[p. 1]
βίος καὶ πολιτεία τοῦ ὁσίου πατρὸς ἡμῶν Ἰωσὴφ τοῦ ὑμνογράφου, πρότερον μὲν μοναχοῦ
καὶ πρεσβυτέρου γεγονότος, ἔπειτα δὲ καὶ τῶν ἱερῶν καὶ ὑπερτίμων σκευῶν τῆς τοῦ
θεοῦ μεγάλης ἐκκλησίας φύλαξ προχειρίζεται παρὰ Βασιλείου ἄνακτος· συγγραφεὶς παρὰ
Θεοφάνους μοναχοῦ πρεσβυτέρου καὶ ἡγουμένου τῆς αὐτοῦ μονῆς.
1. πολλῶν τῶν ἐν ποικίλοις διαλαμψάντων πλεονεκτήμασι, μαθητῶν φημι τοῦ λόγου καὶ
προφητῶν, τῶν τε πόνοις ἠριστευκότων ἀθλητικοῖς καὶ ἀγῶσιν ἀσκητικοῖς ἐπὶ μέγα διαπρεψάντων
τὰ κατορθώματά τε καὶ προτερήματα ὑμνῳδίαις καὶ ᾄσμασιν ὁ θεῖος οὗτος καὶ ἱερώτατος
Ἰωσὴφ ἐξυμνήσας, καὶ δι᾿ αὐτῶν εἰς θεὸν τὴν τῶν ὕμνων ἀναπέμψας προσαγωγήν, παρ᾿
οὗ τὸ κράτος αὐτοῖς καὶ ἡ τῆς ἀγαθοεργίας περιουσία, πάρεστιν καὶ οὗτος νυνὶ τὴν
ἰσόρροπον ἀμοιβὴν ἐκζητῶν παρ᾿ ἡμῶν καὶ τὸν τῶν ἀρετῶν αὐτοῦ προτείνων ἐσμὸν εἰς
ἐμφάνειαν· παντὸς γὰρ ἁγιοπρεποῦς τάγματος τὸν βίον, τοὺς τρόπους, τὰ ἔργα, τὴν
ἄσκησιν ἀνιχνεύων, ὤφθη τούτων διάπυρος ζηλωτὴς ὁ μακάριος, οὓς ἐξύμνει ποθῶν καὶ
οὓς ἀνευφήμει λόγοις ἔργοις ἀπομιμούμενος, τῶν καλῶν ὑποδεικνύειν γεωργὸν ἀξιόχρεων.
ἀλλὰ τίς λόγος τὸν τούτου βίον διεξιέναι δυνήσεται κατὰ χρέος ποῖος δὲ καὶ νοῦς
τὰ ἐκείνου [p. 2] προτερήματα ὑπ᾿ ὄψιν τοῖς φιληκόοις ἐνέγκοι τὴν ἐκείνου μελισταγῆ
καὶ ἡδυτάτην γλῶσσαν εὐπορεῖν ηὐξάμην ἄν, ὥστε μετ᾿ εὐκρινείας τὸν πλοῦτον τῶν αὐτοῦ
παραστῆσαι καλῶν καὶ μὴ πόρρω τοῦ δέοντος φωραθῆναι τῇ γραφῇ χρώμενος. πλήν, καθ᾿
ὅσον οἷόν τέ μοί ἐστιν, ἁπλῇ τινι καὶ ἀκατασκεύῳ φράσει πρὸς τὸ ἔργον ἀποδύσασθαι
κατεθάρρησα, ταῖς αὐτοῦ πεποιθὼς πρὸς τὸ θεῖον ἐντεύξεσιν, ὡς εἶναι τοῖς ἐντευξομένοις
τὰ κατ᾿ αὐτὸν πρὸς ὠφέλειαν. ἐπεὶ οὖν τὰ τούτῳ προσόντα τῶν ἀρετῶν γεώργια δῆλά
μοι καθεστήκει, ὡς αὐτῷ μαθητιῶντι παιδόθεν, ἄλλα τε πρὸς πλειόνων τῶν ἀκριβέστερον
εἰδότων εἰς ἐμὴν ἐλήλυθε γνῶσιν, ἀρχὴν θεῖναι τῷ λόγῳ πρεπωδέστατον ἔκρινα, ἣν καὶ
ἡ τῶν πραγμάτων φύσις καὶ οἱ περὶ ταῦτα κομψῶς ἔχοντες τάττειν θεσπίζουσιν, εἰ καὶ
τούτων ἐγὼ μακράν που διῴκισμαι καὶ τὸ σῶμα νόσοις περιστοιχιζόμενος ἀνηκέστοις
καὶ αὐτὴν ναρκῶσαν τὴν γλῶσσαν καὶ οὐκ εὔλαλον κέκτημαι.
2. τὸ περιφανὲς καὶ περίδοξον Σικελίας ἔδαφος τούτῳ τῷ ἀοιδίμῳ καὶ μακαρίῳ Ἰωσὴφ
τροφὸς καὶ πατρὶς ἐτύγχανεν, μᾶλλον δὲ μία τις τῶν ἐκεῖ πόλεων τοῦτον οἷά τινα περίδοξον
ἐξέφυσεν ὄρπηκα, πολλοὺς μὲν καὶ ἄλλους ἐπὶ λόγῳ καὶ μεγαλοφυῒᾳ γνωρίμους ἐνέγκασα,
γεωργήσασα δὲ καὶ τοῦτον τὸ εὐφυὲς εἰς ἔνδειξιν τῆς ἀληθείας ἐπιδεικνύντα. γεννήτορες
δὲ Πλωτῖνος καὶ Ἀγάθη, ὁ μὲν πλουτῶν τῷ βλαστήματι, ἡ δὲ ταῖς γλυκείαις ὠδῖσιν εὐδαιμονοῦσα·
τοιοῦτοι γὰρ τῷ ὄντι καὶ οὗτοι πεφήνασι, σεμνότητι διαλάμποντες, οἵ γε δὴ τὸν μακάριον
τοῦτον οὐ τροφαῖς ἐξέτρεφον φθειρομέναις μόνον, ἀλλὰ καὶ ἱεροῖς ἐπαιδοτρίβουν μαθήμασιν.
ὃς παιδόθεν φέρων τὸ εὐφυὲς τοῖς λόγοις προέκοπτε, τῇ τε ἀναγνώσει χρώμενος εὐφυῶς
καὶ τῇ γραφῇ τὸ θαρσαλέον ἐπιδεικνύς. οἷς οὕτως αὐξανομένου καὶ καλὴν τὴν ἐπίδοσιν
ἐπ᾿ ἀγαθοῖς τεκμηρίοις χαρακτηρίζοντος, ἐλεεινὸν τῇ πόλει δυστύχημα συνεκύρησεν·
ἥλω γὰρ χερσὶ βαρβάρων καὶ πολλῶν <μὲν φονευθέντων> πλειόνων δὲ δοριαλώτων ἀποφανθέντων,
οὗτος ὁ τίμιος καὶ ἱερὸς Ἰωσὴφ σὺν
[p. 3] τοῖς τεκοῦσι καὶ ἀδελφοῖς ἀποδρὰς τῆς ἐκείνων μείζων ἐγεγόνει ἐπικρατείας·
ὧν πρὸς τὴν Πέλοπος γῆν ἀναχθέντων θεῷ τὰ τῆς σωτηρίας ἀνέφερον χαριστήρια, ὃς οἶδεν
μόνος εὐσεβεῖς κινδύνων λυτροῦσθαι καὶ φυλάττειν ἐκ πειρασμῶν ἀπαθεῖς.
3. τί οὖν ὁ θαυμάσιος οὗτος Ἰωσήφ οὐ γεννητόρων προὐτίμησε φίλτρον οὐκ ἀδελφῶν στοργὴν
τῆς θεοῦ προέκρινεν ἀγαπήσεως οὐχ ὑπέμεινε βιωτικαῖς χρανθῆναι κηλῖσιν οὐ τὸν ἐν
μέσῳ χυδαῖον ἐπανείλετο βίον πάντα γὰρ ταῦτα παρ᾿ οὐδὲν θέμενος, οἷς ἡ φύσις φιλοστοργότερον
διακεῖσθαι εἰώθει, πρὸς τὴν τῶν ἄλλων προκαθημένην Θεσσαλίας πόλιν Θεσσαλονίκην
ἐπάνεισιν, οὔπω μὲν τοῖς ἰούλοις τὴν ὄψιν φέρων σκιαζομένην (χρόνον γὰρ πεντεκαιδέκατον
ἤνυε), φρόνημα δὲ δεικνὺς γηραιὸν καὶ οὐ τῶν ῥεόντων, ἀλλὰ τῶν ἀεὶ διαμενόντων ἐπωδίνων
τὸν ἔρωτα. παρίστησι δὲ τοῦτο ὁ μακάριος δι᾿ ἔργου καὶ σαλπίζει τὸ πρακτέον μεγαλοφωνότατα·
ἀποκείρεται γὰρ πρὸς ἀνδρὸς εὐλαβοῦς τὴν κόμην, ὃς φροντιστηρίου προβεβλημένος κατῆρχε
καὶ τῆς ποίμνης ἐπιστημόνως μετεχειρίζετο τὸ πηδάλιον. καὶ τότε ἀποκαρεὶς ἐν ἀτελεῖ
σώματι τὰ τῶν τελείων ἆθλα μετήρχετο, ὥστε καὶ τὸν ποιμένα θαυμάζειν καὶ τοὺς φοιτητάς,
καίτοι τοῖς ἀγῶσι προγυμνασθέντας, συγκαταπλήττεσθαι. ἐχρῆτο γὰρ νηστείαις τὴν φύσιν
ὑπερβαλλούσαις καὶ ὑπόδειγμα τοῖς ὁρῶσιν ἐγκαθιστάμενος καλόν· οὐ γὰρ κλίνη τις
αὑτῷ κατωνόμαστο, οὐ μαλακή τις στρωμνή, οὐ σῖτα τὴν ὄψιν καταγοητεύοντα καὶ τὸν
φάρυγγα καθηδύνοντα, οὐχὶ τῷ ἀνθηρῷ περιεργαζόμενος χρώματι καὶ τῷ λείῳ θρύψιν ἐναποτίκτων·
κλίνη γὰρ τούτῳ τὸ ἔδαφος ἦν, κωδίοις μικροῖς καὶ εὐτελέσι καλυπτόμενον, χιτὼν ἀφελὴς
καὶ τὸ τραχὺ φέρων ὡς περιφάνειαν, τροφὴ δὲ ἄρτος μόνος στηρίζων καὶ τὴν ἐκείνου
συνέχων ζωήν, καὶ ποτὸν ὕδωρ νηφάλιον ἀεὶ καὶ ψυχὴν πιαῖνον ἢ πρὸς ἀτόπους ἐκτροπὰς
ἐφελκόμενον· ἐφ᾿ οἷς ἡ στάσις παννύχιος, ἡ γονάτων κατάκλισις συνεχὴς καὶ τοσαύτη
νύκτωρ καὶ μεθ᾿ ἡμέραν, ὅση τις οὐδ᾿ ἀριθμῷ ὑποπίπτουσα. οἱ ὕμνοι ἐν τῷ τούτου
[p. 4] στόματι καὶ ἡ τοῦ θεοῦ διὰ παντὸς αἴνεσις, τὸ δάκρυον ἀεὶ τῶν βλεφάρων ἀποχεόμενον
καὶ τοῦτον καταλευκαῖνον ὁσημέραι. ἔργον αὐτῷ πρὸς τούτοις ἡ τῶν θείων γραφῶν μελέτη
καὶ ἡ τούτων γραφὴ καὶ συνεχὴς προσοχὴ καὶ τῶν θείων ἐντολῶν ἐκπλήρωσις, ὡς ἐκ τούτου
πρακτικόν τε ὁμοῦ καὶ θεωρητικὸν ἀποτελεῖσθαι· εἰ δὲ δεῖ τι καὶ πλέον εἰπεῖν, καὶ
ἡ πρὸς τοὺς λόγους τριβὴ καὶ τὸ σχολάζειν μαθήμασιν, ἅπερ γλῶσσαν καὶ χεῖρα καθοδηγεῖν
οἶδε καὶ προάγειν ἐπὶ τὸ βέλτιον. ὑπῆρχον γὰρ τῇ ποίμνῃ οἱ τούτων ὄντες ἐν πείρᾳ,
οὓς ἐγγὺς καθορῶν καὶ ἀναστρεφόμενος ἐθηρᾶτο τῶν λόγων τὸ μέλι καὶ τοῖς σίμβλοις
τῆς ἑαυτοῦ καρδίας ἀπεθησαύριζεν εἰς τοσοῦτον τάχει καὶ δεξιότητι φύσεως, ὥστε καὶ
τοῖς συνοῦσι καὶ αὐτῷ τῷ παιδευτῇ θαῦμα παρέχειν οὐ τὸ σμικρότατον.
4. τούτοις ὁ μακάριος συναυξόμενός τε καὶ ἀρδευόμενος Ϡὡς τὸ ξύλον τὸ πεφυτευμένον
παρ᾿ ὕδασιν,Ϡ ἡλικίᾳ τε προκόπτων καὶ χάριτι, τῆς ἀνωτάτω φιλοσοφίας ἐπεμελεῖτο
μᾶλλον σκληραγωγίαις τὸ σαρκίον ὑποπιέζων καὶ τὰς τούτου κινήσεις ταῖς πρὸς τὸν
ποιμένα καταστέλλων ἐξαγορεύσεσιν. ἀεὶ γὰρ τὰς τοῦ πονηροῦ προσβολὰς ἐμφανεῖς αὐτῷ
καθιστῶν εἶχε τοῦτον πρὸς τὰς τῶν πολέμων ἐπηρείας ἐπαλείπτην καὶ σύμμαχον· ἐν ᾧ
κατὰ πάντα πᾶσιν εὐδοκιμῶν ἄτρωτος ἦν τῶν τοῦ ἐναντίου βελῶν καὶ τὸ τῆς ἁγνείας
τίμιον ἀνεπιβούλευτον διεφύλαττεν. τοσούτοις διαλάμπων τοῖς κατορθώμασιν ὁ μέγας
Ἰωσὴφ καὶ ἄλλοις ἀγαθοῖς ἐσεμνύνετο πλείοσιν· ἦν γὰρ τὸ ἦθος σεμνός, τὸ φρόνημα
μέτριος, πραῢς τὴν ψυχήν, τὴν γνώμην ἁπλοῦς, ἀκακίᾳ συζῶν, παντὸς ἀπεχόμενος δόλου,
πάσης μακρυνόμενος κακουργίας, ἀφιλάργυρος τῷ τρόπῳ, ἀφιλοχρήματος, εὐσυμπάθητος,
παιδόθεν τὸν ἔλεον πρὸς τοὺς πένητας ἀσπαζόμενος, τὸ δ᾿ ἀφιλόνεικον εὐδιάγνωστον,
τὸ εἰρηναῖον ἀριδηλότατον, τὸ ἀληθὲς οἰκεῖον· τὸ ψεῦδος οὐδὲ τοῖς χείλεσιν ἔσχε
πάροδον, καὶ ἁπλῶς εἰπεῖν παντὸς καθαρεύων πονηροῦ πράγματος ἐγινώσκετο κατὰ τοὺς
παρὰ τῆς γραφῆς μαρτυρουμένους δικαίους.
[p. 5] τοιοῦτος ἦν ταῖς ἀρεταῖς ὁ ἀοίδιμος Ἰωσήφ· τοιαύταις διέλαμπεν προκοπαῖς,
αἷς συνακμάζων ἐκ νέας ἡλικίας μέχρι τέλους φύλαξ αὐτῶν ἀναπέφηνεν ἀκαταίσχυντος,
ἄλλα πλείω τούτων συνεπικτώμενος καὶ τῷ τῆς ψυχῆς θαλαμεύων ταμείῳ καὶ λαμπρότερος
ἡμέραν ἐξ ἡμέρας ἀναδεικνυόμενος.
5. ἀλλ᾿ ὧδε μὲν τοῦ μακαρίτου Ἰωσὴφ τοῖς πνευματικοῖς καρποῖς βρίθοντος, τῷ τε τοῦ
πρεσβυτερίου τετιμημένου βαθμῷ καὶ τὰ τῶν ἱερέων ἐνεργεῖν προκεχειρισμένου, ὁ νέος
θαυματουργὸς καὶ τῆς Δεκαπολιτῶν λήξεως βλαστὸς Γρηγόριος, πάσαις θαυμάτων ἐργασίαις
προλάμπων, τῇ Θεσσαλονικέων ἐπεδήμησε πόλει καὶ τῇ ποίμνῃ, καθ᾿ ἣν τῆς φιλοσόφου
διαγωγῆς ὁ τίμιος καὶ ἱερὸς Ἰωσὴφ εἴχετο, προσπελάσας ὁρᾷ τοῦτον καὶ στέργει γνησιώτατα·
καὶ τὸν ἐκείνου τῶν προτερημάτων ἐσμὸν διαγνούς (ἵνα μὴ τὸν λόγον τοῖς ἄλλοις μηκύνω)
πείθει τὸν αὐτοῦ καθηγητὴν παρακλήσεσι πλείοσι συνεῖναι τούτῳ καὶ τοῖς ἀσκητικοῖς
καμάτοις συνασχολεῖσθαι· ὃς τῷ πατρικῷ μὴ ἐνδοιάσας κελεύσματι (ἔμαθε γὰρ τῷ χρόνῳ
καὶ τὸ τῆς ὑπακοῆς ἐν Χριστῷ τίμιον) σὺν αὐτῷ τῇ βασιλίδι ἀνῄει μεγαλοπόλει. μεθ᾿
οὗ ναῷ ἱερομάρτυρος ἑαυτὸν ἐγκατακλείσας σεπτῷ, λέγω δὴ Ἀντίπα τοῦ θείου, πλησίον
ὑπάρχοντι τοῦ ἁγίου Μωκίου, τὰς ἐκείνου σπουδαιότερον ἀρετὰς παρεζήλου· ἃ γὰρ εἶχεν
πλεονεκτήματα, ἀσφαλέστερον καθ᾿ ἑαυτὸν ἐβεβαίου, καὶ ἃ μὴ εἶχε προσεπορίζετο προθυμότερον.
οὐρανὸς γὰρ ἐκεῖνο τὸ οἰκίδιον ἦν, πάσης γεώδους ἀπεξενωμένον συγχύσεως, μυστικὴ
κολυμβήθρα καὶ ταύτῃ πᾶν τὸ βλάπτον ἐβύθιζον καὶ τὸν ἁγνισμὸν ταῖς ἑαυτῶν ἐποιοῦντο
ψυχαῖς· ἀρετῶν παιδευτήριον τὰς αἰσθήσεις ἡνιοχοῦν καὶ τὰ ἄνω μόνα φρονεῖν ἐκπαιδεῦον·
ᾧ χαίροντες, ἢ βασιλείοις αὐλαῖς ἕτεροι, καὶ ταῖς σκληραγωγίαις καὶ ἀσκητικοῖς καμάτοις
ἐπαγαλλόμενοι, ἢ οἱ κατασαρκοῦντες ἑαυτοὺς ἁβρότερον καὶ ταῖς ἀνέσεσι θηλυνόμενοι,
ἀσωμάτων διέζων βίον καὶ πρὸς τὴν ἀγγελικὴν ἀσαρκίαν παρημιλλῶντο, ἀσιγήτως τοὺς
ὕμνους θεῷ ἀναφέροντες, γρηγοροῦντες εὐχαῖς, ἀσιτίαις, καὶ τῇ τῶν
[p. 6] θείων γραφῶν μελέτῃ καὶ (ἵν᾿ ἐπιτόμως εἴπω τὰ χρόνοις παρεκταθέντα συχνοῖς)
ἐγκαρτεροῦντες καὶ λαμπρυνόμενοι.
6. ἐπεὶ δὲ ἡ χριστόμαχος αἵρεσις πάντας ἐκύκα καὶ συνετάραττε καὶ πολλὴν τοῖς ὀρθοδοξοῦσιν
ἐνεποίει τὴν κάκωσιν, τοῦ μισοῦντος μᾶλλον θεὸν ἢ φιλοῦντος δυσσεβῶς τὰ βασίλεια
χειρίζοντος σκῆπτρα, ἧκόν τινες δεήσεις προσάγοντες τῷ θείῳ πατρί Γρηγορίῳ, Ἰωσὴφ
τὸν μακάριον πρὸς τὴν πρεσβύτιδα Ῥώμην πρέσβιν ἐκπέμψαι τὰ συνέχοντα τῇ ἐκκλησίᾳ
σημανοῦντα πάντας δεινά· ἑώρων γὰρ ἅπαντες οἱ ὀρθόδοξοι τὸ τίμιον καὶ εὐκατάστατον
τοῦ ἀνδρὸς καὶ τὸ ἐν λόγοις ἡδὺ καὶ ἱκανὸν πρὸς τὴν ἀποστολὴν ἐδοκίμαζον. ἀλλ᾿ ὁ
μὲν εἰσδέξατο τὸ ἐπίταγμα χαίρων, ὡς ἅτε θεοῦ καὶ ψυχωφελὲς τυγχάνον, καὶ τὸν ἐπὶ
Ῥώμης ἐστέλλετο πλοῦν· νῆες δ᾿ ἐπιστᾶσαι βαρβαρικαὶ δεσμώτην κατὰ τὴν Κρήτην μετὰ
καὶ τῶν ἐν τῷ πλοίῳ πάντων ἀπέφερον· ὃς τῇ εἱρκτῇ μὲν καὶ τοῖς δεσμοῖς ἐπηγάλλετο,
τοὺς ἄλλους δὲ δεσμώτας τοῖς ἀλγεινοῖς καταπίπτοντάς τε καὶ ῥαθυμοῦντας περὶ τὰ
θεῖα εὐπροθύμους παρεσκεύαζεν. ἀλλὰ καί τινα ἐπισκοπικῷ τιμώμενον ἀξιώματι, τῇ φρουρᾷ
συνταλαιπωρούμενον κατιδών, ὀρθοδόξοις λόγοις καὶ εἰσηγήσεσι τῆς εἰκονομαχικῆς κακοδοξίας
πρὸς τὴν ὑγιᾶ καὶ ὀρθὴν τῆς ἐκκλησίας δόξαν ἐπέστρεψε, καὶ προσέτι τὸν ἀρνεῖσθαι
Χριστὸν βίᾳ πεπεισμένον βαρβαρικῇ μάρτυρα ταῖς οἰκείαις ἀπειργάσατο παραινέσεσιν·
ὃς τοσαύταις ἐπὶ σταυροῦ πληγαῖς ἐβλήθη καὶ τετραυμάτισται, ὅσας ἐχώρει τὸ σῶμα.
7. ταῦτα καὶ τὰ τοιαῦτα ἐνήργει καὶ ἔπραττεν ὁ μέγας Ἰωσήφ, καὶ δέσμιος ὤν· πείθων
ἐν λόγοις, διδάσκων ἐν ἔργοις καὶ πολλοῖς πρόξενος ἀναδεικνύμενος σωτηρίας. βαβαὶ
τῆς γνώμης· βαβαὶ τῆς φιλοκάλ<λ>ου ψυχῆς καὶ φιλοχριστοῦ. ἐν φρουρᾷ κατησφάλιστο
καὶ ἐδίδασκεν· δεσμὰ περιέκειτο καὶ τὴν ὀρθοδοξίαν ἐκήρυττεν· ἐστενοχωρεῖτο ταῖς
θλίψεσι καὶ μάρτυρας προσῆγε θεῷ· ὃς καὶ τὰ τούτου δεσμὰ διελύσατο, λύτρα χριστιανοὺς
ὑπὲρ αὐτοῦ
[p. 7] καταθέσθαι διερεθίσας καὶ πρὸς τὰ τῇδε ἀνασωσάμενος οὐκ ἀμηνυτὶ οὐδ᾿ ἀπροόπτως,
ἀλλὰ νυκτερινῷ προαγγέλματι καὶ μηνύματι. ἐπέστη γάρ τις αὐτῷ τῇ φρουρᾷ κόσμιος
ἀνὴρ τῇ στολῇ, ἱεροπρεπὴς τὴν ἰδέαν, καὶ νῦν ἥκειν ἐκ Μύρων εἰπών, (ἴστε δὲ πάντες
ὅστις οὗτος) «δέξαι ταύτην τὴν κεφαλίδα» διεκελεύσατο. ὃ δὲ χερσὶ λαβὼν ὁμοῦ τε
ἀνεγίνωσκε καὶ ἔψαλλε· «τάχυνον ὁ οἰκτίρμων καὶ σπεῦσον ὡς ἐλεήμων εἰς τὴν βοήθειαν
ἡμῶν, ὅτι δύνασαι βουλόμενος.» καὶ τὸ ᾀδόμενον ἔργον πρωΐας παραδοξότατον γέγονεν.
8. ἐν τούτοις τοῦ τῆς αἱρέσεως προμάχου, Θεοφίλου λέγω τοῦ ἄνακτος, καὶ τῆς βασιλείου
τιμῆς καὶ τῆς αὐτῆς ζωῆς ἐνδίκως ἐκπεπτωκότος, ἡ νύμφη Χριστοῦ ἐκκλησία, τῶν τιμίων
καὶ ἱερῶν καὶ σεπτῶν εἰκονισμάτων ἀπείληφε τὴν εὐπρέπειαν, πάντων τῶν ὀρθοδοξούντων
ἀποθεμένων τὴν σκυθρωπότητα καὶ τὸ εὔχαρι καὶ φαιδρὸν τῇ ἄνωθεν ἀντιδεξαμένων ἐπικουρίᾳ·
οὕτω γὰρ οἶδεν ἀεὶ νικᾶν ἡ εὐσέβεια καὶ ἡ τῆς ἀληθείας ἰσχὺς καταπαλαίειν τοὺς ἐναντίους.
τότε δὴ καὶ ὁ πανόλβιος Ἰωσὴφ τῆς αἰχμαλωσίας παρών, τῇ μὲν ἐκκλησίᾳ καὶ τοῖς πλήθεσι
συγχορεύων ἐφήδετο, τῇ στερήσει δὲ καὶ ἀπουσίᾳ τοῦ ποιμένος τε καὶ διδασκάλου Γρηγορίου
ἤσχαλλέ τε καὶ ἀπωδύρετο· οὗτος γὰρ παρῆν καὶ ὁ ἐκπέμψας ἀπῆν· ᾤχετο γὰρ ὁ μέγας
Γρηγόριος πρὸς τὸν πλάσαντα τῶν πόνων θεριῶν τὸ γεώργιον. ἀλλ᾿ οὖν γε τῇ προτεραίᾳ
διαγωγῇ ἀποκαταστὰς καὶ τὸ ἱερὸν αὐτοῦ προσπτυξάμενος σκῆνος, θαυμάτων παντοδαπαῖς
χάρισιν ἀπαστράπτον, προσκαρτερεῖ μὲν τῷ τόπῳ τῆς αὐτῆς φιλοσόφου παλαίστρας ἐγκεκλεισμένος
ἐχόμενος καὶ συμμεριστὴν τῶν πόνων Ἰωάννην ἔχων τὸν τοῦ θείου Γρηγορίου μαθητήν
τε καὶ μιμητήν.
9. ἀπανίσταται δὲ μετὰ χρόνους συχνοὺς τῶν ἐκεῖθεν καὶ τῷ τοῦ μεγάλου Ἰωάννου σηκῷ,
ᾧ τῶν λόγων ἡ χάρις καὶ χύσις Χρυσόστομον ἐπωνυμίαν παρέσχετο, τῇ καθ᾿ ἡμᾶς γειτνιῶντι
μονῇ, τοῦ μακαρίτου Ἰωάννου πρὸς θεὸν ἐκδημήσαντος, ἐμφιλοχωρεῖ ἐπὶ ἔτη πέντε. ἤδη
δὲ πλειόνων μοναζόντων τῷ τιμίῳ
[p. 8] καὶ ἱερωτάτῳ Ἰωσὴφ συρρευσάντων διὰ τὴν καλλίστην καὶ ἐνάρετον αὐτοῦ βιοτήν,
καὶ συνεῖναι τῷ τόπῳ μὴ δυναμένων, τὸ καθ᾿ ἡμᾶς τῆς ἀρετῆς ἐν χώρῳ ἐρήμῳ τότε ὄντι
καθιδρύσατο φροντιστήριον· ἐν ᾧ τὸ τοῦ μεγάλου Γρηγορίου ὡς θησαυρὸν ἄσυλον μετατίθησι
λείψανον, ναὶ δὴ καὶ Ἰωάννου τοῦ ἀξιεπαίνου ὑπὸ τῷ ἐπίπροσθεν ἐδάφει τῆς τοῦ ὁσίου
Γρηγορίου θήκης ἐγκατακρύπτει τὸ σκῆνος, τὸν ἐπ᾿ αὐτοῖς πόθον καὶ μετὰ πότμον δεικνὺς
ἀειθαλῆ τε καὶ ἄσβεστον. ἐπεὶ δὲ πάλαι τοῖς Θετταλικοῖς ἐνδιατρίβων ὁρίοις ὁ θαυμαστὸς
Ἰωσὴφ πρὸς ἀνδρὸς ὁσιωτάτου καὶ ὑψηλοῦ τὰ θεῖα ἱερώτατον λείψανον τοῦ μεγάλου ἀποστόλου
Βαρθολομαίου λαβών, εἶχε ξενίζουσαν εὐωδίαν καὶ θαυμάτων αἴγλην ἐναπαστράπτον, ναόν
τε τούτῳ σὺν τῷ κλεινῷ Γρηγορίῳ τῇ ἰδίᾳ ποίμνῃ συνανεδείματο, ἐν φροντίδι πλείονι
καθεστήκει καὶ μελῳδήμασι τὰς αὐτῶν πανηγύρεις κοσμεῖν· ὃς ἐν τούτοις μήπω λίαν
θαρρῶν, μήτ᾿ ἄλλον ἔχων τὸν προθυμούμενον, τῷ τοῦ ἀποστόλου θείῳ περιφὺς λειψάνῳ
σύν δάκρυσι καὶ στεναγμῷ ἠξίου τοῦ ἐπιθυμουμένου τυχεῖν· οὗ γε δὴ καὶ θᾶττον ηὐμοίρησε
καὶ τοῦ ἐλπισθέντος οὐ διαπέπτωκεν. ὁρᾷ γὰρ νύκτωρ, ὥσπερ καθ᾿ ὕπαρ, πρὸ τῆς τοῦ
ὁσίου μνήμης Γρηγορίου ἄνδρα τινὰ φοβερὸν ἐν ἀποστολικῷ σχήματι τῷ ναῷ τῆς μονῆς
πρὸς ταῖς πυλίσι τοῦ βήματος καὶ τοῦτον εἰς ἑαυτὸν ἐκκαλούμενον, ὃς ἀπὸ τῆς ἱερᾶς
τραπέζης ἀράμενος εὐαγγέλιον καὶ τοῖς τοῦ ὁσίου Ἰωσὴφ στέρνοις ἐπιθεὶς καὶ εὐλογήσας
ἀπέλυσεν. ἐφ᾿ οἷς συντάττειν παραυτίκα ὁ μεγαλόφρων Ἰωσὴφ ἀπαρξάμενος τὰ ἐφύμνια
εἰς πέρας ῥᾷστα ταῦτα προήνεγκεν· ἅ γε δὴ τοῖς περὶ ταῦτα τότε δείξας λογίοις ἔγνω
κραταιότερον τῶν πονηθέντων τὸ ἀπλημμέλητον.
10. αὕτη τοίνυν ἡ ἀπαρχὴ τοῦ θείου χαρίσματος τούτῳ, τῆς ἀποστολικῆς εὐλογίας τὸ
πρωτόλειον, εἰς ψυχὴν ἀγαθὴν ὡς εἰς χώραν εὔγειον καταβεβλημένον καὶ καρποφορῆσαν
ἀριθμὸν ὑπερβαίνοντα. ἐντεῦθεν λοιπὸν τοῖς θεοῦ φίλοις τὰς ᾀσματικὰς συνέταττε μελῳδίας,
ἀποστόλων χοροῖς, προφητῶν δήμοις, μαρτύρων
[p. 9] πλήθει, ἀσκητῶν ἀγέλαις, ἀσκουσῶν χοροστασίαις, πρὸς τούτοις ἄλλοις τε πολλοῖς
καὶ ἀναριθμήτοις ἁγίοις τὰ πρὸς τὸν φιλάνθρωπον θεὸν ἱκετήρια, πᾶσαν κατάνυξιν καὶ
θυμηδίαν ἐμποιοῦντα, τά τε πάθη τοῦ δεσπότου καὶ τὴν ἐπὶ θείου σταυροῦ ἀνάρτησιν,
τὰς πρὸς τὴν πάναγνον θεομήτορα δυσωπήσεις τε καὶ ἐξιλεώσεις. ὤ, πῶς εἴπω, ἀγαπητοί,
ὅσας λιβάδας ἐξ ὀμμάτων κατέχεε δακρύων μεθ᾿ ὅσης δὲ τῆς εὐκολίας, μεθ᾿ ὅσης τῆς
εὐφραδείας καὶ ταχυτῆτος ἀπονητὶ καὶ ἀμελετήτως, ὅσα ἐμὲ γινώσκειν οὐ τοῦ παρόντος
καιροῦ τὸ διήγημα. τὸ δ᾿ ἐλευθέριον ἐν τούτοις, τὸ εὐκρινές, τὸ εὔρυθμον καὶ βίας
ἐκτός, αὐτὰ τὰ πονηθέντα παρ᾿ αὐτοῦ διελέγχει σαφέστατα. τὸ δ᾿ ἐξ αὐτῶν ὠφέλιμον
τίς οὐ καθ᾿ ἡμέραν πλουτεῖ τίς ὑποψάλλων καὶ ἀκουτιζόμενος οὐ πρὸς κατάνυξιν πρόσεισι
καὶ γόνυ κλίνων οὐ τὰ στέρνα βάλλει πυγμαῖς οὕτως ἐν ταῖς πάντων γλώσσαις μακαρίζεται
Ἰωσήφ, ἐν πάσαις Ἐκκλησίαις ἀποθειάζεται, ἐν ἅπασιν ᾄδεται καὶ μεγαλύνεται· τὴν
γὰρ οἰκείαν γλῶσσαν πᾶσι δεδανεικὼς καὶ εἰς ἑαυτὸν ἀναθεὶς τὰ ἑκάστου παρολισθήματα,
πείθει πάντας ἐξαγορεύειν τὰ ἑαυτῶν πλημμελήματα.
11. τοιαῦτα τὰ ἐκείνου γεώργια· τοιαῦτα τὰ κατορθώματα, ὧν πλήρη ἐξ αὐτῶν τὰ τῆς
οἰκουμένης πληρώματα, ὡς λέγειν καὶ περὶ αὐτοῦ, καθὰ δὴ καὶ περὶ τῶν τοῦ σωτῆρος
μαθητῶν Ϡεἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένηςϠ
ἡ τῶν ᾀσμάτων ποικίλη μεγαλοπρέπεια. οὗτοι μὲν οὖν κροτοῦσι ταῦτα· ἄλλοι δὲ τῶν
ἀρετῶν τὸν ἐσμόν, τὸ πρᾶον, τὸ ἄδολον, τὸ ἀπόνηρον, τὸ ἀμνησίκακον, τὸ ἀόργητον·
οἱ ἐν συμφοραῖς τὴν παράκλησιν· οἱ πενόμενοι τὸν τροφέα· οἱ ἐπιξενούμενοι τὸν φιλόξενον,
οἷς τοσοῦτον τὰ τῆς χρείας ἐπήρκει, ὡς πατρίδα τὴν ἐπὶ ξένης ἡγεῖσθαι διατριβήν
μόνῃ κλήσει διαλλάττουσαν τῆς ἐνεγκαμένης· οἱ τοῦ βίου τὸν πρὸς θεὸν ὁδηγόν· τέκνα
γὰρ γονέων ταῖς πνευματικαῖς ἐπῳδαῖς ἀφέλκων, τὸ τῆς ἁγνείας ἔπειθεν ἀσπάζεσθαι
τίμιον καὶ τῆς χαμερποῦς τύρβης καὶ
[p. 10] πολυόχλου τὸν ἀκύμονα ποθεῖν βίον. διὰ τοῦτο καὶ στόμα θεοῦ ἐχρημάτισε κατὰ
τὸ τοῦ προφήτου ῥητόν ἐκ προσώπου τοῦ σοφίσαντος φάσκοντος· Ϡὁ ἐξάγων τίμιον ἐξ
ἀναξίου στόμα μου ἔσται.Ϡ μεθ᾿ ὧν κἀμὲ τὸν ἐλάχιστον πατρικῶν ἀγκαλῶν ἀφαρπάσας,
μᾶλλον δὲ τῆς πολυταράχου βιοτῆς ἀπαλλοτριώσας, θεῷ τῷ πάντων ποιητῇ καὶ δεσπότῃ
τῇ τῶν τριχῶν ἀποκάρσει προσῳκειώσατο· ᾧ τὰ χαριστήρια συντιθεὶς καὶ ἀεὶ πλέον τῶν
ἄλλων προσφωνῶν οὐκ ἐλλείπω.
12. ταύτῃ τοιγαροῦν τῇ καλλίστῃ καὶ ἐναρέτῳ πολιτείᾳ, ἤτοι τῷ κύκλῳ τῶν ἀρετῶν,
Ἰωσὴφ τὸν ἀοίδιμον στεφανούμενον ὁ βάσκανος καὶ τῶν δικαίων ἐχθρὸς καθορῶν, κατ᾿
αὐτοῦ πειρασμοὺς ἀνερρίπισε καὶ πρό γε τούτου τῇ τοῦ θεοῦ ἐκκλησίᾳ σκανδάλων ἀφορμὰς
ἐτεκτήνατο, λέγω δὴ τὰ περὶ τοῦ καίσαρος Βάρδα λαληθέντα τε καὶ πραχθέντα, ἵνα συντόμως
εἴπω. ὅθεν βασιλείῳ χειρὶ καὶ νεύματι μακρὰν ὑπερόριος γίνεται, τοὐτέστιν ἐν Χερσῶνι
τῇ πόλει, ἵνα καὶ τοῦ ἐντεῦθεν τύχῃ μακαρισμοῦ (ὑπὲρ γὰρ τῆς ἁγίας ἐκκλησίας ὁ κίνδυνος
καὶ οἱ ἀγῶνες), ἐν ᾗ καρτερῶν ὁ μακαρίτης ἐπὶ ἱκανόν, καὶ κυρίῳ τῷ θεῷ ἡμῶν ἀδιαλείπτως
εὐχαριστῶν, μετά τινας χρόνους πρὸς τὸ βασίλειον ἐπανάγεται ἄστυ· ὃν τιμαῖς μείζοσιν
ἀναβιβάζειν οἱ ἐπὶ τῶν σκήπτρων καταστάντες ἑλόμενοι διήμαρτον τοῦ σκοποῦ διὰ τὸ
φιλήσυχον αὐτὸν εἶναι καὶ ἐνάρετον πάνυ. πλὴν νικῶσιν οἱ βασιλεῖς ταῖς πλείοσιν
ἐνστάσεσι καὶ τῶν ἱερῶν καὶ ὑπερτίμων σκευῶν τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας, καίπερ
ἀποδυσπετοῦντα καὶ ἀνανεύοντα, προχειρίζονται φύλακα, Ἰγνατίου δηλαδὴ τοῦ θείου
ἀρχιερέως ὁσίως πατριαρχοῦντος καὶ τὸν θρόνον τῆς βασιλίδος μεγαλοπόλεως εὐσεβῶς
οἰακίζοντος. οὗ μετὰ τὴν πρὸς κύριον ἐκδημίαν καὶ Φώτιος ὁ ἀείμνηστος πατριάρχης,
τὸ τῆς ἐκκλησίας ἀναδεδεγμένος πηδάλιον, τὸν αὐτὸν μακαρίτην Ἰωσὴφ ἔστεργέ τε καὶ
ἐξεθείαζε καὶ τῶν ἐκείνου καλῶν ἐπαινέτης καθίστατο τῶν ἄλλων ὑψηλότερόν τε εἶναι
καὶ ὑπερκείμενον· ὃς τῷ σοφῷ πλουτῶν τὴν ἁγιότητα καὶ
[p. 11] ἀρετὴν ᾔδη κρίνειν ὀρθότατα καὶ βίον δοκιμάζειν ὑπὲρ ἅπαντας ἀσφαλέστερον.
13. ἦν μὲν οὖν τοιοῦτος ὁ ἀνήρ, τοιαῦτα καρποφορῶν καὶ διὰ ταῦτα πᾶσι χρηματίζων
ἐπέραστος· ἐποθεῖτο γὰρ τοῖς πολλοῖς, ὡς τοῖς ἀγχιστεύουσιν ἕτεροι· ἠγαπᾶτο καὶ
παρ᾿ αὐτῶν τῶν ἐναντίων, εἴποτε τοιοῦτοί τινες ὤφθησαν, πατέρων οὐκ ἔλαττον. καὶ
αὐτὸς γὰρ πρὸς πάντας τὸ τῆς ἀγάπης διεφύλαττε τίμιον, τὰ τοῦ Δαβίδ ἀναφθεγγόμενος
ῥήματα· Ϡμετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός.Ϡ τοιούτοις κοσμούμενος ὁ
μακάριος Ἰωσὴφ καὶ πανταχόσε διαθρυλούμενος, καὶ οἷς προδιεγίνωσκεν ἐπεραστότερος
ἦν· ἠνέχθη γάρ τις αὐτῷ εὐλογηθησόμενος καὶ παρευθὺ μαθητὴς ὠνομάζετο. ἕτερος πρὸς
τῶν γεννητόρων σταλείς, ἵν᾿ εὐχὴν λάβοι, καὶ μοναχοῦ κλῆσιν δεδεγμένος ἀπῄει. ἄλλος
φροντίδος ἀξιωθῆναι παρ᾿ αὐτοῦ ἐξῃτεῖτο καὶ χρόνοις ὀλίγοις τὰ τῆς προρρήσεως προὔβαινε,
καὶ ἡ φροντὶς ἦν τῷ αἰτουμένῳ ἡ πρὸς κύριον μεταχώρησις.
14. καὶ τίς τὰ τοιαῦτα σθένει λογογραφεῖν, πολλά γε ὄντα καὶ κόρον ταῖς ἀκοαῖς ἀποτίκτοντα
τὸ οἰκεῖον δὲ μόνον τοῦ ἀνδρὸς εἰπεῖν ἐξαρκεῖ εἰς τὴν τῆς ἐκείνου ἀρετῆς ἐπίδειξιν
καὶ παράστασιν. ἐπόθει τὴν πρὸς τὸν πλάστην ἀνάλυσιν τοῖς αὐτοῦ πεποιθὼς ἀριστεύμασιν,
καὶ ταύτην προδιαγνοὺς πολλοῖς μὲν πολλάκις ὑπεδήλου συμβόλοις, ἐνεφάνιζε δὲ κἀκ
τούτου ἀριδηλότερον. ὁ τῶν νηστειῶν παρῳχήκει καιρὸς καὶ ἡ τοῦ σωτηρίου πάθους μεγάλη
καὶ σεβασμία ἐφεστήκει παρασκευή, ἐν ᾗ τὸ γραμματεῖον, ἐφ᾿ ᾧ αἱ πᾶσαι τοῦ ποιμνίου
ἀναγεγραμμέναι κτήσεις ὑπῆρχον, ἀράμενος καὶ σὺν τοῦτο κἀμὲ προσλαβὼν τῷ φωτωνύμῳ
τοῦ θεοῦ ἀρχιερεῖ καὶ τὴν κλῆσιν ἔχοντι τοῖς ἔργοις ἐπαληθεύουσαν ἐγχειρίζει. οἷς
μετὰ τῶν ἄλλων ἁπάντων καταπλαγεὶς ὑπενόει μὲν μετὰ τῶν λοιπῶν τὸ ἀπόρρητον καὶ
ὅπερ ἦν ἀληθὲς ὑπετόπαζεν, ὑπεῖξε δὲ τῇ γνώμῃ τοῦ ἀνδρὸς ἐπιστυγνάζων καὶ θαμβούμενος.
ὃς ἀνθυπονοστήσας τῇ ποίμνῃ εὔθυμος ἦν τῆς τοιαύτης φροντίδος ἀπαλλαγείς· καὶ ὑπονοστήσαντι
ἀπῆρκτο παραυτίκα καὶ τὰ τῆς
[p. 12] νόσου διαφαίνεσθαι προαγγέλματα· τὰ δὲ ἦν ῥῖγος σὺν ὑπεκκάοντι πυρετῷ. ὁ
δὲ ὅσιος ἀλγῶν πάνυ ηὐχαρίστει τῷ Θεῷ, καὶ νοσῶν ἐφιλοσόφει τὰ περὶ τῆς διαζεύξεως
προθυμότερον· ἐπευλόγει τὰ τέκνα, ἐπηύχετο τοῖς φίλοις, συνετίθει γλώσσῃ τὰ ἐξιτήρια,
τοῖς πενθοῦσι ἐπετίμα σφοδρότερον. πλὴν τοῦ ἀλγεῖν οὐχ ὑφίεντο· τὸ γὰρ αἴτιον κραταιότερον
ὁπλισάμενον ἐγγὺς παρεῖναι τὴν τελευτὴν ὑπεσάλπιζεν. οἷς οὕτω δονούμενός τε καὶ
κυμαινόμενος, τοῦ κλινιδίου διαναστάς, χερσὶν ἐπιστηριζόμενος τῶν παρόντων, τῶν
θείων καὶ ζωοποιῶν μετείληφε μυστηρίων τοῦ Χριστοῦ, ὑποκλίνων μὲν βραχύ τι τὴν κεφαλήν,
ὑποψάλλων δὲ ἀμυδρά, οἷα εἴθιστο, καὶ βλέμματι καὶ σχήματι τὴν πρὸς θεὸν εὐχαριστίαν
ἀναπέμπειν ὑποδηλῶν. εἶθ᾿ οὕτως ἀναπεσὼν ἐπὶ τοῦ κλινιδίου, ἑβδόμης ἀπὸ τῆς κατακλίσεως
ἀνυομένης ἡμέρας, τὴν ἁγίαν καὶ μακαρίαν ψυχὴν θεῷ τῷ πλάστῃ πάντων παρέθετο μηνὶ
ἀπριλλίῳ τρίτῃ.
15. τότε θρῆνος ἄμετρος καὶ κωκυτὸς παρά τε τῶν μοναστῶν καὶ μιγάδων καὶ τῆς ἄλλης
πληθύος (πολλοὶ γὰρ παρῆσαν τῶν ἐπ᾿ αξιώμασι καὶ τῶν ἀρχιερατικαῖς κοσμουμένων τιμαῖς)
ἀνερρήγνυτο· καὶ οἱ μέν «ἀπῆρεν» ἔλεγον «τῶν ἐντεῦθεν τῆς ἐκκλησίας ἡ χελιδών. σεσίγηκεν
ἡ ᾀσματόφθεγκτος γλῶσσα,» οἱ δέ· «ἀπέστη ὁ τῶν λιμωττόντων τροφεύς, τῶν ὀρφανῶν
ὁ πατήρ, τῶν πενθούντων τὸ παραμύθιον.» καὶ τῆς φήμης ἀνὰ πᾶσαν τὴν πόλιν διαδοθείσης,
συνέρρευσαν πλείονες, οἱ μὲν ποθοῦντες ἰδεῖν καὶ προσπτύξασθαι, οἱ δὲ προσάψασθαι
καὶ χάριτος μετασχεῖν, καὶ τοσοῦτοι, ὡς μὴ δύνασθαι τούτους τὴν αὐλαίαν θέσιν τοῦ
τόπου χωρεῖν. τοῦτό σοι τοῦ βίου πέρας, θαυμάσιε· τοῦτό σε πρὸς θεὸν διεπέμψατο
ἐν πολιᾷ αἰδεσίμῳ καὶ χρόνῳ, ὃν ὅρον τῆς ἀνθρωπίνης ζωῆς ὁ μέγας οἶδε Δαβίδ, Ϡτὰ
ἔτη ἡμῶν ἑβδομήκονταϠ ἐν ψαλμοῖς μελῳδῶν. ἐντεῦθεν τῆς εἰωθυίας ψαλμῳδίας ἐπιτελεσθείσης,
τῷ διευτρεπισμένῳ τάφῳ ὁ τοσοῦτος ἀνὴρ κατατίθεται καὶ τῆς ἐν γῇ παροικίας τὴν ἐκεῖθεν
ἀντικαταλλάττεται λῆξιν, δι᾿ ἣν οἱ ἀγῶνες, δι᾿ ἣν τῆς ἀσκητικῆς διαγωγῆς οἱ πόνοι
καὶ
[p. 13] πρὸς ἣν ἀφορῶν μέχρι γήρως καὶ πρεσβείου καρτερῶν οὐκ ἐπώκλασεν. ἀλλ᾿ εἰ
καὶ τῷ τῆς φύσεως ἐπειθάρχησε νόμῳ, καὶ τεθαμμένος ἐξᾴδεται πανταχοῦ καὶ ταῖς ἐκκλησίαις
ἁπάσαις ὁ μέγας ἐκβεβόηται Ἰωσήφ, τὸ ἄκακον ἐσχηκὼς τοῦ Ἰώβ, τὸ ἄπλαστον Ἰακώβ,
τὸ σῶφρον τοῦ Ἰωσήφ, τὸ πρᾶον Δαβὶδ καὶ τῶν ἱερῶν πατέρων τὴν ἄσκησιν· οἷς καὶ συμμακαρίζεται
καὶ συγκατασκηνοῖ ἐν ἀιδίῳ εὐφροσύνῃ τε καὶ χαρᾷ· τοῖς γὰρ ἀγῶσιν ἰσοστατεῖ καὶ
τὰ ἔπαθλα.
16. ταῦτά σοι, ὦ πατέρων ἄριστε, ἐκ πλειόνων ὀλίγα διαγράφω τε καὶ ὑποφωνῶ, ὃν τῆς
σῆς ποίμνης, εἰ καὶ παρ᾿ ἀξίαν, ἄρχειν προείλου· ὃν ποιμένα κατέστησας, μηδ᾿ ὡς
χρεὼν πρόβατον χρηματίζοντα· ὃν νόσῳ τρυχόμενον ἐννοῶν χαίρεις, ὡς ἔοικε, καθώς
μοι φανεὶς φαιδρὸν ἐμφαίνων τὸ πρόσωπον, κατηφιῶντι καὶ δυσχεραίνοντι, διεσήμανας.
πλὴν πρὸς τὴν σὴν φαιδρότητα τὸ στυγνὸν ἡμῶν μετερρύθμισας καὶ χαίρω παιδαγωγίαν
ἔχων ψυχωφελῆ τὴν τοῦ σώματος πάρεσιν, ὡς μὴ χώραν ἔχειν τὰς τῶν παθῶν ἐμβολὰς καθ᾿
ἡμῶν ἐπισκήπτειν καὶ πρὸς τὰ τῆς ἁμαρτίας συνωθεῖν βάραθρα· κρείττων γὰρ πληγὴ σώματος
ἢ ψυχῆς κάκωσις, καὶ τραύματα τιτρώσκοντα σώματα ὀνησιφόρα, ἢ εὐδαιμονία ψυχὴν θανατοῦσα
καὶ ἀπολλύουσα. ἀλλὰ στῆσον κἂν μετρίως γοῦν τὸ τοῦ πάθους δεινόν, ἢ πεῖσον καρτερεῖν
γενναιότερον, τῇ τε σῇ ποίμνῃ ἄνωθεν ἐπικούρει, θεόληπτε, καὶ τὰ τέκνα τά τε νῦν
ὄντα τά τε ἐσόμενα ἡνιόχει καὶ φρούρει δεξιῶς τε καὶ συμφερόντως καὶ πρὸς τὰς ἐκεῖθεν
καὶ νῦν, καθὰ καὶ πρότερον, καθοδήγει μονάς, πλέον ἄρτι σοι συμπαρομαρτοῦντος τοῦ
δύνασθαι, θεῷ ἐγγίζων τρανότερον, τῷ μόνῳ φιλαγάθῳ καὶ πανοικτίρμονι καὶ πᾶσι τὴν
ὑπεράπειρον καταβαλλομένῳ πρόνοιαν καὶ κηδεμονίαν. καὶ τόνδε τὸν τοῦ λόγου πόνον
εὐμενῶς προσηκάμενος τὴν ἐκεῖθεν ἀντίδος ἡμῖν σωτηρίαν, εἰ καὶ παρ᾿ ἀξίαν πρὸς ἡμῶν
ἐσχεδίασται, οἷς καὶ λόγος οὐκ εὔφωνος καὶ σύνεσις οὐκ ἐπαινουμένη· ἐπὶ πᾶσι δὲ
τοῖς παρ᾿ ἡμῶν αἰτουμένοις συμπαράλαβε
[p. 14] μετὰ σεαυτοῦ καὶ τῶν ἁγίων ἁπάντων τοὺς δήμους, οὓς πολλάκις ὕμνησας, οὓς
ἐδόξασας, οὓς ὑποχρέους ταῖς εὐφημίαις κατέστησας, ᾄδων αὐτοῖς τὰ ἐφύμνια, συγχορεύων
ταῖς πανηγύρεσιν, μεγαλύνων ταῖς εὐφημίαις, ἵνα καὶ ἡ πρεσβεία ἐναργεστέρα καὶ ἡμῖν
τὰ ἀγαθὰ δαψιλέστερα ᾖ.
17. τὰ δ᾿ ἄλλα ἄλλοι λεγέτωσαν, τοὐτέστιν τὴν τῆς θήκης εὐωδίαν ἐκπεμπομένην, τῶν
πολυειδῶν ἀλγημάτων τὰς θεραπείας, τὴν τοῦ ψύχους καὶ θερμοῦ πλεονεξίαν πρὸς τὴν
τῆς ἰσότητος εὐταξίαν, τὴν τῶν συμφορῶν τῶν ἐπερχομένων ἀπαλλαγήν, τὴν τῶν λυπούντων
πρὸς εὐθυμίαν μεταβολήν· τοιαῦτα γὰρ τὰ τῆς ἀρετῆς βραβεῖα, ἔνθεν μὲν παρεχόμενα
τοῖς ἀξίοις, ἐκεῖθεν δὲ μείζω καὶ ὑπερφυῆ παρὰ τοῦ πάντων σωτῆρος ἡμῶν καὶ θεοῦ
ἀνταποδιδόμενα.
18. ἀλλ᾿, ὦ ὁσίων ἀγλάϊσμα καὶ δικαίων ἐγκαλλώπισμα, ὦ Χριστιανῶν χαριέστατον σεμνολόγημα
καὶ τῆς ἡμετέρας φύσεως εὐγενέστατον βλάστημα, ὦ τῶν ἀπ᾿ αἰῶνος πάντων ἁγίων συμμέτοχε
καὶ σύσκηνε καὶ συνόμιλε, ὦ τῆς Ἐκκλησίας εὐοσμότατον ἄρωμα καὶ τῆς πίστεως ἀκράδαντον
ἔρεισμα καὶ στερέωμα, ἡ τῶν καταπονουμένων ἑτοίμη παράκλησις καὶ τῶν λυπουμένων
θυμηρέστατον παρηγόρημα, ἡ τῶν νοσούντων ἢ καχεκτούντων εὐεξία καὶ ἄκεσις, τῶν ὀδυνωμένων
θεόσδοτον ψυχαγώγημα, τῶν ποικίλαις καμνόντων καὶ παντοδαπαῖς περιστάσεσι προασπιστὴς
καὶ προστάτης θερμότατος, πρόστηθι πάντων ἡμῶν πρὸς τὸν δεσπότην Χριστόν· τὴν ἐκκλησίαν
αὐτοῦ εἰρηνεύειν, ἐκ μέσου πάντα τὰ σκάνδαλα ποιῆσαι δεήθητι· τὴν ὀρθόδοξον πίστιν
τῶν χριστιανῶν μέχρι συντελείας τοῦ αἰῶνος ἀκράδαντον ταῖς σαῖς πρὸς τὸν δεσπότην
λιταῖς καὶ ἀνεπιβούλευτον διατήρησον, ὅπως δόξαν ἀναπέμπωμεν αὐτῷ καὶ τιμὴν καὶ
προσκύνησιν παρὰ πᾶσαν ἡμῶν τὴν ἐνθάδε ζωὴν καὶ τὴν ἐκεῖσε μετὰ σοῦ καὶ πάντων τῶν
ἀξίως εὐαρεστησάντων αὐτῷ σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ
πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
**********************************************************