[p. 233]
βίος καὶ πολιτεία τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου ἡγουμένου μονῆς
τῶν Στουδίου συγγραφεὶς παρὰ Μιχαὴλ μοναχοῦ.
1. [Α] πολλοὶ μὲν τῶν ἁγίων κατὰ διαφόρους χώρας τε καὶ πατριὰς ἐν τοῖς ἀνόπιν διαλάμψαντες
χρόνοις, δίκην ἡλίου ταῖς τῶν οἰκείων ἀρετῶν ἀκτῖσι τοὺς παρατυγχάνοντας κατεφώτισαν,
καὶ πρὸς ζῆλον ἐνθέου πολιτείας τοὺς ἐραστὰς τῶν καλῶν ἢ καὶ τοὺς ἄλλως ἐξ ἀπροσεξίας
ἔχοντας, συνήλασάν τε καὶ πρὸς τὸ κρεῖττον ἠρέθισαν. οὐδὲν δὲ ἧττον καὶ ὁ τοῦ καθ᾿
ἡμᾶς συλλόγου πεφηνὼς ποιμενάρχης καὶ τῆς Χριστοῦ ὁμολογίας πυρσολαμπὴς στύλος Θεόδωρος,
ἐν τοῖς ἡμετέροις ἀνατεταλκὼς οἷά τις πολύφωτος ἀστὴρ τόποις καὶ χρόνοις, τὴν οἰκουμένην
πᾶσαν μικροῦ δεῖν ταῖς ἀσκητικαῖς λάμψεσι καὶ τοῖς τῆς ἀθλητικῆς ὁμολογίας περιέβαλεν
ἀγωνίσμασι· καὶ τοσοῦτός γε ὤφθη τῶν ἐν ἀμφοτέροις διαπρεψάντων καρτερίᾳ τε βίου
[Β] καὶ ἀρετῆς ἀνδρείᾳ ἐκθυμότατος ζηλωτὴς καὶ εἰς ἑαυτὸν τὰ τούτων συλλε<λε>χὼς
ἀριστεύματα, ὡς μέχρις ἑῴας καὶ νότου, ἑσπέρας τε καὶ τῶν ἀρκτικῶν διαδραμεῖν τοὺς
τῆς διδασκαλίας αὐτοῦ φθόγγους μερῶν· οὐ μὴν ἀλλὰ καὶ τῆς ὑπὸ θεοῦ κατευλογηθείσης
αὐτοῦ πνευματικῆς τῶν μαθητῶν φυτουργίας περὶ αὐτοὺς ἐκταθῆναι τὰ κλήματα, καὶ παραδείσους
ψυχῶν τῷ ὄντι ἀμφιλαφεῖς καὶ ἀρετῆς ἐντεῦθεν συγκροτηθῆναι παιδευτήρια· καὶ οὐκ
ἔστι τὸ παράπαν χῶρος, οὗ τὸ ὄνομα τῆς πολιτείας αὐτοῦ καὶ τὸ ἐπώνυμον οὐκ ἀφίκετο,
ἀλλ᾿ ὅπως μὲν ὁ ἀοίδιμος ἐκεῖνος καθηγητὴς καὶ πατὴρ τῆς καθ᾿ ἡμᾶς ἐβίω ζωῆς, καταπόδας
τῆς αὐτοῦ κοιμήσεως, ἔνιοι τῶν αὐτοῦ φοιτητῶν ᾠδικῶς ὑπῃνίξαντο, κεφαλαιώσαντες
τὰ πολυμερῆ τῆς κατὰ πλάτος ὑψηλοτάτης αὐτοῦ πολιτείας ἀνδραγαθήματα ἐν ὀλίγοις
ἐπέων [Χ] λέξεσιν. μεθ᾿ οὓς καὶ ἕτεροι τῶν τῆς ἐκκλησίας ἱερομυστῶν ἐν συγγραφῆς
εἴδει καὶ ἐγκωμίων σχηματισμῷ γλαφυρῶς ἄγαν κατ᾿ ἐπεκτάδην συνέταξαν ὑπόμνημα εἰς
γῆρας θησαυρίσαντες λήθης φάρμακον. καὶ ἦν ἀκόλουθον τοῖς φιλοπόνοις καὶ μὴ λίαν
ἀναπεπτωκόσιν ἐξ ἀμαθίας τὸν νοῦν, τοῖς ἤδη πονηθεῖσι κατεντυγχάνειν, κἀκεῖθεν ἐκδιδάσκεσθαι
[p. 236Α] τὴν ἅπασαν τοῦ πανιέρου πατρὸς ὑπερανεστηκυῖαν τῶν πολλῶν βιοτὴν καὶ τὸ
ὠφέλιμον δρέπεσθαι, εἴπερ ἐθέλοιεν, θαυμάζειν τε τῆς σοφίας αὐτοῦ τὸ βάθος, καὶ
τὸν τρόπον τῆς κοινοβιακῆς ἀναστροφῆς, τάς τε ἀκριβεῖς αὐτοῦ παραδόσεις καὶ θεοπρεπεῖς
νομοθεσίας, ἃς ἐκεῖνος τοῖς αὐτοῦ νομοθετήσας καὶ παραδεδωκὼς μαθηταῖς, ἄλλος τις
Βασίλειος ἐν τοῖς κατ᾿ αὐτὸν ἐφημίζετο χρόνοις. ἀλλ᾿ ἐπεὶ τὸ κοινὸν τῆς ἀδελφότητος
καὶ ἡ τῶν πολλῶν διάνοια μικρὰ βλέπουσα, ὡς τὰ πολλά, τὸ πεζὸν καὶ ἁπλοϊκώτερον
τῆς φράσεως προτιμᾶν ἐπίσταται, ὡς ἀνύστακτον συντηροῦν τὸν ἐπόπτην τῶν λεγομένων
νοῦν, καὶ ὄνησιν ἐμποιοῦν ταῖς σφῶν αὐτῶν ὑπὲρ τὸ σκληρὸν καὶ βαθύγλωσσον τῶν νοημάτων
ψυχαῖς, φέρε ταῖς ὑμετέραις πειθαρχήσαντες ἐντολαῖς, πατέρων [Β] αἰδεσιμώτατοι,
τοὺς περὶ τοῦ θείου τούτου προπάτορος ἡμῶν καὶ πανσόφου διδασκάλου τῆς οἰκουμένης
λόγους καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ οὐδενὸς λόγου ἄξιοι, ὡς οἷόν τε καταθώμεθα· πολὺ
μὲν κατόπιν τοῦ πρὸς ἀξίαν ἰόντας, ὡς ἐνὸν δὲ τῇ ἀσθενείᾳ ἡμῶν πρὸς τὸ εὔληπτόν
τε καὶ καταφανὲς μεταποιούμενος.
2. ἡ τὸν μέγαν τοῦτον καὶ ἀκαταγώνιστον τῆς ὀρθοδόξου πίστεως ἀριστέα, καὶ τοῦ μοναδικοῦ
τάγματος διαβόητον κυβερνήτην ἐνεγκαμένη τε καὶ ἐκθρέψασα Θεόδωρον, ἡ τῶν πανταχοῦ
γῆς πόλεων προκαθημένη πέφυκε πόλις, καθ᾿ ἣν ἐκράτει τῆς ἀρχῆς τηνικάδε, ὁ ἐξ ἀσεβοῦς
ἀσεβέστερος ἐκραγεὶς γόνος, Κωνσταντῖνος ὁ Κοπρώνυμος καὶ τῆς χριστομανικῆς αἱρέσεως
δευτερωτὴς ἁναφανεὶς γενικώτατος, ἐκθλίβων τὸν νέον Χριστοῦ Ἰσραήλ, καθάπερ ποτὲ
ὁ Αἰγύπτιος Φαραώ, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ τῆς εἰκονομαχικῆς πυργοποιΐας διὰ τῶν
[Χ] πικρῶν τῆς τοιαύτης οἰκοδομίας ἐργοδιωκτῶν, καθ᾿ ὅτε [λεγε· ὅτι] ἔβλεπεν αὐτὸν
πρὸς τὴν γῆν ἐπειγόμενον τῆς εὐαγγελικῆς πολιτείας καὶ ἀνυπερθέτως τοῖς δεσποτικοῖς
ἐξακολουθοῦντα θεσμοθετήμασιν. Γονεῖς δὲ αὐτῷ εὐσεβεῖς τε καὶ εὐπατρίδαι καὶ τῆς
ἀποκληρωθείσης αὐτοῖς πρὸς τῶν φυσάντων προσηγορίας, διὰ πραγμάτων τὰς σημασίας
ἐπιδήλους ἔχοντες· ὧν ὁ μὲν πατήρ, φῶς ἀληθῶς κατὰ τὴν λάλων [λεγε· λάλον] τῶν Ἀθηναίων
γλῶτταν, παρὰ θεοῦ γεννηθείς, Φωτεινὸς τοῖς τρόποις καὶ τῇ κλήσει γεγένηται, καλοκαγαθίας
μεταποιούμενος καὶ σωφροσύνης αἴγλῃ ἀξίως κατακοσμούμενος· καθὼς καὶ ὁ μετὰ ταῦτά
γε πρὸς τὸν θεὸν καὶ τὰ θεῖα τῆς θεόφρονος αὐτοῦ ψυχῆς ἔδειξεν ἔρως· τὴν γὰρ οὐ
πολλοστὴν ἀπὸ βασιλέως διέπων ἀρχήν, καθ᾿ ὅτι ταμιείας [λεγε· ταμίας?] ἐχρημάτιζε
τῶν [Δ] βασιλικῶν φόρων, ταύτην τε καὶ τὴν ἄλλην ἅπασαν τοῦ βίου παρ᾿ οὐδὲν λογισάμενος
τέρψιν πανοικὶ τῷ θεῷ καὶ παμβασιλεῖ προστρέχει, καὶ τὸν ἄζυγα τῆς ἐν βασιλείοις
αὐλῆς ἀπαλλάττει βίον· μᾶλλον δὲ τὰ καπνοῦ τρόπον καὶ ὀνείρου διαλυόμενα παριδών,
τῶν ἑστώτων καὶ εἰς ἀεὶ τὸ μόνιμον ἐχόντων ἀγαθῶν τὴν μετουσίαν πορίζεται· καὶ γίνεται
τοῦ καταλόγου τῶν τῷ θεῷ καθωσιωμένων, ὁ καὶ πρὸ πέντε ἐτῶν τὴν τῆς συνεύνου γνῶσιν
δι᾿ εὐλαβείας περιουσίαν ἀνδρείως ἠθετηκώς. καὶ αὐτὴ δὲ ἡ μήτηρ ὡς περιφανὴς καὶ
ἐπίδοξος, πυκνότητι πυκαζομένη, καὶ καλῶς εἰδυῖα τῶν τε ἰδίων τέκνων καὶ τοῦ οἴκου
προῒστασθαι, ἅτε ὑπὸ θεοῦ κτισθεῖσα καὶ τὴν ὁμοίαν προσηγορίαν τοῖς ἔργοις σφραγισθεῖσα,
τὸ γὰρ κοινὸν
[p. 237Α] τῆς θεοκτισίας ὄνομα ἰδιάζον αὐτῇ παρυπάρξαν διὰ τῆς κατ᾿ ἀρετὴν εὐζωΐας,
Θεοκτίστη καὶ ἦν καὶ ὠνόμαστο, τὸν ἐξ ἀμφοῖν ἔπαινον διὰ τῆς σεμνῆς κερδαίνουσα
πολιτείας. ἀλλ᾿ ὁποῖον δὲ τοῦ βίου δρόμον ἡ ἀεισέβαστος αὕτη πεποίηται, αὐτὸς {ὁ}
ἐκεῖνος ὁ θεοδώρητος αὐτῆς καρπὸς τοῖς ὑπ᾿ αὐτὸν ἀδελφοῖς ἐν κατηχήσεως εἴδει τηνικαῦτα
ὑπηγόρευσεν εὐηγορίας γλῶτταν θεόθεν πεπλουτηκώς· ὅθεν τοὺς βουλομένους τὰ κατ᾿
αὐτὴν εἰδέναι, ἐκεῖσε παραπέμποντες, ἡμεῖς τῶν περὶ τοῦ πατρὸς ἡμῶν λόγων ὀφειλομένως
ἐχόμεθα.
3. τὴν μὲν οὖν πρώτην τῆς ἡλικίας ἑπταετηρίδα ἁρμοζόντως τῆς φύσεως διηνυκώς, ταῖς
εἰσαγωγικαῖς καὶ στοιχειώδεσι τῶν μαθημάτων ἐνασχολεῖσθαι [Β] προάγεται τέχναις·
αἱ γὰρ ἐκ παίδων μαθήσεις συναύξουσαι τῇ ψυχῇ, ἑνοῦνται αὐτῇ καὶ παράμονοι τῷ κεκτημένῳ
γίνονται. ἐπεὶ δὲ προβὰς καθ᾿ ἡλικίαν καὶ γραμματικῆς ἔμπειρος ἐγεγόνει τέχνης,
εἶτα καὶ διαλεκτικῆς, ἣν δὴ φιλοσοφίαν καλεῖν οἱ ταῦτα δεινοὶ γινώσκουσιν· πρὸς
δὲ τοῖς εἰρημένοις καὶ τῆς ἐν ῥήτορσι φράσεως τὸ κάλλος, ὡς οἷός τε ἦν, ἀπηνθίσατο,
φύσεως τάχει καὶ γνώμης φιλοπονίᾳ τοῖς πᾶσι περίσκεπτος [λεγε· περίπυστος] ὢν ἐγνωρίζετο·
οὐ μόνον δὲ διὰ ταῦτα αἰδέσιμος ἦν τοῖς ἥλιξι καὶ τοῖς ἤδη προβεβηκόσιν, ἀλλὰ γὰρ
καὶ ἐκ τοῦ τρόπου τῆς ἀγωγῆς μᾶλλον, οὐκ ἀθαύμαστος αὐτοῖς ἐνομίζετο, ἀρετῆς ἅτε
ἐρῶν, καὶ τὴν ἁγνείαν σύνοικον ἐπαγόμενος, τῶν τε φαύλων τὰς συνουσίας ἀποδιδράσκων,
καὶ τοῖς σώφροσιν ἀεὶ συναρτώμενος, [Χ] ὡς δὲ καὶ τοῖς οἴκοις τῶν εὐχῶν, οὐχ ἥκιστά
γε ἐν ταῖς συνάξεσι μολὼν καὶ τοῖς βίοις τῶν πρὶν διαλαμψάντων ἁγίων, ὡς ἔν τισιν
εὐωδεστάτοις λειμῶσι, καθάπερ τις φιλόπονος μέλιττα τῷ λογισμῷ ἐφιζάνων καὶ περιιπτάμενος·
καὶ τοῦτό τε κἀκεῖνο, πάντα δὲ μᾶλλον συλλήβδην ἐρανιζόμενος πρὸς ἑνὸς χρήματος
κατασκευήν, λέγω δὴ τῆς ἀειμνήστου καὶ σεβασμίας ἀρετῆς ὑπὲρ μέλι καὶ κηρίον τὰ
τῆς ψυχῆς γλυκαινούσης αἰσθητήρια· ἦν γὰρ ἐκ παιδὸς ἀρτίφρων καὶ χριστομαθὴς ὁ θαυμάσιος,
πρὸς τῆς ἐνυποστάτου τοῦ θεοῦ καὶ πατρὸς σοφίας, τῆς πᾶσαν ἔννοιαν καὶ βουλὴν ἐπικαλεσαμένης,
ἤγουν ἐκ τοῦ μὴ ὄντος ὑποστάσης, καθάπερ ἐξαίρετόν τι δῶρον τὴν κυριωτάτην τῶν γενικῶν
ἀπειληφὼς ἀρετῶν, ᾗ παρέπεσθαι καὶ τὰς λοιπὰς οἶδεν ὁ λόγος, τοῖς γε μὴ ψιλὴν ἔχουσιν
αὐτῆς τὴν [Δ] ὀνομασίαν, ἀλλ᾿ ἐμπεδοῦσι διὰ τῶν ἔργων αὐτῶν, ὅπερ ὀνομάζονται παρωνύμως.
ὑφ᾿ ἧς ἐντελῶς ὁ θεῖος οὗτος ἰθυνόμενος Θεόδωρος τὴν εὐθεῖαν καὶ βασιλικὴν διώδευσε
τρίβον, καὶ μακρὰν ἐγεγόνει τῶν τῆς ἀφροσύνης ποδῶν, ἣ τοὺς χρωμένους αὐτῇ ὑποσκελίζειν
πέφυκεν, καὶ εἰς ᾅδην ἀπωλείας καταβιβάζειν· ἀλλὰ γὰρ οὕτω τὰ πρῶτα διαπλάσας ἑαυτὸν
ἄριστα καὶ πανσόφως, μᾶλλον δὲ διαπλασθεὶς ὑπὸ τῆς θείας χάριτος, ἢ [λεγε· ἣ] χεῖρα
βοηθείας ὀρέγει τοῖς ἀγαθὸν αἱρουμένοις καὶ συνεργεῖ καὶ σθένος δίδωσι πρὸς τὴν
τῶν κρειττόνων ἐπιτυχίαν.
4. ὁπηνίκα τοῦ πονηροῦ τυράννου καὶ Φαραογνώμονος ἄνακτος καταποντισθέντος οὐ τῷ
Ἐρυθραίῳ πόντῳ, τῷ δὲ περὶ [λεγε· πυρὶ] τῆς γεέννης, ἧς καὶ τὰ ὑπεκκαύματα, ξύλα
δηλαδὴ καὶ χόρτον καὶ καλάμην, τὰ τῆς
[p. 240Α] μοχθηρᾶς ἐκφόρια ζωῆς παρὰ πάντα τὸν ἑαυτοῦ βίον, ὥσπερ τις γῆ κεχερσωμένη
καὶ ὑλομανοῦσα ἐξήνεγκεν. εἶτα μετ᾿ ἐκεῖνον ἀμέσως τοῦ νεωτέρου Λέοντος καὶ υἱοῦ
αὐτοῦ, ἐκ προγόνων διαδοχῆς εἰς ὀλίγον τοῦ καιροῦ τῇ βασιλείᾳ διαρκέσαντος καὶ θανατωθέντος,
ἐπεὶ μηδ᾿ ἐβούλετο συνιέναι τὸ διὰ τοῦ Δαυῒδ προφητευόμενον· ἐκ Δαυῒδ ἀνατεταλκέναι
ἰφθιμότατον κέρας, ὃ συνέθλασε τὰ κέρατα τῶν ἁμαρτωλῶν δαιμόνων τε καὶ ἀνθρώπων
ἐναγῶν, ὁ ἄρχων τῆς εἰρήνης, Χριστός, ὁ μέγας καὶ μόνος ἀῒδιος βασιλεὺς ἐξήγειρε
κέρας σωτηρίας ὁμοῦ καὶ εἰρήνης τῇ αὐτοῦ ἐκκλησίᾳ, τὴν φερώνυμον δὴ λέγω καὶ τοῖς
ἔργοις μᾶλλον Εἰρήνην ἢ τὴν προσηγορίαν [λεγε· τῇ προσηγορίᾳ]. τότε δὴ τότε καὶ
ὁ θεῖος Θεόδωρος πάντη διέδρα τὴν κοσμικὴν ματαιοπονίαν, καὶ οἷόν τις αὐτογύμναστος
πῶλος πρὸς τὸν τῆς ἀρετῆς
[Β] ηὐτομόλησε χαλινὸν ἀπὸ γενέσεως ἄγων εἰκοστὸν καὶ δεύτερον ἔτος· τῆς γὰρ θεοφιλεστάτης
Εἰρήνης ὑπὸ θεοῦ προσαχθείσης εἰς τὸ τῆς μονοκρατορίας κῦρος καὶ τοὺς ὑπολελειμμένους
σπινθῆρας τῆς εὐσεβείας τε καὶ μονήρους διαβιώσεως ἐκ τῶν ἐσχατιῶν καὶ ὑπεροριῶν
ἢ καὶ καθείρξεων ἀνακαλεσαμένης, οὓς καὶ ὡς ἅλας τῆς γῆς καὶ ὡς φωστῆρας κόσμου
λόγον ζωῆς ἐπέχοντας, περιεῖπε καὶ ἀπεσέμνυνεν, ὡς ἁλίζειν εἰδότας τὰ τῆς ἐκκλησίας
διεφθορότα τῇ πικρᾷ νόσῳ τῆς αἱρέσεως μέλη, πρὸς δὲ καὶ τῆς ὀρθοδόξου πίστεως τῷ
φωτὶ ἐναυγάζειν αὐτῶν τοὺς τῆς διανοίας ὀφθαλμούς. εἰσελήλυθε τηνικαῦτα ἐν τῷ ἄστει
τῆς κατὰ τὸν Ὄλυμπον ἀφορμηθεὶς λόχμης καὶ ὁ τῆς προκατονομασθείσης ἀοιδίμου Θεοκτίστης
ὁμαίμων, Πλάτων ὁ σεβασμιώτατος, περὶ [Χ] οὗ καὶ λαμπρὸς ἐσπουδάσθη τῷ μεγάλῳ Θεοδώρῳ
ἔπαινος τὴν αὐτοῦ ἐκτιθεμένῳ ἀξιοπρεπῶς πολιτείαν, συναγωνισόμενος, τό γε εἰς αὐτὸν
ἧκον, καὶ συμπονήσων τοῖς ἄλλοις πατράσιν, εἴς τε τὴν κατὰ τῆς αἱρέσεως ἀνατροπὴν
καὶ καθαίρεσιν, καὶ εἰς τὴν τῶν θείων εἰκόνων προσκύνησιν, τοῖς συνελθοῦσι τῇ Νικαέων
τριακοσίοις καὶ ν´, ὧν ἡ ἄθροισις πρεπόντως ἑβδόμη σύνοδος ὠνόμασται, κατάπαυσις
τῶν πρὸ αὐτῆς γενομένη καὶ σφραγὶς καὶ τέλος τῆς ὀρθοδόξου ἡμῶν πίστεως· καὶ δὴ
Ταρασίῳ τῷ προμάχῳ τῆς εὐσεβείας καὶ οἰκουμενικῷ πεφηνότι φωστῆρι, τῷ φερωνύμως
ἐκταράξαντι πᾶσαν τῆς ἀσεβείας τὴν ἅλμην καὶ γαλήνην τῇ ἐκκλησίᾳ σὺν θεῷ πρυτανεύσαντι,
ἑνωθείς, σύμβουλος αὐτῷ τὰ πάντα καὶ συλλήπτωρ δεξιὸς καθίσταται, ἐκείνου δι᾿ αἰδοῦς
πάσης καὶ τιμῆς ἔχοντος τὸν πανόσιον διά τε τὸ βεβηκὸς τῆς ἀσκήσεως καὶ τὸ τοῦ γένους
ὑπερτενές.
5. [Δ] ταύτης οὖν εἵνεκα τῆς προφάσεως τὰς διατριβὰς ὁ θαυμάσιος Πλάτων ἐν Κωνσταντινουπόλει
ποιούμενος, καὶ ἄλλους μὲν πολλοὺς τῶν συνήθων πρὸς καταφρόνησιν ἀνεπτέρωσε τῶν
παρόντων καὶ φθειρομένων, μάλιστά γε μὴν καὶ τὴν ἰδίαν ἀδελφὴν καὶ τὸν ὁσιόφρονα
ἀδελφιδοῦν Θεόδωρον, πολλῷ πρότερον τῷ πόθῳ τῆς οὐρανίου ζωῆς τὰ ἐντὸς ἔχοντος πυρπολούμενα,
πρὸς πλείονα ζῆλον τῆς ἀμείνω διήγειρε τῶν μοναστῶν πολιτείας.
start insert from Α, ΠΓ 99, 121Α-Β, παρ. 5 l. 1-13·
τότε μὲν πολλοὺς καὶ ἄλλους ὁ θεῖος οὗτος ἀνὴρ [σχ. Πλατο οφ κκουδιον] πρὸς φιλοσοφίαν
ἐθήρασε... πρὸ πολλῶν δὲ καὶ ἀντὶ πολλῶν τὸν καλὸν τουτονὶ Θεόδωρον, ἐξ ἀδελφῆς
ὄντα ἀνεψιόν,... οὐ μὴν ἀλλὰ καὶ πατέρας τοῦ Θεοδώρου καὶ ἀδελφούς, Ἰωσὴφ καὶ Εὐθύμιον,
σὺν ἅμα καὶ μικρᾷ ἀδελφῇ. πρὸς ἐπὶ τούτοις ὁ Πλάτων καὶ ἀδελφοὺς τοὺς οἰκείους αἱρεῖ,
τρεῖς κἀκείνους τυγχάνοντας. τούτους οὖν ἅπαντας ὥσπερ ἐξ ἑνὸς συνθήματος, τοῦ κοινωνικοῦ
βίου τὸν ἄζυγα προτιμήσαντας πρὸς ἑαυτὸν οὗτος λαμβάνει, καὶ [Β] ἀγωγὴν ὑφηγεῖται
τὴν κρείττονα. end insert φρομ Α.
ὅστις Θεόδωρος θάρσους ἐπίμεστος ταῖς ὑποθήκαις τοῦ ὁσίου
[p. 241Α] γεγονώς, συμβούλῳ τῇ μητρὶ χρησάμενος, δι᾿ αὐτῆς τὰ σωτήρια καὶ ἀνήκοντα
τῷ πατρὶ ἀναφέρει· καὶ ταύτῃ θηρεύει τοῦτον σὺν τρισὶν ἀδελφοῖς πρὸς τὸν ἴσον τῆς
ἀρετῆς συνθέσθαι πόθον, ἐφυστερίζοντα τοῖς ἐξ αὐτοῦ· τοὺς γὰρ ἑαυτοῦ δύο συναίμονας
μετὰ τῆς μιᾶς ἀδελφῆς αὐτῶν προεζωγρήκει ταῖς χρησταῖς τῆς μητρὸς παρακλήσεσι· καὶ
οὕτω συμφωνησάντων πάντων εἰς τὸ ἀποτάξασθαι τοῖς τοῦ κόσμου καὶ θεῷ προσοικειωθῆναι
διὰ τοῦ ἀποστολικοῦ σχήματος, ἀπεμπολοῦσι σπουδῇ πάντα τὰ τῆς κοσμικῆς ζωῆς καὶ
ἐν βασιλικοῖς ἀξιώμασιν ἐπιτήδεια, ἔτι δὲ καὶ αὐτὴν τὴν οἰκίαν·
start insert from Χ, ῃιζῃρεμ 21 (1914), 262 l. 6-8·
οἵ γε σὺν τάχει πολλῷ οὐσίαν καὶ χρήματα καὶ ὕπαρξιν ἄλλην, πολυτάλαντον οὖσαν,
ἔτι μὴν καὶ οἶκον αὐτὸν τὸν τὰ Κώνστα καλούμενον τοῖς πένησιν ἀποδόμενοι. end insert
φρομ Χ.
καὶ τὸ ἐξ αὐτῶν συγκομισθὲν χρυσίον πένησι διανείμαντες, ἀξιοῦσι τοῖς κατ᾿ οἶκον
ἐξυπηρετουμένοις οἰκέταις τῆς ἐλευθερίου ζωῆς, μετὰ τῶν ἐπιβαλλόντων αὐτοῖς λεγάτων·
start insert from Χ, ῃιζῃρεμ 21 (1914), 262 l. 12-29·
ἐπεὶ δὲ ὁ τότε καιρὸς ἐπιδεὴς ἦν κοινοβίων διὰ τὸ λυσσῶδες τῶν κρατούντων καὶ μανικόν,
ἦν δὲ τῷ Θεοδώρῳ κτῆμα οἰκεῖον τὸ Βοσκύτιον οὕτω καλούμενον καὶ πρὸ τοῦ Καταβόλου
κείμενον, τοῦτο δὲ φθάσας τῷ θεῷ ἀφιέρωσε καὶ εἰς σεμνεῖον ἔταξεν, ἅτε ἐν νῷ ἔχων
ἀεὶ καὶ διαμελετῶν τὸ σχῆμα ὑπελθεῖν τοῦ μοναχοῦ, τῆς θρεψαμένης ὁμοῦ πάντες ἀπάραντες
ἐκεῖνον τὸν τόπον κατέλαβον... τούτῳ οὖν τῷ τοῦ Βοσκυτίου χώρῳ συνάμα τῷ παρακειμένῳ
τοῦ Σακκουδίωνος ὁ μέγας ἐπιφοιτήσας Θεόδωρος μετὰ τοῦ θείου Πλάτωνος καὶ τῶν λοιπῶν
τῷ θεῷ τὰς εὐχὰς ἀπεδίδου καὶ τὸν ἐν ὀφθαλμοῖς ἀγῶνα διήνυε, λαμπρὸν καταγώγιον
μοναστῶν, ἐξ ἐκείνου καὶ μέχρι τοῦ νῦν τελέσας τὸν τόπον καὶ ἐργασάμενος, τῆς δηλωθείσης
αὐτῷ μητρὸς καὶ μιᾶς ἀδελφῆς ἐν
ἑτέρῳ δηλονότι σεμνείῳ γυναικῶν τρίχας ἀποκειραμένων καὶ θέλημα, αἳ καὶ βίον καὶ
τρόπον σεμνὸν ἔσχον καὶ ὑπερφυῆ.
end insert φρομ Χ.
καὶ δὴ τῶν αὐτόθι ὁμοθυραδὸν [λεγε· ὁμοθυμαδὸν] ἀναστάντες ἀπαίρουσιν εἰς τὸν [Β]
προωρισμένον αὐτοῖς τοῦ Σακκουδίωνος χῶρον οἰκεῖον ὄντα αὐτῶν καὶ πάνυ ἐπιτήδειον
εἰς μοναστῶν περιοχὴν καὶ ἀνάπαυλαν· κάταλσον γάρ ἐστι τὸ κτῆμα μηνοειδῶς τε περικυκλούμενον,
καὶ δι᾿ ἑνὸς ἀμφόδου τὴν εἴσοδον ἔχον· τὸ δὲ μεσαίτατον αὐτοῦ πεδιάσιμον, ἐν ᾧ πεφύκασι
δένδρα διάφορα, καρπικά τε καὶ ἄκαρπα καὶ ὁ περικαλλὴς τοῦ Θεολόγου ναός, ὕδωρ τε
πρὸς αὐτάρκειαν, μηδὲν ἄλλο πρὸς ὡραϊσμὸν τοῦ βλέπειν τοῖς οἰκήτορσιν ἐμπαρέχον,
ἢ τὸν οὐρανὸν καὶ τὴν ἀρκτικὴν θάλασσαν· ὅστις ἐξ ἐκείνου καὶ μέχρι σήμερον ἀνθεῖ
καὶ βρίθει τῷ πλήθει τῶν εἰς αὐτὸν στρεφομένων ἀδελφῶν· καὶ περιβόητός γε καθέστηκεν
διὰ τὴν χάριν βαλλόντων εἰς αὐτὸν ἀρχὴν καὶ θεμέλιον ἀγγελομιμήτου ζωῆς, θεοφόρων
καὶ ὁμολογητῶν πατέρων ἡμῶν.
6. [Χ] καθ᾿ ὃν δὴ ἐναυλιζόμενος κατ᾿ ἀρχὰς ὁ μέγας Θεόδωρος σὺν τοῖς μετ᾿ αὐτοῦ
καὶ ταῖς τοῦ πανοσίου Πλάτωνος χερσὶν ἑαυτὸν ὅλον ἐκδεδωκώς, καὶ ὑπ᾿ αὐτοῦ τὴν τοῦ
ἁγίου σχήματος λαβὼν παντευχίαν, οὐκ ἦν τὸ παράπαν, ὃ μὴ ταῖς ἐκείνου βουλαῖς ἑπόμενος,
ἤθελέν τε καὶ ἔπραττεν. τῆς γὰρ αὐταρεσκείας τὸν κίνδυνον ὑφορώμενος, μακρὰν τῶν
ἰδίων θελημάτων εἶναι ᾤετο δεῖν, τὴν ἀποστολικὴν ῥῆσιν εἰς μαρτύριον ἔχων τὴν λέγουσαν·
Ϡζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός.Ϡ διὸ οὕτως ὑπετάσσετο τῷ ἀοιδίμῳ Πλάτωνι,
συστολὴν ἤθους καὶ φρονήματος, οὐ μόνον εἰς αὐτόν, ἀλλὰ καὶ πρὸς τοὺς ἐφεξῆς μείζονάς
τε καὶ ἐλάττονας ἐπιδεικνύμενος, ὡς οὐ θελητός τις ὢν καὶ ἀβούλητος ἄνθρωπος, ἢ
ἀνδριὰς ἄψυχος, τῷ φόβῳ τοῦ κυρίου τὰς σάρκας ἔχων καθηλωμένας, καὶ ἄπρακτος διαμένων
πρὸς [Δ] πᾶν ὃ περπερία καὶ ζῆλος καὶ φθόνος καὶ θυμὸς καὶ ὀργὴ καὶ ἐριθεία διὰ
τῆς τοῦ νοὸς ἀπροσεξίας οἶδεν ἀπογεννᾶν· τὴν δέ γε μεγαλοψυχίαν καὶ σπουδὴν καὶ
ἄοκνον ταχύτητα μετὰ τῆς ἐθίμου εὐσχημοσύνης ἐπὶ ταῖς ἐν χερσὶ διακονίαις, οὕτω
δι᾿ ἐπιμελείας κατώρθου, ὡς εὐθέως μὲν τὸ προκείμενον αὐτῷ ἔργον εἰς πέρας ἄγειν·
διαθέει δὲ ὧδε κἀκεῖσε πρὸς ἕκαστον τῶν ἀδελφῶν καὶ τοῖς ἢ δι᾿ ἀσθένειαν ἢ καὶ ῥαθυμίαν
ἠσθενηκόσιν ἐπαμύνειν καὶ τὰ τούτων ἐλλείμματα τῇ παρ᾿ ἑαυτοῦ ἀναπληροῦν βοηθείᾳ,
ὃς οὐδὲ ξυλοφορεῖν ἢ σκαπάνῃ κεχρῆσθαι καὶ κηπεύειν τὴν κατάλληλον τῇ ἀσθενείᾳ τροφὴν
ἀπηυδόκησεν πω,
[p. 244Α] ἀλλ᾿ αὐθαίρετος ταῦτά τε καὶ τὰ παρόμοια δρῶν καὶ κόπρον ἐκκομίζων τῶν
βοσκημάτων κρύβδην, καθευδόντων τῶν ἀδελφῶν, ἐν νυκτεριναῖς τε καὶ μεσημβριναῖς
ὥραις ἐφωράθη πολλάκις· ἐφ᾿ ᾧ λέγεται καὶ τοὺς συνασκουμένους ἐκπλήττειν, ἐναργῆ
καὶ μεγάλην διδοὺς τὴν ἀπόδειξιν δι᾿ ὧν ἔδρα, τῆς προσούσης αὐτῷ κατὰ τὸν ἔνδον
ἄνθρωπον διαπύρου καὶ τελείας πρὸς Χριστὸν ἀγάπης· Ϡὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ
ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, γενόμενος
ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.Ϡ
7. ταῦτα γὰρ καὶ τὰ ἄλλα πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα θεῖά τε καὶ ἀνθρώπινα, νήφοντι
ἀναθεωρῶν λογισμῷ, ἐφωτίζετο τὴν ψυχήν, κατενύσσετο τὴν καρδίαν, ἐπυρπολεῖτο τὸν
νοῦν, διαπαντὸς τῇ [Β] ἐφέσει τῆς πρὸς αὐτὸν εὐαρεστήσεως καὶ κατὰ τὸ ἐγχωροῦν ἐκμιμήσεως.
ἐξεδωμάτωσε μέντοι καὶ εὐκτήριον ἐπ᾿ ὀνόματι τοῦ θεολόγου Ἰωάννου καὶ υἱοῦ τῆς βροντῆς,
ταῖς τοῦ μεγάλου Πλάτωνος πειθαρχῶν ἐντολαῖς, οὐρανότυπον σχῆμα προβεβλημένον, εὐανθῆ
ποικιλοεργίαν, οὐ μόνον κατὰ τὸ μετέωρον αὐτοῦ τεχνησάμενος,
start insert from Χ π.263, l. 33-35· πίστει πολλῇ καὶ προθυμίᾳ τὸ ἔργον διήνυε καὶ
δὴ εἰς κάλλος καὶ μέγεθος ἐξασκήσας τὸν ναὸν οὐ μόνον τὴν ὀροφὴν καὶ τὰς ἰσοπλεύρους
γωνίας παντοίαις ψηφῖσι καὶ χρωμάτων κατεκόσμησε περιλάμψεσιν...
end insert φρομ Χ.
καὶ τοῖς οἰκοῦσιν ἐνδιαίτημα ξένον καὶ καλλοπρεπὲς περιποιησάμενος, ἀλλὰ καὶ αὐτὸ
τοὔδαφος ταῖς ποικίλαις καὶ διαχρύσοις ἐγκαταστράψας ψηφῖσιν, ὡς ἂν καὶ οἱ πόδες
αὐτῶν ταῖς αὐγαῖς τῶν λίθων κατατρυφῷεν· ἐν ᾧπερ τὰς ἐντεύξεις τῷ κυρίῳ μετὰ τῶν
συνόντων ἀποδιδοὺς μᾶλλον φιλοθεΐας καὶ κατανύξεως ἤστραπτεν ἀμαρύγμασιν, πρὸ πάντων
εἰσιὼν ἐν τῷ οἴκῳ τοῦ θεοῦ καὶ ὕστατος ἐκεῖθεν ἀπογινόμενος· καίτοι σπουδαιοτάτων
[Χ] ὄντων ἐνίων τῶν θεοῦ χάριτι αὐτόθι λοιπὸν ἀποταξαμένων.
8. πρὸς δὲ τοῖς εἰρημένοις, καί τινας ἰδικωτέρας ἐποιεῖτο δεήσεις, ἑαυτὸν ἀποδιαστέλλων
τῶν ἄλλων κατὰ τὸ λεληθός, καὶ μάλιστά γε καθ᾿ ἃς ἡμέρας ἦγον ἀργίαν, ἐν αἷς καὶ
λιβάσι δακρύων τὰς παρειὰς κατέκλυζεν καὶ τοὔδαφος ἐν ᾧπερ ἐτύγχανεν ὤν· τὸ γὰρ
τῆς κατανύξεως χάρισμα πλουσίως εἰλήφει παρὰ θεοῦ, παρ᾿ οὗ πᾶν δώρημα τέλειον δίδοται
τοῖς ἀξίοις καὶ πρὸς τοῦτο ηὐτρεπισμένοις· ἐγκράτειαν δὲ τοσοῦτο μᾶλλον ἐξήσκησεν,
ὅσῳ καὶ πλέον αὐτὴν συμβαλλομένην εὗρεν τοῖς τῷ Χριστῷ καθαρῶς τε καὶ ἀρυπάρως λατρεύειν
ἐθέλουσιν· τὸν γὰρ λογισμὸν ἐπιστήσας ὥσπερ δικαστὴν ἀδέκαστον πνεύματι καὶ σαρκί,
οὕτω δι᾿ αὐτοῦ ἐποιεῖτο ἑκάτερον [Δ] τὸ δέον, ὡς μήτε διὰ τῆς ἄγαν ἀσιτίας τὸ ὁρατὸν
αὐτοῦ ἐκλύεσθαι καὶ πρὸς τὰς ἐν Χριστῷ διακονίας ἄπρακτον παρὰ τὸ εἰκὸς καθίστασθαι,
μητ᾿ αὖ διὰ τὸν κόρον τῶν εἰσκριθέντων τὰς ψυχικὰς ἕξεις ἀκηδίας ἐνέχεσθαι πάθεσιν,
ἐξ ἧς ὁ περιεκτικὸς τῷ μοναχῷ συνάγεται θάνατος. ἀμέλει ἐν τούτοις ἐγχρονίσας ὁ
μακαρίτης, ἀρχετύπου τάξιν ἐπεῖχεν τοῖς πράγμασιν, εἰ καὶ μηδέπω σαφῶς τοῖς ὀνόμασιν
πάσης ἁπλῶς ἀρετῆς, τοὺς ἀκριβεῖς ἐμποιῶν τοῖς μεταλαμβάνουσι χαρακτῆρας· πρὸς ὃν
δὴ βλέποντες οἱ συνασκηταί, καὶ μάλιστα ὁ θαυμάσιος Ἰωσήφ, ὁ καὶ τὴν φύσιν αὐτῷ
καὶ τὴν προαίρεσιν προσφυῶς οἰκειούμενος, ἐμορφοῦτο τὴν ψυχὴν τῷ
[p. 245Α] ἐκείνου κάλλει τοιουτοσθενῆ [λεγε· ταυτοσθενῆ?] προθυμίαν τῇ τῶν πρακτέων
ἐνδεικνύμενος ἐξομοιώσει· διὸ καὶ ἄλλος τις εἶναι Θεόδωρος παρ᾿ αὐτοῖς εἰκάζετο
πολὺς ἀρετῇ καὶ γνώσει γεγονώς· ὃς καὶ θείᾳ ψήφῳ τῆς ἐν Θεσσαλονίκῃ ἁγίας τοῦ θεοῦ
ἐκκλησίας ἐν καιρῷ ἰδίῳ τοὺς οἴακας ἐγχειρισθείς, πλείστας ὑπερορίας καὶ φρουρὰς
ὑπὲρ τῆς ὀρθοδόξου ἐκαρτέρησε πίστεως· μεθ᾿ οὗ καὶ Ἀντώνιος καὶ Τιμόθεος, Ἀθανάσιός
[insert from Α 128Β· Εὐθύμιός τε]
τε καὶ Ναυκράτιος καὶ πλεῖστος ἄλλος ὅμιλος ἐφεξῆς, οἳ διὰ τῆς ἀσκητικῆς τηνικάδε
ζωῆς καὶ τῆς ἀθλητικῆς ὕστερον ἐνστάσεως ἐνέκρωσαν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ τοῦ
ἀντιπάλου πᾶσαν τὴν δύναμιν κατεπάτησαν.
9. ὁ γοῦν πατὴρ ἡμῶν Θεόδωρος πάντων μὲν τῶν θεοφόρων πατέρων μετῄει τοὺς βίους
καὶ τοὺς λόγους ἐν συντετριμμένῃ καρδίᾳ καὶ πνεύματι [Β] ταπεινώσεως, μίαν ἐπιζητῶν
εἰς τὸν προκείμενον αὐτῷ σκοπὸν λυσιτέλειαν, τὸ πῶς δεῖ εὐαρεστῆσαι θεῷ τοὺς τὴν
ἐπὶ τὸ αὐτὸ ζωὴν ἑλομένους· διαφερόντως δὲ ἐραστὴς καὶ μιμητὴς λέγεται γεγονέναι
τοῦ οὐρανοφάντορος Βασιλείου· τούτου γὰρ ταῖς ἀσκητικαῖς νομοθεσίαις καὶ ταῖς ἄλλαις
μάλιστα τῶν θεοσόφων βίβλων ἐμφιλοσοφῶν δογματοθεσίαις καὶ τὸ πλάτος τῆς σοφίας
τε καὶ φρονήσεως αὐτοῦ μεγάλως ἀποθαυμάζων, ὅλον ἑαυτὸν ἐμπαρεῖχεν εἰς ἀφομοίωσιν
τοῦ μεγάλου, τῆς ἐπ᾿ ἀγαθοῖς ῥαθυμίας ἐν αὐτῷ λοιπὸν χώραν οὐκ ἐχούσης· παρεωραμένην
γὰρ εὑρὼν κατ᾿ ἐκεῖνο καιροῦ τὴν τῶν ἀσκητικῶν αὐτοῦ διατύπωσιν ὑπὸ τῶν ἐν κοινοβίοις
διαιτᾶσθαι ἀνεχομένων, τῷ δούλους, φημί, καὶ βοσκημάτων νομάδας καὶ θήλεια περιποιεῖσθαι
κτήνη, πλήττεται [Χ] μὲν ἱκανῶς τὴν καρδίαν ἐπὶ ταῖς τοιαύταις τῶν νόμων ὑπεροψίαις,
ἀνδρειοῦται δὲ αὖθις καὶ πρόσεισι συνετῶς τῷ πρεσβύτῃ Πλάτωνι, μὴ δεῖν φάσκων παρεᾶσαι
τὴν τοιαύτην τῶν πολλῶν ἀθεράπευτον νόσον, ἀλλὰ τῷ καθ᾿ ἑαυτοὺς ὑποδείγματι τὴν
ἐξ ἀπιστίας καὶ φιλοκοσμίας συμβαίνουσαν τοῖς πολλοῖς ἀναστεῖλαι καινοτομίαν καὶ
γὰρ ἀκαλλὲς ἁγίοις τὸ παρακερδαίνειν ζητεῖν, ἃ τοῖς ἐν κόσμῳ πρέπει, καὶ πολιτείαν
ἐπιτηδεύουσι τὴν οὐκ εἰς ἅπαν ἡγιασμένην· ὃ δὴ καὶ θᾶττον ἢ λόγος ἐπεραίνετο, Χριστοῦ
συνεργοῦντος καὶ τοῦ πανοσίου Πλάτωνος ἐπικυροῦντος τὸ τῆς ἀξιώσεως σωτηριῶδες·
τὸν μὲν γὰρ ἐσμὸν τῶν οἰκετῶν ἐλευθερίαις ἐγγράφοις ἐφοδιάσαντες αὐτεξουσίῳ ποδὶ
πολιτεύεσθαι εἴασαν· τὰ δ᾿ ἄλλως ἔχοντα τῶν πραγμάτων [Δ] τοῖς ἐνδεέσιν ἐσκόρπισαν·
καὶ τούτῳ τῷ τρόπῳ καθιστῶσι σφᾶς αὐτοὺς ἐπιδηλοτέρους ἀκουστὰς τῶν πατρικῶν παραδόσεων
καὶ μοναχικῆς εὐκοσμίας ἀκαπηλεύτους ζωγράφους. περιηχηθείσης πανταχοῦ τῆς ἀγαθῆς
τοιαύτης τῶν ἀειμνήστων πράξεως, ἣ τοὺς μὲν τῶν καλῶν ἐραστὰς πρὸς τὸν ὅμοιον τῆς
ἀρετῆς διήγειρε ζῆλον, τοὺς δὲ τὴν ἀληθῆ τῆς ἀσκήσεως παραχαράττειν συνεθισθέντας
τρίβον, πρὸς φθόνον ἐρρίπισε τὸν μισόθεον· ἀλλ᾿ οὔτε τοῖς
[p. 248Α] ἐκείνων ἡδόμενοι λόγοις, ὡς μέγα τι κατορθωκότες πρὸς κενοδοξίας ἐξεκυλίστῃ
[λεγε· ἐξεκυλίσθη ορ ἐξεκυλισθήτην?] ὄλισθον, οὔτε τούτῳ τῷ φαυλισμῷ ἡττηθέντες
τῆς θεοφιλοῦς ἔχεσθαι κατολιγώρησαν [λεγε· κατωλιγώρησαν] ἐντολῆς, ἀλλ᾿ ἔσω τῶν
τῆς ὀρθῆς κρίσεως ἑαυτοὺς περιφυλάσσοντες κλείθρων, τὴν ἐξ ἑκατέρων βλάβην φρονίμως
ἐξέκλιναν.
10. ἀμέλει τούτων οὕτω προβάντων, καὶ τῆς κατ᾿ αὐτοὺς ἀδελφότητος αὐξηθείσης καὶ
δίκην λιπαρᾶς καὶ εὐγείου χώρας, τῇ ἐμπειρίᾳ τῶν εὐφυῶν καλλιεργηθείσης φυτοκόμων
καὶ καρπὸν ἀποδιδούσης τῷ δεσπότῃ πολυπλασίονα, χρῆναι καλῶς ὑπειληφὼς Πλάτων ὁ
σοφὸς ποιμνιάρχης, τὸν πολλῷ πρώην ἑαυτὸν τῇ τριάδι διὰ τῆς παντελοῦς τῶν μελῶν
νεκρώσεως ἀξίως ἱερουργήσαντα καὶ τῆς ἁγνείας καθαρώτατον ὄντα τέμενος ἀποφῆναι
καὶ θυηπόλον τῆς ἀναιμάκτου καὶ παμφαοῦς θυσίας, εἰσελαύνει σὺν αὐτῷ πρὸς τὸν θεόληπτον
πατριάρχην Ταράσιον, ἀχθομένῳ μὲν ὅτι μάλιστα διὰ τὴν εἰς [Β] αὐτὸν γνώμην τοῦ ὁσίου,
εἴκοντι δ᾿ ὅλως δι᾿ εὐπείθειαν καὶ τοῦ μὴ δόξαι φρονεῖν τοῦ πατρὸς βελτίονα· οὓς
ὁ θεῖος ἱεροθέτης καθάπερ τινὰς θησαυροὺς ἐπιθυμητοὺς μετὰ πολλῆς προσηκάμενος τῆς
θυμηδείας, ἐπιτίθησι τῷ Θεοδώρῳ τὴν χεῖρα καὶ τελεσιουργεῖ ἐπ᾿ αὐτῷ τὴν τῆς ἱερωσύνης
τελείωσιν, ἀπὸ τῆς ἐλάττονος τῶν ὑποδιακόνων ἀρξάμενος καὶ μέχρι τῆς τοῦ πρεσβυτέρου
τάξεως ἐληλυθώς. ἐπεὶ δὲ ταχέως πρὸς τὸ οἰκεῖον ἐξέπλευσαν μοναστήριον, οὐκ ᾤετο
δεῖν ὁ θεῖος Θεόδωρος τοῖς προτέροις ἐμπεριέχεσθαι ἀγωνίσμασι, τὸ τῆς ἀρετῆς ἀεικίνητον
εὖ εἰδώς, ἀλλ᾿ ὃν τρόπον στρατιώτης μαχιμώτατος πρώην πολλῷ τοὺς ἀνταγωνιζομένους
αὐτῷ τροπωσάμενος, καὶ τῆς κατ᾿ αὐτῶν νίκης τὸ κλέος ἀράμενος, πλείονα ῥώμην καὶ
[Χ] προθυμίαν εἰς τὸ ἑξῆς ἐπιδείκνυται, οὕτω δὴ καὶ Θεόδωρος ὁ τῆς ἀρετῆς ἀθλητής,
τὸν τῆς χειροτονίας βαθμὸν βραβεῖον νίκης τῆς κατὰ τῶν πολεμίων παθῶν ἄρασθαι λογισάμενος
καὶ μειζοτέρων ἀγώνων ὑπόθεσιν τὴν προτίμησιν κρίνας, Ϡοὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς,
οὐδὲ τοῖς βλεφάροις αὐτοῦ νυσταγμόν, ἢ ἀνάπαυσιν τοῖς κροτάφοιςϠ, ψαλμικῶς εἰπεῖν,
ἀλλ᾿ ἐκτήκων ἑαυτοῦ τὰς σάρκας ταῖς παννυχίοις μελέταις τῶν ἱερῶν γραφῶν, ἐκράτει
μικροῦ καὶ τοῦ κατὰ τὴν φύσιν ὀφλήματος, καὶ τὴν ἀναγκαιοτάτην ἔκτισιν τῆς οὐσίας
ὑπερφυῶς ἐδείκνυ ἐνδεχομένην, ὡς οὐδ᾿ αὐτῆς ὅλης ὥρας διὰ τοῦ ἡμερονυκτίου μεταλαγχάνων
τοῦ ὕπνου, τὰς δὲ λοιπὰς ταῖς ἀγαθοεργίαις καταναλίσκων.
11. [Δ] οὕτω τοίνυν μεγεθυνόμενον ταῖς ἀρεταῖς ὁσημέραι τὸν Θεόδωρον βλέπων ὁ τρισόσιος
Πλάτων, ἠβουλήθη πολλάκις, ὡς ἤδη τὴν εὐφυᾶ καὶ ἀπόλεκτον ἐξησκηκότα ζωήν, καθηγούμενον
αὐτὸν ἀναδεῖξαι τῆς πρὸς οὐρανὸν τρεχούσης ὑπ᾿ αὐτὸν ἀδελφότητος, εἰς ἁπλῆν ἑκατοντάδα
τῇ τοῦ Χριστοῦ ἐπεκταθείσης χάριτι, ἀλλ᾿ οὐκ ἔπειθε τὸν ἐπὶ πᾶσιν ἄλλοις κηροῦ μαλακώτερον
πειθαρχοῦντα, εἰδότα σαφῶς τὸ ἐπηρτημένον κρίμα τοῖς τῇ τοιαύτῃ ἀρχῇ ῥιψοκινδύνως
προσβαίνουσιν, ἧς καὶ τὸ δυσκατόρθωτον ὁ πολὺς ἐν θεολογίᾳ ὑπέγραψε
[p. 249Α] φάσκων· Ϡχαλεποῦ ὄντος τοῦ εἰδέναι ἄρχεσθαι, κινδυνεύει πολλῷ χαλεπώτερον
εἶναι τὸ εἰδέναι ἄρχειν ἀνθρώπων.Ϡ πλὴν οὐκ ἔδει μέχρι παντὸς κρύπτεσθαι τὸν νοητὸν
λύχνον ὑπὸ τὸν τῆς ὑφεδρείας μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν τεθῆναι τῆς ποιμαντικῆς
ἀναβάσεως, πρὸς τὸ φαίνειν πᾶσι τοῖς ἑν τῇ οἰκίᾳ τῇ τῶν φωτοποιῶν αὐτοῦ πράξεων
ἐκπρεπεῖ λαμπαδουχίᾳ· νόσῳ γὰρ ληφθεὶς ἐν μιᾷ ὁ ὅσιος Πλάτων, καὶ λάβρῳ πυρετῷ τὰ
ἔνδον περικαιόμενος ἐφ᾿ ἱκανὰς ἡμέρας, ὡς καὶ δόξαι πολλοῖς τῶν προσκαίρων ἀφίπτασθαι,
ἐπείπερ εἰκὸς ἦν τὸν μετ᾿ ἐκεῖνον προστησόμενον τῆς ποίμνης, ψήφῳ τῆς ἀδελφότητος
εἰς τοῦτο τάξεως ἐλθεῖν, σύνοδον ποιεῖται πάντων τῶν ἐν πνεύματι υἱῶν αὐτοῦ καὶ
τούτοις βραχέα ἄττα περὶ τῆς ὁρωμένης αὐτοῦ διεξελθὼν νόσου, ἀξιοῖ διενθυμηθῆναι
καὶ εἰπεῖν τίνα αἱροῦνται [Β] καταστῆναι αὐτοῖς εἰς ποιμένα· τῶν δὲ ὥσπερ μιᾷ φωνῇ
τὸν μέγαν Θεόδωρον ὀνομαστὶ προχειρισαμένων, μετακαλεῖται αὐτὸν εἰς τὸ μέσον ἐλθεῖν,
καὶ δὴ λόγοις τε καὶ σχήμασιν ὡς θανατηφόρος πέλει ἡ νόσος πρὸς αὐτὸν βεβαιωσάμενος,
εἶτα καὶ τοῦ πνευματικοῦ συλλόγου τῶν ἐν Χριστῷ ἀδελφῶν τὴν εἰς αὐτὸν ἐξενεχθεῖσαν
προσειπὼν ψῆφον, καὶ ὡς θέλημά ἐστι προηγούμενον τὴν αὐτῶν ἀναδέξασθαι φροντίδα,
πείθει μόλις ποτὲ εἰς τοῦτο ἐλθεῖν, τρισκαιδέκατον ἀνάγοντα ἔτος τῆς ἀνοθεύτου αὐτοῦ
ἐν κυρίῳ ὑποταγῆς, τῆς δέ γε πάσης ἡλικίας πέμπτον καὶ τριακοστόν. οὕτω τοιγαροῦν
ἔρχεται εἰς τὴν τῶν ἀδελφῶν προστασίαν, φόβῳ μὲν καὶ τρόμῳ συνεχόμενος διὰ τὸν παρεπόμενον
ἐξ ἀβουλίας ταῖς τῶν ποιμαινομένων ψυχαῖς ὄλεθρον.
12. [Χ] ὅμως οὖν διανίσταται καὶ τῆς φίλης ἀπραγμοσύνης τὸ περιὸν ἀφειδήσας ἐναγώνιος
γίγνεται καὶ παρασκευάζεται πρὸς τὸν καταρτισμὸν τῆς ποίμνης. καὶ δὴ τῷ μόνῳ πανσόφῳ
καὶ δυνατῷ θεῷ τῷ τοὺς ἀσθενεῖς περιζωννύοντι δύναμιν καὶ αὐτοὺς σοφοῦντι τοὺς τυφλοὺς
τεθαρρηκὼς ἀναλαμβάνει τὰ ὅπλα τοῦ φωτός, τὰς γραφικάς, φημί, εἰσηγήσεις καὶ καθίσταται
ἐν μέσῳ τῆς ἱερᾶς ἐκείνης συγκλήτου οἷά τις ἐμπειροπόλεμος καὶ κραταιὸς ὑπερτίναξ
[λεγε· ὑπεράναξ ορ Περτίναξ?] καὶ τῆς διδασκαλίας διαχειρισάμενος τὴν διαπρύσιον
σάλπιγγα, ὑποφωνεῖ τοῖς συνασπισταῖς τὴν πρὸς τοὺς νοητοὺς δυσμενεῖς ἐπιστημονικὴν
παράταξιν, τόξα τούτοις καὶ δόρατα, θυρεούς τε καὶ κράνη καὶ φωνὰς τροπαιοφόρων
ἀλαλαγμῶν διεσμιλευμένως ἐναρμοσάμενος· καὶ στερεοῖ οὕτω γε τὰς τούτων [Δ] ψυχὰς
κατὰ τῶν ἀφανῶν Μαδιηνέων καὶ δείκνυσιν αὐτοῖς τὸ ποῖα ποίοις καὶ τίνα τίσι καὶ
πῶς καὶ πότε κεχρῆσθαι προσήκει τῶν ἐνθυμημάτων καὶ λογισμῶν καὶ λόγων τε καὶ πράξεων,
δι᾿ ὧν σὺν θεῷ δυνήσονται τῶν νοητῶν ἀλλοφύλων τοὺς λόχους ὑπεκδραμεῖν καὶ τὰ κατ᾿
αὐτῶν τῆς νίκης σύμβολα περιφανῶς ἀναστήσασθαι.
13. εἶχεν μὲν οὖν ὁ ἱερὸς πατὴρ ἡμῶν καὶ τὸν οἰκεῖον βίον ἀληθῶς σιωπῶσαν παραίνεσιν
καὶ τὸ κατ᾿ ἀμφοῖν δὲ κατάστημα τῶν ἠθῶν ἀξιόπιστον προὐβάλλετο πρέσβυν, δυσωπῆσαι
αὐτοὺς δυνάμενον πρὸς ἀνάληψιν τῶν ὑπὲρ ἀρετῆς πόνων· ἀλλ᾿ ἐπειδὴ πρὸς τὸ ἄγαν ἐξασκῆσαι
σοφίαν θείαν τε
[p. 252Α] καὶ ἀνθρωπίνην καὶ τὸ διδασκαλικὸν ἀπειλήφει παρὰ τῶν ἀεννάων ὑδάτων τοῦ
πνεύματος, ὅθεν συνεχῶς τὴν λογικὴν ἀνεστόμου τῆς διανοίας εἰρήνην, καὶ τὰ ῥεῖθρα
τῆς ζωηφόρου ἐξέβλυζε διδασκαλίας καὶ τὸν μὲν καταπιμπρᾶσθαι μέλλοντα τῇ πυριφλέκτῳ
τῶν παθῶν καμίνῳ κατεδρόσιζέ τε καὶ ἀπετέφρου τοὺς τῆς ἡδονῆς ψυχοβλαβεῖς ἄνθρακας,
τὸν δὲ νοσοῦντα κατὰ τῶν ἔνδον ἐκ πονηρῶν λογισμῶν ἄνθρωπον καὶ πρὸς τὸν τῆς ἁμαρτίας
ὑπὸ τούτων ἐπειγόμενον θάνατον, ὥσπερ τις οὐράνιος ἀκέστωρ ἐπισκεπτόμενος, καὶ τὴν
ἀλεξίκακον τῶν σωτηρίων λόγων ἐπιδιδοὺς τῷ κάμνοντι κύλικα, τῆς κατεχούσης λώβης
παραδόξως ἀπήλλαττεν· καὶ οὕτως ἀμφοτέρωθεν πράξεως δὴ λέγω καὶ θεωρίας ὠφέλιμος
ἦν, ὅτι τοῖς φοιτῶσι Θεόδωρος, πῇ μὲν ἰδίᾳ ἑκάστῳ [Β] πρὸς τὴν ἐξαγγελτικὴν ποιότητα
καὶ τὰς ἀντιδόσεις ποιούμενος τοῖς κακοσίτοις, πῇ δὲ κατὰ κοινοῦ ἐπ᾿ ἐκκλησίας μετὰ
τὴν συμπλήρωσιν τῶν ἑωθινῶν ὕμνων, πᾶσιν ὁμοῦ διαλεγόμενος τὰ συμφέροντα, καὶ τοῦτο
τρὶς τῆς ἑβδομάδος τὸ πνευματικὸν τοῦ λόγου σιτηρέσιον ὡς εὐγνώμων ἐπίτροπος τοῖς
συνδούλοις οἰκονομούμενος, φόβῳ τε καὶ πόθῳ τῷ πρὸς τὸν κοινὸν δεσπότην καὶ σωτῆρα
τῶν ὅλων Χριστόν.
14. ἀλλ᾿ ἰτέον λοιπὸν τοῦ καιροῦ καλοῦντος ἡμᾶς, ἐπὶ τὰ τῆς ἀθλήσεως σκάμματα τοῦ
μεγάλου τούτου τῆς εὐσεβείας παγκρατιαστοῦ. κατ᾿ ἐκεῖνον τὸν καιρὸν ἐβασίλευσεν
μονοκρατορήσας Κωνσταντῖνος, ὁ τῆς φιλοχρίστου Εἰρήνης υἱός, ὅστις τὸ τῆς νεότητος
ἀνειμένον τε καὶ ἀπαιδαγώγητον ἔχων, καὶ τοῖς τῆς σαρκὸς διαπύροις ἡττηθεὶς [Χ]
σκιρτήμασιν, ἀθετήσας τὴν πρότερον αὐτῷ κατὰ νόμους γεγαμημένην, καὶ ταύτην ἀποκαρθῆναι
βεβιασμένως ποιήσας, ἑτέραν μοιχικῷ τρόπῳ, κατὰ τὸν πάλαι Ἡρώδην, ἀνυποστόλως ἠγάγετο,
ἧς τὸ ὄνομα Θεοδότη, σκάνδαλον παρεισάξας ὁ δείλαιος μέγιστον, οὐ μόνον τῇ τοῦ θεοῦ
ἐκκλησίᾳ, ἀλλὰ καὶ πᾶσι τοῖς τῶν ἐθνῶν ἀρχηγοῖς καὶ τοπάρχαις. ὁ γὰρ θεῖος πατριάρχης
Ταράσιος τὸ τοιοῦτον ἀπευδοκῶν συνοικέσιον, τὴν εἰς αὐτοὺς στεφανικὴν ἀποστρέφεται
χειροθεσίαν, τῷ παρανόμῳ τῆς μίξεως οὐ συναινῶν ἐνεργήματι, ψυχαῖς γὰρ βεβήλοις
ἀσυναφὴς ὁ Χριστός, ὥς πού τις ἔφη τῶν πρὸ ἡμῶν ἁγίων· Ἰωσὴφ δέ τις πρεσβύτερος
καὶ οἰκονόμος τυγχάνων τῆς αὐτῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας, τῶν μοιχωμένων τε
συνήθης ὤν, ἀναδέχεται [Δ] τολμηρῶς τὸ ἐγχείρημα, καὶ στεφανοῖ τοὺς ἀθέσμους, ἔξω
θεσμῶν ἀποσκιρτήσας θείων καὶ ἀνθρωπίνων· καὶ γίνεται προβολὴ τοῦ τοιούτου κακοῦ
οὐ μόνον ἐπὶ τῆς βασιλευούσης, ἀλλὰ καὶ ἐπὶ ταῖς ἐξωτάτω χώραις· οὕτω γὰρ ὁ τῆς
Λογγιβαρδίας ῥήξ, οὕτως ὁ τῆς Γοτθίας, οὕτως ὁ τῆς Βοσπόρου τοπάρχης, τῇ λύσει ταύτης
τῆς ἐντολῆς ἐπερειδόμενοι, μοιχικαῖς ὀρέξεσι καὶ ἀκράτοις ἐπιθυμίαις ἑαυτοὺς περιέπειραν,
τὴν τοῦ βασιλέως Ῥωμαίων πρᾶξιν εὐπροφάσιστον ἔχοντες ἀπολογίαν, ὡς ἐκείνου μὲν
τῷ αὐτῷ περιπεσόντος, ἀποδεδεγμένου δὲ παρά τε τοῦ πατριάρχου καὶ τῶν σὺν αὐτῷ ἀρχιερέων.
15. ταῦτα οῦν τὰ παράνομα διαγνοὺς ὁ κατὰ Χριστὸν Ἰησοῦν χαρακτηριζόμενος ἄνθρωπος
[p. 253Α] καὶ πᾶσαν ὡς δυνατὸν ἑκάστοτε δικαιοσύνην προφανῶς ἀποπληρῶν, τοῦ τε ὁμοφύλου
γένους πατρικοῖς προμηθούμενος σπλάγχνοις, ἠνιᾶτο, ἐδυσφόρει καθ᾿ ἑαυτόν, τὴν ἁπάντων
ὁμοῦ ἀπωδύρετο ἀπώλειαν τῶν τε νῦν καὶ τῶν μετὰ ταῦτα· ἐδεδίει γὰρ εἰκότως μή πως
εἰς νόμον τοῖς ἀνοήτοις ἡ τοῦ κρατοῦντος ἀλογιστία παραδεχθεῖσα, ἀνίατον παραπέμψῃ
ταῖς ὕστερον γενεαῖς τὸ πρακτέον· διά τοι τοῦτο οὐ παρασιωπᾷ τοῦ μὴ ἐλέγξαι τὸ πῆμα,
ἀλλ᾿ ἀπορρήγνυσιν ἑαυτὸν σὺν τῷ ἰδίῳ πατρὶ τῆς ἐκείνων εὐθὺς κοινωνίας. ἀκουστὴ
δὲ γίνεται ἡ κατὰ θεὸν αὐτῶν τῆς μοιχείας ἀποστροφὴ εἰς τὰ τοῦ βασιλέως ὦτα· ὁ δὲ
πρῶτα μὲν ἐπιεικεύεται οὐκ ἀγανακτῶν πρὸς τὸ κακόφημον, καὶ δι᾿ ἑτέρων τοῦτο μαθὼν
καὶ ὑπ᾿ αὐτῆς τῆς μοιχαλίδος, τρόπον τινὰ [Β] κατεπτηχὼς τὴν τῶν μακαρίων διάζευξιν
ὡς τὸ ἀσύγκριτον ἐχόντων καὶ περίβλεπτον ἐν τῇ τῶν μοναχῶν πολιτείᾳ. ἔπειτα δὲ κινεῖται
παντοίως μηχανώμενος τοὺς ἀχειρώτους χειρώσασθαι εἰς τὸ συνθέσθαι τῷ κατ᾿ αὐτὸν
μύσει, μάλιστα τοῦτ᾿ ἐλπίσας, διὰ τὸ συγγενίδα αὐτῶν εἶναι τὴν εἰς τὰ βασίλεια προσειλημμένην,
ὅτι ἐξαδέλφη ἐτύγχανε τοῦ πατρὸς ἡμῶν Θεοδώρου ἡ συστεφανωθεῖσα τῷ Κωνσταντίνῳ.
ὅθεν καὶ προετρέψατο αὐτὴν χρυσίον αὐτοῖς ἀποστεῖλαι μετὰ τῆς ἑπομένης ἐξ αὐτῶν
προσκυνήσεως· ὡς δὲ ἐψεύσθη τῆς ἐλπίδος, ἀνωτέρους αἰσθηθεὶς τῆς ἑαυτοῦ κολακείας
τοὺς θεοφόρους ἑτεροίως τὴν πρὸς αὐτοὺς ἐπιτηδεύει πάλην· προσποιησάμενος γὰρ τὴν
τῶν αὐτομάτως γῆθεν ἀναδιδομένην [λεγε· ἀναδιδομένων?] θερμῶν ἀπόλαυσιν, τὴν εἰς
Προῦσαν ποιεῖται ἄφιξιν ἀνακτορικήν, οἰηθεὶς ὡς πάντως [Χ] ἐλεύσονται πρὸς αὐτὸν
οἱ ἀοίδιμοι, τὴν ἐξ ἔθους μετὰ τῶν ἄλλων ἀπονεμοῦντες προσκύνησιν. ἐπεὶ δὲ τῶν δοκηθέντων
αὐτῷ οὐδὲν εἰς πέρας ἀπέβη, θυμαίνεται μὲν κατὰ φρένα, παλινοστεῖ δὲ ὡς τάχιστα
εἰς τὰ βασίλεια, μεγάλα φυσῶν κατὰ τῶν ἀθῴων.
16. καὶ δὴ μεταπεμψάμενος τὸν ἐπὶ τῶν σχολῶν δομέστικον, ἀποστέλλει σὺν αὐτῷ καὶ
τὸν στρατηγὸν τοῦ Ὀψικίου πρὸς τοὺς ὁσίους τὰ τῆς κακώσεως ἐνεργήσοντας· οἵτινες
καταλαβόντες τὸ μοναστήριον, μαστίζουσι μὲν βουνεύροις εἰς κόρον τὸν ἀεὶ τοῦτο διὰ
Χριστὸν διψῶντα, καὶ ἑτέρους τρεῖς τῶν τὰ πρώτα φερόντων ἀδελφῶν· ἐξορίζουσι δ᾿
αὐτὸν σὺν ἄλλοις δέκα τῶν ἐπισημοτάτων τῆς ἀδελφότητος ἐν [Δ] Θεσσαλονίκῃ, προστάξαντες
τοῖς ἀπάγουσιν αὐτοὺς ἐγκεκλεισμένους παραφυλάττειν ἀσφαλῶς, οὐχ ἅμα πάντας κατὰ
τὸ αὐτό, ἀλλ᾿ ἀνὰ μέρος ἕκαστον καὶ ἀποστάδην ἀλλήλων ἐν διαφόροις οἰκίσκοις, πρὸς
τὸ μὴ ἐξεῖναι τὸν τυχόντα πρὸς τὸν ἕτερον ἀπελθεῖν. τὸν μέντοι μακάριον Πλάτωνα
ἐν τῇ τοῦ ἁγίου Σεργίου μονῇ ἐκπέμπουσιν ἀπρόϊτον καὶ αὐτὸν ἐκεῖσε μένειν ἐγκελευσάμενον.
ἀλλ᾿ οἷον καὶ ὅσον κατόρθωμα τῇ οἰκουμένῃ πάσῃ ὁ τοῦ θεοφόρου πατρὸς ἡμῶν ἐκτετέλεκεν
ἄεθλος, ἔξεστιν εὐθὺς συνιδεῖν· οἱ γὰρ ἐν τοῖς κλίμασι τῆς κατὰ Χερσῶνα καὶ Βόσπορον
παροικίας ἐπίσκοποι καὶ πρεσβύτεροι, πρὸς δὲ καὶ τῶν μοναστῶν οἱ θεοειδέστεροι τὴν
τοῦ θείου πατρὸς ἡμῶν ἐπακούσαντες πρᾶξιν, καὶ συνηγοροῦσαν
[p. 256Α] εὑρηκότες τοῖς θείοις εὐαγγελίοις, ζηλοῦσιν ἐν καλῷ τὴν αὐτοῦ παρρησίαν,
ὡς πληροῦσθαι κἀνθάδε τὸ Ϡὁ ζῆλος ὑμῶν ἠρέθισε τοὺς πλείονας εἰς τὸ ἀγαθόν,Ϡ καὶ
παραυτὰ μὲν ἀπρόσδεκτα τίθενται τὰ προσφερόμενα δῶρα τῶν τὰ αὐτὰ τῷ νεωτέρῳ Κωνσταντίνῳ
πραξαμένων ταῖς τοῦ θεοῦ ἐκκλησίαις, ἀφορίζουσι δ᾿ αὐτοὺς καὶ τῶν σεπτῶν καὶ ἀχράντων
τοῦ Χριστοῦ μυστηρίων· λέγουσι καὶ αὐτοὶ συνῳδὰ τῷ ἱερόφρονι Θεοδώρῳ πρὸς τοὺς φαυλίσαντας
τὴν χριστιανικωτάτην παράδοσιν· «οὐκ ἔξεστιν ὑμῖν ἔχειν γυναῖκας παρὰ τοὺς τεθέντας
Χριστόθεν νόμους,» τέλος ἀπελαύνονται καὶ αὐτοὶ τῶν ἰδίων ἐκκλησιῶν καὶ κατασκηνώσεων·
καὶ τἄλλα δὲ πάσχουσιν, ὅσα τοῖς δρῶσίν ἐστιν καταθύμια· θυμοῦ στρατηγοῦντος μάλιστα
τοῦ δεινοῦ ὁπλίτου καὶ χειρὸς βιαίας ἐπιτιθεμένης.
17. [Β] ἐκ δὲ τούτου φόβος ἐπιπίπτει καθ᾿ ὅλην μικροῦ τὴν ὑπὸ τῶν Ῥωμαίων ἀρχὴν
ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας· καὶ γίνεται τοῖς ἀκολασταίνουσι κημὸς ὁ τῶν εὐσεβῶν
διωγμός, καὶ ἀναστέλλεται ταύτῃ τοι ἡ τοῦ κακοῦ τοῦδε φορὰ τοῦ μὴ πρόσω προβαίνειν·
τὰ γὰρ ἀνε<πί>πληκτα τῶν παθῶν ἕρπει μὲν ἀεὶ πρὸς τὸ αἴσχιον ὡς ἔχις, καταδράττεται
δὲ καρδίας καὶ νοῦ, καὶ εἰς ὄλισθον ἄγει παντελῆ τὸν ἁλόντα. ὅπερ ἵνα μὴ γένηται,
ἐν τοῖς προειρημένοις ἀθληταῖς ἡ χάρις τοῦ παναγίου ἐκλάμψασα πνεύματος, ἤλεγξε
ἀναφανδὸν τῆς παρανομίας τὸ ἔργον, καὶ οὕτω μᾶλλον ὁ μέγας Θεόδωρος διαβοητότερος
καθίσταται, μιμητὴς τοῦ Προδρόμου δεικνύμενος καὶ Ἠλιοῦ τοῦ Θεσβίτου, οὐ μόνον ἐν
τοῖς περιοίκοις, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης· ἐν [Χ] γὰρ τῇ Θεσσαλονικέων τὸν
ἅπαντα χρόνον τῆς Κωνσταντίνου βασιλείας περιφρουρούμενος πόλει, εἰς τὰς ἐξωτάτω
χώρας τὰ τῶν ἰδίων κατορθωμάτων ἀπέπεμπε προτερήματα. γεγράφηκε δὲ καὶ τῷ πάπᾳ τῆς
πρεσβυτέρας Ῥώμης δι᾿ οἰκείων αὐτοῦ μαθητῶν δῆλα ταῦτα καταστησάμενος καὶ ἀπεδέχθη
παρ᾿ αὐτοῦ μεγάλως, ὡς μὴ ὑποστειλάμενος ἀναγγεῖλαι τὰ φίλα θεῷ· παρ᾿ οὗ καὶ ἀντίγραφα
ἐδέξατο καταγεραίροντα αὐτοῦ τὴν ὑπὲρ τοῦ καλοῦ ἔνστασίν τε καὶ ἄθλησιν, ὡς ἐξισουμένην
τῇ τοῦ θείου Προδρόμου ἀξιοπρεπῶς παρρησίᾳ.
18. ἀλλ᾿ ἐπειδὴ φησὶν ἡ γραφή, Ϡβασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά,Ϡ καὶ Ϡοἱ ὁδοὶ
τῶν ἀνόμων σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν,Ϡ οὐ μετὰ πολὺν χρόνον ἐπανάστασιν
πρὸς τοῦ ἰδίου ὑποστὰς στρατεύματος ὁ Κωνσταντῖνος, ἀπορφανίζεται [Δ] μὲν ἀμφοτέρων
τῶν ὀφθαλμῶν, ἐκρίπτεται δὲ καὶ αὐτῆς τῆς βασιλείας, ὥσπερ τι φορτίον εἰδεχθὲς καὶ
δυσβάστακτον καὶ ἀνίσταται πάλιν ἡ τούτου μήτηρ καὶ χριστοφιλὴς Εἰρήνη, ἣν ἐκεῖνος
πρώην, ἀσω<τό>τατα διαπραττόμενος, τῶν βασιλικῶν ἀλλοτρίαν ἀπέφηνεν ἐνδιαιτημάτων.
αὕτη οὖν ἡ θεοφιλεστάτη ἄνθρωπος, ἅμα τοῦ ἐπειλῆφθαι τὰ τῆς βασιλείας πηδάλια, ἀνακαλεῖται
μὲν τῆς ἐξορίας τὸν μέγαν Θεόδωρον, ποιεῖ δὲ αὐτὸν ἑνωθῆναι τῷ ἁγιωτάτῳ πατριάρχῃ
Ταρασίῳ, τοῦ Ἰωσήφ, μετὰ τὴν ἐκβολὴν Κωνσταντίνου, τῆς ἱερατικῆς ἀπογυμνωθέντος
ἀξίας, καλῶς πεπραχέναι
π. 257Α] λέγουσα καὶ θεαρέστως τοὺς ἀμφοτέρους, τὸν μὲν ὡς τῶν εὐαγγελικῶν δογμάτων
μέχρις αἵματος καὶ ποινῶν ἀναφανέντα συνίστορα, καὶ διὰ τοῦτο τοῖς μεταγενεστέροις
τὴν καθαρὰν πραγματευσόμενον τῶν ψυχῶν σωτηρίαν, τὸν δὲ ὡς οἰκονομήσαντα συμφερόντως
καὶ τοῦ οἰστροῦντος ἄνακτος τὴν κακότροπον ἐκμοχλεύσαντα γνώμην τὰ χείρω τῶν πρὸ
αὐτοῦ βεβασιλευκότων ἐπαπειλοῦντος ποιήσειν εἰς τὴν τοῦ Χριστοῦ ἐκκλησίαν, εἰ τῶν
κατὰ νοῦν ἀποπέσοιεν· ταῦτα δὲ καὶ ὁ θεῖος Ταράσιος ἐβεβαίωσε, συναφθεὶς τῷ καθ᾿
ἡμᾶς πατρί, ὡς ἀνεγράψατο αὐτὸς οὗτος ὁ ἀθλητὴς τοῦ σωτῆρος Θεόδωρος· οἷς καὶ ἡμεῖς
στοιχήσωμεν καὶ μηδέτερον μέρος κακίσωμεν, ἀλλ᾿ ἑκατέρους ἀποδεχόμενοι, ταῖς εὐαγγελικαῖς
φωναῖς πειθαρχεῖν εἰσέτι μὴ παραιτησώμεθα· τὰ [Β] γὰρ οἰκονομικῶς γινόμενα, οὐ νόμος,
ἀλλ᾿ οὐδὲ πάντα τὸ ἄψεκτον κέκτηνται, ἐπεὶ καὶ Παῦλος ᾠκονόμησε περιτεμὼν τὸν Τιμόθεον
καὶ οὐκ εἰς νόμου τάξιν τοῦτό γε κεκράτηκεν· αὐτὸς γὰρ καὶ ταύτην ἀνέτρεψεν, διωλύγιον
ἐκβοῶν· Ϡεἰ περιτομὴν κηρύσσω, τί ἔτι διώκομαιϠ
19. τοίνυν πνευματικῆς εὐφροσύνης συναπολαύσας τῷ πανιέρῳ Ταρασίῳ ὁ πατὴρ ἡμῶν Θεόδωρος,
ἔξεισιν εἰς τὸ κατ᾿ αὐτὸν φροντιστήριον καὶ συντρέχουσιν ἐπὶ τὸ αὐτὸ ἔνθεν κἀκεῖθεν
τὰ διασκορπισθέντα τῇ αὐτοῦ ἀπουσίᾳ πρόβατα. ἀνεῖται δὲ τῆς φρουρᾶς καὶ ὁ τῶν πατέρων
πατήρ, Πλάτων ὁ ὁσιώτατος καὶ ἀρχιτέκτων ταύτης τῆς θεοσυστάτου τῶν ἀδελφῶν ἱερᾶς
σκηνοπηγίας· καὶ συναγείρεται πλεῖστος ὅμιλος, ὡς αὐτοὺς ἔκ τε τῶν πέλας καὶ τῶν
πόρρωθεν, οἷά τινας προμάχους γενναιοτάτους ἀπὸ [Χ] τῆς ὑπὲρ εὐσεβείας πολεμικῆς
ἐπανελθόντας θεάσασθαι παρατάξεως· διαφημίζεται δὲ κατὰ τὸ μᾶλλον ἔτι ἡ τοῦ Σακκουδίωνος
προσηγορία καὶ Θεόδωρος ἐν τοῖς ἁπάντων ἐμεγαλύνετο στόμασιν· καὶ τὸ ἔργον τῆς διὰ
θεὸν ὑπερορίας εἰς πᾶσαν διατρέχει τὴν ὑπ᾿ οὐρανὸν καὶ διδάσκει πάντας ὁμοῦ τοῖς
εὐαγγελικοῖς ἕπεσθαι παραγγέλμασιν, τὸν μὲν ἄνδρα μιᾶς εἶναι γυναικὸς κύριον τοῦ
θείου λόγου θεσπίσαντος, ὡσαύτως δὲ καὶ τὴν γυναῖκα ἑνὸς ἀνδρὸς σύνοικον· καὶ ταῦτα
ἐννόμως, ἀλλ᾿ οὐ νόθῳ τινὶ καὶ μοιχικῷ συνοικεσίῳ· πορνεία γὰρ καὶ τὰ σαρκὸς πάθη
κατακιβδηλεύει μὲν τὸν ἄνθρωπον τῆς πρὸς θεὸν <δὲ> συναφείας προδήλως ἐξίστησιν·
ἐκ δὲ τούτου πολλοὶ τῆς μεγαλωνύμου πόλεως οἰκήτορες, καὶ μέντοι καὶ τῶν ἐξωτέρων
πολιχνῶν καὶ [Δ] ἀστυγειτόνων ἄνδρες, οὐ μόνον τῶν ἡμετέρων, ἀλλὰ καὶ τῆς ἀπὸ τῶν
ἔξωθεν ὁρμωμένων παιδείας ἐπισημότατοι, πρὸς τὸν μέγαν τοῦτον συνερρύησαν παιδοτρίβην
μοναχικῆς φιλοσοφίας ἐν πείρᾳ γενέσθαι προθέμενοι· οὓς ὁ θεῖος τῆς εὐσεβείας διδάσκαλος
ἀσμένως ὑποδεχόμενος, τοῖς τῆς ἐμπράκτου σοφίας αὐτοῦ κατήρδευε νάμασι, τὸν ἐντετηγμένον
[λεγε· ἐντεθειμένον?] ταῖς ψυχαῖς αὐτῶν ἐξ ἁμαρτίας ἀποκαθαίρων μολυσμὸν καὶ πρὸς
ὁσιότητος καὶ δικαιοσύνης ὁδὸν τὰ κατὰ θεὸν αὐτῶν καταρτίζων διαβήματα.
20. ἀλλὰ τῶν ἀθέων Ἀγαρηνῶν κατὰ τοῦτο τοῦ
[p. 260Α] καιροῦ τὴν καθύπερθεν παροικίαν ληϊσαμένων καὶ φόβον θανάτου ταῖς τῶν
πλησιοχώρων ἐντεκόντων ψυχαῖς, ἀναγκαῖον ἐφάνη τοῖς πατράσιν τὰ τοῦ καιροῦ δρᾶσαι
συμφερόντως καὶ τὴν βασιλεύουσαν πόλιν μὴ κατοκνῆσαι καταλαβεῖν· ὃ καὶ διὰ τάχους
ποιήσαντες, ὑπεδέχθησαν φιλοφρόνως παρά τε τῷ θεσπεσίῳ ἀρχιερεῖ Ταρασίῳ καὶ τῇ εὐσεβεστάτῃ
αὐγούστῃ, ὑφ᾿ ὧν καὶ προτραπέντες λιπαρῶς, τὴν εὐαγεστάτην μονὴν τοῦ Στουδίου πάλαι
πρὸς αὐτοῦ οἰκοδομηθεῖσαν καὶ ἐνδιαίτημα ὁσίων ἀνδρῶν γεγονυῖαν, ὁ Κοπρώνυμος Κωνσταντῖνος
οὐκ εἰς δέκα τὸν ἀριθμὸν ἐάσας τε ἔσεσθαι, παραλαμβάνουσιν, ἱκανὴν οὖσαν πρὸς διαδοχὴν
τῆς πολυανθρώπου ἐκείνης τῶν Ναζιραίων πληθύος· ἔδει γάρ, ἔδει τὸν τοῦ μεγάλου Προδρόμου
μιμητὴν ἀναφανέντα, καὶ τὴν νόσον τῆς μοιχείας ἐκφάνδην ἀποκηρύξαντα, τῷ ἐπωνύμῳ
[Β] αὐτοῦ κατοικισθῆναι ναῷ, καὶ τοῦτον οὐρανὸν ἐπίγειον ταῖς ἀπαύστοις ἀποφῆναι
πρὸς τὴν τριάδα δοξολογίαις.
start insert from Α; ΠΓ 99, 145Α-Β, παρ. 29·
ἀνήρ τις τῶν εὐγενῶν καὶ τὰ μεγάλα δυναμένων ἀπὸ Ῥώμης ἐπανήκων, Στούδιος τῷ ἀνδρὶ
ὄνομα, Εὐπρέπειον δὲ τοῦτον ἡ καθ᾿ ἡμᾶς γλῶσσα οἶδε καλεῖν, ὃς καὶ τῷ τοῦ πατρικίου
καὶ ὑπάτου τετίμητο ἀξιώματι. οὗτος τοίνυν ἐνταυθοῖ κατεσκηνωκὼς καὶ πάντα τὰ αὐτοῦ
διὰ μέγεθος ἀρετῆς τῷ θεῷ ἀνατεθεικὼς καὶ τὸν περιφανῆ τοῦτον σηκὸν τῷ μεγάλῳ Προδρόμῳ
καὶ Βαπτιστῇ ἀνιστᾷ μοναστῶν καταγώγιον ἀποτάξας αὐτόν. ἐν ᾧ δὴ καί, ὡς εἰκός, ἄλλοτε
ἄλλοι τῶν ἀποτασσομένων συνειλεγμένοι κατὰ [143Β] καιροὺς καὶ ἀρετῆς ἔργα ὅτι μάλιστα
ἐπιδεδειγμένοι, οὐ διελίμπανον ἀλλήλοις συνόντες, ἕως ὁ θεομισὴς Κοπρώνυμος Κωνσταντῖνος
πάντας τε ἄλλους μονάζοντας τῆς Βυζαντίδος ἀπήλασε, καὶ δὴ μετὰ τῶν ἄλλων καὶ τούτους.
ἐπεὶ δ᾿ αὖθις ταῖς ἐκκλησίαις ἐπανῆλθε τὰ πράγματα, καὶ ὁ διωγμὸς τοῦ σχήματος πέπαυτο,
ὀλίγοι μέν, πλὴν καὶ αὖθις μοναχοί, τὸν τόπον κατῴκησαν, δώδεκα, ὥς φασι, καὶ οὐ
πλείους τυγχάνοντες.
end insert
καὶ τίς γὰρ τὰς ἐνταῦθα τοῦ πατρὸς ἀγγελομιμήτους καταστάσεις καὶ κοινωφελεῖς διατυπώσεις
κατὰ λόγον εἰπεῖν ἐξισχύσειεν, ἃς ἐκεῖνος τοῖς πανταχόθεν ὡς αὐτὸν ἀφικνουμένοις
προεδίδου τε καὶ ἐδίδασκεν, πρὸς μίαν ἐνάγων τὴν τῶν πολλῶν φρονημάτων τοῦ εὐαγγελίου
σύμπνοιαν, καθ᾿ ὅτι φίλον ἀεὶ παντὶ τὸ ὅμοιον οὐ γὰρ μόνον τοὺς ἄρτι τῆς κοσμικῆς
ἀποφοιτῶντας παρελάμβανεν χλιδῆς, ἀλλὰ καὶ τοὺς ἤδη γεγυμνασμένους τοῖς τῆς ἀσκήσεως
πόνοις τῇ ὑπ᾿ αὐτὸν προσιόντας κατέταττεν ὁμηγύρει, τὸ τοῦ κυρίου πληρῶν λόγιον
τὸ φάσκον Ϡτὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω,Ϡ μὴ προτιμῶν τὸν ὑπ᾿ αὐτοῦ κεκαρμένον
ποτὲ τοῦ ὑφ᾿ ἑτέρου τοῦτο [Χ] παθόντος, καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ἀφιλοσόφως
ποιοῦσιν, ἰδίοις πάθεσι ψυχῆς δουλούμενοι, ἀλλὰ τοὺς πάντας ἐπ᾿ ἴσης ἀγαπῶν καὶ
προμηθούμενος, καὶ πρὸς τὴν ἀρετὴν ἑκάστου τὴν τιμὴν καὶ τὸ γέρας ἀποδιδούς, ὡς
ἐκ τούτου πληθυνθῆναι τὸν ἀριθμὸν τῶν μαθητῶν ἐν ταύτῃ τῇ νέᾳ Ἱερουσαλὴμ σφόδρα
καὶ μικροῦ τὴν χιλιοστὴν ἐπιφθάσαι ψῆφον.
21. οὓς δὴ καὶ καθορῶν προθυμίᾳ ψυχῆς τὸν ζυγὸν τοῦ Χριστοῦ πειθηνίως ὑπερχομένους,
διατίθεται καὶ αὐτὸς κατὰ τὸν ὑψηλὸν Μωυσέα καὶ δημαγωγεῖ τὸν λαὸν τοῦ θεοῦ σοφίας
λόγοις καὶ ἠθῶν καθαρότητι πρὸς τὴν νοητὴν ὡς ἄριστα χειραγωγῶν τῆς ἐπαγγελίας κατάπαυσιν·
καὶ γὰρ ἀρετὴν μέν, φασίν, νομοθέτου τὸ τὰ βέλτιστα συνιδεῖν καὶ πεῖσαι τοὺς χρησομένους
περὶ τῶν ὑπ᾿ αὐτῶν συντεθειμένων, [Δ] πληθύος δὲ τὸ πᾶσι τοῖς δόξασι ἐμμεῖναι, καὶ
μητ᾿ ἐν εὐτυχίαις, μητ᾿ ἐν συμφοραῖς αὐτῶν μηδὲν μεταβάλλειν, ὅπερ ἐστὶ θεοῦ θεραπείας
τρόπος ὁσιώτατος· τοιγαροῦν καθίσταται νομοθέτης ἐπ᾿ αὐτοὺς ἐξαπλῶν τὰ θεοπαράδοτα
κρίματα, ἅπερ αὐτὸς πρὸς τὸ ὄρος ἀναβὰς τῆς ὑψηλῆς πολιτείας, καὶ τῷ γνόφῳ ὑπεισδὺς
τῆς θείας καὶ μακαρίας γνώσεως, πρὸς θεοῦ ἀπειλήφει ὡς ἔν τισι πλαξί λιθίναις, τοῖς
τῆς ἑαυτοῦ στερροτάτης καρδίας πυξίοις, τῷ τοῦ πνεύματος ἐνσημανθέντα δακτύλῳ. [p.
261Α] καὶ ὥσπερ ὁ θεόπτης ἐκεῖνος τῷ κηδεστῇ συμβουλεύσαντι πειθαρχήσας προὐβάλλετο
χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκάρχους, οἷς τὰ τυχόντα τῶν
πραγμάτων ἀναφερόμενα δεξιόν τε ἐλάμβανον τέλος καὶ αὐτὸς τῆς ἐντεῦθεν ἀπηλλάσσετο
φροντίδος, οὕτω καὶ ὁ καθ᾿ ἡμᾶς Μωυσῆς ποιεῖ λαβὼν ἐκεῖθεν τὰς ἀφορμάς, εἰ καὶ μικρόν
τι περὶ τὴν κλῆσιν διαφέρεται· προχειρίζεται μὲν γὰρ διακονιῶν κεφαλάς, τίθησι δὲ
τὰς ὀνομασίας οἰκείας τῷ ἐπιτηδεύματι, ἐπιστημονάρχας καὶ παιδευτὰς καὶ ἐπιτηρητὰς
τούτους ἀποκαλέσας· καθίστησι δὲ καὶ ἐν ἄλλαις προσηγορίαις τοὺς ἁπάσης τῆς ἀδελφότητος
μᾶλλον ὑπερεξέχοντας, οἷον τὸν τα δεύτερα φέροντα, τὸν οἰκονόμον, τὸν παροικονόμον
καὶ τοὺς ὡς ἄλλως ὠνομασμένους· ἐκανόνισε μέντοι καὶ πᾶσι τοῖς πεπιστευμένοις τὰς
διαφόρους διακονίας ἀνὰ μέρος, διὰ [Β] στίχων ἐκ μέτρων ἰαμβικῶν. μᾶλλον δὲ σαφέστερον
εἰπεῖν ἀπὸ τῆς κυριωτάτης καὶ πρώτης, φημί δὴ τῆς τοῦ ἡγουμένου, ἀρξάμενος καὶ μέχρι
τῆς τελευταίας τοῦ ὀψοποιοῦ καταπαύσας, ποιήσας ἐν ἑκάστῳ τῶν τε ἐπιβαλλόντων καὶ
τῶν μηδαμῶς προσηκόντων τὴν καθ᾿ ὑπόθεσιν εἴδησιν· διωρίσατο δὲ συνεκδοχικῶς καὶ
τοῖς διαμαρτάνουσι τῆς ὀφειλομένης σπουδῆς καὶ καθυστεροῦσι κατά τινα γοῦν ἀπειρημένην
αἰτίαν ἐπὶ τῆς [λεγε· τῇ?] τῶν θείων ὕμνων συνάξεσι [λεγε· συνάξει?], ἔτι γε μὴν
καὶ τοῖς ἐπὶ πᾶσι [λεγε· πάσῃ] τῶν ἀδελφῶν ὑπηρεσίᾳ συντεταγμένης ὥρας ἀποτυγχάνουσιν
[λεγε· τοῖς <τῆς> ἐπὶ πάσῃ τῶν ἀδελφῶν ὑπηρεσίᾳ συντεταγμένης ὥρας ἀποτυγχάνουσιν],
ἤτοι σκεῦος συντρίβουσιν, ἢ παροινίαν τινὰ καὶ φαυλισμὸν πρὸς τὸν πέλας ποιουμένοις,
ἀνάλογον ἐπιτίμησιν τεθεικώς.
22. [Χ] τὴν δέ γε τῶν ἐσθημάτων χρῆσιν οὐκ ἀποτεταγμένην, οὐδὲ κατὰ τὸ βουλητὸν
ἑκάστῳ προκεῖσθαι συντέταχεν, ἀλλὰ κἀν τούτῳ ἀποστολικὸν αὐτοὺς φέρειν πεποίηκε
χαρακτῆρα, καθὼς ἡ τῶν Πράξεων ὑποτίθεται βίβλος ὡς· Ϡπάντες οἱ πιστεύσαντες ἦσαν
ἐπὶ τὸ αὐτὸ καὶ εἶχον ἅπαντα κοινάϠ καὶ πάλιν Ϡτοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν
ἡ καρδία καὶ ἡ ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι,
ἀλλ᾿ ἦν αὐτοῖς ἅπαντα κοινά.Ϡ διά τοι τοῦτο ἠφόρισεν αὐτοῖς οἱκίαν, ἐφ᾿ ᾗ συλλήβδην
ἀποτιθέμενοι τὰ δεδουλευκότα καθ᾿ ἓν Σάββατον πέπλη [λεγε· πέπλα] ἀντελάμβανον ἕτερα
διὰ χειρὸς τῶν εἰς τοῦτο καθυπουργεῖν τεταγμένων ἀδελφῶν· τοῦτο δὲ τάξας αὐτοῖς,
οὐκ ἀπέκρινεν τὰ ἑαυτοῦ ὁ πατὴρ τῆς κοινῆς ἱματιοδόχου ἑστίας, ἀλλ᾿ [Δ] ὡς πανταχοῦ,
καὶ ἐν τούτῳ τύπος ἐγεγόνει τοῦ ποιμνίου, δύο σαφῶς εἰδὼς πάσης εἶναι παιδείας τρόπους
καὶ τῆς περὶ τὰ ἤθη κατασκευῆς, ὧν ὁ μὲν λόγῳ διδασκαλικῷ ὁ ἕτερος δὲ διὰ τῆς ἀσκήσεως
τῶν ἠθῶν κατορθοῦται. διὰ τοῦτο διδοὺς καὶ αὐτὸς κατὰ τὴν ἑβδόμην τὸν ὑποδύτην,
ἀντεδέχετο ἕτερον οὐ διοῖσον [λεγε· διαφέροντα?] τῶν πολλῶν, ἀλλὰ τῆς αὐτῆς ὢν [λεγε·
ὄντα] ἐκείνοις ἁδρότητος ἢ τάχα γε καὶ τῆς χείρονος. μνημονεύων δὲ ἀεὶ τοῦ ἀποστόλου
λέγοντος ὅτι, Ϡδωρεὰν ἄρτον οὐκ ἔφαγονϠ καὶ Ϡαἱ χεῖρες αὗται διηκόνησαν καὶ ἐμοὶ
καὶ τοῖς σὺν ἐμοί,Ϡ ἀργίας ὑπομεῖναι τάξιν ἀκίνητον
[p. 264Α] οὐκ ἠνέχετο, ἀλλ᾿ ἐκοπία αὐτὸς ταῖς ἰδίαις χερσὶ γράφων δέλτους καὶ ταύτας
τοῖς τῶν ἀδελφῶν συνεισφέρων ἔργοις, ἐξ ὧν καί τινα [λεγε· τινες?] μέχρι τοῦ δεῦρο
σῴζονται παρ᾿ ἡμῖν σεβασταὶ τυγχάνουσαι, καὶ πάσης ἀποδοχῆς ἄξιαι.
23. συνέταξε μέντοι καὶ πλείστας ὅσας βίβλους οἴκοθεν καὶ ἐξ αὐτοῦ, τὸ τάλαντον
τῆς σοφίας διὰ καθαρότητος ὑπερβολὴν καὶ αὐτὸς ἄνωθεν εἰληχώς· καὶ πρώτην μὲν τὴν
καὶ μέχρις ἡμῶν τρὶς τῆς ἑβδομάδος ἐκκλησιαζομένην τῶν Μικρῶν λεγομένην Κατηχήσεων,
ἑκατὸν οὐσῶν πρὸς τριάκοντα καὶ τεττάρων, σχεδιασθεισῶν αὐτῷ κατὰ τὸ σύνηθες τῆς
πρὸς τοὺς ἀδελφοὺς ὁμιλίας· δευτέραν καὶ τρίτην καὶ τετάρτην τῶν Μεγάλων Κατηχήσεων,
ἃς οὐ σχεδιαστικῶς, ἀλλὰ νουνεχέστερον καθ᾿ ἑαυτὸν συντάξας ἐκδέδωκεν· πλὴν ἐν ἑκατέραις
δείκνυται σαφῶς [Β] ἡ ἐν τοῖς χείλεσιν αὐτοῦ ἐκχυθεῖσα θεία καὶ οὐράνιος χάρις τοῦ
λόγου· οὐδὲ γάρ ἐστιν οὕτως ἀπώνασθαί τινος ἑτέρας βίβλου τῶν θεοσόφων πατέρων τὸν
συνετῶς μετιόντα, ὡς οἶμαι, τῆς ἐν κοινοβιακαῖς τάξεσι θεωρουμένης ὠφελείας, ὡς
ἐκ τῶν μνημονευθεισῶν ἡμῖν τοῦ πατρὸς Κατηχήσεων· πᾶσαν γὰρ περιέχουσιν ἀρετῆς ἰδέαν
καὶ πᾶν ἆκος τῶν κατὰ κακίαν ποικίλων καὶ διαφόρων νοσημάτων ἐπιστημονικώτατα διδάσκουσιν
καὶ φωτισμὸν καὶ κατάνυξιν ταῖς τῶν ἀναγινωσκόντων ἐμποιοῦσι ψυχαῖς. ἔστι δ᾿ αὐτῷ
πεπονημένη καὶ πανηγυρική, δι᾿ ἧσπερ ἐνίας τῶν χριστωνύμων ἑορτῶν καὶ τῆς θεομήτορος
καὶ πάσας δὲ τοῦ μεγάλου Βαπτιστοῦ καὶ Προδρόμου καί τινων ἄλλων ἐπιφανεστέρων ἁγίων,
οὐδὲν ἧττον λαμπροτάτας τῶν ἀρχικωτέρων ἀπέφηνεν [Χ] πανηγυριαρχῶν. συντέταχεν δὲ
καὶ ἑτέραν ἔμμετρον ἰδιαζόντως ἰαμβικὴν χρησιμωτάτην πάνυ, καθ᾿ ἣν τήν τε διάπλασιν
καὶ τὴν ἔκπτωσιν ὑπηγόρευσε τοῦ γενάρχου, πρὸς δὲ καὶ τὴν ἁμαρτίαν καὶ τὴν φθοράν,
ὡς θέμις, ἐξετραγῴδησεν· εἶτα διῃρημένως τοῦ Κάϊν τὸν κατὰ τοῦ Ἄβελ φθόνον καὶ φόνον
κατεκωμῴδησεν· καὶ μέντοι καὶ τὸν Ἐνὼχ καὶ τὸν Νῶε καὶ τοὺς ἐξ αὐτοῦ φύντας θεοφιλεστατους
τρεῖς πατριάρχας διεζευγμένως καὶ ἀκολούθως ἑκάστῳ καὶ τὰς σφῶν ἀοιδίμους συνεύνους
κατὰ τὸ εἰκὸς ἀπεσέμνυνεν. ἔτι γε μὴν καὶ πᾶσαν αἵρεσιν ἀπηριθμήσατο καὶ τῷ ἀναθέματι
καθυπέβαλεν, στίχοις, ὡς ἔφην τριμέτροις καὶ καθαροῖς, τινὰς δὲ αὐτῶν καὶ παντελῶς
ἀνέτρεψεν.
24. [Δ] αἱ δ᾿ ἔτι τῶν ἐπιστολῶν αὐτοῦ βίβλοι πέντε μὲν ἕως τοῦ παρόντος σώζονται
παρ᾿ ἡμῖν, τοσούτῳ γε μὴν τῇ τῶν ἐννοιῶν σεμνότητι καὶ τῇ καθαρότητι τῶν λέξεων
ὑπερημέκον [λεγε· ὑπερηρμένον?] ἔχουσι τὸ κάλλος καὶ τὸν ἐπιστολιμαῖον χαρακτῆρα
δι᾿ ἀκριβείας ἠκονισμένον, ὡς μηδεμίαν ἀδακρυτὶ μετιέναι τόν γε μὴ λιθίνην πάντη
τὴν καρδίαν ἔχοντα. ἔστι δὲ πρὸς ταύταις καὶ ἑτέρα δογματικὴ διὰ πεζῆς λέξεως
[p. 265Α] πραγματευθεῖσα, καθ᾿ ἣν ἐν τρισὶν ἀντιρρητικοῖς λόγοις, ὥσπερ τις ἄλλος
Δαυῒδ τὸν ἀλλόφυλον Γολιάθ, ἤτοι τὴν ἔκφυλον τῆς ἀληθείας τῶν εἰκονομάχων ἐκσφενδονήσας
κατέβαλεν αἵρεσιν καὶ τὸν δεινότατον ὀνειδισμὸν τῆς ἐκκλησίας ἐξῆρεν. ἀλλὰ γὰρ καὶ
τοὺς ἄμφω βασιλεῖς ὡς τῆσδε εἰρημένης βλασφήμου αἱρέσεως κεφαλάς, φημὶ δὲ τὸν Κοπρώνυμον
Κωνσταντῖνον καὶ τὸν θηριόγνωμον, μᾶλλον δὲ θηριώνυμον, Λέοντα οἷόν τισι δόρασι
τοῖς στηλιτευτικοῖς ὑψοῦ μετεωρίσας λόγοις ἐθριάμβευσέν τε καὶ παρεδειγμάτισεν,
καὶ τὰς αὐτῶν ἀνοσιουργίας τοῖς μετὰ ταῦτα διῃρημένως προφανεῖς κατεστήσατο. τοιγαροῦν
πᾶσαν τοῦ νοὸς ἔμφυτον τοῖς θείοις ἐνασχολήσας δύναμιν καὶ διὰ πάσης ἡμέρας καὶ
νυκτὸς τὸν νόμον τοῦ κυρίου ἐκμελετήσας καὶ τὴν βασιλείαν [Β] τῶν οὐρανῶν ἐντὸς
ἑαυτοῦ τε καὶ τῶν ἑπομένων ὡς οἷόν τε καταστησάμενος, μᾶλλον δὲ τὴν βασιλείαν οὐρανῶν
τῇ ταυτότητι τῆς πολιτείας, τὴν περιώνυμον τοῦ Προδρόμου ἐκτετελεκὼς μονήν, ἦν αὐτὸς
οἷά τις ἥλιος ἐν μέσῳ τοῦ πλήθους τῶν νοητῶν ἀστέρων, τὰς τῆς ἰδίας ἀρετῆς καὶ σοφίας
ἀκτινοβολῶν ἀστραπάς, καὶ τοὺς περὶ αὐτὸν καταφωτίζων καὶ πρὸς τὸ κρεῖττον ἐξαλλοιῶν
καὶ μεταποιούμενος.
25. ἀλλ᾿ οὐκ ἤνεγκεν ὁ ἀεὶ χαιρέκακος καὶ πατὴρ τοῦ φθόνου, ὁ μελαντάτης [λεγε·
μελάντατος ορ μελανότατος ?] ὄντως καὶ βαθὺς κόραξ διάβολος τὴν τοσαύτην τοῦ πατρὸς
ἀρετὴν κατὰ τὴν εὐδαίμονα διαφημίζεσθαι, οὐδὲ τὴν τῶν ὑπ᾿ αὐτὸν σωζομένων καλῶς
καὶ διιθυνομένων πληθὺν ἀνεπηρέαστον παρεᾶσαι, καὶ τηλικοῦτον ἀσκητικῆς [Χ] εἶδος
βιώσεως ἐν μέσῃ πολυανδρούσῃ ἐπιδείκνυσθαι πόλει, καί τοι πολλάκις καὶ διαφόρως
ταῖς τοῦ μεγάλου καταβληθεὶς στρατηγίαις, ἀλλ᾿ οἷα κατ᾿ αὐτοῦ μεμελέτηκεν καὶ νῦν
ἐπιτηδεύειν οὐκ ἀναβάλλεται. τὸν γὰρ κατ᾿ ἐκεῖνο καιροῦ τὰ τῆς βασιλείας ἐπειλημμένος
[λεγε· ἐπειλημμένον?] σκῆπτρα, Νικηφόρος δ᾿ ἦν οὗτος, ὃς τὸ [λεγε· τῷ] μὲν δοκεῖν
οὐ πόρρω τῶν εὐσεβῶν βεβασιλευκότων ὑπῆρχεν, τῇ δὲ ἀληθείᾳ μακρῷ τῶν τοιούτων ἀποδιώριστο,
εἴπερ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρὰ εἶναι καθωμολόγηται. τοῦτον τοιγαροῦν εὑρηκὼς
σκεῦός τι σοβαρόγνωμον καὶ πονηρίας μεμεστωμένον, ὁ τοῖς ἀγαθοῖς ἔργοις τῶν δικαίων
ἀεὶ ἐπιμαινόμενος, ὑποβάλλει αὐτοῦ τῇ καρδίᾳ τοῦ ἀθῷον ἀποφῆναι τὸν τὴν μοιχοζευξίαν
πρώην αὐτουργηκότα, καὶ τῷ ἱερατικῷ βαθμῷ ἐγκαταλέξαι, [Δ] ὡς παραίτιον γεγονότα
εἰρήνης, φησί, καὶ τοῦ λυσιτελοῦς φροντίσαντα· καὶ δὴ τῷ ἱερόφρονι συντυχὼν πατριάρχῃ,
ὁ τὴν ὑποθήκην τοῦ ὄφεως παραδεξάμενος ἄναξ, ἀντιβολεῖ καὶ βιάζεται λυθῆναι τὸν
Ἰωσὴφ τοῦ χωρισμοῦ, τοῦ δήσαντος αὐτὸν ἁγιωτάτου Ταρασίου οὕτως ἐάσαντος καὶ πρὸς
τὸν θεὸν ἐκδημήσαντος, ὑποσχόμενος αὐτῷ ὡς βασιλικαῖς ἐπικουρίαις συνελάσειεν ἅπαντας
εἰς τὴν τοιαύτην καθυφεῖναι οἰκονομίαν· οὕτως οὖν πείθει ἄκοντα πάντη καὶ μὴ βουλόμενον
κατὰ νοῦν τὸν τῆς νίκης ἐπώνυμον πατριάρχην πρὸς τὸ δέξασθαι συλλειτουργὸν τὸν ἀνίερον.
καὶ γίνεται πάλιν διαφωνία καὶ γνωμῶν σύγχυσις καὶ προσώπων διαίρεσις ἔν τε τοῖς
ἱεράρχαις καὶ τοῖς μονάζουσιν, τῶν μὲν μὴ
[p. 268Α] προσκροῦσαι τῷ ἄνακτι ἕνεκα τούτου καλῶς ἔχειν ὑπονοούντων, τῶν δὲ περὶ
τὸν μέγαν Θεόδωρον ἀντιφασκόντων, ὡς οὐ δίκαιόν ἐστι τὴν ἐξενεχθεῖσαν πρὸς τοῦ θεσπεσίου
Ταρασίου ἐπὶ τῷ Ἰωσὴφ κρίσιν ἀνατραπῆναι ἐπὶ λυσιτελείᾳ τοῦ παντὸς τηνικάδε γεγενημένην·
ἡ γὰρ ἐπὶ τῶν τοιούτων οἰκονομία, φησίν, τὴν μοιχοζευξίαν προφανῶς συνίστησιν· πρὸς
δὲ καὶ τὴν δικαίαν κρίσιν τοῦ θεοῦ τὴν κατὰ τοῦ νεωτέρου Κωνσταντίνου ἤδη προελθοῦσαν,
ἄξιον συνιδεῖν καὶ μὴ λήθῃ ταύτην παραπέμψαι· κἀντεῦθεν στοχάσασθαι τὸ βούλημα τῆς
θείας νομοθεσίας, ὡς ἂν μὴ ἀποκίλῳ γνώμῃ καὶ ἀχαλινώτοις διανοίας ὁρμαῖς, οἰκονομίας
λόγους ἀναπλάττοιμεν, τοὺς οὔτε γεγονότας πω, οὔτε τὴν ὄνησιν ἁπλῶς τῇ ὑφηλίῳ ἐκποιήσαντας,
πρὸς ὄλεθρον τῶν ἡμετέρων [Β] ψυχῶν· ἐκ δὲ τούτου ἀσύμβατοι μείναντες πρὸς τὰς κρίσεις,
ἀλλήλων διέστησαν, καθά ποτε Παῦλός τε καὶ Βαρναβᾶς ἐν τῇ περὶ τὸν Ἰωάννην τὸν καλούμενον
Μᾶρκον διαφωνίᾳ, καθὼς γέγραπται· Ϡἐγένετο δὲ παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς
ἀπ᾿ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον, Παῦλος
δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι τοῦ θεοῦ ὑπὸ τῶν ἀδελφῶν.Ϡ ὅπερ
ἐφθακὼς ὁ θεῖος Χρυσόστομος ἐν τῇ τῶν Πράξεων θεοφεγγεῖ ἑρμηνείᾳ τάδε φησί· Ϡτίς
μὲν οὖν αὐτῶν ἐβουλεύσατο βέλτιον, οὐχ ἡμῶν ἀποφήνασθαι.Ϡ
26. ἡμεῖς δὲ περὶ τῶν προκειμένων φαμὲν ὡς ἀμφότεροι καλῶς πεποιήκασιν· καθὰ δὴ
καὶ Ταράσιος ὁ ἀοίδιμος ἐν τῇ κατ᾿ αὐτὸν ἀπεφήνατο οἰκονομίᾳ· καὶ γὰρ δὴ καὶ αὐτὸς
τότε τὸ θυμικὸν καὶ ζέον τοῦ ἄνακτος ὑφορώμενος καὶ εἰδὼς ὡς λίαν ἐστὶν [Χ] εὐπάροιστος
ἐπὶ τὸ πεφυκὸς ἀδικεῖν, καὶ νοσεῖ τὸ εἰς ἁμαρτίαν εὔκολον, ἵνα μή τι δριμύτερον
ἐν τῇ τοῦ θεοῦ κατεργάσηται ἐκκλησίᾳ, ὑπενδίδωσι τὰς τῆς ἀκριβείας ἡνίας, καὶ παρασχὼν
τὸ ἧττον καὶ μερικόν, τὸ καθολικώτερον φιλοσόφως ἐνεπορεύσατο, πληρῶν τὸ Ϡἐξαγοραζόμενοι
τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν.Ϡ οὕτως οὖν κἀνταῦθα ἔστιν λυγίσασθαι [λεγε·
λογίσασθαι], ὅτι ᾠκονόμησεν ὁ μακάριος Νικηφόρος μὴ βουλόμενος, ἀλλὰ βιασθεὶς ὑπὸ
τοῦ ἄνακτος. ὁ δέ γε πατὴρ ἡμῶν Θεόδωρος τὴν ἀκριβῆ τῶν θείων νόμων φυλάττει κατάστασιν,
θεόθεν κινηθεὶς καὶ οὐ πάθει κακίας κρατούμενος, ὡς ἂν καὶ τὸ ἄθεσμον τῆς κοίτης
χώραν μὴ λάβοι νόμου ἐν τοῖς ἔχουσι τὸ ἐν ἀθραύστοις ὁρμαῖς ὀρεκτιᾷν βοσκηματώδεσιν
ἀνθρώποις, καὶ τὸ ἀπροσωπόληπτο<ν> δειχθῇ [Δ] τῶν εἰς θεὸν ὁλικῶς πεποιθότων καὶ
μὴ λαμβανόντων πρόσωπα κατὰ τῆς ἑαυτῶν ψυχῆς, ὥστε τὴν ἐντολὴν τοῦ κυρίου προδιδόναι
χάριν κράτους βασιλέως ἀδικώτατα δυναστεύοντος κατὰ τὸ τοῦ Δαυὶδ μελῴδημα· Ϡκαὶ
ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ἠσχυνόμην.Ϡ ἐπεὶ ὅτι γε
μὴ καλῶς εἰς τοῦτο τάξεως ἦλθε τὰ τῆς ἐκκλησιαστικῆς διοικήσεως ἐπὶ τῶν ἡμερῶν τουτωνὶ
τοῖν δυοῖν βασιλέων καὶ αὐτοὶ σαφῶς ᾔδεισαν οἱ θεόληπτοι πατριάρχαι· οὐδὲ γὰρ ἂν
καλῶς δεδρακέναι τὸν μέγαν ἔλεγεν Θεόδωρον ἐκ Θεσσαλονίκης ἐπανελθόντα ὁ τῆς ὀρθοδοξίας
πρόμος Ταράσιος, εἰ μὴ
[p. 269Α] αὐτὸν ᾔδει τὴν ἀληθῆ τρίβον τοῦ εὐαγγελίου ἀπλανῶς ὁδεύοντα· οὐδ᾿ αὖ πάλιν
ἀπεδέχετο αὐτὸν ὁ τῆς νίκης ἐπώνυμος ἱεροθέτης καὶ ὡς ἀθλητὴν ἀληθείας τοῖς ἐπαίνοις
κατέστεφεν, εἰ μὴ ὀρθοτομοῦντα διεγνώκει τὸν λόγον τῆς πίστεως. πρὸς δὲ τοῖς εἰρημένοις
καὶ τοῦτο θετέον, ὅτι εἰ οὐκ εἶχεν ἕκαστος αὐτῶν μὴ εὖ πεποιηκέναι τὸ δέξασθαι εἰς
ἱερωσύνης τὸν μοιχοζεύκτην διὰ βασιλικὸν φόβον, οὐκ ἂν μετὰ θάνατον τῶν ἀνάκτων
καὶ τὴν παρὰ θεοῦ εἰς αὐτοὺς γεγονυῖαν τοῦ ἱεροῦ Θεοδώρου παρὰ πόδας ἐκδίκησιν τοῦ
χοροῦ τῶν ἱερέων τὸν τολμητίαν ἐχώριζον· ἐντεῦθεν οὖν σκοπεῖν ἐστι τοῖς φιλοθέοις
τὰς τῶν πραγμάτων φύσεις καὶ μηδ᾿ ἕτερον μέρος ἐκτρέπεσθαι τῶν θεσπεσίων τούτων
ἡμῶν καθηγεμόνων.
27. [Β] πλὴν ὡς εἶδεν ὁ ὑψηλόφρων μέδων τὴν ἰδίαν ψῆφον ὑπὸ τῶν ἡμετέρων βδελυχθεῖσαν
πατέρων καὶ οὐδενὸς λόγου ἀξιωθεῖσαν, κελεύει μετ᾿ ὀργῆς τόν τε μέγαν Θεόδωρον καὶ
τὸν τούτου σύμφρονα καὶ Χριστοῦ ἱεράρχην Ἰωσὴφ ἅμα τῷ θείῳ αὐτῶν καὶ καθηγεμόνι
Πλάτωνι τὰς πρὸ τοῦ ἄστεως οἰκεῖν νήσους, οὐχ ἅμα καὶ κατὰ τὸ αὐτό, ἀλλὰ διεζευγμένως
τούτων ἕκαστον εἰς ἄλλην καὶ ἄλλην παραφυλάττεσθαι, τὸ δὲ τῆς ἀδελφότητος πλῆθος
ὑπὸ στρατιωτικῆς ἐν τῷ ἰδίῳ μοναστηρίῳ τηρεῖσθαι φάλαγγος· αὐτὸς δὲ μετά τινας ἡμέρας
παραγενόμενος ἐν τοῖς τοῦ Ἐλευθερίου βασιλικοῖς μελάθροις, προσκαλεῖται ἅπαντας
ἱστορίας ἕνεκα. εἶτα διαστήσας τούτων τοὺς μειζοτέρους, πειρᾶται λόγοις τισὶ πιθανότητος,
τῆς πατρικῆς τούτους [Χ] μεταστῆσαι βουλῆς· ὡς δὲ τὴν προβολὴν εἶδεν τῶν ἑαυτοῦ
ῥημάτων καθάπερ τι βέλος ἀκιδνὸν τῇ ἀντιτυπίᾳ τῆς στερεμνίας αὐτῶν ἀποκρουσθεῖσαν
ἀντιφράσεως, πρὸς τὸ πλῆθος γίνεται τῶν ἀδελφῶν καί φησι πρὸς αὐτούς, «ὅσοι ταῖς
ἡμετέραις βούλεσθε πειθαρχεῖν παραινέσεσιν καὶ κοινωνοὶ εἶναι τοῦ τε πατριάρχου
καὶ τῆς καθολικῆς ἐκκλησίας ἐν τοῖς δεξιοῖς μου ἀφορίσθητε· ὅσοι δ᾿ αὖ τῇ προκατεχούσῃ
ὑμᾶς γνώμῃ ἐμμένειν κεκρίκατε, τὴν ἐξ εὐωνύμων στάσιν ἐκλέξασθε,» σοφιζόμενος ἐν
τούτῳ, ὡς ᾤετο, τοὺς ἀσοφίστους μὲν λόγων παρασκευαῖς τινας αὐτῶν ὄντας, [*** λαχυνα?]
βίου δὲ καὶ γένους καὶ τοῦ ζῆν αὐτοῦ καταφρονοῦντας ἅπαντας ὑπὲρ τῆς καθ᾿ ὑπακοὴν
θείαν ἀνεπιλήπτου ζωῆς· τότε δὴ πάντες ὁμοθυμαδὸν τὴν εὐώνυμον κατειληφότες χώραν,
λέγουσι πρὸς αὐτὸν μετὰ παρρησίας· «ἡμεῖς ἀκριβῶς [Δ] ἐπιστάμεθα, ὦ βασιλεῦ, ὅτι
οἱ πατέρες ἡμῶν ἐκ τῆς θεοπνεύστου γραφῆς ἅπαντα μυηθέντες καὶ πνεύματι ἁγίῳ φερόμενοι,
τὰ κρείττω καὶ σωτηρίας ἐγγὺς καὶ πεφρονήκασι καὶ ἐδίδαξαν· διὸ καὶ αὐτοὶ ἀνενδοιάστως
τοῖς αὐτῶν ἐξακολουθοῦντες ἴχνεσιν, τὴν παρ᾿ ὑμῶν καινοτομηθεῖσαν οὐ προσιέμεθα
δόξαν.» ὁ δὲ καταπλαγεὶς ἐπὶ τῇ τοιαύτῃ τῶν ὁσίων ἀνδρῶν πεπαρρησιασμένῃ ἀπολογίᾳ,
προστάσσει κατανεμηθῆναι αὐτοὺς εἰς τὰ αὐτόθι καὶ πρὸς σύνεγγυς τοῦ ἄστεως μοναστήρια
φυλαχθησομένους δηλαδὴ ὑπὸ ἀσφαλεστάτην φρουρὰν ὡς κριτοὺς καὶ ἀνηκόους βασιλικῶν
τε καὶ ἱεραρχικῶν διατάξεων.
28. ἀλλ᾿ οὐκ εἰς μακρὰν αὐτῷ τὰ τῆς
[p. 272Α] ἀπονοίας ἀπέβη· συντόμως γὰρ ἡ θεία δίκη καὶ τοῦτον μετελθοῦσα πανστρατὶ
ἐπὶ τῆς ξένης παρέλυσεν· πρὸς Σκύθας γοῦν ὁ μάταιος στρατοπεδεύσας Νικηφόρος πολεμικῆς
αὐτόθι ἔργον γίνεται χειρός· ὅπως οἶμαι κἀν τούτῳ προφανῶς ἀποδειχθῇ, ὡς ἡ τοῦ θεοφόρου
πατέρος [λεγε· πατρὸς] ἡμῶν ὑπὲρ ἀληθείας ἔνστασις, οὐκ εἰκαία οὐδ᾿ ἀπρονόητος,
ἀλλ᾿ ὑπὸ θεοῦ μαρτυρουμένη καὶ πάλαι καὶ νῦν καὶ τὸ βέβαιον αὐτόθεν ἔχουσα· οὕτως
οὖν πεπτωκὼς ὁ δείλαιος ἄναξ, μεγάλης μὲν τραγῳδίας ὑπόθεσις, μείζονος δὲ κωμῳδίας
ἡ Ῥωμαϊκὴ γέγονεν ἀρχὴ καὶ πεπλήρωται ἐπ᾿ αὐτοῦ ἡ τοῦ προφήτου Ὠσηὲ πρόρρησις· Ϡκαὶ
ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίσασθε, διότι πρὸς ὑμᾶς ἐστι τὸ κρῖμα· ὅτι παγὶς ἐγενήθητε
τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον,Ϡ ὃ οἱ [Β] ἀγρεύοντες τὴν
θήραν κατέπηξαν. Ϡκαὶ πεσοῦνται οἱ ἄρχοντες αὐτῶν διὰ ἀπαιδευσίαν γλώσσης αὐτῶν·
οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ εἰς κόλπον αὐτῶν, ἀνθ᾿ ὧν παρέβησαν τὴν διαθήκην
μου καὶ κατὰ νόμου μου ἠσέβησαν.Ϡ ὅπερ δὲ εἰς αὐτὸν προεφήτευσεν καὶ ὁ μέγας οὗτος
Θεόδωρος, τοῖς εἰρημένοις ἄξιον ἐπισυνάψαι· ἐπειδὴ γὰρ ἐπῆρτο μέγα φρονεῖν, καὶ
ὑπὸ τῶν ἰδίων ὑπασπιστῶν καὶ ὑπὸ τοῦ φυσικοῦ φρονήματος ὁ καῖσαρ Νικηφόρος καὶ τὴν
ὁρμὴν εἶχεν κατὰ τῶν Σκυθῶν ἀνεπίσχετον, μεταστειλάμενος τὸν ἱερὸν πατέρα ἡμῶν Θεόδωρον
ἐν τοῖς πρὸ τῆς πόλεως τόποις, ἠξίου καὶ κατεβιάζετο αὐτὸν διὰ μέσου τινῶν μεγιστάνων
ἐπιδοῦναι ἑαυτὸν τῇ ὑπ᾿ αὐτοῦ ἐφευρεθείσῃ δῆθεν οἰκονομίᾳ· ὁ δὲ ὅσιος ἔνθους ὥσπερ
τῷ [Χ] πνεύματι γενόμενος, δηλοῖ αὐτῷ τάδε· «σὲ μὲν χρεὼν ἐφ᾿ οἷς πεποίηκας μεταμελεῖσθαι
καὶ μὴ προστιθῆναί τι τοῦ καθ᾿ ἡμᾶς πρὸς τὸν ὅμοιον ἐφέλκειν ὄλισθον· ἐπεὶ δὲ μηδὲν
τοιοῦτον βεβουλευμένος τῶν ὧδε ἀποτρέχεις, τάδε λέγει Κύριος παντοκράτωρ ὡς· Ϡἐπιστρέφων
οὐκ ἐπιστρέψεις τῇ ὁδῷ ᾗ σὺ πορεύῃ σήμερον ἐκεῖ.Ϡ» ἀμέλει τοῦ ἀπειθοῦς τούτου μέδοντος
κατὰ τὴν προφητείαν τοῦ θεοφόρου ποιμένος ἡμῶν, ἐν τῇ τῶν Βουλγάρων χώρᾳ τὸ ζῆν
μεταστρέψαντος καὶ Σταυρακίου τοῦ υἱοῦ αὐτοῦ μόλις ἐκεῖθεν τραυματία πρὸς τὴν βασιλεύουσαν
ἀνακάμψαντος, καὶ ἐν ὅλοις δύο μησὶ τῆς ἀρχῆς κρατήσαντος καὶ παρελθόντος, ὁ τούτου
ἐπ᾿ ἀδελφῇ γαμβρὸς ἀρχαγγελώνυμος τὴν τῆς τοῦ κουροπαλάτου ἀμφέπων ἀξίαν, τὸ βασίλειον
διεδέξατο. ὅστις Μιχαὴλ χριστιανικώτατος ὑπάρχων [Δ] καὶ πιστὸς ἐν κυρίῳ, ἀνακαλεῖται
τῆς ἐξορίας εὐθὺς τοὺς περὶ τὸν μέγαν Θεόδωρον, ἀνεῖσθαι δὲ κελεύει καὶ τοὺς κατὰ
τὰ μοναστήρια ὑπὸ φρουρὰν ὄντας αὐτοῦ μαθητάς· καὶ γίνεται πρέσβυς χριστομίμητος
καὶ μεσίτης τῶν διεστώτων, σὺν τῷ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης· καὶ συνελαύνουσιν
ἄμφω,
[p. 273Α] ὁ μὲν δι᾿ ἐπιστολῶν παραινετικῶν, ὁ δὲ δι᾿ αὐτοπροσώπου συνομιλίας καὶ
παρακλήσεως, τόν τε ἁγιώτατον πατριάρχην καὶ τὸν θεσπέσιον πατέρα ἡμῶν εἰς ὁμονοίας
πρεπωδεστάτην συνάφειαν, τὸν δὲ μοιχοζευξίαν τετολμηκότα τῆς λειτουργίας ἀπείρξαντες
κατὰ τὴν ἔμπροσθεν ἐπ᾿ αὐτῷ γεγονυῖαν κρίσιν τοῦ ἀοιδίμου καὶ μεγάλου Ταρασίου.
καὶ οὕτω πάλιν Χριστοῦ τοῦ ἀγαθοῦ θεοῦ ἡμῶν χάριτι καὶ φιλανθρωπίᾳ, γίνεται σταθερὴ
γαλήνη ἐν τῇ αὐτοῦ ἁγιωτάτῃ καὶ καθολικῇ ἐκκλησίᾳ ἐκ μέσου τῶν σκανδάλων ἀφανισθέντων.
start insert from Α (ΠΓ 99, 165Β)·
ἐπεὶ δὲ κατ᾿ ἐκεῖνο καιροῦ καὶ Πλάτων ὁ ἱερώτατος τὸν βίον ἀπέλιπεν, ὀγδοηκοστὸν
ἐπιβιοὺς ἔτος ἑνὸς δέοντος, ἀνὴρ πολλοῖς ἐνιδρώσας πόνοις καὶ μεγάλα τῆς ἀρετῆς
ἐπιδειξάμενος ἔργα, ἔδειξε κἀνταῦθα ὁ πατριάρχης τὸ περιὸν τῆς ἀγάπης καὶ ἐνδιάθετον,
αὐτὸς ἐκεῖνος συνάμα κλήρῳ παντὶ τῷ μοναστηρίῳ φοιτήσας καὶ ἐκλειπόντι παραστὰς
τῷ ἁγίῳ, ὅλος ὅλῳ προσφὺς καὶ πᾶν περιψῶν μέλος καὶ ἡδέως καταφιλῶν ἕκαστον· ᾧ καὶ
οἷα πατρὶ πατέρων, ὑπὸ μυρίῳ φωτὶ καὶ θυμιαμάτων προσχύσει τὰ εἰκότα ἀφοσιωσάμενος,
μόλις καὶ σὺν πόνῳ τὸ σῶμα τῷ τάφῳ δίδωσι, πολλῶν ὡς εἰκὸς συνδραμόντων καὶ τὴν
κατάθεσιν ἐφ᾿ ἱκανὸν κωλυόντων, ὥσπερ οὐδὲ θανόντα λιπεῖν βουλομένων τὸν ὅσιον.
end insert φρομ Α.
29. ὁ τοίνυν πατὴρ ἡμῶν Θεόδωρος αὖθις τὴν οἰκείαν μονὴν τοῦ Στουδίου παραλαβών,
καὶ τῶν διασπαρέντων αὐτοῦ φοιτητῶν αὐτόθι συνδεδραμηκότων, εἴχετο τῆς τε πρὸς τὸν
πανίερον πατριάρχην φιλαιτάτης καὶ ὁμοφροσύνης τε καὶ συνδιαθέσεως, καὶ τῆς πρὸς
τοὺς ἑαυτοῦ μαθητὰς ἐξ ἔθους διδασκαλίας, τὰ τούτων ἤθη τῷ διδακτικῷ λόγῳ πρὸς ὑπακοῆς
τελείας ῥυθμίζων διάθεσιν, καὶ τὸν παρεισπεσόντα [Β] αὐτοῖς ἐκ τοῦ χρόνου τῆς αὐταρεσκείας
ῥύπον, τῇ τῆς νουθεσίας ἐμμελῶς ἀπαλείφων σπογγίᾳ· καὶ οὕτω πάλιν ὁ λόγος τοῦ θεοῦ
ηὔξανεν καὶ τὸ στῖφος τῶν μαθητῶν ἐβελτιοῦτο αὐξανόμενον σφόδρα. καὶ ἦν ἀληθῶς ὁ
εὐπρεπέστατος οὗτος χῶρος οἷά τις ποικίλος καὶ εὐθαλὴς παράδεισος, ἐκ παντὸς γένους
φυτῶν λογικῶν ἐν ἑαυτῷ περιέχων, ἐν οἷς πᾶν εἶδος ἐπιστήμης ὥσπερ τις καρπὸς πέπειρος
χρησίμως ἐθεωρεῖτο· μετὰ γὰρ τῆς εἰς ἄκρον κοινοβιακῆς εὐταξίας καὶ τῆς πρακτικῆς
ὡς ἔνι φιλοσοφίας. οὐδὲ τῶν λογικῶν ἀμέτοχοι καθεστήκεσαν τεχνῶν, ἀλλὰ καὶ γραμματικῆς
παρ᾿ αὐτοῖς ἐφιλοπονεῖτο κατόρθωσις, δι᾿ ἧς ἥ τε πρὸς τὸ γράφειν ὀρθῶς ἐγγίγνεται
τοῖς πεπονηκόσιν εἴδησις καὶ ἡ πρὸς τὴν ἀνάγνωσιν ἐντυποῦται αὐτοῖς ἠθικότης καὶ
φιλοσοφίας δὲ [Χ] τεχνολογία καὶ δογμάτων πατερικῶν ἀποστήθισις δι᾿ ὧν πάσης αἱρέσεως
φληναφοῦς ἀνατρέπειν εἶχον ἰσχνομυθίας, συλλογισμοῖς ἀληθείας καὶ συμπεράσμασι χρώμενοι·
ἐξ ὧν σοφώτατοί τε καλλιγράφοι καὶ ἱεροψάλται, κονδακάριοί τε καὶ ᾀσματογράφοι,
ποιηταί τε καὶ ἀναγνῶσται πρώτιστοι, μελισταί τε καὶ ἀοιδοπόλοι ἐν Χριστῷ ἐξεφάνθησαν·
ὁμοίως δὲ καὶ αἱ τῶν βαναύσων τεχνῶν ἐπιτηδεύσεις καθ᾿ ὅλου ὡς εἰπεῖν παρ᾿ αὐτοῖς
ηὑρίσκοντο· ὅθεν ὑφανταί τε καὶ ῥαφεῖς, σκυτοτόμοι τε καὶ σκηνοποιοί, λεπτουργοί
τε καὶ οἰκοδόμοι, καπνοποιοί τε καὶ μαλακο<υ>ργοί, καὶ οἱ διὰ πυρὸς καὶ σιδήρου
τὰ λειτουργικὰ κατασκευάζοντες σκεύη, παρὰ τῷ ἐπιγείῳ τούτῳ ἐθεωροῦντο οὐρανῷ· πάντων
μετὰ εὐταξίας καὶ ῥυθμοῦ ἐν τοῖς τόποις καθεζομένων τῶν διακονιῶν αὐτῶν, καὶ τὰ
θεῖα τοῦ Δαυῒδ τῷ τῶν χειρῶν ἔργῳ [Δ] ἀναμιγνύντων τερετίσματα· καὶ ἦν ἰδεῖν τὸν
ἀμπελῶνα κυρίου Σαβαὼθ εὐκληματοῦντα, καὶ ὄρη κοσμικῆς δυναστείας ὑπὸ τὴν σκιὰν
αὐτοῦ καλύπτοντα· ἀλλὰ καὶ τὰς νοητὰς αὐτοῦ ἀναδενδράδας ὑπερῃρμένας τῶν κέδρων
τοῦ θεοῦ καὶ ἕως θαλάσσης τὰ κλήματα αὐτοῦ ἐκτεταμένα, καὶ ποταμῶν ἄχρι τὰς παραφυάδας
αὐτοῦ· ἔνιοι γὰρ τῶν προβεβηκότων πόνων τε ἀρετῆς καὶ ἡλικίᾳ γήρως τῆς αὐτοῦ μεγίστης
μαθητείας, ἀφορμὴν ξενιτείας τὴν ὑπόθεσιν
[p. 276Α] τῆς προειρημένης ἐπιδραξάμενοι διατάσεως, μετὰ τὸ ἀφεθῆναι αὐτοὺς τῶν
καθείρξεων, ἢ καὶ πρὸ τούτων διεσπάρησαν κατὰ διάφορα τῆς ὑπ᾿ οὐρανὸν κλίματα, ἐν
οἷς καὶ σκηνώσαντες, κάλλιστα τῇ συνεργείᾳ τοῦ ἁγίου πνεύματος συνεστήσαντο μοναστήρια,
τὴν ἐπωνυμίαν τοῦ Στουδιώτου μέχρι τοῦ νῦν ἐπιφερόμενα.
30. οὕτω τοιγαροῦν εὐδρομιούσης τῆς τοῦ Χριστοῦ ποίμνης καὶ ἐκκλησιῶν τοῦ θεοῦ τοῖς
ὀρθοδόξοις τῆς πίστεως δόγμασι καλῶς ἰθυνομένων καὶ αὐξανομένων, ὕς τις κάκιστος
ἐκ δρυμοῦ τῆς Ἀρμενίων φύτλης ἀπορραγεὶς ἐκώμασε καὶ ἀθρόον ταύτης ὡς οἷα μονιὸς
κατενεμήσατο ἄγριος. Λέων γὰρ ὁ τῆς Ἀνατολῆς στρατηγός, ἐκτετιμηκὼς μᾶλλον τὸ ἔξω
φέρεσθαι τοῦ καθήκοντος, τὸν ὑπὸ χεῖρα αὐτοῦ δωροδοκήσας στρατὸν καὶ τοὺς τούτων
[Β] ἀρχηγοὺς ταῖς ὑποσχέσεσι τῶν μειζόνων σύμφρονας ἑαυτοῦ καταστησάμενος ἀξιωμάτων,
ἀνταρσίαν ὠδίνει κατὰ τοῦ φιλοχρίστου ἄνακτος Μιχαήλ· ἐλθὼν δὲ ἐπὶ τὰ Θρᾳκῶα μέρη
οὐ πόρρω τῆς βασιλευούσης, ἀνακηρύττεται ὑπὸ τῶν δῆθεν Μακεδονικὴν εὐστάθειαν ἐπιδεικνυμένων,
Αὔγουστος· ἐκεῖθεν τε ἀπάρας, μηδενὸς ἀντιπράττοντος εἰσελαύνει εἰς τὰ βασίλεια,
βασιλεὺς εἰκονοκλάστης πρὸς τῶν ἰδίων δορυφόρων ἀναφανδὸν φημιζόμενος. οὕτω τοίνυν
ἐπιδραξάμενος τῆς βασιλικῆς ἀρχῆς ὁ βίαιος οὗτος Θρᾴξ, ἅτε ὅλως τῷ τῆς ὑποκρίσεως
τεθωρακισμένος προβλήματι (ἀψευδὴς γὰρ ὁ εἰρηκώς· Ϡοὐχ ἁπλοῦν γένος εὑρίσκω τοὺς
Ἀρμενίους, ἀλλὰ καὶ λίαν κρυπτὸν καὶ ὕπουλονϠ), ἐν ἀρχῇ τῆς ἑαυτοῦ τυραννίδος, οὐ
γὰρ εἴποιμι βασιλείας εὐσέβειαν ὑποκρίνεται· ἔπειτα μετὰ τὸ περιγενέσθαι [Χ] τῶν
πολιτικῶν, ὡς ἐβούλετο, πραγμάτων, τὸ τῆς ὑποκρίσεως ἀπορριψάμενος προσωπεῖον, ἀναίδην
ἀπογυμνοῖ τῆς πονηρᾶς αὐτοῦ καρδίας τὴν ἀπόθετον νόσον, ὁ τῆς τοῦ ἀλιτηρίου ἐμπληξίας
Κωνσταντίνου τοῦ Κοπρωνύμου θεοεχθείας καὶ χριστομανίας διάδοχον ἑαυτὸν ἀποδεικνὺς
καὶ φάσκων μὴ δεῖν προσίεσθαι τὴν εἰκόνα τοῦ Χριστοῦ, μήτε τῆς ἀχράντως αὐτὸν τεκούσης
ἁγίας ἀειπαρθένου καὶ τῶν λοιπῶν δικαίων καὶ ὁσίων, ὡς τῶν τοιούτων ἀφομοιωμάτων
εἰδώλοις προσεοικότων.
31. οὐκ εἰδὼς ὁ παράφρων ὡς ὧν τὰ πρωτότυπα ἀντικειμένην ὑπόληψιν ἔχουσιν, τούτων
προδήλως καὶ τὰ παράγωγα προσηγορίας ἀποίσεται τὰς ἐναντίας, καὶ ὧνπερ ἀγαθῶν τὰ
ὀνόματα λαμβάνομεν πρωτοτύπως, ἀναιρετικὰ πάντως πεφύκασιν τῶν ἀρχετύπως λαμβανομένων
πονηρῶν ὀνομασιῶν· [Δ] τοιγάρτοι καὶ τούτων παράγωγα τῷ λόγῳ τῆς ὁμωνυμίας τοῖς
πρωτοτύποις παρεοικότα, τὴν ἐκείνων ἕξουσιν ὀνομασίαν δήπουθεν, ἀγαθὴν ἀγαθοῦ καὶ
πονηροῦ πονηράν· οὐκοῦν ἐπειδὴ ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς ὁ Χριστὸς ἀναιρετικὸς
πέφυκεν τῆς πολυθέου τῶν εἰδώλων πλάνης, ἀλλότριον ἔσται δηλονότι καὶ τὸ τούτου
εὐκλεὲς ἐκμαγεῖον τῆς εἰδωλικῆς ὑπολήψεως· καὶ οὐκ ἄν ποτε ἀγαθοῦ πρωτοτύπου παράγωγον,
γένοιτ᾿ ἂν κακίας συνήγορον, ὥσπερ οὖν καὶ ἔμπαλιν· ἡ γὰρ κατ᾿ ἐναντίωσιν
[p. 277Α] φυσικῆς ποιότητος τῶν ἀρχετύπων γραφὴ τὴν κατάλληλον ἕλξει καὶ προσαρμόσει
τῷ ἰδίῳ παραγώγῳ κλῆσίν τε καὶ ἐργασίαν· οὐδὲ γὰρ ἂν ποιότης πυρὸς ψύχειν ποτὲ καταδέξοιτο,
οὐδὲ πάλιν μέλιτος ἐνέργεια πικρότητα ἐμποιήσει τῷ κεχρημένῳ· καὶ τούτου χάριν οὐδείς
πω τῶν ἐχόντων σύνεσιν καὶ λογισμὸν ἐπιδεχομένων τἀναντία τοῖς ἐναντίοις κατηγορήσειεν,
καὶ ἀλληλαίτια ταῦτα προσείποι τὸ σύνολον· ἐνὸν δὲ καὶ ἐξ αὐτῆς τῆς ἐτυμολογίας
τὴν διαίρεσίν τε καὶ ἑτερότητα τῶν τοιούτων συνιδεῖν πάλιν, εἴδωλον μὲν γὰρ εἴρηται
ὡς εἶδος δόλου· δόλος γὰρ ἀληθῶς καὶ ἀπάτη ψευδώνυμος τῆς εἰδωλολατρείας πολυθεΐα,
πόρρω βάλλουσα τοῦ κατὰ φύσιν ὄντος θεοῦ καὶ τὴν κτίσιν ἐπανιστᾶσα κατὰ τοῦ δημιουργήσαντος
αὐτὴν δεσπότου· ὅθεν οὐκ ἂν τὸ τοιοῦτον [Β] εἰκὼν πρὸς τῶν ὑγιῶς ἐχόντων τὸ φρονεῖν
ὀνομασθήσεται, καὶ πῶς ἔσται ταὐτὸν εἴδωλον καὶ εἰκών, συνιδεῖν οὐκ ἔχω· εἰκὼν δὲ
λέγεται παρὰ τὸ ἐοικέναι τῷ ἀρχετύπῳ, εἴτε ὁσίου ὁσία, εἴτε ἁγίου ἁγία· καὶ τοσοῦτον
γε ἔχουσα τὸ εἰκὸς ὡς καὶ τῇ τοῦ παραδείγματος ταυτίζεται προσηγορίᾳ· πολλάκις γὰρ
ἐπὶ τοίχου γραφῆς δένδρων ἢ ὀρνέων εἰκόνας ἰδόντες, οὔ φαμεν ὅτι φοίνικος εἰκὼν
τόδε, ἢ ὅτι γεράνου τυχὸν ἐκτύπωμα τὸ ὁρώμενον· καίπερ τοῦτο {οὐ} ταῦτα, ἀλλὰ φοῖνιξ
καὶ γέρανος, οὕτω γοῦν καὶ σταυροῦ τύπον ἰδόντες, σταυρὸν ὀνομάζομεν, ὡσαύτως δὲ
καὶ ἐπὶ τῶν ἁγίων εἰκόνων, ἢ καὶ τῶν ἑτέρως ἐχόντων· ἡ γὰρ εἰκὼν τοῦ Χριστοῦ Χριστὸς
ὀνομάζεται κατὰ τὸ ἀνάλογον καὶ ἡ τοῦ ἁγίου Γεωργίου, φέρε εἰπεῖν, ὁ ἅγιος Γεώργιος
κέκληται, ὥσπερ οὖν καὶ ἡ τοῦ βασιλέως εἰκὼν βασιλεὺς ὀνομάζεται, [Χ] κατ᾿ οὐδὲν
διενηνοχυῖα οὗ ἐστιν εἰκών, ἢ κατὰ τὸ τῆς οὐσίας ὁμογενές.
32. ὧν οὐδὲν ὁ θυμολέων ἐκεῖνος καὶ τὴν φρένα παχὺς ἐπιστάμενος, εὑρὼν σκεύη ὀργῆς
κατηρτισμένα εἰς ἀπώλειαν, ἥλικάς τινας ἀπερρωγότας, ἀργοὺς καὶ ἐθάδας κακῶν, μειρακ[ε]ίων
τε ὡς ἀληθῶς ἀπατεῶνας, καὶ τὰ σώματα πρὸς κάλλος ἀσκοῦντας, συμβαίνοντας τοῖς αὐτοῦ
θελήμασιν, προσφθείρεται αὐτοῖς καὶ δι᾿ αὐτῶν τὸ ἀθέμιτον καὶ θεοστυγὲς διαγγέλλει
τοῖς πᾶσι κήρυγμα· ἐν οἷς ἐξῆρχεν ἄλλος τις Ἰαννῆς, ἀλλ᾿ οὐχὶ Ἰωάννης καλεῖσθαι
ἄξιος, ὡς [λεγε· ὃς?] ἐν τῷ λαβυρίνθῳ φέρεται πρῶτος, κατὰ Ἀσσυρίου ἀναφυεὶς ἐκ
γῆς ἄνθρωπος, μύθῳ οὐκ ἀληθείᾳ, πρωτοπαγὴς αὐτοῖς ληρῳδούμενος, ὁ δικαίως ἀποκληθεὶς
λεκανόμαντις, ἅτε [Δ] γραμματικῆς ἐμπειρότατος ὢν ὑπὲρ τοὺς λοιποὺς καὶ τῆς πάντων
ἀφυεστάτου ψευδολογίας δαιμονιώτερον ὄργανον, πονηρότατός τε πεφυκὼς ἄνθρωπος, καὶ
ταράξαι μεγάλα πράγματα φύσιν ἔχων. καὶ πρῶτα μὲν προσβάλλει ἀμέσως τῷ ὀχυρωτάτῳ
καὶ τροπαιωνύμῳ πύργῳ τῆς ὀρθοδόξου πίστεως, ἀπόπειραν ποιούμενος τῆς αὐτοῦ γνώμης,
δειλὸν
[p. 280Α] αὐτὸν καὶ ἄστομον πρὸς τῶν ἰδίων σιγηθεὶς συμφατριαστῶν, πῇ μὲν ὑποσχέσεσι
κοσμικαῖς ἀλλ᾿ οὐ κατὰ θεὸν ζῶσιν αὐτῷ προτεινόμενος, πῇ δὲ καὶ πειρασμῶν νιφάδας
καὶ τὰς βίου τοῦδε πολυπόνους ἐπιφοράς, ὡς δὲ τὸ ἀκράδαντον ᾔσθετο τοῦ γενναίου
ἱεροφάντορος καὶ πολὺ τῶν ἐλπισθέντων ὑπερανεστηκότα τοῦτον τῇ πείρᾳ κατέμαθεν,
καθίσας ἐπὶ θρόνου καὶ ἀμφὶ τὸν ἅγιον πατριάρχην μεταπέμπτους ποιησάμενος, ἠρεύξατο
λεοντηδὸν ἐπηρμένῃ ὀφρύϊ τὰ περιττὰ καὶ ἀπόρρητα τῆς ἐναγοῦς ψυχῆς αὐτοῦ, ἐσφάλθαι
λέγων τοὺς τῆς ἀληθείας μύστας καὶ τῶν θείων εἰσηγητὰς κατὰ τὴν πίστιν καὶ διὰ τοῦτο
χρῆναι τοὺς περὶ δογμάτων ἐπὶ τοῦ παρόντος ἀνακινεῖσθαι λόγους, ὅπως τῇ ἐποπτίᾳ
τῶν διαφόρων δοξῶν τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος τῇ τῶν πολλῶν [Β] ἐγκρινόμενον ψήφῳ
τὸ κῦρος λάβοι· πρὸς δὴ ταῦτα ὡς ἕκαστος ἦν παρεσκευασμένος τῶν εἰσκληθέντων ἀπελογεῖτο
τῷ βασιλεῖ τὰς αὐτοῦ ἐκτόπους ἀνασκευάζοντες μυθολογίας γραφικαῖς μαρτυρίαις καὶ
πατρικαῖς δογματοθεσίαις τὴν τῶν σεπτῶν εἰκόνων παριστῶντες προσκύνησιν· ἐπεὶ δὲ
μετὰ τὸ ἀκοῦσαι ταῦτα τοὺς ἐφευρετὰς τῶν κακῶν καὶ τῷ ψεύδει χαίροντας εἰς μέσον
προὐβάλλετο, παρεγγυῶν διάλεξιν ἀμφοτέρων ἐπὶ αὐτοῦ περὶ τῶν προκειμένων γενέσθαι,
οἱ καθ᾿ ἡμᾶς πατέρες τὸ ἀνίατον αὐτοῦ τῆς γνώμης προγινώσκοντες, μὴ δεῖν εἰς λόγους
ἐλθεῖν μετὰ τῶν ἐρεσχελεῖν ἡδέως συνηθισμένων ἔκριναν, μάλιστα κριτοῦ μὴ μεσάζοντος
ἀδεκάστως. πρὸς οὓς ἀγανακτικῶς φερόμενον τὸν ὠμότατον, ὁ πυρίπνους θεωρῶν στύλος
τῆς εὐσεβείας Θεόδωρος, τάδε φησὶν πρὸς αὐτὸν ἀποτόμως·
33. [Χ] «τί δήποτε καὶ ὅτου χάριν, ὦ βασιλεῦ, τῆς ἐκκλησίας τοῦ θεοῦ εἰρηνευούσης,
κλύδωνα καὶ ζάλην ἐν αὐτῇ ἀναρριπίζειν προήχθης τί τὰ καλῶς ἐκριζωθέντα τῆς ἀσεβείας
ζιζάνια καταφυτεύειν καὶ αὐτὸς ἐν μέσῳ τοῦ περιουσίου καὶ ἐκλεκτοῦ τοῦ Κυρίου λαοῦ,
ἀδιακρίτως ἐπείγῃ οὐκ ἤκουσας τοῦ μακαρίου Παύλου τοῦ ἀποστόλου Τιμοθέῳ γράφοντος,
Ϡπαράγγελλε αὐτοῖς μὴ ἑτεροδιδασκαλεῖν μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις,
αἵτινες ζητήσεις ματαίας παρέχουσι μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει,Ϡ καὶ
πάλιν Ϡεἴ τις ἑτεροδιδασκαλεῖ, καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις καὶ τῇ κατ᾿
εὐσέβειαν διδασκαλίᾳ, τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ
[Δ] λογομαχίας, ἐξ ὧν γίνονται φθόνοι, ἔριδες, βλασφημίαι, ὑπόνοιαι πονηραί, διαπαρατριβαὶ
κατεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας, νομιζόντων πορισμὸν
εἶναι τὴν εὐσέβειαν, ἀφίστασο ἀπὸ τῶν τοιούτων,Ϡ καὶ αὖθις Ϡταῦτα ὑπομίμνῃσκε διαμαρτυρόμενος
ἐνώπιον τοῦ θεοῦ, μὴ λογομαχεῖν εἰς
[p. 281Α] οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων, ἀλλὰ καὶ τὰς βεβήλους καινοφωνίας
περι<ί>στασο, εἰδὼς ὅτι γεννῶσι μάχας.Ϡ συνέπεται δὲ τούτοις καὶ ὁ θεοφόρος Ἰγνάτιος,
Ϡπροφυλάσσω ὑμᾶςϠ λέγων Ϡἀπὸ τῶν θηρίων τῶν ἀνθρωπομόρφων αἱρετικῶν, οὓς οὐ μόνον
οὐ δεῖ ἡμᾶς παραδέχεσθαι, ἀλλ᾿ εἰ δυνατὸν μηδὲ συναντᾶν.Ϡ τούτων τοιγαροῦν οὕτω
διωρισμένων καὶ τῆς πρὸς τοὺς δυσσεβεῖς αἱρετικοὺς ὁμιλίας ἡμᾶς ἀπαγόντων, τίς λοιπὸν
πεῖσαι ἡμᾶς δυνήσεται ἐλθεῖν εἰς λόγους μετὰ τῶν ἠθετηκότων κανόνας καὶ στάθμας
τῆς ἀρχαίας πίστεως, καὶ τὰς θείας γραφὰς ἀφόβως εἰς πολλῶν ἀποπλάνησιν ῥεραδιουργηκότων
ὃν γὰρ τρόπον Ἰαννῆς καὶ Ἰαμβρῆς ἀντέστησαν τῷ θεράποντι τοῦ θεοῦ Μωυσεῖ, οὕτω καὶ
οὗτοι ἀνθίστανται τῇ [Β] ἀληθείᾳ, δελεαζόμενοι τῇ τε περὶ σφίσι προκαθεδρίᾳ καὶ
τῇ πλείστους ἀπολλυούσῃ αἰσχροκερδείᾳ. Ϡἀλλ᾿ οὐ προκόψουσιν ἐπὶ πολύ,Ϡ ὡς ὁ λόγος
φησίν, Ϡἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν ὡς καὶ ἐκείνων ἐγένετο.Ϡ ἀλλ᾿ οὖν
γε τοῦτο ἔξω τοῦ πρέποντος πεποιήμεθα, τὸ περὶ τῆς ἐκείνων φημὶ ἀξυνεσίας κἂν ποσῶς
γοῦν ἐπὶ σοῦ τήμερον ἀπολογήσασθαι· τὸ γὰρ τοῦ τυχόντος ἐναντία ταῖς τῶν πολλῶν
δόξαις ἀποφαινομένου φροντίζειν εὔηθες, ἧ φησιν καὶ ἡ τῶν ἔξω παροιμία.»
34. τὸν δὲ τούτων ὑπακούσαντα τῶν λόγων καὶ δῆθεν μεγάλως δυσχεράναντα φάναι, «καὶ
περιττὸς ἐγώ σοι δοκῶ, κῦρι Θεόδωρε μικροῦ καὶ πείθεις μοι λόγον σοι εἰπεῖν περιττὸν
ἀληθῶς, ἵνα μηδαμῶς ὑποστρέψαι δυνηθῇς εἰς τὸ κατὰ σὲ μοναστήριον, ἤτοι τὴν ὑπερόριον
ἀπόφασιν, ἣ καὶ τὸν ὁπωσοῦν μόρον διὰ τῶν τοιούτων πλαγίως ὑποσημηνάμενος προβλημάτων
[*** λαχυνα?]· ἀλλ᾿ οὐ πείσεις με» φησίν [Χ] «ἀπερισκέπτως δρᾶσαι τὸ σοὶ καταθύμιον·
οὐδέ γε ἐπ᾿ ἐμοῦ μαρτυρήσεις εἰς τοῦτο ηὐτρεπισμένος, ἀνεξικάκως δὲ μακροθυμήσω
καὶ καταφρονούμενος ὑφ᾿ ὑμῶν, μόνον εἰ διαλεχθῆναι μὴ παραιτήσεσθε μετὰ τῶν ἐνδιαβαλλόντων
ὑμῶν τὸ κατὰ τὴν κοινὴν πίστιν φρόνημα· εἰ δὲ τοῦτο οὐ βούλεσθε, πρόδηλοί ἐστὲ τὴν
ἑαυτῶν καθομολογοῦντες ἧτταν, ὅπερ ἀναγκάσει ὑμᾶς τοῖς ἐκείνων ἀκολουθῆσαι, καὶ
μὴ βουλομένοις, θελήμασιν.» τοῦ δὲ συλλόγου παντὸς τῶν ἐπισκόπων σὺν τῷ θεοειδεῖ
ποιμένι συμφώνως παραιτουμένων τὴν πρὸς τοὺς κατεγνωσμένους συνομιλίαν καὶ τὰ τοῦ
μακαρίου Παύλου λεγόντων· «Ϡἡμῖν δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑπὸ τῶν δηλουμένων προσώπων
ἀνακριθῶμεν, ἢ ὑπὸ ἀνθρωπίνης [Δ] ἡμέρας,Ϡ» τῶν μὲν ὡς· «οὐκ ἐχόντων ἱερατικὸν ἀξίωμα
τὸ παράπαν,» τοῦ δὲ ὅτιπερ· «οὐδὲ ἑαυτοὺς ἀνακρίνομεν τῆς εἰλικρινοῦς ἡμῶν εἵνεκα
πίστεως,» τὸ πρόσωπον ἐνιξαμένων [λεγε· αἰνιξαμένων]. καὶ τοῦ ἄνακτος τῶν λεγομένων
μὴ συνιόντος τὴν δύναμιν, πάλιν ὁ μέγας
[p. 284Α] Θεόδωρος ἀναλαβὼν τὴν τοῦ πνεύματος μάχαιραν, ἐμβριθέστερον ἀποκρίνεται
τὴν αὐθάδειαν τοῦ ἑαυτὸν εἰς κριτοῦ τάξιν καθιστῶντος ἐντρέψαι βουλόμενος, καί φησιν·
«βασιλεῦ, πρόσχες τοῖς παρὰ τοῦ θεσπεσίου Παύλου δι᾿ ἡμῶν σοι λεγομένοις περὶ ἐκκλησιαστικῆς
εὐταξίας, καὶ μαθὼν ὡς οὐκ ἔξεστιν βασιλέα [λεγε· βασιλεῖ] ἑαυτὸν κριτήν τε καὶ
δικαστὴν ἐν τοῖς τοιούτοις παρεισφέρειν, στοίχησον καὶ αὐτός, εἴπερ εὐσεβεῖν συνέγνωκας
τοῖς ἀποστολικοῖς κανόσι· λέγει γὰρ οὕτως· Ϡἔθετο ὁ θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους,
δεύτερον προφήτας, τρίτον διδασκάλους,Ϡ ἰδοὺ οὗτοί εἰσιν οἱ τὰ ὑπὲρ πίστεως διατιθέντες
καὶ ἀνερευνώμενοι κατὰ τὸ τῷ θεῷ δοκοῦν καὶ οὐ βασιλεύς· οὐδὲ γὰρ ἀπεμνημόνευσεν
ὁ ἱερὸς ἀπόστολος βασιλέα διοικεῖν [Β] τὰ τῆς ἐκκλησίας.» πρὸς ταῦτα ὁ καῖσαρ ἀπεκρίνατο·
«οὐκοῦν ἐκβάλλεις με σήμερον τῆς ἐκκλησίας, ὦ Θεόδωρε» καὶ ὁ ὅσιος πρὸς αὐτόν, «οὐκ
ἐγώ» φησίν «ἀλλ᾿ ὁ μνημονευθεὶς νυμφο<σ>τόλος αὐτῆς καὶ θεῖος ἀπόστολος Παῦλος·
εἰ δὲ ὡς τέκνον ἐθέλεις εἶναι ταύτης, τὸ κωλῦσον οὐδέν, μόνον ἕπου κατὰ πάντα τῷ
πνευματικῷ πατρί σου,» τῇ δεξιᾷ χειρὶ τὸν ἁγιώτατον καθυποδείξας Νικηφόρον. τούτων
οὖν ἕως τοσούτου γυμνασθέντων, ἀλλοιωθεὶς ὥσπερ τὰς φρένας ὁ ἀλιτήριος, ἐξάξαι λόγον
εὐθὺν τῇ ὑπερβολῇ τῆς μανίας οὐκέτι οἷός τε ἦν· ἐκρήξας δὲ φωνὴν χολερὰν μετὰ κραυγῆς
αὐτὸς δι᾿ ἑαυτοῦ παρὰ τὸ εἰκὸς ἐκφωνεῖ τό «ἐξέλθετε ἔνθεν.» οὕτω τοιγαροῦν πρὸς
τὸν πατριαρχικὸν οἶκον ὁμοθυμαδὸν οἱ τῆς ὀρθοδοξίας ἐπανελθόντες ἀλεῖπται, περιεκύκλουν
[Χ] τὸν μέγαν τῆς εὐσεβείας παραγωνιστὴν [λεγε· πρωταγωνιστήν?] Θεόδωρον τοῖς διὰ
λόγων γεραίροντες ἐράνοις, ὡς ἅτε δὴ τὸν κοινὸν ἐχθρὸν ἐν τῷ θεῷ, τῷ κράτει τῶν
ὀξυτάτων αὐτοῦ ἐκκεντήσαντα λόγων καὶ ἐν τῷ ὀνόματι αὐτοῦ κατὰ τὸ μᾶλλον ἐξουδενώσαντα
τοὺς ἐπανισταμένους αὐτοῖς.
35. ἀμέλει πρὸς τοῦ ὑπάρχου τῆς πόλεως τοὺς ἰδίους θᾶττον καταλαμβάνειν προστασσόμενοι
τόπους οἱ μάκαρες καὶ μηκέτι τολμᾶν αὐτόθι παρρησιάζεσθαι, ὁ ἄθραυστος τῆς ὁμολογίας
οἶκος Θεόδωρος πρὸς τοὺς λέξαντας ὑποφθάς, «εἰ μὲν ὁ πατὴρ ἡμῶν καὶ κοινὸς τῶν ὁμοφρόνων
δεσπότης» φησίν «οὐ προσκαλέσεται ἡμᾶς καὶ δίχα τῆς ὑμετέρας κελεύσεως τοῦτο ποιῆσαι
οὐκ ἀναδυόμεθα· εἰ δὲ μή γε, παρ᾿ ἐμοὶ ἡ ὑμετέρα πρόσταξις οὐ φυλαχθήσεται τὸ παράπαν,
ἀλλὰ καὶ ἐλεύσομαι καὶ τὰ ἀνήκοντα συμφράσω.» ὅπερ οὖν καὶ ἐποίει ὁ [Δ] μακαρίτης
πάντα φόβον ἀνθρώπινον ἐξ ἑαυτοῦ ἀπωσάμενος καὶ πρὸς τὸ παθεῖν ὅλος ηὐτρεπισμένος.
εἰς γὰρ τὸ ἴδιον ὑποστρέψας μοναστήριον, καὶ τοὺς μαθητὰς παρακλήσεως λόγοις πρὸς
τὸν προκείμενον θωρακίσας ἀγῶνα καὶ διεγείρας αὐτῶν τὰ φρονήματα μέχρι θανάτου καὶ
πληγῶν ἀντιποιεῖσθαι τὸ δόγμα τῆς ὀρθοδόξου πίστεως, μετά τινας ἡμέρας πάλιν ἀπῄει
πρὸς τὸν ἱερώτατον πατριάρχην, παραμυθούμενος αὐτόν, συμπεπτωκότα ἤδη τῇ θλίψει
διὰ τὴν τῆς ἐκκλησίας ἀνατροπὴν καὶ κατάλυσιν, {καὶ} ὅτι μέγιστον κλέος ἐντεῦθεν
αὐτῷ παρὰ θεῷ ἀποκείσεται. καὶ τί γὰρ ἦν λεγόμενον ἢ πραττόμενον παρὰ τῷ θεσπεσίῳ
Νικηφόρῳ, ὃ μὴ τῇ κρίσει
[p. 285Α] τοῦ Θεοδώρου ὑπήγετο καὶ τὸ ἔμπεδον αὐτόθεν ἐλάμβανεν εἴτε ὡς τῆς συμφερούσης
μοίρας ὑπάρχον, εἴτε καὶ ὡς ἄλλως ἐχούσης· τοιούτως ἦν αὐτῷ αἰδέσιμος ὁ θεῖος πατὴρ
ἡμῶν καὶ τὰ δευτέρια [λεγε· δευτερεῖα?] μετ᾿ αὐτὸν ἐν τῇ συνόδῳ τῶν ἐπισκόπων φέρων,
σοφίᾳ τε καὶ τῇ περὶ τὸ θεῖον εὐσεβείᾳ πάντων ὑπειλημμένος· καὶ γοῦν μετὰ βραχὺν
χρόνον τοῦ ἀοιδίμου πατριάρχου τοῦ ἱεραρχικοῦ θρόνου κατὰ τὴν εἰκάδα τοῦ μαρτίου
νύκτωρ κατενεχθέντος, καὶ εἰς τὸ οἰκεῖον ἐξορισθέντος σεμνεῖον, ὅπερ αὐτὸς ἐδείματο
ἐν τοῖς τῆς Ἀσίας ὀρεινοῖς τοῦ Στενοῦ μέρεσιν, ὁμοίως δὲ καὶ τῶν λοιπῶν ἱερομυστῶν
τὰς αὐτὰς ἀποφάσεις κομισαμένων καὶ κατὰ διαφόρους χώρας τε καὶ πολίχνας παραπεμφθέντων
καὶ τῶν δυσωνύμων χριστομάχων τὰς ἐκκλησίας [Β] κατασχόντων καὶ τὰς ἐν αὐταῖς ἱερὰς
τῶν ἁγίων εἰκόνας, ὢ τοῦ φοβεροῦ ἀκούσματος, ἀφοβητὶ καταστρεφομένων, ἢ καὶ ἀναχριόντων
καὶ μελετώντων κενὰ καὶ μάταια κατὰ τῶν ὑπολοίπων τῆς ὀρθοδοξίας τροφίμων.
36. ἐπείπερ ἧκεν ἡ τῶν βαΐων νικηφόρος τοῦ σωτῆρος ἡμῶν ἑορτή, ὁ πατὴρ ἡμῶν Θεόδωρος
τὴν συνήθη τῷ Χριστῷ ἀπαντὴν μετὰ τῆς συνούσης αὐτῷ ἐκποιούμενος ὁμηγύρεως, προσέταξε
τοῖς τὰς σεπτὰς εἰκόνας φέρουσιν ἀδελφοῖς, ὑψοῦ τοὺς πίνακας ἀνέχειν καὶ οὕτω γε
περιοδεύειν τὸν ἔγγιστα τῆς μονῆς ἀμπελῶνα, μηδένα φόβον ἔχοντας χάριν τῆς ἐνσκηψάσης
χριστομανίας.
<36.> ὅπερ παρὰ τῶν πονηρῶν γειτόνων ἐποπτευθὲν καὶ κατὰ τὸ μέσον τοῦ ἄστεως θριαμβευθέν,
ἦλθεν καὶ μέχρις αὐτῆς τῆς τυραννο{υ}γνώμονος ἀκοῆς· ὁ δὲ τοῦτο μαθὼν καὶ λίαν κατὰ
διάνοιαν κινηθείς, δηλοῖ τῷ ἱερῷ πατρὶ ἡμῶν δι᾿ ἑνὸς τῶν μεγιστάνων· «οὐκ ἠρεμεῖς,
οὐ καθέζῃ μεθ᾿ ἡσυχίας, ἀλλὰ τοῦτο κἀκεῖνο εἰς ἐμὴν [Χ] δῆθεν ἐπίπληξιν περινοεῖς
ἴσθι τοίνυν, ὡς εἰ μὴ τοῦ φρονήματος λωφήσας [λεγε· λωφήσῃς] καὶ ὑποσταλῇς τοῦ διδάσκειν
ἔτι τὰ περὶ πίστεως, τάχιστά σε μόρῳ καθυποβαλὼν τοῖς ἐν ᾅδου ὁμέστιον καταστήσω.»
ταῦτα ἀκούσας ὁ ἀκλόνητος πύργος τῆς ὁμολογίας, οὐ μόνον οὐκ ἐνέδωκεν τοῦ τῆς πίστεως
ζήλου, ἀλλὰ καὶ τοὺς ἀνὰ τὸ ἄστυ καθηγουμένους παραβαλόντας αὐτῷ μετὰ τὴν ἁγίαν
καὶ λαμπροφόρον τοῦ σωτῆρος ἡμῶν Χριστοῦ τριήμερον ἐκ νεκρῶν ἔγερσιν, γνώμης ἕνεκεν
περὶ τῆς κατεπειγούσης αὐτοὺς συνηθείας τὴν ἄφιξιν πρὸς τὸν πατριαρχικὸν οἶκον ποιήσασθαι,
καὶ ὑπεδέξατο καὶ τὰ χρηστὰ καὶ θεῷ ἐράσμια συνεβούλευσέν τε καὶ διεπράξατο, χαράξας
ἐπιστολὴν πρὸς τοὺς παραβραβεῦσαι τὴν ἀλήθειαν ἐγκεχειρηκότας, ἧς ἡ ἀρχή· «νόμοις
θείοις καὶ [Δ] κανονικοῖς ἑπόμενοι θεσπίσμασι τοῦ μὴ δεῖν παρὰ τὴν τοῦ οἰκείου ἐπισκόπου
γνώμην πράττειν τι ἢ λέγειν τῶν ὅσα εἰς ἐκκλησιαστικὴν φέρει εὐταξίαν, πολλοῦ γε
εἰπεῖν, εἰς δογματικὴν ἐξέλκει συζήτησιν, τούτου χάριν τῆς ὑμετέρας ἐξουσίας καὶ
ἅπαξ καὶ δὶς ἐκκαλεσαμένης πρὸς τὰ τοιαῦτα τὴν καθ᾿ ἡμᾶς εὐτέλειαν, οὐκ ἐτόλμησεν
ἔξω τι τῶν νενομισμένων πράττουσα παραγενέσθαι, ὡς ὑπὸ τὴν ἱερὰν χεῖρα Νικηφόρου,
τοῦ ἁγιωτάτου πατριάρχου, πνεύματι θείῳ τελοῦσα» καὶ τὰ ἑξῆς. ταύτην δυσὶν
[p. 288Α] ἀδειλάντοις μᾶλλον τῶν συνελθόντων ἐγκεχειρηκότες προσώπων, πρὸς τοὺς
χριστομαχεῖν δεδιψηκότας ἐκπέμπουσιν· οἱ δὲ τῶν ἐγκειμένων ἀναμαθόντες τὸν νοῦν,
χαλεπαίνουσιν ἔτι σφοδρότερον καὶ ῥαπίσμασι τοὺς κεκομικότας περιβαλόντες μεθ᾿ ὕβρεων
καὶ ἀτιμιῶν, τοῦ σεκρέτου ἐξελαύνουσιν τὰ πάνδεινα αὐτοῖς πρὸς τοῖς φθάσασιν ἐπαπειλησάμενοι.
οὗτοι μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ
τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι.
37. ὁ δέ γε πατὴρ ἡμῶν Θεόδωρος, οὐ διέλιπεν ἔκτοτε, ἀλλ᾿ ἐπαλλήλους χαράττων ἐπιστολὰς
καὶ διεγείρων πρὸς ἀνδρείαν τοὺς ἐγγὺς καὶ τοὺς πόρρωθεν, ἐμφανῆ ἑαυτὸν τῷ λυσσῶντι
τὴν αἵρεσιν ἐντεῦθεν μᾶλλον καταστῆσαι βουλόμενος, καὶ ὡς οὐ ποιεῖται [Β] λόγον
τῶν αὐτοῦ ἀπειλῶν οὔτε μὴν δέδιεν τὸν ὑπὲρ εὐσεβείας θάνατον. εἰς ὃ καὶ μανεὶς περισσοτέρως
ὁ κακογνώμων Λέων, ἐξορίαν καὶ αὐτὸν καταδικάζει. δεξάμενος τοίνυν ὁ ἱερὸς πατὴρ
ἡμῶν καὶ τῆς ὀρθοδοξίας ἀνεπαίσχυντος εἰσηγητὴς τὴν περιπόθητον αὐτῷ καὶ ἐκ πολλοῦ
ἐφετὴν ἀπόφασιν, προσκαλεσάμενος τὸ πλῆθος τῶν μαθητῶν, καθίστησιν ἐν αὐτοῖς δύο
καὶ ἑβδομήκοντα ἀρχηγούς, ὑφ᾿ οὓς καταμερισθῆναι τὴν ἀδελφότητα αὐθαιρέτῳ γνώμῃ
προτρεψάμενος, δεδωκώς τε αὐτοῖς ἐντολὴν ὥστε μετὰ τὴν ἔξοδον αὐτοῦ μὴ ἐναπομεῖναι
αὐτόθι τινὰ τῶν θελόντων τὴν ἀληθῆ ζωὴν καὶ ἀγαπώντων τὰς ἀγαθὰς ἡμέρας ἰδεῖν, καθὼς
ψάλλει ὁ ἅγιος Δαυΐδ, αὐτὸς πρὸς τοῦ ἀποσταλέντος βασιλικοῦ παραληφθείς, τῷ ἐγκειμένῳ
φρουρίῳ κατὰ τὴν Ἀπολλωνιάδα λίμνην καλουμένῳ Μέτωπα, γεγηθὼς περιορίζεται. ἀλλὰ
[Χ] καὶ ἐνταῦθα δέσμιος Χριστοῦ φρουρούμενος, τῆς ὁμοίας οὐκ ἀφίστατο θεοφιλοῦς
πράξεως, ἀλλ᾿ αὖθις δι᾿ οἰκείων συλλαβῶν τοὺς ἁπανταχοῦ γῆς εὐσεβεῖν προαιρουμένους,
εἰς τοῦτο αὐτὸ [λεγε· αὐτοὺς] ἀπεστήριζεν [λεγε· ὑπεστήριζεν] καὶ πρὸς τὸ ἀγαθὸν
παρώτρυνεν. ὅπερ πάλιν διαγνοὺς ὁ ἀνήμερος Λέων, ἕτερον βασιλικὸν πεπομφώς, Νικήταν
τοὔνομα, κατ᾿ ἐπωνυμίαν τοῦ Ἀλεξίου λεγόμενον, τὰ πάντα μὲν εὐσεβῆ καὶ χριστιανικώτατον,
ἠγνοημένον δὲ τῷ θηρὶ τοιοῦτον γε ὄντα, μετατίθησι δι᾿ αὐτοῦ τὸν ἱεροκήρυκα ἐν τῷ
τῶν Ἀνατολῶν θέματι εἰς ἕτερον ὀχύρημα τὴν προσηγορίαν Βόνιταν, διαστειλάμενος τῷ
πατρὶ διὰ τῶν ἐξυπηρετουμένων αὐτοῦ τοῖς προστάγμασιν, μηδένα μηδαμῶς ὁρᾶν, μήτε
μὲν [λεγε· μὴν] ἐκδιδάσκειν διὰ γραμμάτων τὰ περὶ πίστεως· οὓς ὁ ἀποστολικὸς ἀνὴρ
καὶ τὴν φρένα καὶ τὴν [Δ] πολιτείαν ἀποστολικοῖς ἀντημείβετο λόγοις, «Ϡεἰ δίκαιόν
ἐστιϠ» φάσκων «Ϡἐνώπιον τοῦ θεοῦ, ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε· οὐ δυνάμεθα
γὰρ ἡμεῖς ἃ <ε>ἴδομεν καὶ ἠκούσαμεν μὴ λαλεῖν καθότι πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ
ἀνθρώποις.»
38. ταῦτα ἀκούσας ὁ ἄναξ καὶ ἐπιμεμψάμενος τὸν φιλόχριστον Νικήταν ὡς μὴ πεποιηκότα
ἐξ αὐτῆς τὴν ἐκδίκησιν τῆς βασιλείας αὐτοῦ, ἀποστέλλει αὐτὸν ἐκ δευτέρου βουνευρίσαι
τὸν ὁσιομάρτυρα ἑκατὸν μάστιξι δ<ι>ωρισ<ά>μενος· ὃς ἀναβαδίσας καὶ τῷ ἀθλητῇ τοῦ
Χριστοῦ τὴν ψῆφον τοῦ βασιλέως ἀπογυμνώσας, προτρέπεται μᾶλλον παρὰ τοῦ ὁσίου
[p. 289Α] ἀνενδοιάστως ποιῆσαι εἰς αὐτὸν τὸ τοῦ κρατοῦντος θέλημα· ἑωρακὼς δὲ τὸν
δίκαιον ἑτοίμως ἑαυτὸν σχηματίσαντα καὶ ἄνευ τῆς ἑτέρων βίας πρὸς ὑποδοχὴν τῶν μαστίγων
εὐτρεπισθέντα, ἐκλάσθη πρὸς ἔλεον ὁ θεοφιλὴς καὶ τῆς νίκης ἐπώνυμος ἄρχων, μάλιστα
τὰς καταμαρανθείσας ὑπὸ τῆς ἀσκήσεως τοῦ θεσπεσίου κατιδὼν γεγυμνωμένας σάρκας·
καὶ ἐξουδενώσας κατὰ διάνοιαν τὸ τοῦ λυμαιῶνος [λεγε· λυμεῶνος] μισάτιον [λεγε·
μυσάτιον?] πρόσταγμα, ἐνέγκας δορὰν προβάτου καὶ ταύτην τοῖς ὤμοις τοῦ πατρὸς περιθείς,
εἰς αὐτὴν ποιεῖται τὰς τῶν μαστίγων ἐπιφορὰς μονώτατος μετὰ τοῦ ἀοιδίμου ἀπολειφθεὶς
ἐν τῇ κέλλῃ τοῦ πατρός, καὶ τῇ βελόνῃ τὸν ἑαυτοῦ αἱμάξας βραχίονα, τὸ ἄκρον τῆς
μάστιγος τῷ ἰδίῳ καταφοινίσσει αἵματι· εἶθ᾿ οὕτως ἐξελθὼν ἐκεῖθεν πνευστιῶν, ἐκεῖνο
μὲν πρὸς γῆν [Β] ἀπέρριψεν, αὐτὸς δὲ ὡς κεκοπιακὼς δῆθεν ἐπὶ τοῦ εὐτρεπισθέντος
αὐτῷ καθισματίου ἐγένετο. τοῦτο τὸ σόφισμα καταθρήσας ὁ πατὴρ ἡμῶν, ὑπερηγάσθη μὲν
τήν τε πίστιν καὶ φρόνησιν τἀνδρός, οὐ μὴν δὲ τῶν τυραννικῶν ἀπειλῶν χάριν ἀπέσχετο
τοῦ κατεργάζεσθαι πρὸς τὸ ἑξῆς τὸ ἔργον κυρίου ἐνδελεχῶς θερμοτέραις ψυχῆς προθυμίαις
καὶ σφριγώσῃ διανοίᾳ καὶ νῷ διεγηγερμένῳ· ἀλλὰ καὶ αὐτόθι ἐν ἑνὶ δοματίῳ περιοριζόμενος,
τοὺς ἐν διαφόροις ἐπαρχιῶν τόποις καθειργομένους πατέρας καὶ ἀδελφοὺς καὶ μέν τοι
καὶ τὰ πνευματικὰ αὐτοῦ τέκνα διὰ τῆς ἐνούσης αὐτῷ θεοπαρόχου ἐπεστήριζε διδασκαλίας,
παρακαλῶν, νουθετῶν, παραμυθούμενος ἔτι ἐμμένειν τῇ ὁμολογίᾳ τοῦ Χριστοῦ καὶ μὴ
ἐκκακεῖν ἐν ταῖς ἐν χερσὶν ὑπὲρ ἀληθείας θλίψεσιν, ἀλλὰ καὶ [Χ] καραδοκεῖν τὸ λύτρον
ἐκ τοῦ θεοῦ, ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ κατὰ θεὸν πτωχὸς καὶ ἡ ὑπομονὴ τῶν
πενήτων οὐκ ἀπολεῖται εἰς τέλος, καθότι οὐ λελήθασι τὸν θεὸν οἱ τὰ δέοντα πράττοντες,
οὐδὲ ἀνεπικούρητοι ὑπ᾿ αὐτοῦ ἐαθήσονται· πολλοὺς δὲ καὶ τῇ χρονίᾳ ὑπερορίᾳ λειποταξίου
γραφὴν ἀπενεγκαμένους, διὰ συλλαβῶν ἀποτρίψασθαι τὸν τοιοῦτον ὄνειδον τῆς σφετέρας
ψυχῆς πεποίηκεν, δι᾿ ἐξαγορεύσεως αὐτοὺς καὶ μετανοίας τῆς προσηκούσης δεξάμενος
νοερῶς καὶ τῷ χορῷ τῶν διὰ κύριον συντεταχὼς δεδιωγμένων. γεγράφηκε δὲ καὶ πρὸς
τοὺς τέσσαρας πατριάρχας, ἅμα μὲν τὸ τῆς αἱρέσεως ἀναδιδάσκων βίαιόν τε καὶ φορτικόν,
ἅμα δὲ καὶ ἀξιῶν πρὸς ἐπικουρίαν τὴν ἐνδεχομένην τῶν μεταποιουμένων τῆς ὁδοῦ, σφᾶς
αὐτοὺς ἐπιδοῦναι, ἐπεὶ δὲ καὶ τοὺς ἀφικνουμένους ὡς αὐτὸν μετὰ χαρᾶς ὁ μέγας πατὴρ
ἡμῶν ὑπεδέχετο· ἤρα γὰρ καὶ ἐβούλετο πάντας ὠφελεῖν καὶ πρὸς βίον ἐπανάγειν θεόδεκτον·
συνέβη δὲ καί τι τοιοῦτον γενέσθαι.
39. [Δ] κληρικός τις τῶν ἐπισήμων ἀπὸ τῆς τῶν Θρᾳκησίων χώρας ὁρμώμενος πόλεώς γε
μὴν τυγχάνων Μασταύρας, ἀνῆλθεν ἐπὶ τὰ πλησίον μέρη τῆς περιεχούσης τὸν ἥλιον τοῦ
Εὐαγγελίου παροικίας, τοὺς συγγενεῖς ἑαυτοῦ καθὼς εἰώθει ὀψόμενος· μαθὼν δὲ ὅτι
ὁ θεῖος πατὴρ ἡμῶν Θεόδωρος ὁ Στουδιώτης αὐτόθι τὴν ὑπερορίαν κατεψηφίσθη, ὡς ἔχων
ἔκπαλαι τῆς αὐτοῦ ἁγιωσύνης ἔναυλον τὴν ἀκοήν, ἐπιζητεῖ τοῦτον προσκυνῆσαι. ὡς δὲ
τῆς ἐφέσεως <οὐ> διήμαρτεν, ἐρωτηθεὶς ὑπὸ τοῦ ἁγίου εἰ τὴν
[p. 292Α] ὀρθόδοξον ἀσπάσαιτο πίστιν, καὶ τοῦτο συγκαταθέσει διομολογησάμενος, ἀκροατὴς
γίνεται καί τινων ἐντελεστέρων λόγων περὶ τῆς καθαρᾶς καὶ ἀμωμήτου τῶν προσκυνούντων
Χριστὸν ἐν τῇ σεπτῇ εἰκόνι τῆς παναγίας σαρκὸς αὐτοῦ πίστεως· καὶ οὕτω τρυγήσας
τὴν τῶν εὐχῶν αὐτοῦ εὐλογίαν, ἐπανῆλθεν εἰς τὰ ἴδια. καὶ δὴ τοῖς συγκληρικοῖς ἑαυτοῦ
συναυλιζόμενος, θαρρεῖ ἑνὶ τῶν μᾶλλον αὐτῷ προσκειμένων τὰ τῆς ὀπτασίας, ὅτι τε
ἑωράκει τὸν περίφημον πατέρα τῶν πατέρων Θεόδωρον καὶ αὐτήκοος αὐτοῦ γεγένηται διεξιόντος
τὰ περὶ τῆς ἀληθοῦς πίστεως δόγματα· οἳ καὶ συνθέμενοι πρὸς ἑαυτοὺς μηκέτι συλλειτουργῆσαι
τῷ ἰδίῳ ἐπισκόπῳ, ἀποτέμνουσιν ἑαυτοὺς τῆς καθολικῆς κοινωνίας· ὡς δὲ τὴν αἰτίαν
ὀψὲ γοῦν μεμαθήκει ὁ ἀνίερος τῆς τῶν κληρικῶν ἀπορρήξεως, [Β] εὐθέως καὶ ἀμελλητὶ
πρὸς τὸν στρατηγὸν ἀναδραμών, καταμηνύει αὐτῷ τὰ προειρημένα ἅπαντα. ἦν δὲ οὗτος
Ὁραβέ, ἀνὴρ τῷ ὄντι ἀλιτήμων καὶ πλήρης ἡμερῶν πονηρῶν, ὅστις καὶ τὸ δυσφημεῖν ἀθέῳ
γλώττῃ εἰς τὰς ἱερὰς εἰκόνας τὴν στρατηγικὴν ἐκληρώσατο εὐδαιμονίαν. οὗτος ἀκούσας
παρὰ τοῦ ἐπισκόπου τὰ περὶ τῆς διδαχῆς τοῦ μακαρίου πατρὸς ἡμῶν, πρῶτα μὲν γράφει
τῷ στρατηγῷ τῶν Ἀνατολικῶν, ὡς οὐκ ἔξεστι πατουμένους τοὺς τοῦ βασιλέως παρορᾶν
νόμους, οὔτε μὴν τοὺς εἰς αὐτοὺς προσκρούοντας νηποινῆ [λεγε· νηποινεὶ] τὸν βίον
παραθέειν· ἔπειτα δὲ καὶ αὐτῷ μέδοντι δι᾿ ἀναφορᾶς τά τε κατὰ τὸν ἐπίσκοπον καὶ
τοὺς κληρικοὺς ἀναδιδάσκει. ὡς δὲ τὸ γράμμα ἐδέξατο ὁ τῆς ἑῴας στρατοπεδάρχης καὶ
διεπείθετο τὰ φθάσαντα, φοβηθεὶς τὴν ἀγανάκτησιν τοῦ κρατοῦντος ἀποστέλλει ἕνα τῶν
τῆς [Χ] τάξεως αὐτοῦ κακῶσαι τὸν ἱερὸν Θεόδωρον ἐν πεντήκοντα βουνεύροις. ὅστις
γενόμενος κατὰ τὸν τόπον, προφανῆ ποιεῖται τῷ ὁσίῳ τὴν κατατεθεῖσαν κατ᾿ αὐτοῦ σκαιωρίαν·
ὁ δὲ πατὴρ ἡμῶν δοξάσας τὸν θεὸν καὶ ἐπὶ τῇ προφάσει ταύτῃ, προθύμως ἀποδύεται τὰ
τῆς σαρκὸς ἐπικαλύμματα καὶ προσχὼν τῷ ἀνδρί, «τὸ κελευσθέν σοι,» φησίν «ὦ τέκνον,
ποίησον εἰς ἐμέ.» ὁ δὲ φόβῳ συσχεθεὶς ἐξαπίνης τῇ θεωρίᾳ τοῦ αὐτοπροαιρέτου ἀθλητοῦ
καὶ αἰδῶ τὴν πρέπουσαν χριστιανοῖς εἰς τὸν δοῦλον τοῦ θεοῦ ἐπιδειξάμενος, ῥίπτει
ἑαυτὸν ἐπὶ στόμα πρὸς τοὺς πόδας τοῦ ὁσίου, δεόμενος τῆς παρ᾿ αὐτοῦ εὐλογίας τυχεῖν·
ἧς καὶ ἀξιολόγως μετασχὼν πρὸς τὸν ἀποστείλαντα αὐτὸν ἐπανέζευξεν.
40. καὶ ἔτι τούτου λαλοῦντος καὶ τὸν λόγον τῆς ἀποστολῆς ποιουμένου, ἕτερος πονηρίας
ἄγγελος ἐκ τοῦ βασιλέως πρὸς τὸν αὐτὸν στρατηγὸν παραγίνεται, Ἀναστάσιος ὄνομα [λεγε·
τοὔνομα?], τοῦ γένους τῶν Μαρτινακίων [Δ] λεγόμενος, ὃς ἀπηνὴς λίαν ὑπάρχων καὶ
τῆς βασιλικῆς δυσσεβείας ὁμόζηλος, οὐχ ἁπλῶς τοῖς ὀνείδεσι τὴν [λεγε· τὸν] τῆς ἑῴας
ὑπέβαλεν, ὡς τὰ τοῦ βασιλέως μὴ φρονοῦντα μηδὲ τοῖς αὐτοῦ ὑπείκοντα θεσπίσμασιν·
ἐκείνου δὲ καὶ πεπομφέναι ἀντερίσαντος καὶ τετυφέναι τὸν ἀπεναντίας τοῦ καίσαρος
διαπραττόμενον Θεόδωρον, αὐτὸς ἀναστὰς πρὸς <τὸν> δίκαιον εὐθυδρόμησεν, καὶ νῶτον
ἀφιματώσας καὶ μὴ εὑρηκὼς τὸ οἱονοῦν σπάραγμα εἰς αὐτόν, ἀνακαγχάσας μέγα καὶ πλατύ,
«ποῦ» φησὶ «τὰ πρὸ βραχέως [λεγε· βραχέος] στίγματα τῶν βουνεύρων» ἀμέλει ἐπενεγκὼν
τῷ ἁγίῳ ἑκατὸν καταφορὰς δριμυτάτας, καθὼς ἦν αὐτῷ προστεταγμένον, ἀποκλείει αὐτὸν
ἔν τινι δοματίῳ
[p. 293Α] μεθ᾿ ἑτέρου ἑνὸς μαθητοῦ αὐτοῦ νέου μὲν ὄντος τὴν ἡλικίαν, τελείου δὲ
τῷ φρονήματι καὶ τῇ πίστει, Νικόλαος δ᾿ ἦν οὗτος ὁ πολύτλας ἀριστεὺς ἀναφανεὶς καὶ
αὐτὸς τῆς εὐσεβείας, ὅστις ἐξ ἐκείνου καὶ μέχρις ἡμῶν τῶν ταπεινῶν, ἐν τοῖς τῆς
ὁμολογίας διαπρέψας ποικίλοις παθήμασι, τέλειος ἄνθρωπος θεοῦ ἐν τῇ καθ᾿ ἡμᾶς κεχρημάτικε
γενεᾷ· τοῦτον τοιγαροῦν σὺν τῷ ἀθλητῇ καθείρξας Θεοδώρῳ καὶ τὴν θύραν τοῦ κελλίου
ἐπιμελῶς ἀναφράξας, μίαν τε φωταγωγὸν παρεάσας ἐν αὐτῷ, δι᾿ αὐτῆς προσέταξεν χορηγεῖσθαι
τοῖς ὁσίοις τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια, διὰ χειρὸς τῶν κατασταθέντων αὐτοῖς φυλάκων.
41. [Β] ταῦτα ὁ ἀσεβὴς εἰς τοὺς ἁγίους διαπραξάμενος, σπουδαίως πρὸς τὸν στρατηγὸν
μετὰ δύο μαθητῶν τοῦ θεοφόρου ὑπέστρεψεν, φιλοπονήρως ἰσχυριζόμενος πρὸς αὐτὸν μὴ
τετυφέναι τὸν ὅσιον· ὁ δὲ φόβῳ συσχεθεὶς τοῦ μὴ διαβληθῆναι ὑπ᾿ αὐτοῦ πρὸς τὸν ἄνακτα
ἐνέγκας τὸν φιλόχριστον ἐκεῖνον Θεοφάνην κατὰ πρόσωπον τοῦ Μαρτινάκι μαστίζει αὐτὸν
ἐν διπλῇ ποσότητι ὧν προστέταχε δοῦναι τῷ ἱερῷ πατρὶ βουνεύρων· ἐφ᾿ οἷς ἐπιτερφθεὶς
ὁ ἀλαζὼν ἐκεῖνος, ἐπιβὰς τοῖς δημοσίοις ἵπποις, πρὸς τὸν ἀποστείλαντα αὐτὸν ὠκυτάτως
ἀνέλυσεν· ἀλλ᾿ οἵας καὶ ὅσας ἀνάγκας τε καὶ κακώσεις διὰ τῆς τοιαύτης ὑπέμειναν
οἱ ἀεισεβέστατοι πατέρες φρουρᾶς οὐδέ ἐστι ῥάδιον τῷ λόγῳ διαλαβεῖν· ἔν τε γὰρ χειμῶνος
ὥρᾳ τῷ κρύει καταπηγνύμενοι, τὴν [Χ] εἰς ἄκρον ἀποβολὴν τοῦ θερμοῦ ὑπὸ τῆς βίας
εἶχον τῆς ἐκ τοῦ πυρὸς ἀπούσης ἐνθέρμου παρηγορίας· πάλιν δὲ τῇ ἀντικειμένῃ τῷ ψύχει
ὥρᾳ ὑπὸ τῆς ἄγαν τοῦ φλογμοῦ πυρακτούμενοι ζέσεως, οὐδὲν ἧττον καμιναίας φλογὸς
ὑποφέρειν ἐδόκουν κατάκρισιν· ἀλλὰ γὰρ καὶ αἱ ἐκ τὴν σύστασιν ἐκ τοῦ χοὸς ἔχουσαι
ψύλλαι, οὐ μετρίαν αὐτοῖς παρεῖχον τὴν ἐπίδοσιν τῆς βασάνου, τῆς ἐκ τῶν ἐσθημάτων
ὑπαλλαγῆς ἀπορουμένης τοῖς ὁμολογηταῖς τοῦ Χριστοῦ· πρός γε μὴν τοῖς εἰρημένοις
καὶ ἕτερον πειρασμὸν αὐτοῖς ἐπισυνῆψεν ὁ τοῖς πόνοις τῶν ἁγίων ἀεὶ τιτρωσκόμενος
ἀγκυλόμητις ὄφις. τοὺς γὰρ κατὰ καιρὸν ἄρχοντας ἐκβακχεύσας πρὸς τὰ τῷ βασιλεῖ θυμήρη
φιλοτίμως συντίθεσθαι, ὑποβάλλει αὐτοῖς ὥστε καὶ αὐτὴν τὴν οἰκτρὰν καὶ ἡμερησίαν
τῶν δύο τροφὴν εἰς ἑνὸς συστεῖλαι. ἐν αἷς ἡμέραις [Δ] εἰπεῖν λέγεται τὸν μέγαν Θεόδωρον
πρὸς τὸν συνδέσμιον αὐτοῦ καὶ συναθλητὴν Νικόλαον· «ὡς ὁρῶ, τέκνον, ἀποκτεῖναι ἡμᾶς
βούλονται οἱ ἄνθρωποι οὗτοι τῇ ἀπανθρωπίᾳ ᾗ νῦν ἐχρήσαντο πρὸς ἡμᾶς· δεῦρο οὖν ἐπιρρίψωμεν
πᾶσαν τὴν μέριμναν ἡμῶν πρὸς τὸ κύριον καὶ ἐγὼ μὲν ἀρκεσθήσομαι τῇ θείᾳ κοινωνίᾳ,
ἕως ὅτου Χριστὸς παρέχῃ ἰσχὺν καὶ πνοὴν ζωῆς τῷδε τῷ σαρκίῳ· σὺ δὲ τὸ παρ᾿ αὐτῶν
βρωμάτιον δεχόμενος ἔσθιε, εἴ πως περισώζοιο τοῦ παρεδρεύοντος ἡμῖν διὰ τῆς ἐνδείας
θανάτου καὶ ἀπαγελλεῖς τῷ τε οἰκονόμῳ καὶ τοῖς ἐν κυρίῳ ἀδελφοῖς ἡμῶν τὴν ἐμὴν ἐκ
τοῦ σώματος ἔξοδον.» καὶ συνέβη ἂν τοῦτό γε τῷ καρτερικῷ πύκτῃ τοῦ Χριστοῦ, εἰ μὴ
θεοῦ προμηθείᾳ τοῦ ἐμπιπλῶντος πᾶν ζῷον εὐδοκίας τῇ διανοίξει τῆς προνοητικῆς χειρὸς
αὐτοῦ, ἡγεμονικώτερός τις σατράπης δι᾿ ἐκείνης ὁδεύων καὶ τὰ κατ᾿ αὐτοὺς πυθόμενος,
[p. 296] ἀνέστειλε τὸ διαβολικὸν τοῦτο ἔργον, καὶ τὴν αὐτάρκη δίδοσθαι τοῖς διὰ
Χριστὸν κατακλείστοις μετὰ σφοδρᾶς προσέταξε τῆς ἐμβριμήσεώς τε καὶ ἐπιτιμίας.
42. [Α] οὕτως οὖν ἐν ὅλοις τρισὶν ἔτεσι σωματικῶς φρουρουμένου τοῦ περιπολοῦντος
νοερῶς τὰ κατ᾿ οὐρανὸν θεάματα πανευφήμου πατρὸς Θεοδώρου, ἅμα τῷ φοιτητῇ καὶ καθ᾿
ἡμᾶς πατρὶ Νικολάῳ καὶ ταλαιπωροῦντος διαφόρως, (εἶχεν γὰρ λοιπὸν μετὰ τῶν εἰρημένων
δυσπετημάτων καὶ τὸν στόμαχον ἰσχυρῶς ἀνορεκτοῦντα), οὐκ οἶδ᾿ ὅπως εἰς χεῖρας ἦλθε
τοῦ ἰταμοῦ ἄνακτος ἐπιστολὴ κατηχητικὴ τοῦ διδασκάλου τῆς οἰκουμένης Θεοδώρου, γενικωτέρως
ἔχουσα πρὸς τοὺς διὰ κύριον δεδιωγμένους ἢ καὶ ἄλλως πως καθειργμένους τυγχάνοντας
διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν, τά τε τῆς ἀνδραγαθίας ἐπαλείμματα καὶ τοὺς τῆς δυσφήμου
τῶν εἰκονοκαυστῶν θρησκείας ψόγους καὶ δόλους· ἣν καὶ διαγνοὺς ὁ τύραννος, ἀφόρητος
ἦν τῇ τοῦ περικαρδίου αἵματος ἀναζέσει· καὶ δὴ αὐτίκα γράμματα στειλάμενος σὺν τῇ
ῥηθείσῃ [Β] ἐπιστολῇ τῷ τῆς ἑῴας στρατηγῷ κελεύει, εἰ μὲν οἷόν τε, αὐτὸν ἐκεῖνον
σκυλέντα ἐν ἑκατὸν βουνεύροις καταικίσασθαι τὸν ἀθλητὴν τῆς εὐσεβείας· εἰ δὲ οὐκ
ἀπαντήσοι τοῦτο, τὸν γοῦν κόμητα τῆς κόρτης ἐξ ἅπαντος τοῦτό γε ποιήσοντα ἐξαποστεῖλαι.
δεξάμενος οὖν ὁ τῆς ἀνατολῆς στρατοπεδάρχης τὴν σάκραν, Κρατερὸς δ᾿ ἦν οὗτος, ἠπειγμένως
πρὸς τὸν πανόσιον ἀφίκετο· καὶ ἐξαγαγὼν ἀμφοτέρους τῆς φυλακῆς ὑποδείκνυσι τῷ σεβασμίῳ
πατρὶ τά τε τοῦ βασιλέως γράμματα καὶ τὴν σὺν αὐτοῖς ἀποσταλεῖσαν αὐτοῦ ἐπιστολήν,
καί φησι πρὸς αὐτόν· «ἐπιγινώσκεις ταύτην» τοῦ δὲ διομολογησαμένου ἑαυτοῦ εἶναι
καὶ οὐκ ἄλλου τὴν τοιαύτην ἔκδοσιν κελεύει προηγουμένως τὸν μακαρίτην γυμνωθῆναι
Νικόλαον καὶ τοῦτον διαρκῶς κακώσας ταῖς μάστιξιν, [Χ] ἐπὶ τὸν μέγαν ἔρχεται Θεόδωρον,
ὃν δὲ καὶ ἑκατὸν καταφοραῖς βουνεύρων ἀπανθρώπως ἄγαν καὶ ὠμῶς καταξάνας, πάλιν
πρὸς τὸν νέον μέτεισιν ἀθλητὴν Νικόλαον καταναγκάζων αὐτὸν ἀπείπασθαι τήν τε τῶν
ἱερῶν εἰκόνων προσκύνησιν καὶ τὴν πρὸς τὸν οἰκεῖον πατέρα τε καὶ διδάσκαλον ἰσχυρογνωμοσύνην.
ὡς δ᾿ ἀπειθοῦντα καὶ εὐσταθῶς ἀνθιστάμενον τοῖς ὑπ᾿ αὐτοῦ ἑώρα προτεινομένοις, ταῖς
ῥέκαις αὐτὸν ἀποχρώντως αἱμάξας, τῷ κρύει καταπήγνυσθαι γεγυμνωμένον παρείασεν·
τρίτῃ γὰρ καὶ εἰκάδι τοῦ φευρουαρίου μηνὸς ἡ πρᾶξις αὕτη τῶν ἀοιδίμων συνέβαινεν·
ἀμέλει κατακλείσας αὐτοὺς πάλιν ὁ ἀνοσιουργὸς τοῦ κάτω καίσαρος ὑπηρέτης εἰς τὸ
δομάτιον οἴκαδε ἵετο.
43. [Δ] ἐν ὅσῳ δὲ ταῦτα εἰς τοὺς γενναίους ὁμολογητὰς τοῦ Χριστοῦ, Θεόδωρόν τε καὶ
Νικόλαον, κατὰ τὸ Ἀνατολικὸν διεπράττετο κλίμα, γυνή τις ἐν τῷ θέματι τοῦ Ὀψικίου
τυγχάνουσα, πνεύμασι πυθωνικοῖς κεκρατημένη, ἤρξατο κατὰ τὸ εἰωθὸς αὐτῇ ἐνεργεῖσθαι
ὑπ᾿ αὐτῶν καὶ λέγειν εἰς ὑπήκοον τῶν παρευρεθέντων πρὸς τοὺς ἐν αὐτῇ δῆθεν ἐννεοτεύσαντας
δαίμονας· «ὁ Κακολέων μου καὶ νῦν ἀπέστειλεν δεσμὸν μαστίγων πρὸς τὸν Θεόδωρον ἵνα
τὰς σάρκας αὐτοῦ ἐν αὐτοῖς κατακόψῃ, ἀλλὰ σπεύσατε καὶ ἴδετε τὸ γενησόμενον, καὶ
ταχέως
[p. 297Α] φέρετέ μοι ἀπόκρισιν· μὴ τολμήσητε δὲ ἔνδον τῆς κέλλης γενέσθαι, ἵνα μὴ
κατακαύσῃ ὑμᾶς ὁ φλογόστομος ἐκεῖνος καὶ πυρίστομος, ἀλλ᾿ ἔξωθεν παρεδρεύοντες τὸ
μέλλον γενήσεσθαι καταμάθετε.» καὶ ὡς μετὰ δύο ἢ καὶ τριῶν ὡρῶν διάστημα πάλιν ἤρξατο
ἐν ἑαυτῇ βατταρίζειν καὶ λέγειν· «τί ἐστιν οὐδὲν γέγονεν ὧν ἐβουλόμεθα ἐγὼ ᾔδειν
τοῦτο, ὅτι ἡ χλωροπικὴ παρασταθήσεται καὶ αὖθις ἐν τοῖς ὤμοις αὐτοῦ, καὶ οὐκ ἐάσῃ
αὐτὸν ταῖς ὀδύναις τῶν πληγῶν κατεργασθῆναι.» ἐκ δὲ τοιούτου σφοδροτάτου δαρμοῦ
τεθνάναι μικροῦ λέγεται τὸν μέγαν ἀριστέα τοῦ Χριστοῦ ὁμολογίας Θεόδωρον· φλεγμαίνοντες
γὰρ οἱ μώλωπες καὶ φοβερωτάτας πληγὰς ἀποκυλήσαντες, τά τε τῆς σαρκὸς κατασαπέντα
λακίσματα, οὐχ ὑπελείφθη ἐν αὐτῷ σχεδὸν πνεῦμα ἀνέσεως, ὑπομονῇ τὴν ἰσχὺν [Β] προστιθέμενον,
ἤτοι [λεγε· οὔτε] νήδυμος ὕπνος ἐπείη [λεγε· ἐπῄει?] κατακοιμίζων τὰ ἐκ τῆς φλεγμονῆς
προσγινόμενα αὐτῷ ἄχη, ἢ ἐπιθυμία δεινὴ τοῦ δέξασθαί τι τῶν ἐδωδίμων. ὅθεν δὴ χυλάριον
ἐπιτηδεύσας ὁ πανάριστος ὑπηρέτης καὶ συναθλητὴς αὐτοῦ καὶ συνέκδημος ὑπάρχων Νικόλαος
προσφέρεσθαι αὐτὸν ἐποίει ἓν μόγις καυκάλιον καθ᾿ ἑκάστην. ἀλλὰ γὰρ καί, τῆς ἐξ
ἰατρῶν ἀπούσης ἐπικουρίας, ἐπετράπη παρὰ τοῦ πατρὸς <ὁ> ἐν πνεύματι υἱὸς καὶ ἄλλος
Σιλᾶς ἢ Τιμόθεος πεφηνώς, μαχαιρίῳ περιστατικῶς τὰς νενεκρωμένας αὐτοῦ τῆς δορᾶς
ἀποκρεμάσης [λεγε· ἀποκρεμάσεις?] χειρουργῆσαι, εἴ πως κατὰ μικρὸν ὁ λοιπὸς τοῦ
σώματος ὄγκος εἰς ὁμαλισμὸν ὑγείας τῷ χρόνῳ ἐπαναδράμοι. ἐν γοῦν τῇ τοιαύτῃ τῶν
σωματικῶν ὀδυνῶν διατελῶν ἀνάγκῃ ὁ πυρίμορφος στύλος τῆς ὀρθοδοξίας Θεόδωρος τὸ
στάδιον ἅπαν τῆς ἱερᾶς διήνυσε Τεσσαρακοστῆς καὶ ἐπέκεινα μόλις εἰς ὁλοκληρίας ἕξιν
περὶ τὰς ὑστάτας τῆς ἁγίας Πεντηκοστῆς ἡμέρας ἀποκατασταθέντος τοῦ σώματος.
44. [Χ] ἀλλὰ μήπω τῆς τῶν τραυμάτων τούτων εὖ διατεθείσης συνουλώσεως, ἕτερος ἄγγελος
κακεργάτης ὡς αὐτὸν τοῦ μέδοντος κατεφοίτησεν, πρὸς τὴν τῶν Σμυρναίων μεταστήσων
αὐτὸν ἐπαρχίαν· ὃς μετὰ τῆς ἑπομένης αὐτῷ τῶν κολάκων, μᾶλλον δὲ σκυλάκων ἐπιστὰς
συμμορίας, τὴν ἀναπεφραγμένην τοῦ δωματίου κατέστρεψε θύραν καὶ τοὺς ἱεροὺς ἐξαγαγὼν
πατέρας, ἐπεζήτει παρ᾿ αὐτοῖς, ἐρασιχρήματος ὤν, ἅπερ οὐκ εἶχον τοῦ μαμωνᾶ λείψανα·
ὡς δὲ τοῦ σκοποῦ διημάρτανεν, εἴσω τῆς κέλλης γεγονότας τοὺς πινσοὺς καὶ τὰς ὀπὰς
ἐπιμελῶς διερευνᾶσθαι πεποίηκεν· ἐπεὶ δὲ μάτην αὐτοῖς τὰ τῆς ἐγχειρήσεως μετεπράττετο,
εἰς μανίαν τραπέντες οἱ τάλανες, τοὺς ἁγίους ἔχεσθαι τῆς ὁδοιπορίας ἄγαν καὶ ἐψηρῶς
κατήπειγον, [Δ] μηδ᾿ ὅλως ἐνδεικνύμενοι εἰς αὐτοὺς σπλάγχνα οἰκτιρμῶν, μάλιστα ὁρῶντες
τὸν θεοφόρον Θεόδωρον τετρυχωμένον πάνυ τῷ σώματι καὶ οὐδὲν ἀπεοικότα νεκροῦ· οὕτως
οὖν ἐκεῖθεν μικρὸν ἠνυκότες διάστημα, ὀψὲ τῆς ὥρας εἴς τι καταλύουσι χωρίον, ἐν
ᾧ τοὺς πόδας τῶν Χριστοῦ δεσμίων εἰς τὸ τῆς νυκτὸς μῆκος ἐνωδύνως αὐτοὺς διελθεῖν
παρεσκεύασαν· ἕωθεν δὲ
[p. 300Α] τῶν αὐτόθι ἀπάραντες τὴν ἐπὶ τὰ πρόσω φορὰν ὡσαύτως ἐποιοῦντο, μόλις μὲν
τοῦ πατρὸς ἡμῶν διὰ τὴν κάκωσιν τῶν ποδῶν βαδίζειν δεδυνημένου, ὅμως οὖν τῇ πρὸς
τὸν θεὸν πεποιθήσει ἑαυτὸν ἐκβιαζομένου καὶ τὸ τῆς φύσεως ἀσθενὲς τῇ ἐλπίδι τῶν
ἀποκειμένων τοῖς δικαίοις ἐπιρρωνύοντος ἀγαθῶν. καὶ οὕτως ἐν ὀλίγαις ἡμέραις τὴν
Σμυρναίων παροικίαν καταλαβόντες, τῷ ταύτης αἱρεσιάρχῃ παραδίδονται. ὅστις τῷ τῆς
δυσσεβείας ἀκράτῳ τὴν ψυχὴν μεμεθυσμένος, ἐντὸς τῶν τῆς μητροπόλεως περιβόλων τοὺς
ὁμολογητὰς τοῦ Χριστοῦ ἐν ἑνὶ δωματίῳ καθείργνυσιν, ἓν καὶ μόνον χώρημα τοῦτο [λεγε·
τούτῳ] παρεάσας πρὸς τὸ ἐκεῖθεν δέχεσθαι αὐτοὺς τὴν δι᾿ ἄρτου καὶ ὕδατος μόνον ἡμερησίαν
τροφήν, συντυχίας τε πάσης ἀνθρωπίνης ἀπηλλάχθαι αὐτοὺς [Β] μετὰ σφοδρᾶς προστάξας
ἐπιτιμήσεως· τὴν τοιαύτην οὖν κάθειρξιν τοῦ θεοφόρου κἀκεῖσε κατακριθέντος πατρὸς
σὺν τῷ μαθητῇ Νικολάῳ, ὁ αἱμοβόρος καὶ φόνιος Λέων μετά τινα χρόνον, αὖθις τὸν αἱμοχαρῆ
ἐκεῖνον Ἀναστάσιον τὸν ἐπίκλην Μαρτινάκιν, πρὸς αὐτὸν ἀποστέλλει καταξάναι αὐτὸν
ἀφειδῶς ταῖς διὰ βουνεύρων αἰκίαις. ὃς καὶ ταχὺ τὴν Σμύρναν ἐφθακὼς καὶ τὸ πρόσταγμα
τοῦ ἀνημέρου μετὰ πολλῆς τετελεκὼς τῆς σφοδρότητος εἰς τὸν πένταθλον πατέρα ἡμῶν
Θεόδωρον, πρὸς τὴν βασιλεύουσαν ἐπαλινδρόμησεν. ἐν τούτοις τοιγαροῦν ἐταζόμενος
τοῖς δι᾿ εὐσέβειαν ἄθλοις ὁ ἀκράδαντος τῆς ὁμολογίας ἀκλινὴς πύργος Θεόδωρος τὰ
τοῦ μακαρίου Παύλου κατεπῇδεν ἑαυτῷ διδάγματα· Ϡεἰ συμπάσχομεν καὶ συνδοξασθῶμεν
πάντως τῷ δι᾿ ἡμᾶς τῇ σαρκὶ πεπονθότι Χριστῷ,Ϡ ἵνα ἡμᾶς τῶν παθῶν τῆς ἀτιμίας ὡς
ἀγαθὸς ἐκλυτρώσηται.
45. [Χ] ἀμέλει ὁ τὴν αὐτόθι στρατηγίαν διέπων (Βάρδας δὲ ἦν ὁ τοῦ ἄνακτος καὶ σύγγαμβρος
καὶ ὁμόφρων), ἐξ ὑπογύου χρόνου τε καὶ τόπου τὸ σῶμα λωβηθεὶς πρὸς τὴν μητρόπολιν
κατέφυγεν, ἐν ᾗ καὶ κλινήρης γεγονὼς τὴν τῆς προνοίας ἐξεδέχετο κρίσιν· εἷς δέ τις
τῶν ὑπ᾿ αὐτῷ τεταγμένων, Διογένης ὄνομα, τὸ γένος εὐγενής, τὴν πίστιν ὀρθόδοξος,
ἐραστὴς ὑπάρχων τῶν διὰ Χριστὸν ἐναθλούντων τῇ πίστει, περὶ πολλοῦ τίθεται τοῦ πάντως
θεάσασθαι τὸν ἅγιον καὶ τῶν εὐχῶν αὐτοῦ τὰς εὐλογίας δρέψασθαι· καὶ γοῦν τούτου
συνδραμόντος τῷ θεοφιλεῖ Διογένει καὶ τῆς δι᾿ ὀπῆς συντυχίας θατέρου πρὸς θάτερον
γιγνομένης, ἐγνώρισε τῷ θεοφόρῳ πατρὶ τὰ κατὰ τὸν στρατηγὸν ὁ καλός τε καὶ ἀγαθὸς
ἀνήρ. ὁ δὲ μέγας φησὶν πρὸς αὐτόν· «τάδε ἐρεῖς τῷ κυρίῳ σου· [Δ] Ϡὅρα σὺ τί μέλλεις
ποιεῖν, ὅτι πρὸς τὸ πέρας τοῦ βίου ἴσως παραγέγονας καὶ ὁ βοηθήσων ἢ λυτρωσόμενος
οὐκ ἔστιν· διὸ ἐννοήθητι περὶ ὧν σοι πέπρακται ἐν τῇ εὐημερίᾳ τῆς ἐξουσίας σου εἰς
τοὺς ὁμολογητὰς τοῦ Χριστοῦ καὶ μάλιστά γε εἰς τὴν κατ᾿ ἐμὲ μονήν· ὅτι καὶ τὸν ἀοίδιμον
Θαδδαῖον αὐτὸς ἀνηλεῶς βουνευρίσας τῷ θανάτῳ παρέπεμψας· ἀλλ᾿ ἐκεῖνος μὲν μαρτυρίῳ
τὴν τελευτὴν διαπρέψας, ἐν οὐρανοῖς νῦν κατατρυφᾷ τῆς δόξης τοῦ παντοκράτορος θεοῦ
μετὰ πάντων τῶν ἁγίων· σὺ δὲ ταῖς σειραῖς τῶν ἰδίων ἁμαρτημάτων ἐνταῦθα τέως περισφίγγῃ
μερικῶς, καὶ ἐν τῷ μέλλοντι τὴν καθολικὴν ἀπεκδέχῃ,
[p. 301Α] κἂν ὡς οὐ θέλεις, κατάκρισιν· καὶ εἰ τὰ πρόσκαιρα οὕτως ἐπώδυνά τε καὶ
δύσοιστα, λογίσασθαι χρὴ περὶ τῆς αἰωνίου κολάσεως τῶν ἀσεβῶν καὶ τῶν παραβαινόντων
τὰς ἐντολὰς τοῦ σωτῆρος ἡμῶν Χριστοῦ· ῾ὅτι ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ
αὐτῶν οὐ σβεσθήσεται,᾿ καθὼς ὑπηγόρευσεν ὁ προφήτης.Ϡ»
46. ταῦτα ἀκούσας ἐκεῖνος καὶ εἰς αἴσθησιν ἐλθὼν τῶν ἑαυτοῦ πρακτέων, φόβῳ τε συλληφθεὶς
τῇ τοῦ θανάτου ἀγγελίᾳ, συγγνώμην ταχέως αἰτεῖ παρὰ τοῦ ὁσίου καὶ τὴν διὰ προσευχῆς
ἐπιπέμψαι αὐτῷ ἐπικουρίαν, ὑποσχόμενος ἐξ ἐκείνου κατ᾿ ἐντολὴν τοῦ μεγάλου ἅπαντα
ὁμοῦ τὰ καθ᾿ ἑαυτὸν διατίθεσθαι καὶ ποιεῖν, μόνον εἰ τῆς τοῦ θανάτου μοίρας ἔξω
κατὰ τὸ παρὸν γένηται· ὁ δὲ θεῖος πατὴρ ἡμῶν τὸν μὴ θέλοντα τὸν θάνατον τοῦ ἁμαρτωλοῦ,
ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτὸν φιλάνθρωπον [Β] δεσπότην καὶ κύριον μιμούμενος, τῷ
μὲν νοσοῦντι τὴν ἱερὰν τῆς Θεομήτορος πέπομφεν εἰκόνα, προσκυνῆσαι ταύτην παρακελευσάμενος,
ἐπικαλέσασθαι δὲ καὶ τὰς πρεσβείας τοῦ ἀθλητοῦ καὶ ὁσιομάρτυρος τοῦ Χριστοῦ Θαδδαίου
καὶ ταύτῃ θαρρεῖν ὡς εὖ ἔσται αὐτῷ· αὐτὸς δὲ παννύχιον ὑπὲρ αὐτοῦ πρὸς τὸν ἐπὶ πάντων
θεὸν τὰς ἐντεύξεις ποιησάμενος, τῆς νόσου τοῦτον ἀπήλλαξεν, καὶ τῆς κλίνης τῇ ἐπιούσῃ
ἐλεύθερον ἔδειξεν, ἀστείως τὰ ἀνθρώπινα διαπραττόμενον· καὶ ἔμεινεν ἂν ἐπ᾿ αὐτῷ
ἡ χάρις ἀμετάπτωτος τῆς εὐρωστίας, εἰ μὴ ταῖς τοῦ ἀνιέρου φενακισθεὶς ὑποθήκαις,
τὸ ὑπ᾿ αὐτοῦ εὐλογηθὲν κατεχρήσατο ἔλαιον εἰς τελειοτέρας δῆθεν ὑγιείας ἀνάληψιν·
ὅπερ μαθὼν ὁ σημειοφόρος καὶ τοῦ προφητικοῦ χαρίσματος ἔμπλεος Θεόδωρος, τήν τε
[Χ] ὑποστροφὴν ἐξεῖπεν αὐτίκα τῆς ἀρρωστίας, καὶ τὸν ἑψόμενον ἐκ ταύτης τῷ ἀθλίῳ
θάνατον, ὅπερ αὐτῷ καὶ συμβέβηκεν, οὐ μετὰ πολλὰς τοῦ κοινωνῆσαι τῷ αἱρεσιάρχῃ ἡμέρας·
τῷ ὄντι γὰρ οὐκ ἀζήμιον χρῆμα κατὰ τὸν μακάριον Κύριλλον τὸ κολλᾶσθαι πονηροῖς·
ἀλλὰ τὰ μὲν περὶ τούτου τοιοῦτον πέρας ἐδέξαντο. ὁ δέ γε πατὴρ ἡμῶν καὶ ὁμολογητὴς
τοῦ Χριστοῦ Θεόδωρος εἴκοσι μῆνας φρουρηθεὶς παρὰ τῷ ψευδοδόξῳ ἐκείνῳ μητροπολίτῃ,
πρὸς τοῖς ἄλλοις πατράσι καὶ ὁμολογηταῖς καὶ τοὺς οἰκείους εἶχεν μαθητὰς παρισουμένους
μικροῦ δεῖν τοῖς αὐτοῦ παθήμασιν· ἐν οἷς διέλαμπεν ὅ τε φερώνυμος καὶ μέγας Ναυκράτιος
καὶ ὁ τῆς πρεσβυτερικῆς ἀκριβείας στύλος Δωρόθεος, ὁ θαυμάσιος Βησαρίων καὶ ὁ καρτερικώτατος
Ἰάκωβος, ὁ γενναιότατος [Δ] Δομιτιανὸς καὶ ὁ φερέπονος Τιθόεις [λεγε· Τιθόης ορ
Τιθόιος], ὁ ἀσκητικώτατος καὶ ἀγγελόβιος Τιμόθεος καὶ ὁ θαρραλεώτατος καὶ τῆς εὐθυμίας
ἐπώνυμος ὁμολογητής· οὗτοι πάντες σὺν ἑτέροις πλείστοις, μαστίγων πολλῶν καὶ πειρασμῶν
διαφόρων ἀναδεξάμενοι πεῖραν, τοῦ τῆς ὁμολογίας ἐπέτυχον κλέους, μηδὲ μέχρι ῥήματος
ὑφέντες τοῖς τῶν χριστιανοκατηγόρων συμπεσεῖν θελήμασιν· οἱ γὰρ πιστεύσαντες ἐπισκοπεῖν
θεὸν τοὺς ἑαυτῶν βίους, οὐδὲν ἀνέχονται ἐξαμαρτεῖν.
47. ἀμέλει ὁ ζηλωτὴς θεὸς ὁ τοὺς ὑπεναντίους αὐτοῦ ἐξαίρων, ᾗ φησιν ὁ προφήτης,
ὁ μακρόθυμος ἐν ἐλέει, ὁ τὸ τόξον μὲν τῆς δικαίας αὐτοῦ ὀργῆς
[p. 304Α] ἐντείνων εἰς ἐπιστροφὴν τῶν ἁμαρτανόντων, ἑτοιμάζων δὲ ἐν αὐτῷ τοῖς ἀμετανόητα
πταίουσι σκεύη θανάτου, ὁ μὴ τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἀφιεὶς εἰς τέλος ἐπὶ τὸν κλῆρον
τῶν δικαίων, ἐμνήσθη τοῦ στεναγμοῦ τῶν πεπεδημένων, καὶ τὸν καταφαγόντα τὸν Ἰακὼβ
καὶ τοὺς σεβαστευομένους αὐτοῦ ἠρημωκότα τόπους, εἰσεπράξατο ὧν παρηνόμησεν δίκας
ἐν τόποις οἷς ἐφαύλισε τὴν θείαν τοῦ Ἐμμανουὴλ ἐνανθρώπησιν, ἐν αὐτοῖς ἀπορρῆξαι
αὐτὸν τῷ [λεγε· τὸ] ζῆν φόνῳ μαχαίρας παρασκευασάμενος· ὡς πληρωθῆναι ἐν αὐτῷ τὴν
πρόρρησιν τοῦ μακαρίου προφήτου Ἀμβακοὺμ οὕτω πως ἔχουσαν· Ϡἐβουλεύσω αἰσχύνην τῷ
οἴκῳ κυρίου, συνεπέρανας λαοὺς πολλούς, καὶ ἐξήμαρτεν ἡ ψυχή σου.Ϡ τοιγάρτοι πλησμονὴν
ἀτιμίας ἐκδέξῃ· ἀλλὰ πίε καὶ σὺ καὶ διασαλεύθητι καὶ [Β] σείσθητι· ἐκύκλωσεν ἐπὶ
σὲ ποτήριον δεξιᾶς κυρίου καὶ συνήχθη ἀτιμία ἐπὶ τὴν δόξαν σου· διότι ἀσέβεια τοῦ
Λιβάνου καλύψει σε καὶ ταλαιπωρία θηρίων πτοήσει σε. ἀλλὰ καὶ Ὠσηέ· Ϡκαὶ ἐθύμωσέν
με Ἐφραὶμ καὶ παρώργισεν καὶ τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἐκχυθήσεται· καὶ τὸν ὀνειδισμὸν
αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος.Ϡ σὺν τοὺτοις καὶ ἡ μεγαλοφωνοτάτη σάλπιγξ τῆς προφητείας
ἐρεῖ πρὸς αὐτόν· Ϡὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως
οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας.Ϡ
48. τούτου τοιγαροῦν τοῦ θηριογνώμονος καὶ ἰταμοῦ τυράννου ἐν ἑνὶ τῶν τοῦ παλατίου
νύκτωρ κατασφαγέντος εὐκτηρίων, Μιχαήλ, ὁ τοῦτον πατάξας τὰ [Χ] τῆς βασιλείας μεταχειρίζεται
λάβαρα· ὅστις εἰ καὶ τῇ αἱρετικῇ ζύμῃ ἀναπεποιημένος ἦν ὅλος ἄνωθεν, ἀλλ᾿ οὖν χρηστότητος
τρόποις ἐσχημάτιστο ὁ ἀνήρ· ὅθεν νόμους τίθησι τοὺς κελεύοντας πάντας τοὺς ὑπὸ τοῦ
Λέοντος ἐξορισθέντας καὶ ἐν φρουραῖς κατεχομένους, τῶν δεσμῶν ἀπολύεσθαι· τότε δὴ
μετὰ τῶν λοιπῶν Χριστοῦ ὁμολογητῶν καὶ ὁ περιβόητος τῆς ὀρθοδοξίας κῆρυξ Θεόδωρος
ἐπανήκων ἀπὸ τῆς Σμύρνης πρὸς τὴν πάτριον καὶ φίλην παροικίαν καὶ τὰς τῆς ἁγιωσύνης
καὶ ὁσιότητος ἀπολάμπων μαρμαρυγάς, καὶ παρὰ πολλοῖς μὲν ἄλλοις φιλοφρόνως ἐδεξιώθη
κατὰ διαφόρους κώμας καὶ τόπους, οὐχ ἥκιστα δὲ πρὸς τῶν φιλαρέτων καὶ θεοσεβῶν ἀνδρῶν
ἐκείνων τῶν λεγομένων Ξηρολόφων. ἀμοιβαδὸν ἐφθακὼς τοῖς ὁμοροῦσι μέρεσι, τὰ λεγόμενα
Λάκκου Μιτάτα, καὶ ὑπεδέχθη ἀξίως
begin insert from Χ, Latcsxhea 292,29-31·
κἀκεῖθεν τῷ παρακειμένῳ ἐν Πτελέαις χωρίῳ προσπελάσας, ἐπιτηδείῳ ὄντι πρὸς πολλῶν
ὑποδοχὴν καὶ ἀνάπαυσιν
end insert
καὶ παρ᾿ αὐτοῖς διέτριψεν ἡμέρας [Δ] ἱκανάς πάντων σχεδὸν τῶν τὰ πρῶτα φερόντων
τῆς ὑπ᾿ αὐτὸν ἀδελφότητος αὐτόθι συνδεδραμηκότων. ὁμοίως δὲ καὶ τοῦ πανσόφου Ἰωσὴφ
καὶ στερροτάτου ὁπλίτου τῆς ἀληθείας, ἀπὸ τῆς κατὰ τὸ φρούριον τὸ καλούμενον Ἐλπίζων
φυλακῆς, πρὸς ὑπαντὴν ἀφικομένου τοῦ ἰδίου ἀδελφοῦ· ἔνθα δὴ καὶ θαύματα λέγεται
πεποιηκέναι ὁ θεῖος πατὴρ ἡμῶν οὐκ ἄξια λήθης· περὶ ὧν σὺν θεῷ διαλαβεῖν τῷ λόγῳ
μετρίως πειράσομαι. ὁ γὰρ τὸν ἅγιον πατέρα
[p. 305Α] ἡμῶν τηνικαῦτα ὑποδεξάμενος εὐλαβέστατος ἀνὴρ τοὔνομα Λέων, τῇ τοῦ ὑπάτου
ἀξίᾳ τετιμημένος, ὕστερον μονάσας διὰ τὴν πρὸς τὸν ὅσιον πίστιν τὴν Θεοδώρου τε
κλῆσιν προσήκατο, καὶ κατ᾿ ἐνιαυτὸν εἰς προσκύνησιν τῆς ἱερᾶς τοῦ λειψάνου αὐτοῦ
θήκης ὁσιοπρεπῶς παρεγίνετο· οὗτος τοίνυν ὁ ἀοίδιμος καὶ πιστὸς Θεόδωρος εἰσελθὼν
κατὰ τὸ εἰθισμένον αὐτῷ εἰς ἀφοσίωσιν τῆς πρὸς τὸν στεργόμενον θεοφόρον προσκυνήσεως
καὶ τὴν εὐχὴν ὡς ἐπόθει ἀποδεδωκὼς τῷ κυρίῳ καὶ τὸν τάφον τῶν πατέρων περιπτυξάμενος,
ἐπειδὴ συγκαθεσθεὶς τοῖς ἀδελφοῖς, λόγος παρεισέδυ περί τε τῆς βιοτῆς καὶ τῶν ἀγώνων
τοῦ μεγάλου Θεοδώρου, καθάπερ ὑπὸ πυρὸς τῇ τούτου μνήμῃ τὰ ἔνδον πυρποληθείς, δῆλος
ἦν τῷ τε ἐρυθήματι τῆς ὄψεως καὶ τῇ τῶν δαψιλῶν δακρύων καταγωγῇ, ἡλίκης θυμηδίας
ἐμπέπληστο τῇ τῆς πολιτείας τοῦ μεγάλου ἀναμνήσει· εἰς ὃ καὶ τῶν συνεδρευόντων ἠξίωσεν
ὁ γέρων νουνεχῶς ἀκοῦσαι τῶν ὑπ᾿ αὐτοῦ ῥηθησομένων· ἤρξατο δὲ τῆς ὑποθέσεως ἔνθεν
ἑλών.
49. [Β] «κατ᾿ ἐκεῖνο καιροῦ» φησίν «καθ᾿ ὃν ἠξίωμαι τὸν ὁμολογητὴν τοῦ Χριστοῦ καὶ
κοινὸν πάντων ἡμῶν ξενίσαι πατέρα, ἤδη παραληφθεῖσαν ἡμῖν ἐπὶ τῷ υἱῷ μου Διονυσίῳ
νεᾶνιν καὶ τούτῳ συστεφθεῖσαν, παρὰ πόδας συνέβη κατά τινα φθόνου βολίδα ταύτην
λάβρῳ περιπεσεῖν πυρετῷ, ἀφ᾿ οὗ δὴ συμβάντος, τὰς μὲν γαμηλίους ᾠδὰς αἱ πενθήρεις
ἠμείβοντο· ἡμεῖς δὲ τῷ θρήνῳ συμπεφυρμένοι, τὸν πρόωρον θάνατον τῆς κόρης οὐκ ἀπηλπίζομεν·
τοῦτο οὖν πρὸς ἡμῶν διαγνοὺς ὁ τοῦ θεοῦ ἄνθρωπος, ἔλαιον εὐλογήσας καὶ τοῦτο πεπομφὼς
ὡς ἡμᾶς ἐξ οὗπερ ηὐλίζετο χωρίου, Πτελέας προσαγορευομένου, ἐπιχρίσαι τῆς ἀρρωστούσης
τό τε μέτωπον καὶ τοὺς ταρσοὺς ἑκατέρων τῶν χειρῶν καὶ τῶν ποδῶν προστέταχεν· καὶ
τούτου γενομένου παραχρῆμα ἡ παῖς τὸ δῶρον [Χ] τῆς ἰάσεως ἐδέξατο καὶ ἡμεῖς εἰς
εὐθυμίαν ἐπανήκομεν δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ταχίστῃ τῆς νεάνιδος σωτηρίᾳ.»
50. διπλασιάζων δὲ τὴν περὶ τούτων ἐξήγησιν ὁ εὐγενὴς ἐκεῖνος πρεσβύτης, «ἄλλο»
φησίν «ἀκούσατε, πατέρες. ἀνήρ τις, ὀνόματι Λέων ἀπὸ κώμης Ἀχιραοῦς οὕτω καλουμένης,
συνῴκει γυναικὶ ἐχούσῃ πνεῦμα ἀκάθαρτον, ἥτις τοσοῦτον ὑπὸ τοῦ δαίμονος παρεφέρετο,
ὥστε καὶ τὰς ἰδίας κατεσθίειν ἀνεπαισθήτως σάρκας. ὁ οὖν ταύτης σύμβιος πίστει φερόμενος
τῇ πρὸς τὸν θεράποντα τοῦ Χριστοῦ Θεόδωρον, ἐποχουμένῳ τῷ ἀοιδίμῳ ἐπὶ κάνθωνος καὶ
δι᾿ αὐτοῦ παριόντι, προσελθὼν μετὰ τῆς γυναικός, ἠξίου μεταδοῦναι αὐτῇ τῆς παρὰ
τῶν εὐχῶν αὐτοῦ εὐλογίας. ὁ δὲ θαυματουργὸς ἀνὴρ ἡμῶν τὴν ἑαυτοῦ δεξιὰν τῇ κορυφῇ
ἀκροθιγῶς ἐρείσας τῆς γυναικός, [Δ] ἐποίησεν ἐπ᾿ αὐτῇ τὴν ἐπὶ τοῖς πνευματιῶσιν
εὐχήν· ἅμα δὲ τοῦ ταύτην συντελέσαι, καὶ ἡ ἀπαλλαγὴ τοῦ δαίμονος τῇ πασχούσῃ ἐπηκολούθησεν,
σημείου φοβεροῦ κατὰ τὴν ὥραν τῆς διώξεως αὐτοῦ εἰς φανερὸν τοῖς βλέπουσιν γεγονότος·
τῇ γὰρ ἐκβολῇ τοῦ ἀκαθάρτου καὶ πονηροῦ πνεύματος συναπερρύησαν οἵ τε τῶν χειρῶν
καὶ τῶν ποδῶν αὐτῆς ὄνυχες καὶ ἔπεσον εἰς τὴν γῆν· εἰς ὃ καὶ ἐκπλαγεὶς ὁ ἀνὴρ ἐδίδου
δόξαν καὶ εὐχαριστίαν τῷ θεῷ, τῷ διὰ τοῦ θεράποντος αὐτοῦ τοιαῦτα παράδοξα παρ᾿
ἐλπίδα ποιήσαντι εἰς τὴν ἑαυτοῦ σύμβιον.»
[p. 308Α]
51. τούτοις ἐχόμενα καὶ ἕτερον συνῆψεν. οὕτως εἶπεν ὁ θαυμαστὸς τὴν πίστιν Θεόδωρος·
«ποταμός τίς ἐστι τοῖς καθ᾿ ἡμᾶς παρακειμένοις τόποις, Ὀνοπνίκτης λεγόμενος, ἐξ
αὐτῆς οἶμαι τῆς προσηγορίας τὸ τῆς ἐπιγιγνομένης αὐτῷ πλημμύρας σημαίνων ἐπιζήμιον,
ὡς μηδὲ τοὺς ἀγνῶτας ἀμοιρεῖν τὸ βλαπτικὸν τῶν ῥευμάτων· οὗτος ἐξοιδαίνων ἐνίοτε
τοῦ χρόνου καὶ τῆς ἰδίας κρηπῖδος ὑπερχεόμενος, τὸ χωρίον Πτελέας οὐ μετρίως κατελωβᾶτο·
οὗ δὴ χάριν, ὥραν ἀποτηρήσαντες εὔθετον ἀνηνέγκαμεν τὰ κατ᾿ αὐτὸν τῷ σημειοφόρῳ
πατρί· ὁ δὲ λυπηθεὶς σφόδρα τῇ σκυθρωπῇ ἀγγελίᾳ περὶ δείλην ὀψίαν τῆς αὐτῆς ἡμέρας
τὸν τόπον σὺν ἡμῖν καταλαμβάνει τῆς παρεκκλίσεως τοῦ ποταμοῦ καὶ τὰς ἑσπερίους αὐτόθι
ἀποδοὺς τῷ κυρίῳ δοξολογίας, τὸν ἐπ᾿ αὐτὸ τοῦτο [Β] τεκτονευθέντα σταυρὸν τῷ τόπῳ
καταπήγνυσιν τῶν φθοριμαίων ὑδάτων· ὅπερ σημεῖον σταυροῦ βλέπων τό ποτε μορμῦρον
ποτάμειον ῥεῖθρον, ἔκτοτε καὶ μέχρι τοῦ δεῦρο ὡς δοῦλος εὐήκοος τῷ δεσποτικῷ ὑπείκει
συμβόλῳ, μὴ τολμῶν ἐκχαραδρωθῆναι κατὰ τὴν ἔμπροσθεν προπέτειαν {ἑ}αὐτοῦ.»
52. πρὸς δὲ τοῖς τρισὶ τούτοις καὶ τὸ εἰς αὐτὸν γεγονὸς συνῆψε τῇ λέξει θαῦμα, ὁ
φιλαλήθης ἄνθρωπος μετὰ δακρύων φήσας οὕτως· «διατρίβοντος ἔτι τοῦ μακαρίου πατρὸς
ἡμῶν εἰς τὴν καθ᾿ ἡμᾶς ἑστίαν τὴν ἐν Πτελέαις ἐγένετό με» φησίν «κατά τινα χρείαν
πρὸς ἕτερον ἀπελθεῖν χωρίον, Μετεώριν λεγόμενον· καὶ ποιήσας τὴν διακονίαν τοῦ πράγματος
ὑπέστρεφον πάλιν εἰς τὰ οἰκεῖα· γενομένῳ δέ μοι πρὸς τὸ παρακείμενον ὄρος τῇ λεωφόρῳ
συνηντήθη πάρδαλις καταπληκτικὸν φέρουσα εἶδος· [Χ] ἣν καὶ στᾶσαν παρ᾿ εὐθὺ ἐνώπιόν
μου καὶ βουλομένην τῷ κατ᾿ ἐμοῦ χρήσασθαι ἅλματι αἰσθόμενος, τὸν φόβον τῆς ψυχῆς
ὥσπερ ἀποβαλών, λέγω πρὸς αὐτὴν μεγάλῃ τῇ φωνῇ· Ϡἄπιθι θηρίον ἀτίθασσον· καὶ μηδαμῶς
μοι προσεγγίσῃς· ἐγὼ γὰρ πρὸς τὸν θεράποντα τοῦ Χριστοῦ σπεύδω Θεόδωρον.Ϡ ἡ δὲ καθάπερ
ἀπὸ προσώπου πυρὸς τῆς τοιαύτης φωνῆς κατεπτηχυῖα, νῶτά μοι δίδωσι παραχωροῦσα τῆς
πορείας τὴν τρίβον· ἐγὼ δὲ τὸ παράδοξον τῆς ὑποστολῆς τοῦ θηρὸς θεασάμενος, σύνδακρυς
ὅλος γέγονα καὶ τὸν δεσπότην Χριστὸν ἐδόξασα, τὸν ἐξ ἀνδρολέτου καὶ πονηροῦ ζῴου
ῥυσάμενόν με διὰ μόνης ἐπικλήσεως τοῦ γνησίου αὐτοῦ δούλου Θεοδώρου.» καὶ ταῦτα
μὲν ἡμῖν ἔγνωσται πρὸς τοῦ ἱερόφρονος ἐκείνου καὶ εὐκλεοῦς Θεοδώρου, τοῦ καὶ τὴν
πολιὰν καὶ τὴν πίστιν ἀληθῶς
[Δ] πρεσβυτικωτάτου· ἐπειδὴ δὲ προγενεστέρως τούτων, ἕτερα γεγενῆσθαι τῷ πατρὶ κηρύττεται
θαύματα, ἅπερ ἐξηγήσατο ὁ θεῖος πατὴρ ἡμῶν Σωφρόνιος, δεῖν ᾠήθην ἐνταῦθα τοῦ λόγου
γενόμενος κἀκεῖνα τούτοις ἐπισυνάψαι, ὡς ἂν ἄρτιος εἴη καὶ συνεχὴς ἡ περὶ τούτων
ἀξιοδιήγητος ἱστορία.
53. «κατὰ δὴ τὸν καιρὸν ἐκεῖνον» φησίν «ὁπότε τὴν οὐράνιον καὶ ἀγγελικὴν πολιτείαν
ὁ ἐν ἁγίοις πατὴρ ἡμῶν Θεόδωρος σὺν τῇ ὑπ᾿ αὐτὸν πολυπληθεῖ συνοδίᾳ ἐν τοῖς Στουδίου
ἐπεδείκνυτο, ἀνῆλθεν μιᾷ κατὰ τὸ εἰωθὼς αὐτῷ εἰς τὸ νοσοκομεῖον ἐπισκέψασθαι τοὺς
[p. 309Α] ἀνακεκλιμένους ἀδελφούς. εἷς δὲ τῶν αὐτόθι, χρονίσας ἐν τῇ ἀρρωστίᾳ καὶ
τὰς ἐκ τῶν ἀλγηδόνων προσβολὰς μηκέτι φέρειν δεδυνημένος, ἠθύμει πάνυ καὶ ἀπελέγετο
τὴν ἑαυτοῦ ζωήν, ὡς καὶ τοὺς συνανακειμένους εἰς οἶκτον ἄγειν καὶ ἔλεον ταῖς τῶν
λόγων ἀνακλήσεσιν· παρὰ τούτου τοίνυν ἀξιωθεὶς ὁ τὴν φροντίδα τῶν ἀσθενῶν ποιούμενος,
(Συμεὼν δ᾿ οὗτος ἦν ὁ θαυμάσιος τῆς ὑπακοῆς υἱὸς καὶ τῆς διακρίσεως λύχνος παμφαέστατος),
ἐρωτῆσαι ἐξ αὐτοῦ τὸν πατέρα ὅπως εὔξηται τῷ θεῷ καὶ ἀπολυθῇ τάχιον τοῦ δεσμοῦ.
ἐν τῷ κατιέναι τὸν θεόσοφον ποιμένα, ἐπικαταλαβὼν ὁ νοσοκόμος ὀπίσω αὐτοῦ, ἀπαγγέλλει
αὐτῷ τὴν τοῦ ἀρρώστου δέησιν. ὁ δὲ μέγας Θεόδωρος ταῦτα ἀκούσας, ἤρετο εἰ ἀληθῶς
οὕτως εἰρήκει ὁ κάμνων ἀδελφός. τοῦ δὲ βεβαιωσαμένου [Β] τῇ συγκαταθέσει τῶν ῥημάτων,
στραφεὶς πρὸς ἀνατολὰς ὁ οὐρανόφρων καὶ τὴν μορφὴν πυρακτωθεὶς ἐκ τῆς κατὰ τὴν καρδίαν
συμπαθοῦς διαθέσεως, ἐπάρας τε τὰς χεῖρας εἰς ὕψος καὶ σύνδακρυς γενόμενος, προσηύξατο
κατὰ διάνοιαν πρὸς τὸν ἔχοντα ἐξουσίαν ζωῆς καὶ θανάτου κύριον, τῶν συνόντων αὐτῷ
ἀδελφῶν ταῦτα βλεπόντων· καὶ μετὰ τὴν προσευχὴν στραφεὶς λέγει τῷ Συμεῶνι· Ϡὑπόστρεφε
ταχὺ πρὸς τὸν ἀδελφόν, καθότι πεποίηκεν ὁ κύριος ἔλεος κατὰ τὴν αἴτησιν αὐτοῦ.Ϡ
ὁ δὲ εὐθέως ὑποστρέψας εὗρεν αὐτὸν τὴν ὑστάτην ἀποδόντα πνοὴν καὶ τοὺς παρισταμένους
αὐτῷ πρὸς τὴν τῶν ὀφθαλμῶν αὐτοῦ ἐπίμυσιν τὰς ἑαυτῶν χεῖρας ἐπιβαλόντας, ὡς εὑρίσκεσθαι
σαφῶς ἅμα τοῦ φάναι τὸν ὅσιον τὰ τῆς ἐξόδου καὶ τὸν ἀδελφὸν ἐκδημῆσαι τοῦ σώματος.»
54. [Χ] ἕτερον ἡμῖν παράδοξον ὁ ἱερὸς οὗτος πατὴρ ἡμῶν Σωφρόνιος, ὁ καὶ διάδοχος
τοῦ θρόνου αὐτοῦ τε καὶ τῶν μετ᾿ αὐτὸν ποιμηνάντων τὴν αὐτοῦ ποίμνην γενόμενος,
διηγησάμενος καταλέλοιπεν. ἔφη γάρ ποτε πορείαν ἐκποιεῖσθαι κατὰ τὸ θέμα τῶν Παφλαγόνων
ἐν τοῖς καιροῖς τῆς εἰκονομαχικῆς τρικυμίας σὺν τῷ ἀποθρίγξαντι αὐτὸν πατρὶ Ἀνατολίῳ
τῷ κρατίστῳ φοιτητῇ καὶ νοταρίῳ τοῦ μεγάλου γεγονότι πατρὸς καὶ πληγὰς μαστίγων
καὶ φυλακὰς διὰ τὴν εὐσεβῆ πίστιν ἀνδρείως ὑποίσαντι. «καὶ δή» φησί «τὸ ἐξ ἑωθινοῦ
μέχρις ἑσπέρας διανυσάντων ἡμῶν διάστημα, κατελύσαμεν παρὰ τὰς τοῦ χόρτου διακοπὰς
πλησίον θημωνίας ἀναψύξεως χάριν. ἐγένετο δὲ κατά τινα σύμβασιν τῆς Ῥωμαϊκῆς ἐξουσίας
νούμερον στρατοῦ αὐτόθι προαναπεσεῖν· πυρκαϊαὶ [Δ] γοῦν παρὰ πολλῶν πρὸς ὕδατος
θερμοῦ ἐξαναφθεῖσαι χρῆσιν, οὐκ οἶδ᾿ ὅπως τοῦ χόρτου δραξάμενον τὸ πῦρ, λυγρῶς τὰς
προσπιπτούσας ἐπεβόσκετο χορτοθεσίας· ταράχου δὲ πολλοῦ καὶ στάσεως ὑπὸ τῶν στρατιωτῶν
ἐκ τούτου γεγονυίας, φονίῳ τε τῷ ὄμματι καὶ κινήματι τὸν τοῦτο δεδρακότα πάντων
ἐπιζητούντων, θεωρήσας ὁ ὅσιος πατὴρ ἡμῶν καὶ ὁμολογητὴς τοῦ Χριστοῦ Ἀνατόλιος τὴν
χαλεπωτάτην ὁρμὴν τοῦ λαοῦ καὶ φοβηθεὶς μήπως διαχειρίσωνται τῇ ὀξείᾳ ὁρμῇ τοῦ περιζέοντος
θυμοῦ τοὺς ἀμφοτέρους ὡς ὑπευθύνους τοῦ τοιούτου κακοῦ, στὰς κατὰ ἀνατολὰς καὶ τὰς
χεῖρας πρὸς οὐρανὸν ἐκπετάσας, ἐβόησεν πρὸς τὸν θεὸν λέγων· Ϡκύριε Ἰησοῦ Χριστέ,
θεέ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἐὰν προσεδέξω τοὺς ἀγῶνας Θεοδώρου τοῦ κατ᾿ ἐμὲ πατρός,
ταῖς αὐτοῦ
[p. 312Α] πρεσβείαις καὶ νῦν δυσωπήθητι, καὶ σβέσον τὴν πυρκαϊὰν ταύτην, ἵνα μὴ
θανατώσωσιν ἡμᾶς οἱ ἄνθρωποι ἀδίκως.Ϡ ἅμα δὲ τοῦ εἰρηκέναι αὐτὸν ταῦτα, τὸ μὲν πῦρ
ἐκεῖνο ὡς ὑπό τινος ῥαγδαιοτάτης ἀπετεφρώθη βροχῆς, οἱ στρατιῶται δὲ πρὸς τὸ ἥμερόν
τε καὶ ἔκθαμβον μεταπλασθέντες, ἐδόξαζον τὸν θεὸν καὶ τὸν πανόσιον πατέρα ἡμῶν ὑπερευφήμουν
Θεόδωρον.»
55. παραπλήσιον δὲ τούτου καὶ ἐν τῇ Κωνσταντίνου πόλει ἔφησε γεγονέναι τεράστιον
ὁ αὐτὸς οὗτος ἀοίδιμος Σωφρόνιος ἐπὶ οἰκίας ἑνὸς τῶν μεγιστάνων εἰς τὴν Ῥάβδον τὴν
οἴκησιν ἔχοντος, παρ᾿ αὐτῆς τῆς κυρίας τοῦ οἴκου ἀκούσας τὴν ὑπόθεσιν τοῦ πράγματος,
οὕτω πρὸς αὐτὸν εἰρηκυίας· «ἡμέρας» φησί «μεσούσης, γέγονεν ἐμπρησμὸς εἰς τὸν χορτοβολῶνα
ἡμῶν, πόθεν ἢ πῶς οὐκ οἶδα, καὶ τοσοῦτον ἐξήφθη τῇ τῶν εὐκαταπρήστων ὑλῶν συνφλέξει
τὸ πῦρ, ὡς μέλλειν συνεμπι{μ}πρᾶσθαι καὶ τὴν ἄλλην ἅπασαν κτῆσιν τῆς ὑποστάσεως
ἡμῶν· θρυλληθέντων οὖν πάντων καὶ πρὸς τὴν τῶν ὑδάτων καὶ ὑδροστατῶν ἐπικομιδὴν
σὺν βοῇ καὶ ταράχῳ διασκιδναμένων, ἔγωγε περιθέουσα καὶ λίαν ὀδυρομένη, διενεθυμήθην
ὡς ἐπιστολίδιον ἀποσταλὲν προσφάτως παρὰ τοῦ μεγάλου Θεοδώρου ἐφ᾿ ἑνὶ τέθειταί μοι
τῶν ἐκ βαΐων τὴν σύστασιν εἰληχότων σκευῶν· καὶ δὴ σπεύσασα καὶ τοῦτο μετὰ χεῖρας
λαβομένη, σὺν δάκρυσιν ἐξεβόησα ὑψηλοτέρᾳ φωνῇ· Ϡὅσιε Θεόδωρε, βοήθησον ἡμῖν διὰ
τῶν εὐχῶν σου κατὰ τὴν ὥραν ταύτην.Ϡ καὶ σὺν τῷ λόγῳ ῥίπτω αὐτὸ ἐξ οὗπερ ἱστάμην
ἀπόπτου πρὸς τὸ κάταντες ἐπάνω τῆς φλογός· ἡ δὲ ὥσπερ καταιδεσθεῖσα τοὺς ἐν τῷ χάρτῃ
γεγραμμένους λόγους τοῦ ἁγίου πατρός, παραχρῆμά τε ὑπεστάλη τοῦ [Χ] ἐπαγριαίνεσθαι
καθ᾿ ἡμῶν καὶ εἰς τὸ μεῖον κατὰ βραχὺ συνηλαύνετο, ὡς εἰκαίαν γενέσθαι τήν τε τοῦ
ὄχλου τῇδε κἀκεῖσε περιδρομὴν καὶ τὴν τῶν σιφώνων κατὰ τόπους παρασκευήν, δοξάζειν
τε τὸν θεὸν ἅπαντας ἐπὶ τῷ παραδόξῳ τρόπῳ τῆς κατασβέσεως τοῦ ἐμπυρισμοῦ.»
56. ἄλλο δὲ πάλιν παράδοξον ἀπὸ τῆς Σαρδωνικῆς νήσου ἧκεν ἡμῖν τοῦ σημειοφόρου πατρὸς
ἡμῶν ἄκουσμα· τῷ γὰρ πρώτῳ τῆς αὐτῆς χώρας φιλοχρίστῳ καὶ θεοσεβεῖ μάλα ὑπάρχοντι,
ἐντυχὼν τῶν ἡμετέρων πατέρων τις, παρ᾿ αὐτοῦ τὴν ἱστορίαν ταύτην ἐγνώρισεν λέξαντος
πρὸς αὐτὸν οὕτως·«ἐγώ» φησίν «ἐκ πολλοῦ τὰ τριῴδια τῆς ἁγίας Τεσσαρακοστῆς, ἃ πεποίηκεν
ὁ θεοφόρος πατὴρ ἡμῶν καὶ ὁμολογητὴς τοῦ Χριστοῦ Θεόδωρος περιποιησάμενος, ἔψαλλον
αὐτὰ κατ᾿ ἐνιαυτὸν μετὰ τῆς [Δ] προσηκούσης πίστεως, ὥσπερ οὖν καὶ νῦν χάριτι Χριστοῦ·
κατ᾿ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπεξενώθησάν μου μοναχοὶ τῷ σχήματι λέγοντες εἶναι μαθηταὶ
Γρηγορίου τοῦ γεγονότος ἀρχιεπισκόπου τῆς Συρακουσίων τῶν Σικελῶν πόλεως· οἳ καὶ
διατρίψαντες παρ᾿ ἐμοί, ἔτυχον οὐ μετρίας παραμυθίας· ἐπεὶ δὲ ὁ καιρὸς τῆς ἁγίας
Τεσσαρακοστῆς ἐνεστήκει, προπαρασκευὴν ἐποιούμην τῆς κρατούσης παρ᾿ ἐμοὶ τάξεως
ἐν τῇ πρὸς θεὸν δοξολογίᾳ, προβαλλόμενος τὰ τριῴδια τοῦ ἁγίου πατρὸς ἡμῶν ἐν τῇ
Τεσσαρακοστῇ ψαλθῆναι, καθὼς ἦν μοι ἔθος ἐκ τῶν ἔμπροσθεν χρόνων. ἐκεῖνοι δὲ τοῦτο
ἀκούσαντες, ἐταράχθησαν ὁμοῦ καὶ ἐξέστησαν, ὅτι καὶ μέχρις ἡμῶν ἐπεφθάκει ἡ τοῦ
ὁσίου πατρὸς ἡμῶν διδασκαλία καὶ φήμη· ἤρξαντό τε μωμοσκοπεῖν τὸν ἅγιον, καὶ τὰ
αὐτοῦ διακερτομεῖν ποιήματα,
[p. 313Α] ὡς οὐ κατὰ λόγον συντεθέντα παιδείας· ὑφ᾿ ὧν παραφθαρεὶς ἔγωγε τὴν διάνοιαν,
τὴν θολερὰν ἀνατροπὴν τῶν κατὰ τοῦ θεοφόρου λόγων ἐξέπιον· ὅθεν καὶ τῆς ἁγίας Τεσσαρακοστῆς,
ὡς ἔφην, ἐνστάσης οὐκ ἠβουλόμην ψάλαι τὰ αὐτοῦ τριῴδια· καὶ τῇ εἰσοδίῳ νυκτί, ἐφίσταταί
μοι ὁ τοῦ Χριστοῦ θεράπων Θεόδωρος, μακρὸς ὢν τὴν ἡλικίαν, κατάξηρος καὶ ὠχρὸς τὴν
ὄψιν, μιξοπόλιος τὴν τρίχα καὶ ἐπιφάλακρος· ᾧτινι παρείποντο ῥαβδοῦχοί τινες ἔνδοξοι
τὴν ἰδέαν, οὓς καὶ μετὰ κινήσεως δῆθεν παρακελευσάμενος, ἀποτείνουσίν με ἀργαλέως,
τύπτειν τε ἰσχυρῶς ταῖς ῥάβδοις ἑνίους
συντάξας, αὐτὸς ἐμβριθέστερον ἐβόα πρός με· Ϡτῶν ἐμῶν πονημάτων καταφρονεῖς, ἄπιστεϠ
καὶ πάλιν πρὸς τοὺς δορυφόρους ἔλεγεν· Ϡἐντολὴν ἔχετε ἱκανῶς χρήσασθαι [Β] αὐτῷ,
ἵνα παιδευθῇ μὴ παραδέχεσθαι ὁμιλίας κακὰς τὰς δυναμένας μάλιστα παραφθείρειν ἤθη
χρηστά.Ϡ ἐν τούτοις οὖν μαστιχθεὶς εἰς κόρον, (ἐδόκουν γὰρ μόλις ἀναπνεῖν) εἰς ἐμαυτὸν
ἦλθόν ποτε διυπνισθεὶς σὺν θορύβῳ καρδίας καὶ ἀλγηδόσι σώματος σφοδροτάταις, ἃς
καὶ ὑπέδειξα τοῖς περὶ ἐμὲ σώας φυλαχθείσας καὶ ἐνσημάντ{ρ}ους ἐν τῷ ἐμῷ σώματι,
πρὸς πίστωσιν τῶν συμβάντων μοι διὰ τὴν παραδοχὴν τῆς κατὰ τοῦ δικαίου πατρὸς ἡμῶν
ἀπιστίας κακῶν. παρευθύ τε τοὺς τὴν εὐωχίαν τῆς ὀργῆς ταύτης προξενήσαντάς μοι,
τοῦ ἐμοῦ οἴκου ἐδίωξα καὶ ἐξ ἐκείνου λοιπὸν ἕως τοῦ παρόντος σεβαστὰ ἡμῖν ἐστι καὶ
πρόκριτα τὰ τοῦ ἁγίου πατρὸς ποιήματα· καὶ ἔχομεν αὐτὸν ὡς ἕνα τῶν ἀποστόλων Χριστοῦ
καὶ θεοπάροχον διδάσκαλον τῆς καθολικῆς ἐκκλησίας, οὐκ ἐκ ψιλῆς ἀκοῆς ταῦτα περὶ
αὐτοῦ δοξάζοντες, ἀλλὰ διὰ πραγματικῆς πείρας, καὶ θείας καὶ ἀψευδοῦς, καθὰ εἴρηται,
ἀποκαλύψεως.»
57. [Χ] ἔστι δὲ καὶ ἄλλα πολλὰ τὰ εἰς ἡμᾶς ἐλθόντα τοῦ σημειοφόρου πατρὸς ἡμῶν θαύματα,
ἃ περιόντος ἔτι τῷ βίῳ, οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν ἀμείνω ζωὴν ἐκδημήσαντος κατὰ τὴν
τῶν ἰδόντων αὐτὰ καὶ πειραθέντων ὑφήγησιν, ἐγεγόνει τε καὶ ἐπράχθη.
ἄλλος μὲν γὰρ πνευματιώντων ἔφησεν ἀποκάθαρσιν γεγενῆσθαι πρὸς αὐτοῦ,
insert from Α ΠΓ 99 217Β Παρα. 114 lines 6-8·
... ὃν ἀπέχρησεν ἡ ἐν τῷ τάφῳ προσέλευσις καὶ νυκτερινὴ τοῦ πατρὸς ὄψις εἰς πάθους
τοσούτου ἀπαλλαγήν.
end insert φρομ Α
ἕτερος δὲ τῶν ἄλλως πασχόντων σωματικαῖς ἀνωμαλίαις τὴν ὁλόκληρον ῥῶσιν.
ἔστι δὲ καί τις ἐξαπίνης ἀλγήσας κομιδῇ τὸν στόμαχον καὶ μόνον εἰς τὴν γεγραμμένην
ἐπὶ τοῦ κίονος ἀπιδὼν τοῦ ἁγίου εἰκόνα, καὶ τούτου τὸ ὄνομα πρὸς βοήθειαν ἐπικαλεσάμενος,
καὶ πάραυτα τῆς πιεζούσης ὀδύνης ἀπαλλαγείς.
ἄλλος δὲ πάλιν ἐξ ἀσυμφόρου καὶ πολὺ τὸ γεῶδες ἔχοντος βρώματος, οἷόν τινα δρακόντιον
ἰόν, εἰσδεξάμενος, [Δ] καὶ ὑπ᾿ αὐτοῦ τὰ ἔγκατα τιτρωσκόμενος καὶ τεθνάναι τὸ κεφάλαιον
παρὰ πολλῶν προσδοκηθείς, τὸ ἀποκανδάλισμα [λεγε· ἀποκανδήλισμα] τῆς ὕπερθεν τοῦ
ἱεροῦ αὐτοῦ τάφου αἰωρουμένης ἐκπιὼν κανδήλης, τοῦ παρ᾿ ἐλπίδα γενηθέντος ἐν αὐτῷ
δηλητηρίου, δι᾿ ἐμέτου συντόμου τὴν λύσιν ἐξηύρατο.
ὁμοίως καὶ ἕτερος τοῦ αὐτοῦ σωτηρίου ἐλαίου ἐπὶ τῆς ἑαυτοῦ παλάμης ἀπογευσάμενος,
νεφρίτου λίθου ὀδύνην παγχάλεπον ἐξεκρούσατο.
ἄλλος τῷ πάθει τῆς δειλίας παρὰ φύσιν κεκρατημένος καὶ δειμαίνων καθεύδειν ἐφ᾿ οἷς
ἠφόριστο τόποις, ἀλλὰ καὶ προϊέναι κατὰ τὰς νυκτερινὰς προόδους ἐπὶ τὴν παρεισπίπτουσαν
οὐ θαρρῶν διακονίαν, βραχύ τι πεπωκὼς καὶ αὐτὸς ἔλαιον ἐκ τῆς ῥηθείσης κανδήλης
καὶ σφραγισάμενος ἐν τύπῳ σταυροῦ τό
[p. 316Α] τε περὶ τὴν καρδίαν μέρος καὶ τὸ μέτωπον ἀδείλαντος ἔκτοτε καὶ εὐθαρσὴς
συνετηρήθη.
καὶ ἁπαξαπλῶς ἐπιλείψει καὶ ἡμᾶς ὁ χρόνος, εἰ τὰ καθ᾿ ἕκαστον ἐπεξιέναι βουληθείημεν
τοῦ πανοσίου πατρὸς ἡμῶν θαυματουργήματα, καθότι ἐξ ἐκείνου καὶ μέχρι τοῦ νῦν οὐ
διαλείπουσι γίνεσθαι τὰ τοιαῦτα εἰς τοὺς μετὰ πίστεως προσερχομένους τῇ τιμίᾳ αὐτοῦ
καὶ προσκυνητῇ σορῷ θαυμάσια, ἃ καὶ ἡμεῖς βλέπομεν καὶ οἱ μεθ᾿ ἡμᾶς γε πάντως ὄψονται·
Ϡἀμεταμέλητα γὰρ τοῦ θεοῦ τὰ χαρίσματα.Ϡ ὅθεν τὸν περὶ τούτου ἀφέμενοι λόγον πρὸς
τὰ ἑξῆς τοῦ βίου τὴν ὁρμὴν ποιησόμεθα.
58. διατρίψας τοιγαροῦν ἐν Πτελέαις ὁ μακαρίτης Θεόδωρος πλείστας ὅσας ἡμέρας μεθ᾿
ὧν εἰρήκαμεν ἀδελφῶν καὶ πατέρων, χάριν τῶν εἰς ἀπαντὴν αὐτοῦ συναγωνιστῶν αὐτοῦ,
ἀπάρας ἐκεῖθεν ἔρχεται [Β] σὺν αὐτοῖς εἰς τὰ μέρη τῆς Προύσης· τούτου δὲ φημισθέντος
καθ᾿ ὅλην τὴν Ὀλύμπιον παροικίαν, συνήχθησαν πρὸς αὐτὸν σχεδὸν ἅπαντες οἱ ἐν ταῖς
ἐρημίαις καὶ ὄρεσι καὶ ταῖς ὀπαῖς τῆς γῆς τὴν ἀρετὴν ἀρχῆθεν ἐξασκεῖν ᾑρημένοι,
ὡς πρώτιστον ἀθλητὴν τοῦ τῆς ὁμολογίας σταδίου ἐπιποθοῦντες τοῦτον θεάσασθαι, ἅμα
δὲ καὶ τῶν εὐχῶν αὐτοῦ τρυγῆσαι τὴν εὐλογίαν· ὁ δὲ μέγας φωστὴρ ἕκαστον μὲν καὶ
πάντας περὶ τῆς νοητῆς τῶν δαιμόνων πάλης καὶ τῆς διηνεκοῦς τῶν πειρασμῶν ἐπελεύσεως
κατὰ τὸ ἐγχωροῦν εἰσηγούμενος καὶ πρὸς θεῖον ἔρωτα τὰς τούτων διεγείρειν ψυχάς,
ἐπευχόμενος ἀπέλυεν· αὐτὸς δὲ ἄχρι Χαλκηδόνος ἐληλυθὼς καὶ τὸν πάλαι μάγιστρον Θεόκτιστον,
ὑπ᾿ αὐτοῦ πρώην ἀποκαρθέντα καὶ τηνικαῦτα τῷ ἰδίῳ προσκαρτεροῦντα [Χ] μοναστηρίῳ
μετὰ τῆς τῶν ὀρθῶν δογμάτων ἀκριβοῦς φυλακῆς, ἀσπασάμενος, ἐκεῖθεν ἀνέρχεται πρὸς
τὸν ἀοίδιμον πατριάρχην Νικηφόρον καὶ γίνεται χαρὰ πνευματικὴ τῇ ἑκατέρων συνοψίσει,
καὶ χύσις δακρύων κατὰ θεόν, δοξολογούντων ἄμφω τὸν φιλάνθρωπον κύριον, ἐφ᾿ οἷς
πεποίηκε καὶ ποιεῖ προμηθούμενος ἀεὶ τὴν τῶν ἁπάντων ὡς εὔσπλαγχνος σωτηρίαν.
59. συνδιαγαγὼν δὲ αὐτῷ ἡμέρας τινὰς ὁ πατὴρ ἡμῶν Θεόδωρος, αὐτόθεν ἐπὶ τὸν τῆς
Νικομηδείας ἔρχεται κόλπον καὶ κατασκηνοῖ εἰς τὰ λεγόμενα Κρησκεντίου· αὖθίς τε
ἐκεῖσε πάλιν μοναστῶν καὶ μιγάδων πάμπολλη συνήγετο πληθὺς τῆς αὐτοῦ χάριν εὐχῆς
τε καὶ διδασκαλίας ἐνθέου. τότε δὴ καὶ Πέτρος ἐκεῖνος ὁ πολὺς ἐν ἀσκήσει τε καὶ
τῇ τῶν θαυμάτων διαλάμπων ἀστράψει, ὁ διὰ [Δ] τὴν ὑπερβάλλουσαν αὐτοῦ ἀσιτίαν, Ἀβούκις
εἰκότως ἐπονομασθείς, ἀπὸ τῆς κατὰ τὸν Ὄλυμπον ὀρείου διαγωγῆς πρὸς τὸν ὑψηλὸν τοῦτον
κατεφοίτησεν ἱερομύστην, ἀναθέσθαι αὐτῷ περὶ τῶν ἐνδιαβαλλόντων αὐτοῦ τὸν βίον,
καὶ γόητα ἀποκαλούντων διὰ τὰς γινομένας ὑπ᾿ αὐτοῦ θαυματουργίας. ὃν ὁ μέγας τῆς
διακρίσεως λύχνος δεξάμενος καὶ τὰ περὶ πίστεως καὶ τοῦ ἰδίου βίου διερωτήσας ἐμμελέστατα,
καὶ μαθὼν ὡς κατ᾿ ἄμφω τέλειός ἐστιν ἐν κυρίῳ ὁ θεράπων τοῦ Χριστοῦ, παρηγγύησεν
αὐτῷ ἠπιοφρόνως ἀπογεύεσθαι ὀλιγάκις ἄρτου τε καὶ οἴνου καὶ τῶν λοιπῶν ἐδεσμάτων
τῆς μοναχικῆς μεταλήψεως, διὰ τὴν φιλεγκλήμονα τῶν ἀσθενεστέρων γνώμην καὶ ὑποδήμασι
δὲ κεχρῆσθαι ἐν ταῖς χειμεριναῖς
[p. 317Α] τροπαῖς. ἐκείνοις δὲ ἐπέστειλεν ἐπιπληκτικώτερον θᾶττον ἑαυτῶν γενέσθαι
διὰ τῆς ἐπιγνώσεως τῆς ἰδίας κακογνωμοσύνης καὶ τοῦ λοιποῦ φυλάξασθαι τοῦ μὴ κακολογεῖν
τὸν ἅγιον γέροντα, ἵνα μὴ διὰ τὴν πρὸς τὸν ἀσκητὴν τοῦ Χριστοῦ δυσμένειαν, παροξύνειν
φωραθῶσιν τὸ ἐνεργοῦν ἐν αὐτῷ πνεῦμα τῆς ἀληθείας· τοιοῦτος ἦν ὁ θεῖος διδάσκαλος
τῆς εὐσεβείας Θεόδωρος τοὺς πάντας κερδαίνειν τε [λεγε· τῷ] Χριστῷ βουλόμενος, κατὰ
τὸν εἰπόντα ἅγιον· Ϡτίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ τὶς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαιϠ
60. ἐπεὶ δὲ τοῖς λογάσι τῶν θεοφιλεστάτων κατὰ σύνοδον συνῆπτο μητροπολιτῶν, χρῆναι
ὑπειλήφασιν ἀπὸ κοινῆς ψήφου πρὸς τὸν αὐτοκράτορα πάντες ὁμοθυμαδὸν εἰσελθεῖν, ἄτερ
τοῦ θεολήπτου πατριάρχου, [Β] πρὸς τὸ τὰς διαβολὰς ἅσπερ ἐποιήσαντο κατὰ τῆς ὀρθῆς
ἡμῶν καὶ ἀμωμήτου πίστεως οἱ μισόχριστοι εἰκονομάχοι, ἱστὸν ἀράχνης καθάπερ διαρρῆξαι
καὶ τὴν καθολικὴν ἐκκλησίαν τοῦ σωτῆρος ἡμῶν Χριστοῦ ἄμεμπτον ἀποφῆναι καὶ ἄσπιλον,
ὡς τῷ αἵματι τοῦ τυθέντος ὑπὲρ αὐτῆς ἀνθρωπομόρφου ἀμνοῦ τοῦ θεοῦ καὶ πατρὸς ῥαντισθεῖσαν
τε καὶ καθαρισθεῖσαν· ἑνὶ γοῦν τῶν ἐν τέλει πιστοτάτῳ μεσίτῃ χρησάμενοι, εἰσίασιν
ἐν τοῖς ἀνακτόροις οἱ τῇ θείᾳ λειτουργίᾳ κατεστεμμένοι τοῦ Χριστοῦ ἀρητῆρες ἱεροπρεπεῖς
καὶ ὄντες καὶ δεικνύμενοι τῇ τε πράξει καὶ τῷ ἀγγελικῷ σχήματι· καὶ δὴ ἕκαστος αὐτῶν
ὡς εἶχεν δυνάμεως τὰ χαριστήρια τῷ καίσαρι προσφεγξάμενος, εἶτα καὶ ἀξιώσας μὴ ἀγνοῆσαι
τῆς τοῦ θεοῦ φιλανθρωπίας τὸ εἰς αὐτὸν παρὰ [Χ] προσδοκίαν ἐπισκῆψαν ἔλεος, δι᾿
οὗ τῶν χειρῶν ἐρρύσθη τοῦ πρὶν δυσμενοῦς τυράννου, ἀλλ᾿ ἀποδοῦναι Χριστῷ ὡς ἀπαραίτητα
χρέη τὰς ὑπὲρ τούτου ὀφειλὰς ἐν τῷ μάλιστα τὴν αὐτοῦ ἐκκλησίαν εἰς τὸν ἔμπροσθεν
ἐπανάγειν τῶν ἱερῶν μορφωμάτων θεοπαράδοτον κόσμον. αὐτός, ἅτε ἀγροικίας τις ὢν
καὶ συβώτης τὸ ἦθος καὶ πάσης γραφικῆς ἱστορίας ἀμέθεκτος, οὐχ ἡδέως ταῦτα ἀκούσας,
εἰπεῖν προετρέψατο καὶ τὸν μέγαν Θεόδωρον τὰ αὐτῷ δοκοῦντα. τοῦ δὲ ὅμοια τοῖς ἱεράρχαις
θεηγορήσαντος καὶ τῆς ἀληθείας τὴν νίκην ἐκ τοῦ περιόντος ἀριδηλότατα παραστήσαντος,
φησὶ πρὸς τὴν ἱερὰν τῶν ἐπισκόπων σύνοδον, ὁ τοῖς αἴσχεσιν ὡς αὐχήμασιν ἀνοήτως
κομιδῇ βρενθυόμενος· «ἀγαθοὶ μὲν καὶ βέλτιστοι ὑμῶν οἱ λόγοι, ἀλλ᾿ ἐπεὶ οὔπω μέχρι
καὶ τήμερον ἔγωγε προσκεκύνηκα τὸ καθόλου εἰκόνα, τούτου χάριν καθὼς [Δ] εὗρον τὴν
ἐκκλησίαν, οὕτω καὶ ἀφίημι αὐτήν, ὑμῖν δὲ βραβεύω ἐξουσίαν ἄδειαν ἔχεσθαι τῶν δογμάτων
τῆς, ὥς φατε, ὀρθοδόξου πίστεως· ἔξωθεν μέντοι τῆς πόλεως ὅπου βούλεται ἕκαστος
ὑμῶν ἵνα διάγῃ, μὴ ὑφορώμενος ἢ καραδοκῶν τὸν οἷον δή ποτε ἐπελεύσεσθαι αὐτῷ πρὸς
τῆς ἡμετέρας ἀρχῆς κίνδυνον.» ταῦτα προφηνάμενος, ἐξέπεμψεν αὐτοὺς τῶν βασιλείων.
61. ὁ οὖν πατὴρ ἡμῶν Θεόδωρος τῆς βασιλίδος ἀποβάς, πάλιν εἰς τὰ Κρησκεντίου πρὸς
τοὺς ἰδίους μαθητὰς παραγίνεται· κἀκεῖσε λοιπὸν τὸ ἀσκητικὸν τῆς κοινοβιακῆς διαβιώσεως
ἵστησι παγκράτιον, ἕως τῆς ἀνταρσίας τοῦ λαοπλάνου καὶ ἀλιτηρίου Θωμᾶ. ὁπηνίκα δὲ
ἡ τυραννὶς τούτου τὴν Ἀσιάτιδα
[p. 320Α] κατεληῒσατο χθόνα, τηνικαῦτα δὴ κέλευσις βασιλικὴ τοὺς κατὰ τὸν θεσπέσιον
πατριάρχην Νικηφόρον πρὸς τὴν Κωνσταντίνου πόλιν συνελαύνει· οὐ φειδοῦς ἕνεκα τῆς
πρὸς αὐτοὺς τοῦτο πραξαμένου τοῦ καίσαρος, ἀλλὰ φόβῳ τοῦ μὴ προσρυῆναί τινας αὐτῶν
τῇ τοῦ Θωμᾶ συμφρατρία, καθότι ἐλέγετο τὰς ἱερὰς εἰκόνας ἀποδέχεσθαί τε καὶ προσκυνεῖν.
ταύτης οὖν ἕνεκα τῆς προφάσεως καὶ ὁ μέγας πατὴρ ἡμῶν Θεόδωρος τὴν ἐνεγκαμένην καταλαμβάνει
καὶ αὖθις· ὅσον δὲ οὔπω τοῦ τρισαθλίου ἐπὶ τὴν Εὐρώπην μεταθεμένου Θωμᾶ καὶ ἁλωσίμου
τῷ βασιλεῖ γεγονότος, ὁ πατὴρ ἡμῶν τοῦ Βυζαντίου ἀφορμηθείς, πρὸς τὴν πελάζουσαν
τῷ Ἀκρίτᾳ χερσόνησον τὴν ἐπιλεγομένην τοῦ ἁγίου Τρύφωνος ἀποπλεῖ· ἀφ᾿ ἧς ἐν μιᾷ
τῶν ἐπισήμων, μετὰ τῶν ἐξεχόντων μητροπολιτῶν, πρὸς [Β] τὸν ἁγιώτατον ἀνελθὼν πατριάρχην,
μεγαλοπρεπῶς λίαν κατὰ τὴν ἀναλογίαν τῶν ἀψευδῶν αὐτοῦ δι᾿ εὐσέβειαν ἄθλων καὶ τὰ
πρεσβεῖα τῆς τιμῆς πρὸς αὐτοῦ ἐπηνέγκατο· διεξιόντος δὲ τοῦ ἱερομύστου Νικηφόρου
τὰ ἀξιόπιστα καὶ ἀληθῆ τῆς τε ἀνδρείας καὶ παρρησίας αὐτοῦ ἐπὶ πάντων πλεονεκτήματα,
τά τε στίγματα τῶν μαστίγων καὶ τὰς ἐμφρουρίους κακώσεις καὶ λιμοὺς καὶ καθημερινοὺς
θανάτους οὓς ἀνέτλη παρὰ τῶν ὑπασπιστῶν τῆς εἰκονομαχικῆς λύττης ἐν τοῖς πέντε ἔτεσιν
τῆς τυραννίδος τοῦ ἀμειλίκτου καὶ ἀπηνοῦς Λέοντος καὶ οὐ τοῖς διὰ λόγων μόνον ἐπαίνοις
τὸ πρωτεῖον αὐτῷ ἀπεδίδου, ἀλλὰ πολλῷ μᾶλλον καὶ δι᾿ αὐτῶν τῶν πραγμάτων· ἐπ᾿ εὐωχίαν
γὰρ τραπέντες, τὴν σὺν ἑαυτῷ ἐπὶ μιᾶς στ<ο>ιβάδος καθίζησιν αὐτῷ μόνῳ παραχωρεῖ,
φήσας πρὸς τοὺς ἱεροὺς δαιτυμόνας· «παραχωρήσατε, [Χ] ἀδελφοί, τῷ πολυάθλῳ πατρὶ
ἡμῶν τὴν προεδρίαν καθάπερ ἐμοί, κἂν ἥκιστά γε ταύτης ὀρέγηται ὁ σοφός, ἵνα συνημμένως
ἄμφω καθήμενοι, τὴν τοῦ ἄρτου κλάσιν ποιησώμεθα· ᾧ γὰρ πλέον ἐφανερώθη τὰ τεκμήρια
τῆς πρὸς τὸν κοινὸν δεσπότην ἀγάπης, πλέον δήποτε καὶ ὀφείλεται, καθὼς καὶ ὁ κύριος
ἐν εὐαγγελίοις ἔφησεν· διαφορὰ γὰρ ὥσπερ ἐστὶ τῆς τῶν ἁγίων ζωῆς, οὕτω καὶ γερῶν
ἀναλόγως τοῖς ἑκάστου κατορθώμασιν ἐπιμετροῦντος θεοῦ τὴν ἀντέκτισιν, καὶ εἰ παρὰ
θεῷ τοῦτό γε ἀκόλουθον ἂν εἴη, καὶ παρ᾿ ἡμῖν τοῖς μετρίοις.» οὕτως εἶχε σχέσεως
πρὸς τὸν ἐν ἁγίοις Θεόδωρον ὁ τὸν ἀρχιερατικὸν ταῖς νικηφόροις ἀρεταῖς κατακοσμήσας
θῶκον.
62. ἐρρέτω φθόνος ὁ κατὰ τοῦ δικαίου Θεοδώρου κατεξανιστάμενος· αἰσχυνέσθωσαν δὴ
καὶ οἱ [Δ] ἐνδιαβάλλοντες τὸν θεοειδῆ τῶν μοναζόντων καθηγητὴν καὶ διδάσκαλον· καὶ
χεῖρα τιθέτωσαν τοῖς σφῶν αὐτῶν κατὰ τὰ λόγια χείλεσιν, ὁρῶντες τὸ ἀλληλέγγυον τῶν
τιμίων τούτων καὶ περιόπτων προσώπων· οὐδὲ γὰρ ἂν πυκνότερον ὁ τῆς ἡμετέρας ἀγέλης
ποιμὴν πρὸς τὸν ἁγιώτατον ἐφοίτα Νικηφόρον εἰ μὴ τοῦτον ᾔδει καὶ ἀπεδέχετο πληροφορημένως
ἀξιολογώτατον ἱεροθέτην Χριστοῦ· οὐδ᾿ αὖ γε πάλιν ὁ μέγας τελετάρχης ὑπέρ τε μητροπολίτας
καὶ ἐπισκόπους τὸν θεῖον προετίμα Θεόδωρον εἰ μὴ τοῦ κατ᾿ ἀρετὴν κλέους καὶ τῆς
εἰς ἄκρον Χριστοῦ ὁμολογίας ὑπερανεστηκότα τοῦτον τῶν ἄλλων καὶ τὸ φερέγγυον αὐτόθεν
ἔχοντα, λογισμῷ συνέκρινεν θεοσόφῳ· εἰ μὲν οὖν ἀπιστοίη τις τῶν δι᾿ ἐναντίας τοῖς
ὧδε
[p. 321Α] γεγραμμένοις ἡμῖν, ὠφελείας τῶν ἀγνοούντων ἕνεκεν, ἐγκυψάτω ταῖς ἐπιστολιμαίαις
τοῦ πατρὸς ἡμῶν δέλτοις καὶ πιστὸς γενέσθω, συνεὶς ἐκ τῶν ἐκεῖσε τὴν τῶν ἡμετέρων
λόγων περὶ τούτου ἀλήθειαν· εἰ δ᾿ ἔτι ἐνέχεται τῇ μεμψιμοίρῳ διαθέσει, σκοπείτω
πάλιν ὁ τοιοῦτος εἰ μὴ πετρομαχίας, μᾶλλον δὲ θεομαχίαν σαφῆ, νοσῶν ἀπελέγχοιτο·
ὅπερ ἐστὶν οὐκ ἀνδρὸς ἀγαθοῦ, ἀλλὰ καὶ λίαν θεοστυγοῦς καὶ παράφρονος. καὶ ὧδε μὲν
ταῦτα.
63. λοιπὸν δὲ πρὸς τὸ πέρας τοῦ θεοφόρου ὁ λόγος προβαινέτω, εἴπερ ἄρα τέλος ζωῆς,
ἀλλὰ μὴ θανάτου τοῦτο κλητέον καὶ ζωῆς ἀληθεστάτης ἀρχήν. ὁ γὰρ τὸν προαιρετικὸν
θάνατον, ἤτοι τὴν τῶν παθῶν νέκρωσιν διὰ παντὸς τοῦ βίου ἐπιτετηδευκὼς καὶ τὴν ἐν
Χριστῷ κεκρυμμένην ζωὴν τῆς [Β] προαιρετικῆς ὁσίως ἐκτετιμηκώς, οὗτος νεκρὸς ὢν
τῇ ἁμαρτίᾳ ἐν τῷδε τῷ φθαρτῷ καὶ πολυπόνῳ βίῳ μετὰ τῆς φυσικῆς ζωῆς, ὡς ἀπὸ θανάτου
καὶ ζωῆς, πρὸς τὴν μονοειδῆ καὶ ἀῒδιον μεταβαίνειν εἰκότως συλλογισθήσεται ζωήν.
ὁ τοίνυν πατὴρ ἡμῶν καὶ θεῖος ὁμολογητὴς Χριστοῦ Θεόδωρος καὶ πρὸς αὐτὰ τοῦ βίου
τὰ τέλη πεφοιτηκώς, οὐ κατώκνει κατὰ πᾶσαν χώραν καὶ πόλιν τὰ τῆς σωτηρίας φάρμακα
δι᾿ αὐτῶν ἰδίων ἐκπέμπειν ἐπιστολῶν, συμβιβάζων καὶ ἐνάγων πρὸς τὴν ὀρθόδοξον πίστιν
τοὺς πλείονας· ἀλλὰ γὰρ καὶ τοὺς πρὸς αὐτὸν ἐρχομένους ἐκ πάσης ἀξίας καὶ ἡλικίας
εὐμενῶς ὑπεδέχετο καὶ τοῖς νάμασι τῆς μελιρρύτου αὐτοῦ γλώσσης τὰς τούτων πρὸς ἀρετὴν
κατεγλύκανεν ψυχάς· οὐκ ἀπὸ τῆς μεγαλωνύμου δὲ πόλεως μόνον πρὸς αὐτὸν οὗτοί τε
κἀκεῖνοι ἐξίεσαν καὶ τῶν [Χ] ἁγιωτάτων μητροπολιτῶν οἱ διασημότατοι καὶ ἡγουμένων
δὲ οἱ πλείους, πρὸς δὲ καὶ μοναζόντων οἱ διαφέροντες, ἀλλὰ καὶ ἀπὸ πάσης μακρὰν
ἀφεστηκυίας νήσου τε καὶ πολίχνης ἔτρεχον προθυμότατα τῆς αὐτοῦ μεταλαχεῖν θέας
καὶ εὐλογίας, εἰς ἐφόδιον ἀρετῆς καὶ προκοπὴν εὐσεβείας· ἦν γὰρ ὁ ὅσιος παραδείσου
μὲν παντὸς αἰσθητοῦ ὡραιότερός τε καὶ θελκτικώτερος, ἐπείπερ εἶχεν ἐντός τε καὶ
ἐκτὸς τοῦ παναγίου πνεύματος ὡς εὐόδμους καρποὺς καὶ ἡδυπνόους χάριτας· δεδόξαστο
δὲ κατὰ Μωσέα τὸ πρόσωπον καὶ σημεῖα ἔφερεν τῆς αὐθαιρέτου νεκρώσεως διὰ τῆς ἄγαν
τοῦ ἱεροῦ προσώπου ὠχρίας· καὶ τὴν ἡλικίαν δὲ εὐμήκης ὑπῆρχεν, πάσης τε κινύρας
τὰς χορδὰς συμμέτρους ἐχούσης, καὶ φωνὴν ἀφιείσης ἐναρμόνιον, ἡδίω καὶ τερπνότερον
τὸν διδασκαλικὸν προϊσχόμενος λόγον.
64. [Δ] ἑπτὰ τοιγαροῦν ἐπὶ ἑξήκοντα μικροῦ τετελεκὼς ἐνιαυτοὺς τῆς ἁπάσης αὐτοῦ
ἐν σαρκὶ πολιτείας, δώδεκα δὲ τῆς ὑπὲρ ἀληθείας Χριστοῦ τρίτης ἑαυτοῦ ἐξορίας, ὁ
ὅσιος πατὴρ ἡμῶν περὶ τὰς ἀρχὰς τοῦ νοεμβρίου μηνὸς νόσῳ ληφθεὶς τῇ συντρόφῳ καὶ
ἄνωθεν αὐτῷ συνεισπεσούσῃ ἐκ τῶν πολυθλίπτων ἐκείνων φυλακῶν τε καὶ ἐξοριῶν καὶ
τῆς ἐντεῦθεν τελείας ἀνεπιμελησίας, λέγω δὲ [λεγε· δὴ] τῆς τοῦ στομάχου, νεκρὸς
ὡρᾶτο σχεδὸν καὶ πρὸ κοιμήσεως ὁ μακαρίτης, ὀρέξεων εἰς ἄκρον ἀποπαυθεισῶν· ἑξῆς
τε τετραήμερος κλινήρης γεγονώς, πάλιν εὐδοκίᾳ θεοῦ πρὸς τὸ εὔθυμον μετεβλήθη· καὶ
ὢ τῆς τοῦ τρισμάκαρος μεγαλοψυχίας· ὅτι οὐδὲ ἐπ᾿ αὐτῇ τῇ νόσῳ ἠρεμίας ἢ ἄλλης οἱασοῦν
παρακλήσεως ἐβούλετο
[p. 324Α] ἀπολαύειν· οὕτως ἦν εἰς τέλος μεμισηκὼς τὴν παροῦσαν ζωήν· ἐκλελοιπὼς
γὰρ ἤδη τῷ γήρᾳ καὶ τοῖς σφοδροῖς καὶ ἀνενδότοις συνθλιβόμενος πόνοις, οὐδ᾿ οὕτως
ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις αὐτοῦ νυσταγμόν, ἢ ἀνάπαυσιν τοῖς
κροτάφοις, πρὶν ἢ τὴν σωτήριον καὶ συνήθη τοῖς ἀδελφοῖς ἐκποιήσηται διδασκαλίαν,
ἣν καὶ ἐπὶ σκίμποδος ὢν διὰ τὸ μὴ δύνασθαι γεγονώτερον τοῖς παροῦσι προσφθέγγεσθαι,
ὑπαγορεύσας ἑνὶ τῶν ταχυγράφων, δι᾿ αὐτοῦ ταύτην τῷ χορῷ τῶν μαθητῶν προσπεφώνηκεν,
τὸ παριστάμενον καὶ ἐπὶ θύραις τέλος αὐτοῦ ἰσχνῶς ὑποσημηνάμενος, «ἀδελφοί» λέγων
«καὶ πατέρες, ἠσθένησα, καὶ πάλιν εὐχαῖς ὑμῶν ἀνακέκλημαι· ἀλλ᾿ ἕως πότε μέλλομεν
ἔρχεσθαι ἐπὶ τὸ πάλιν ἐλεύσεται δὴ πάντως ἡ ἐπιθανάτιος ἡμέρα, ὅτε οὐχ ἕξει χώραν
τὸ πάλιν, χωρίζουσά με ἀφ᾿ ὑμῶν καὶ παραπέμπουσα ἐκ τῶν ἐνθένδε·» καὶ τὰ ἑξῆς τῆς
κατηχήσεως.
65. [Β] μετὰ δὲ τετάρτην ἡμέραν, τῇ ἐπιούσῃ, ἥτις ἦν ἀναστάσιμος, προκαθεσθεὶς ὁ
πανόσιος καὶ ὑπαναγνωσθείσης τῆς αὐτῆς κατηχήσεως, τί γίνεται ῥώννυται τῇ προθυμίᾳ.
καὶ ἐπέστη τῶν θείων· ἐπεὶ καὶ πόνος ὑγ<ε>ίαν χαρίζεται, καὶ προθυμία νεκροὺς ἀνίστησιν·
καὶ εἴσεισιν εἰς τὸ κυριακόν, ἁγίως λατρεύσων τῇ ἁγίᾳ καὶ ἀχράντῳ καὶ ὁμοουσίῳ τριάδι.
καὶ δὴ τὴν ἀναίμακτον θυσίαν προσαγαγὼν τῷ θεῷ καὶ μεταδοὺς πᾶσι τοῖς παροῦσι τοῦ
ζωοποιοῦ σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ ἰδίαις χερσίν,
ἐκεῖθεν ἐπὶ τὴν τράπεζαν ἔρχεται, ἐφ᾿ ᾗ καὶ δεξιωσάμενός τινας τῶν παραγεγονότων
πατέρων καὶ ὁμολογητῶν φιλοφρόνως, τὰ τῆς μεταστάσεως ἑαυτοῦ διὰ πάντων καὶ φθεγγόμενος
καὶ ὁμιλῶν, τούτους παρεπέμπετο· ἐπεὶ καὶ πᾶς χρόνος τῆς μακαρίου ζωῆς αὐτοῦ, [Χ]
οὐδὲν ἕτερον ἦν ἢ μελέτη θανάτου καὶ ἐπιθυμία τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.
ἀμέλει ἀναπεσὼν εἰς τὴν ἑαυτοῦ κλίνην καὶ τὸν οἰκονόμον προσκαλεσάμενος, (ἦν δὲ
οὗτος ὁ ἀοίδιμος Ναυκράτιος, ὁ καὶ διάδοχος αὐτοῦ γεγονώς)· «μή τι» φησί «τῶν κεχρεωστημένων
ἡμῖν παρημέληται» οὕτως ἦν ἐμμέριμνος αὐτοῦ ἡ ψυχή, διηγωνισμένη τε καὶ φροντίζουσα
περὶ πάντων ἐν παντὶ καὶ ἐν πᾶσιν· εἶτα μετὰ τὴν ἑξῆς (ἦν δὲ τρίτη τῶν ἡμερῶν καθ᾿
ἣν ἐφεστήκει ἡ μνήμη τοῦ μεγάλου ἱερομύστου καὶ τῆς τριάδος ὁμολογητοῦ Παύλου),
ὡς φιλόθεος καὶ φιλάγιος τὸ ἀποστολικὸν πληρῶν, καὶ αὖθις ἐκτελεῖ τὴν θείαν μυσταγωγίαν,
τὴν τοῦ ἁγίου μνήμην ἀφοσιούμενος· τῆς δὲ ἑσπέρας καταλαβούσης, πλεῖστα ὅσα προσφθεγξάμενος
τοῖς περὶ αὐτὸν καθεζομένοις, κἀκεῖθεν [Δ] εἰς τὸ κελλίον ἑαυτοῦ εἰσελθὼν καὶ τὴν
συνήθη ψαλμῳδίαν καὶ τὰς εὐχὰς ἀποδεδωκὼς τῷ κυρίῳ, ἀνέπεσεν ἐπὶ τοῦ κλινιδίου·
καὶ περὶ ὥραν τετάρτην ὑπεισῆλθεν αὐτῷ ὁ κατὰ συνήθειαν πόνος· καὶ δὴ φωνήσας τινὰ
τῶν πρὸ τῆς κέλλης αὐτοῦ καθευδόντων, ἀπαγγέλλει αὐτῷ τὸ ἄλγημα καὶ τῇ αὐτῇ συνδρομὴ
γίνεται τῶν ἀδελφῶν τὰ τοῦ πατρὸς ὀψομένων· δυσημερεύσας τοίνυν μετριοπόνως, τῇ
ἐπαύριον προσκαλεσάμενος ἅπαντας, τοὺς ἐξιτηρίους ποιεῖ λόγους καί φησιν·
66. «ἀδελφοὶ καὶ πατέρες, τὸ ποτήριον τοῦτο κοινόν ἐστιν, ὃ ἔπιον πάντες οἱ πατέρες
ἡμῶν· τὸ αὐτὸ δὴ πίνοιμι κἀγὼ καὶ πορεύομαι πρὸς [p. 325Α] τοὺς πατέρας μου. βλέπετε
τὴν παραθήκην ἣν παρεθέμην ὑμῖν, τὴν πίστιν ὑμῶν φυλάξατε ἀσάλευτον καὶ τὸν βίον
ἀκηλίδωτον· πλέον γάρ τι λέγειν οὐκ ἔχω, διὰ τὸ πάντα τὰ ὀφειλόμενα καὶ προαναγγεῖλαι
καὶ διδάξαι·» προσθεὶς καὶ τοῦτο ὁ τῆς εἰρήνης καὶ τῆς ἀγάπης υἱός· «τῷ δεσπότῃ
ἡμῶν τῷ ἀρχιερεῖ τὸν δι᾿ αἰδοῦς καὶ τιμῆς ἀσπασμὸν ἐξ ἐμοῦ ἀπονείματε, τοῖς λοιποῖς
πατράσιν, ἱεράρχαις τε καὶ ἱερεῦσιν τοῖς Χριστοῦ ὁμολογηταῖς τοῖς διὰ κύριον δεδιωγμένοις,
ἅπασι τοῖς ἀδελφοῖς, φίλοις τε καὶ γνωρίμοις καὶ τοῖς ἐν τῷ ὑπὲρ τῆς πίστεως ἀγῶνι
συγκεκοπιακόσιν ἡμῖν μικροῖς τε καὶ μεγάλοις.» ἐρωτηθεὶς δὲ πρὸς τοῦ σεβασμίου Ναυκρατίου
περὶ τῶν ἐν ἐπιτιμίοις ὄντων μοναχῶν τε καὶ κοσμικῶν, ἀπεκρίνατο ὁ ὄντως φιλοσυμπαθέστατος
καὶ [Β] χριστομίμητος ἰατρός· «ὁ κύριος συγχωρήσει πᾶσιν·» κατασφραγίσας τε τρίτον
τοὺς ἀδελφούς, ἐπηύξατο αὐτοῖς εἰπών, «ὁ κύριος τῆς εἰρήνης ἔσται μετὰ τοῦ πνεύματος
ὑμῶν·» καὶ ἀσπασάμενος τοὺς παρόντας ἅπαντας, διέμεινεν οὕτως.
67. τῆς τοίνυν ἀκοῆς ταύτης μέχρι πολλοῦ διαδοθείσης, παρεγένετο πρὸς αὐτὸν πλῆθος
πολύ, οὕς εὐλογῶν καὶ κατασφραγίζων ἀσπαζόμενός τε καὶ ἠρέμα προσφθεγγόμενος ἀπέλυεν.
τοῦτο δ᾿ ἐποίει ἐπὶ δύο ἡμέρας. καὶ τῇ κυριακῇ, ἐν ᾗ ἡ μνήμη ἐξετελεῖτο τοῦ ἁγίου
καὶ ἐνδόξου μάρτυρος Μηνᾶ, ἐψαλκὼς τὰ συνήθη καὶ τῶν ἁγιασμάτων μετασχὼν καὶ ἐπαλειψάμενος
κατὰ τὸ ἔθος τὰ μέλη αὐτοῦ, ὑψοῦ τε τὰς χεῖρας ἄρας καὶ προσευξάμενος, περὶ ὥραν
ἕκτην, ὡς ᾔσθετο ἑαυτὸν ἠτονηκότα, προσέταξεν [Χ] ἡσυχῇ κηραψίαν γενέσθαι· καὶ οὕτω
τῶν ἀδελφῶν ἀρξαμένων τῆς ψαλμῳδίας τοῦ ϠἀμώμουϠ καὶ φθασάντων ἐν τῷ στίχῳ τῆς δευτέρας
στάσεως τῷ λέγοντι· Ϡεἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν
αὐτοῖς ἔζησάς με,Ϡ αὐτόθι διατριβόντων αὐτῶν, παρέδωκεν τὴν ἁγίαν αὐτοῦ ψυχήν, καὶ
προσετέθη τοῖς ἐξ αἰῶνος δικαίοις ὁ παρὰ πάντα τὸν ἑαυτοῦ βίον ὑπὲρ δικαιοσύνης
δεδιωγμένος, τοῖς ὁσίοις ὁ τῆς ὁσιότητος ἐραστὴς καὶ ἐργάτης, τοῖς μάρτυσιν ὁ φιλόμαρτυς
καὶ συναθλητὴς καὶ πολύαθλος, τοῖς ἀποστόλοις ὁ τὸν αὐτὸν ἐκείνοις δρόμον σταδιεύσας
πίστεως, τοῖς προφήταις, ὁ τῷ ἴσῳ τετιμημένος παρὰ θεῷ χαρίσματι καὶ τὰς ἐκείνων
σφραγισάμενος διὰ πραγμάτων προρρήσεις, ὡς ἅτε τὴν τοῦ Ἐμμανουὴλ ἐνανθρώπησιν διὰ
συμβόλων ἱερῶν πάντη καὶ πάντως [Δ] τιμᾶσθαι βεβαιωσάμενος, πᾶσι τοῖς ἁγίοις ἀγγέλοις
ὁ παντὶ σθένει τὴν ἐκείνων ἐζηλωκὼς μετὰ σαρκὸς πολιτείαν, τῷ παντοκράτορι θεῷ καὶ
κυρίῳ τῆς δόξης καὶ βασιλεῖ τῶν ἁπάντων ὁ τὰς ἐπιγείους καὶ μερικὰς βασιλείας διὰ
τὸν ἐκείνου φόβον ἀντ᾿ οὐδενὸς λογισάμενος, καὶ πᾶσαν ἀνθρωπίνην δόξαν ὡς πηλὸν
καταπατήσας καὶ γε
νόμενος κατὰ τὸ δυνατὸν θεοειδὴς καὶ χριστοείκελος.
68. οὗ καὶ τὸ πανίερον καὶ τληπαθὲς σκήνωμα τῆς προρρηθείσης χερσονήσου πρὸς τὴν
Πρίγκιπον
[p. 328Α] τηνικάδε μετακομισθέν, αὐτόθι τὴν ἁρμόδιον ψαλμῳδίαν τε καὶ κατάθεσιν
δέχεται, ἐν ὀκτὼ πρὸς δέκα ἔτεσιν τῇ αὐτῇ παραφυλαχθὲν νήσῳ καὶ συντηρηθὲν ὑπὸ τοῦ
ἐν αὐτῷ κατεσκηνωκότος ἁγίου πνεύματος ἀσινὲς καὶ ἀδιάλυτον καὶ οὕτως ὡς μηδὲ τῆς
δορᾶς αὐτοῦ καθάψασθαι τὴν φθοροποιὸν ἐνέργειαν, εἰ καὶ τῆς τὸ ὀδωδέναι λαχούσης
φύσεως σύμφυλον ἦν τὸ μακάριστον· μετετέθη δὲ ἐνδόξως πρὸς τὴν ἰδίαν αὐτοῦ ποίμνην
τοῦ Στουδίου ἐν ἀρχῇ τῆς καθ᾿ ἡμᾶς ὀρθοδοξίας ἐπὶ τῆς λειτουργίας τοῦ ἁγιωτάτου
πατριάρχου καὶ καθαιρέτου τῆς τῶν ἡμιχρίστων αἱρέσεως καὶ κατετέθη τῇ σορῷ τοῦ πανοσίου
Πλάτωνος καὶ ἡγουμένου αὐτοῦ, ἅμα Ἰωσὴφ τῷ ἀρχιεπισκόπῳ Θεσσαλονίκης καὶ ἰδίῳ αὐτοῦ
ἀδελφῷ· τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ οὕτως εὐδοκήσαντος, [Β] ἵνα, τούτους
ἔχοντες προμηθέας καὶ ἰατροὺς τῶν τε ψυχῶν καὶ σωμάτων ἡμῶν καὶ μεσίτας πρὸς τὴν
ἁγίαν καὶ ἁπλῆν καὶ ἄκτιστον καὶ ὁμοούσιον τριάδα, λυτρούμεθα ἀεὶ ταῖς αὐτῶν πρεσβείαις
ἀπὸ πάσης ὀργῆς θεηλάτου, βλάβης τε καὶ ἐπηρείας ὁρατῶν καὶ νοουμένων ἐχθρῶν, δοξάζοντες
πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα τὸν ἕνα θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
*****************************************************************