκκλησίαν, ἐν εἰρήνῃ πρὸς αὐτὸν μετέστη. πολλῶν τοιγαροῦν
εἰς προστασίαν τῆς ἐκκλησίας προχειριζομένων καὶ ἄλλων δι᾿ ἄλλας αἰτίας
διαμαρτανόντων τοῦ σκοποῦ, ἵνα ἡ προορισθεῖσα τοῦ θεοῦ βουλὴ μείνῃ, Ἰγνάτιος ὁ
ὁσιώτατος πρεσβύτερος, πλείστοις ἔτεσιν ἤδη τοῖς τῆς ἱερωσύνης χαρίσμασιν
ἐνευδοκιμηκὼς καὶ βαθμὸν ἑαυτῷ καλὸν ἐν πολλῇ παρρησίᾳ καὶ τῇ ἐν Χριστῷ Ἰησοῦ
πίστει περιποιησάμενος καὶ ἐν τοῖς ἁπάντων διὰ τοῦτο στόμασιν ᾀδόμενος, καίτοι
γε πλεῖστα παραιτούμενος, καὶ τὸν ὄγκον τοῦ ἀξιώματος ἀποδιδράσκων πανευλαβῶς·
ὅμως ἐνεργείᾳ μὲν θείου [Β] πνεύματος, συνεργίᾳ δὲ καὶ ψήφῳ ἀρχιερέων θεοῦ τῆς
θείας ἱεραρχίας ἀξιοῦται καὶ τῷ θρόνῳ τῆς βασιλίδος ἐνίδρυται καὶ τῇ λυχνίᾳ ὁ
λύχνος ἐπιτίθεται.
10. πρὸ πάντων δὲ τῶν ἀρχιερέων καὶ τῶν λαῶν, τῆς βασιλίδος ἀποστειλάσης καὶ
ἀξιωσάσης διὰ κυρίου [λεγε· κύριον] γνωρίσαι τὸν ἄξιον, προφητικῶς ὁ μέγας
τοῦτον Ἰωαννίκιος ψηφίζεται, καὶ οὕτως διὰ τῆς θύρας ὁ ποιμὴν ὁ καλὸς εἰς τὴν
αὐλὴν τῶν προβάτων εἰσελθών, τὰ ἴδια πρόβατα ἐκάλει κατ᾿ ὄνομα, καὶ πάσης μὲν
νομῆς θανασίμου καὶ βλαβερᾶς, πάσης δὲ λύμης καὶ ἀπωλείας ἐξῆγεν αἱρετικῆς, πρὸς
τὰς ἀειζώους δὲ καὶ ἀειθαλεῖς τῆς ὀρθοδόξου πίστεως καὶ δικαιοσύνης ὡδήγει καὶ
εἰσῆγε νομάς. καὶ αὐτὸς μὲν κακίας πάσης τοσοῦτον ἀπείχετο, ὅσῳ πάσης ἀντείχετο
[Χ] δικαιοσύνης, ἐξαιρέτως δὲ πρὸς τὰς τῶν ἀρετῶν κατορθούμενος γενικάς, τῆς
κατ᾿ εὐσέβειαν τελειότητος ἐπεμελεῖτο. φρόνησις μὲν γὰρ αὐτῷ διεσπούδαστο, οὐχ
ὥστε πλοῦτον ἑαυτῷ καὶ δόξαν πορίζεσθαι κοσμικὴν καὶ ποικίλας σώματος ἡδονάς,
ἀλλ᾿ ὥστε τὸ θέλημα τοῦ θεοῦ τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον ἐν διακρίσεως
πνεύματι καλῶς συνιέναι καὶ ποιεῖν. ἀνδρία δὲ αὐτῷ τὸ μὴ ἡττᾶσθαί ποτε τῆς
ἁμαρτίας, ἀλλ᾿ ἐλεύθερον εἶναι καὶ δεσπόζειν τῶν δυναστῶν, ἀποτόμως δὲ τὸν
ἁμαρτάνοντα κατὰ τὸν ἀποστολικὸν νόμον διελέγχειν καὶ τοῦτο πολλάκις ἐνώπιον
πάντων, καὶ μὴ καθυφίεσθαι δουλοπρεπῶς, Ϡἵνα καὶ οἱ λοιποίϠ φησί Ϡφόβον ἔχωσι.Ϡ
σωφροσύνη δὲ οὐ τοῦ οἰκείου σώματος μόνον ἡ ἁγνότης τε καὶ καθαρότης, ἣν ἐκ
νεαρᾶς ἡλικίας [Δ] οὕτω πόνοις συχνοῖς καὶ ἱδρῶσι κατωρθώσατο, ὡς εἰς ἄκραν
αὐτὸν ἀπάθειαν, ἤτοι παντελῆ νέκρωσιν τοῦ σαρκίνου φρονήματος ἐλθεῖν, οὐ ταύτῃ
γοῦν μόνον τὸ τῆς σωφροσύνης ὡρίζετο καλόν, πάσῃ δὲ σπουδῇ καὶ τὴν κατ᾿ αὐτὸν
ἐκκλησίαν ἐπὶ τοσοῦτον ἥγνιζε καὶ τῷ ἐμβριθεῖ τε καὶ συνεχεῖ τῆς τοῦ πνεύματος
διδασκαλίας ἐσωφρόνιζεν, ὡς μηδ᾿ ὄνομα πορνείας ἤ τινος ἄλλης ἀκαθαρσίας ἐν τοῖς
αὐτῷ πλησιάζουσιν ἀκούεσθαι, ἀλλ᾿ ὥσπερ αὐτὸς τὴν ἄμωμον ὁδὸν τοῦ κυρίου ἀμώμως
ἐπορεύετο, οὕτω καὶ τὴν ἐκείνου νύμφην, ὡς ἀγαθὸς νυμφοστόλος, ἐν ἀμώμῳ προσῆγε
πολιτείᾳ. περὶ δικαιοσύνης δὲ τί χρὴ καὶ λέγειν, ἣν οὕτω στεῤῥῶς καὶ
μεγαλοπρεπῶς ὁ μακάριος ἐνεδέδυτο, ὥστε καὶ μέμψιν δι᾿ αὐτὴν ὑπέχειν πολλάκις
παρὰ τοῖς ἀδίκοις τοῦ δικαίου
[p. 504Α] διαιτηταῖς καὶ σκληρότατα καταγινώσκεσθαι τὸν ὡς ἀληθῶς πρᾶον ποιμένα
καὶ θεοῦ μιμούμενον δικαιοσύνην καὶ γὰρ οὐκ ἐν τοῖς ἀνθρωπίνοις πράγμασι μόνον,
ἀλλὰ καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς πολὺ μᾶλλον ἀμφισβητήσεσι καὶ κρίσεσι τὸ πρὸς
ἀλήθειαν μὲν καὶ δικαιοσύνην ἐπιρρεπές, ὑπεροπτικὸν δὲ αὐτοῦ καὶ ἀπότομον πρός
τε τὸ ψεῦδος καὶ ἀδικίαν πᾶσαν ἐγνωρίζετο· καὶ οὐ πρὸς τοὺς πολλοὺς μόνον καὶ
χυδαιοτέρους, πρὸς οὓς ἀδικοῦντας τάχα καὶ ἄλλος ἂν παρρησιάσαιτο, ἤδη δὲ καὶ
πρὸς τοὺς τὰς πρώτας περιβεβλημένους δυναστείας καὶ πρὸς τοὺς βασιλέας αὐτοὺς ὁ
τοῦ ἀρχιερέως ζῆλος καὶ ἔνθεος παρρησία διεδείκνυτο· δηλώσει δὲ νῦν ὁ λόγος.
11. τὸν Βάρδαν ἐκεῖνον οἶδ᾿ ὅτι πάντες ἀκούετε, ὡς [λεγε· ὃς] Θεοδώρας μὲν τῆς
ἀγαθῆς βασιλίδος ἀδελφὸς ἦν, οὐκ ἀγαθὸς δέ, ἀλλὰ καὶ λίαν πικρὸς καὶ ἀπάνθρωπος·
ὃν σπουδαῖον μὲν εἶναι καὶ δραστήριον περὶ τὴν τῶν πολιτικῶν πραγμάτων
μεταχείρισιν, οὐδεὶς δὲ περὶ τὴν ἐκκλησίαν χρηστὸν ἔφησε γενέσθαι. τοῦτον τῇ
ἰδίᾳ φασὶν οὕτω ἐπιμανῆναι νύμφῃ, [Β] ὡς ἀνὰ πᾶσαν τοῦτο τὴν πόλιν
περιβομβηθῆναι καὶ οὐκ ἄχρι τῶν πολλῶν μόνον, ἀλλὰ καὶ μέχρις αὐτοῦ τοῦ
ἀρχιερέως τὴν πονηρὰν φήμην ἐλθεῖν. τί οὖν ἐκεῖνος οὐ τὸ μέγεθος ηὐλαβήθη τοῦ
προσώπου, οὐδὲ συνεσκίασε τὸ ἀμπλάκημα τῇ σιωπῇ, ἀλλὰ καὶ ἤλεγξε κατὰ τὴν
ἐντολήν, ἀλλὰ καὶ ἐπετίμησεν, ἀλλὰ καὶ παρεκάλεσε φείσασθαί τε τῆς ἰδίας ψυχῆς
καὶ τὸ φρικτὸν τουτὶ μῦσος ἀπορρίψασθαι· ὁ δὲ οὐ μόνον οὐκ ἀπέσχετο τοῦ κακοῦ,
ἀλλὰ καὶ ἐπὶ τῆς ἐκκλησίας (ἑορτὴ δὲ τῶν ἁγίων Θεοφανίων ἦν) καὶ αὐτὸς ἀναιδῶς
προσῆλθε τῶν θείων μεθέξων μυστηρίων. τί δὲ ὁ ἀρχιερεὺς ἀποβάλλεται τῆς
κοινωνίας ἀνάξιον τοῦτον τῆς τοῦ δεσποτικοῦ σώματος κρίνων μεταλήψεως. ὁ δὲ
μαίνεται μανίᾳ πικρᾷ καὶ κατὰ [Χ] τῆς ἰδίας ὁπλίζεται ψυχῆς, ἀπειλεῖ τὸ οἰκεῖον
ξῖφος τοῖς σπλάγχνοις τοῦ ἱεράρχου καταχῶσαι· ὁ δὲ ἀνταπειλεῖ τὸν δυνάμενον
ἐκκαλούμενος ἐπιστρέψειν τὴν ῥομφαίαν αὐτοῦ ἐπ᾿ αὐτόν. αὕτη γίνεται σκανδάλων
ἀρχή, αὕτη πρώτη τῆς ἐκκλησιαστικῆς ἀκαταστασίας ἀφορμή. ἐντεῦθεν βαρὺν ἑαυτῷ
χόλον καὶ μῆνιν ὁ Βάρδας ἐκεῖνος ἐναποθέμενος κατὰ τοῦ Ἰγνατίου, πάντα κάλων
ἐκίνει, τὸ δὴ λεγόμενον, τῷ βασιλεῖ τοῦτον διαβαλεῖν. πατρίκιος δὲ τότε καὶ τῶν
σχολῶν δομέστικος ὤν, ὅλην τοῦ Μιχαήλ, ἅτε δὴ θεῖος, εἰς ἑαυτὸν τὴν ἀρχὴν
ὑπεποιεῖτο. καί ποτε προσεληλυθὼς τῷ μειρακίῳ καὶ λόγοις καταγοητεύων ἀπατηλοῖς,
«ἵνα τί,» ἔλεγεν «<ὦ δέσποτα, παραχωρεῖς τὴν βασιλείαν τῇ μητρὶ καὶ ταῖς
ἀδελφαῖς μὴ γὰρ ἔτι νήπιος εἶ μὴ τὴν ἡλικίαν ἀτελής ἀλλ᾿ ἰδού» [Δ] φησίν
«ἐζεύχθης καὶ γυναικὶ καὶ ἤδη εἰς ἄνδρας τελεῖς· ὀφείλεις καὶ φρόνημα λοιπὸν
ἀναλαβεῖν ἀνδρός· τὴν μητέρα δὲ καὶ τὰς ἀδελφάς, τὸν πατριάρχην μετακαλεσάμενος,
ἀποκεῖραι πρόσταξον. σὲ γὰρ βασιλεύειν μόνον λοιπὸν καὶ τοὺς ἐκ σοῦ
τεχθησομένους καὶ θεῷ καὶ πᾶσιν ἡμῖν ἀρεστόν.» αὐτίκα τοίνυν ἐκεῖνος τὸν τίμιον
ἱεράρχην μεταπέμπεται· εὐρίπιστον γὰρ ἡ νεότης καὶ ῥᾳδίως ταῖς κεναῖς τῶν
ἐλπίδων μετεωριζόμενον, εἰ δὲ καὶ ἐξουσίας ὑπεροχὴ προσείη, μείζων μὲν ἡ
κουφότης, εἰς μείζω δὲ ἄνοιαν καὶ πτῶσιν ὡς τὰ πολλὰ προχωρεῖ. τότε τοίνυν ἀρχὴν
ταῖς κατ᾿ αὐτὸν ἀταξίαις καὶ ἀπαιδευσίαις, μᾶλλον δὲ ἀσεβείαις ὁ Μιχαὴλ
καταβαλλόμενος, «ταχὺ τὴν ἐμὴν μητέρα καὶ τὰς ἀδελφάς» πρὸς τὸν δίκαιον
[p. 505Α] ἔφη «λαβών, ἀπόκειραι <καὶ> τῷ μοναχικῷ σχήματι καταδίκασον.» ὁ δὲ
παρρησιασάμενος, «ἀδύνατόν μοι τοῦτο ποιεῖν» εἶπεν ὑπολαβών «τῆς γὰρ ἐκκλησίας
τοὺς οἴακας τὴν ἀρχὴν ἐγχειριζόμενος, ἔγγραφον ὅρκον ἐθέμην, μηδεμίαν τῆς
βασιλείας ὑμῶν ἐπιβουλὴν ἢ οἱανοῦν ἐπήρειάν ποτε διαλογίσασθαι. καὶ νῦν τι τὸ
ἀδίκημα τῶν βασιλίδων καὶ τίς ἡ κατ᾿ αὐτῶν αἰτία, ὅτι τὸ ὑμέτερον κράτος ταῦτα
κατ᾿ αὐτῶν διενοήθη» οὕτως εἰπόντος τοῦ ἀρχιερέως καθοσιώσεως τοῦτον Βάρδας
ἐγράψατο γραφήν, Γηβοβασίλευτον ἔναντι τοῦ βασιλέως διαλοιδορούμενος.
12. ἦν δὲ ὁ Γήβων οὗτος ἐπίληπτος ἄνθρωπος καὶ τὰς φρένας οὐ πάνυ καθεστηκώς· ὃς
πρὸ ὀλίγων ἐκείνων ἡμερῶν ἀπὸ τοῦ Δυρραχίου παρεγένετο, σχῆμα μὲν περικείμενος
κληρικοῦ, παῖδα δὲ ἑαυτὸν τῆς βασιλίδος [Β] Θεοδώρας ἐξ ἀνδρὸς ἑτέρου ληρῶν· ᾧ
οἱ πολλοὶ τοῦ δήμου ὡς βασιλεύειν μέλλοντι προσέσχον· τότε δὲ ἐν Ὀξείᾳ τῇ νήσῳ
ὑπὸ ἀσφαλεῖ συνείχετο φρουρᾷ. ὁ μὲν οὖν πατριάρχης ἐν ὑπονοίᾳ διὰ ταῦτα τῷ
Μιχαὴλ καταστάς, εὐθὺς ὑπενόστει πρὸς τὴν ἐκκλησίαν. ὁ δὲ παραχρῆμα τὴν μητέρα
καὶ τὰς ἀδελφὰς καταγαγών, ἐν τοῖς Καριανοῦ λεγομένοις ἀπενεχθῆναι κελεύει καὶ
καρῆναι. μετὰ μικρὸν δὲ καὶ αὐτὸν ἀπελαύνει τοῦ πατριαρχείου τὸν Ἰγνάτιον καὶ
πρὸς τὴν νῆσον Τερέβινθον αὐτὸν ὑπερορίζει, κατ᾿ αὐτὴν δὲ τὴν ἡμέραν καὶ Γήβονα
ἐκεῖνον ἀπὸ τῆς Ὀξείας εἰς Πρίγκηπον μετενεγκών, τά τε σκέλη καὶ τοὺς βραχίονας
ἐξέκοψε καὶ τοὺς ὀφθαλμοὺς ἐξορύξας, ἀπέκτεινε αὐτόν, οἰόμενος ταύτῃ τὸν
πατριάρχην [Χ] ἀμυνεῖσθαι. οὔπω τρεῖς μετὰ τὴν κατάβασιν διεληλύθεισαν ἡμέραι
καὶ παρῆσαν τῶν ἐπισκόπων οἱ νομιζόμενοι λογάδες, λίβελλον ἀποταγῆς, ἤτοι
παραίτησιν, διὰ τὴν ἐνεστῶσαν τοῦ καιροῦ κακίαν ἀξιοῦντες λαβεῖν παρ᾿ αὐτοῦ. καὶ
ταῦτα τίνες οἱ ἐγγράφως αὐτῷ πρότερον ὀμωμοκότες καὶ αὐτῆς ἐκπεσεῖν τῆς
ὑπερουσίου τριάδος εὐξάμενοι, εἴγε τὸν οἰκεῖον ποιμένα ἄνευ καταγνώσεως
ἀθετήσαιεν κανονικῆς. ἀλλ᾿ αὐτοὶ μὲν ὑπέστρεφον ἀνήνυτα πεπονηκότες, μετ᾿ ὀλίγας
δὲ αὖθις ἡμέρας πατρίκιοι καὶ τῶν κριτῶν οἱ ἐπιφανέστατοι σὺν τοῖς προλαβοῦσιν
ἐπισκόποις ἐξιόντες πάσαις μηχαναῖς, ὑποσχέσεσί τε καὶ ἀπειλαῖς τὸν θρόνον
ἐγγράφως παραιτήσασθαι κατεβιάζοντο, εἴγε μὴ μέλλοι εἰς προφανῆ καθεῖναι
κίνδυνον ἑαυτόν. ἔμενε δὲ ἀμετάθετος οὐδὲν ἧττον ἡ [Δ] πέτρα παράλιος εἰς βάθος
γῆς ἐρριζωμένη καὶ πάσαις ἀνένδοτος κυμάτων ἐπιφοραῖς. ἐπειδὴ οὖν οὐκ εἶχον
εὐλόγως παρανομεῖν, οὐδεμιᾶς αὐτοῖς ἀπὸ τοῦ ἀνευθύνου προφάσεως ἐνδιδομένης,
γυμνῇ λοιπὸν τῇ κεφαλῇ καὶ ἀναιδεῖ προσώπῳ, κατὰ τὸ ᾀδόμενον, πρὸς πᾶσαν ἐχώρουν
ἀδικίαν καὶ παρανομίαν. ὁ μὲν οὖν κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἅτε θεὸς ἀληθινὸς
καὶ ἀληθινοῦ πατρὸς ὤν, οὐ τῷ θεὸς εἶναι μόνον προαιώνιος τὰ πάντα πρὸ τῆς αὐτῶν
γενέσεως οἶδεν, ἀλλὰ καὶ τῷ ἄνθρωπος ὑπὲρ ἡμῶν γενέσθαι, τῷ τεθεωμένῳ νοῒ τὰ
πάντα προκατανοῶν, ϠἀνάγκηϠ
[p. 508Α] φησίν Ϡἐλθεῖν τὰ σκάνδαλα· οὐαὶ δὲ δι᾿ οὗ τὸ σκάνδαλον ἔρχεται.Ϡ καθ᾿
ὅλας μὲν οὖν τὰς ἀπὸ τῆς θεανδρικῆς αὐτοῦ παρουσίας μέχρι τοῦ δεῦρο
παρεισφθαρείσας αἱρέσεις ἐν ταῖς ἐκκλησίαις οἱ τῶν αἱρέσεων ἔξαρχοι, ὡς τῶν
σκανδάλων ἐξηγούμενοι, πρῶτοι ἂν ἀξίως αὐτοὶ μετέχοιεν καὶ τοῦ ταλανισμοῦ. οὐχ
ἧττον δέ, οἶμαι, τῶν πάλαι θρυλλουμένων αἱρετικῶν καὶ οἱ κατὰ ταύτην
πονηρευσάμενοι τὴν γενεάν, ὡς αἴτιοι σκανδάλων μυρίων τῷ κόσμῳ γενόμενοι, τῆς
ἄνωθεν πεῖραν λήψονται ὀργῆς. οὐ γὰρ ὅτι δόγμασιν ὀρθοῖς δῆθεν καὶ συγγραφαῖς
ἀμέτροις θεὸν δοκοῦσιν ὁμολογεῖν διὰ τοῦτο μόνον δικαιωθήσονται, ἀλλ᾿ ὅτι τοῖς
ἔργοις, κατὰ τὸν ἱερὸν λόγον, ἠρνήσαντο αὐτὸν βδελυκτοὶ γενόμενοι καὶ ἀπειθεῖς
καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι, τούτου γε [Β] ἕνεκεν κατακριθήσονται· οὐδ᾿
ὅτι μόρφωσιν εὐσεβείας καὶ σχῆμα γοῦν τι καὶ πλάσμα κενὸν εὐλαβείας περιθέμενοι
πάντα δρῶσι καὶ πραγματεύονται, ὥστε δικαιωθῆναι παρὰ τοῖς ἀνθρώποις, διὰ τοῦτο
δίκαιοι καὶ παρὰ τῷ τῶν κρυφίων ἐπόπτῃ καὶ ἐξεταστῇ, ἀλλ᾿ ὅτι τῆς εὐσεβείας τὴν
δύναμιν καὶ τὴν κατὰ τὸ εὐαγγέλιον ἀπηνήναντο ζωήν, πάσαις μὲν φιλαυτίαις καὶ
φιλαργυρίαις, φιληδονίαις τε πάσαις καὶ φιλαρχίαις ἑαυτοὺς ἀπεμπολήσαντες,
πάσαις δὲ ἀδικίαις, ἐπιορκίαις, σταυροπατίαις, καὶ κακουργίαις δὲ κατὰ τῶν ἀθῴων
καὶ ἐπηρείαις χρώμενοι, πᾶσαν τὴν ἐκκλησιαστικὴν εὐνομίαν διέλυσαν καὶ συνέχεαν·
τὸ θεῖον δὲ τῆς ἱερᾶς ἐκκλησίας πρᾶγμα καὶ ὄνομα οὕτω ταῖς ποικίλαις αὐτῶν
ἀθεσμίαις καὶ παρανομίαις ἐβεβήλωσαν, ὥστε [Χ] κινδυνεύειν, ὀλίγου δεῖν, ἐν
ψιλοῖς ἡμῶν λόγοις, ἀλλ᾿ οὐκ ἐν ἀληθείᾳ καὶ πράγματι τὸ τῆς εὐσεβείας μυστήριον
ὑπονοεῖσθαι· διὰ ταῦτα δικαιοτάτης τεύξονται πρὸς θεοῦ τῆς κατακρίσεως.
13. τούτων δὲ τῶν κακῶν ἁπάντων αἰτία προκαταρκτικὴ καὶ ῥίζα ὁ ἀπ᾿ ἀρχῆς
ἀνθρωποκτόνος καθέστηκε δηλαδή, ὃς τῷ ἀποστῆναι τοῦ ἀγαθοῦ πάσης κακίας
γενόμενος δημιουργός, οὐ παύεται μέχρι καὶ νῦν τὸν οἰκεῖον ἰὸν τοῖς πρὸς
ὑποδοχὴν ἑτοίμοις κατὰ πᾶσαν ἐναπερευγόμενος γενεάν· καὶ τοσούτῳ μᾶλλον τὴν παρ᾿
ἑαυτοῦ κακίαν ἐπιδαψιλεύεται, καθ᾿ ὅσον ἂν καὶ ἐπιτηδειοτέροις πρὸς τὸν οἰκεῖον
περιτύχοι σκοπόν. συγχωροῦνται δὲ πολλάκις κρατεῖν καὶ κοσμικαῖς δυναστείαις οἱ
τοιοῦτοι μεγαλύνεσθαι, ὡς ἂν ἐκ πολλῶν καρδιῶν, κατὰ τὸ θεῖον λόγιον, ἐκφανῶσι
διαλογισμοὶ καὶ ὥστε τὸν σῖτον διακριθῆναι [Δ] τοῦ ἀχύρου, καὶ πυρωθῆναι μὲν
ταῖς ἐπηρείαις τὸν δίκαιον, ὥσπερ ἐν χωνευτηρίῳ χρυσόν, καὶ τοῖς οὐρανίοις
ταμιευθῆναι βασιλείοις, ἀποποιηθῆναι δέ, καθάπερ σκωρίαν, ὅσον ἀδόκιμον καὶ
ἀνάξιον τῆς βασιλείας τοῦ θεοῦ. πρὸς οὖν ταῦτα οὐκ οἶμαί τινα τῶν εὐσεβούντων
ἀντερεῖν.
ἴδωμεν δὲ καὶ τὰ κατὰ τὸν ἱερὸν Ἰγνάτιον παρηκολουθηκότα καὶ ὅσα κατὰ τῆς ἐν
αὐτῷ κεκρυμμένης ἀληθείας καὶ ἀρετῆς ὁ τῶν ἁγίων ἐχθρὸς καὶ ἐπίβουλος διὰ τῶν
ὑπηρετουμένων αὐτοῦ τῇ κακίᾳ κατεπράξατο· ἀλλὰ πάντα μὲν κατὰ μέρος ἐπεξιέναι
ἀμήχανον εἰδὼς καὶ κρεῖττον ἢ κατ᾿ ἰσχὺν ἐμήν, τοῖς κυριωτέροις δὲ τὸν λόγον
ἐπαφιείς, πειράσομαι
[p. 509Α] καθ᾿ ὅσον οἷόν τε πανταχοῦ τῆς ἀληθείας πεφροντικὼς μηδὲν τῶν ἀξίων
μνήμης παραλιπεῖν.
14. ἐπειδὴ τοίνυν οἱ παρὰ τοῦ βασιλέως τότε πολλὰ πειράσαντες τὸ πρὸς παρανομίαν
ἐνδόσιμον, οὐχ οἷοί τε ἐγεγόνεισαν παρὰ τοῦ Ἰγνατίου λαβεῖν, γενναίαις ἐνστάσεσι
παραιτήσασθαι μὴ καταδεξαμένου, παρ᾿ ἑαυτῶν ἔλαβον τοῦτο λοιπὸν καὶ πλεῖστα καθ᾿
ἑαυτοὺς συσκεψάμενοι καὶ πᾶσαν κεκινηκότες βουλήν, Φώτιον πρωτοσπαθάριόν τε ὄντα
καὶ πρωτοασηκρῆτιν εἰς ἀρχιερέα τῆς βασιλίδος προχειρίζονται. ἦν δὲ οὗτος ὁ
Φώτιος οὐ τῶν ἀγεννῶν τε καὶ ἀνωνύμων, ἀλλὰ καὶ τῶν εὐγενῶν κατὰ σάρκα καὶ
περιφανῶν, σοφίᾳ τε κοσμικῇ καὶ συνέσει τῶν ἐν τῇ πολιτείᾳ στρεφομένων
εὐδοκιμώτατος πάντων ἐνομίζετο. [Β] γραμματικῆς μὲν γὰρ καὶ ποιήσεως, ῥητορικῆς
τε καὶ φιλοσοφίας, ναὶ δὴ καὶ ἰατρικῆς καὶ πάσης ὀλίγου δεῖν ἐπιστήμης τῶν
θύραθεν τοσοῦτον αὐτῷ τὸ περιόν, ὡς μὴ μόνον σχεδὸν φάναι τῶν κατὰ τὴν αὐτοῦ
γενεὰν πάντων διενεγκεῖν, ἤδη δὲ καὶ πρὸς τοὺς παλαιοὺς αὐτὸν διαμιλλᾶσθαι.
πάντα γὰρ συνέτρεχεν ἐπ᾿ αὐτῷ, ἡ ἐπιτηδειότης τῆς φύσεως, ἡ σπουδή, ὁ πλοῦτος,
δι᾿ ὃν καὶ βίβλος ἐπ᾿ αὐτὸν ἔρρει πᾶσα, πλέον δὲ πάντων ὁ τῆς δόξης ἔρως, δι᾿ ὃν
αὐτῷ καὶ νύκτες ἄυπνοι περὶ τὴν ἀνάγνωσιν ἐμμελῶς ἐσχολακότι. ἐπεὶ δὲ καὶ πρὸς
τὴν ἐκκλησίαν αὐτήν, ὡς μὴ ὤφελεν, ἐπεισελθεῖν ἔδει καὶ τῶν διὰ τοῦτο βιβλίων
τῆς ἀναγνώσεως οὐ κατὰ πάρεργον ἐπεμελήθη· Ϡἀγνόημα δὲ ἠγνόησεν,Ϡ ἵν᾿ εἴπω
θεολογικῶς, Ϡσφόδρα τῆς αὐτοῦ [Χ] σοφίας ἀνάξιον.Ϡ οὐ γὰρ ἠθέλησε προσέχειν τὸν
νοῦν ὅτι· Ϡεἴ τις θέλει σοφὸς γενέσθαι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα
γένηται σοφός.Ϡ οὐδὲ τὴν ὁδὸν εἵλετο τῆς ταπεινοφροσύνης, δι᾿ ἧς ἡ μεγάλη τοῦ
θεοῦ χάρις καὶ ἡ ἀληθὴς σοφία δίδοται καὶ κατορθοῦται, οὐδὲ στραφῆναι καὶ
γενέσθαι ὡς τὸ παιδίον διὰ τὴν τοῦ θεοῦ βασιλείαν, ὡς ἡ τοῦ κυρίου διαμαρτυρία,
κατεδέξατο, ἀλλ᾿ οὐδὲ σκάψαι τὴν αὐτοῦ ψυχὴν καὶ βαθῦναι τὴν διάνοιαν διὰ πάσης
ὑποταγῆς κατὰ Κύριον καὶ ἀτιμοτέρας ἀγωγῆς καὶ ταπεινόφρονος, καὶ δι᾿ ἀπαθείας
οὕτω τῇ πέτρᾳ προσεγγίσαι Χριστῷ καὶ ἐπ᾿ αὐτῷ θεῖναι θεμέλιον πίστεως ἀρραγῆ καὶ
δι᾿ ἀγαθῶν πράξεων οὕτω τῆς σοφίας [λεγε· τῇ σοφίᾳ?] ἑαυτὸν οἰκοδομεῖν· οὐ ταῦτα
διανενόηται ὁ σοφός, πολλοῦ γε δεῖν, καὶ οὐδὲν τούτων [Δ] ἐπὶ νοῦν ἦλθεν αὐτῷ,
ἀλλ᾿ ἐπὶ σαθρῷ θεμελίῳ καὶ ἀμμώδει, τῇ κοσμικῇ σοφίᾳ καὶ τῇ ἀλαζονείᾳ τοῦ μὴ
κατὰ Χριστὸν πεπαιδευμένου λόγου, τὴν ἑαυτοῦ καρδίαν στηρίξας καὶ τὸν νοῦν καὶ
τοῖς κενοῖς τῶν ἀνθρώπων ἐπαίνοις καὶ κρότοις φυσιούμενος, καὶ ἐπὶ πολὺ τῇ
κενοδοξίᾳ μετεωριζόμενος, δι᾿ ἧς κακουργίαν τε πᾶσαν καὶ πᾶσαν σκανδάλων
ὑπόθεσιν μυσταγωγεῖται, ὅθεν ἀδόκιμον αὐτοῦ τὴν τῆς ἱερουργίας καταβαλόμενος
ἀρχήν, ἀκόλουθον ἔσχε τῇ ἀρχῇ τὸ τέλος. οὐ γὰρ παρῃτήσατο τὴν ὡς παρὰ
π. 512Α] κοσμικῶν ἀρχόντων ἀκόσμως αὐτῷ καὶ ἀθέσμως ἐνδιδομένην ἐκκλησίαν, οὐδ᾿
ὡς ἑτέρῳ ἀνδρὶ καθηρμοσμένην μοιχικῶς ἑαυτῷ κατεγγυᾶσθαι ηὐλαβήθη· τοὐναντίον
μὲν οὖν καὶ περιχαρῶς ἢ ἀναιδῶς μᾶλλον κατησπάζετο καὶ ὡς ἰδίας τῆς ἀλλοτρίας
σαφῶς ἀντεποιεῖτο καὶ ἐν τῇ αἰσχύνῃ αὐτοῦ ἐγαυρία δοξαζόμενος καὶ ἐν τῇ ἀδικίᾳ
αὐτοῦ ἐνευλογεῖτο, καὶ ἐν ἓξ ταῖς ὅλαις ἡμέραις χερσὶν ἀνθρώπων τελειούμενος,
τῆς ἐπιθυμουμένης ἐπελαμβάνετο καθέδρας, καὶ ἦν ἀληθῶς ἐκεῖνον ὁρᾶν αὐθημερὸν
ἅγιον πλαττόμενον, κατὰ τὴν παροιμίαν. πρώτῃ γὰρ ἡμέρᾳ μοναχὸς ἀντὶ λαϊκοῦ, τῇ
δευτέρᾳ δὲ ἀναγνώστης καὶ ὑποδιάκονος τῇ ἑξῆς, εἶτα διάκονος, εἶτα πρεσβύτερος
ἔπειτα τῇ ἕκτῃ (Χριστοῦ δὲ ἦν τὰ γενέθλια) καὶ αὐτὸς τῷ ἱερατικῷ προσβὰς θρόνῳ,
τὴν εἰρήνην τῷ λαῷ προσεφώνει [Β] μηδὲν τῆς ἀληθινῆς εἰρήνης ἄξιον ἐννοούμενος.
15. ἦν δὲ αὐτῷ καθηγητὴς καὶ ἱεροτελεστὴς τὰ πάντα Γρηγόριος ἐκεῖνος ὁ
καλούμενος Ἀσβεστᾶς, ὅν ποτε καὶ Συρακούσης μὲν ἐπίσκοπον ἔφασαν γενέσθαι, ἐπ᾿
ἐγκλήμασι δέ τισιν εἰς τὸ Βυζάντιον κατηγορούμενον, ἤδη δὲ καὶ ὑπὸ τῆς τῶν
Ῥωμαίων ἐκκλησίας ὡς παρὰ κανόνας πράξαντα, καθῃρημένον. Ἰγνάτιος ἄρτι πρῶτον
χειροτονεῖσθαι μέλλων μὴ παρεῖναι τοῦτον τῇ χειροτονίᾳ διεπέμψατο, «ἄχρις οὗ τὰ
κατ᾿ <σ>αὐτόν» φησίν «ἐπὶ σχολῆς ἀκριβέστερον διαγνωσθῇ.» τοῦτο ὁ πατριάρχης ἐν
πρώτοις οὐ καλῶς μέν, ὥς γε δοκοῦν τοῖς πολλοῖς, πέπραχε δ᾿ οὖν ὅμως ἐν
δικαιοσύνῃ.
ἐντεῦθεν, ὢ τίς ἂν ἐξείποι τὴν ταραχὴν καὶ τὴν [Χ] σκοτόμαιναν τίς τὴν ἀπὸ τοῦ
μικροῦ ῥήματος φιλονεικίαν καὶ ἔριν καὶ μνησικακίαν τοῦ δεινοῦ ἐκείνου Σικελοῦ
παραστήσαι εὐθὺς γὰρ ἀκούσας, οὐκ ἐφιλοσόφησε πρὸς τὴν ἀγγελίαν, οὐ τὴν ἰδίαν ὡς
φρόνιμος συνεκάλυψεν αἰσχύνην, τοὺς ἐπὶ χειροτονίᾳ δὲ κηροὺς τῶν αὐτοῦ χειρῶν
ἀπορρίψας καὶ καταναιδευσάμενος, πάσης ἐνώπιον τῆς ἐκκλησίας ἐσχάτως
διελοιδορεῖτο τὸν ἀναίτιον καὶ λύκον ἀντὶ ποιμένος ἐπεισιέναι τῇ ἐκκλησίᾳ
μανιωδῶς διισχυρίζετο· ᾧ καὶ Πέτρος ὁ Σαρδέων, ὁ λεγόμενος Δείλαιος, πρὸς δὲ καὶ
ὁ Ἀπαμείας Εὐλάμπιος καὶ ἄλλοι τινὲς τῶν ἀσημοτέρων [λεγε· εὐσημοτέρων?] εἵποντο
κληρικῶν, ἀλόγως τῆς ἐκκλησίας ἀπορρηγνύμενοι.
16. ἐν ὅλοις μὲν οὖν ἕνδεκα χρόνοις τῆς πρώτης αὐτοῦ ἱεραρχίας ὁ Ἰγνάτιος
ἀποπειρώμενος καὶ πᾶσαν μὲν [Δ] λόγων, πᾶσαν δὲ δωρεῶν προτεινόμενος φιλοτιμίαν,
οὐχ οἷός τε ἐγεγόνει τὴν τοῦ Ἀσβεστᾶ κακίαν κατασβέσαι. διήρχετο πάσας οἰκίας
τῶν δυναστῶν μάτην διαλοιδορούμενος καὶ διασύρων πικρῶς καὶ μηδὲ χριστιανὸν
ὀνομάζειν τὸν ἅγιον ὁ ἐναγὴς ἀξιῶν. μάλιστα δὲ πάντων παρὰ Φωτίῳ καὶ τοῖς αὐτοῦ
συγγενέσι τιμώμενος, μέγας τις ἄνθρωπος τοῦ θεοῦ χρηματίζειν ἐπιστεύετο· ὅθεν
καὶ παρ᾿ αὐτοῦ πρώτου χειροτονηθεὶς ὁ Φώτιος, ἐκ τῆς εἰς αὐτὸν πίστεως ὅλην τοῦ
ἀνδρὸς κατὰ τοῦ ἀναιτίου μανίαν ἐπεσπάσατο. καὶ ὥσπερ εἰς αὐτὸ τοῦτο πατριάρχης
προχειρισθείς, ἵνα πάσαις ἐπινοίαις, τρόποις πᾶσι τὸν ἀθῷον τιμωρήσηται οὕτως
ἠγωνίζετο, οὐ τῆς ἱερωσύνης
[p. 513Α] μόνον, ἀλλὰ καὶ αὐτῆς αὐτὸν ἀπαλλάξειν, εἰ δυνατόν, τῆς ζωῆς, καίτοιγε
χειρόγραφα παρὰ τῶν καταδεχομένων αὐτὸν πρότερον ἀπαιτηθεὶς μητροπολιτῶν, ὥστε
πατρικὴν ἀπονέμειν τῷ Ἰγνατίῳ τιμὴν καὶ πάντα κατὰ βούλησιν αὐτοῦ δρᾶν καὶ ἐν
μηδενὶ τοῦτον παραλυπεῖν. οὔπω δὲ μετὰ τὴν χειροτονίαν δύο μῆνες παρῆλθον καὶ
αὐτὸς τοὺς ὅρκους ἠθετηκώς, πρῶτον μὲν τοὺς ἐπὶ τῆς ἐκκλησίας τεταγμένους, ὅσους
οἰκειοτέρους εὕρισκε τοῦ πατριάρχου, κατακλείων καὶ αἰκισμοῖς βιαίοις καὶ
μάστιξι καταικιζόμενος καὶ κολακεύων δὲ πάλιν καὶ δῶρα προτείνων καὶ προκοπὰς
καὶ χειρόγραφα ἀπαιτῶν καὶ πᾶσι τρόποις ἐπικείμενος, πρόφασιν ἀπωλείας ἐζήτει
κατ᾿ αὐτοῦ. ὡς δὲ οὐδὲν εὕρισκε δι᾿ ἑαυτοῦ τοιοῦτον, οἷον ἐπεθύμει, ὑποβάλλει τῷ
κακῷ Βάρδα καὶ δι᾿ αὐτοῦ τῷ κούφῳ Μιχαήλ, ὥστε πέμψαι καὶ ἔρευναν ἀκριβῆ
ποιήσασθαι κατὰ τοῦ Ἰγνατίου ὡς αὐτοῦ λάθρα τυρεύοντος κατὰ τῆς βασιλείας. εὐθὺς
οὖν ἄρχοντες ἀπηνεῖς καὶ στρατιῶται [Β] θρασεῖς τὴν Τερέβινθον καταλαβόντες καὶ
πᾶσαν ποιήσαντες ἐξέτασιν καὶ πᾶσαν βάσανον, τοὺς ὑπ᾿ ἐκεῖνον ἀνθρώπους
βασανίσαντες, ἐπειδὴ ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσεις καὶ λοιπὸν οὐδὲν εἶχον
ὥστε δικαίως τιμωρήσασθαι, τῇ ἀδικίᾳ καθαρᾷ χρῷνται. λαβόντες γὰρ τὸν ἱερὸν
ἄνδρα μετὰ τῶν σὺν αὐτῷ καὶ πρὸς τὴν λεγομένην Ἱέρειαν περάσαντες δέσμιον τοῦτον
εἰς μάνδραν αἰγῶν κατέκλεισαν· ἐκεῖθέν τε πρὸς τὰ Προμήτου λεγόμενα διαπερῶσιν,
ὅπου δὴ Λέων ἐκεῖνος ὁ Λαλάκων ἐπονομαζόμενος τῶν Νουμέρων δομέστικος ὤν, ἐπὶ
τοσοῦτον αὐτοῦ τοῖς ῥαπίσμασι κατέκοψε τὰς σιαγόνας, ὡς δύο μύλας ἐκεῖ τοῦ
ἱερωτάτου γέροντος ἐκπεσεῖν· εἶτα δύο μοχλοῖς σιδηροῖς, ἀνδροφόνων τρόπον, τοὺς
αὐτοῦ πόδας κατασφαλισάμενοι καὶ μικρᾷ φρουρᾷ κατακλείσαντες [Χ] ἀπῄεσαν δύο
παῖδας καὶ μόνον πρὸς ὑπηρεσίαν αὐτῷ καταλιπόντες. ὅλος δὲ αὐτοῖς ὁ ἀγὼν καὶ ἡ
ἔπειξις ἦν, ὥστε λίβελλον αὐτοῖς ἀποταγῆς δοῦναι καὶ ἑκουσίως τοῦ θρόνου
παραχωρεῖν. ὁ δὲ τὸν λύκον κατὰ τῆς ποίμνης δεινῶς ἐπεισφρήσαντα θεασάμενος,
ὅσον ἦν ἐπ᾿ αὐτῷ τὴν ἔφοδον ἐξεῖργεν.
17. ἡμερῶν δὲ παρελθουσῶν ὀλίγων, εἰς τὰ Νούμερα τοῦτον περάσαντες,
σιδηροδέσμιον ἐγκλείουσιν· εἶτα αὔγουστος ἐνίστατο μὴν καὶ εἰς πλοῖον αὐτὸν
ἐμβαλόντες, εἰς Μιτυλήνην ἐξορίζουσι· πάντας δὲ τοὺς ὑπονοουμένους οἰκείους
εἶναι καὶ φίλους αὐτοῦ, οὓς μὲν δαρμοῖς ἀφορήτοις καὶ θανατηφόροις παρεδίδουν
πληγαῖς, οὓς δέ, τὸ φιλανθρωπότατον, ὑπερώριζον τῆς πόλεως· ὅτε δὴ καὶ τὸν
χαρτοφύλακα Βλάσιον διὰ τὴν ὑπὲρ [Δ] τῆς ἀληθείας παρρησίαν ἐγλωσσοτόμησαν. Ἐν
Μιτυλήνῃ δὲ διατρίβοντος, ὁ Φώτιος τὴν κατ᾿ αὐτὸν ἐκκλησίαν τῶν πονηρευομένων
συναγαγὼν καὶ πρὸς τῷ ἱερῷ τεμένει τῶν πανενδόξων Ἀποστόλων γενόμενος,
καθαίρεσιν ἀποφαίνεται κατὰ τοῦ μὴ παρόντος Ἰγνατίου· οὐ μόνον δέ, ἀλλὰ καὶ
ἀναθεματίζει καὶ ἀποκηρύττει αὐτὸς κατήγορος γινόμενος καὶ κριτής. καὶ ὅσους μὲν
ἑώρα τῷ αὐτοῦ σκοπῷ καὶ τῇ παραλόγῳ πράξει ταύτῃ συνᾴδοντας καὶ τοῖς τελουμένοις
ὑπογράφοντας, ἐν τοῖς πρώτοις τῶν φίλων καὶ γνησιωτάτων εἶχε συλλειτουργῶν, ὅσοι
δὲ τῇ ἀκρίτῳ κρίσει προσοχθήσαντες συναινέσαι ταῖς ἀλογιστίαις ταύταις οὐκ
ἠβούλοντο, τούτους τῷ Πραιτωρίῳ καὶ φυλακαῖς πολυτρόποις κολασθησομένους
παρεδίδου. πολλῶν οὖν διαγογγυζόντων καὶ ἐπὶ ταῖς ἀκρισίαις
[p. 516Α] ταύταις Φωτίου καταγινωσκόντων, ὑπό τε τῶν οἰκείων ἔργων ἐκεῖνος καὶ
τῆς συνειδήσεως διελεγχόμενος, βουλὴν βουλεύεται πονηρὰν μᾶλλον ἢ συνετήν. οὐ
γὰρ ἀγαθῷ, ἀλλὰ κακῷ τὸ κακὸν ἰάσασθαι διανοεῖται, μᾶλλον δὲ τῷ ἥττονι τὸ μεῖζον
ἐπενεγκεῖν. ὥσπερ γὰρ οἱ τὴν ὁδὸν ἀνιόντες τῆς ἀρετῆς, διὰ τῶν ἀγαθῶν ἔργων, ὡς
διὰ κλίμακος, ἀναβαίνουσι πρὸς τὸν θεόν, οὕτως καὶ οἱ τὴν εὐθεῖαν ἀφιέντες, διὰ
τῶν πονηρῶν πράξεων τῷ τῆς πονηρίας προσοικειοῦνται πατρί καὶ κακῷ κακὸν
ἐπιπλέκοντες οὐ διαλείπουσιν, ἕως ἂν εἰς τὸν τῶν οἰκείων ἔργων ἐκραγῶσι βόθρον.
διανοεῖται τοίνυν κἀκεῖνος πρεσβευτὰς εἰς τὴν πρεσβυτέραν ἀποστεῖλαι Ῥώμην καὶ
παρὰ Νικολάου τοῦ πάπα τοποτηρητὰς αἰτῆσαι, πρόφασιν μὲν εἰς διόρθωσιν τῆς
ἐκκλησίας, εἴτουν ἐκτομὴν τελείαν [Β] τῶν ἔτι τῆς χριστιανοκατηγορικῆς τῶν
εἰκονομάχων αἱρέσεως ἀντεχομένων, τὸ δὲ ἀληθές, ὡς ἂν μετὰ τῆς τῶν Ῥωμαίων
χειρὸς περιφανεστέραν τοῦ Ἰγνατίου ποιήσηται καθαίρεσιν. ἀποστέλλει τοίνυν
Θεόφιλον ἐπίσκοπον τοῦ Ἀμορίου καὶ Σαμουὴλ ἐπίσκοπον ἄχρις ἐκείνου τῶν Χωνῶν ὑπὸ
Λαοδίκειαν τυγχάνοντα, ἀρχιεπίσκοπον τετιμηκώς, δι᾿ ὧν καὶ τὰ ψευδῆ πρὸς τὸν
πάπαν γράφειν ὁ γεννάδας οὐκ ὀκνεῖ· γράφει γὰρ ὡς Ἰγνάτιος διὰ γῆρας καὶ νόσον
καὶ σώματος ἀδυναμίαν παραιτησάμενος, ὑπεχώρησε τῆς ἐκκλησίας καὶ ἐν τῇ κατ᾿
αὐτὸν νήσῳ καὶ τῷ μοναστηρίῳ μένων, πάσης τιμῆς καὶ θεραπείας ὑπό τε τῶν
βασιλευόντων, ὑπό τε πάσης τῆς πόλεως καὶ τῆς κατ᾿ αὐτὸν ἐκκλησίας ἀξιοῦται.
τούτους ὁ πάπας δεξάμενος καὶ τὴν τῶν πραγμάτων ἀλήθειαν ἀγνοῶν, δύο
τοποτηρητάς, Ζαχαρίαν καὶ Ῥοδοάλδον ἐπισκόπους ἀποστέλλει.
18. [Χ] ἐν δὲ τῷ μεταξὺ ἐπάνεισι μὲν τῆς ἐξορίας ὁ ἀθλητής, ἓξ μῆνας ἐν Μιτυλήνῃ
πεποιηκώς· ἐπάνεισι δὲ διὰ τῆς τῶν κρατούντων προνοίας πρὸς τὴν Τερέβινθον
ἀποκαθιστάμενος, οὐ πρὸς τιμὴν μᾶλλον ἢ ἀτιμίαν, οὐδὲ πρὸς ἀνάπαυσιν καὶ
παραμυθίαν, ἀλλὰ πρὸς θλίψιν καὶ κάκωσιν περισσοτέραν. ὅσα γὰρ ὁ ἐχθρὸς ἐν αὐτῷ
ἐπονηρεύσατο καὶ ὅσας αὐτῷ Νικήτας ὁ τοῦ βασιλικοῦ στόλου δρουγγάριος, ὁ Ὠρύφας
λεγόμενος, θλίψεις ἐπήνεγκεν καὶ ἐπηρείας, Φωτίῳ καὶ τοῖς κρατοῦσι χαριζόμενος,
τίς λόγος παραστῆσαι δύναταί τις καθ᾿ ἓν ἀπαγγεῖλαι τὰς ἐπαγωγάς, τὰς ὕβρεις,
τὰς ζημίας καὶ τοὺς δαρμούς, ὅσα χειρὶ μιαιφόνῳ κατὰ τῶν τοῦ μακαρίου οἰκείων
ἐκεῖνος ἐτεκτήνατο ἐπεγένετο δὲ καὶ ἄλλη τῷ ἁγίῳ συμφορά. κατ᾿ ἐκεῖνον γὰρ τὸν
καιρὸν τὸ μιαιφονώτατον [Δ] τῶν Σκυθῶν ἔθνος, οἱ λεγόμενοι Ῥώς, διὰ τοῦ Εὐξείνου
πόντου προσκεχωρηκότες τῷ Στενῷ καὶ πάντα μὲν χωρία, πάντα δὲ μοναστήρια
διηρπακότες, ἔτι δὴ καὶ τῶν τοῦ Βυζαντίου περιοικίδων κατέδραμον νησίων, σκεύη
μὲν πάντα ληϊζόμενοι καὶ χρήματα, ἀνθρώπους τοὺς ἁλόντας πάντας ἀποκτείνοντες,
πρὸς οἷς καὶ τῶν τοῦ πατριάρχου μοναστηρίων βαρβαρικῷ καταδραμόντες ὁρμήματι καὶ
θυμῷ, πᾶσαν μὲν τὴν εὑρεθεῖσαν κτῆσιν ἀφείλοντο, εἴκοσι δὲ καὶ δύο τῶν
γνησιωτέρων αὐτοῦ κεκρατηκότες οἰκετῶν, ἐφ᾿ ἑνὶ τροχαντῆρι πλοίου τοὺς
[p. 517Α] πάντας ἀξίναις κατεμέλισαν. τούτων δὲ τῶν συμφορῶν ἐκεῖνος ἐπακούων,
μίαν ἀεὶ ταύτην ἐπὶ στόματος εἶχεν φωνήν· Ϡὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλετο·
ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο·Ϡ καὶ τὰ ἑξῆς. οὕτως εὐχαριστῶν καὶ ταῖς
προσευχαῖς ἀδιαλείπτως πρὸς τὸν θεὸν ἀνατεινόμενος, τὴν παρ᾿ αὐτοῦ κρίσιν καὶ
βοήθειαν ἐπεκαλεῖτο, ματαίαν δὲ πᾶσαν τὴν ἀπὸ τῶν κρατεῖν δοκούντων ἡγεῖτο
σωτηρίαν· οἵγε καὶ ἡνίκα τοῦτον τηλικαύταις περιπεσεῖν ἀνίαις ἤκουσαν καὶ
θλίψεσι, τοσοῦτον ἀπέσχον τοῦ συμπαθῆσαι καὶ παραμυθήσασθαι, ὥστε καὶ λύπης
πρόφασιν ἡγήσασθαι, ὅτι μὴ καὶ αὐτὸς τῇ βαρβαρικῇ ἑάλω χειρὶ καὶ τοῖς οἰκείοις
συνανῃρέθη παισίν, οὐ μᾶλλον εὐθυμοῦντες ἐπὶ τοῖς ἀνῃρημένοις, ἢ ἀνιώμενοι ἐπὶ
τῇ σωτηρίᾳ τοῦ δικαίου. καὶ [Β] οὐ θαυμαστόν. ψυχὴ γὰρ πᾶσα τῆς ἀγάπης μὲν
ἀλλοτριωθεῖσα, τοῦ δὲ μίσους ἀναπλησθεῖσα καὶ ὡς πυρὸς ὑπ᾿ αὐτοῦ δαπανωμένη,
μίαν ταύτης ἡγεῖται τοῦ πάθους ἀναψυχήν, τὴν ἀπώλειαν τοῦ μισουμένου. οὐ πολὺ τὸ
ἐν μέσῳ καὶ πάλιν συνέδρια, πάλιν ἀρχόντων καὶ ἀρχιερέων κατὰ τοῦ ἀθῴου
βουλευτήρια. ὁ μὲν οὖν εἰς τὰ Πόσεως ἐκάθητο τὴν κατ᾿ αὐτοῦ σκευωρίαν
ὑφορώμενος. Φώτιος δὲ τὴν κατ᾿ αὐτὸν ἐκκλησίαν καὶ τοὺς ἀπὸ τῆς Ῥώμης ἥκοντας
λαβὼν τοποτηρητάς, τὸν ἱερὸν τῶν Ἀποστόλων κατειλήφει ναόν. παρῆσαν καὶ οἱ
βασιλεῖς, παρῆσαν καὶ πάντες οἱ ἄρχοντες καὶ πᾶσα σχεδὸν ἡ πόλις παρῆσαν ἐκεῖ.
19. ἐπειδὴ οὖν συνεληλύθεισαν, πρῶτον μὲν Βαάνην πραιπόσιτον, τὸν Ἀγγορὴν
ἐπικαλούμενον καὶ ἄλλους δέ τινας ἐξουθενημένους Ῥωμαίους πρὸς Ἰγνάτιον [Χ]
ἀποκρισιαρίους προχειρίζονται. οἳ καὶ παραγενόμενοι, «ἡ μεγάλη» φασί «καὶ ἱερὰ
σύνοδος καλεῖ σε πρὸς ἑαυτήν· ἐλθὲ τάχιον ἀπολογησόμενος πρὸς τὰ δικαίως ἢ
ἀδίκως θρυλλούμενα κατὰ σοῦ.» ὁ δὲ μακάριος, «εἴπατε» φησίν «ἀξιῶ, πῶς
ἐλεύσομαι, ὡς ἐπίσκοπος ἢ ἱερεὺς ἢ θεραπευτής» οἱ δὲ μὴ εἰδέναι τί πρὸς ταῦτα
ἀποκριθῶσιν, εἶπον· «ἀλλὰ νῦν ἀπιόντες πρὸς τοὺς ἀποστείλαντας, βεβαίαν
ἀπόκρισιν αὖθις ἰόντες κομιοῦμεν.» τῇ οὖν ἐπαύριον οἱ αὐτοὶ παραγενόμενοι, «οἱ
τοποτηρηταὶ τῆς πρεσβυτέρας» ἔφασαν «Ρώμης, Ῥοδοάλδος καὶ Ζαχαρίας, δι᾿ ἡμῶν τῶν
ἀναξίων δηλοῦσι τάδε· Ϡεἰς τὴν ἁγίαν καὶ οἰκουμενικὴν σύνοδον ἀνυπερθέτως
ἀπάντησον, ὡς ἔχει σου ἡ συνείδησις.Ϡ» εὐθὺς οὖν τὴν ἀρχιερατικὴν
[Δ] στολὴν ἐνδυσάμενος, σὺν ἐπισκόποις καὶ πρεσβυτέροις καὶ πλήθει πολλῶν
μοναχῶν τε καὶ λαϊκῶν, ἀπῄει πεζοπορῶν. πλησίον δὲ τοῦ ναοῦ Γρηγορίου τοῦ
Θεολόγου, ὅπου σταυρὸς ἐν μαρμαρίνῳ κίονι κατὰ μέσον ἀνεστήλωται τῆς λεωφόρου
γενομένῳ, Ἰωάννης πατρίκιος, ὁ Κόξης λεγόμενος, ἀπήντησεν αὐτῷ, λέγων ἀπὸ τοῦ
βασιλέως ἀπεστάλθαι καὶ ἀπειλῶν ὡς εἰ μὴ παγανεύων ἐν μοναχικῷ τῷ συνήθει
σχήματι προέλθοι, θάνατον ἐπηρτῆσθαι τὴν ζημίαν. ὃ καὶ πεποιηκότα τὸν ἀοίδιμον
τῷ συνεδρίῳ παρεστήσαντο. καὶ δὴ παριστάνουσιν ἑβδομήκοντα καὶ δύο
ψευδομάρτυρας, οὓς ἐκ πολλοῦ προητοιμάσαντο, ἀνθρώπους ἀσεβεῖς πάντας, ἀγελαίους
καὶ συγκλητικούς, ὧν ἡγεῖτο Λέων πατρίκιος ἐκεῖνος ὁ Κρητικὸς ὀνομαζόμενος καὶ
Θεοδοτάκιος
[p. 520Α] πατρίκιος μετ᾿ αὐτόν, ᾧ καὶ τῆς ἐπιορκίας μισθὸν τὴν ἀξίαν μαγίστρου
προετείναντο. ἐφ᾿ οἷς καὶ τοὺς λοιποὺς ἀφ᾿ ἑκάστου βαθμοῦ καὶ τοῦ καταδεεστάτου
πάντων συλλεξάμενοι, οὐ μόνον δέ, ἀλλὰ καὶ ἀπὸ τῶν λεγομένων διβαπτιστῶν καὶ ἀπὸ
παντός, ὡς εἰπεῖν, τάγματος τοὺς αἰσχίστους καὶ μιαρωτάτους τῶν ἀνθρώπων χρυσοῦ
τε καὶ ἀξιωμάτων ἐξαγορασάμενοι, ἕνα καθ᾿ ἕνα προσῆγον, ὀμνύοντας ὡς· «ὁ
δωδεκαετῆ μικροῦ δεῖν χρόνον ἀρχιερατεύσας Ἰγνάτιος ἀψηφίστως χειροτονηθεὶς
ἐκράτησε τῆς ἐκκλησίας.» τί οὖν οἱ μάταιοι τῶν τοιούτων κριταί, Ϡὧν ἐν χερσὶν αἱ
ἀνομίαι, ὧν ἡ δεξιὰ αὐτῶν ἐπλήσθη δώρων,Ϡ τί οὗτοι πρὸς τὴν ψευδορκίαν ταύτην
ἀνθυπήνεγκαν τὸν τριακοστὸν εὐθὺς ὑπαναγινώσκουσι κανόνα Ϡεἴ τις ἐπίσκοποςϠ
λέγοντα Ϡκοσμικοῖς [Β] ἄρχουσι χρησάμενος, δι᾿ αὐτῶν ἐγκρατὴς ἐκκλησίας γένηται,
καθαιρείσθω·Ϡ τὸ ἑξῆς δὲ τοῦ κεφαλαίου ὅτι Ϡκαὶ οἱ κοινωνοῦντες αὐτῷ πάντες,Ϡ
κακούργως οἱ δόλιοι παρεσιώπησαν· ἔδει δὲ πάντως, εἴπερ ἀποστολικὸν νόμον
ἠγωνίζοντο τηρεῖν, οὐκ ἐκ μέρους, ἀλλὰ τελείως τηρεῖν καὶ εἰ ἀληθῶς εἶχεν ἡ
κατηγορία, ὥσπερ ἐκεῖνον, οὕτω καὶ τοὺς ὑπ᾿ ἐκεῖνον χειροτονηθέντας καὶ αὐτῷ
κοινωνήσαντας καθαιρεῖν, καὶ οὕτως ἂν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν οἱ
ἁμαρτωλοὶ σαφῶς συνελαμβάνοντο. ἀδικώτατα δὲ διανοούμενοι, ὅσον μὲν αὐτοῖς πρὸς
βλάβην τοῦ παρ᾿ αὐτῶν ἐπηρεαζομένου συνετέλει, τοῦτο ἐξεφώνησαν, τὸ ἑξῆς δὲ ὡς
καὶ αὐτοὺς τῇ αὐτῇ ὑποβάλλον ἐπιτιμίᾳ κατεκρύψαντο· ὃ δὴ καὶ ὁ πατριάρχης αὐτοῖς
τότε παρασιωπήσασιν εὐστόχως ἐπιφωνεῖ· «ὢ τῆς κακουργίας· ὢ τῆς σκαιότητος. τίς
γὰρ οὐκ οἶδεν ὡς Ἰγνάτιος μὲν ψήφῳ πάντων ὁμοῦ τῶν ἀρχιερέων καὶ τῆς ἐκκλησίας
ὅλης συναινέσει κανονικῶς καὶ ἐνθέσμως προκεχείρισται, αὐτὸς δὲ ὁ Φώτιος μᾶλλον
τῷ τε δεινῷ Βάρδᾳ καὶ τοῖς κοσμικοῖς ἄρχουσι χρησάμενος συνεργοῖς, ἀκανονίστως
καὶ τυραννικῶς μᾶλλον ἢ ἐκκλησιαστικῶς τοῦ θρόνου καταδράττεται» ἀλλ᾿ οὐκ
ἔγνωσαν, οὐδὲ συνῆκαν οἱ τῷ τῆς φιλαργυρίας καὶ δοξομανίας σκότῳ διαπορευόμενοι,
ὡς ἐν οἷς διαλογίζονται διαβουλίοις συλλαμβάνονται.
20. [Χ] μετὰ πολλὴν οὖν τὴν ἐν τοῖς λόγοις ἅμιλλαν καὶ σπουδὴν καὶ τριβήν, κατ᾿
οὐδένα δικαιοσύνης νόμον, μόνῃ δὲ τῇ ἐξουσίᾳ μανικῶς χρώμενοι, ἐνδύουσι τοῦτον
ἱμάτια διερρωγότα καὶ ῥυπῶντα καὶ τὴν ἱερατικὴν στολὴν περιβαλόντες, ἐκ τῶν
ὄπισθεν ἀπαμφιάζουσιν. ἦν δέ τις ἐκκήρυκτος ὑποδιάκονος, Προκόπιος τοὔνομα, τὸν
λόγον ἄλογος, τὸν βίον βέβηλος, ὃν ὁ πατριάρχης πρώην διὰ τοῦτο ἔρριψε τοῦ
βαθμοῦ. οὗτος πρῶτος ἀναιρούμενος τὸ ὠμοφόριον καὶ τὴν λοιπὴν ἐσθῆτα, ἐβόα τό
«ἀνάξιος.» Ζαχαρίας τε καὶ Ῥοδοάλδος καί τινες ἄλλοι μιαροὶ τὰ ἴσα κραυγάζοντες,
τῇ ἀνοσίᾳ ψήφῳ συνεπεψηφίζοντο· οὓς πάντας οὐ μετὰ πολὺ μετῆλθεν ἡ δίκη καὶ τὸ
τοῦ Ζαχαρίου τοῦ θείου δρέπανον ἐνδικώτατα κατακτεῖναι συνετέλεσε. Φώτιος μὲν
οὖν τὴν ἐνδομυχοῦσαν [Δ] ἐν αὐτῷ κατὰ τοῦ ἀνεγκλήτου μῆνιν πῶς ἂν ἄλλως τῇ
οἰκουμένῃ πάσῃ κατεστήσατο φανερὰν καὶ πῶς ἂν ἑαυτὸν ὡς πορρωτάτω τοῦ εἰρηνικοῦ
καὶ πρᾴου ποιμένος ἀπέφηνεν Ἰησοῦ, ἢ τοιαῦτα διανοηθεὶς καὶ οὕτως ἀδικώτατα τῷ
δικαίῳ ἐπιθέμενος ταύτην τὴν κρίσιν οὐκ ἦν ὅστις οὐκ ἐμέμψατο καὶ τῆς
ἀλογιστίας, μᾶλλον δὲ μισανθρωπίας, τὸ
[p. 521Α] ὑπερβάλλον ἀπεστράφη. οὐδὲ γὰρ οἱ τῷ μέρει μόνον τοῦ ὀρθοῦ λόγου
τιθέμενοι, ἀλλὰ καὶ αὐτοὶ Φωτίου οἱ συγγενεῖς καὶ οἰκεῖοι κατεστέναξαν τῶν
γενομένων καὶ εἰς κακὸν ταῦτα προβήσεσθαι τῷ τῆς ἀδικίας οἰωνίσαντο κριτῇ. τί δὲ
ἐκεῖνος ἆρ᾿ ᾐδέσθη τοὺς ἀνθρώπους ἢ τὸν δικαιοσύνην ἀγαπῶντα καὶ κρίσιν θεὸν
φοβηθεὶς ἐξ ἐκείνου κατέπαυσε τὴν ὀργήν οὐδαμῶς· ἀεὶ δὲ φθόνον φθόνῳ καὶ κακίαν
ἐπισυνάπτων τῇ κακίᾳ, ἠγωνίζετο σπουδῇ πάσῃ καὶ μηχανῇ οὐ θανατῶσαι μόνον, ἀλλὰ
τὸ τούτου χεῖρον, καὶ ὡς θανάτου ἄξιον αὐτὸν ἀνελεῖν. τότε μὲν οὖν, ὡς ὑπέλαβον,
καθαιρήσαντες καὶ ἐκκηρύξαντες, ἀνθρώποις αὐτὸν ὠμοτάτοις καὶ ἀσεβεστάτοις
τιμωρεῖσθαι πικρῶς παραδεδώκασιν, ἄχρις ἂν οἰκείᾳ χειρὶ τὴν ἰδίαν καθαίρεσιν
ὑποσημήνηται. ἦσαν δὲ [Β] οἱ κολαφίζοντες καὶ ταλαιπωροῦντες αὐτὸν καὶ πήξεως
οὔσης δριμείας, ἑνὶ χιτωνίσκῳ πιέζοντες καὶ σταυροῦντες αὐτὸν καὶ πυρπολοῦντες
καὶ ἐν δυσὶν ἑβδομάσιν ἐμφρούριον συνέχοντες καὶ ἀσιτίᾳ τελείᾳ κατατήκοντες· οὐ
μόνον δέ, ἀλλὰ καὶ ἐπ᾿ αὐτῆς αὐτὸν τοῦ Κοπρωνύμου τῆς λάρνακος ἐκάθιζον
ἀναβιβάζοντες καὶ τῶν ποδῶν αὐτοῦ κάτωθεν λίθους ἐξαρτῶντες βαρεῖς καὶ ἐπὶ
πλεῖον τῇ τοῦ μαρμάρου τὴν ἕδραν ὀξύτητι πικρῶς ἄγαν πλήσσοντες ἐπέτριβον. οἱ
οὖν ταῦτά τε καὶ ἄλλα πλείω ἐνυβρίζοντες εἰς τὸν μακαριώτατον καὶ λόγοις καὶ
ἔργοις ἐμπαροινοῦντες εἰς αὐτόν, σπέρμα πονηρόν, ὡς εἰπεῖν, υἱοὶ ἄνομοι, ὁ
Μωροθεόδωρος ἐκεῖνος καὶ ὁ Γοργονίτης Ἰωάννης καὶ ὁ Θεοδούλου Νικόλαος ὁ
Σκουτελόψις ἦν.
21. [Χ] μετὰ γοῦν τὰς κολάσεις, ἃς οὗτοι προσήγαγον τῷ ὁμολογητῇ τοῦ Χριστοῦ,
μετὰ τὰς ἀπειλάς, μετὰ τὰς ἁλύσεις, ἃς κατὰ τῶν τιμίων ἐπέβαλον ποδῶν, μετὰ τὰ
ῥαπίσματα, μετὰ τὸ σταυροειδῶς ἐπὶ πρόσωπον κατὰ τῶν μαρμάρων ἐφαπλῶσαι καὶ ὅλην
τὴν νύκτα δεδεμένον τιμωρήσασθαι, μετὰ τὸ ἐπιβιβάσαι τῇ λάρνακι εἰς τὴν ἑξῆς
νύκτα πᾶσαν, εἶθ᾿ οὕτως ἀπολῦσαι τῶν δεσμῶν καὶ κατὰ τοῦ ἐδάφους αὐτὸν ἀκοντίσαι
καὶ συντρίψαι καὶ τῷ αἵματι φοινίξαι τὴν γῆν. μετὰ ταῦτα πάντα μικρὸν τοῦτον
ἐμπνέοντα (συνεῖχε γὰρ μάλιστα λελυμένη καὶ ἡ γαστήρ), βίᾳ τῆς τοῦ ἁγίου χειρὸς
ὁ Μωροθεόδωρος κρατήσας καὶ χάρτην λαβών, ἔπηξεν ὡς δι᾿ αὐτοῦ σταυρόν, ὃν καὶ
ἀναγαγὼν ἐπιδέδωκε Φωτίῳ. ὁ δὲ τὸν σταυρὸν [Δ] λαβὼν ἐξ ἑαυτοῦ ὑπέγραψεν οὕτως·
«Ἰγνάτιος ἀνάξιος Κωνσταντινουπόλεως ὁμολογῶ ἀψηφίστως εἰσελθεῖν καὶ τὰ ἔτη
ταῦτα οὐχ ἡγίαζον, ἀλλ᾿ ἐτυράννουν.» ταύτης τῆς ὑπογραφῆς τῷ βασιλεῖ πεμφθείσης,
ἀφίεται μὲν ὁ μακάριος ἐκείνης τῆς ἐνοχῆς, τὸν μητρικὸν δὲ οἶκον τὰ Πόσεως
καταλαβών, μικρὸν τέως ἀπὸ τῶν πολλῶν πόνων ἀνέψυχεν ἐκεῖ. ὁ ἐχθρὸς δὲ οὐκ
ἐπαύετο δόλους ἐν καρδίᾳ τεκταινόμενος, καὶ πονηρὰ κατὰ τοῦ ἀθῴου
διαλογιζόμενος. τοίνυν ὑποβάλλει τοῖς κρατοῦσιν ἐπὶ τὸν τῶν Ἀποστόλων αὖθις
αὐτὸν ἀναγαγεῖν ναὸν καὶ βιάζεσθαι, πρῶτον μὲν τὴν οἰκείαν καθαίρεσιν ἀνεγνωκότα
ἐπὶ τοῦ ἄμβωνος ἀναθεματίζειν ἑαυτόν, μετὰ ταῦτα δέ (ὢ τῆς μιαιφόνου βουλῆς, ὢ
τῆς δεινότητος) τούς τε ὀφθαλμοὺς ἐκκόψαι καὶ τὴν χεῖρα
[p. 524Α] μανιωδῶς ἐβυσσοδόμευεν. οὕτως αὐτῶν εἰς βάθος τὸ μῖσος καθήψατο καὶ
τῆς τοῦ θεοῦ δικαιοσύνης λόγος παρ᾿ αὐτοῖς οὐδεὶς καὶ ὁ τοῦ θεοῦ φόβος ἀπῆν καὶ
ὁ τοῦ διαβόλου ζῆλος ἐσπουδάζετο. αὐτὴ συνεπληροῦτο ἡ τῆς ἁγίας Πεντηκοστῆς
ἡμέρα καὶ ἰδοὺ πλῆθος στρατιωτῶν ὁπλοφόρων τὸν οἶκον ἐξαίφνης, ἐν ᾧ κατήγετο,
περιεκύκλου. ἰδὼν οὖν ὁ ἅγιος ἐκεῖνος τὰ ἐρχόμενα πρὸς αὐτὸν καὶ τὴν
ἀδελφοκτόνον μανίαν αἰσθόμενος Ἠσαῦ, βουλὴν βουλεύεται, ἀντίρροπον μὲν τῆς τοῦ
καιροῦ κακίας, τῆς αὐτοῦ δὲ συνέσεως καὶ τοῦ ὁδηγοῦντος αὐτὸν θείου πνεύματος
ἐπάξιον. τίς δὲ ἡ βουλή ἀλλοιοῖ μὲν ἑαυτὸν οἰκτράν καὶ λαϊκὴν παρὰ τῶν οἰκετῶν
ἀνειλημμένος στολήν, δύο δὲ σπυρίδας ἐφ᾿ ἑνὸς ξύλου τῶν ἰδίων ἀπαιωρήσας ὤμων,
ἀχθοφόρου τινὸς τρόπον ἀπέδρα [Β] τοὺς φύλακας κατὰ μέσας νύκτας λαθών. ἔσπευδε
δὲ ἅμα τῷ μαθητῇ Κυπριανῷ τὴν ἐπὶ τὸ Συβαΐτικον διὰ τοῦ ἐμβόλου ποιούμενος
πορείαν.
22. τὴν ψυχὴν δὲ συντριβόμενος καὶ τοῖς δάκρυσι περιρραινόμενος καὶ σφόδρα
κατάπικρος τὴν καρδίαν καὶ κατώδυνος ὤν, ἔτρεχεν ὥσπερ Δαυὶδ ἐκεῖνος ἀπὸ
προσώπου διαδρᾶναι Σαούλ. κρείττονι δὲ προνοίᾳ συναντᾷ τούτῳ διὰ τῆς νυκτὸς
ἰόντι ἀνήρ τις πάνυ τὴν πρόσοψιν εὐπρεπὴς τόν τε πώγωνα καὶ τὴν κόμην εὐσταλῶς
καθειμένος τῆς κεφαλῆς καὶ αὐτὸς στολὴν λευκὴν ἐσταλμένος καὶ ἵππῳ ἐπιβαίνων
λευκῷ, τὴν ὡς ἐπὶ Βλαχέρναις ἐβάδιζεν ὁδόν. ἀγνὼς δὲ ὁ ἀνήρ, ὅτι πυρσὸς οὐδαμοῦ
καὶ τρανῶς ἐκεῖ τοῦτον ἰδεῖν οὐκ ἦν· πλήν, ὅστις ποτὲ ἦν, πνεύματι θείῳ
κινηθείς, [Χ] ἔφη, «ὁ θεὸς καὶ ἡ ὑπεραγία» λέγων «Θεοτόκος ἀκίνδυνόν σε, πανίερε
δέσποτα, καὶ τοὺς μετὰ σοῦ διαφυλάξαι.» τοῦτο τὸ ῥῆμα, οἷάπερ ἐφόδιον ἀγαθὸν
ἄνωθεν ἧκον ἐπ᾿ αὐτὸν ὁ μακάριος ὑποδεξάμενος, προθυμότερον ἐβάδιζε καὶ τῷ
δουλικῷ καὶ πενιχρῷ σχήματι πάντας λαθὼν καὶ εἰς πλοῖον ἐμβὰς καὶ τὰς
Πριγκιπείους καὶ Προικονησίους, οὐ μόνον δέ, ἀλλὰ καὶ τὰς Προποντίους νήσους
ἄλλην ἐξ ἄλλης ἀμείβων καὶ ἐν ἐρημίαις πλανώμενος, ὄρεσί τε καὶ σπηλαίοις καὶ
ταῖς τῆς γῆς, ἀποστολικῶς φάναι, κατακρυπτόμενος ὀπαῖς, ὑστερούμενος,
θλιβόμενος, κακουχούμενος, τὰς πρὸς τὸ ζῆν ἀφορμὰς ἐπαίτου τρόπον διὰ τῶν
φιλοχρίστων ἠρανίζετο. Φώτιος δὲ τῆς θήρας διαμαρτών, πάντα μὲν μοναστήρια,
πᾶσαν δὲ τὴν πόλιν καὶ τὰ περὶ αὐτὴν [Δ] ἀνηρευνᾶτο, εἴ που ἄρα καταλάβοι τὸν
ὥσπερ δαλὸν ἐξηπτασμένον [λεγε· ἐξηφανισμένον ορ ἐξεσπασμένον?] ἐκ προσώπου
πυρός. μηδὲν οὖν ἀνύειν δυνάμενος ὧν ἐβούλετο, παρασκευάζει προστάγματι βασιλικῷ
τὸν χαλεπὸν ἐκεῖνον Ὠρύφαν σὺν ἓξ δρομεῦσι πάσας τὰς νήσους καὶ τὴν παράλιον
ἀνερευνᾶσθαι καὶ εἴ που συμβαίη ληφθῆναι τὸν Ἰγνάτιον, εὐθὺς ἀναιρεῖσθαι τοῦτον,
ὡς ὅλην ἀνατρέποντα τὴν βασιλείαν. πολλάκις οὖν καὶ κατὰ πλείους τόπους αὐτῷ
περιπίπτοντες οἱ θηραταὶ διὰ δουλικὴν οὐκ ἐπέγνωσαν στολήν. καὶ ἄλλοτε πάλιν διὰ
μέσου αὐτὸν παρερχόμενον, ἀορασίᾳ ληφθέντες, ὡς οἱ περὶ τὸν Ἐλισσαῖον Ἀσσύριοι,
τοῦτον οὐκ ἠδυνήθησαν ἰδεῖν. καὶ αὐτοὶ μέν, ὡς λύκοι μάτην κεχηνότες, ἀπῄεσαν,
κατὰ τὴν παροιμίαν. ὁ δὲ τὰς εὐχαριστηρίους εὐχὰς ἀναπέμπων τῷ σωτῆρι, διὰ
πολλῶν θλίψεων τὴν τοῦ θεοῦ βασιλείαν ἐξωνεῖτο. οἱ μὲν ἐν τούτοις ἦσαν. τί δὲ ὁ
μακρόθυμος κύριος, ὁ δίκαιος, ὁ ἰσχυρός, ὁ μὴ τὴν ὀργὴν ἐπάγων καθ᾿ ἑκάστην
ἡμέραν ἆρ᾿ ἐπὶ πολὺ τὰς ὑπερβολὰς τῶν κακῶν ταύτας ἠνέσχετο καθορᾷν οὐδαμῶς.
[p. 525Α]
23. αὔγουστος ἐνίστατο μὴν καὶ σεισμοῖς ἐξαισίοις ἡ βασιλεύουσα κατεδονεῖτο καὶ
πᾶς οἶκος ἐκλονεῖτο καὶ πᾶσα καρδία τῷ φόβῳ κατεσείετο καὶ πᾶς ἄνθρωπος τῷ τοῦ
θανάτου δέει συνεχόμενος ἐβόα μίαν αἰτίαν εἶναι τοῦ σεισμοῦ, μίαν, τὴν εἰς τὸν
πατριάρχην Ἰγνάτιον ἀδικίαν καὶ παρανομίαν. ἐν ἡμέραις δὲ τεσσαράκοντα
μηκυνόμενος ὁ σεισμὸς ἐπὶ τοσοῦτον αὐτῶν τὴν ὠμότητα καὶ ἰταμότητα κατέκαμψεν,
ὡς καὶ τοὺς κρατοῦντας αὐτοὺς ὅρκον προθεῖναι δημοσίᾳ, μήτ᾿ αὐτὸν ἐκεῖνον τὸν
ἱερὸν φυγάδα, μήτε παρ᾿ ᾧ κέκρυπται φανερούμενον, ὑπεύθυνον καθεστάναι λοιπόν,
ἀθῳούμενον δὲ εἰς τὴν οἰκείαν ἀνενοχλήτως ἀποκαθίστασθαι μονήν. τοίνυν οὕτως
ἀκούσας ὁ ἀθλητής, καταδηλοῖ ἑαυτὸν αὐτίκα τῷ πατρικίῳ Πετρωνᾷ, ὃς τοῦ
αὐτοκράτορος θεῖος [Β] πρὸς μητρὸς ὢν καὶ τοῦ βασιλέως ἄρας ἐγκόλπιον εἰς
ἐνέχυρον φέρων, δίδωσι τῷ πατριάρχῃ. ὁ δὲ τοῦτο τοῦ τραχήλου ἀπαιωρήσας καὶ πρὸς
τὸν Βάρδαν ἀναχθεὶς ἔστη. πρὸς ὃν ἐκεῖνος «ἵνα τί» φησί «τρόπον δραπέτου
μιμησάμενος, ἄλλην ἐξ ἄλλης χώραν ἀμείβων περινοστεῖς» ὁ δέ «Χριστός» ἔφη «ὁ
ἡμέτερος βασιλεὺς καὶ πατὴρ ἐνετείλατο· Ϡἐὰν διώκουσιν ὑμᾶς ἐκ τῆς πόλεως
ταύτης, φεύγετε εἰς τὴν ἄλλην.Ϡ» ἡττηθεὶς οὖν τῆς τοῦ ἀνδρὸς ἀρετῆς ἐκεῖνος,
ἀνεύθυνον τοῦτον καὶ ἄνετον εἰς τὴν αὐτοῦ καταστῆναι κελεύει μονήν. εὐθὺς οὖν
καὶ ὁ σεισμὸς ἔστη. καὶ Βούλγαροι δὲ τότε προνοίαις θεοῦ, βιαίῳ κατατακέντες
λιμῷ, ἅμα δὲ καὶ τοῖς δώροις τοῦ αὐτοκράτορος θελχθέντες, τὰ ὅπλα καταθέμενοι,
τῷ ἁγίῳ προσῄεσαν βαπτίσματι.
24. [Χ] τότε καὶ οἱ προλεχθέντες τοποτηρηταὶ Ῥώμης φιλοφρόνως ὑπὸ Φωτίου
δωροδοκηθέντες, τὴν Ῥώμην παλινοστήσαντες κατέλαβον. οὓς δ᾿ ὁ πάπας ἀνακρίνας
Νικόλαος καὶ τὰ κατὰ τὸν πατριάρχην Ἰγνάτιον ἠκριβωκὼς καὶ ἐκ τοῦ στόματος αὐτῶν
ὑποδίκους αὐτοὺς πεφωρακώς, ὡς ἐπισυστάσεως λῃστρικῆς καὶ οὐ κανονικῆς συνόδου
κατάρξαντας, διηνεκεῖ καθαιρέσει καὶ ἀναθεματισμῷ καθυποβάλλει· καὶ οὐ μόνους
αὐτούς, ἀλλὰ καὶ αὐτὸν Φώτιον, ὡς ἐπιβήτορα καὶ μοιχὸν ἀποκηρύττει καὶ ὑπὸ
συνόδῳ κανονικῇ καὶ ψήφῳ πάσης τῆς ὑπ᾿ αὐτὸν ἐκκλησίας ἀναθεματίζει καὶ
καθαιρεῖ, οὐδὲν αὐτὸν διαφέρειν Μαξίμου τοῦ Κυνικοῦ, τοῦ τῷ θεολόγῳ Γρηγορίῳ
ἐπιφυέντος καὶ τὴν ἐκκλησίαν [Δ] συγχέαντος ἀποφηνάμενος. ὅθεν αὐτόν τε ὡς τῶν
σκανδάλων αἴτιον καὶ τοὺς ὑπ᾿ αὐτοῦ κεχειροτονημένους, ὡς ὁμόφρονας τούτῳ
δηλονότι καθεστῶτας, ἀποστολικῇ κρίσει τῇ αὐτῇ ὑποβάλλει καταδίκῃ. οὐ τοῦτο δὲ
ποιεῖ μόνον, ἀλλὰ καὶ τοὺς κοινωνοῦντας Φωτίῳ, αὐτόν τε τὸν βασιλέα καὶ τὴν ὑπ᾿
αὐτὸν πολιτείαν πᾶσαν δι᾿ ἐπιστολῶν ἀφορίζει. ταῦτα δὲ ζήλῳ θείῳ ὁ Νικόλαος
καταπραξάμενος καὶ τοῖς τῆς Ἀνατολῆς πατριάρχαις τὴν ἔνθεσμον κρίσιν ταύτην
διεπέμψατο.
κατ᾿ ἐκείνας δὲ τὰς ἡμέρας καὶ ἐμπρησμὸς μέγας σφόδρα εἰς τὰς Σοφίας γενόμενος,
ἀμύθητον ὅσην καταφθορὰν καὶ λύμην τοῖς προσοικοῦσιν ἐνειργάσατο. οὐδὲν δὲ
τούτων εἰς μετάμελον ἦγε τοὺς ἀνομεῖν διεγνωκότας· μᾶλλον μὲν οὖν κατὰ τὴν
[p. 528Α] ἀποστολικὴν πρόρρησιν· Ϡἐπὶ τὸ χεῖρον προέκοπτον πλανῶντες καὶ
πλανώμενοι.Ϡ
Βάρδας δὲ γὰρ ἐφ᾿ ἑαυτὸν τὴν Ῥωμαϊκὴν ἀρχὴν ὑποποιούμενος, πρῶτον μὲν
κουροπαλάτης, μετὰ μικρὸν δὲ καῖσαρ ἀναγορευθεὶς τῆς τοῦ ἀνεψιοῦ εὐηθείας
κατετρύφα, αὐτὸς ἀκρασίας τε πάσης καὶ πάσης ἡδονῆς ἀσελγοῦς ἀνδράποδον
ἀποδεικνύμενος· ὁ Μιχαὴλ δὲ νεωτερικαῖς ἐπιθυμίαις ὅλος κατεφθαρμένος τὸν νοῦν,
παίγνιον ἔθετο τὰ θεῖα, παίγνιον αὐτὸς ἀκρασίας τε πάσης καὶ ἁμαρτίας καὶ τοῦ
τῆς ἁμαρτίας γεγενημένος πατρός. καὶ δὴ μιαρωτάτους τινὰς ἀνθρωπίσκους καὶ
βεβηλοτάτους καὶ εὐτραπέλους ἐκλεξάμενος, ἀμοίρους μὲν ἁγίου παντάπασι
πνεύματος, τοῦ ἐναντίου δὲ πνεύματος τῆς ἐνεργείας πεπλησμένους, ἀνευλαβῶς τε
καὶ [Β] ἀπηρυθριακότως ἱερεῖς καὶ ἀρχιερεῖς κατὰ τὴν τῆς ἐκκλησίας ἐναγῆ μίμησιν
ὁ ἀνούστατος ἐχειροτόνει· καὶ ἐν αὐτοῖς Θεόφιλόν τινα πρωτοσπαθάριον, ἄνδρα
γελωτοποιὸν καὶ μῖμον καὶ πάντων ἐναγῶν ἐναγέστατον, πατριάρχην ἐπ᾿ ἐκείνοις
προχειριζόμενος ὠνόμαζεν, γέλωτα ἑαυτῷ καὶ καγχασμὸν ἀσελγῆ ὁ κατάπτυστος
κατασκευαζόμενος καὶ καταγέλαστος. δι᾿ ὧν ὑβρίζετο μὲν ἡ ἁγία προσφορά, ὑβρίζετο
δὲ καὶ ἐβλασφημεῖτο τοῖς ἔθνεσι τὸ ὄνομα τοῦ θεοῦ.
25. ἐπὶ τοσοῦτον δὲ τῇ ἀλογιστίᾳ ἐνετρύφα ταύτῃ καὶ ἐνεκαλλωπίζετο, ὥστε μηδὲ
τοῦτο παρρησίᾳ λέγειν αἰσχύνεσθαι ὅτι, «ἐμοὶ μὲν πατριάρχης ὁ Θεόφιλος, ὁ Φώτιος
δὲ τῷ καίσαρι, καὶ τοῖς χριστιανοῖς ὁ Ἰγνάτιος καθέστηκεν,» <καὶ> εἰς τηλικοῦτον
αὐτὸν ἀφροσύνης μᾶλλον ἢ ἀσεβείας κατενεχθῆναι βόθρον. ὁ [Χ] μὲν οὖν εἰρημένος
βωμολόχος ἐκεῖνος Θεόφιλος οὕτω παρρησίᾳ ταῖς βασιλείοις κωμάζων αὐλαῖς,
ἀρρητοποιΐαις τε πάσαις καὶ ἀσελγείαις καὶ εὐτραπελίαις δι᾿ αἰσχίστης μιμήσεως
τῶν ἱερῶν μυστηρίων κατωρχεῖτο καὶ κατέπαιζε, πρᾶγμα μηδὲ τοῖς ἀσεβεστάτοις τῶν
Ἑλλήνων πώποτε τολμηθέν. ὁ Φώτιος δὲ τούτων τολμωμένων καὶ κατ᾿ ὀφθαλμοὺς αὐτοῦ
πραττομένων, οὐκ ἤλεγξε τὸ τοῦ ἐπιτηδεύματος ἄτοπον, οὐκ ἀντέστη τῇ παρανομίᾳ,
οὐ μικράν, οὐ μεγάλην ὑπὲρ τῶν ὑβριζομένων θείων ὀργίων ἀφῆκε φωνήν. καὶ οὐ
θαυμαστόν· ἦν γὰρ μισθωτὸς καὶ οὐ ποιμήν, διὸ οὐδεμία τούτῳ περὶ τῶν ἀπολλυμένων
προβάτων ἐγίνετο φροντίς. πρὸς δύο δὲ μόνον ὅλως αὐτῷ συνετέτατο τῆς [Δ] ψυχῆς ὁ
σκοπός· ἓν μέν, ὅπως τὰ πάντα χαριζόμενος τοῖς κρατεῖν δοκοῦσι, τὸ τῆς
πατριαρχίας κράτος μόνιμον ἑαυτῷ διατηρῇ, δεύτερον δέ, ὅπως καὶ αὐτῆς
ἀποστερῆσαι τὸν Ἰγνάτιον, εἰ δυνατόν, τῆς ζωῆς. καὶ ὅτι ἀληθῆ ταῦτα καὶ οὐ λόγοι
κενοί, αὐτὰ βοᾷ τὰ πράγματα. τίς γὰρ ἀκούσας ἐκεῖνο τὸ σκευώρημα, οὐ τὴν φονικὴν
παρευθὺ τοῦ ἀνδρὸς ἐπέγνω προαίρεσιν καὶ γὰρ ἐν μιᾷ τῶν ἡμερῶν ξένος τις
ἄνθρωπος ἄχρις ἐκείνου πρὸς πάντων ἀγνοούμενος, σχῆμα δὲ μοναχοῦ περικείμενος,
Εὐστράτιος δὲ καλούμενος, τὸν πατριαρχικὸν ἐξαπίνης οἶκον ἐπιβὰς καὶ εἰσελθών,
δύο πλασματογραφίας ἐνώπιον πάντων ἀποκαλύψας ἐπεδίδου, ἃς αὐτὸς ὁ
[p. 529Α] σοφώτατος Φώτιος, ὡς σαφὲς ὕστερον ἐγένετο, δολιευόμενος κατεσκεύαστο,
μίαν μὲν ἐκ προσώπου τοῦ Ἰγνατίου πρὸς Νικόλαον τὸν πάπαν ἐπιστολήν, τὴν περὶ
αὐτὸν γενομένην καινοτομίαν καὶ ἀδικίαν τοῦ βασιλέως σαφῶς διαγορεύουσαν, ἣν, ὡς
ἔλεγε, τοῦ πάπα μηδὲ προσβλέψαι καταδεξαμένου, ἐκεῖθεν αὐτὸν αὖθις ἀνενεγκεῖν,
μίαν δὲ πρὸς τὸν Φώτιον αὐτὸν τοῦτον, ὡς ἀπὸ τοῦ Νικολάου αὐτοῦ διεκομίζετο,
δύναμιν ἔχουσαν ἀπολογίας ὑπὲρ τοῦ μεταξὺ αὐτῶν πρώην παρακολουθήσαντος
παροξυσμοῦ, ἀγάπης δὲ τοῦ λοιποῦ καὶ κοινωνίας δῆθεν ἀρρήκτου κυρωτικήν. ταῦτα ὁ
ταραχοποιὸς ἐκεῖνος δεξάμενος ἀνήρ, εὐθὺς τῷ τε βασιλεῖ καὶ τῷ καίσαρι κατὰ τοῦ
ἀναιτίου ἐμφανίζει καὶ παροξύνει κατ᾿ αὐτοῦ, «πονηρεύεται» λέγων «κατὰ τῆς
ὑμετέρας βασιλείας [Β] Ἰγνάτιος καὶ διαβάλλει πρὸς τοὺς ἔξω καὶ κατηγορεῖ καὶ τὸ
τῆς ὑμετέρας ἐξουσίας κράτος συκοφαντεῖ· καὶ εἰ πρὸς δίκαιον εἶχεν, οὐδ᾿ ἂν ζῆν
συνεχωρεῖτο τοιαῦτα κατὰ τῆς ὑμῶν διανοούμενος γαληνότητος. καὶ ἡ τῆς
κακουργίας» φησίν «ἀπόδειξις, ἰδοὺ καὶ αὐτὰ μαρτυροῦσιν τὰ γράμματα, ἅπερ ἡμᾶς
μὲν ἔβλαψεν οὐδέν, ὠφέλησε δὲ μᾶλλον, πληροφορηθέντος τοῦ πάπα τἀληθῆ καὶ ἀγάπην
κεκυρωκότος εἰς ἡμᾶς. οὐχ ἡγοῦμαι δὲ δίκαιον εἶναι τὴν ὑμῶν βασιλείαν οὕτως
ἐξουδενεῖσθαι παρ᾿ αὐτοῦ.» ταῦτα μὲν ὁ συκοφάντης, φύλακες δὲ παρ᾿ αὐτὰ καὶ
φρουρὰ περὶ τὸν ἀναιτίως κατηγορούμενον ἀσφαλής, ἔρευνά τε πολλὴ σφόδρα καὶ
ἐξέτασις εἰς ταῦτα τοῦτον γέγονε τὸν τρόπον. παρήγετο τοίνυν εἰς μέσον ὁ
γραμματοφόρος ἐκεῖνος καὶ ἀπῃτεῖτο δεῖξαι πρὸς τίνος [Χ] εἰλήφει τὴν πρὸς τὸν
πάπαν ἐπιστολήν. ὁ δὲ πρότερον εἰρηκώς, ὡς Κυπριανὸς ἐκεῖνος ὁ τοῦ Ἰγνατίου τά
τε γράμματα ταῦτα καὶ ἐφόδια ἐχειροδότησεν ἱκανά, οὗτος ἐπὶ μῆνα σχεδὸν ὅλον
ἀπαιτούμενος τοῦτον ἐπιδεῖξαι, ἠλέγχετο μήτ᾿ αὐτὸν εἰδὼς τὸν Κυπριανόν, μήτε
τιν᾿ ἄλλον τῶν ἀνθρώπων Ἰγνατίου. οὕτω δὲ τῆς σκευωρίας φωραθείσης, μάστιξιν ὑπὸ
τοῦ καίσαρος πικροτάταις ἐκεῖνος κατῃκίσθη. ὃν καὶ πολλὰ Φώτιος λυτρώσασθαι
διεσπουδακώς, οὐκ ἠδυνήθη· εἰς παραμυθίαν δὲ μετὰ ταῦτα διωγμητῶν [λεγε·
διωγμιτῶν?] τοῦτον ἄρχοντα καθίστησι, πλῆθος ῥαβδούχων ὑποτάξας αὐτῷ. ταύτης
καταφανῶς γενομένης τῆς κακοτροπίας, οὐκ ἦν ὅστις οὐ προσώχθισε τῷ κατασκευαστῇ
τῶν κακῶν.
26. μετὰ ταῦτα τῆς Χριστοῦ μὲν ἀναλήψεως ἐτελεῖτο μνημόσυνον, πρὸς ἑσπέραν δὲ
σεισμὸς γίνεται τῶν πώποτε γενομένων ὁ φρικωδέστατος. δι᾿ ὅλης δὲ τῆς ἐπιούσης
ἐπεκράτει νυκτός, βοὴ δέ τις καὶ ἄσημος [Δ] θροῦς ἔκ τε γῆς ἔκ τε θαλάσσης
σφοδρῶς ἀναδιδόμενος, πάντων ἀνθρώπων ταῖς καρδίαις παράλυσιν ἐνεποίει καὶ
θραυσμόν. τότε δὴ καὶ ἡ στήλη Ἰουστίνου ἐκ τῶν γονάτων κοπεῖσα κατερράγη, τότε
καὶ Βασίλειος ἐκεῖνος ὁ πρότερον μὲν Κρήτης ἐπίσκοπος γενόμενος, διὰ δὲ τὴν τῶν
Ἀγαρηνῶν ἔφοδον εἰς Θεσσαλονίκην μετατεθείς, εἰς αἰσχύνην καὶ τοῦτο τοῦ τῆς
βασιλίδος προκαθεζομένου, τολμήσας αὐτὸς πρόσεισι τῷ Μιχαὴλ παραινετικῶς ἅμα καὶ
διδασκαλικῶς ἀποσχέσθαι τῆς τῶν ἱερατικῶν ἔργων αἰσχρᾶς καὶ ἀνοσίου μιμήσεως
παρακαλῶν· ἐντεῦθεν γὰρ τὴν ὀργὴν τοῦ θεοῦ ἀνακαίεσθαι διισχυρίζετο. ὁ δὲ τοῖς
ἐλέγχοις ὑπερβαλλόντος πληγείς, ῥαπίσμασι μὲν ἰσχυροῖς τοῦ τιμίου γέροντος τοὺς
ὀδόντας
[p. 532Α] ἐξερρίζωσεν, οὕτω δὲ καὶ τὸ{ν} νῶτον κατῃκίσατο, ὡς ὀλίγου δεῖν αὐτὸν
τοῖς βασάνοις ἐναποθανεῖν· τούτων δὲ οὐδὲν ἔμελε τῷ μισθωτῷ. ἠρέμα γὰρ καὶ αὐτὸς
συνήδετο τοῖς τελουμένοις καὶ ἅμα τοῖς μιαροῖς μίμοις ἐκείνοις συνεχέστερον τῷ
μειρακίῳ συνερχόμενος καὶ συμποσιαζόμενος, οὐδὲ τῆς διατριβῆς ἐκείνων καὶ
καταφρονήσεως μακρὰν ἦν· μέριμνα δὲ αὐτῷ καὶ πολλὴ σφόδρα περὶ τοῦ Ἰγνατίου
ἐνέκειτο φροντὶς καὶ ἐγλίχετο κατ᾿ αὐτοῦ ἀκούειν καὶ ἐκνήθετο τὴν ἀκοὴν καὶ εἴ
τινα διαλοιδορούμενον εἰκῆ ἑώρα, ἤ τινα ψιλὴν κατ᾿ ἐκείνου καὶ ματαίαν
κατηγορίαν ἐνιστάμενον, φίλον τοῦτον ἐτίθετο πιστὸν καὶ ἤκουεν ἡδονῇ πολλῇ· καὶ
γὰρ οὐδὲν οὕτως ἡδύνει ψυχὴν ἔχθρᾳ κακῇ καὶ μίσει προκατειλημμένην, ὡς ἡ κατὰ
τοῦ μισουμένου [Β] λαλιά. ἀεὶ οὖν ἐκ τῶν τοῦ πατριάρχου συνήθων καὶ ὑπηκόων,
ὅσους ἠδύνατο, δώροις καὶ ἀξιώμασι κλέπτων καὶ ὑποποιούμενος, δι᾿ αὐτῶν
ἐξιχνίαζε καὶ ἐπὶ τὴν τοῦ δικαίου ἐθήρευε ψυχήν. τούτων εἷς καὶ Ἰγνάτιος ἦν
ἐκεῖνος ὁ τοῦ ἁγίου μαθητής, ὃς κατὰ Δημᾶν ἐκεῖνον τὸν πάλαι τὸν νῦν ἠγαπηκὼς
αἰῶνα, Φωτίῳ προσφεύγει· καὶ ἄρχων μὲν τέως τῶν μοναστηρίων τῶν κατὰ τὴν
Προποντίδα, ἔπειτα καὶ μητροπολίτης ὑπ᾿ αὐτοῦ τῆς Ἱεραπόλεως καθίσταται. οὗτος
τῆς τιμῆς αὐτὸν ἀμειβόμενος, «ὦ δέσποτα» ἔφη «θαυμάζω πῶς τηλικοῦτόν σε τοῦ
Ἰγνατίου διέλαθεν ἀτόπημα καὶ ἀδιόρθωτον παρημελήθη· μέσον γὰρ Πλατείας τῆς
νήσου ναὸς τοῖς Τεσσαράκοντα Μάρτυσι ἐνίδρυται, αὐτοῦ δὲ ἐχόμενα τῆς [Χ]
Θεομήτορος εὐκτήριον. τούτου τὴν τράπεζαν πρώην οἱ Ῥὼς τὴν νῆσον πορθοῦντες
κατέβαλον εἰς γῆν, ὁ Ἰγνάτιος δὲ ταύτην αὖθις ἀνεθρόνισε.» τί οὖν ἐκεῖνος ἆρα
μικρὸν τοῦτο ἢ οὐδὲν ἄτοπον ἡγησάμενος παρεσιώπησεν ἢ μικρὰν ὑπὲρ τούτου ταραχὴν
ἀνῆψεν οὔμενουν, ἀλλὰ καὶ τοῖς κρατοῦσιν ὡς μέγα τι καὶ δεινὸν οἷον ἀνέθετο καὶ
τῇ κατ᾿ αὐτὸν ἐκκλησίᾳ κοινωσάμενος, Ἀμφιλόχιόν τε Κυζίκου καὶ Θεόδωρον τῶν
[λεγε· τὸν] Πατρῶν, μητροπολίτας, οὐ μόνον δέ, ἀλλὰ καὶ Πανταλέοντα συγκλητικόν,
τὸν ἐπικαλούμενον Βόθρον, εἰς τὴν εἰρημένην ἀποστείλας νῆσον, βεβήλων χερσὶ τὸ
ἱερὸν ἐκεῖνον τραπέζιον καθεῖλεν. ἐνετείλατο δὲ πρὸς τῷ αἰγιαλῷ τῆς θαλάσσης
καταγαγεῖν καὶ τεσσαράκοντα πλύσεις δοῦναι καὶ οὕτως ἀναγαγεῖν καὶ καθιδρῦσαι.
27. τί σου [Δ] θαυμάσαιμεν, ἄνθρωπε (προάγει γάρ με λοιδορεῖσθαί σοι μὴ
βουλόμενον ἡ τῆς κακίας ὑπερβολή) μᾶλλον δὲ τί σου πρῶτον, ἢ τί ὕστατον
ἐπιμυκτηρίσαιμεν τὴν ματαιότητα τῶν λογισμῶν, ἢ τὴν τῆς διανοίας δυστροπίαν τὴν
τῆς μνησικακίας ὑπερβολήν, ἢ τῆς ἀδικίας τὴν φιλοτιμίαν ταῦτα ἡ μακρὰ μελέτη καὶ
νύκτες ἄϋπνοι καὶ ὁ δυσαρίθμητος τῶν βιβλίων ἐσμὸς καὶ τῶν ἀμοιβαίων ἀναγνωστῶν
καὶ συνομιλητῶν αἱ ποικίλαι περὶ τοὺς λόγους φιλοτιμίαι καὶ διαπαρατριβαί
τοιαῦτά σε καρποφορεῖν αἱ παλαιαὶ διαθῆκαι καὶ καιναί, αἱ τῶν ἔξωθεν σοφῶν
γνῶμαι καὶ τῶν ἁγίων οἱ νόμοι καὶ λόγοι παροτρύνουσιν, ὥστε καταδιώκειν ἄνθρωπον
πένητα καὶ πτωχὸν τῷ
[p. 533Α] πνεύματι καὶ κατανενυγμένον τῇ καρδίᾳ, τοῦ θανατῶσαι οὐκ ἤρκεσέ σου
τὸν ἄμετρον ἀποπλῆσαι θυμὸν ἡ βιαία τοῦ θρόνου ῥίψις, αἱ ἀθεσμόταται
καθαιρέσεις, αἱ ἀδικώτατοι ὑπερορίαι, αἱ κατὰ τῶν ποδῶν ἁλύσεις, αἱ μυρίαι φυγαὶ
καὶ θλίψεις καὶ συκοφαντίαι καὶ διαβολαί, αἷς αὐτὸν ἔπλυνας καὶ γὰρ ἔπλυνας
ἀληθῶς τοσοῦτον, ὅσον ἐρρύπανας σαυτόν. οὐκ ἤρκεσε ταῦτα, ἀλλὰ καὶ ἔτι βιάζῃ
ῥοῦν ποταμοῦ μάτην ἀπολέσαι φιλονεικῶν καὶ τὸν ὑπὸ τοῦ θεοῦ δικαιούμενον
κατακρίνειν καὶ ἀδικώτατα καταδικάζειν ἐπιτιθέμενος καὶ ταύτῃ τὸν ἔλεγχον τῶν
ἰδίων ἀνομημάτων διαδρᾶναι λίαν ἀνοήτως διανοούμενος, ὥσπερ οὐκ ἐφεστώσης θεοῦ
προνοίας τοῖς πράγμασιν, ἢ καιροῖς ἰδίοις ἑκάστῳ πάντως τὴν ἰδίαν ἀποδώσει
πρᾶξιν ἐγὼ λογίζομαι ὅτι καὶ [Β] αὐτὸς ἐν ἡμέρᾳ ἐπισκοπῆς πρὸς τοῦ λέγοντος
ἀκούσῃ θεοῦ· Ϡἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην
μου διὰ στόματός σουϠ καὶ ὅσα τῆς ἱερολογίας ἑξῆς. κρεῖττον γὰρ οἶμαι ἀνδρὶ
ἀναλφαβήτῳ πάντη καὶ ἀμαθεῖ μετὰ συνειδήσεως ἀγαθῆς ἀνεπιλήπτως βιοῦν ἢ πάντας
θείους καὶ ἀνθρωπίνους λόγους σοφίας ἀνελίττοντι διὰ γλώσσης καὶ μακροῖς λόγων
συντάγμασιν ἐπαινουμένῳ, φονικὴν ἀναρριπίζειν κατὰ τοῦ πλησίον βουλήν. πῶς οὐδὲ
τοῦ μεγάλου Βασιλείου τῶν λόγων κατακούων ηὐλαβήθης, ἐν ἐκπλήξει περί τινος
εἰπόντος ὅτι πλειόνων ἀκμασάντων αἱρεσιαρχῶν κατὰ τὴν οἰκουμένην ἅπασαν, οὐδεὶς
ἀναθρονιασμοὺς τελέσαι ἐθάρρησεν εἰ μὴ ὁ Ἀγκυρογαλάτης Εὐστάθιος, οὗτινος τὴν
μυσαρότητα ἡ ἐν [Χ] Γάγγραις ἁγία παρίστησι σύνοδος ἀλλὰ τούτοις ὁ σοφώτατος οὐ
μόνον οὐκ ἐνελαμπρύνετο, δόξαν μᾶλλον τὰ ἔργα τῆς αἰσχύνης καὶ ἰδίαν τιμὴν
ἡγούμενος, εἴγε καινοπρεπῆ καὶ τῆς ἐκκλησιαστικῆς παραδόσεως ἀλλότρια
τεχνάζοιτο. ἀλλ᾿ ὁ μὲν οὕτως.
28. οὐ κατασιγήσω δὲ ἐγὼ τὸν τοῦ Καίσαρος ὄνειρον οὐδὲ δίκαιον. εἰ γὰρ καὶ οἱ
πολλοὶ μὲν αὐτῶν ἐκ τῶν μεθημερινῶν φροντίδων καὶ ἐνθυμημάτων ἔχουσι τὰς ἀρχάς,
πολλοὶ δὲ καὶ ὑπὸ δαιμόνων καθεύδουσιν, ὑποτυποῦνται· ἀλλὰ καὶ ὑπὸ ἀγγέλων θεοῦ
ἔστιν ὅτε προστάγματι σχηματίζονται θεοῦ καὶ ἐπὶ τοῖς ἄρχουσι δὲ μάλιστα καὶ
βασιλεῦσιν, εἰ καὶ μὴ εὐσεβεῖς εἶεν. ἀλλ᾿ οὖν τὸ πνεῦμα τῆς προφητείας, εἴτε
πρὸς τὸ αὐτοῖς ἐκείνοις, εἴτε <καὶ πρὸς τὸ> τοῖς [Δ] ὑπηκόοις λυσιτελοῦν,
πολλάκις ἐνεργεῖν οἶδεν, ὡς ἐπὶ τοῦ Φαραὼ καὶ τοῦ Ναβουχοδονόσορ μεμαθήκαμεν.
οὕτω καὶ Βάρδας, ὁ καῖσαρ οὗτος, Φιλόθεον ἐκεῖνον γενικῶν ποτε λογοθέτην καὶ
φίλον αὐτῷ πιστὸν ὄντα προσκαλεσάμενος, λίαν ἑῴκει τεθορυβημένῳ, καὶ ἄσθματι
πυκνῷ συνεχόμενος, «ὦ Φιλόθεε» ἔφη «ὅραμα εἶδον καὶ πάντα μου συνέτριψε τὰ ὀστᾶ
καὶ τοὺς ἁρμοὺς τῆς ὀσφύος μου ἔλυσεν. ᾤμην γὰρ κατὰ ταύτην τὴν νύκτα, ὡς δῆθεν
προελεύσεως οὔσης, εἰς τὴν μεγάλην ἐκκλησίαν μετὰ τοῦ βασιλέως εἰσιέναι
[p. 536Α] κατὰ πάσας δὲ θυρίδας τὰς ἄνω καὶ κάτω εἰκόνας ὁρᾶν ἐδόκουν
ἀρχαγγελικὰς πρὸς τὸν ναὸν βλεπούσας· καὶ ὅτε πλησίον ἦμεν τοῦ ἄμβωνος, ὤφθησαν
ὥσπερ κουβικουλάριοι δύο ἀπότομοι καὶ ἐμβριθεῖς· ὧν ὁ μὲν δέσμιον τὸν βασιλέα
λαβὼν καὶ ἐπὶ τὰ δεξιὰ κατασύρων, ἐξωθεῖτο τῆς σολέας, κατακρίνων ὡς ὑπεύθυνον,
ἐμὲ ὁ ἕτερος ὁμοιοτρόπως διὰ τῶν ἀριστερῶν ἀπῆγεν. ἄφνω δὲ περιβλεψάμενος, ὁρῶ
ἐν τῷ συνθρόνῳ τοῦ ἀδύτου καθήμενον ἄνδρα γηραλέον ἀπαραλλάκτως ἑοικότα τῇ
εἰκόνι τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου καὶ αὐτῷ δύο τινὲς παρειστήκεισαν
φοβεροί, πραιποσίτων τάξιν ἐπιφαίνοντες. ὁρῶ δὲ πρὸς τοῖς γόνασι τοῦ καθημένου
τὸν Ἰγνάτιον ἱκετεύοντα καὶ πολλοῖς δάκρυσι περιρραινόμενον οὕτως, ὥστε κἀκεῖνον
αὐτῷ συλλυπούμενον [Β] στενάξαι. καὶ αὐτὸς ἐβόα· Ϡκλειδοῦχε τῆς βασιλείας τῶν
οὐρανῶν καὶ πέτρα ἐν ᾗ ὁ Χριστὸς ὁ θεὸς τὴν αὐτοῦ ἐκκλησίαν ἐστηρίξατο, εἰ οἶδας
ὅτι ἠδικήθην, παραμύθησόν μου τὸ πολύθλιπτον γῆρας.Ϡ ὁ δὲ πρὸς αὐτόν ϠδεῖξονϠ
ἔφη Ϡτὸν ἀδικήσαντά σε. καὶ ὁ θεὸς σὺν τῷ πειρασμῷ ποιήσει καὶ τὴν ἔκβασιν.Ϡ καὶ
στραφεὶς ὁ Ἰγνάτιος, τῇ δεξιᾷ χειρὶ ἐπέδειξεν ἐμέ, λέγων· Ϡοὗτος περισσότερον
πάντων ἐλυμήνατό με καὶ κόρον τῆς κατ᾿ ἐμοῦ ὕβρεως οὐκ ἔσχεν.Ϡ νεύσας οὖν ὁ ἐπὶ
τοῦ θρόνου πρὸς τὸν ἐκ δεξιῶν αὐτοῦ καθεστηκότα καὶ μικρὰν πάνυ μάχαιραν
ἐκβαλών, εἰς ἐπήκοον πάντων ἀπεφήνατο· τὸν θεόργιστον Βάρδαν παράλαβε καὶ πρὸ
τοῦ νάρθηκος ἔξω κατάκοψον μεληδόν. αὐτίκα τοίνυν ἑλκόμενος δῆθεν πρὸς θάνατον,
εἶδον ὅτι καὶ τῷ βασιλεῖ τὴν [Χ] χεῖρα ἐπισείων, ϠἔκδεξαιϠ ἔφη Ϡἀσεβότεκνον.Ϡ
καὶ οὕτως ἐμαυτὸν εἶδον ὡς ὕπαρ καταμελιζόμενον.»
29. ταῦτα μὲν ὁ καῖσαρ θαμβούμενος ἅμα καὶ κλαίων ἐξηγεῖτο. πρὸς ὃν ἐκεῖνος,
«φεῖσαι, ὦ δέσποτα, τοῦ παναθλίου γέροντος» εἶπε «καὶ πρὸς τὸ τοῦ θεοῦ κριτήριον
ἀφορῶν, μήτε δικαίως, μήτ᾿ οὖν ἀδίκως ἔτι πονηρεύου κατ᾿ αὐτοῦ.» ἀλλ᾿ ὅμως
ἐκεῖνος οὐδ᾿ οὕτως ἠβουλήθη συνιέναι τοῦ ἀγαθύναι, ἀμνηστείᾳ δὲ τὴν φρικώδη
ταύτην παραδοὺς ἀπειλήν, ἔσπευδε τὰς οἰκείας ἀναπληρῶσαι ἁμαρτίας, ἵν᾿ ἔνδικον
ἄνωθεν ἐφ᾿ ἑαυτὸν ἐπισπάσηται τὴν ὀργήν. εὐθὺς γὰρ πρὸς αὐταῖς τῶν νηστειῶν ταῖς
εἰσβάσεσι, Λέοντα ἐκεῖνον τὸν Πταολήμην ἐπονομαζόμενον, συγγενῆ Φωτίου
τυγχάνοντα, μετὰ στρατιωτῶν εἰς τὴν νῆσον [Δ] ἀποστέλλει καὶ παραγγέλλει οὕτω
τηρεῖσθαι τὸν Ἰγνάτιον, ὡς μὴ ἐξεῖναι αὐτῷ παντάπασι τὴν ἱερὰν ἀναφέρειν
λειτουργίαν, μήτ᾿ οὖν εἰσιέναι τινὰ πρὸς αὐτόν, μήτ᾿ ἐξιέναι συγχωρεῖσθαι. ἐπὶ
τρεῖς δὲ μῆνας ἡ τοιαύτη περὶ αὐτὸν ἐστερεοῦτο φυλακὴ καὶ οὕτως ἡ τοῦ ὀνείρατος
ἔφθασεν ἀπόφασις. ἐπειγομένῳ γὰρ κατὰ τῆς Κρήτης τῷ Μιχαὴλ καὶ αὐτὸς ὁ Βάρδας
ἄχρι τῶν λεγομένων Κήπων συστρατεύων ἐκεῖ δὴ τὴν ἐσχάτην ἔτισε δίκην. πρόφασιν
γὰρ ὡς ἐπιβουλεύοντα τῷ βασιλεῖ ἡ θεήλατος αὐτὸν μετῆλθεν ὀργὴ καὶ ξίφεσι
μεληδὸν ἀθλίως κατακοπτόμενος, οὕτω δυσκλεὲς τέλος ἀπηνέγκατο, ὥστε καὶ ὑπ᾿
αὐτοῦ στηλιτευθῆναι τοῦ φιλτάτου. ὁ γὰρ τὰ μεγάλα εὐεργετηθεὶς καὶ τὴν
πατριαρχικὴν ὑπ᾿ ἐκείνου τιμὴν κληρωθείς, ζῶντα μὲν ὑπερετίμα
[p. 537Α] καὶ προστάτην εἶχε τοῦ βίου, παντοίαις εὐφημίαις ὑπερεπαινῶν,
ἀποθανόντι δὲ παλινῳδίας ᾖδε καὶ ὡς ἀλιτήριον τοῦτον καὶ τρισκατάρατον, ἄξιον
τοιαύτης ἀπεφήνατο τελευτῆς. τοιοῦτος ὁ δεινὸς ἐκεῖνος ἦν σοφιστής, ἀεὶ πρὸς
τοὺς καιροὺς μεταβαλλόμενος καὶ τὰ πράγματα καὶ τοῖς τῶν κρατούντων
συμπεριαγόμενος θελήμασιν. ὁ γὰρ τῆς θεαρχικῆς βουλῆς καὶ ῥοπῆς δι᾿ ἔλλειψιν
πίστεως διαμαρτὼν καὶ τοῖς ἀνθρώποις ἐπηλπικώς, ἐπειδὴ σαθρῷ θεμελίῳ τὸν νοῦν
ἐπερείδεται, ἄπιστός τε πρὸς πάντας καὶ ἀβέβαιος ἐλέγχεται· ὑψουμένοις μὲν
συνήγορος, κατήγορος δὲ γινόμενος ταπεινουμένοις καὶ πρὸς ἓν μόνον ὁρῶν ἀρέσαι
τοῖς δυνατοῖς, τοῦ μὴ τῆς κατ᾿ αὐτὸν ἀρχῆς ἐκπεσεῖν.
30. τότε μὲν οὖν ὁ αὐτοκράτωρ παρευθὺς πρὸς τὴν βασιλεύουσαν παλινοστεῖ.
Πεντηκοστὴ δ᾿ ἄρ᾿ ἦν καὶ [Β] Βασίλειον πατρίκιον ὄντα καὶ παρακοιμώμενον,
στέμματι κατακοσμήσας, ἀναγορεύει βασιλέα. ὁ πολύφρων δὲ Φώτιος πάμπολλα κατὰ
Νικολάου τοῦ πάπα μηχανορραφῶν, ἐπειδὴ οὐδὲν εἶχεν ἄλλο δρᾶν κατ᾿ αὐτοῦ, πείθει
πολλαῖς παραινέσεσι τὸν βασιλέα συναινέσαι, σύνοδον συγκροτῆσαι καὶ τοῦτον
καθαιρῆσαι καὶ τοῖς αὐτῷ κοινωνοῦσιν ἀφορισμὸν ἀντισηκοῦντα τῷ παρ᾿ ἐκείνου
πρώην πεμφθέντι διαπέμψασθαι. συναγαγὼν οὖν πάντας τοὺς ὑπ᾿ αὐτὸν ἐπισκόπους ὁ
γεννάδας καί τινας μιαροὺς ἀνθρωπίσκους καὶ ἀσήμους ἐκ τῶν ἀνατολικῶν δῆθεν
πατριαρχείων τοποτηρητὰς ἐπαγόμενος καὶ ψευδοσύλλογον ποιούμενος, καθαίρεσιν, ὡς
ἐνόμιζε, καὶ ἀναθεματισμὸν ἐπ᾿ οὐδενὶ λόγῳ ποιεῖται Νικολάου. δώροις γὰρ
λαμπροῖς <οὐχ> ὅτι μάλιστα τὸν ῥῆγα Φραγγίας Λοδόηχον, καὶ [Χ] Ἠγγιβέργαν δὲ τὴν
αὐτοῦ γαμετὴν ὑποποιούμενος, βασιλεῖς τούτους ἀνευφημεῖν ἐν Κωνσταντινουπόλει
ἐπηγγέλλετο, εἴγε συνεργήσαιεν αὐτῷ πρὸς τὴν ἄτοπον ταύτην καὶ ἄθεσμον ἐπιθυμίαν
καὶ τὸν δίκαιον ἄνδρα τῆς κατ᾿ αὐτὸν ἐκκλησίας βιαίως ἐξωθήσαιεν. τούτων δὲ
ὑπισχνουμένων λόγου θᾶττον ἀλόγως ὁ μάταιος μάτην ἀπεφαίνετο. ἐντεῦθεν ὑπογραφαὶ
καὶ φωναὶ κανονικῶν τε προσώπων καὶ πολιτικῶν, μητροπολιτῶν καὶ πατρικίων, πάντα
καινά, πάντα τῶν ἐπὶ σκηνῆς θρυλλουμένων ματαιότερα καὶ καταγελαστότερα· ἡ γὰρ
ἐκ παιδὸς αὐτῷ παρεπομένη τῆς ψυχῆς οἴησις, εἰς ὑπερηφανίαν τε τοῦτον ἐσχάτην
καὶ ἀπόνοιαν μετεωρίσασα, ἀδεῶς τε καὶ ἀναιδῶς ἀνέπειθε τὰ τοιαῦτα τολμᾶν. ὁ μὲν
οὖν ταῦτα κατασκευασάμενος διὰ χειρὸς Ζαχαρίου τοῦ Κωφοῦ, ὃς ὑπ᾿ αὐτοῦ [Δ] τῆς
Χαλκηδόνος κεχειροτόνητο μητροπολίτης καὶ Θεοδώρου τοῦ ἀπὸ Καρίας εἰς Λαοδίκειαν
μετατεθέντος, τὰς παραλόγους αὐτοῦ καὶ ἐναγεῖς πράξεις πρὸς Ἰταλίαν
ἐξαπέστειλεν. αὐτὸς δὲ τῆς ἐμφύτου κατὰ τοῦ ἁγίου μήνιδος εἴχετο καὶ τῶν γνησίων
αὐτοῦ θεραπευτῶν, μᾶλλον δὲ νόθων, ὅσους ἠδύνατο, κλέπτων καὶ ταῖς ματαιότησι
τῶν ἀξιωμάτων δελεάζων, δι᾿ αὐτῶν τὴν πτέρναν τοῦ ἀναιτίου ἐπετήρει· ἡμάρτανε δὲ
τῶν ἐλπίδων· πάσης γὰρ ὑψηλότερος κατηγορίας ὁ μακάριος ἦν· ἐν τοῖς ἔργοις δὲ
τῶν χειρῶν αὐτοῦ κακουργῶν συνελαμβάνετο. ἀγνοῶν δὲ ἀληθῶς εἰς τίνα τὸ κράτος
τῆς βασιλείας περιίσταται, ποτὲ μὲν πρὸς τὸν Μιχαὴλ διέβαλλε Βασίλειον, αὖθις δὲ
τοῦτον πρὸς ἐκεῖνον, ἀμφοῖν, ὡς ἐνόμιζε, φιλίαν καταπραττόμενος, ὁ ἀμφοτέρων τὴν
φιλίαν οὐκ ἐν ἀληθείᾳ
[p. 540Α] ὑποκρινόμενος καὶ οἰόμενος ὡς ὁποῖος ἂν τούτων μονοκράτωρ ἀναδειχθῇ
τοῦτον εἰς οἰκειότητα προστήσεται. οὐκ ἤρεσκε δὲ τῷ Βασιλείῳ ταῦτα, πάνυ δὲ ταῖς
πανουργίαις προσώχθισε τοῦ σοφοῦ. μικρὸν τὸ ἐν μέσῳ καὶ αὐτὸς ὁ Μιχαὴλ πρὸς τῷ
τεμένει τοῦ μαρτυρος Μάμαντος δολοφονεῖται, ἀξίαν τῆς ἀνοίας, εἴτουν ἀδικίας
αὐτοῦ καὶ ἀσεβείας δεξάμενος τελευτήν· χρόνους μὲν πεντεκαίδεκα καὶ μῆνας ὀκτὼ
συμβεβασιλευκὼς τῇ μητρί, ἐννέα δὲ παρὰ βραχὺ μόνος ἔτη κεκρατηκὼς καὶ τὸ
πονηρὸν ἐνώπιον τῆς ἐκκλησίας κυρίου πεποιηκώς, τελευτᾷ. πρώτη μὲν ἰνδικτιὼν
εἶχεν ἀρχήν, εἰκάδα δὲ καὶ τετάρτην ὁ σεπτέμβριος καὶ ὁ Βασίλειος πρὸς τὰ
βασίλεια κατευθυνόμενος, αὐτοκράτωρ ἀνηγορεύετο. παρευθὺ δὲ πέμψας εἰς
καταδρομὴν τοὺς περὶ τὸν [Β] Ζαχαρίαν Χαλκηδόνος ἐκ μέσης ἀπέστρεψε τῆς ὁδοῦ. τῇ
ἑξῆς δὲ μετὰ τὴν ἀναγόρευσιν τοῦ πατριαρχικοῦ θρόνου τὸν Φώτιον καταβιβάζει καὶ
ἐν μοναστηρίῳ τινὶ καλουμένῳ Σκέπῃ τοῦτον εὐθὺς ὑπερορίζει καὶ τῇ ἐπαύριον Ἠλίαν
τὸν περιφανέστατον τοῦ βασιλικοῦ στόλου δρουγγάριον σὺν τῷ βασιλικῷ δρόμωνι πρὸς
τὸν ἁγιώτατον ἀποστέλλει πατριάρχην, ὅπως αὐτὸν ἐκ τῆς νήσου πρὸς τὴν
βασιλεύουσαν μετὰ τῆς πρεπούσης ἀνενέγκῃ τιμῆς· καὶ τέως μὲν ἐν τοῖς γονικοῖς
αὐτοῦ παλατίοις τοῖς καλουμένοις Μαγγάνοις ἀποκαθίστησι αὐτόν.
31. ἵνα δὲ πᾶσα ἡ κατὰ τοῦ ἁγίου γένηται πονηρία καταφανής, ὁ δρασσόμενος τοὺς
σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, πολυπλόκων δὲ βουλὰς ἐξιστῶν, αὐτὸς ἐμβάλλει καὶ
τῷ αὐτοκράτορι Βασιλείῳ λογισμόν. καὶ ἀποστέλλει πρὸς Φώτιον τὰ ἰδιόχειρα πάντα,
[Χ] ὅσα ἀπὸ τοῦ πατριαρχείου κατιὼν ἔλαβεν, ἀνυπερθέτως αὐτῷ πέμψαι
παρακελευόμενος. ὁ δὲ ὅρκοις ἐψεύδετο, μηδὲν τοιοῦτον ἐκεῖθεν λαβεῖν τῷ
κατεπείγεσθαι πρὸς τὴν κατάβασιν. ὡς οὖν ταῦτα παρ᾿ αὐτοῦ πρὸς τὸν πραιπόσιτον
Βαάνην ἐλέγετο, οἱ αὐτοῦ θορυβούμενοι θεραπευταὶ ἑπτὰ σάκκους πλήρεις
ἐσφραγισμένους μολίβδῳ εἰς τὸν πλησίον ἐνίεσαν καλαμῶνα κατακρύβοντες· οὓς οἱ
περὶ τὸν πραιπόσιτον ἰδόντες καὶ τῆς χειρὸς ἀφαρπάσαντες, πρὸς τὸν βασιλέα
ἀπεκόμισαν. ἀνοίξαντες δὲ τούτους δύο εὑρίσκουσιν βιβλία χρυσῷ καὶ ἀργύρῳ
σηρικοῖς ἐνδύμασιν ἔξωθεν κεκοσμημένα, ἔσωθεν δὲ φιλοκάλως καὶ ἐπιμελῶς γράμμασι
γεγραμμένα τερπνοῖς. περιεῖχε δὲ τὸ ἓν πράξεις ἑπτὰ συνοδικάς, τὰς μηδέποτε
οὔσας ἢ γενομένας κατὰ τοῦ Ἰγνατίου, μάτην δὲ [Δ] κακοδαίμονι μόνον
ἀναπεπλασμένας διανοίᾳ. ἐν ταῖς ἀρχαῖς δὲ τούτων ἐφ᾿ ἑκάστης πράξεως αὐτουργίᾳ
τοῦ Συρακουσίου Ἀσβεστᾶ (ἦν γὰρ καὶ ζωγράφος ὁ γεννάδας, εἰς προσθήκην τῶν αὐτοῦ
κακῶν, οἶμαι) διὰ χρωματικῆς ζωγραφίας ἐνεγέγραπτο Ἰγνάτιος. καί, (ὢ τῆς
ἀκαθέκτου λύσσης· ὢ μανίας οὐδεμίαν ὑπερβολὴν ἀπολειπούσης.) κατὰ τὴν πρώτην μὲν
πρᾶξιν συρόμενόν τε αὐτὸν καὶ ῥαβδιζόμενον ἐμόρφωσεν, ἄνωθεν δὲ τῆς κεφαλῆς
ἐπέγραψεν· Ϡὁ διάβολος.Ϡ ἆρ᾿ οὐκ ἐφρίξατε τὴν ὑπερβολὴν τῆς βλασφημίας ἀλλὰ μὴ
θαυμάσητε. εἰ γὰρ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, τί πρὸς τοὺς οἰκιακοὺς
αὐτοῦ κατὰ τὴν δευτέραν δὲ ἐμπτυόμενον καὶ βιαίως ἑλκόμενον αὐτόν, καὶ ἡ
ἐπιγραφή· Ϡἀρχὴ τῆς ἁμαρτίας.Ϡ κατὰ τὴν τρίτην δὲ καθαιρούμενον καὶ Ϡὁ υἱὸς τῆς
[p. 541Α] ἀπωλείαςϠ ἐπιγραφόμενον. δεσμούμενον δὲ καὶ ἐξοριζόμενον κατὰ τὴν
τετάρτην πρᾶξιν εἰκόνισεν αὐτὸν καὶ Ϡπλεονεξίαν τοῦ μάγου ΣίμωνοςϠ ἐπέγραψε.
κατὰ τὴν ἀρχὴν δὲ τῆς πέμπτης κλοιοὺς αὐτὸν σχηματίζει περικείμενον καὶ ἡ
λοιδορία· Ϡὁ ὑπεραιρόμενος ἐπὶ πάντα θεὸν καί σέβασμα.Ϡ κατὰ τὴν ἕκτην δὲ εἰς
καταδίκην αὐτὸν ἐμβαλλόμενον εἰκόνισεν, ἡ δὲ κατ᾿ αὐτοῦ ἀργολογία· Ϡβδέλυγμα τῆς
ἐρημώσεως.Ϡ κατὰ τὴν ἑβδόμην δὲ καὶ τελευταίαν πρᾶξιν συρόμενον αὐτὸν καὶ
καρατομούμενον διεζωγράφησε καὶ ἡ ἐπιγραφὴ αὐτοῦ, ἣν ἔγραψεν, ἦν· Ϡἀντίχριστος.Ϡ
ταῦτα ἐγὼ μὲν αἰσχύνομαι, νὴ τὴν ἀλήθειαν, ἐπὶ γλώσσης ἄγων καὶ εἰς μνήμην
τούτων ἰών· καὶ διὰ τοῦτο παντάπασιν, εὖ ἴστε, κατεσίγησα ἄν, εἰ μὴ ἑώρων τοὺς
ταῦτα καταπραξαμένους [Β] καὶ τοὺς αὐτῶν οἰκείους οὐ μόνον ἐν τούτοις οὐκ
ἐγκαλυπτομένους, ἀλλὰ καὶ ἐγκαλλωπιζομένους καὶ δόξαν ἁγιωσύνης ἐπιψευδομένους
αὐτῷ· ἀψευδὴς γὰρ ὁ εἰπών· Ϡὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν καταφρονεῖ·Ϡ
ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος. ὤμοσαν κατὰ τοῦ φόβου τοῦ κυρίου καὶ κατὰ
τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, οἱ ἐπὶ τῇ ἀναγνώσει τῶν ἐναγῶν ἐκείνων πράξεων
εὑρεθέντες, πεντήκοντα καὶ δύο ἀναμφίβολα καὶ πᾶσιν ὡμολογημένα ψευδῆ κεφάλαια
γεγράφθαι ἐξ ἀσεβοῦς μᾶλλον ἢ μανικῆς διανοίας εἰς κατηγορίαν τοῦ μάκαρος
Ἰγνατίου προσφερόμενα. ἑκάστης δὲ κατηγορίας πρὸς τῷ τέλει ἄγραφον στίχον
κατελίμπανον, εἴ τινά ποτε τῶν ἀξίων ἀγχόνης δώροις ἢ ἀξιώμασιν ἀπατῆσαι
δυνηθεῖεν, ἵν᾿ ἔχῃ τόπον ἐγγράψασθαι τῷ ψεύδει. [Χ] καὶ ταῦτα μὲν ἡ μία τοῦ
διαβόλου περιεῖχε βίβλος. ἡ ἑτέρα δὲ συνοδικὴ κατὰ Νικολάου τοῦ πάπα Ῥώμης
κατεσκεύαστο, πᾶσαν συκοφαντίαν καὶ βλασφημίαν ἄτοπον εἰς καθαίρεσιν ἀνδρὸς
ἁγίου καὶ ἀναθεματισμὸν ἀθέως καὶ πονηρῶς δραματουργοῦσα, ἀξία καὶ αὐτὴ τῆς τε
τοῦ πονηροῦ δαίμονος ὑπαγορίας καὶ τῆς τοῦ Φωτίου ὑπουργίας. ἀπαραλλάκτως δὲ
ταύτας ὁ τολμητίας δὶς ἀναγραψάμενος, τὰς δύο μὲν Ζαχαρίᾳ παρέσχετο καὶ Θεοδώρῳ
τοῖς προειρημένοις μετὰ εὐφημιῶν καὶ δώρων πολλῶν καὶ λαμπρῶν πρὸς τοὺς τῆς
Φραγκίας βασιλεῖς ἀπενεγκεῖν, τοῦ τὸν πάπαν Νικόλαον ὡς καθῃρημένον ἐξώσασθαι
τοῦ θρόνου. τὰς δύο δὲ παρ᾿ ἑαυτῷ κατεῖχε. τούτων τῶν τεσσάρων βίβλων δραξάμενος
ὁ βασιλεὺς καὶ [Δ] τῇ συγκλήτῳ πρότερον καὶ τῇ ἐκκλησίᾳ ποιήσας καταφανεῖς, τὴν
ὅλην οὕτω Φωτίου σκευωρίαν καὶ κακίστην συνείδησιν ὑπ᾿ ὄψιν ἁπάσῃ τῇ πολιτείᾳ
κατεστήσατο. ἐξέστη πᾶς ἄνθρωπος ὁρῶν καὶ ἀκούων ταῦτα, οὐ μόνον τῇ κακονοίᾳ καὶ
κακορρημοσύνῃ τοῦ σοφιστοῦ, ἀλλὰ καὶ τῇ ὑπερβολῇ τῆς μακροθυμίας καὶ ἀνοχῆς τοῦ
θεοῦ. ἀλλὰ ταύτας μὲν τὰς βίβλους ὕστερον ἐνεγκόντες ἐπὶ τῆς συνόδου καὶ κατὰ
πρόσωπον τῷ αὐτουργῷ αὐτῶν παραστήσαντες καὶ παραδειγματίσαντες, οὕτω παρέδωκαν
τῷ πυρί.
32. τότε δὲ καὶ ὁ αὐτοκράτωρ Βασίλειος σιλέντιον ἐπὶ τῷ παλατίῳ Μαγναύρας
ποιούμενος καὶ τὸν πατριάρχην ἀγαγών, {καὶ} πολλοῖς τοῦτον ἐπαίνοις κατέστεψε.
κυριακὴ μὲν τῶν ἡμερῶν ἦν, εἰκάδα δὲ καὶ τρίτην εἶχε νοέμβριος, ὥσπερ καὶ ὅτε
πρῶτον
[p. 544Α] ἐξωρίζετο καὶ αὐτὸς ὑπερασπισμῷ καὶ χρηστότητι τοῦ θεοῦ δι᾿ ἐννέα
τελείων χρόνων τελείαν ἄθλησιν ὑπὲρ ἀρετῆς ἐπιδειξάμενος, ἀποκαθίσταται τῇ
ἐκκλησίᾳ καὶ ὁ λύχνος λαμπρότερον ἀναφθεὶς περιφανέστερον ἢ πρώην τῇ λυχνίᾳ
ἐπιτίθεται καὶ ὁ ποιμὴν ἐπέγνω τὰ πρόβατα καὶ αὐτὸς τοῖς προβάτοις σαφέστερον
ἐπέγνωσται. πάσης οὖν σχεδὸν φάναι τῆς πόλεως ἐπευφραινομένης αὐτοῦ τῇ ἀναβάσει
προαγούσης τε καὶ ἑπομένης ἐν ἀγαλλιάσει, αὐτὸς μὲν διὰ τοῦ ἁγίου Φρέατος
ἀνάγεται, πρὸς τοῖς ὑπερῴοις δὲ τοῦ μεγάλου ναοῦ διὰ τῆς δεξιᾶς πύλης εἰσιόντι
προσυπαντᾷ αὐτῷ τῶν πατρικίων ἡ τάξις προσκυνοῦσα καὶ δεξιουμένη· ἡ ἱερὰ δὲ τότε
λειτουργία κατὰ τὸ ἔθος ἐτελεῖτο. ἄξιον δὲ μηδὲ τὴν ἐπὶ τῇ εἰσόδῳ συμπεσοῦσαν
ἱερὰν κλήδονα παραλιπεῖν· [Β] ὁ μὲν γὰρ εἰσῄει, οἱ δὲ προσεκύνουν, ὁ ἱερεὺς δέ,
«εὐχαριστήσωμεν τῷ κυρίῳ,» τὴν ἀναφορὰν ἐν τοῖς ἀδύτοις ποιούμενος, ἀνέκραγεν· ὁ
λαὸς δέ «ἄξιον καὶ δίκαιον» ἀπεκρίνατο. οὕτως ὁ ἱερὸς Ἰγνάτιος ὑπ᾿ ἀγαθοῖς
συμβόλοις τὸν οἰκεῖον θρόνον ἀπειληφὼς καὶ τοὺς οἴακας αὖθις τῆς ἐκκλησίας
ἐγχειρισθείς, εἴργει μὲν τῆς ἱερᾶς λειτουργίας, οὐ Φώτιον μόνον καὶ τοὺς
χειροτονηθέντας ὑπ᾿ αὐτοῦ, ἀλλὰ καὶ πάντας τοὺς κεκοινωνηκότας αὐτῷ· ἐκλιπαρεῖ
δὲ τὸν βασιλέα οἰκουμενικὴν σύνοδον κροτῆσαι, δι᾿ ἧς ἔσεσθαι τῶν σκανδάλων
πάντων ὑπελάμβανε τὴν ἴασιν. εὐθέως τοίνυν Ἰωάννης μὲν ὁ τῆς Πέργης, ὡς ἐν
πάσαις ταῖς θλίψεσιν Ἰγνατίῳ συγκακοπαθῶν, ἐκ τοῦ μέρους τοῦ κατ᾿ αὐτόν, ἐκ τοῦ
κατὰ τὸν Φώτιον [Χ] δὲ Πέτρος ὁ τῶν Σάρδεων, πρὸς τὸν Πάπαν Νικόλαον
ἀποκρισιάριοι προεχειρίζοντο, σὺν αὐτοῖς δὲ καὶ Βασίλειος ὁ καλούμενος Πινακᾶς
ἀπῄει, σπαθάριος τὴν ἀξίαν καθεστώς· καὶ ἀπῄεσαν ἐν δυσὶν δρόμωσι στελλόμενοι
τὸν πλοῦν. ἀλλὰ Πέτρος μὲν ὁ καλούμενος Δείλαιος, ἐν τῷ κόλπῳ Δαλματίας κινδύνῳ
περιπεσών, δείλαιος ὤλετο. Ἰωάννης δὲ σὺν Βασιλείῳ διασωθεὶς Ἀδριανὸν εὗρε
πάπαν, τοῦ Νικολάου ἤδη τὴν ἐν σώματι καταλιπόντος ζωήν. οὐ πολὺς οὖν ἐν τῷ μέσῳ
χρόνος καὶ παρῆσαν τοποτηρηταί, Στέφανος μὲν καὶ Δονᾶτος ἐπίσκοποι τοῦ πάπα
Ῥώμης καὶ Μαρῖνος εἷς τῶν ἑπτὰ διακόνων σὺν αὐτοῖς. ἐκ δὲ τῶν τῆς Ἀνατολῆς
πατριαρχείων, τοῦ αὐτοκράτορος δώροις καὶ γράμμασι τὸν τῆς Συρίας ἄρχοντα
παρακαλέσαντος, Ἰωσὴφ μὲν ἀρχιδιάκονος καὶ [Δ] σύγκελλος, τοποτηρητὴς Μιχαὴλ
ἦλθε τοῦ πάπα τῆς κατ᾿ Αἴγυπτον Ἀλεξανδρείας· Θωμᾶς δὲ μητροπολίτης Τύρου τόπον
Μιχαὴλ ἐπλήρου τοῦ τῆς Ἀντιοχείας τῆς κατὰ Συρίαν πατριάρχου, Ἠλίας δὲ
πρεσβύτερος καὶ σύγκελλος εἰς τόπον Θεοδοσίου πατριάρχου Ἱεροσολύμων παρῆν·
οὗτοι πάντες ἅμα Ἰγνατίῳ τῷ ἁγιωτάτῳ πατριάρχῃ Κωνσταντινουπόλεως καὶ τοῖς σὺν
αὐτῷ δώδεκα τὸν ἀριθμὸν ἐπισκόποις τοῖς συγκεκοπιακόσι καὶ ἀπ᾿ ἀρχῆς μέχρι
τέλους συνηθληκόσιν αὐτῷ ἐν τοῖς δεξιοῖς μέρεσι τῶν κατηχουμενείων τοῦ
περιωνύμου ναοῦ τῆς τοῦ Θεοῦ Σοφίας, μετὰ τοῦ αὐτοκράτορος Βασιλείου
προεκάθισαν.
33. τῶν τιμίων δὲ καὶ ζωοποιῶν ξύλων, τῶν τε ἱερῶν εὐαγγελίων προκειμένων,
συμπαρούσης δὲ καὶ τῆς ἱερᾶς συγκλήτου, πρῶτον μὲν αἱ πεμφθεῖσαι παρὰ τοῦ Πάπα
τῆς πρεσβυτέρας Ῥώμης Ἀδριανοῦ ἐπιστολαί, καὶ αἱ παρὰ τῶν ἀνατολικῶν πατριαρχῶν
[p. 545Α] κατὰ τάξιν ἀναγινωσκόμεναι, πᾶσαν καὶ ἱερὰν εὐθημοσύνην [λεγε·
εὐσχημοσύνην] τό τε πιστὸν καὶ ἄμωμον καὶ ἀνεπίληπτον τῶν ἀπεσταλμένων
τοποτηρητῶν τό τε κανονικὸν καὶ ἔνθεσμον τῶν ἀποστειλάντων αὐτοὺς ἐνώπιον πάντων
ἀπεδείκνυσαν.
ἔπειτα τῇ ἑξῆς ἱερεῖς τε καὶ ἀρχιερεῖς πάντες, ὅσοι Μεθοδίου μὲν καὶ Ἰγνατίου
χειροτονίᾳ τῶν ἁγιωτάτων ἐτύγχανον πατριαρχῶν πανουργίαις δὲ παντοδαπαῖς καὶ
κολάσεσι καὶ ἐπινοίαις, Φωτίου τῇ κοινωνίᾳ συναπήχθησαν, οὗτοι πάντες λιβέλλους
μετανοίας ἐπιδεδωκότες καὶ μετὰ δακρύων τῇ ἁγίᾳ συνόδῳ προσπίπτοντες καὶ
ἐξομολογούμενοι καὶ μέντοι καὶ συγγνώμης κατὰ τὴν ὑπὲρ αὐτῶν τοῦ βασιλέως
παράκλησιν καὶ τὴν τῶν Ῥωμαίων ψῆφον, ὡς βιασθέντες, ἀξιούμενοι, ναὶ δὴ καὶ τῷ
[Β] διωρισμένῳ θέμενοι ἐπιτιμίῳ, οὕτω τῆς τῶν ἐπισκόπων καθέδρας τοῖς
ἀνεγκλήτοις ὁμοίως καὶ αὐτοὶ κατηξιοῦντο.
ἐντεῦθεν εἰς ἑκατὸν δύο τὸν ἀριθμὸν ἐπισκόπους ἡ σύνοδος ἐκείνη συγκροτουμένη
καὶ πάντα εὐσχημόνως καὶ κατὰ τάξιν καὶ πάντα σὺν λόγῳ καιρίῳ καὶ κανονικαῖς
διατάξεσι λέγειν καὶ πράττειν διαλογιζόμενοι, τὸν ὑπεύθυνον Φώτιον παράγουσι μὴ
βουλόμενον καὶ διελέγχουσι μὲν ἀποτόμως τῆς φονικῆς κατὰ Ἰγνατίου τοῦ ἱεράρχου
προαιρέσεως καὶ τῆς παραλόγου καὶ μανιώδους καθαιρέσεως· ἐλέγχουσι δὲ καὶ τὰς
ψευδοεπείας αὐτοῦ καὶ δυσφημίας καὶ ὅσα κατὰ Νικολάου τοῦ πάπα πεφώραται
δεδρακώς. εἶτα πυνθάνονται παρ᾿ αὐτοῦ, εἴ τι ἔχει δικαίωμα πρὸς τὴν κατ᾿ αὐτοῦ
πάλαι γενομένην παρὰ τῶν [Χ] Ῥωμαίων κατάκρισιν ἀνθυπενεγκεῖν. αὐτοῦ δὲ
σιωπῶντος τῷ μηδεμίαν εὔλογον ἔχειν ἀπολογίαν πρὸς τὰ ἐγκαλούμενα, ἐπειδὴ ὑπό τε
τῶν τοποτηρητῶν αὐτῶν, ὑπό τε τοῦ βασιλέως καὶ τῆς συγκλήτου παραινούμενος
συγγνώμην αἰτῆσαι, ὥστε κἂν τῆς τῶν πιστῶν κοινωνίας ὡς λαϊκὸς ἀξιωθῆναι,
παντάπασιν ἐξ αὐθαδείας ἀπεσείσατο τὴν συμβουλίαν· κοινῇ λοιπὸν ψήφῳ καὶ
δικαιοτάτῃ κατακρίνουσι, καθαιροῦσί τε τοῦτον καὶ ἀναθεματίζουσιν, ὡς ἐπιβήτορα
καὶ μοιχὸν καὶ διωγμῶν χαλεπωτάτων καὶ σκανδάλων μυρίων ταῖς τοῦ θεοῦ ἐκκλησίαις
αἴτιον γενόμενον. καὶ ἀποφαίνονται σὺν ἅμα [λεγε· συνοδικῶς ορ συνῳδὰ] τῇ
Νικολάου τοῦ πάπα καθαιρετικῇ ψήφῳ, τῇ μετὰ πολλῆς ἀκριβείας πρῶτον καὶ
κανονικῆς, ἤτοι συνοδικῆς κρίσεως ἀποφανθείσῃ κατ᾿ [Δ] αὐτοῦ. ὑπογράφουσι δὲ τῇ
καθαιρέσει, οὐ ψιλῷ τῷ μέλανι τὰ χειρόγραφα ποιούμενοι, ἀλλὰ τὸ φρικωδέστατον,
ὡς τῶν εἰδότων ἀκήκοα διαβεβαιουμένων, καὶ ἐν αὐτῷ τοῦ σωτῆρος τῷ αἵματι
βάπτοντες τὸν κάλαμον, οὕτως ἐξεκήρυξαν Φώτιον, οὕτως αὐτὸν κατεδίκασαν καὶ
πάντας τοὺς κεχειροτονημένους ὑπ᾿ αὐτοῦ.
34. ἐνταῦθα γενόμενος, κατηγορήσειν μοι δοκῶ τῆς συνόδου· μέμψομαι δὲ καὶ τὴν
κρίσιν ταύτην, εἰ καὶ τολμηρόν. πάσας γὰρ τὰς πράξεις καὶ τοὺς διωρισμένους ἐν
αὐτῇ κανόνας ὁμοίως τοῖς ἐν ταῖς προλαβούσαις ἑπτά συνόδοις οἰκουμενικαῖς καὶ
τούτους ὡς
[p. 548Α] θεοπνεύστους λίαν προσιέμενός τε καὶ ἀποδεχόμενος, τοῦτο μόνον τῆς
ὀγδόης συνόδου ταύτης ἐπιμέμφομαι, οὐχ ὅτι θυμῷ βαρεῖ καὶ μνησικακίᾳ, ὥς τινες
οἴονται, τῶν ὑπευθύνων ἀνηλεῶς κατεψηφίσατο, μᾶλλον μὲν οὖν τοὐναντίον μεμπτέα
τυχὸν αὕτη παρά γε δικαίῳ τῶν τοιούτων κριτῇ, ὅτι φιλανθρωπότερον ἢ ἔδει τὴν
κρίσιν ποιουμένη, οὐκ ἀπροσωπόληπτον, οὐδὲ καθαρῶς ἀποστολικὴν ἐπήγαγε ψῆφον·
δέον τῷ τριακοστῷ κεφαλαίῳ, ᾧ πρῶτον τὸν ἄμεμπτον ὁ συκοφάντης κατεδίκαζεν, ὡς
διὰ κοσμικῆς δυναστείας ἐγκρατῆ γενάμενον τῆς ἐκκλησίας, τούτῳ μᾶλλον
ἰσχυρίσασθαι νῦν κατ᾿ ἐκείνου, ὡς οὐ ψήφῳ θεοῦ καὶ ἱερέων, ἀλλ᾿ ὑπερβολῇ
φιλαρχίας καὶ δοξομανίας, διὰ κοσμικῆς δυναστείας τυραννήσαντος τῆς ἐκκλησίας.
αὐτόν τε διὰ ταῦτα καθαιρεῖν [Β] ἔδει καὶ ὅτι παρὰ καθῃρημένου χειροτονεῖσθαι
κατηξίου καὶ τοὺς κεκοινωνηκότας δὲ αὐτῷ κατὰ τὴν ἀποστολικὴν ἀπόφασιν πάντας
καὶ μὴ φιλανθρωποτέρους θεοῦ καὶ θεοῦ γινομένους κρίσεως, τὴν ἀπόφασιν τοῦ
παναγίου πνεύματος ἀκυροῦν. τοῦτο τὰ ἄνω κάτω πεποίηκε· τοῦτο τὸ κρῖμα οὔκ ἐστιν
ὅσων εἰπεῖν κακῶν αἴτιον καὶ σκανδάλων ἐχρημάτισεν. οἶμαι γάρ, ὡς εἰ ἀποστολικῶς
τότε καὶ κανονικῶς κατὰ πάντων ἀπεφήναντο, οὐ τὸν αἴτιον μόνον τῆς διχοστασίας
τε καὶ τῶν σκανδάλων, ἀλλὰ καὶ τοὺς κοινωνήσαντας αὐτῷ πάντας ἐκκηρύξαντες,
οὐδεμίαν ἂν ἔτι κατὰ τῆς ἐκκλησίας εἶχε παρείσδυσιν ἡ ἀδικία.
35. ὥσπερ δὲ πρῶτον κατὰ τὴν ἐπὶ Ταρασίου τοῦ θείου σύνοδον κατὰ τῶν εἰκονομάχων
γενομένην, [Χ] ἐπειδὴ συμπαθέστερον μᾶλλον ἢ δικαιότερον ἐχρήσαντο τοῖς
αἱρετικοῖς, καιροῦ πάλιν ἐκεῖνοι δραξάμενοι, τὴν οἰκείαν δυσσέβειαν χαλεπώτερον
ἀνενεώσαντο, οὕτω καὶ νῦν τῆς συνόδου ταύτης πεφεισμένως, ἀλλ᾿ οὐκ ἀπροσπαθῶς
καὶ κανονικῶς τὴν κρίσιν ἀποφηναμένης, εὗρεν αὖθις ἡ πονηρία κατὰ τῆς ἐκκλησίας
χώραν. καὶ διὰ τῶν προειλημμένων [λεγε· προσειλημμένων?] ὁ ἀπόβλητος καὶ διὰ τῶν
ἀποκρίτων [λεγε· ὑποκριτῶν?] ὁ καθῃρημένος, ὡς κοινωνικῶν ὄντων αὐτοῦ,
καταδραμὼν καὶ αὖθις τὸν ἱεραρχικὸν θρόνον τυραννήσας καὶ τῶν ἱερῶν καταπαίξας
θεσμῶν καὶ πάντα μὲν ἀποστολικὸν κανόνα, πᾶσαν δὲ παράδοσιν ἐκκλησιαστικὴν
καταπεπατηκώς, καὶ πάντας μὲν τῶν οἰκείων ὁμολογιῶν χειρογράφων ἀθετητάς, πάντας
δὲ σταυροπάτας, οἷος ἐκεῖνος, [Δ] γίνεσθαι καταναγκάζων, καὶ τῶν πρώτων τὰ
ἔσχατα χείρω διαθέμενος, τὰς ἁπάντων συνειδήσεις ἐβεβήλωσε καὶ κατέχρανε. τοῦτο
μέν, ὡς ὁ ἐμὸς λόγος, τῆς συνόδου ταύτης τὸ ἐλάττωμα, διὰ τῆς καταδοχῆς καὶ
κοινωνίας τῶν παραπεσόντων καὶ τὸν λύκον, ὡς οὐ προσεδόκα, τοῖς προβάτοις
ἐπεισαγούσης. τοῦτο δέ τινες καὶ ἀπὸ τῶν παρηκολουθηκότων τοῖς τότε χρόνοις
τεκμηρίων ἐμφρόνως ἐστοχάσαντο. καὶ γὰρ μήπω ταυτησὶ τῆς συνόδου
συγκεκροτημένης, ἔτι δὲ ἐλπιζομένης, βούβαλοι ἔξωθέν ποτε ἐλαυνόμενοι, κατὰ
μέσης διήγοντο πόλεως· ἀθρόως
[p. 549Α] δὲ θροηθέντες, ὧδε κἀκεῖσε διεσκορπίζοντο. εἷς δὲ αὐτῶν κατὰ τῆς
μεγάλης εὐθυδρομήσας ἐκκλησίας καὶ ἔνδον τοῦ ἱεροῦ γεγονώς, ἄχρις αὐτοῦ τρέχων
τοῦ ἄμβωνος κατήντησεν. ὥρα δὲ ἦν ἐνάτη τῆς ἡμέρας καὶ αὐτὸς οὐκ ἀγαθὸς ἄγγελος
τοῖς τὰ τοιαῦτα κρίνειν εἰδόσι κατεφαίνετο. τούτου δὲ μείζων ἀπόδειξις ὁ
φρικωδέστατος σεισμός, ὃς κατ᾿ ἐκεῖνον συνέβη τὸν καιρόν, ἐνάτην εἶχεν
ἰανουάριος καὶ πολλαὶ μὲν ἐκκλησίαι, ἔμβολοι δὲ πλεῖστοι καὶ οἶκοι ἠδαφίσθησαν,
κτηνῶν τε καὶ ἀνθρώπων ἀμύθητος γέγονε πανωλεθρία καὶ αὐτὸς δὲ ὁ μέγας τῆς τοῦ
θεοῦ Σοφίας οἶκος κατὰ πολλὰ μέρη διεκινδυνεύετο ῥηγνύμενος, εἰ μὴ τῆς ἀξίας
πρὸς τῶν κρατούντων ἐτύγχανεν ἐπιμελείας. ταῦτα μὲν πρὸ τῆς συνόδου. καὶ μετ᾿
αὐτὴν ἐξαίφνης ἐπῆλθε πνεύματος [Β] σφοδρὰ καταιγίς. ὀκτώβριος ἐνίστατο μὴν καὶ
οὕτω βιαίως ἐπέθετο τὸ πνεῦμα, ὡς πολλῶν μὲν ἐκκλησιῶν, πολλῶν δὲ παλατίων καὶ
τοῦ πατριαρχικοῦ δὲ οἴκου τὸν μόλιβδον οἷα μεμβράνας συνελίσσειν, καὶ εἰς
τοὔδαφος κατασπᾷν· οὐ μόνον δέ, ἀλλὰ καὶ τοῦ τετραπλεύρου μονολίθου κίονος ἐν τῷ
ἱπποδρομίῳ τὸ ἐπὶ τῆς κορυφῆς ἐστυλωμένον χαλκοῦν στροβίλιον, βαρύτατον ὄν, ὡς
πορρωτάτω συνετρίβη πεσόν. οὐκ εἰκῆ δὲ ταῦτα παρηκολούθηκε τὰ σημεῖα, ἀλλὰ τῆς
μελλούσης αὖθις ἀκαταστασίας καὶ ταραχῆς διὰ τοῦ ταραχοποιοῦ δαίμονος ἐπὶ τῆς
ἐκκλησίας ἐνίστατο τεκμήρια σαφῆ, ἅπερ ἴσως οὐκ ἂν συνέπεσεν, εἰ μετὰ τὸν
ἀποστολικόν, ὡς εἴρηται, τὰ κατ᾿ αὐτὸν ἐκρίθη θεσμόν. ἀλλ᾿ ὅμως οὐ ῥυπαίνει
ταῦτα τὴν [Χ] τοῦ πατριάρχου δόξαν, ὅτι μὴ αὐθεντικῶς εἶχε πᾶν ὃ ἐβούλετο δρᾶν,
μᾶλλον δὲ τοῖς Ῥωμαίοις κατὰ τὴν ἄνωθεν ἐκκλησιαστικὴν παράδοσιν τὴν τῆς κρίσεως
ἐξουσίαν παρεχώρει. ἀλλ᾿ οὐδ᾿ ἡ σύνοδος ἐκείνη τοῖς κεκοινωνηκόσι Φωτίῳ, εἰ καὶ
τὰ μάλιστα βιασθεῖσι, τοσοῦτον ἤθελε συμπαθεῖν, ὅσον ἡ τοῦ βασιλέως ἁπλότης, ἵνα
μὴ λέγω κουφότης, προσώπων ἡττωμένη παρακλήσεσι καὶ τοῖς παρὰ τούτων ἐπαίνοις
ὑποχαυνουμένη, καὶ φιλανθρωπίας ὀνόματι τῆς ἀκριβοῦς τοῦ θεοῦ δικαιοσύνης ὡς
ἐπίπαν ἀποπίπτουσα. πλήν ταῦτα μὲν τοῦτον γέγονε τὸν τρόπον.
36. αὐτὸς δὲ ὁ μέγας Ἰγνάτιος τῶν τῆς ἐκκλησίας οἰάκων τὸ δεύτερον ἐπιλαβόμενος,
ἔδειξε καὶ τοῖς τυφλώττειν ἑκουσίως ἐθέλουσιν, ὡς μάτην ὁ ἐχθρὸς ἐνεκαυχήσατο
κατ᾿ αὐτοῦ. ἐπιστημονικώτερον γὰρ καὶ μᾶλλον θειότερόν πως καὶ ἀσφαλέστερον ἢ
πρώην τὴν ἐκκλησίαν ἐκυβέρνα, ἅτε δὴ ταῖς μακραῖς [Δ] ταλαιπωρίαις καὶ ποικίλαις
θλίψεσιν ἱκανὴν ἐμπειρίαν ἑαυτῷ συνειλοχώς, ἀδέκαστος μὲν πάντη καὶ
ἀπροσωπόληπτος ἐν ταῖς κρίσεσι δεικνύμενος, λίαν δὲ ἀκριβὴς ἐν ταῖς
χειροτονίαις, τοῖς ἀδικουμένοις ἐπικουρῶν, τοῖς λυπουμένοις συλλυπούμενος, τοῖς
πενομένοις ἐπαρκῶν καὶ τὴν ἔνδειαν τούτοις ὅση δύναμις ἱλαρῶς παραμυθούμενος καὶ
τοὺς ἀσθενοῦντας μὲν τῇ πίστει ἢ καὶ τῷ σώματι παρακαλῶν καὶ ψυχαγωγῶν, τοὺς
ὀλιγοψύχους δὲ τῇ χάριτι τῆς τοῦ πνεύματος ἀνακτώμενος διδασκαλίας καὶ πᾶσι
πάντα γινόμενος, ἔσπευδε κερδαίνειν, ὅσον ἐπ᾿ αὐτῷ, πάντας ἐν σπλάγχνοις Ἰησοῦ.
δύο μὲν αὐτῷ διὰ σπουδῆς ἦσαν ὁδοί, ἡ μὲν πρὸς θεὸν ἰθυτενῶς ὁρῶσα διὰ καθαρᾶς
τε καὶ ἀνεκλείπτου προσευχῆς, ἡ δὲ πρὸς τὴν τῆς ἐκκλησίας οἰκοδομὴν καὶ
περιποίησιν.
[p. 552Α] διὰ τῆς αὐτῆς δὲ σπουδῆς ἀμφότερα κατώρθου, οὐ μετὰ πάρεργον, οὐδὲ
ῥαθύμως, ὥστε τινές, ἀλλὰ καὶ λίαν ἐπιμελῶς καὶ συντόνως ἐκ νεότητος ἕως γήρως
καὶ πρεσβείου βαθέος ταῖς ἱεραῖς λειτουργίαις εὐηρέστει καὶ μετὰ πάντα σεβάσμιον
οἶκον τῇ τε πανυμνήτῳ μητρὶ τοῦ θεοῦ, τοῖς τε θείοις ἀποστόλοις καὶ μάρτυσιν ἐν
ἀγαλλιάσει καρδίας θεοπρεπῶς ἐπανηγύριζεν. οὕτω δὲ θεοφιλῶς καὶ πνευματοκινήτως
ἀνῆγε τὴν προσφοράν, ὡς ἐπ᾿ αὐτῆς ὁρᾶν τῆς θείας τραπέζης ἐναργῆ τῆς τοῦ
πνεύματος παρουσίας τεκμήρια. ὡρᾶτο γὰρ ὁ θεῖος ἄρτος ὅλος ἠλλοιωμένος, ὅλος
ὥσπερ ἄνθραξ οὐράνιος χάριν ἀποστίλβων τοῦ οὐρανίου πυρός. ὦπταί ποτε
κραδαινόμενος καὶ ὁ ὑπεράνω τῆς ἁγίας τραπέζης ἀπαιωρούμενος σταυρός, ἡρέμα μὲν
πολλάκις σειόμενος, [Β] ὑψουμένου τοῦ ἄρτου, καθωρᾶτο, τὴν τοῦ ἁγίου δηλαδὴ
πνεύματος ἐπισκίασιν ὑποσημαίνων. ἐν ἡμέρᾳ δέ ποτε τοῦ πάσχα μάλιστα οὕτω
διεκινήθη σφοδρῶς, ὥστε πάντας ἱερεῖς καὶ ἀρχιερεῖς καὶ μάλιστα τοὺς ἐκ τῶν
ἄλλων πατριαρχικῶν θρόνων, τὸ μυστήριον ἐκπεπληγμένους, μεγάλῃ φωνῇ δοξάζειν ἐπὶ
πολὺ τὸν θεόν. οὕτως ὁ μέγας ἱεράρχης ἀχράντους θυσίας ἐν τελειότητι πίστεως
γνησίως ἀναφέρων καὶ ταύταις ἱλασκόμενος τὸν θεόν, ἱεροπρεπῶς ἱερούργει τὴν
σωτηρίαν τοῦ λαοῦ.
37. ἀεὶ δὲ τοὺς ἐγγίζοντας αὐτῷ τοιαύταις κατεφώτιζε διδαχαῖς, «ϠπροσέχετεϠ»
λέγων «Ϡἑαυτοῖς, ἀδελφοί, καὶ βλέπετε πῶς ἀκριβῶς τοῦ βίου περιπατεῖτε τὴν ὁδόν,
μὴ ὡς ἄσοφοι, ἀλλ᾿ ὡς σοφοί. καὶ μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τὰ ἀρεστὰ τῷ
θεῷϠ καὶ Ϡμὴ σχηματίζεσθε [Χ] τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε,Ϡ κατὰ τὸν
θεῖον ἀπόστολον, Ϡτῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς καὶ
εἰδέναι ὅ τι τὸ θέλημα τοῦ θεοῦ, τὸ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον, καὶ τίς ἡ
κλῆσις τῆς πίστεως ὑμῶν καὶ τῆς ἐλπίδος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.Ϡ ἤτω ὁ
λύχνος τῆς καρδίας ὑμῶν τῷ κυρίῳ πνεύματι ἀεὶ καιόμενος, καθαρός, εἰλικρινής,
ἁπλοῦς ὅλος, διαυγὴς καὶ φωτοφανής, ἵν᾿ ὅλη δι᾿ αὐτοῦ καταυγάζεται ὑμῖν ἡ ψυχή.
ἔστω ὁ νοῦς ὑμῖν ἀνατεταμμένος ἀεὶ πρὸς θεόν, μονότροπος, μονολόγιστος, ἓν ἔργον
καὶ μίαν προηγουμένως ἔχων ἐνέργειαν, τὴν θεωρίαν τοῦ ἀγαθοῦ, πρὸς μόνον τὸ
φύσει καὶ κυρίως ὂν ἀγαθὸν ἐπεστραμμένος ἀεὶ καὶ ἐν αὐτῷ [Δ] ζῶν καὶ κινούμενος
καὶ ὤν, αὐτῷ λαμπρυνόμενος καὶ ἀγαθυνόμενος καὶ κατὰ τὸ ἐφικτὸν ὁμοιούμενος καὶ
θεούμενος. οὕτω γὰρ ὑψοῦ τὸν λογισμὸν αἴροντες καὶ πάντων μὲν αἰσθητῶν, πάντων
δὲ νοητῶν κτισμάτων ὑπεραναβαίνοντες, μόνῃ δὲ τῇ τριαδικῇ θεαρχίᾳ, μόνῃ τῇ ἐν
ἀπορρήτοις ἑστώσῃ κρυφιότητι καὶ ὑπερουσιότητι τὸν οἰκεῖον ἱδρυσάμενοι νοῦν καὶ
μίαν μὲν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὥσπερ φύσιν θεότητος, οὕτω καὶ
δύναμιν καὶ ἐνέργειαν καὶ δόξαν καὶ μεγαλοπρέπειαν ὁμολογοῦντες καὶ πιστεύοντες·
τὸν ἕνα δὲ τῆς τρισυποστάτου θεαρχίας, τὸν ἄναρχον, καὶ συνάναρχον τῷ πατρὶ
λόγον, τὸν ἀόρατον, τὸν ἀσώματον, τὸν ὁμοφυᾶ τῷ γεννήτορι καὶ
[p. 553Α] ὁμοδύναμον, τοῦτον υἱὸν ἀνθρώπου καθ᾿ ἡμᾶς ἐκ τῆς ὑπεραμώμου γενόμενον
θεομήτορος εἰδότες. καὶ ἕνα μὲν τῷ προσώπῳ, διπλοῦν δὲ ταῖς φύσεσι καὶ
ἐνεργείαις καὶ θελήσεσι κηρύσσοντες· καὶ ταύτῃ σχολάζοντες ἐπιμελέστερον τῇ
θεωρίᾳ τῶν θείων καὶ θεολογίᾳ καὶ διὰ τῆς ἱερᾶς τῶν γραφῶν μελέτης
ἀνακαθαιρόμενοι καὶ δι᾿ ἀενάου προσευχῆς ἁγνιζόμενοι, ὑπεροράσει τῶν ματαίων
ὑπερίδωμεν μεριμνῶν καὶ τοῖς τῆς ἀτιμίας μὴ ὑποκύπτωμεν πάθεσι καὶ πρὸς
ἀνονήτους φροντίδας μὴ καταπίπτωμεν. καὶ πᾶς θυμὸς θηριώδης καὶ πᾶσα παράλογος
ἐπιθυμία ἀρθήτω ἀφ᾿ ἡμῶν· μᾶλλον δὲ ὁ μὲν θυμὸς ὅπλον ἡμῖν κατὰ τῆς ἁμαρτίας καὶ
τοῦ τῆς ἁμαρτίας ἔστω πατρός.»
38. «ἡ ἐπιθυμία δὲ πρὸς τὸ κυρίως καὶ ἀληθῶς ἐπιθυμητὸν μετασκευαζομένη πᾶσα,
συνεργὸς ἡμῖν γινέσθω [Β] πρὸς τήρησιν τῆς δεσποτικῆς ἐντολῆς. τοιαύτας οὖν
ἔχοντες παραγγελίας, ἀγαπητοί, διὰ προφητῶν μὲν πρῶτον, ἔπειτα διὰ τῶν ὑψηλῶν
τοῦ Χριστοῦ μαθητῶν καὶ εὐαγγελιστῶν καὶ διὰ τῶν πατέρων δὲ μετὰ ταῦτα καὶ ἱερῶν
διδασκάλων γινομένας εἰς ἡμᾶς, μᾶλλον δὲ δι᾿ ἑνὸς καὶ τοῦ αὐτοῦ πνεύματος
λαλουμένας ἀεὶ καὶ πολυτρόπως κηρυσσομένας ἐν ἡμῖν μὴ καταφρονῶμεν, μηδὲ ῥαθύμως
καὶ ἐκμελῶς, ἐπιμελῶς δὲ τὴν πρᾶξιν καὶ σπουδαίως μετίωμεν τῆς ἀρετῆς,
ἐλεημοσύναις μὲν καὶ πίστει πάσης ἁμαρτίας ἀποκαθαιρόμενοι, ἀγάπῃ δὲ τελείᾳ καὶ
ταπεινοφροσύνῃ ἀληθεῖ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἀποδιυλιζόμενοι, ἵνα
κατὰ πᾶν τὸ θέλημα τοῦ θεοῦ περιπατήσαντες, ἄξιοι τῆς τοῦ ἐπουρανίου πατρὸς
βασιλείας ἐν Χριστῷ Ἰησοῦ [Χ] ἀναφανῶμεν. ἀποθώμεθα τοιγαροῦν πᾶν πάθος καὶ
πάντα πονηρίας ἀποτριψώμεθα λογισμόν, ἵνα καθαροὶ τῷ καθαρωτάτῳ προσενεχθῆναι
δυνηθῶμεν. ἀπορριψώμεθα γαστριμαργίας πάθος ὀλέθριον, ὡς πάσης ἀλλότριον ἀρετῆς,
καὶ παντοίας γεννητικὸν κακίας, ἀντ᾿ αὐτῆς δὲ τὴν κοσμιωτάτην ἐγκράτειαν ὡς
διπλοῒδα περιθώμεθα, τὴν τῶν ἀγγέλων σύντροφον, τὴν τῶν ἁγίων σύσκηνον, τὴν τῆς
ἄνω τερπνότητος πρόξενον καὶ τρυφῆς. πορνεία δὲ μηδὲ ὀνομαζέσθω ἐν ἡμῖν, οὐ
μόνον ἡ κατ᾿ ἐνέργειαν καὶ πρᾶξιν, ἀλλὰ μηδὲ πορνικαῖς φαντασίαις ῥυπαινώμεθα.
πάσῃ δὲ μηχανῇ καὶ σπουδῇ, πάσῃ ταπεινοφροσύνῃ καὶ προσευχῇ τὴν κακὴν ῥίζαν
προθέλυμνον ἐκτίλλωμεν, τὴν θολερὰν πηγήν, τὸ τῆς ἡδονῆς ἐμπύρευμα, τὸ [Δ] τῆς
ἀκολασίας ζώπυρον, τὸ πορνικὸν τῆς καρδίας εἴδωλον πρῶτον ἐξανέλωμεν ἢ
μειώσωμεν. οὕτω γὰρ ἡμῖν τὸ ἱερὸν τῆς σωφροσύνης ἐπανθήσει κάλλος, οὕτω καὶ τὸν
νοητὸν νυμφίον καὶ ἅγιον ἁγιοπρεπῶς ἑαυτοῖς ἐπισπασόμεθα. φιλαργυρίαν δὲ καὶ
πλεονεξίαν πᾶσαν ὡς εἰδωλολατρείαν ἀποφύγωμεν. ταὐτὸν γὰρ κατὰ τὸν τοῦ ἀποστόλου
πέφυκε νόμον, εἴπερ οἱ ταύτης ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, οὐ μόνον
δέ, ἀλλὰ καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. εἴπερ οὖν καὶ τῆς σωτηρίου
πίστεως ἀλλοτριοῖ καὶ πολυώδυνον ἡμῖν καθίστησι τὴν ζωήν, πῶς οὐχὶ φευκτέα
μᾶλλον ἁπάντων καὶ βδελυκτὴ τῷ γε μὴ πάντη καπηλικῷ τὴν ψυχήν οἱ γοῦν τὸ
[p. 556Α] πολίτευμα ἐν οὐρανοῖς ἀποτιθέμενοι καὶ πρὸς τὸν ἐκεῖ βίον καὶ τὴν ζωὴν
τὴν αἰώνιον μεταταττόμενοι, ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκώμεθα.»
39. «καὶ γὰρ οὕτω κούφους ἡμᾶς καὶ εὐσταλεῖς τῶν ἀρετῶν ἀνιέναι τὴν κλίμακα δεῖ,
εἰδότας ὅτι, ὥσπερ ἀμήχανον ὄρνιν ἐπὶ γῆς δεδεμένην ἀναπτῆναι πρὸς οὐρανόν,
οὕτως ἀνένδεκτον εἶναι τὸν γηῒνοις κτήμασι καὶ χρήμασιν ἐν προσπαθείᾳ
καταδεδεμένον, τὴν πρὸς τὸν θεὸν ὑψοῦσαν εὐθυβόλως οἷμον δραμεῖν. ὀργὴν δέ, ὡς
ἐκστάσεως οὖσαν παράφυσιν, ὡς ἀσχημοσύνης μητέρα καὶ ὡς τοῦ πονηροῦ τυγχάνουσαν
ἔξαλμα, φυγῇ φύγωμεν, μήποτε τῇ ταύτης ἐξαναλωθῶμεν φλογί. ἀναλάβωμεν δὲ
πραῢτητα, ἐπιείκειαν, μακροθυμίαν. ταῦτα γὰρ τῆς τοῦ Ἰησοῦ γνωρίσματα
φιλανθρωπίας καὶ ταῦτα ὑπερουσίως [Β] ἐκεῖνος ὤν, ταῦτα νομοθετεῖ. σχεδὸν γὰρ αἱ
ἐντολαὶ πᾶσαι τοῦ κυριακοῦ στόματος, πραῢτητος διδασκαλία καὶ ἀνεξικακίας εἰσίν,
δι᾿ ὧν καὶ ἡ κορυφαία τῶν ἀρετῶν ἀγάπη συνίσταται καὶ κατορθοῦται. λύπην δὲ καὶ
ἀκηδίαν ἐκτρεπώμεθα ὡς ἐμπόδιά τε καὶ σκῶλα καθεστῶσας τῆς ὁδοῦ. ῥίψωμεν λύπην,
τὴν δι᾿ ἀποτυχίαν ἢ ἔλλειψιν γεηροῦ πράγματος ἐγγινομένην, καταβαρύνουσάν τε καὶ
πυροῦσαν ἡμῶν τὴν ψυχὴν καὶ οὕτω σκληρῶς ἐκθλίβουσαν καὶ ἐκπιέζουσαν, ὥστε μὴ
δύνασθαι πρὸς τὸν δοτῆρα τῆς ἀληθινῆς ἀτενίσαι χαρᾶς καὶ πρὸς αὐτὸν ἐν
ἀγαλλιάσει πνεύματος ἁγίου δραμεῖν. ῥίψωμεν ἀκηδίαν, τῆς κακῆς λύπης ἔγγονον,
τὴν ῥαθυμίας μητέρα, τὴν ἀπογνώσεως φίλην, τὴν ἐκλελυμένην, τὴν πάρετον [Χ] καὶ
πρὸς πᾶσαν ἐντολὴν θείαν καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμον. ἐνδυσώμεθα δὲ
μᾶλλον τὴν κατὰ θεὸν λύπην, τὴν μητέρα τῆς μετανοίας τὴν κατανύξεως γέμουσαν,
τὴν χαρᾶς πλήρη πνευματικῆς. ἐνδυσώμεθα προθυμίαν, σπουδήν, εὐσέβειαν πᾶσαν καὶ
ἀρετήν· καὶ τῷ πνεύματι ζέοντες, τῷ κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ
θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, δυνηθείημεν ἂν οὕτω καὶ τῆς
ἀνοσίας κενοδοξίας καὶ τῆς ἀνοσιωτέρας ὑπερηφανίας, τῶν ἀκροτάτων παθῶν, τῶν
πρωτογόνων τοῦ διαβόλου θυγατέρων ὑπέρτεροι γενέσθαι ἐν Χριστῷ Ἰησοῦ καὶ δι᾿
ἄκρας μὲν ταπεινώσεως τὸν πολύπλοκον δαίμονα τῆς κενοδοξίας ἐκκρινόμενοι καὶ
συμπατοῦντες, τὸν κολοφῶνα δὲ τῶν κακῶν, τὴν ὑπερηφανίαν, ἐν πίστει καὶ δυνάμει
θεοῦ [Δ] τέλεον ἀνατρέποντες καὶ καταργοῦντες. καὶ οὕτως ὅλον τὸ σμῆνος τῶν
πονηρῶν τῆς ψυχῆς ἀναιροῦντες παθῶν, τὴν ἱερὰν ἀπάθειαν καὶ τὸν ἀπαθείας θεὸν
καθαρῶς ἐπενδυσόμεθα. καὶ οὕτως ἡμᾶς διὰ πάσης κατηρτισμένους ἀρετῆς ὁ μονογενὴς
ἀγαπητὸς καὶ ἠγαπηκὼς ἐλεύσεται μετὰ τοῦ πατρός, ὡς ὑπέσχετο, καὶ μονὴν ποιήσει
παρ᾿ ἡμῖν.»
40. τοιαύταις ἀεὶ παραγγελίαις ὁ θεῖος Ἰγνάτιος, τοιαύταις νουθεσίαις καὶ
διδασκαλίαις κεχρημένος, καὶ ἰδίᾳ μὲν τοὺς μοναχικοὺς καὶ ἐρημικούς, ὡς
πρακτικωτέρους ταῖς ἐμπράκτοις ὁμιλίαις ψυχαγωγῶν καὶ τὸν πόθον αὐτοῖς τῆς
ἀσκήσεως ἐπιτείνων, ἰδίᾳ δὲ τοῖς πλουσίοις παραγγέλων μὴ ὑψηλοφρονεῖν, μηδ᾿ ἐπ᾿
ἀδηλότητι πλούτου πεποιθέναι· τοῖς ἄρχουσι μὴ φυσιοῦσθαι, μηδὲ κατεπαίρεσθαι τῶν
[p. 557Α] πενήτων παραινῶν· ἰδίᾳ δὲ πάλιν ἱερεῖς τε καὶ ἀρχιερεῖς ὡς
ἱεραρχικώτατος καὶ γραφικώτατος ταῖς κανονικαῖς θεσμοθεσίαις ἐπανορθούμενος· καὶ
πᾶσι, συνόλως εἰπεῖν, δι᾿ ὧν ἐποίει καὶ ἐδίδασκε τὸν τοῦ θεοῦ νόμον καὶ τὴν
ἐντολὴν ὑποτιθέμενος, εἰς λιπαρὸν ἤδη καὶ πῖον ἐληλάκει γῆρας, ἐπεθύμει δὲ τὴν
ἀνάλυσιν καὶ τῶν χρονίων κόπων καὶ νόσων καὶ θλίψεων ἐπόθει τὴν ἀπαλλαγήν. καὶ
μέντοι καὶ τυγχάνει ταύτης καὶ ἐπ᾿ ἀγαθαῖς ἄγαν ἐλπίσι τοῦ μέλλοντος ἀποτίθεται
τὴν παροῦσαν ζωήν. ἐξίσταται θορύβων καὶ ταραχῆς καὶ φθόνου, μίσους τε καὶ
ἀντιλογίας τῶν ἀτόπων ἀνθρώπων καὶ μοχθηρῶν· ἐν εἰρήνῃ δὲ ἐπὶ τὸ αὐτὸ ἐκοιμήθη
καὶ ὕπνωσε· καὶ εἰς χεῖρας κυρίου τὸ πνεῦμα παραθέμενος, προστίθεται τοῖς ὁσίοις
ὁ ὅσιος, τοῖς ἱεράρχαις ὁ μέγας [Β] ἱεράρχης, τοῖς ὁμολογηταῖς ὁ ὁμολογητὴς καὶ
μεγάλοις πατράσιν ὁ ὑπὲρ δικαιοσύνης θεοῦ καὶ ἀληθείας οὐδενὸς ἔλαττον ἐκείνων
κεκοπιακώς.
41. ἄξιον δὲ μηδὲ τὸν τρόπον τῆς αὐτοῦ παραδραμεῖν μεταστάσεως. ἔκειτο μὲν
τὰ τελευταῖα πνέων ὁ ἅγιος καὶ αὐτὸς κατὰ τὸν μέγαν ἐκεῖνο ὑπὸ τῆς ἄνω
χοροστασίας ἐπιζητούμενος καὶ τὰ τῆς φωνῆς ὄργανα τούτῳ ἤδη παρείθη, καὶ ἡ
ζωτικὴ δύναμις ἔσβη καὶ τὰ μέλη νεκρὰ πάντα καὶ ὅλη τῆς ἐκδημίας ἦν ἡ ψυχή. καὶ
ἰδοὺ ὁ ὑπηρέτης κατὰ τὸν τῆς ἐκκλησίας τύπον (μέσαι δὲ νύκτες ἦσαν) καὶ μεγάλῃ
φωνῇ τό «εὐλόγησον, δέσποτα» βοῶν ἀνακέκραγεν. καὶ ὁ μακάριος ἠρέμα τῇ χειρὶ τὸ
στόμα σφραγίσας καὶ τὰ τίμια χείλη βραχὺ κεκινηκώς, μόλις [Χ] διακουομένη τοῖς
ἔγγιστα παρεστῶσιν, ἐπύθετο τῇ φωνῇ· «τίνος ἁγίου σήμερον μνήμη» οἱ δέ «Ἰακώβου»
φασί «τοῦ ἀδελφοθέου τοῦ φίλου σου, ὦ δέσποτα». ὁ δὲ μακάριος πρὸς αὐτούς· «τοῦ
δεσπότου μου·» κατανυκτικῶς ἔφη «λοιπὸν σῴζεσθε.» εἶτα λέγει· «εὐλογητὸς ὁ θεὸς
ἡμῶν πάντοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.» καὶ ἅμα τῇ
δοξολογίᾳ περιαπῆλθε καὶ τῇ εὐχαριστίᾳ συγκατέληξε τὴν ζωήν. εὐθὺς οὖν κηδεύουσι
τὴν ζωήν, ὡς ἄν τις εἴπῃ αὐτόν· (ζωὴ γάρ, ἐπεὶ μετέστη πρὸς τὴν ζωήν, καὶ ἔστι
καὶ γέγονε.) καὶ τὴν ἱεραρχικὴν οἱ οἰκεῖοι, ὡς ἔθος, ἀμφιεννύντες στολήν, ἐπ᾿
αὐτῇ καὶ σεβασμίαν αὐτῷ ἐπωμίδα τοῦ ἀδελφοθέου σεβασμίως ἐπιβάλλουσιν, ἥν πρὸ
χρόνων τινῶν ἐξ Ἱεροσολύμων [Δ] ἀποσταλεῖσαν αὐτῷ οὕτως ἐτίμα καὶ πανευλαβῶς
ἐσέβετο, ὡς αὐτὸν ἐκεῖνον Ἰάκωβον τὸν μέγαν ἀπόστολον καὶ πρῶτον ἱεράρχην ἐν
αὐτῇ καθορῶν. ταύτη αὐτῷ διὰ τοῦτο καὶ συνταφῆναι κατεδέξατο. καὶ μέντοι κατὰ
τὴν ἐκείνου μνήμην, εἰκάδι γὰρ τρίτῃ ὀκτωβρίου, καὶ αὐτὸς ἀπῆρε πρὸς κύριον,
ἔνδειγμα τοῦτο σαφὲς τῆς πρὸς τὸν ἀδελφὸν τοῦ κυρίου οἰκειώσεώς τε αὐτοῦ καὶ
μεταστάσεως. οὕτω μὲν οὖν τότε τὸ τίμιον ἐκεῖνο δέμας καὶ ἱερὸν ἱερῶς καὶ τιμίως
ἐνταφιαζόμενον, γλωσσοκόμῳ ξυλίνῳ κατακρύπτεται καὶ πρὸς τῷ ναῷ τῆς τοῦ θεοῦ
μεγάλης Σοφίας πρῶτον κατατεθέν, τῆς προσηκούσης δοξολογίας τε καὶ προσκυνήσεως
καταξιοῦται.
[p. 560Α]
42. ἐπεὶ τοσοῦτον δὲ τὸ εἰς αὐτὸν σέβας ἀνῆπται τοῖς λαοῖς, ὥστε καὶ τὰ ἐπὶ τοῦ
σκίμποδος, ἐν ᾧ κατέκειτο, θράνη ἀντὶ λειψάνων διηρπᾶσθαι καὶ τὸ ἐπ᾿ αὐτοῦ δὲ
κείμενον πέπλον μυρίοις καταδιαιρούμενον τμήμασιν, εἰς ἁγιασμοῦ δῶρον
καταμεμερίσθαι τοῖς πιστοῖς. μόγις οὖν τότε τὸ σῶμα τοὺς κρατοῦντας διαφυγόν· καὶ
πρὸς τῷ μεγάλῳ ναῷ τοῦ μεγαλομάρτυρος καταντῆσαν Μηνᾶ, ἐκεῖ δὴ πάλιν κατατίθεταί
τε βραχὺ καὶ τῆς ἐκ τῶν ὕμνων, ὡς θέμις, τυγχάνει δεξιώσεως. ὅπου καὶ δύο
γυναῖκες ὁμοῦ πονηροῖς πνεύμασιν ὀχλούμεναι καὶ δεινῶς ἀναβρασσόμεναι, ὡς μόνον
ἔψαυσαν τῇ τοῦ ἁγίου σορῷ, ἐνώπιον παντὸς τοῦ λαοῦ κατέστησαν ὑγιεῖς,
ἁναντιρρήτου τυχοῦσαι τῆς ἰάσεως καὶ μεγάλῃ φωνῇ δοξολογοῦσαι τὸν θεόν. ἐντεῦθεν
τῶν περὶ αὐτὸν ἐν [Β] πλοίῳ καταθεμένων τὸν πολύτιμον θησαυρόν, τῆς θαλάσσης μὲν
τότε κορυφουμένης, ἐν ἀνέμῳ δὲ Νότῳ βιαίῳ τῶν κυμάτων εἰς ὕψος αἰρομένων καὶ
ἀπρόσιτον ὑποδεικνύντων τὸν πλοῦν, ὡς μόνον ἡ θεία σορὸς ἐκείνη ἐπιβέβηκε τῆς
νηός, ἦν ὁρᾶν παραυτὰ γινομένην δεσποτικὴν θαυματουργίαν. ἀοράτως γὰρ ὑπὸ τοῦ
μεγάλου ἀρχιερέως τῆς καταιγίδος ἐπιτιμωμένης, ἵστατο μὲν εἰς αὖραν ἡ θάλασσα,
τῶν κυμάτων δὲ κατασιγαζομένων, οἱ τοῦ ἁγίου θεραπευταὶ ἐν γαλήνῃ
διαπεραιούμενοι καὶ δοξάζοντες καὶ πρὸς τῷ ἱερῷ καὶ παγκάλῳ τοῦ ἀρχιστρατήγου
ναῷ τὸν πιστότατον οἰκοδόμον ἐκείνου καὶ λάτριν ἀγαγόντες πρὸς τοῖς δεξιοῖς
σεβασμίως ἐν μαρμαρίνῃ κατατιθέασι σορῷ, νόσων τε παντοδαπῶν [Χ] ἰατήριον καὶ
πνευμάτων πονηρῶν ἐλατήριον καί, συντόμως εἰπεῖν, παντοίων παθῶν ψυχῆς τε καὶ
σώματος τοῖς ἐγγίζουσιν ἀλεξητήριον.
οὕτως ὁ ἱερὸς τοῦ θεοῦ ἄνθρωπος διὰ πολλῶν θλίψεων ἐν γῇ πειρασθεὶς καὶ ὡς
χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθεὶς καὶ ἄξιος οὕτως ἀποδειχθεὶς τοῦ θεοῦ τῆς
οὐρανίου μακαριότητος καὶ τῆς ἐν ὑψηλοῖς τῶν ἁγίων κατηξιώθη τιμῆς. ἐματαιώθη δὲ
ἡ σκοτία διώξασα μὲν τὸ φῶς, οὐ καταλαβοῦσα δέ. τοσούτῳ δὲ μᾶλλον εὐηργέτησεν,
ὅσῳ πλέον ᾠήθη λυπεῖν. διώκουσα γάρ, ἵνα πατήσῃ καὶ κατακαυχήσηται, ἑαυτῆς μὲν
τὸ φεῦγον ἐμάκρυνε, προσεγγίσαι δὲ παρεσκεύασε καὶ μὴ βουλομένη τῷ ἀγαθῷ
τοσοῦτον, ὅσον ἑαυτὴν τῷ κακῷ διὰ τῆς πολυμηχάνου στραγγαλιᾶς προσῳκειώσατο.
[Δ] δέκα μὲν οὖν ἔτη τὸ δεύτερον, τὰ πάντα δὲ τριάκοντα καὶ μικρόν τι πρός, ὁ
μέγας ἀρχιερατεύσας Ἰγνάτιος, ὀγδοηκοστὸν δὲ ἤδη γεγονὼς ἔτος, ἐν εἰρήνῃ πρὸς
τὸν ἀρχιερέα τὸν μέγαν ἀνελήφθη Χριστόν.
ὅσοις μὲν οὖν καὶ ἡλίκοις αὐτὸν τεραστίοις ὁ ἐν αὐτῷ δοξαζόμενος ἐδόξασε κύριος
καὶ ἔτι δοξάζων οὐ διαλιμπάνει, ἱστορίας ἔργον καὶ οὐ τοῦ παρόντος ἂν εἴη
διηγεῖσθαι καιροῦ. ὀλίγα δὲ ἐκ πολλῶν καὶ ὅσα τὴν αὐτοῦ μὲν πίστιν, τὴν τοῦ θεοῦ
δὲ ἐν αὐτῷ χάριν μετρίως ὑποδείκνυσιν, ἐπιτόμως ὑπομνήσαντες τὰ κατὰ μέρος, ὡς
ἀριθμὸν ὑπερβαίνοντα παρήσομεν.
43. παῖς γὰρ ὡς ὀκτὼ ἢ καὶ ἐννέα καθεστὼς χρόνων,
[p. 561Α] πνεύματι ἀσθενείας πληγεὶς καὶ ἀθρόως παρεθεὶς ὅλος, οὐ μόνον ἄναυδος
πάντη καὶ ἀνήκοος, ἀλλὰ δὴ καὶ ἀκίνητος ὁλοτελῶς γεγονὼς καὶ ὑπὸ τῶν ἰδίων αὐτοῦ
βασταζόμενος, τῷ κοινῷ τῶν πιστῶν ἰατρείῳ, τῷ ἱερῷ τοῦ θεοφόρου πατρὸς
προσρίπτεται τάφῳ. δι᾿ ἡμερῶν δὲ τεσσάρων τῆς τοῦ ἁγίου καταξιωθεὶς ἐπισκέψεως,
ἐξαπίνης ἰδίοις ἐξανέστη ποσὶ καὶ δι᾿ ἑαυτοῦ τὴν τοῦ ναοῦ πύλην ἀνοίξας καὶ
ὑγιὴς ὅλος ἐξελθὼν ἔξω, ἐλάλει τοῖς παροῦσι καὶ ἤκουεν, εὐλογῶν τὸν θεὸν καὶ τὰ
θαυμάσια ἀναγγέλλων τοῦ ἁγίου.
44. ἄλλος, πλὴν ἐξ ἐπηρείας, οἶμαι, καὶ τοῦτο τοῦ πονηροῦ, ἐπιληψίας ἑαλωκὼς
πάθει, δεινῶς ἐξανέστραπτο μὲν τὸ στόμα, παρῄρητο δὲ καὶ τοῦ κατὰ φύσιν
φθέγματος τὴν φωνήν, ὡς ἐλεεινόν τε αὐτὸν [Β] καὶ δυσέντευκτον θέαμα προκεῖσθαι.
οὗτος ἐπεὶ ἀδιστάκτῳ πίστει ἐπεκαλεῖτο τὸν ἅγιον, ὁρᾷ μὲν αὐτὸν ὄναρ, ὥσπερ τὴν
κλεῖδα κατέχοντα τῇ χειρὶ καὶ ταύτην τῷ στόματι αὐτοῦ ἐπεμβαλόντα καὶ ὡς δῆθεν
θύραν ἀνοίγοντα, συστρέψαι καὶ πρὸς αὐτὸν εἰπεῖν, «εἰ οἶδας τίς εἰμι ἐγώ» τὸν δὲ
μὴ εἰδέναι φάμενον, ἀκοῦσαι πρὸς αὐτοῦ ὡς αὐτὸς εἴη Ἰγνάτιος πατριάρχης· «καὶ
ἰδού» φησίν «ἀπὸ τοῦ νῦν καθέστηκας ὑγιής.» ἔξυπνον δὲ τοῦτον γενόμενον, ὑγιῆ
παντελῶς ἑαυτὸν εὑρεῖν, ὡς μηδέποτε ἴχνος τοιαύτης ἑωρακότα κακώσεως.
45. ἄλλος πάλιν νόσῳ κοιλιακῇ περιπεσὼν καὶ πρὸς ταῖς ἐσχάταις ἠγγικὼς δι᾿ αὐτὴν
ὥραις, τῆς μὲν ἀπὸ τῶν ἰατρῶν βοηθείας λοιπὸν ἀπέγνω, τὸν ἅγιον δὲ πόρρωθεν ἐξ
ὁλοκλήρου πίστεως ἀνακαλούμενος, [Χ] ὁρᾷ μὲν τοῦτον ὄναρ αὐτῷ παρεστῶτα καὶ
εὐθυμεῖν ἐπαγγελλόμενον. αὐτίκα δὲ τῆς ῥύσεως ἀναξηρανθείσης τῆς γαστρὸς εἰς
τροφῆς ἔφεσιν ὁ κάμνων καὶ τελείαν ὑγείαν ἀποκαθίσταται.
46. πάλιν γυνή τις ἀνδρὶ νομίμως συνοικοῦσα καὶ παίδων μήτηρ γεγονυῖα τριῶν,
ξηρὰν πάντη καὶ ἄνικμον προέβαλλε τὴν θηλήν, ὥστε τὰ ὑπ᾿ αὐτῆς τικτόμενα βρέφη
παραυτὰ ξέναις ἐκδίδοσθαι τιθηνεῖσθαι τροφοῖς, ἕως ἐπὶ νοῦν ἦλθε τοῖς οἰκείοις
αὐτῆς τῷ ἁγίῳ προσδραμεῖν. καὶ δὴ τῶν ἁγίων αὐτοῦ τριχῶν ἀπομυρισθεισῶν καὶ τῇ
ἀρτιτόκῳ πιεῖν δεδωρημένων, ἐπὶ τοσοῦτον εὐθὺς γαλοῦχος ἀπεφάνθη, ὡς καὶ πολὺ
πλέον τῆς χρείας τὸ γάλα τῶν μαζῶν καταρρεῖν. καὶ τοῦτο οὐκ εἰς μίαν μόνην φασὶ
[Δ] γυναῖκα γεγονέναι, ἀλλὰ καὶ εἰς ἑτέραν πάλιν τῷ αὐτῷ κάμνουσαν ἀρρωστήματι
τῆς φύσεως, διὰ τῆς ὁμοίας τῶν ἁγίων τριχῶν ἀπομυρίσεως τῆς ὁμοίας ἰάσεως
τυχεῖν.
47. ἄλλη δὲ πάλιν γυνὴ τῶν εὐγενῶν καὶ περιφανῶν καὶ αὐτὴ νομίμως ἀνδρὶ ἐπιδόξῳ
συνοικοῦσα, ἐν ἔτεσι πλείοσι στεῖρα καὶ ἄπαις ἐγνωρίζετο. τοῦ ἀνδρὸς δὲ πίστει
τῷ τάφῳ προσπεπτωκότος τοῦ ἁγίου καὶ ἔλαιον ἅγιον ἐκεῖθεν εἰληφότος τῇ γυναικὶ
κἀκείνης ἐκ πίστεως ἀλειψαμένης καὶ τὴν τοῦ μεγάλου ἀρχιερέως εὐχὴν
ἐπικαλεσαμένης, παραυτίκα τῶν τῆς στειρώσεως ἀπελύθη δεσμῶν καὶ λοιπὸν τέκνων
πλειόνων ἀναδείκνυται μήτηρ.
48. ἀλλ᾿ οὐ μόνον τοῖς τῷ ἱερῷ τάφῳ πελάζουσιν αἱ θαυματουργίαι τοῦ ἱεράρχου
πηγάζουσιν, ἀλλ᾿ ἤδη
[p. 564Α] καὶ τοῖς ἐπ᾿ ἀλλοδαπῆς γῆς καὶ τὰ ἄκρα τῆς οἰκουμένης οἰκοῦσιν
ἐπικαλουμένοις ὁ θεόληπτος πατὴρ ἐπιφαίνεται. καὶ τούτου μάρτυς ἡμῖν ἀψευδὴς ὁ
τῆς Σικελίας στρατηγός, φρικτοῖς ὅρκοις πληροφορῶν ὡς μέλλων εἰς πόλεμον
συμβαλεῖν ἐν Σικελίᾳ τοῖς Ἀγαρηνοῖς καὶ ἀγῶνι πολλῷ συνεχόμενος καὶ τὸν μέγαν
Ἰγνάτιον εἰς συμμαχίαν θερμῶς ἐπικαλούμενος, «εἶδον» φησίν «αὐτὸν ὀφθαλμοφανῶς
ἐπὶ τοῦ ἀέρος ὡσπερ ἐφ᾿ ἵππου λευκοῦ καθήμενον καὶ παρεγγυώμενον πρὸς τοῖς
δεξιοῖς μέρεσιν ὁδηγεῖν τὸν στρατὸν καὶ τὴν δόξαν εὐθὺς καθορᾶν τοῦ θεοῦ.» ὃ καὶ
πεποιηκότα τὸν στρατοπεδάρχην (Μουσιλίκης δὲ ὄνομα τῷ ἀνδρί), κατακράτος τοὺς
ὑπεναντίους ἑλεῖν.
49. πῶς δὲ τὸ τῆς γυναικὸς ἐκείνης θαυμάσιον πάθος καὶ τὴν θαυμασιωτέραν ἐπ᾿
αὐτῇ τοῦ ἁγίου [Β] παραδοξοποιίαν σιωπήσαιμεν ἥτις ἄρρεν ἐγκυμονοῦσα καὶ
ὠδίνουσα ἤδη πρὸς τὸ τεκεῖν, ἐπειδὴ ἐπὶ πόδας τὸ βρέφος κατηνέχθη, οὔτ᾿ αὐτὸ
προελθεῖν ἔτι δυνατὸν ἦν καὶ τῇ τικτούσῃ ὀξυτάτας καὶ ἀνυποίστους τὰς ἀλγηδόνας
προσετίθη. καὶ ἐπεὶ εἰς ἀμηχανίαν περιέστη τὸ πρᾶγμα, ἵνα μὴ καὶ ἡ γυνὴ
συναπόληται, παρῆσαν μὲν ἰατροὶ χειρουργεῖν τὸ ἔμβρυον καὶ ἐξέλκειν τεμνόμενον
μεληδόν. προνοίᾳ δὲ θειοτέρᾳ τοῦ καθ᾿ ἡμᾶς ὑπεμνήσθησαν μεγάλου θαυματουργοῦ.
καί τις ἐκ τῶν παρόντων λείψανον ἔχων τοῦ πέπλου βραχύτατον, τοῦ κατὰ τὴν ἡμέραν
τῆς αὐτοῦ κηδείας ἐκ πίστεως καταμεμερισμένου τοῖς λαοῖς καὶ τοῦτο προαγαγὼν καὶ
τὸν ἅγιον ἐπικαλεσάμενος, ἐπειδὴ μόνον τῇ ὀσφύϊ περιῆψε τῆς γυναικός,
περιέστραπται μὲν τὸ βρέφος εὐθὺς ἐπὶ κεφαλήν, [Χ] ἀκινδύνως δὲ λοιπὸν γεννηθέν,
Ἰγνάτιος πρὸς τῶν γεννητόρων κατωνόμασται, εἰς ὑπόμνησιν ἥκων διὰ τοῦ ὀνόματος
τῆς ἐπ᾿ αὐτῷ γενομένης διὰ τοῦ πατριάρχου θαυματοποιΐας. τοῦτο τί τῶν
ἀποστολικῶν τεραστίων ἀπολείπεται τοῦτο τί τῆς ἐν Πέτρῳ καὶ Παύλῳ δυνάμεως ἐνδεῖ
ἡ γὰρ ἐν ἐκείνοις ἐνεργοῦσα χάρις τοῦ πνεύματος, ὡς καὶ διὰ τῶν σουδαρίων καὶ
σιμικινθίων ἐκείνων θαυμασιώτατα δρᾶν, αὕτη καὶ νῦν διὰ τοῦ ἀποστολικοῦ τούτου
ἀνδρός, νέου ὡς ἀληθῶς θεοφόρου, καὶ διὰ τῶν ἐπὶ τοῦ σκίμποδος ἱματίων τῶν τῷ
ἱερῷ λειψάνῳ ἐγγισάντων καὶ διὰ τῶν σιδηρῶν κλοιῶν, οἷς τοὺς ἱεροὺς πόδας ἄνδρες
κατέκλεισαν ἀσεβεῖς, τὰ ὅμοια πιστεύεται δρᾶν εἰς τὴν τοῦ θεοῦ δόξαν καὶ
σωτηρίαν τῶν πιστῶν.
50. [Δ] ἐῶ λέγειν ὅσους νεφριτικῷ τετρυχωμένους νοσήματι καὶ ἐκτενῶς
ἐπικαλεσαμένους ἐθεράπευσεν, ὅσους λεπροὺς καὶ ἐλεφαντιῶντας ἐκαθάρισε καὶ
τυφλοὺς ἐφώτισε καὶ παρειμένους ἀνώρθωσε καὶ ξηρὰς χεῖρας καὶ πόδας ἔχοντας
ἰάσατο. ἀφίημι καὶ ὅσους ὑπὸ πυρετοῦ καὶ ῥίγους τρυχομένους καὶ ὅσους ὑπὸ
πνευμάτων πονηρῶν ἐταζομένους ἄχρι καὶ τήμερον ἰᾶται καὶ διὰ τῆς τιμίας ἁλύσεως
πᾶσαν, ὡς εἰπεῖν, νόσον καὶ πᾶσαν μαλακίαν ἀποκαθαίρων τῶν ἐν ἀληθείᾳ καὶ πίστει
προσφευγόντων τῇ ἁγίᾳ θεραπεύει σορῷ. οὐδὲ γὰρ εἰ βουληθείημεν ταῦτα τῷ λόγῳ
δυνατὸν ἐξαριθμεῖσθαι. ἑνὸς δὲ ἔτι μνημονεύσαντες τῶν θαυμασίων, ὀλίγα τῶν μετὰ
τὴν τοῦ ἁγίου κοίμησιν ἱστορουμένων ἔτι τῷ λόγῳ
[p. 565Α] συνάψομεν. πῶς γὰρ τοῦ Λυδοῦ σακελλαρίου σιωπῇ τὸ πρᾶγμα παραπέμψομεν
ὃς ὑποβολῇ Φωτίου τοῦ ἀναιδοῦς εἰς τὸ μοναστήριον εἰσελθών, ὥστε πάντας τοὺς τῷ
ἁγίῳ τάφῳ προσλιπαροῦντας ἀσθενεῖς μετὰ μαστίγων ἐξῶσαι καὶ ὕβρεων, καὶ τοῦτο
δεδρακώς, προστίθησι κακὸν τῷ κακῷ καὶ προστάσσει πλησιαίτατα τοῦ ἱεροῦ τάφου
κατορύσσειν καὶ εἰς βάθος ἀνασκάπτειν τὴν γῆν, πρόφασιν μὲν ὡς ἐν αὐτῷ τῷ τόπῳ
πρώην ὑπὸ τοῦ πατριάρχου χρυσίου κατακρυβέντος πολλοῦ, τὸ δ᾿ ἀληθὲς ὡς ἂν
ἀτιμίαν τῷ τιμίῳ λειψάνῳ προστρίψαιτο. οὕτως αὐτῷ ὁ φθόνος πάντη κατακεκυριευκὼς
τῆς μανιώδους ψυχῆς, οὐδὲ μετὰ τὸν θάνατον ἠρεμεῖν εἴα. ἅμα δὲ τῷ λόγῳ τοῦ
ἀθεμίτου ἐκείνου προστάγματος καὶ θεήλατος τὸν ἀσεβῆ μετῆλθεν ὀργή, [Β] ἐνταῦθα
μόνον οὐκ ἀνασχομένης ἐπ᾿ αὐτῷ τῆς τοῦ θεοῦ μακροθυμίας, ἀλλ᾿ ὀξυτάτην ἐνδίκως
ὑπενεγκούσης τὴν τομήν. εὐθὺς οὖν μεγάλα βοῶν ὁ σοβαρὸς οἷα σφαγιαζόμενος,
ἄνωθέν τε καὶ κάτωθεν τῷ οἰκείῳ αἵματι κρουνηδὸν περιρραινόμενος καὶ φοράδην
οἴκαδε ἀναγόμενος, ἄφωνος ἐν ἡμέραις τέσσαρσιν ἀπέψυξε τιμωρούμενος.
τοιαῦτα τοῦ ἡμετέρου πατρὸς τὰ διηγήματα, τοιαῦτα τοῦ καλοῦ ποιμένος τὰ
προτερήματα. οὕτως ὁ μακαριώτατος καὶ ζῶν ἐπὶ γῆς ἐννομώτατός τε ἦν καὶ
χριστοφιλέστατος, πάντα λέγων καὶ πράττων εἰς δόξαν θεοῦ καὶ τῆς ἐκκλησίας
οἰκοδομήν· καὶ πρὸς θεὸν μεταστάς, ὠφελιμώτατος καὶ σωτήριος, ὡς ἀμέσως
ἐντυγχάνων ὑπὲρ ἡμῶν τῷ θεῷ.
51. τί δὲ ὁ λεγόμενος Φώτιος ἆρα τὴν ἐπ᾿ αὐτῷ [Χ] γενομένην κρίσιν ὡς ἔνδικον
καταδεξάμενος, τῶν πολυπλόκων ἀπέσχετο διαβουλίων ἢ ὑπὸ τὴν κραταιὰν τοῦ θεοῦ
χεῖρα ταπεινωθείς, τῆς θείας ἑαυτὸν ῥοπῆς ἐξῆψε λοιπόν ἢ τέλεον μὲν τῆς αὐτοῦ
κακομηχανίας οὐκ ἐξέστη, μετριώτερος δὲ ἑαυτοῦ καὶ ἐπιεικέστερος διὰ τῆς
κατακρίσεως κατέστη οὐδαμῶς. πάντα δὲ τὸν δεκαετῆ χρόνον τῆς ὑπερορίας μυρίας
κατὰ τοῦ ἁγίου κακονοίας κινῶν, ἐπειδὴ πανταχόθεν ἀνάλωτον αὐτὸν ἑώρα καὶ
ἄληπτον, τοῦ βασιλέως ἐφ᾿ ἑαυτὸν τὴν εὔνοιαν ἐπισπάσασθαι μηχανᾶται, καὶ πᾶσαν
μὲν βουλήν, πᾶσαν δὲ τριβὴν λογισμῶν πρὸς τοῦτο κινῶν, εὗρεν ὁδὸν λοιπόν, δι᾿ ἧς
τῆς ἁπλότητος, ἤτοι κουφότητος κατωρχήσατο τῆς βασιλικῆς· καὶ σκοπεῖτε ὡς
πιθανὴν καὶ τῆς [Δ] ἐκείνου ψυχῆς ἀξίαν. τῶν ὀνομάτων γὰρ ἕκαστον
περισκεψάμενος, αὐτοῦ τε, φημί, Βασιλείου τοῦ βασιλέως, Εὐδοκίας τε τῆς αὐτοῦ
γαμετῆς καὶ τῶν παίδων, Κωνσταντίνου, Λέοντος, Ἀλεξάνδρου καὶ Στεφάνου, ἐξ
ἑκάστου δὲ τὸ πρῶτον γράμμα λαβὼν καὶ συντιθείς, ἐντεῦθεν λαμβάνει τῆς ἀπάτης
τὴν ἀφορμήν. ἱστορίαν γάρ, ἤτοι γενεαλογίαν τὴν μήτ᾿ οὖσαν, μήτ᾿ οὖν ποτε
γενομένην ἀναπλάσας, Τηριδάτην μὲν ἐκεῖνον τὸν μέγαν Ἀρμενίων βασιλέα, τὸν ἐπὶ
τοῦ ἱερομάρτυρος λέγω Γρηγορίου, προπάτορα τίθεται τῷ λόγῳ, ἐξ ἐκείνου δὲ τὴν
γενεαλογίαν ὀνόμασιν, οἷς ἠθέλησεν, ἐπισυνείρων καὶ ἄλλους ἐξ ἄλλων τῇ
πλασματώδει κατάγων ἱστορίᾳ, ἡνίκα δὴ πρὸς τὸν πατέρα κατῆλθε Βασιλείου, τοῦτον
ἔγραψεν ὡς ἄνδρα γεννήσει τοιοῦτον, οἷος αὐτὸς Βασίλειος
[p. 568Α] ἦν· τὸ δὲ ὄνομα εἶναι Βεκλᾶς, ὃν εὐτυχέστατα καὶ πολυχρονιώτατα τῶν ἐξ
αἰῶνος βεβασιλευκότων βασιλεύσοντα προφητεύει. μυρίοις δὲ ψεύδεσιν, οἷς ᾔδει
γάννυσθαι τοῦτον ἀκούοντα, τὸ σύγγραμμα καταρτισάμενος, ἐπὶ παλαιοτάτων μὲν
τοῦτο χαρτίων γράμμασιν Ἀλεξανδρινοῖς τὴν ἀρχαϊκὴν ὅτι μάλιστα χειροθεσίαν
μιμησάμενος, γράφει· ἀμφιέννυσι δὲ καὶ πτύχαις παλαιοτάταις ἐκ παλαιοτάτου
βιβλίου ἀφαιρούμενος, κἀντεῦθεν τῇ μεγάλῃ τοῦτο τοῦ παλατίου ἀποτίθεται
βιβλιοθήκῃ.
52. ὁ κατὰ ταῦτα δὲ πιστῶς ὑπηρετούμενος καὶ τὴν ἀπάτην αὐτῷ τοῦ δράματος
συγκατασκευαζόμενος Θεοφάνης ἐκεῖνος ἦν, κληρικὸς μὲν τότε βασιλικός, καὶ δόξαν
σοφίας ἱκανῶς ἔχειν παρὰ τῷ βασιλεῖ νομιζόμενος, ὕστερον δὲ Καισαρείας
Καππαδοκίας ἐπίσκοπος γεγονώς, ἆθλον δηλαδὴ τοῦτο τῆς κακοτεχνίας ταύτης λαβών.
λαβὼν γὰρ τὸ πλασματῶδες [Β] ἐκεῖνο βιβλίον καὶ τῇ βιβλιοθήκῃ, καθὼς εἶπον,
ἀποθέμενος, εἶτα ὥρας εὐθέτου δραξάμενος, ἐπιδείκνυσι τῷ βασιλεῖ ὡς πάντων καὶ
βιβλίων θαυμασιώτατον καὶ μυστικώτατον ὄν. σκήπτεται ἀπορεῖν, οὐκ αὐτὸς μόνος,
ἀλλ᾿ οὐδ᾿ ἄλλος τις, φησίν, ἀνθρώπων ἢ Φώτιος τοῦτο διαγνῶναι δύναιτ᾿ ἄν. τοίνυν
εὐθὺς ἀποστέλλεται πρὸς αὐτόν. σχηματίζεται ἐκεῖνος μὴ δύνασθαι πρὸς ἄλλον
εἰπεῖν τὸ μυστήριον ἢ πρὸς αὐτὸν ὑπὲρ οὗ καὶ γέγραπται, τοῦ βασιλέως. τί οὖν
ἡττᾶται λοιπὸν τῆς ῥᾳδιουργίας ταύτης ὁ Βασίλειος, ἀποτίθεται τὴν δυσμένειαν καὶ
εἰς καταλλαγὰς ἐντεῦθεν χωρεῖ. οἶδε γὰρ ἡ ἀγαθὴ πρόρρησις, κἂν ὅτι μάλιστα
ψευδὴς ᾖ, καταχαυνοῦν καὶ ἐκλύειν καὶ ὅλην ἑαυτῆς ποιεῖσθαι τὴν μεγαλόφρονα καὶ
φιλοδοξοτάτην ψυχήν. τοῦτο πρὸς [Χ] Βασίλειον τῆς τοῦ Φωτίου φιλίας ἀρχή, τοῦτο
τῆς ἐκκλησιαστικῆς εἰρήνης κατάλυσις καὶ τῆς πρώτης ἀκαταστασίας ἀνανέωσις.
ἐντεῦθεν συνεχῶς τοῖς βασιλείοις ὁ πολυμήχανος ἐπεχωρίαζε, κλέπτων μὲν τὴν
εὔνοιαν τοῦ κρατοῦντος, ὅλον δὲ πρὸς ἑαυτὸν τὸν ἄνδρα ταῖς γοητείαις τῶν λόγων
καὶ αἱμυλίαις τῶν τρόπων κατασκευαζόμενος. ἐπεγένετο δὲ καὶ ἄλλη τις εὐθὺς
οἰκειώσεως ἀφορμή. Θεόδωρον γὰρ ἐκεῖνον ἄχρι τοῦ σχήματος τῶν ἱματίων ἀββᾶν,
πάντων δὲ δεινῶν ὄντα δεινότατον καὶ πανούργων πανουργότατον, τὸν Σανταβαρηνόν
(οἶδ᾿ ὅτι πάντες ἀκούετε, τοῦτον οὐκ οἶδ᾿ ὅπως ὁ Φώτιος εὑρηκώς· καὶ γὰρ τῷ
ὁμοίῳ αὐτοῦ, κατὰ τὴν παροιμίαν, προσκολληθήσεται ἀνήρ) ὡς ἄνδρα ἅγιον καὶ
διορατικώτατον [Δ] καὶ προφητικώτατον, ταῦτα μὲν οὐκ ὄντα (πόθεν πολλοῦ γε καὶ
δεῖ) μαντικῆς δέ, μᾶλλον δὲ μαγικῆς, φασί, καὶ ὀνειροκριτικῆς, ἤτοι
δαιμονιώδους, σοφίας καὶ ψυχικῆς μετεσχηκότα τῷ αὐτοκράτορι προσάγει καὶ μυρίοις
ἐπαίνοις προσοικειοῖ· καὶ ἐγκόλπιον αὐτῷ ποιησάμενος, τῷ πατριάρχῃ μὲν
ἐπεβούλευε καὶ τὴν ἀπὸ τοῦ πατριαρχείου ῥίψιν δι᾿ αὐτοῦ βαθέως ἐπάγειν ἐπειρᾶτο,
ἑαυτῷ δὲ αὖθις ἀνόμως τὴν ἀνάβασιν ἐμνᾶτο. ἐπεὶ δὲ τοῦτο συνεῖδε σκληρὸν ὄν,
φανερῶς εἰς ἱερωσύνην παρὰ τοῦ ἁγίου δεχθῆναι, πᾶσαν ἐμηχανᾶτο μηχανήν. ἀλλ᾿ ὁ
πατριάρχης κανόσι θεοῦ καὶ θεσμοῖς ἐκκλησιαστικοῖς ἀκολουθῶν, καίτοιγε πολλὰ
παρενοχληθείς, οὐ κατεδέξατο, οὐδὲ τῷ φονίῳ λύκῳ κατὰ τοῦ ποιμνίου πάροδον
παρέσχεν, ἵνα μὴ αὐτὸς ἑαυτῷ περιπεσὼν καὶ
[p. 569Α] ταῖς ἰδίαις ἐναντιωθεὶς ὁμολογίαις, ἐνδίκως ἀποστερηθῇ τῆς τιμῆς. τὸν
γὰρ ὑπὸ συνόδου κανονικῶς καθῃρημένον, οὐ μερικῆς μόνον, ἀλλὰ καὶ οἰκουμενικῆς,
μᾶλλον δὲ ὡς μηδὲ τὴν ἀρχὴν ἐνθέσμως τῆς ἱεραρχίας ἁψάμενον, πλέον αὐτὸν
ἀποκεκηρυγμένον, ἀμήχανον εἶναι διετείνετο ἄνευ συνόδου μείζονος καὶ κυριωτέρας
ἀθῳοῦσθαι. ἀλλ᾿ ἐκεῖνος οὐδενὸς λόγον κανόνος ἢ νόμου ποιούμενος, ἑαυτῷ τὰ τῆς
ἱερωσύνης ἐπέτρεψε· καὶ ἤδη πρὸς τοῖς βασιλείοις ἐπὶ τῇ καλουμένῃ Μαγναύρᾳ
καταμένων, ἐξάρχους τε προεβάλλετο καὶ χειροτονίας ἐπετέλει καὶ ὅσα πρὸς ὕβριν
μὲν τῆς ἐκκλησίας τοῦ θεοῦ, θλίψιν δὲ τοῦ πατριάρχου, ἀπώλειαν δὲ τῆς ἰδίας
ψυχῆς ἀνοσίως ὁ ἀνοσιώτατος εἰργάζετο. οὕτω τῆς βασιλικῆς εὐθείας κατεφρόνει,
μᾶλλον δὲ τῆς ἀνοχῆς [Β] τοῦ θεοῦ καὶ μακροθυμίας ὁ δοξοχαρὴς ἐκεῖνος καὶ
σκανδαλοποιὸς ἄνθρωπος ὑπερφρονῶν καὶ πᾶν τὸ περὶ τὸν βασιλέα θεραπευτικὸν καὶ
οἰκίδιον ὑποποιούμενος καὶ τὴν ἐνδομυχοῦσαν αὐτῷ κακίαν καὶ πονηρίαν πολὺ μᾶλλον
ἢ πρώην ἐντονωτέραν ἐπιδεικνύμενος καὶ τὴν ἀπὸ τῆς κοσμικῆς δυναστείας πολλῷ
πλέον προσλαμβανόμενος ῥοπήν, οὔπω τρίτη μετὰ τὴν τοῦ ἁγίου παρῆλθε μετάστασιν
ἡμέρα καὶ τὸν πατριαρχικὸν ἐπικαταλαμβάνει θρόνον καὶ τὴν πάλαι λῃστρικὴν αὐτοῦ
καὶ τυραννικὴν γνώμην καὶ τὴν κατὰ τοῦ ἁγίου λύτταν ἀνανεούμενος, πάντας μὲν
τοὺς οἰκείους ἐκείνου θεραπευτὰς φυλακαῖς καὶ πληγαῖς καὶ ἐξορίαις καὶ θλίψεσιν
ἀνηκέστοις περιέβαλεν, πάντας δὲ τοὺς ἀντιλέγοντας αὐτοῦ τῇ ἀνόδῳ, ὡς οὐ
κανονικῶς, ἀλλ᾿ ἀθέσμως καὶ παρανόμως γενομένῃ, μυρίαις ἐπινοίαις [Χ]
κατεστρατήγει· οὓς μὲν δώροις καὶ ἀξιώμασι καὶ θρόνων μεταθέσεσι πρὸς τὴν μετ᾿
αὐτοῦ κοινωνίαν ἐπαγόμενος, οὓς δὲ συκοφαντῶν καὶ ἐπ᾿ αἰσχρουργίαις ἀρρήτοις
διασύρων τὸ πρῶτον καὶ πικρῶς διαλοιδορούμενος, εἴ τις αὐτῶν αὐτῷ μετὰ ταῦτα
κοινωνεῖν ἀνωμολόγησεν, αὔραις φέρειν ἐξαπίνης ἐκεῖνα πάντα παρεχώρει καὶ
συλλειτουργὸς αὐτῷ σήμερον ὁ ἱερόσυλος χθὲς καὶ ἱεροφάντης μέγας καὶ τίμιος ὁ
κλέπτης καὶ πόρνος καὶ βέβηλος πρώην ὑπ᾿ αὐτοῦ μεθ᾿ ὅρκων ἀποδεικνύμενος.
53. οὓς δὲ πρὸς τὴν αὐτοῦ κοινωνίαν ἑώρα στεῤῥῶς ἀνθισταμένους (ἐνίσταντο δὲ
πάντες, ὅσοι ἀληθῶς τῆς χριστιανικῆς πίστεως ἀντείχοντο, τῷ ὑπὸ ἁγίας καὶ
οἰκουμενικῆς συνόδου κανονικῶς ἀνατεθεματισμένῳ καὶ καθῃρημένῳ ἐπικινδυνότατον
λογιζόμενοι καὶ ὀλέθριον κοινωνεῖν καὶ [Δ] εἰς ἓν σῶμα τούτῳ συγκεκρᾶσθαι τῷ
μυριάκις τὸν τίμιον τοῦ Χριστοῦ καταπεπατηκότι σταυρὸν καὶ πάντας καταπατεῖν διὰ
τῆς τῶν χειρογράφων ἀπαιτήσεως καταβιαζομένῳ), τούτων οὖν ὅσους φυλακαῖς καὶ
μάστιξι πείθειν οὐκ εἶχε, τῷ ὠμοτάτῳ πάντων ἀνθρώπων καὶ ἀπηνεστάτῳ παρέπεμπε
γαμβρῷ, Λέων δὲ οὗτος ἦν ὁ καλούμενος Κατάκαλος, τῆς βίγλας δρουγγάριος ὑπ᾿
αὐτοῦ προβιβασθείς· ὃς τῆς τιμῆς αὐτὸν ἀμειβόμενος, πάντας τοὺς πρὸς αὐτὸν
πεμπομένους, ἵνα μικρῷ λόγῳ τὴν μιαιφονίαν παραστήσω, ἴσα Λικινίῳ τῷ πάλαι τῇ
κατὰ τῶν ἁγίων ὠμότητι ἐχρῆτο. καὶ πολλοὺς μὲν ἀνεῖλεν ἄχρι τέλους τὴν ὑπὲρ
ἀληθείας ἔνστασιν ἐνδειξαμένους, πλείους δὲ τῶν ἀνυποίστων βασάνων
[p. 572Α] ἡττωμένους, ὡς δῶρα τίμια πρὸς τὸν πέμποντα τούτους ἀνταπέστελλε. τίς
ἱκανῶς τοῦ τότε καιροῦ τὴν κακίαν, μᾶλλον δὲ τίς τοῦ σκολιοῦ δράκοντος ἐκείνου
τὰς ἐνέδρας ἐξείποι καὶ μηχανάς πολλοὺς πολλάκις ὁ δόλιος δολίᾳ γλώσσῃ
συκοφαντῶν, ἢ ἐπ᾿ ἐγκλήμασι δῆθεν καθαιρῶν, εἰ συνέθεντο μετὰ ταῦτα κοινωνεῖν,
τούτους αὖθις ἀποκαθίστη συνιστῶν καὶ ἐπὶ μείζους ἐνίοτε θρόνους μεθιστῶν. καὶ
μετὰ ταῦτα δὲ πάλιν, εἴ τις αὐτῷ προσωχθηκὼς ταῖς ἀπονοίαις ἀπέσχετο τῆς
κοινωνίας, αὖθις καθῄρει τοῦτον καὶ ὑποκύπτοντα προσίετο πάλιν. οὕτως ἔτρεχεν ἐν
δίψει πάντα κανόνα θεῖον καὶ πᾶσαν θεσμοθεσίαν ἱερὰν διὰ τῆς αὐτοῦ φιλαρχίας
συγχέαι καὶ δοξομανίας. πρὸ τούτων δὲ πάντων πειρᾶται τὴν τοῦ πατριάρχου
προχείρισιν μεθιστᾶν καὶ τοὺς κατ᾿ αὐτὸν [Β] καθῃρημένους ταῖς ἐκκλησίαις
ἀντικαθιστᾶν· ἐπεὶ δὲ οὐκ ἤρεσκεν οὕτω τῷ βασιλεῖ, ὁρᾶτε οἷον ἐτόλμα. τοὺς ὑπὸ
τοῦ ἁγίου τετελεσμένους ἐπειρᾶτο ἀναχειροτονεῖν· ἐπεὶ δὲ καὶ τοῦτο τῶν
ἀτοπωτάτων ἔδοξε καὶ ἀπευκτῶν, οὐδ᾿ οὕτως ηὐπόρησεν ἡ πονηρία· ὠμοφόρια δὲ καὶ
ὠράρια ὠνούμενος καὶ ὅσα τῆς ἱερατικῆς σύμβολα χρηματίζει τελειώσεως καὶ τούτοις
ἐν μυστηρίῳ οἰκείας ἐπιλέγων εὐχάς (εἴγε ταύτας εὐχὰς ἀλλ᾿ οὐ δυσφημίας ἐναγεῖς
ὀνομάζειν χρεών) οὕτως ἑκάστῳ λόγῳ φιλοτιμίας ἐδίδου καὶ χαρίσματος. ἵνα δὲ καθ᾿
ὑπερβολὴν ἁμαρτωλὸς γένηται ἡ ἁμαρτία, πανταχοῦ ὅρκος, πανταχοῦ τῶν χειρογράφων
ἀπαίτησις, ἐν χειροτονίαις, ἐν ἀξιώμασιν, ἐν μεταθέσεσιν, ἐν πᾶσιν οἷς
εὐεργετεῖν ἐνομίζετο, κατεδεῖτό τε καὶ ἰδιοχείροις ἰσχυροτάτοις [Χ] ἠσφαλίζετο,
πανταχόθεν τὴν ἰδίαν δόξαν ζητῶν καὶ χαίρων ταῖς καινοτομίαις καὶ οὐ διὰ τοῦ
θεοῦ, οὐδὲ διὰ τῆς ἐκείνου συστῆναί ποτε προνοίας ἢ πιστεύων ἢ προσδοκῶν, διὰ
τῆς οἰκείας δὲ πολυτεχνίας ἢ κακοτεχνίας ἑαυτὸν ἐπιχειρῶν συνιστᾶν καὶ πᾶσαν
οὕτω συγχέων ἐκκλησίαν καὶ πᾶσαν οὕτω σκανδαλίζων ψυχὴν καὶ τὸ ὄνομα τοῦ Χριστοῦ
βλασφημεῖσθαι διὰ τῆς αὐτοῦ κακομηχανίας παρασκευαζόμενος.
54. μετὰ γοῦν τὸ τὸν θρόνον τὸ δεύτερον κατασχεῖν Θεόδωρον ἐκεῖνον, ὃν ἐν ἐξορίᾳ
καθήμενος αὐτὸς μὲν εἰς τὰς Πάτρας ἐχειροτόνησε μητροπολίτην, (Ἀφαντουπόλεως δὲ
τοῦτον ἀστείως οἱ παρ᾿ ἐκείνῳ κατωνόμαζον), τοῦτον πρὸς Ἰωάννην τὸν πάπαν [Δ]
ἀποκρισιάριον προεχειρίσατο γράψας ὅτι βίᾳ πολλῇ τῆς ἐκκλησίας ὅλης καὶ τῆς
πολιτείας ἀναγκασθείς, ἐπὶ τὸν θρόνον ἀνῆλθεν καὶ μὴ βουλόμενος. ἵνα δὲ
βεβαιώσηται τὸ ψεῦδος τῶν ἐπιστολῶν διὰ τοῦ μυστογράφου Πέτρου, ὃς καὶ τὰς
Σάρδεις ὕστερον ἔπαθλον τῶν πλασμάτων ἠνέγκατο, δι᾿ αὐτοῦ κλέπτει μὲν τὰς
σφραγῖδας τῶν βουλωτηρίων τῶν ὅλων μητροπολιτῶν, συναρπάζει δὲ καὶ αὐτοὺς μὴ
εἰδότας ὑπογράψαι τῷ λιβέλλῳ, πρόφασιν ὡς ἐπὶ μυστικῇ ἀγορασίᾳ, τοσοῦτος τὴν
πανουργίαν ἐκεῖνος καὶ τηλικοῦτος ὑπῆρχε τὴν δεινότητα. πῶς δὲ καὶ τὰ κατὰ τὸν
Εὐφημιανὸν ἐκεῖνον παρέλθωμεν σιωπῇ ὃς Εὐχαϊτῶν μὲν ἐπίσκοπος ἦν, ἐπειδὴ δὲ ὁ
Σανταβαρηνὸς τῆς ἐπισκοπῆς ἐκείνης ὡς γείτων ὠρέγετο, τὸν μὲν βίᾳ σχολάζειν
ἀναγκάζει, τὸν δὲ ἀντ᾿ αὐτοῦ
[p. 573Α] χειροτονεῖ. οὐ μόνον δέ, ἀλλὰ καὶ ἐπισκοπὰς ἐκ τῶν γειτνιαζουσῶν
μητροπόλεων, ὅσας ἐκεῖνος ἤθελεν, ἀφαιρεῖται καὶ δίδωσιν αὐτῷ. καὶ οὐ ταῦτα
μόνον, ἀλλὰ καὶ παρ᾿ ἑαυτῷ καθίζων πρωτόθρονον τοῦτον κατωνόμαζε. καὶ Νικηφόρον
μὲν Νικαίας μητροπολίτην ὄντα βιάζεται παραιτησάμενον ὀρφανοτρόφον εἶναι,
Ἀμφιλόχιον δὲ τὸν Κυζίκου πρὸς τὴν Νίκαιαν μεθίστησι. καὶ ταχὺ θανόντος αὐτοῦ
τὸν Συρακούσιον ἀντικαθίστησι Γρηγόριον, ὃν καὶ αὐτὸν μετ᾿ οὐ πολὺ θανόντα οἵοις
ἐσέμνυνεν ἐπιταφίοις, ὡς τῶν μεγάλων πατέρων ἐφάμιλλον βεβιωκότα βίον, δι᾿ οὐδὲν
ἄλλο τοσοῦτον, ὅσον ὅτι κατὰ τοῦ ἁγίου καθώσπερ ξυρὸν ἄχρι τέλους τὴν γλῶσσαν ὁ
δύστηνος παρέθηξε.
διὰ ταῦτα καὶ ἔτι πλείω τούτων ἀτοπώτερα ἦλθεν ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς
τῆς ἀπειθείας. καὶ [Β] εὐθὺς μὲν τότε τῷ βασιλεῖ τέθνηκε Κωνσταντῖνος ὁ
τριπόθητος καὶ πρωτότοκος υἱός, ὃν καὶ ἅγιον ὁ τολμητίας οὗτος εἰς τὴν τοῦ
πατρὸς χάριν ἐξ ἑαυτοῦ χειροτονῶν, μοναστηρίοις τε καὶ ναοῖς ἀνθρωπαρεσκίᾳ τιμῶν
οὐκ ηὐλαβεῖτο.
55. αὐτίκα δὲ καὶ ἡ μεγάλη πόλις Συρακοῦσαι τὴν φρικτὴν ὤλετο πανωλεθρίαν· καὶ
πᾶσα νῆσος καὶ πᾶσα πόλις καὶ χώρα προνομεύεται καὶ καταφθείρεται μέχρι καὶ
τήμερον τοῖς ἐχθροῖς, οὐδεμιᾶς ἐκ τῶν ἱερᾶσθαι δοκούντων ἱλεουμένης τὸν θεὸν
προσευχῆς, ἀλλὰ κατὰ τὸ γεγραμμένον, Ϡἐγενόμεθα ὄντως πρόβατα οἷς οὔκ ἐστι
ποιμήν.Ϡ χρονίσασα γὰρ ἡ κακία καὶ πολλοῖς ὑποδείγμασι παγιωθεῖσα, νόμος
νενόμισται τοῖς ἀνομοῦσι καὶ τὸ ἄθεσμον ἔθος εἰς φύσιν τρόπον τινὰ τοῖς
καταφρονηταῖς καταστάν, [Χ] ὅλην ἐπισπᾶται τοῦ θεοῦ τὴν ὀργήν.
ἀλλὰ τὸ μὲν καθέκαστον ἐπεξιέναι τὰς καινοτομίας καὶ παρανομίας αὐτοῦ τε Φωτίου
τοῦ πρωτοστάτου τῶν ὑποκριτῶν καὶ σταυρομάχων καὶ πάντων καθεξῆς τῶν αὐτοῦ
διαδόχων καὶ τῆς φιλαρχίας κοινωνῶν, ἱστορίας ἔργον, καὶ οὐ τοῦ παρόντος τῷ λόγῳ
σκοποῦ.
ἡμεῖς δὲ τὴν ὑπεράπειρον μακροθυμίαν καὶ ἀνοχὴν ὑμνοῦντες τοῦ τῶν ὅλων θεοῦ,
εὐχώμεθα τῆς μερίδος ἐξαιρεθῆναι τῶν τὰ σκάνδαλα καὶ τὰς διχοστασίας διὰ τῆς
κακίστης αὐτῶν ἐπιθυμίας κατεργαζομένων, κοινωνοὶ δὲ γενέσθαι τοῦ τῶν ἁγίων
κλήρου, τῶν διὰ πίστεως καὶ ἀγάπης θεοῦ, [Δ] ταπεινοφροσύνης τε καὶ πραῢτητος
τῆς ἐπουρανίου βασιλείας καὶ ἱεραρχίας ἁγίας τοῦ ὑπεραγίου καταξιουμένων,
πρεσβείαις τῆς ὑπεράγνου καὶ παναμώμου θεομήτορος καὶ τῶν ἐκλεκτῶν καὶ ἱερῶν
ἀγγέλων καὶ τῶν πανευφήμων ἀποστόλων καὶ τῶν πανενδόξων ἀθλοφόρων καὶ ὅλων τῶν
ἁγίων ταῖς εὐπροσδέκτοις καὶ ἱεραῖς ἱκετηρίαις. πρὸς τούτοις πᾶσι δὲ καὶ τοῦ ἐν
ἁγίοις πατρὸς ἡμῶν Ἰγνατίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ νέου ἀληθῶς
ὁμολογητοῦ καὶ θεοφόρου, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ ἡ τιμὴ καὶ
ἡ προσκύνησις ἅμα τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ συνανάρχῳ καὶ ζωοποιῷ αὐτοῦ πνεύματι,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
**********************************************************