Saint: THEODORE OF EDESSA
Edition: I. Pomjalovskij, Žitie iže vo sv. octa našego Feodora archiepiskopa Edesskogo (t. Petersburg, 1892)

[p. 1]

μηνὶ Ἰουλίῳ ιθ´

βίος καὶ πολιτεία τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Θεοδώρου τοῦ διαλάμψαντος ἐν ἀσκήσει κατὰ τὴν μεγίστην λαύραν τοῦ ἁγίου Σάβα, ἔπειτα γεγονότος ἀρχιεπισκόπου πόλεως Ἐδέσης, καὶ ἀξιομνημόνευτα κατορθωκότος ἔργα, συγγραφεὶς παρὰ Βασιλείου ἐπισκόπου Ἐμέσης <ἀνεψιοῦ αὐτοῦ>
εὐλόγησον πάτερ.

1. εὐλογητὸς ὁ θεός, ὁ πατήρ, ὁ παντοκράτωρ, ὁ ποιητὴς οὐρανοῦ τε καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων, εὐλογητὸς ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ, ὁ ἀνάρχως τε καὶ ἀχρόνως ἐκ τοῦ πατρὸς γεννηθείς, θεὸς ἐκ θεοῦ, σοφία τῆς τῶν ὅλων συστάσεως περιεκτικὴ καὶ δύναμις τῆς ὅλης κτίσεως ποιητική, εὐλογητὸς ὁ παράκλητος τὸ ἅγιον καὶ ζωοποιὸν πνεῦμα, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον καὶ δι᾿ υἱοῦ πεφηνὸς τοῖς ἀνθρώποις, ἡ τρισυπόστατος καὶ ὁμοούσιος ἁγία τριάς, τελείᾳ δόξῃ καὶ ἀϊδιότητι, καὶ βασιλεία μὴ μεριζομένη, ἡ ἄναρχος φύσις, τὸ δεσποτικὸν ἀξίωμα, ἡ φυσικὴ ἀγαθότης, ὁ ἐν τριάδι εἷς θεός, ὁ δημιουργὸς καὶ συνοχεὺς καὶ προνοητὴς ἁπάντων, ὁ διδοὺς αἰτοῦντι σοφίαν καὶ σύνεσιν, καὶ μὴ παρορῶν ἁμαρτάνοντα, ἀλλὰ θέμενος ἐπὶ σωτηρίᾳ μετάνοιαν, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ δυνάμεις καὶ δοξάζουσι στρατιαὶ ἀγγέλων· αὐτὸν οὖν
[p. 2] τὸν ἀγαθὸν καὶ πανοικτίρμονα θεὸν εὐχαριστῶ κἀγὼ ὁ εὐτελὴς καὶ ἀνάξιος, εἰ καὶ οὐκ εἰμὶ ἱκανὸς πρὸς δοξολογίαν τῆς αὐτοῦ ἀγαθότητος· αὐτῷ προσφέρω ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν, καὶ δέομαι ἐπακοῦσαί μου, ἐν ᾗ ἂν ἡμέρᾳ αὐτὸν ἐπικαλέσωμαι, καὶ δοῦναί μοι λόγον ἐν ἀνοίξει στόματός μου, ὅπως διηγήσωμαι βίον ἐνάρετον καὶ ὠφελείας ψυχικῆς πεπληρωμένον· τῷ ὄντι γὰρ αὐτὸν εὐλογεῖν ἄξιον καὶ ἐπικαλεῖσθαι εἰς μνήμην ἑαυτοὺς τοῦ μεγάλου καθιέντας Θεοδώρου καὶ τὰ κατ᾿ αὐτὸν ἤδη συγγράφειν προῃρημένους· Θεοδώρου φημὶ τοῦ κατὰ τὴν μεγίστην λαύραν τοῦ θείου Σάβα ἀγγελικὴν πολιτείαν καὶ διαγωγὴν μετελθόντος, εἶτα τὸν ἀρχιερατικὸν θρόνον κοσμήσαντος πόλεως Ἐδέσης, πολλάς τε ψυχὰς σεσωσμένας τῷ θεῷ προσαγαγόντος καὶ ἰσαποστολικὴν χάριν ἐκ θεοῦ δεξαμένου κηρύττειν διαπρυσίως τὸν λόγον τῆς ἀληθείας καὶ ὀρθοτομεῖν τὴν πίστιν τῆς ἁγίας τριάδος· ἐπεὶ καὶ θεοῦ δῶρον ἀνθρώποις οὗτος ἀληθῶς τοῦ καὶ πρὸ διαπλάσεως αὐτὸν ἐκλεξαμένου καὶ πρὸ γεννήσεως ἁγιάσαντος, ὡς ἂν καὶ βίου τύπον ἔχοιμεν αὐτὸν μοναδικοῦ καὶ ἱερωσύνης ἀληθοῦς ὑπόδειγμα· εἰ γὰρ καὶ κρεῖττον ἢ κατ᾿ ἐμὴν δύναμιν τὸ ἐγχείρημα, ἀλλὰ τὸ μέν τι συλλήψεται πάντως μοι ἡ θεία καὶ συμπαθὴς ἐκείνη ψυχή, τῷ ἀδελφιδῷ αὐτοῦ καὶ οἰκέτῃ, τὸ δὲ καὶ συγγνώσεται· συγγνώσεσθε δὲ καὶ πάντες οἱ τῆς ψυχωφελοῦς ταύτης πολιτείας ἀκροαταί, μηδὲν τοῦ πρὸς δύναμιν ἐλλείποντι, εἰ καὶ τοῦ πρὸς ἀξίαν πλεῖστον ἀπολείπομαι· δεῖ δὲ μικρὸν ἀνωτέρω τὸν λόγον ἀναγαγόντας, οἵων ὁ τοιοῦτος ἔφυ γονέων, καὶ ὅστις ὁ τῆς συλλήψεως τρόπος αὐτοῦ πρότερον παραστῆσαι, εἶτα καθ᾿ εἱρμὸν τὰ λοιπὰ τῆς διηγήσεως ἐπισυνάψαι.

2. ἀνήρ τις οὐ πολλοῖς ἔμπροσθεν χρόνοις ἐξ Ἐδέσης ὁρμώμενος, ὄνομα Συμεών, εὐσεβῶν γονέων υἱὸς καὶ ἐν εὐσεβείᾳ καὶ φόβῳ Θεοῦ τραφείς, πᾶσαν ἠσπάζετο ἀρετῆς ἰδέαν· ἐπεὶ δὲ ἤδη καὶ γάμου καὶ συζυγίας ἔδει διὰ τὴν ἡλικίαν, διαλέγονται οἱ τούτου γονεῖς
[p. 3] πατράσι κόρης, Μαρία δὲ ὄνομα αὐτῇ, ἐφ᾿ ᾧ πρὸς γάμους αὐτὴν ἀγαγέσθαι τῷ νεανίσκῳ. οἱ δὲ ἀσμένως τοῦτο δεξάμενοι τῇ θυγατρὶ μηνύουσιν· ἡ δὲ παρθενίαν ἠσπάζετο μᾶλλον καὶ δυσχερῶς εἶχε περὶ τὸν γάμον· ἐγκειμένων δὲ τῶν γονέων καὶ οὐκ ἀνιέντων, εἶξεν ἡ κόρη καὶ ἄκουσα τῷ θελήματι τῶν τεκόντων καὶ γάμου κοινωνίᾳ τῷ Συμεῶνι συνάπτεται. εὐγενεῖς δὲ κατὰ τὴν Ἔδεσαν ἀμφοτέρων οἱ γονεῖς ὑπῆρχον καὶ περιουσίαν αὐτάρκη κεκτημένοι. ἡ μὲν οὖν Μαρία ἐναρέτως βιοῦσα κοινωνὸν τὸν ἄνδρα καὶ τοῦ τρόπου ποιεῖται τῆς ὁμοίας αὐτῇ γνώμης ὄντα καὶ διαθέσεως· ἐπὶ χρόνοις δέ τισι συνοικοῦσα τῷ ἀνδρὶ θυγατρὸς μὲν μιᾶς μήτηρ ἐγεγόνει, τῆς ἐμὲ δηλονότι τεκούσης, ἄρρενα δὲ παῖδα οὐκ ἔτυχε κτήσασθαι. ἐφ᾿ ᾧ λίαν τὴν ψυχὴν ὀδυνωμένη, τῇ τοῦ θεοῦ συνεχῶς ἐπεφοίτα ἐκκλησίᾳ ἐπὶ τοῦ ἐδάφους τε καθημένη καὶ νηστείᾳ πολλῇ ἑαυτὴν κατατρύχουσα, ἄρτον ἑαυτῆς τὰ οἰκεῖα δάκρυα ἡμέρας καὶ νυκτὸς ἐποιεῖτο, δεήσεσί τε καὶ εὐχαῖς τὸν θεὸν ἱκετεύουσα δοθῆναι αὐτῇ ἄρρενα παῖδα, ὃν πάλιν αὐτῇ [λεγε· αὐτὴν] δοτὸν προσάξει θεῷ.

3. ἐν μιᾷ δὲ τῶν ἡμερῶν κατ᾿ αὐτὸ δὴ τὸ πρῶτον τῶν ἁγίων νηστειῶν σάββατον, ὅτε καὶ μνήμην τοῦ θαύματος ἐπιτελεῖν τῇ ἐκκλησίᾳ σύνηθες τοῦ μεγάλου μάρτυρος Θεοδώρου, ἀφικνεῖται καὶ αὖθις ἡ γυνὴ πρὸς τὸν θεῖον τῶν ἀποστόλων ναὸν ἅμα τῷ ἀνδρί, συνήθως εὐχαῖς τε καὶ δεήσεσι τὸν θεὸν ἐκλιπαροῦντες τοὺς ἁγίους τε αὐτοῦ μαθητὰς καὶ ἀποστόλους εἰς πρεσβείαν κινοῦντες, ἅμα δὲ καὶ τὸν ἅγιον μάρτυρα Θεόδωρον ἐκδυσωποῦντες συναντιλαβέσθαι αὐτοῖς τῆς πρὸς θεὸν μεσιτείας, ὡς εὐπρόσδεκτον
[p. 4] αὐτοῖς τὴν προσευχὴν γενέσθαι καὶ δοθῆναι τούτοις υἱόν. κατ᾿ αὐτὴν δὲ τὴν νύκτα γλυκεῖά τις ἐφίσταται ὄψις αὐτοῖς ἰδίᾳ ἑκάστῳ φανεῖσα· ἐδόκουν γὰρ καθ᾿ ὕπνον ὁρᾷν τὸν θεῖον Θεόδωρον ἱστάμενον ἅμα τῷ ἀποστόλῳ Παύλῳ καὶ τοιάδε τὸν μάρτυρα λέγοντα πρὸς τὸν θεῖον ἀπόστολον· «ἰδού, μαθητὰ τοῦ κυρίου, δέησιν οὗτοι μάλα θερμοτάτην προσάγουσι ἄρρενα παῖδα λαβεῖν αἰτούμενοι· δὸς οὖν αὐτοῖς τὴν ἔκβασιν τῆς αἰτήσεως.» ὁ δέ «δώσει μέν» ἔφη «κύριος αὐτοῖς υἱόν, σὺ δὲ δώσεις τὴν τούτου κλῆσιν. τῷ ὄντι γὰρ δῶρον ἔσται θεοῦ τὸ τεχθησόμενον παιδίον.» ἡ δὲ Μαρία κατάφοβος ὁμοῦ καὶ περιχαρὴς διυπνισθεῖσα καὶ τὸν ἄνδρα διεγείρασα, τὸ ὄραμα διηγεῖτο. ὁ δὲ τὰ αὐτὰ θεάσασθαι καὶ αὐτὸς διεβεβαιοῦτο· παραχρῆμα τοίνυν ὡς εἶχον ἑαυτοὺς τῷ ἐδάφει δόντες καὶ κεφαλὰς ἐπ᾿ αὐτῷ πρὸ τοῦ θυσιαστηρίου μετὰ καὶ γονάτων ἐρείσαντες σὺν ὀχετοῖς δακρύων, εὐχαριστηρίους ἠφίουν φωνὰς πρὸς θεόν, προσκαρτερήσαντες δὲ τῷ θείῳ ναῷ μέχρι συμπληρώσεως τῶν ἑωθινῶν ὕμνων ἅμα πρωΐ εἰς τὸν οἰκεῖον ἐπανέρχονται οἶκον· ὀλίγων δὲ διαγενομένων ἡμερῶν συνέλαβεν ἡ Μαρία κατὰ τὴν τοῦ θείου Παύλου ἐπαγγελίαν καὶ συνετήρει ἑαυτὴν ὥσπερ τι θεῖον ἐν ἑαυτῇ φέρουσα σκεῦος.

4. τοῦ χρόνου δὲ ἤδη τῶν ὠδίνων συντελεσθέντος τίκτει ἡ γυνὴ λίαν ἀλύπῳ τοκετῷ χρησαμένη. τεσσαρακοστῇ τοίνυν μετὰ τὸν τόκον ἡμέρᾳ προσάγει τὸ βρέφος τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ἀντιδοῦσα καθάπερ ἔλαβε καὶ θεῷ τῷ δεδωκότι καθιεροῦσα. διετὲς δὲ γεγονὸς τὸ παιδίον προσάγουσιν οἱ γονεῖς τῷ ἀρχιερεῖ τῆσδε τῆς πόλεως δεόμενοι τελειῶσαι αὐτὸ διὰ τοῦ θείου βαπτίσματος. ὁ
[p. 5] δὲ θείῳ πνεύματι κατιδὼν σκεῦος ἐκλογῆς ἔσεσθαι τὸ νήπιον, ἀσμένως βαπτίζει καὶ Θεόδωρον καλέσας ἀνάγει τοῦ ὕδατος δαψιλῇ τὴν χάριν δεξάμενον τοῦ ἁγίου πνεύματος. πενταέτης δὲ ἤδη γενόμενος ὁ παῖς διδασκάλῳ παραδίδωται [λεγε· παραδίδοται] τὰ ἱερὰ μανθάνειν γράμματα, μὴ ἐπιτηδείως δὲ ἔχων πρὸς τὴν τῶν μαθημάτων ἀνάληψιν, ἀλλὰ φυσικῇ τινι πιεζόμενος ἀφυΐα, ἢ καὶ οἰκονομικῶς τάχα τοῦτο ὑφιστάμενος, ἵνα καὶ ἡ τῶν γραμμάτων μάθησις θεόθεν αὐτῷ ᾖ, ἐπὶ διετῆ χρόνον εἰς τὸ διδασκαλεῖον φοιτῶν ἄμοιρος πάντη τῶν μαθημάτων ἦν· πολλὰ μὲν οὖν παρὰ τῶν γονέων στυφόμενος, πλεῖστα δὲ παρὰ τῶν παιδευτῶν μαστιζόμενος, ἀλλὰ καὶ παρὰ τῶν συμφοιτητῶν ὀνειδιζόμενος, βουλὴν βουλεύεται ἀγαθὴν καὶ θεάρεστον καὶ τῷ κυριακῷ ναῷ προσφεύγει ἐν ἡμέρᾳ κυριακῇ, καὶ ἐν τῷ θείῳ εἰσελθὼν θυσιαστηρίῳ ὑποκάτω τῆς ἁγίας ἑαυτὸν κατακρύπτει τραπέζης, μηδενὸς τῶν ἱερέων ἑωρακότος αὐτόν.

5. κατ᾿ αὐτὴν δὲ τὴν ὥραν τῆς θείας ἱερουργίας εἰσοδεύει ὁ ἀρχιερεὺς ἅμα τῷ ὑπ᾿ αὐτὸν κλήρῳ καὶ τὴν θείαν ἐπιτελεῖ μυσταγωγίαν. ὁ δὲ παῖς Θεόδωρος ὕπνῳ κατενεχθεὶς ὑπὸ τὴν ἁγίαν ἦν τράπεζαν ἕως συμπληρώσεως τῆς λειτουργίας. ἐκεῖσε τοίνυν ὑπάρχων ὁρᾷ ἐνώπιος ἐνωπίῳ παῖδα κάλλει ὡραῖον κηρίον μέλιτος ψωμίζοντα αὐτὸν καὶ μοναδικὴν ὑπαγορεύοντα πολιτείαν, πρὸς δὲ καὶ ποιμαντικὴν ἐγχειρίζοντα ῥάβδον. ὁ δὲ παῖς τὴν καρδίαν πρὸς τὴν ὄψιν ἀναφλεγεὶς καὶ ὅτι Χριστὸς ὁ κύριος καὶ θεὸς εἴη γνούς, προσπίπτει τοῖς ποσὶν αὐτοῦ τοῖς ἁγίοις καὶ εὐλογεῖται τῇ θεϊκῇ αὐτοῦ ἐπισκιάσει. ἔξυπνος δὲ γενόμενος ἔξεισι τῆς θείας τραπέζης τῆς λειτουργίας ἤδη συμπληρωθείσης. ὃν ὁ ἀρχιερεὺς θεασάμενος ἐν θαύματι ἐποιεῖτο καὶ ἐπερώτα τί βούλεται αὐτῷ ἡ ἐκεῖσε κατάκρυψις· ὁ δὲ παῖς ἁπλοϊκῷ ἤθει καὶ πραείᾳ φωνῇ διηγεῖτο λέγων·
[p. 6] «πολλῇ ἀφυῒᾳ συνεχόμενος καὶ μὴ δυνάμενος τὰ ἱερὰ μαθεῖν γράμματα, ἐντεῦθέν τε πολλοῖς περιπειρόμενος κακοῖς παρά τε τῶν γονέων, παρά τε τῶν παιδευτῶν, ἐξαπορήσας πανταχόθεν πρὸς τὸν ἀγαθὸν κατέφυγον δεσπότην καὶ θεὸν τῶν ἁπάντων.» εἶτα διηγεῖται καὶ τὴν θαυμασίαν ὅρασιν ἐκείνην, ἧς ἠξιώθη. ἅπερ ἀκούσας ὁ ἀρχιεπίσκοπος ἔκθαμβός τε ἐγεγόνει καὶ εὐχαριστηρίους ἠφίει πρὸς θεὸν φωνάς. εὐθὺς δὲ χεῖρας ἐπιθεὶς τῷ παιδί, ἀναγνώστην αὐτὸν ἀποκείρει καὶ τῷ κατ᾿ αὐτὸν κλήρῳ ἐντάττει.
6. ἐξ ἐκείνης δὲ τῆς ὥρας τοιαύτη χάρις εὐμαθείας καὶ εὐφυΐας ἐδόθη αὐτῷ, ὡς ἐκ μιᾶς μόνης ἢ δευτέρας ἀναγνώσεως ἐκμανθάνειν εἴτε Δαυϊτικοὺς προέθετο μελετᾶν ψαλμούς, εἴτε τι καὶ ἕτερον μάθημα, ὥστε οἱ πρώην αὐτὸν σκώπτοντες καὶ ὀνειδίζοντες ζηλωτὸν αὐτὸν ἡγοῦντο καὶ μακάριον τοιαύτης ἀξιωθέντα χάριτος· ἐντεῦθεν ποθεινὸς μὲν ἦν διδασκάλοις, ποθεινὸς δὲ ἥλιξι τοῖς μὲν παρεκτεινόμενος, τοὺς δὲ ὑπεραίρων κατὰ πᾶν εἶδος παιδεύσεως· πρότερον γὰρ τὰ θεῖα ταῦτα καὶ ἡμέτερα καλῶς διδαχθεὶς μαθήματα διαπλάττεται πλάσιν ἀρίστην τε καὶ καθαρωτάτην, ἔπειτα καὶ τὴν ἐγκύκλιον παίδευσιν ἐπιχειρεῖ ὑπό τινι σοφιστῇ Σωφρονίῳ καλουμένῳ, ὃν κοινὸν παιδευτὴν ἡ τῶν Ἐδεσηνῶν τηνικαῦτα πόλις εἶχε. παρ᾿ αὐτῷ τοίνυν φοιτῶν γραμματικήν τε καὶ ῥητορικὴν καὶ φιλοσοφίαν ἄκρως ἐκπαιδεύεται, τῷ ὄντι φιλόσοφος ἔργῳ τε καὶ λόγῳ δεικνύμενος καὶ θεοσέβειαν ἐξασκούμενος. ὀκτωκαιδεκάτου δὲ τῆς ἡλικίας ἐνιαυτοῦ ἐπιβὰς ὀρφανίαν ὑφίσταται τοῦ πατρός, εἶτα μετ᾿ ἐνιαυτὸν ἕνα καὶ ἡ μήτηρ ἀπολιμπάνει τὸν βίον, πρὸς μονὰς αἰωνίους ἡ ἱερὰ πορευθεῖσα συζυγία.

7. ὁ τοίνυν καλὸς Θεόδωρος τὰ νενομισμένα καὶ τετυπωμένα ἐπὶ τῇ τῶν γονέων ἀποδημίᾳ ποιήσας καὶ δάκρυσι μὲν τιμήσας τελευτήσαντας τοὺς γεγεννηκότας, εὐχαῖς τε καὶ πενήτων οἰκτιρμοῖς
[p. 7] καὶ ἱεραῖς λειτουργίαις τὰς ἐκείνων κοσμήσας μνήμας, ὅλος ἦν τῆς ἐκδημίας τοῦ κόσμου καὶ ὅλος ἀντείχετό τε καὶ περιείχετο τῆς μοναδικῆς ἢ ἀγγελικῆς μᾶλλον εἰπεῖν πολιτείας. ἀμέλει πᾶσαν αὐτοῦ τὴν γονικὴν περιουσίαν διελὼν καὶ μέρος μὲν τῇ ἀδελφῇ αὐτοῦ, ἐμῇ δὲ μητρί, δοὺς πρὸ πολλοῦ ἀνδρὶ συζευχθείσῃ, τὴν δὲ λοιπὴν πᾶσαν κτῆσιν ἔν τε ἀγροῖς καὶ χρυσῷ καὶ ἀργύρῳ ἱκανὴν οὖσαν, πᾶσαν διένειμε πένησι· τά τε οἰκετικὰ γένη πάντα ἐλευθερώσας καὶ λεγάτα παρασχὼν ἅπασι καὶ οὕτως ἁπαξαπλῶς πάντα τὰ δεσμὰ τοῦ παρόντος βίου τοῦ ἀπατεῶνος διαρρήξας, καὶ ὥσπερ τις ἀετὸς αἰθεροβάτης κούφοις ἑαυτὸν πτεροῖς περιστείλας, ἀπαίρει τῶν τοῦ κόσμου φροντίδων καὶ ἀπολιπὼν γῆν ἰδίαν καὶ συγγένειαν καὶ οἶκον πατρικόν, κατὰ τὸν πάλαι μέγαν πατριάρχην, εἰς τὴν ἁγίαν παραγίνεται πόλιν Ἱερουσαλήμ, ἔνθα δὴ ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς τὸ ἑκούσιον καὶ σωτήριον ὑπέστη πάθος, τὴν παγκόσμιον ἐργασάμενος σωτηρίαν, ἐν τάφῳ τε τριημερεύσας ἀνέστη ὁ ἀθάνατος, συναναστήσας τὴν ἡμετέραν φύσιν ἐκ τῆς εἰς γῆν καταπτώσεως καὶ ἐκ τῶν τοῦ ᾅδου βαράθρων ἐξαγαγὼν τοὺς πάλαι δεσμίους, ὡς κραταιὸς καὶ δυνάστης.

8. ἐκεῖσε τοίνυν γενόμενος ὁ θεῖος ἐκεῖνος καὶ κράτιστος νεανίας εἰκοσαέτης που ὑπάρχων τῷ σώματι, πολιὸς δὲ καὶ προβεβηκὼς τῷ φρονήματι, καὶ τὸν θεῖον εἰσελθὼν ναὸν τοῦ κυρίου ἐπὶ γόνυ κλίνας ἑαυτόν, ὀχετοῖς δὲ δακρύων τὸ τοῦ ἁγίου μνήματος ἔδαφος καταβρέξας, ποίας εὐχαριστηρίους οὐκ ἐποιεῖτο φωνάς τίνας ἐκ βαθέων καρδίας στεναγμοὺς οὐκ ἠφίει σφαῖραν δὲ θυμιάματος εὐώδους ἐπιφερόμενος κατ᾿ ἐκείνην τοῦτο ἀνάλωσε τὴν ἡμέραν τὸν ναὸν θυμιῶν καὶ τὸ ζωοδόχον μνῆμα κατασπαζόμενος, ἐφεξῆς δὲ πάντας τοὺς ἱεροὺς οἴκους τόν τε τίμιον Γολγοθᾶν καὶ τοὺς περὶ
[p. 8] αὐτὸν ἁγίους τόπους περιελθών, τὸν πόθον τε ἀφωσιοῦτο καὶ τὴν ἐγκάρδιον πίστιν ἔργοις ἐβεβαίου.

9. ἑπτὰ τοίνυν διαγενομένων ἡμερῶν ἐξέρχεται εἰς τὴν περιώνυμον λαύραν τοῦ θείου Σάβα καὶ τοῖς ἐκεῖ πατράσιν ἐντυγχάνει· οὐ πολλὰς δὲ αὐτοῖς συνδιατρίψας ἡμέρας τῷ προεστῶτι προσομιλεῖ ἀνδρὶ τιμίῳ καὶ χρόνους πολλοὺς ἀσκήσαντι, ὄνομα αὐτῷ Ἰωάννης, καὶ δεῖται μάλα θερμῶς τὸ τῶν μοναχῶν σχῆμα περιβαλέσθαι καὶ τῇ ἱερᾷ αὐτῶν συνοδίᾳ ἐγκαταλεγῆναι. ἐκεῖνος δὲ τοὺς πόνους αὐτῷ καὶ ἱδρῶτας τῆς μοναχικῆς διεξῄει πολιτείας, οἳ πολλοί τέ εἰσι καὶ δυσχερεῖς· ἀγρυπνίαι, χαμευνίαι, νηστεῖαι, σώματός τε καὶ τῶν σωματικῶν θελημάτων ἀκριβὴς νέκρωσις· καὶ «μήποτε οὐ δυνήσῃ» φησί «διὰ τὸ νέον τῆς ἡλικίας τὰ ἐπίπονα ταῦτα φέρειν, καὶ εὐξάμενος οὐκ ἀποδώσεις θεῷ τὰ ἐπηγγελμένα, οὐδὲ τοὺς τηλικούτους ἰσχύσεις ἀναδέξασθαι πόνους.» ἀποκριθεὶς δὲ εἶπεν ὁ Θεόδωρος· «ἐγὼ μέν, τίμιε πάτερ, καὶ δι᾿ αὐτὸ τοῦτο παρεγενόμην, ἵν᾿ οὕτω ζήσω μὲν τῷ Χριστῷ, ἀποθάνω δὲ τῇ σαρκί. μὴ γένοιτο δέ μοι χεῖρα βαλόντι ἐπ᾿ ἀρότρῳ εὐαγγελικῶς στραφῆναι εἰς τὰ ὀπίσω.» ὡς οὖν πολλὰ μὲν εἰπών, πολλὰ δὲ ἀκούσας ὁ τῆς ἱερᾶς ἡγούμενος μάνδρας, οὐκ ἔσχεν αὐτῷ τὴν ὁρμὴν ἀμβλῦναι καὶ τὸν σφοδρὸν ἔρωτα, δέχεται τοῦτον ἀσμένως καὶ γίνεται λοιπὸν Θεόδωρος μετ᾿ αὐτῶν, ὑπὲρ αὐτοὺς δὲ μᾶλλον τῷ κατὰ θεὸν βίῳ καὶ τῇ πρὸς ἀρετὴν θερμότητι.

10. βραχὺς ὁ ἐν μέσῳ χρόνος, καὶ κελεύσας ὁ προεστὼς ἅπαντας ἐν τῷ κυριακῷ συναχθῆναι καὶ τὸν ἱερὸν ἐπειπὼν κανόνα τῷ Θεοδώρῳ κείρει τε αὐτοῦ τὰς τρίχας καὶ τὰ τῶν μοναχῶν {ἄμφια} ἐνδύει τὸν κατὰ μοναχοὺς ἤδη καὶ βιοῦντα καὶ ζῆν ἑλόμενον.

[p. 9]

11. ἐξ ἐκείνου τοίνυν διῆγε παρὰ τῇ μονῇ μετὰ τῆς συνοδίας ὁ Θεόδωρος, τῷ πνευματικῷ καθυπηρετῶν πατρὶ καὶ τὸ ἴδιον παντελῶς ἀρνησάμενος θέλημα, τῇ ἐκείνου βουλῇ καὶ γνώμῃ παντὶ σθένει κατακολουθῶν. καὶ μέντοι καὶ διαφόρους ἐπιστεύθη διακονίας καὶ ἦν οὐ μόνον πρὸς αὐτὰς εὐχρηστότατος, ἀλλὰ καὶ πρὸς πάσης ἀρετῆς ἐργασίαν ἐμμελέστατος· τῷ γὰρ ἔργῳ τῶν χειρῶν καὶ τῇ τῆς διακονίας ἐξαγωγῇ διὰ πάσης κατευθυνόμενος τῆς ἡμέρας, οὐδὲ τῆς ἐν τῷ κυριακῷ συνάξεως ἀπελείπετο, ἔν τε ταῖς νυκτεριναῖς καὶ μεθημεριναῖς δοξολογίαις καὶ πρό γε τῶν ἄλλων, τῆς κατὰ τὴν ἱερὰν λέγω μυσταγωγίαν, ἔν γε μὴν τῇ τῶν θείων γραφῶν ἀναγνώσει, ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, Δαυϊτικῶς εἰπεῖν, οὕτως ἐπιποθῶν ἦν καὶ ἀκορέστως ταύτας μετερχόμενος. ἀλλὰ καὶ ἐν ταῖς νυκτεριναῖς κατὰ τὴν ἐκκλησίαν ἀγρυπνίαις κελευόμενος παρὰ τοῦ ἐπιστάτου καθ᾿ ἑκάστην σχεδὸν ἡμέραν αὐτὸς ἦν ὁ τὰς ἱερὰς ἀναγινώσκων βίβλους μετὰ γνώσεως πολλῆς καὶ καλλιεπείας, ὡς εἰπεῖν, μελιρρύτου, ὡς ἐντεῦθεν πάντας ὠφελεῖσθαι καὶ οἰκοδομεῖσθαι κατὰ ψυχὴν τοὺς ἀκούοντας ἐκείνου ἀναγινώσκοντος· καὶ πᾶσι φίλτατος ἦν· φρόνημά τε γὰρ εἶχε ψυχῆς εὐγενὲς καὶ ἦθος ἐπιτερπές, λόγον τε μέλιτος ἡδίω ῥέοντα. καὶ ἦν τὰ ἐκείνου πάντα χαρίτων μεστά. ὁρῶν γὰρ τὴν τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ Ἰωάννου πολιτείαν οὐδὲν τῶν ἀγγέλων ἀπεοικυῖαν καὶ ἄλλων δὲ πολλῶν ἐν τῇ ἱερᾷ λαύρᾳ ἐκείνῃ κατοικούντων ἀσιτίαν ἐν σώματι τῶν ἀσωμάτων σχεδὸν οὐκ ἀπέχουσαν, δακρύων τε ῥεύματα μικροῦ τοῖς ῥείθροις τῶν πηγῶν παρισούμενα, καὶ ὡς ἀρχέτυπόν τι κομιδῇ κάλλιστον τὰς ἐκείνων ἐργασίας πρὸ ὀφθαλμῶν ἔχων, πάσῃ δυνάμει ζηλοῦν ἔσπευδεν. καὶ πρῶτον μὲν οἵαν τινὰ βάσιν τὸν θεῖον φόβον ἐν ἑαυτῷ πηξάμενος καὶ τοῦτο [λεγε· τούτῳ?] στοιχειωθεὶς τῷ νόμῳ τε κυρίου καθ᾿ ἑκάστην ἐμμελετῶν, ξύλῳ ἑοικὼς ἦν τῷ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευμένῳ. εἶτα ἐπὶ θεμελίῳ τοιούτῳ ἀρξάμενος οἰκοδομεῖν σωφροσύνης ἐπεμελήθη τῆς καλῆς ὄντως καὶ χαριεστάτης
[p. 10] τῶν ἀρετῶν, καὶ ἐπεὶ νέον ὄντα καὶ ἀκμαῖον τῷ σώματι τοῖς τῶν ἡδονῶν τοξεύμασι βάλλεσθαι ἦν, οὐδὲ αὐτῷ παρῆν ἀμελεῖν, ἀλλ᾿ ὑποπιέζων τὸ σῶμα καὶ δουλαγωγῶν, καὶ χαλινοῖς νηστείας τὰς τῶν δαιμόνων ἀναχαιτίζων προσβολάς, ἀντέβαλλε καὶ αὐτὸς πάλιν ἁγνείας βέλεσι τοὺς κατατοξεύοντας ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, ἔπειτα τὰς τοῦ θυμοῦ ὁρμὰς ὥσπερ ὄφεις ἐν ἑαυτῷ νεκρώσας ταπεινοφροσύνης ἐπιμελείᾳ καὶ πραότητος ὅλος ἦν, ἤπιος, γαληνός, ὅλος τῷ ἀκεραίῳ τῆς περιστερᾶς καλλυνόμενος.

12. ἐπεὶ οὖν, ὥσπερ φθάσαντες ἔφημεν, ὅσον προῄει τῷ χρόνῳ τοσοῦτον αὐτῷ καὶ τὰ τῆς ἀρετῆς ἐπεδίδου καὶ φυτὸν ἦν οὐ τῇ αὔξῃ μόνῃ καὶ τῷ ἰθυτενὲς εἶναι, ἀλλὰ καὶ τῷ καρπὸν φέρειν τέρπον τὸν θεατήν· ὁρῶν ἐν αὐτῷ τοσαύτης ἐπίδοσιν ἀρετῆς ὁ ἀββᾶς Ἰωάννης, ὁ τῆς λαύρας καθηγούμενος, ἱκανὸς ὢν εἰκάσαι ἀνδρὸς ἀρετήν, ἐγχειρίζει αὐτῷ πᾶσαν τὴν τῆς λαύρας διοίκησιν, οἰκονομεῖν αὐτῷ ἐπιτρέψας καὶ προνοεῖσθαι πάντων, ὅσα δὴ καὶ ἐδεῖτο τῆς αὐτοῦ κυβερνήσεως. ὁ δὲ δυσχερῶς μὲν πρὸς τὸ πρᾶγμα ἔχων, ὥς ἅτε ἀπραγμοσύνης καὶ ἡσυχίας ἐρῶν, ὅμως ἀντιλέγειν πατρικαῖς μὴ τολμῶν ἐντολαῖς, παραλαμβάνει τὴν διακονίαν μετὰ πέμπτον χρόνον τῆς ἀποταγῆς αὐτοῦ καὶ ἐν τῇ λαύρᾳ παρουσίας, καὶ πολὺν μὲν ὑπομένει τὸν κόπον, πολλὴν δὲ καὶ τὴν ἐπιμέλειαν συνεισφέρει ταῖς παρὰ Θεοῦ βοηθείαις, ἃς ταῖς συνεχέσιν ἐφείλκετο προσευχαῖς καὶ ταῖς παρ᾿ ἑαυτοῦ προθυμίαις καὶ ἀγῶσι ῥωννύμενός τε καὶ δυναμούμενος.

13. οὕτω πάντα γέγονε Θεόδωρος τῷ πατρί, χείρ, στόμα καὶ βακτηρία τὸ γῆρας ὑποστηρίζων, τοὺς πόνους ἐπικουφίζων καὶ πᾶν ὅ τι λύπην ἢ βάρος ἐμποιεῖν εἶχεν ὑποτεμνόμενος, καὶ τὸ μὲν σῶμα τρύχων ἀεὶ τὸ ἑαυτοῦ τοῖς τῆς ἐκκλησίας πόνοις καὶ διακονίαις, τὴν δὲ ψυχὴν πιαίνων μελέτῃ θείων ῥημάτων καὶ προσοχῇ καὶ τῷ τῶν
[p. 11] ἀρετῶν κάλλει καθωραῒζων ἐπιμελέστατα. διακονοῦντος δὲ οὕτως τοῦ Θεοδώρου εὐγνωμόνως τε καὶ θεαρέστως ἐπὶ δώδεκα χρόνους, εὐχῆς τε καὶ εὐλογίας πατρικῆς ὁσημέραι ἐμφορουμένου, ἀμείβει τὸν βίον ὁ τῆς ἱερᾶς ταύτης μάνδρας ἀρχηγὸς Ἰωάννης καὶ πρὸς τὴν ἀμείνω μεταβαίνει ζωήν. ἤδη δὲ πρὸς ἐσχάτας αὐτοῦ ὄντος ἀναπνοὰς ὀχετοὺς δακρύων κατῆγεν τῶν ὀφθαλμῶν ὁ ἱερὸς Θεόδωρος, τὸν χωρισμὸν θρηνῶν τοῦ πατρός, πρὸς τούτοις δὲ καὶ δέησιν προσῆγε μάλα θερμοτάτην, ἐπιτρέψαι αὐτῷ πρὸς τὸ τῆς ἡσυχίας ἀποδύσασθαι στάδιον. ὁ δὲ καὶ ἐπιτρέπει, καὶ τὰς χεῖρας ὑψώσας καὶ τὸ ὄμμα ἐπηύχετο αὐτῷ, «ἄπιθι» εἰπών «τέκνον, ἄπιθι ἔνθα ἂν τὸ θεῖον εὐθύνει σε πνεῦμα. ἰδοὺ γάρ σε παρατίθημι τῷ θεῷ, ᾧ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. αὐτὸς ἐξαποστελεῖ τὸν ἄγγελον αὐτοῦ πρὸ προσώπου σου καὶ ὁδηγήσει σε εἰς τὸ ἅγιον αὐτοῦ θέλημα. ἐξαποστελεῖ σοι βοήθειαν ἐξ ἁγίου καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου, ἐνδύσαι σε θώρακα δικαιοσύνης καὶ περικεφαλαίαν σωτηρίου περιβάλοι σε, ἵν᾿ ὥσπερ τὸ τῆς ὑποταγῆς ἀκαταγνώστως διῆλθες στάδιον, οὕτω δὴ καὶ τὴν τῆς ἡσυχίας διανύσῃς παλαίστραν ἀναβάσεις ἐν καρδίᾳ τιθέμενος τῶν γενικῶν ἀρετῶν ἕως κατὰ προκοπὴν φθάσῃς τὴν τελειότητα καὶ οὐ μόνον τῆς <σ>εαυτοῦ ψυχῆς, ἀλλὰ καὶ πολλῶν ἑτέρων ψυχῶν ἀναφανῇς πρόξενος σωτηρίας, καθὼς ἤδη παρὰ τοῦ Θεοῦ πεπληροφόρημαι.»

14. οὕτως εὐξάμενος αὐτῷ καὶ τὴν κέλλαν ἐπιδείκνυσιν, ἐν ᾗπερ ἡσυχάζειν αὐτὸν ἔδει, ἥτις καὶ μέχρι τοῦ νῦν διαμένει· εἶτα τοῦ γέροντος εἰς χεῖρας θεοῦ τὸ πνεῦμα παραθεμένου, ἐκτελεῖ μὲν ἐπὶ τῷ ἱερῷ αὐτοῦ σκήνει ὁ θαυμαστὸς Θεόδωρος καὶ ὅλον τὸ ἄθροισμα τῆς ἱερᾶς λογάδος τὰ νενομισμένα, καὶ τοῦτο μετὰ ψαλμῶν καὶ
[p. 12] ὕμνων καὶ δαψιλοῦς φωταγωγίας τῷ τάφῳ τῶν πατέρων κατατιθέασιν. αὐτὸς δὲ μετὰ χεῖρας λαβὼν ὡς ὅπλα δυνατὰ τὰς τοῦ πατρὸς εὐχάς, πρὸς τὸ τῆς ἡσυχίας ἐξέρχεται στάδιον. κατὰ πόδας δὲ καὶ ἕτερος καθίσταται τῆς προστασίας τῶν ἀδελφῶν τοῦ ἀποδημήσαντος πατρὸς διάδοχος τοῦ βίου καὶ φρονήματος τῷ προτέρῳ κοινωνῶν, ὃς τὰ ὅμοια τῷ Ἰωάννῃ φρονῶν, ὥσπερ εἴρηται, πολλήν τινα πρὸς τὸν θεῖον Θεόδωρον εἶχε διάθεσιν, καὶ τὴν ἀρετὴν ἐκείνου τὸ ἤπιόν τε τοῦ ἤθους καὶ τὸ μετριοπαθὲς τοῦ φρονήματος δυσωπούμενος, ὡς ἐντεῦθεν συναινεῖν αὐτῷ καὶ συγχαίρειν καὶ παντὶ τρόπῳ χεῖρα βοηθείας ὀρέγειν τῇ θεαρέστῳ αὐτοῦ καὶ ἡσυχαστικῇ πολιτείᾳ.

15. ἐν ἐκείνῳ τοίνυν τῷ κελλίῳ ἡσυχάζων, πολλάκις δὲ καὶ τὴν ἔρημον Ἰορδάνου διερχόμενος καὶ πάλιν οἴκαδε ἐπανιών, εἴκοσι τέσσαρας διετέλεσε χρόνους ἀγγελικὴν καὶ ἄσαρκον, ὡς ἄν τις εἴποι, πολιτείαν ἐκτελέσας· θείαις γὰρ πειθόμενος ἐντολαῖς οὐ πήραν εἶχεν οὐ χιτῶνα δεύτερον, οὐδέν τι τῶν ἄλλοις καὶ ὑπὲρ τὴν χρείαν σπουδαζομένων, ἀλλ᾿ ἦν αὐθαιρέτῳ μὲν πενίᾳ συζῶν, πίστει δὲ μόνῃ καὶ ἀρετῇ πλουτῶν, καὶ διὰ τοῦτο πάντα κατὰ τὸν ἀπόστολον ἔχειν οἰόμενος· ἀλλὰ τίς ἱκανὸς κατ᾿ ἀξίαν διηγήσασθαι οὕσπερ διετέλεσε πόνους ὁ τῆς βασιλείας ὄντως ἀπαραίτητος βιαστής ἄρτῳ γὰρ μόνῳ καὶ ὕδατι τὸ σῶμα διακρατῶν, καὶ τοῦτο μετὰ ῥητὴν περίοδον ἡμερῶν, καὶ μέτρῳ μὲν τὸν ἄρτον, μέτρῳ δὲ τὸ ποτὸν παρέχων. ἐν δὲ τῇ τῆς προσευχῆς παραστάσει, ὥς τις χαλκοῦς ἱστάμενος ἀνδριὰς καὶ ὁλονύκτοις δεήσεσιν ἐπαγρυπνῶν, οὐκ ἐσαλεύθη ποτὲ τὴν διάνοιαν, καθ᾿ ἡμέραν, ὡς εἰπεῖν, θανατούμενος καὶ τοῖς τῆς πονηρίας ἀντιμαχόμενος πνεύμασι, θέατρόν τε ἀγγέλοις καὶ ἀνθρώποις γινόμενος καὶ θριαμβεύων τὰ πονηρὰ πνεύματα, βαλλόμενος μὲν κατ᾿ ἀρχὰς ὑπ᾿ αὐτῶν συνεχῶς καὶ παιόμενος, οὐδὲν δὲ καὶ οὕτως τῆς κατὰ θεὸν ὁρμῆς ὑφιέμενος, ἀλλ᾿ ὡς ἔκ τινος πετροβόλου τὰ τῶν εὐχῶν βέλη κατ᾿ αὐτῶν ἀφιεὶς καὶ ὡς ἐκ μετεώρου πρὸς αὐτοὺς ἀκροβολιζόμενος, φυγάδας αὐτοὺς ἀπεδείκνυεν.

[p. 13]

16. ὑπερφυὴς μὲν γὰρ αὐτῷ ἦν ἡ νηστεία, ὑπερφυεστέρα δὲ ἡ ἀγρυπνία· ἡλίου γὰρ πρὸς δυσμὰς ὄντος, τῇ προσευχῇ συνήθως ἑαυτὸν προσηλῶν, οὐ πρότερον τῆς τοῦ ἑωσφόρου ἐπιτολῆς, ἤγουν ὥρας ἑνδεκάτης, τέλος ἐδίδου τῇ εὐχῇ· ἐπὶ μίαν δὲ ὥραν ἢ δύο τὸ πολὺ ὕπνῳ διὰ τὴν βίαν τῆς φύσεως τὸ σῶμα διδούς, αὖθις διηγείρετο καὶ μέχρι τρίτης ὥρας προσευχόμενος ἔργου ἥπτετο χειρῶν, εὐφυέστατος ὢν γραφεὺς θεοπνεύστων βιβλίων, οὗπερ τὰ γεγραμμένα μέχρι τῆς δεῦρο, ὡς θησαυρόν τινα μέγαν, ἡ εὐαγὴς ἐκείνη κέκτηται λαύρα. πάλιν δὲ τῆς ἕκτης καταλαβούσης ὥρας, εἶτα τῆς ἐννάτης, ὕμνους ἑκάστης καὶ εὐχὰς εὐπροσδέκτους τῷ θεῷ προσέφερεν· ἡνίκα δὲ τὸν λυχνικὸν ᾄδειν ὕμνον ἐπέτρεπεν ἡ ὥρα, τῶν νυκτερινῶν αὖθις ἀπαρχόμενος ᾠδῶν, τῆς συνήθους εἴχετο ἀγρυπνίας· καὶ οὗτος αὐτῷ ὁ τῆς εὐχῆς καὶ ὑμνῳδίας κανὼν καὶ τύπος, ἐξ οὗπερ ἀκολουθοῦν εἶχε τὸ μηδέποτε τοὺς ὀφθαλμοὺς δακρύων ὁρᾶσθαι κενούς, ἀλλὰ πηγάζειν ἀεὶ κατὰ τὰς ἀεννάως βλυζούσας τῶν ὑδάτων πηγάς.

17. τοιοῦτον δὲ βίον ἐκεῖνος ἀσκῶν, τοιοῦτον εἶχε τὸ φρόνημα ταπεινόν, ὡς πλεονεκτεῖν πάντας τοὺς ἐκεῖσε πατέρας τῇ τῆς μετριοφροσύνης ὑπερβολῇ. τὸ δὲ ἡσύχιον αὐτοῦ καὶ πρᾷον πῶς διηγήσομαι, καὶ τὸ μηδέποτε ὀργιζόμενον φανῆναι, τὸ δὲ φιλάδελφόν τε καὶ κηδεμονικόν, τὸ πρὸς κενοδοξίαν δὲ μισοπόνηρον, τὸ τῆς καρδίας δὲ ἤρεμόν τε καὶ γαληνόν, τὸ σύννουν καὶ προσεκτικὸν καὶ ἀκριβῶς ἀδιάχυτον, τὸ ἀδιάλειπτόν τε καὶ καρδιακὸν πένθος καί, ἁπλῶς εἰπεῖν, τὸ πάσης ἀρετῆς αὐτοῦ περιὸν καὶ μετέωρον πᾶσαν γάρ, ὡς ἀληθῶς εἰπεῖν, ἐν ἑαυτῷ συλλαβὼν εἶχε τὴν ἀρετήν, σὺν πᾶσι δὲ τοῖς καλοῖς αὐτοῦ προτερήμασι καὶ τὸ διδασκαλικὸν χάρισμα καὶ τὴν τοῦ λόγου εὔροιαν ὑπερφυῶς εἴληφε παρὰ τοῦ θεοῦ, ὡς ἐντεῦθεν πολλοὺς φοιτᾶν πρὸς αὐτόν, οὐ μόνον τῶν τῆς αὐτῆς λαύρας μοναχῶν, ἀλλὰ καὶ τῶν πέριξ κατοικούντων· καὶ ὅσοι ἤρχοντο
[p. 14] πρὸς αὐτόν, πάντες πεπληρωμένοι ὠφελείας καὶ χαρίτων πνευματικῶν ὑπεχώρουν εὐχαριστοῦντες τῷ θεῷ.

18. πολλοὶ δὲ καὶ τῶν κοσμικῶν ἐρχόμενοι καὶ τῆς ψυχωφελοῦς αὐτοῦ διδασκαλίας ἐμφορούμενοι καταλιμπάνοντες κόσμον καὶ πάντα ἐν τῷ κόσμῳ, τὴν μοναδικὴν ἀνελάμβανον πολιτείαν, μηδ᾿ ὅλως ἔτι μνησθέντες ὑποστροφῆς, ἀλλὰ τὸ μυθικὸν ἐκεῖνο τῶν σειρήνων πανθάνοντες σὺν ἀληθείᾳ. βούλεται δὲ ὁ λόγος καί τινα τῶν παραδόξων οἷον ἥδυσμά τι προσθεῖναι τῷ διηγήματι εἰς ὠφέλειαν τῶν ἐντευξομένων, ὅπερ πρὸς περισσοτέραν τιμὴν τοῦ ὁσίου τεθαυματούργηκεν ὁ θεός.

19. νεανίσκος τις συγγενὴς ὢν κατὰ σάρκα τοῦ πατρὸς Θεοδώρου, ἀκούσας τὰ κατὰ τὸν μακάριον τοῦτον, ἀπαίρει ἐξ Ἐδέσης καὶ πρὸς αὐτὸν ἀφικνεῖται, ἁπλοῦς μὲν τὸ ἦθος καὶ πρᾳότατος, ἀστεῖος δὲ τὴν ὄψιν καὶ λίαν χαριέστατος, καὶ τὸ εὐγενὲς τῆς ψυχῆς τῇ τοῦ προσώπου δεικνύων χάριτι. εἰς λόγους δὲ τῷ ὁσίῳ παραστὰς καὶ τῆς εὐχῆς αὐτοῦ καὶ διδασκαλίας μετασχών, δεῖται μάλα θερμῶς τὴν μοναχικὴν μετελθεῖν ζωὴν καὶ σὺν αὐτῷ τὸ ὑπόλοιπον τῆς ζωῆς αὐτοῦ διανῦσαι. ὁ δὲ μέγας Θεόδωρος δυσχερῶς μὲν πρὸς τοῦτο εἶχεν, ὅμως δὲ πεισθεὶς τῇ αὐτοῦ παρακλήσει, ἅμα δὲ καὶ τῇ μεσιτείᾳ τοῦ τε προεστῶτος καὶ τῶν λοιπῶν πατέρων, οὓς ἐκεῖνος εἰς πρεσβείαν κεκίνηκεν, ἄλλως τε δὲ καὶ τῇ διορατικῇ τοῦ πνεύματος ἐνεργείᾳ τὴν ἐκείνου τῆς ψυχῆς εὐγένειαν καὶ τοῦ ἤθους τεκμηράμενος τὴν ἐλευθερίαν, κείρει μὲν τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, εὐχῆς τε μεταδίδωσι καὶ τὰ τῶν μοναχῶν χειρὶ τοῦ ἱερέως ἀμφιέννυσι, Μιχαὴλ ἐπονομάσας. καὶ εἶχεν αὐτὸν εἰς τὸ ἑξῆς σὺν αὐτῷ πρὸς ἀρετὴν ὑπαλείφων καὶ διανιστῶν. ἦν δὲ ἐκεῖνος ἄρα κατὰ τὴν ἀγαθὴν καὶ καρποφόρον γῆν, δεχόμενος
[p. 15] τὸν τῆς διδασκαλίας λόγον καὶ πνευματικὸν σπόρον καὶ καρποφορῶν εἰς τριάκοντα καὶ ἑξήκοντα καὶ ἑκατὸν ὡς τὸ θεῖόν φησιν εὐαγγέλιον, ἀμέλει καὶ ἐν καιρῷ ὡραῖον ὄντως καὶ εὔσταχυν τὸν καρπὸν ἐδίδου, ὡς ὁ λόγος κατὰ πόδας δηλώσων ἔρχεται.

20. ἦν μὲν γὰρ ὁ Μιχαὴλ συνοικῶν καὶ καθυπηρετῶν τῷ τιμίῳ Θεοδώρῳ καὶ παρ᾿ αὐτοῦ τὴν ἀρετὴν διδασκόμενος, ἐργάζετο [λεγε· εἰργάζετο?] δὲ ταῖς χερσὶ τὴν σειρὰν καὶ τὰ λεγόμενα ἐγχωρίως μαλάκια καὶ κανίσκια· εὐφυὴς γὰρ ὢν ὁ νεανίσκος καὶ κεχαριτωμένος, εὐφυῶς ταῦτα ἐδεξιοῦτο καὶ πάνυ τερπνῶς ἐφιλοκάλει. καὶ διὰ χρόνου πρὸς τὴν ἁγίαν εἰσιὼν πόλιν καὶ τῷ τῆς λαύρας παραβάλλων ξενοδοχείῳ ἐπίπρασκε τὸ τῶν ἰδίων χειρῶν ἔργον, καὶ τὸ ἐξ ἐκείνου ποριζόμενον τίμημα ἐκόμιζε τῷ πατρί. ὁ δὲ τῷ προεστῶτι τὸ χρῆμα παρεῖχεν, ἵνα μὴ ἀργὸν ὦσιν ἐσθίοντες ἄρτον, τινὰ δὲ καὶ τοῖς δεομένοις διένεμε.

21. καὶ ἦν οὕτως ὁ Μιχαὴλ συμπαρομαρτῶν τῷ Θεοδώρῳ καὶ τὴν ἀγγελικὴν σὺν αὐτῷ μετερχόμενος πολιτείαν. ἐπεὶ δὲ διὰ τὰς ἁμαρτίας ἡμῶν τὰς χώρας πάσας τῆς τε Φοινίκης καὶ Παλαιστίνης οἱ Σαρακηνοὶ κατεῖχον, καὶ ὁ τῶν Περσῶν βασιλεὺς τούτων εἶχε τὸ κράτος· ἀπὸ γὰρ τῶν ἡμερῶν Κώνσταντος, ὃς ἔγγων μὲν Ἡρακλείου ἦν, τὴν βασιλείαν δὲ τῶν Ῥωμαίων κακῶς διέθετο πρὸς τὴν τῶν μονοθελητῶν ἑλκυσθεὶς αἱρεσίαν καὶ τὸν ἴδιον ἀδελφὸν ἀνελὼν Θεοδόσιον καὶ τὸν ἁγιώτατον Μαρτῖνον, πάπαν Ῥώμης, ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει ἐξώρισεν εἰς Χερσῶνα, Μαξίμου τε τοῦ σοφωτάτου καὶ ὁμολογητοῦ τὴν ἱερὰν γλῶσσαν καὶ τὴν δεξιὰν ἀπέτεμε χεῖρα, καὶ πολλοὺς ἑτέρους τῶν ὀρθοδόξων αἰκίαις καὶ ἐξορίαις καὶ δημεύσεσι κατεδίκασε. διὰ
[p. 16] ταῦτα ἐγκατέλιπεν ἡμᾶς ὁ κύριος καὶ παρεδόθη ἡ Φοινίκη καὶ Παλαιστίνη εἰς χεῖρας ἀνόμων. οἱ γὰρ Πέρσαι παρὰ Ἡρακλείου ἡττηθέντες καὶ πολιορκηθέντες καὶ τοῦ βασιλέως αὐτῶν Χοσρόου θανατωθέντος καὶ λαμπρᾶς τῆς νίκης γενομένης, εἰρήνευον αἱ προμνημονευθεῖσαι χῶραι καὶ ἡ ἁγία πόλις Ἱερουσαλὴμ ἐγαληνία καὶ πᾶσαι αἱ τοῦ θεοῦ ἐκκλησίαι εὐσταθῶς διῆγον. πολλῶν δὲ παρανομιῶν παρὰ Κώνσταντος τοῦ βασιλέως γενομένων, τῶν δυναμένων τὴν ὀργὴν τοῦ θεοῦ ἐκκαλέσασθαι, τότε δὴ καὶ Μωάμεδ ἐφάνη ὁ ἀσεβὴς καὶ οἱ Πέρσαι σὺν τοῖς Ἄραψιν ἐκστρατεύσαντες ἦλθον εἰς Δαμασκὸν πλῆθος ἀναρίθμητον, πρὸς οὓς παρατάττονται Βαάνης καὶ Βασιλίσκος, οἱ στρατηγοὶ τῆς Ἀνατολῆς, καὶ συμβολῆς γενομένης ἡττῶνται λίαν οἱ χριστιανοὶ καὶ διεφθάρησαν χιλιάδες τεσσαράκοντα. καὶ οὕτως νικήσαντες οἱ Σαρακηνοὶ καὶ πορθήσαντες τὴν Δαμασκὸν καὶ τὰς χώρας τῆς Φοινίκης καὶ Παλαιστίνης κατασχόντες, ὢ τῶν ἐμῶν κακῶν, ὢ τῶν ἀδήλων τοῦ θεοῦ κριμάτων, οἰκίζονται ἐν αὐτοῖς οἱ ἐναγεῖς καὶ βέβηλοι καὶ τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ περικρατεῖς γίνονται, ἔνθα τὸ σωτήριον πάθος γέγονε καὶ ἡ ἀνάστασις καὶ ἡ ἀνάληψις. ἐκ γὰρ τοῦ ὄρους τῶν Ἐλαιῶν ἀνελθὼν ὁ κύριος εἰς οὐρανοὺς ἀνήγαγε τὴν φύσιν ἡμῶν. εἶτα καὶ τὸ ἅγιον πνεῦμα τοῖς θείοις αὐτοῦ καταπέμψας μαθηταῖς ἐν αὐτῇ πόλει Ἱερουσαλὴμ εἰς τὴν οἰκουμένην αὐτοὺς ἐξαπέστειλε φωτίσαι πάντας ἀνθρώπους καὶ πρὸς θεογνωσίαν ἐπι<σ>τρέψαι. ἐκεῖ τὰ ἀπόρρητα δόγματα κηρύττεσθαι τὴν ἀρχὴν ἔλαβε διὰ πνεύματος ἁγίου, ἐκεῖθεν οἱ προφῆται πάντες καὶ ἀπόστολοι ἀνεφύησαν, καὶ μέντοι καὶ αὐτὴ ἡ πάντων ὑπερτέρα καὶ θεομήτωρ ἐκεῖθεν ἐβλάστησεν καὶ τὸν τοῦ παντὸς κύριον καὶ δεσπότην ἀπέτεκε, καὶ τῆς τοῦ κόσμου σωτηρίας γέγονε πρόξενος.

22. ταύτην οὖν τὴν ἱερὰν πόλιν καὶ πάντας τοὺς σεβασμίους
[p. 17] τόπους κατέσχον οἱ ἄγαν πονηροὶ καὶ ἀκάθαρτοι Σαρακηνοὶ διὰ τὰς ἡμετέρας ἁμαρτίας καὶ μέχρι τῆς δεῦρο κατέχουσι καὶ κυριεύουσιν. οἱ δὲ Χριστιανοὶ οἱ εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος βαπτισθέντες καὶ τὴν ἀληθινὴν καὶ ἀμώμητον κατέχοντες πίστιν εἰσὶν ἐν μέσῳ αὐτῷ ὡς πρόβατα ἐν μέσῳ λύκων. τέως δὲ χάριτι θεοῦ οἱ θεῖοι ναοὶ καὶ τὰ μοναστήρια, αἵ τε κατὰ πόλιν μητροπόλεις καὶ ἐκκλησίαι συνίστανται, ἀλλ᾿ ἐν θλίψει καὶ στενοχωρίᾳ, οὕτως συγχωρήσαντες γενέσθαι, οὗ τὰ κρίματα ἄβυσσος πολλή.

23. πολλὰ δὲ τέρατα καὶ σημεῖα εὐδόκησεν ὁ κύριος γίνεσθαι ἐν τῷ θεοδόχῳ καὶ ζωηρύτῳ τάφῳ, ἀποφράττοντα τὴν πάντολμον τῶν Ἀγαρηνῶν ἀθυροστομίαν καὶ πείθοντα τούτους ἄκοντας καὶ μὴ βουλομένους τιμὴν καὶ σέβας ἀπονέμειν τῇ μητρὶ τῶν ἐκκλησιῶν, ὡς ἐντεῦθεν τῆς φήμης διαθεούσης τῶν ἀπείρων θαυμάτων τοὺς ἀρχηγοὺς τῶν Περσῶν παραγίνεσθαι κατὰ θέαν τῶν θρυλλουμένων σημείων καὶ διὰ τιμῆς προσφέρεσθαι τῷ πατριάρχῃ καὶ τοῖς λοιποῖς ἐπισκόποις καὶ πρεσβυτέροις καὶ παντὶ τῷ τῶν χριστιανῶν λαῷ.

24. κατ᾿ ἐκεῖνο τοίνυν τὸν καιρόν, ὅτε ὁ θεῖος Θεόδωρος ἐν τῇ λαύρᾳ τοῦ ἀγίου Σάβα τὸν ἀσκητικὸν διήνυε βίον, ἐγένετο Ἀδραμέλεχ βασιλέα Περσῶν ἀπάραντα ἐκ Βαβυλῶνος μετὰ καὶ τῆς ἰδίας γαμετῆς Σεΐδης οὕτω λεγομένης, παραγενέσθαι εἰς Ἱεροσόλυμα μετὰ ὄχλου καὶ δυνάμεως καὶ φαντασίας πολλῆς, κατὰ θέαν τῆς ἁγίας Ἀναστάσεως καὶ τῶν ἐκεῖσε τελουμένων θαυμάτων. ἦν δὲ ὁ Ἀδραμέλεχ ἀνὴρ πραότατος καὶ οὐδένα τῶν Χριστιανῶν ἤθελε κακοποιεῖν, ἀλλ᾿ ἢ μόνον λόγοις εἰρηνικοῖς διελέγετο πρὸς τοὺς μετέχοντας γνώσεως, προτείνων τὰ τῆς ἰδίας αἱρέσεως λογύδρια καὶ δεχόμενος εὐμενῶς τὰς ἀποκρίσεις. ἔτι δὲ παρόντος αὐτοῦ ἐν τῇ ἁγίᾳ πόλει ἀποστέλλει ὁ τίμιος Θεόδωρος τὸν ἀδελφὸν Μιχαὴλ ἐπὶ τὸ πωλῆσαι τὰ κατασκευασθέντα ὑπ᾿ αὐτοῦ κανίσκιά τε καὶ μαλάκια, εὐφυῶς ἄγαν κεκοσμημένα· ἐδήλου γὰρ αὐτῷ ἡ θεία χάρις, ὁποίαν
[p. 18] ὁ καλὸς νεανίας ἔμελλεν ἐμπορίαν ἀπαρτίσαι. βαλὼν οὖν ὁ Μιχαὴλ μετάνοιαν, ὡς ἔθος ἦν, καὶ εὐχὴν αἰτήσας, ἀπέρχεται εἰς τὴν ἁγίαν πόλιν καὶ τῷ ξενοδοχείῳ τῆς λαύρας παραβαλὼν καὶ τοὺς ἐν αὐτῷ μοναχοὺς ἀσπασάμενος, ἀποτίθησι τὰ σκεύη καὶ ἄνεισιν εἰς τὴν ἁγίαν Ἀνάστασιν, δέησίν τε μετὰ θερμῶν δακρύων τῷ Θεῷ ἀναπέμψας καὶ τὸ ζωηφόρον μνῆμα κατασπασάμενος, ἅμα δὲ καὶ τὸ ἅγιον Κρανίον, κατέρχεται πάλιν εἰς τὸ ξενοδοχεῖον καὶ λαβὼν τὰ σκεύη αὐτοῦ ἐξέρχεται κατὰ τὴν ἀγοράν, ζητῶν αὐτὰ διαπρᾶσαι. συναντᾶ τοίνυν αὐτῷ εὐνοῦχος τῆς βασιλίσσης Σεῒδης καὶ ἰδὼν κάλλιστα πεποιημένα τὰ κανίσκιά τε καὶ μαλάκια καὶ ὀφθαλμοὺς τῶν θεωμένων τέρποντα, λέγει αὐτῷ· «δεῦρο, νεανίσκε, ἀκολούθει μοι καὶ πάντα σου τὰ σκεύη τιμήματος καλοῦ πραθῆναι διευθετήσω.» ὁ δὲ Μιχαὴλ ἠκολούθησεν αὐτῷ ὡς ἀρνίον ἄκακον μέχρι τῆς θύρας τοῦ καταγωγίου τῆς νέας Αἰγυπτίας. εἰσελθὼν δὲ ὁ εὐνοῦχος ἀνήγγειλε τῇ δεσποίνῃ αὐτοῦ ὡς· «εὐπρεπῆ τινα σκεύη» φησί «μοναχός τις πιπράσκων ἦλθεν» ἡ δὲ ἐκέλευσεν εἰσαχθῆναι πρὸς αὐτὴν τὸν μοναχὸν ἅμα τοῖς σκεύεσιν. ὡς οὖν εἰσελθὸν εἶδε τὸ τοῦ Χριστοῦ ἀρνίον ἡ πικρὰ λέαινα ἐνδομυχοῦντα τὸν ψυχοφθόρον ἔσχεν ὄφιν, καὶ δεινῷ τινι ἔρωτι τρωθεῖσα τοῦ νεανίσκου ἀκατασχέτῳ τῇ ἐπιθυμίᾳ ἐξεκαύθη. ἦν γὰρ ὁ Μιχαὴλ ἀστεῖος μὲν τὴν ὄψιν, εὐμήκης δὲ τὴν ἡλικίαν, ἄρτι τὸν ἴουλον ἐπανθοῦντα ἔχων, τὴν τῆς ψυχῆς ὡραιότητα διὰ τῆς τοῦ σώματος εὐπρεπείας ἐμφαίνων, εἰ μὴ ὅτι ἐκ τῆς ἄγαν ἐγκρατείας κατισχνωμένος καὶ ὠχρὸς ἐφαίνετο. ἡ βασίλισσα τοίνυν Σεΐς ἐφ᾿ ἱκανὸν αὐτῷ
[p. 19] ἀτενίσασα, τίς τε εἴη καὶ ὅθεν ἐπηρώτα· ὁ δὲ Μιχαὴλ ἀπεκρίνατο· «πτωχός εἰμι μοναχὸς τῆς μονῆς τοῦ ἁγίου Σάβα.» ἐκείνη δέ, ὡς ἀφελῆ προσέχουσα νεανίσκῳ καὶ ὡς εὐχερές τι καὶ ῥᾴδιον νομίζουσα τὸ ἐφελκύσασθαι αὐτὸν πρὸς τὸ ἑαυτῆς πονηρὸν θέλημα, ἤρξατο ταῖς μικραῖς ἐπαγγελίαις ἀποπειρᾶσθαι αὐτοῦ ἡ δολιόφρων ὡς ἑνὸς τῶν παίδων, «ὁρῶ σε» λέγουσα «ὦ νεανίσκε, δεινῶς ὠχρὸν καὶ κατεσκληκότα· εἰ οὖν δοῦλος εἶ, ἐλευθερώσω σε, εἰ αἰχμάλωτος, ἐκλυτρώσομαί σε, ἐὰν ἀρρωστῇς, θεραπεύσω σε, ἐὰν πενίᾳ πιέζῃ, μάλα πλουτίσω σε.» ὡς ἤκουσε ταῦτα ὁ καλὸς νεανίας, εἰς οὐρανὸν τὴν καρδίαν ἄρας καὶ κατὰ νοῦν εὐξάμενος ἀπεκρίνατο αὐτῇ· «ἤμην ποτὲ αἰχμάλωτος τῷ κόσμῳ καὶ τῷ κοσμοκράτορι, ἀπηλλάγην δὲ χάριτι τοῦ κλίναντος οὐρανοὺς καὶ ἐπὶ γῆς ἐλθόντος Χριστοῦ τοῦ Θεοῦ μου. δοῦλος ἤμην τῆς ἁμαρτίας ἀλλὰ δούλου λαβὼν μορφὴν ὁ δεσπότης μου ἠλευθέρωσέν με αὐτός, καὶ ἀρρωστοῦντά με εὗρε καὶ ἄρας τὰς ἀσθενείας μου καὶ τὰς νόσους βαστάσας, ἄρτιον κατέστησέ με καὶ ὑγιᾶ. πτωχὸς ἤμην καὶ πένης, ἀλλὰ πτωχεύσας ὁ πλούσιος ὑπερφυῶς ἐπλούτισέ με καὶ νῦν οὐδενὸς ὑστεροῦμαι οὔτε ἐπιδεής εἰμι τῶν σῶν, ἴδιον ἔχων πλοῦτον· εὐεξία τε καὶ ἐλευθερία καὶ παντοίων ἀγαθῶν ἐσμὸς παρὰ τοῦ δεσπότου μου καὶ θεοῦ δεδώρηταί μοι πλουσίως.» ἡ δὲ Σεΐς πάλιν πρὸς αὐτὸν εἶπεν· «ἀλλ᾿, ὦ νεανίσκε, εἰ φίλος ἐμὸς ἔσῃ, πολλῶν ἀγαθῶν ἀπολαύσεις, πολλοὶ δέ σε μακαριοῦσι, καὶ πολλῶν κύριος γενήσῃ.» ὁ Μιχαὴλ ἔφη· «ἐγὼ προηγουμένως μὲν τὸν ἐμὸν Χριστὸν καὶ θεὸν φιλῶ καὶ ποθῶ, ὅς ἐστιν ὅλος γλυκασμός, ὅλος
[p. 20] ἐπιθυμία καὶ ἔφεσις. ἔπειτα φίλους ἔχω τὰς ἁγίας καὶ ἐπουρανίους δυνάμεις, ὧν τὸ κάλλος ἀμήχανον καὶ ἡ εὐπρέπεια ἀσύγκριτος, εἶτα καὶ πάντας τοὺς ἁγίους ἰσαγγέλους ἤδη γεγενημένους· τοσούτους οὖν ἔχων φίλους καὶ τοιούτους, σὸς γενέσθαι φίλος οὐκ ἀνέχομαι, οὐδεμία γάρ μοι μερὶς μετὰ σοῦ.» ἡ τοίνυν Σεΐς ἐπισείουσα τῷ μοναχῷ καθάπερ τι μορμολύκιον τὰς ἀπειλὰς ἔφη· «ταῖς ἐμαῖς βουλαῖς καὶ γνώμαις εἴκειν σε ἐθελοντὶ κατὰ πάντα συμβουλεύω. εἰ δὲ οὐ βουληθεὶς ἑκοντὶ τοῦτο ποιήσῃς [λεγε· ποιῆσαι?], γνῶθι ὅτι πολλαῖς βασάνοις καὶ χαλεπαῖς αἰκίαις ἐκδαπανήσω σου τὸ σῶμα.» ὁ Μιχαὴλ ἀπεκρίνατο· «μή μοι γένοιτό ποτε ταῖς σαῖς εἶξαι βουλαῖς καὶ γνώμαις, ἀλλ᾿ ἀεὶ τῶν τοῦ ἐμοῦ Χριστοῦ καὶ θεοῦ ἀντέχεσθαι καὶ περιέχεσθαι ἐντολῶν καὶ προσταγμάτων. εἰ δὲ καὶ τιμωρίας μοι ἐπενέγκῃς καὶ βασάνους, ἀπολαύσεις μοι μᾶλλον καὶ τρυφὰς προξενήσεις αἰωνίους· ἐμὲ γὰρ οὔποτε δυνήσῃ ταῖς σαῖς ἑλεῖν ἀπειλαῖς.» αὖθις οὖν ἡ δολία Σεΐς πρὸς τὸ ἐπαγωγὸν ἑαυτὴν συντείνασά φησιν· «ἄθλιε τῶν ἀνθρώπων, ὁποίων ἀγαθῶν σεαυτὸν ἀποστερεῖς· ἢ οὐκ εἰμὶ ἐγὼ ὡραία, οὔκ εἰμι ποθεινή οὐκ εἰμὶ πάσης ἐπιθυμίας ἀξία» πρὸς ταῦτα ὁ Μιχαὴλ ἔφη· «οὐχ ὡραία εἶ, ἀλλὰ καὶ λίαν δυσειδὴς καὶ δυσώδης· οὐ ποθεινὴ τυγχάνεις, ἀλλὰ βδελυκτὴ πάνυ καὶ μισητή, οὐκ ἐπιθυμιῶν ἀξία, ἀλλὰ βορβόρων καὶ ἀμαρῶν ἀηδεστέρα.» ἐπὶ τούτοις ἡ ἀσπὶς ἐκείνη, ἰοῦ θανατηφόρου καὶ θυμοῦ πλησθεῖσα, οὐκ εἶχεν ὅτι καὶ δράσειεν ἀποτυχοῦσα τῆς ἰδίας ἐπιθυμίας, καὶ εὐθὺς προστάττει κατὰ γῆν ταθέντα τὸν μοναχόν, ῥάβδοις ἀνηλεῶς τύπτεσθαι. τυπτομένῳ δὲ αὐτῷ τοιαῦτα ἐκείνη ἐπῇδεν· «ταῖς μεγίσταις μου τιμαῖς καὶ δωρεαῖς πεισθῆναι πανάθλιε μὴ βουλόμενος, πρὸς τοιαῦτα παρασκεύασαι σευατόν. οὕτω γάρ σε ταῖς [p. 21] πληγαῖς ἀναλώσω καὶ τοῦ ζῆν ἀπαλλάξω κακῶς.» ἀλλ᾿ ὁ μὲν γενναῖος Μιχαὴλ ἐπὶ πολλὰς ὥρας οὕτως ἀνηλεῶς αἰκιζόμενος, ὡς ἐν ἀλλοτρίῳ σώματι τὰς δριμείας ὀδύνας ὑπέφερεν, τὰ παρόντα λυπηρὰ ταῖς τῶν μελλόντων ἐλπίσι παραμυθούμενος. μόλις δὲ τοῦτον ἀνεθῆναι τῶν πληγῶν κελεύσασα ἡ παμβέβηλος, παραδίδωσι τὸν ἀθλητὴν δυσὶν εὐνούχοις καὶ πρὸς τὸν βασιλέα ἐκπέμπει δέσμιον, τοιάδε γράψασα αὐτῷ· «ὁ πάντολμος οὗτος καὶ δεινὸς μοναχὸς ὑβρίσαι με καὶ ἐξουδενῶσαι τετόλμηκεν· εἰ οὖν τοῦτον ζῆν ἐάσεις, ἐμὲ θανεῖν νόμιζε.» ὁ δὲ Πέρσης τὸ γραμματ<ε>ῖον δεξάμενος, ᾔσθετο μὲν συκοφαντ{ε}ίαν εἶναι τὸ πρᾶγμα. γυναικοπειθὴς δὲ ὢν καὶ μὴ θέλων αὐτὴν λυπῆσαι, κελεύει τὸν μοναχὸν εἰσαχθῆναι· ἠγνοεῖτο δὲ παρὰ πάντων τίνι λόγῳ ἐτάζεται ὁ μοναχός.

25. εἰσαχθεὶς δὲ ὁ Μιχαὴλ οὐδὲ προσκύνησιν αὐτῷ ἀπονεῖμαι κατεδέξατο, ὥσπερ νόμος ἐστὶ Πέρσαις προσκύνησιν ἀποδιδόναι τοῖς μεγιστᾶσιν, ἀλλ᾿ ὁ μακάριος οὗτος τὸ εὐγενὲς τῆς ψυχῆς καὶ ἀδούλωτον διὰ τοῦ ἐκτὸς σχήματος ὑπεσήμαινεν· ὁ βασιλεὺς τοίνυν ὄμμασιν ὀργίλοις ἐφ᾿ ἱκανὸν αὐτὸν ἀτενίσας, τοῦτο μὲν ἵνα καὶ δειλίαν ἐμποιήσῃ τῷ ἐπιμόνῳ τοῦ βλέμματος, τοῦτο δὲ ἵνα καὶ περιεργότερον ἀνασκοπήσῃ τὸν ἄνδρα, φησὶ πρὸς αὐτόν· «τί σοι, μοναχέ, λοιπὸν πρὸς ἀπολογίαν ηὐτρέπισται ἀναπολόγητον γάρ σε δοκῶ τυγχάνειν ἐφ᾿ οἷς εὐθύνῃ.» ὁ μοναχὸς ἀπεκρίνατο· «χρὴ τῷ βασιλεῖ τρία ταῦτα ἀσφαλῶς ἑαυτῷ περιποιεῖσθαι ἀεί· φόβον θεοῦ καὶ ἔλεος πρὸς τοὺς ἀνθρώπους, δικαιοσύνην τε καὶ μακροθυμίαν πρὸς τὰ παρεμπίπτοντα.» ὁ δὲ βασιλεὺς ἀγάμενος αὐτὸν τῆς συνετῆς ἀποκρίσεως ἐκέλευσε τῶν δεσμῶν λυθῆναι, τίς τε
[p. 22] εἴη καὶ ὅθεν ἐπηρώτα, ὁ δὲ «πόλεως μέν» ἔφησεν «Ἐδέσης ὥρμημαι, μοναχὸς δὲ νῦν τῆς τοῦ ἁγίου Σάβα λαύρας ὑπάρχω.» ὁ βασιλεὺς ἔφη· «ἐκ τῶν σῶν ῥημάτων κρινῶ σε· δικαιοσύνης οὖν ἀντέχεσθαι δεῖν εἶπας τὸν βασιλέα· εἰ κλέπτην καὶ μοιχὸν κατάσχῃ ὁ βασιλεύς, πῶς αὐτὸν μετελθεῖν οἱ νόμοι κελεύουσιν» ὁ μοναχὸς ἔφη· «τὸ πρᾶγμα τοῦτο ἔοικεν ἀνδρὶ γειτνιάσαντι πρὸς ὄφιν βασιλίσκον, ὅστις καὶ βλέμματι μόνῳ δύναται τοὺς ὁρῶντας ἀποκτέννειν, ὡς ὁ λόγος ᾄδεται. φεύγων δὲ τὸν πονηρὸν γείτονα περιέπεσε λέοντι βλοσυρῷ καὶ ἀλαζόνι· ἀλλὰ κρείττων ἡ τοῦ ὑπερηφάνου θηρὸς γειτνίασις, ἤπερ δὴ τοῦ ἰοβόλου ὄφεως.» ὁ δὲ Πέρσης «ἔγνων» ἔφη «τὴν δύναμιν τῆς παραβολῆς, ἀλλὰ μὴ φοβηθῇς τὸ βλοσυρὸν καὶ βασιλικὸν τοῦ λέοντος, εἴπερ ἐχέφρονι λογισμῷ πρὸς αὐτὸν διατεθῇς.» ὁ βασιλεὺς τοίνυν ἀγαπήσας τὸν μοναχὸν τῆς τε καλὸν ἐπανθούσης νεότητος καὶ τοῦ σταθεροῦ καὶ συνετοῦ φρονήματος, ἔργον ἔθετο ἐπιμελὲς πρὸς τὴν ἰδίαν αὐτὸν ἐφελκύσασθαι θρησκείαν καὶ τῆς ἀμωμήτου τῶν χριστιανῶν ἀποστῆσαι πίστεως· εἶχε δὲ καί τινα Ἑβραῖον οἰκεῖον αὐτῷ νομομαθῆ καὶ λόγιον, ὃν συνεργὸν λαβὼν ἐπειρᾶτο τὸν γενναῖον λόγῳ παγιδεῦσαι, καί φησι πρὸς αὐτόν· «ἐγώ σου τῆς νεότητος καὶ συνέσεως οἶκτον λαβὼν συμβουλεύω καὶ κελεύω ἀποστῆναι μὲν τῆς σκληρᾶς τοῦ Ἰησοῦ διδασκαλίας καὶ τὴν τῶν χριστιανῶν ἐξομόσασθαι πίστιν, τῇ ἐμῇ δὲ συνθέσθαι θρησκείᾳ, καὶ ἔσῃ μοι ἐν υἱοῦ τάξει καὶ ὑπέρτερον πάντων μου τῶν ἀρχόντων καὶ σατραπῶν σε θήσω καὶ παντοίων ἀγαθῶν κύριον καταστήσω.» ὁ δὲ τίμιος Μιχαήλ, ὡς ταῦτα ἤκουσεν, ἄνω πρὸς οὐρανὸν εὐθὺς ἀπιδών, ἔφη· «μή μοι γένοιτο ψεύσασθαί σου τὴν μακαρίαν ὁμολογίαν, Χριστὲ βασιλεῦ, κἂν μυρίους θανάτους ὑποστῆναί με δέοι·» καί φησι πρὸς τὸν Πέρσην· «ἐγώ, βασιλεῦ, δοῦλός εἰμι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, τῆς μιᾶς καὶ ἀδιαιρέτου καὶ ἀσυγχύτου θεότητος, καὶ
[p. 23] οὐκ ἔξεστί μοι τῆς τοιαύτης ἀποστῆναι ὁμολογίας, ἀλλ᾿ εἰμὶ καὶ ἔσομαι ἀεὶ ἐν ταύτῃ.» ὁ βασιλεὺς εἶπεν· «τί δέ ἀρέσκει σοι περικεῖσθαι τὸ δυσειδὲς τοῦτο σχῆμα, ὃ νῦν περίκεισαι» ὁ δὲ ἀπεκρίνατο· «οὕτως ἐπ᾿ αὐτῷ σεμνύνομαι, ὡς οὐδὲ σύ γε ἐπὶ τῷ ἀξιώματι τούτῳ, ὃ περίκεισαι.» καὶ ὁ βασιλεὺς ἔφη· «ἐγὼ καὶ ταῖς ὑμετέραις γραφαῖς ἐνέτυχον καὶ τούτων οὐκ ἀμύητος ὑπάρχω. ποῦ τοίνυν εἴτε παλαιὰ γραφή, εἴτε τὸ παρ᾿ ὑμῖν λεγόμενον εὐαγγέλιον προστάσσει ἀπέχεσθαι γάμου καὶ κρεῶν» ὁ Μιχαὴλ ἀπεκρίνατο· «εἰς δύο διῄρηται βίους ἡ καθ᾿ ἡμᾶς τάξις, εἰς μοναδικόν τε καὶ λαϊκόν· τοῖς μὲν οὖν λαϊκοῖς ἐφεῖται καὶ γαμεῖν καὶ κρεοφαγεῖν καὶ οὐκ ἔστιν αὐτοῖς ἔγκλημα τοῦτο, εἴπερ τὰς λοιπὰς ἐντολὰς τοῦ θεοῦ ἀπαρατρώτους φυλάξουσιν· ἡμῖν δὲ τοῖς ἀποταξαμένοις καὶ νεκρωθεῖσι τῷ κόσμῳ καὶ παρθενεύειν ἐπαγγειλαμένοις οὐκ ἔξεστι γάμοις ὁμιλεῖν· φησὶ γὰρ ὁ ἡμέτερος διδάσκαλος Παῦλος· Ϡὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου πῶς ἀρέσῃ τῷ κυρίῳ, ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί,Ϡ ὥστε ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων κρεῖσσον ποιεῖ. ἡμεῖς τοίνυν μόνῳ τῷ κυρίῳ θέλοντες ἀρέσκειν καὶ τὴν κρείττονα ὁδὸν ἀνύειν ἀπέστημεν τῶν γάμων καὶ τῶν περὶ γάμους, ὁμοίως δὲ καὶ τὴν κρεοφαγίαν δι᾿ ἐγκράτειαν καὶ οὐ δι᾿ ἄλλο τι παρῃτησάμεθα. οὐκ ἔστι γὰρ ἡ βασιλεία τοῦ θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις σὺν ἁγιασμῷ.»

26. ὁ Πέρσης ἔφη· «ὁ Παῦλος ἐπλάνησεν ὑμᾶς καὶ τῶν ἀμφοτέρων κόσμων τε καὶ ζωῶν διαμαρτεῖν πεποίηκεν.» ὁ Μιχαὴλ ἀπεκρίνατο· «ἄπαγε τοῦ βλασφήμου ῥήματος· ὁ Παῦλος μᾶλλον ἔσωσε καὶ ἐφώτισε τὰ ἔθνη τῷ σεπτῷ κηρύγματι τοῦ εὐαγγελίου καὶ ἐδίδαξε πῶς δεῖ εἰσελθεῖν εἰς τὰ ἀγαθά, Ϡἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόνϠ. εἰ δὲ τὸν κατ᾿ ἀλήθειαν πλάνον καὶ ἀπατεῶνα καὶ τοῦ ἁντιχρίστου πρόδρομον ζητεῖς, βασιλεῦ, ὁ Μωάμεδ
[p. 24] οὗτός ἐστιν, ὁ πλανήσας ὅλον τὸ ἔθνος τῶν Σαρακηνῶν καὶ μέχρι Περσῶν ἐκχέας τὸν ἰὸν τῆς κακίας.»

27. ὁ δὲ τοῦ βασιλέως οἰκεῖος Ἰουδαῖος ἔφη· «ὁ Παῦλος οὐκ ἦν Ἑβραῖος ἐξ Ἑβραίων» «ναί,» φησίν ὁ Μιχαήλ «ἐξ Ἑβραίων ἦν, ἀλλὰ τὸ τοῦ Χριστοῦ ἐκήρυξε δόγμα καὶ τὴν σκιὰν καταργήσας τοῦ παλαιοῦ νόμου τὴν χάριν ἔδειξε τῆς ἀληθείας, ἣν ὅ τε νόμος καὶ οἱ προφῆται προὔλεγον.» αὖθις δὲ ὁ Ἰουδαῖός φησι· «καθὼς ἔμαθες παρὰ τοῦ ἐξ Ἑβραίων Παύλου, ὃν οὐχ ἑώρακας, μάθε καὶ παρ᾿ ἐμοῦ, ὃν ὁρᾷς καὶ ἀκούεις μου τῶν λόγων.» ὁ Μιχαὴλ ἀπεκρίνατο· «ἐὰν καθὼς ἐκεῖνος ἐδίδασκε διδάσκῃς, ἀκούσομαί σου, εἰ δὲ ξένην καὶ ἐναντίαν ἐκείνου διδασκαλίαν εἰσάγεις, φεύξομαί σε ὡς ἀπὸ ὄφεως· φησὶ γὰρ ὁ Παῦλος· Ϡεἴ τις ὑμῖν εὐαγγελίζεται παρ᾿ ὃ εὐηγγελισάμεθα, ἀνάθεμα ἔστω.Ϡ» ὁ Πέρσης ἔφη· «τί οὕτως τὴν τοῦ προφήτου Μωάμεδ διδασκαλίαν ἀπαγορεύεις οὐ τὸν θεὸν ἐκήρυξε Σαρακηνοῖς τε καὶ Ἄραψι, καὶ τὰ εἴδωλα συνέτριψε, καὶ βίον ἄνετον καὶ ἀνεπαχθῆ ἐδίδαξεν» ὁ Μιχαὴλ εἶπεν· «ἐάν τις ἐκ φυλακῆς σκοτεινῆς ἐξαγάγῃ τινὰ καὶ εἰς ἑτέραν ἀποκλείσῃ ζοφώδη καὶ ἀφεγγῆ, τί ὠφέλησεν ἐκεῖνον, ὃν εὐεργετεῖν ἐνόμισε τὸ γὰρ ζητούμενον τοῦτο ἦν, ἵνα ἐκ σκότους εἰς φῶς ἀγάγοι. ἐπεὶ δὲ πάλιν τοῦ σκότους κληρονόμον πεποίηκε, πλάνος ἦν καὶ οὐκ εὐεργέτης· τοῦτο καὶ ὁ Μωάμεδ πεποίηκεν· ἡ γὰρ ὁδὸς τῆς ἀληθείας μία ἐστὶ καὶ οὐ πολλαί· φημὶ δὴ τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα ὁμολογίαν, τὴν μίαν θεότητα καὶ δύναμιν ἐν τοῖς τρισὶν εὑρισκομένην ἑνικῶς καὶ τὰ τρία συλλαμβάνουσαν μεριστῶς, οὔτε ἀνώμαλον οὐσίαις ἢ φύσεσιν, οὔτε αὐξανομένην ἢ μειουμένην ὑπερβολαῖς καὶ ὑφέσεσιν. ἐκεῖνος δὲ ὁ πλάνος τὸν υἱὸν τοῦ θεοῦ ἀρνησάμενος καὶ τὸ ἅγιον πνεῦμα βλασφημήσας, οὐδὲ ὃν ἐδόκει δοξάζειν θεὸν ἐδόξασεν. οὐ γὰρ δόξα τὸ [λεγε· τῷ?] ἐξ οὗ ἡ τῶν ἐξ αὐτοῦ ταπείνωσις· Ϡπᾶς γὰρ ὁ μὴ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ,
[p. 25] ἡ ὀργὴ τοῦ θεοῦ ἔρχεται ἐπ᾿ αὐτόν,Ϡ τὸ ἅγιόν φησιν εὐαγγέλιον.» ὁ βασιλεὺς ἔφη· «εἰ καὶ ἀγχίνους τις καὶ λόγιος δοκεῖς εἶναι, ἀλλ᾿ οἱ δύο πάντως τὸν ἕνα νικήσομεν.» ὁ μοναχὸς ἀπεκρίνατο· «ὑμεῖς τρεῖς ἐστέ, ἀλλ᾿ εὖ ἴσθι, ὅτι ἡττηθήσεσθε τῇ δυνάμει τοῦ Χριστοῦ καὶ θεοῦ μου.»

28. ἐρωτήσαντος δὲ τοῦ βασιλέως «τίς ἐστιν ἐν αὐτοῖς ὁ τρίτος,» ὁ Μιχαὴλ ἔφη· «σὺ βασιλεῦ, καὶ ὁ οἰκεῖός σοι Ἑβραῖος καὶ ὁ κρυφίως ὑμῖν τὰ τοιαῦτα ὑποτιθέμενος διάβολος.» λέγει ὁ βασιλεύς· «ταῖς πολυλογίαις σου χαίρειν εἰπών, πείσθητί μοι καὶ τὸν Μωάμεδ ὁμολόγησον προφήτην εἶναι καὶ ἀπόστολον θεοῦ καὶ ἔσῃ μοι, καθὼς ἔφην, ἐν τάξει υἱοῦ καὶ πολλῶν ἀπολαύσεις ἀγαθῶν.» ὁ Μιχαὴλ ἀπεκρίνατο· «σὺ βασιλεῦ ὁμολογεῖς τὸν Χριστὸν λόγον θεοῦ ὑπάρχειν» «ναί,» φησὶν ὁ βασιλεύς «μαρτυρῶ τοῦτο.» εἶτα λέγει καὶ τῷ Ἑβραίῳ· «σὺ μαρτυρεῖς, ὅτι τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν» κατέθετο ὁ Ἰουδαῖος ταῦτα οὕτως ἔχειν· τότε ὁ τῆς ἀληθείας μάρτυς πλησθεὶς πνεύματος ἁγίου ἀνεβόησεν εἰπών· «ὑμεῖς μὲν οὖν συμμαρτυρεῖτέ μοι τῇ ἀληθείᾳ, εἰ καὶ μὴ πιστεύετε ὡς δεῖ, ἐγὼ δὲ τῇ πλάνῃ ὑμῶν οὐδέποτε συμμαρτυρήσω, ἀλλ᾿ εἶπον ἤδη καὶ πάλιν ἐρῶ· ὁ Μωάμεδ οὐκ ἔστιν οὔτε προφήτης, οὔτε μὴν ἀπόστολος, ἀλλὰ πλάνος καὶ ἀπατεὼν καὶ πρόδρομος τοῦ ἀντιχρίστου· καὶ σὺ τοίνυν, Ἰουδαῖε, γνῶθι ὅτι Χριστὸς ἦλθεν εἰς τὸν κόσμον, γεννηθεὶς ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ μηκέτι γέννησιν αὐτοῦ κατὰ σάρκαν προσδόκα, ἀλλ᾿ εὖ ἴσθι, ὅτι ὃν περιμένεις ὁ παμμίαρός ἐστιν ἀντίχριστος, ὁ μέλλων ταράξαι τὴν οἰκουμένην, οὗπερ καὶ πρόδρομος ἐκλήθη ὁ ἀπατεὼν Μωάμεδ.» τούτων οὕτως εἰρημένων παρὰ τοῦ μάρτυρος, οἱ μὲν Πέρσαι καὶ Σαρακηνοὶ ἐπλήσθησαν θυμοῦ τε καὶ αἰσχύνης, οἱ δὲ χριστιανοί, οἵ τε
[p. 26] γραφεῖς καὶ ἰατροί, χαρᾶς μεγίστης πληρωθέντες ἀνεβόησαν εἰπόντες· «ἐνίκησεν ὁ μοναχὸς χάριτι θεοῦ.» τότε ὁ βασιλεὺς ὠργίσθη τῷ Ἑβραίῳ λέγων ὅτι· «μάτην προσεδόκησα ἔχειν σε συνεργόν, οὐδεμιᾶς γὰρ παρὰ σοῦ βοηθείας ἔτυχον·» καὶ ἐκέλευσεν αὐτὸν ἀτίμως ἔξω βληθῆναι εἰπών· «ἐγὼ μόνος νικήσω τὸν μοναχὸν καὶ ἐπιστρέψω αὐτὸν πρός με.» ὁ δὲ Μιχαὴλ χαρᾶς πλησθεὶς ἔφη· «ὁ μὲν εἷς τῇ τοῦ Χριστοῦ μου δυνάμει φυγὰς ᾤχετο, οἱ δύο λοιπόν ἐστε καὶ ὅσον οὔπω ἡττηθήσεσθε καὶ ὑμεῖς ὁ γὰρ ἐμὸς σύμμαχος ἄμαχός ἐστι καὶ ἀήττητος.» ὁ βασιλεὺς ἔφη· «ἓν τῶν δύο, μοναχέ, πρόκειταί σοι· ἢ πεισθῆναί μοι καὶ τῇ ἐμῇ συνθέσθαι θρησκείᾳ, ἢ πικρῷ θανάτῳ τὸν βίον ἀπολιπεῖν καὶ τοῦ γλυκυτάτου φωτὸς οἰκτρῶς στερηθῆναι.» ὁ ἀθλητὴς ἀπεκρίνατο· «ἓν τῶν τριῶν πρόκειταί σοι βασιλεῦ ποιῆσαι, ἢ πρὸς τὸν ἐμὸν ἐκπέμψαι με γέροντα, ἢ πρὸς τὸν Χριστόν μου ἀποστεῖλαί με, ἢ γενέσθαι σε χριστιανὸν καὶ μεθ᾿ ἡμῶν ἀριθμηθῆναι.»

29. οὐκ ἐνεγκὼν τοίνυν ὁ Ἀδραμέλεχ τὴν τοσαύτην αὐτοῦ παρρησίαν, θυμοῦ πλησθεὶς κελεύει ἀνθρακιὰν πυρὸς ὑφαπλωθῆναι καὶ τὰ σανδάλια τῶν τοῦ μοναχοῦ ποδῶν ἐκβαλόντας στῆσαι αὐτὸν ἐπὶ τῶν ἀνθράκων. καὶ δὴ θᾶττον τοῦ προστάγματος γενομένου ἵστατο ὁ μάρτυς ἐπὶ τῶν ἀνθράκων ἀκλινεῖ τῷ σώματι καὶ τῇ διανοίᾳ, οὐ κατεχόμενος τὸ παράπαν ὑπό τινος, οὐ πιεζόμενος, ἀλλ᾿ αὐτὸς ἑαυτὸν ἀσφαλῶς κατέχων καὶ ἀμετακινήτως, οὐ βίᾳ χειρῶν, ἀλλὰ φύσεως, ἀνάγκας ἀνάγκῃ νικῶν προαιρέσεως, καὶ σώματος δριμείας ὀδύνας θερμοτέροις πρὸς θεὸν πόθοις ἀναψύχων καὶ δαυϊτικοὺς ᾄδων ψαλμούς. ἱκανῶς δὲ καταφλεγέντα τὸν γενναῖον ἐκέλευσεν ὁ Πέρσης ἐκβαλεῖν τῆς πυρᾶς. ὁ δὲ ἀκλινὴς αὖθις ἵστατο, ὡς μηδενὸς αὐτῷ συμβάντος ἀνιαροῦ. πάλιν οὖν κελεύει ὁ τύραννος
[p. 27] ἐκ τῶν αὐτοῦ θησαυρῶν ἐνεχθῆναι δηλητήριον φάρμακον θανατηφόρον εἰς ἄγγος τι σιδηροῦν πεφυλαγμένον, αὐθωρὸν θανατοῦν τὸν τοῦτο πίνοντα, καί φησι πρὸς τὸν γενναῖον Μιχαήλ· «νῦν ἥκει σου τὸ τέλος· τοιγαροῦν ἢ τοῖς ἐμοῖς λόγοις τε καὶ δόγμασι πείσθητι, ἢ πίε τὸ ποτήριον τοῦ θανάτου καὶ κακῶς τελεύτα.» ὁ μάρτυς ἀπεκρίνατο· «ἐγὼ καὶ πρὸς δηλητήρια καὶ πρὸς ξίφη καὶ πρὸς πῦρ καὶ πρὸς ἄλλην βάσανον πᾶσαν ἕτοιμός εἰμι, τοῦ δὲ θεοῦ μου καὶ δεσπότου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ οὐκ ἀποστήσομαι, οὐδὲ κερδήσεις σύ τε καὶ ὁ σύνεδρός σου διάβολος τὴν ἐμὴν ψυχήν.» κεράσαντες οὖν τὸ φάρμακον μέλιτι ἐπέδωκαν αὐτῷ, καί φησιν ὁ τύραννος· «κατὰ τὴν ἀπειθῆ σου καὶ ἀκαμπῆ γνώμην λαβὲ τὸ πικρὸν τοῦ θανάτου σὺν γλυκύτητι μέλιτος.» λαμβάνει τὸ ποτήριον ὁ μάρτυς καὶ τὸ τῆς πίστεως ἐπειπὼν σύμβολον καὶ τῷ σημείῳ τοῦ σταυροῦ σφραγίσας τὴν κύλικα, πάντων τῶν χριστιανῶν δακρυρροούντων, ἀλλὰ καὶ αὐτοῦ τοῦ βασιλέως ὑπὸ συμπαθείας δακρύσαντος, ἐβόησεν ὁ ἀθλητής· «πιστεύω εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα·» καὶ τοῦτο εἰπών, ἀτρεμεῖ τῷ λογισμῷ πέπωκε τὸ ποτήριον τοῦ θανάτου, τῇ δὲ χάριτι καὶ δυνάμει τοῦ Χριστοῦ ἔμεινεν ἀβλαβής. ἐθαύμασε δὲ ὁ βασιλεὺς καὶ ἀπόπειραν τοῦ φαρμάκου ποιούμενος, ἐκέλευσεν ἀχθῆναί τινα τῶν καταδίκων ἀποθανεῖν ὀφείλοντα καὶ ἐκ τούτου πιεῖν τοῦ φαρμάκου. οὗ δὴ γεγονότος, ἅμα τῷ πιεῖν σὺν λυγμῷ μεγάλῳ τὴν ψυχὴν ἀπέρρηξεν, παρευθὺ δὲ διερρύη καὶ ὅλον αὐτοῦ τὸ σῶμα. ὁ δὲ μάρτυς ἵστατο ἄρτιος, ἀσινής, εὐχὰς ἀναπέμπων τῷ κυρίῳ.

30. τότε πάντες οἱ χριστιανοὶ ὡς ἐκ μιᾶς γλώττης ἐδόξασαν Χριστὸν τὸν θεὸν ἡμῶν, οἱ δὲ Σαρακηνοὶ καταισχυνθέντες καὶ ὕβριν
[p. 28] τῆς ἑαυτῶν θρησκείας τὸ θαῦμα λογισάμενοι ἐβόων τῷ βασιλεῖ ἢ τὸν μοναχὸν ἀποθανεῖν, ἢ πάντας τοὺς χριστιανοὺς κατασφαγῆναι. ὁ δὲ βασιλεὺς τὸ ἱκανὸν ποιῶν τῷ ὄχλῳ τῶν Σαρακηνῶν, ἐκέλευσεν ἐκβαλεῖν αὐτὸν ἔξω τῆς πόλεως καὶ ἀποκεφαλισθῆναι· εὐθὺς οὖν οἱ στρατιῶται ἐξενέγκαντες τοῦτον εἰς τὸν τῆς τελειώσεως τόπον, συνεξῆλθον αὐτῷ πᾶς ὁ τῆς πόλεως λαὸς χριστιανοί τε καὶ Σαρακηνοί. ὁ δὲ μάρτυς στὰς πρὸς ἀνατολάς, ὄμματά τε καὶ χεῖρας εἰς οὐρανὸν ἐπάρας προσηύξατο οὕτως.

31. «δέσποτα παντοκράτορ, ὕψιστε βασιλεῦ, ἅγιε ἁγίων, εὐχαριστῶ σοι, ὅτι κατηξίωσάς με τὸν ἀγῶνα τοῦτον εἰς τέλος διαγωνίσασθαι. καὶ νῦν δέομαί σου μὴ ἅψηταί μου ἡ ἐπίβουλος τοῦ πονηροῦ χεὶρ καὶ πρὸς ἀπωλείας βυθὸν κατασπάσῃ, ἀλλὰ δι᾿ ἁγίων ἀγγέλων σου τὴν ἐμὴν ψυχὴν παραλαβὼν εἰς ἀναπαύσεως εἰσάγαγε μονάς. σὲ γὰρ ἐπεπόθησα, κύριε, καὶ σὲ ὑμνῶ καὶ μεγαλύνω τὸν πατέρα καὶ υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, τὴν μίαν θεότητα καὶ βασιλείαν, ὅτι σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.»

32. ταῦτα προσευξάμενος ὁ ἀθλητὴς καὶ προσκυνήσας τῷ θεῷ εἰρήνην τε δοὺς τοῖς πιστοῖς ἔκλινε τὴν κεφαλήν, καὶ προσελθὼν ὁ σπεκουλάτωρ ξίφει ταύτην ἀπέτεμεν. καὶ εὐθὺς πᾶς ὁ τῶν χριστιανῶν λαὸς δέδωκε δόξαν τῷ θεῷ τῷ ἐνισχύσαντι τὸν ἑαυτοῦ γενναῖον ἀθλητὴν τὸν τοῦ μαρτυρίου διανύσαι ἀγῶνα. ἐλθόντες δὲ οἱ ἐν τῷ ξενοδοχείῳ τῆς λαύρας μοναχοὶ ἤθελον λαβεῖν τὸ μαρτυρικὸν ἐκεῖνο τοῦ ἀθλοφόρου σῶμα· ἀντέστησαν δὲ οἱ τῆς πόλεως Ἱεροσολύμων πιστοὶ λέγοντες· «ὧδε ἀνύσας τὸν τῆς ἀθλήσεως δρόμον, ὧδε καὶ τεθήσεται εἰς ἁγιασμὸν καὶ εὐλογίαν τοῦ πιστοῦ λαοῦ.» οἱ μοναχοὶ δὲ ἀντέλεγον ὅτι θρέμμα τῆς ἐρήμου ἐστὶ καὶ τέκνον τοῦ ὁσίου πατρὸς ἡμῶν Σάβα, καὶ οὐκ ἔξεστιν ἀλλαχοῦ ταφῆναι, ἀλλ᾿ ἢ ἐν τῇ λαύρᾳ.

[p. 29]

33. πολλῆς οὖν γενομένης ἀντιλογίας ἔφθασεν ἡ φήμη μέχρι τοῦ βασιλέως· ὁ δὲ τὸ δίκαιον κρίνας ἐκέλευσε τοῖς μοναχοῖς ἀποδοθῆναι τὸ λείψανον· καὶ δὴ ἀναλαβόμενοι τοῦτο οἱ μοναχοὶ ἐπὶ κραββάτου πρὸς τὸ ξενοδοχεῖον κατήγαγον. ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ ἀπεκαλύφθη τῷ μεγάλῳ Θεοδώρῳ τὰ κατὰ τὸν Μιχαήλ, καὶ ἀπελθὼν ἐν τῇ ἐκκλησίᾳ διηγήσατο τὸ ὅραμα τῷ τε καθηγουμένῳ καὶ τοῖς ἀδελφοῖς ὅτι, φησί «σήμερον ὁ ἀδελφὸς Μιχαὴλ τὸν μαρτυρικὸν ἤθλησεν ἀγῶνα ἐν τῇ πόλει.» εὐθὺς οὖν ἀποστέλλει ὁ ἡγούμενος λογάδας μοναχῶν, ὅπως λαβόντες τὸ ἱερὸν ἐκεῖνο τοῦ μάρτυρος σῶμα σὺν ὕμνοις καὶ ψαλμοῖς ἐνέγκωσιν ἐν τῇ μονῇ. οἱ δὲ ἀπελθόντες ἀνελάβοντο αὐτὸ νύκτωρ καὶ ἐξῆλθον τὴν πρὸς τὴν λαύραν φέρουσαν ὁδόν. δείκνυσι δὲ τότε θαῦμα μέγα ὁ τῶν θαυμασίων θεός· στύλος γὰρ πυρὸς οὐρανόθεν κατελθὼν προεπορεύετο τοῦ μαρτυρικοῦ σώματος, μέγα φῶς ἀποστίλβων, ὡς πᾶν τὸ περίχωρον ἐκεῖνο καταλάμπεσθαι, καὶ πάντα τὸν τῆς ἁγίας πόλεως λαὸν θεωρεῖν τὸν ὑπερφυῆ καὶ πάμφωτον στύλον ἐκεῖνον, ὃς δὴ καὶ μέχρι τῆς λαύρας καθωδήγησεν τοὺς βαστάζοντας τὴν κλίνην, ἐν ᾗ τὸ τίμιον κατέκειτο τοῦ ἀθλητοῦ σκῆνος.

34. εἶτα ἐξέρχεται ὁ ὅσιος Θεόδωρος εἰς ἀπαντὴν τοῦ μακαρίου πύκτου, ποταμηδὸν καταχέων δάκρυα, σὺν αὐτῷ δὲ καὶ ὁ καθηγούμενος καὶ πᾶσα ἡ ἀδελφότης μετὰ λαμπάδων καὶ θυμιαμάτων καὶ ὕμνους ᾄδοντες μαρτυρικοὺς ἀπήγαγον αὐτὸν εἰς τὸ κυριακόν.

ἦν δέ τις ἐν τῇ λαύρᾳ ἀσθενῶν ἀδελφὸς τὸ ὄνομα Γεώργιος ἀρθρίτιδι κατεχόμενος καὶ κλινήρης κατακείμενος ἔτη τρία, ὅντινα περιὼν ὁ ἀββᾶς Μιχαὴλ ἐφίλει καὶ πολλάκις καθυπηρετῶν ἐθεράπευε. τότε τοίνυν ὁ Γεώργιος οὗτος ἠξίου πάντας βαστάσαι αὐτὸν καὶ
[p. 30] πρὸς τὴν ἐκκλησίαν ἀπαγαγεῖν. ὡς δὲ πάντων συντρεχόντων οὐδεὶς τὸν ἀσθενῆ διὰ φροντίδος ἔθετο, δακρύσας ἐκεῖνος ἔφη· «ὦ Μιχαήλ, ἀδελφέ, εἰ ἔτυχε παρρησίας πρὸς Χριστόν, μνήσθητί μου τοῦ σοῦ φίλου καὶ πρέσβευσον δοθῆναί μοι δύναμιν, ὅπως ἐλθὼν θεάσωμαί σε καὶ τὸν ἐν Χριστῷ δώσω σοι ἀσπασμόν.» εὐθὺς οὖν καὶ παραυτά, (ὤ πῶς σου τὰ θαυμάσια, Χριστέ, διηγήσομαι) ὁ μηδὲ ἀπ᾿ αὐτῆς τῆς κλίνης ῥᾳδίως ἰσχύων σαλευθῆναι σῶος ἐδείκνυτο καὶ ὑγιὴς καὶ τοῖς ἰδίοις ἀλλόμενος ποσὶ τὴν ἐκκλησίαν καταλαμβάνει καὶ μετὰ πολλῶν δακρύων κατασπάζεται τὸ ἱερὸν τοῦ μάρτυρος σῶμα, κράζων καὶ λέγων· «ἀληθῶς, ἀδελφὲ ποθεινότατε, μεγάλης ἔτυχες πρὸς Χριστὸν παρρησίας· ὄντως τελείαν ἔδειξας εἰς ἐμὲ τὸν ταλαίπωρον τὴν ἐντολὴν τῆς ἀγάπης· καὶ περιὼν γὰρ ἐν τῇ ζωῇ ταύτῃ πολλά μοι τῷ ταπεινῷ καθυπηρέτησας, καὶ πρὸς Χριστὸν μεταστὰς ὑγιῆ με καὶ ἄπονον παραχρῆμα πεποίηκας.» ᾄσαντες οὖν οἱ τῆς λαύρας ἀδελφοὶ ὕμνους προσφόρους τῷ καιρῷ καὶ τῷ πράγματι, κατέθεντο τὸ τίμιον λείψανον ἐν τῇ θήκῃ τῶν προηθληκότων ποτὲ πατέρων ἐν τῇ αὐτῇ λαύρᾳ μηνὶ ἰουλίῳ ἐννεακαιδεκάτῃ.

35. ταύτην μὲν οὖν τὴν διήγησιν παρεκβατικώτερον κατέταξα τῷ παρόντι λόγῳ χάριν περισσοτέρας ὠφελείας, ἐπανιτέον δὲ αὖθις πρὸς τὸν μακάριον Θεόδωρον, καὶ τὰ ἐκείνου διηγητέον εἰς δύναμιν. τότε μὲν οὖν δὴ ἐπὶ τῷ κλεινῷ Μιχαὴλ χαρᾶς τε καὶ λύπης δάκρυα τῶν ὀφθαλμῶν κατῆγε· χαρᾶς μὲν ὅτι τὸν συγγενῆ αὐτοῦ καὶ φοιτητὴν τοιούτῳ τέλει ἀπαρτισθέντα εἶδε, καὶ τοῖς τῶν ἁγίων μαρτύρων συναριθμηθέντα χοροῖς, καὶ ὅτι τοιοῦτον προέπεμψε πρὸς Χριστὸν τὸν θεὸν ἡμῶν δῶρόν τε καὶ πρεσβευτήν, λύπης δὲ ἐπὶ τῇ στερήσει τοῦ καλοῦ συναγωνιστοῦ καὶ εὐθυδρόμου τῆς
[p. 31] ἀσκήσεως συνοδοιπόρου. ὅμως εὐχαριστηρίους ὕμνους τῷ θεῷ ἀναπέμψας τῆς αὐτῆς εἴχετο ἡσυχίας, ἐπιτείνων μᾶλλον τὴν σκληραγωγίαν καὶ πάσης ἀποστερῶν ἑαυτὸν σωματικῆς παρακλήσεως.

36. ἡ δὲ τοῦ πνεύματος παράκλησις καὶ ἡ τῶν χαρισμάτων ὑπερβολὴ ἐπεδαψιλεύθη μᾶλλον αὐτῷ· συχνότερον δὲ καὶ τὸν κλεινὸν Μιχαὴλ ἐν ὁράμασι νυκτερινοῖς ἐθεώρει, ἐν τόποις μὲν κατοικοῦντα φωτεινοῖς, στολαῖς δὲ καὶ στεφάνοις μαρτυρικοῖς κεκοσμημένον, παρακαλοῦντά τε τοῦτον τὸν πνευματικὸν αὐτοῦ πατέρα καὶ μηδαμῶς λυπεῖσθαι περὶ αὐτοῦ παρεγγυώμενον. «μένει γάρ σοι» φησίν «ὁ μισθὸς παρὰ τῷ θεῷ τῆς εἰς ἐμὲ διδασκαλίας σου καὶ εἰς τόδε τὸ μέτρον ἀναβάσεως.» πάλιν τοίνυν ὁ ὅσιος των αὐτῶν, ὡς εἴρηται, εἴχετο πόνων καὶ ἱδρώτων ἀσκητικῶν, πρὸς τοὺς ἀοράτους διώκτας παραταττόμενος καὶ τὸ τῆς συνειδήσεως μαρτύριον ἀθλῶν καθ᾿ ἑκάστην ἡμέραν· ὁ μὲν γὰρ καλὸς Μιχαὴλ ἐπλεονέκτησε τῇ τῶν μαρτυρικῶν ἄθλων δριμύτητι καὶ τῷ σφοδρῷ καὶ ὀξυτάτῳ τῶν κολάσεων, οὗτος δὲ πάλιν ἀνεπλήρου τῇ παρατάσει τῶν ἐπιπόνων καὶ τῇ παρ᾿ ὅλον τὸν βίον παρὰ τῶν πονηρῶν πνευμάτων πολεμουμένῃ ζωῇ, καὶ τῇ ἑαυτοῦ διὰ τῆς ὑπερφυοῦς ἀσκήσεως ἀντιπαρατάσει.

37. μετὰ γὰρ τὸ τελειωθῆναι τὸν μακαρίτην Μιχαὴλ καὶ τῷ μαρτυρικῷ στέφει κατακοσμηθῆναι, πρὸς μείζονας καὶ ὑπερφυεστέρους τῆς ἀσκήσεως δρόμους ὁ μέγας Θεόδωρος ἑαυτὸν ἀνῆγεν, ὥσπερ μὴ ἀρκούντως ὑπάρχειν αὐτῷ τοὺς πρώην ἀγῶνας, ὅθεν καὶ νηστείας πλειοτέρας ἐπίτασις ἦν, καὶ ἀγρυπνίας προσθήκη, καὶ προσευχῆς ἀνάβασις ὑψηλοτέρα, καὶ θεωριῶν πνευματικῶν πολυπλασιασμός· τὸ δὲ φιλεργὸν ἐν πόνοις, τὸ δὲ ἐξ οἰκείων πόνων φιλόδωρον, τὸ δὲ τῆς ἀναγνώσεως σύντονον, τὴν δὲ τῶν ἀνεγνωσμένων
[p. 32] ἔρευναν καὶ γνῶσιν, τὰ δὲ ἄλλα τῶν ἀρετῶν αὐτοῦ προτερήματα τίς ἂν καὶ λέγειν ἱκανὸς ἆρα ἦν δὲ καὶ ὁ λόγος αὐτοῦ ἐπωφελὴς τοῖς ἀκούουσιν· οὐχὶ νοῆσαι γὰρ μόνον ὀξύτατος ἦν ὁ ἀνήρ, ἀλλὰ καὶ εἰπεῖν προχειρότατος καὶ περιττῶς τῇ εὐρημοσύνῃ χρήσασθαι δεξιώτατος, ὡς ἐντεῦθεν διαθέειν αὐτοῦ τὴν φήμην πανταχοῦ καὶ ἐν ταῖς ἁπάντων γλώτταις ὑπάρχειν τὰ κατ᾿ αὐτόν.

38. ποτὲ γοῦν κατ᾿ αὐτὴν δὴ τὴν σεβασμίαν τοῦ εὐαγγελισμοῦ ἡμέραν τῆς πανηγύρεως ἐπιτελουμένης τῆς παναγίας ἀχράντου θεοτόκου, ἐξελθόντες οἱ τῆς λαύρας πατέρες εἰς λιτὴν περιήρχοντο τὰς κέλλας τῶν ἡσυχαστῶν τε καὶ ἀναχωρητῶν· καὶ δὴ παραβαλόντες τῷ ὁσίῳ Θεοδώρῳ εὐχήν τε ἐκτενῆ ἐπιτελέσαντες καὶ ἀσπασάμενοι αὐτόν, ἐκάθισαν εἰς ὁμιλίαν πνευματικήν· ἦν δὲ ὁ ὅσιος ἄσιτος τὸ παράπαν ἐν ὅλαις ταῖς τῶν νηστειῶν ἡμέραις κατὰ τὴν πέμπτην ἑβδομάδα τηνικαῦτα τῆς ἑορτῆς τοῦ εὐαγγελισμοῦ παρεισελθούσης. ἠξίωσαν οὖν αὐτὸν οἱ πατέρες τῶν ἀχράντων τε μεταλαβεῖν μυστηρίων καὶ τροφῆς μετ᾿ αὐτῶν μνησθῆναι· καὶ δὴ τῆς ἀναιμάκτου τελεσθείσης θυσίας καὶ τὸν οὐράνιον δεξάμενος μαργαρίτην, ὅλος θεοφορούμενος ἦν.

39. οἱ μὲν οὖν πλεῖστοι τῶν μοναχῶν εἰς τὴν μεγάλην ἀπῄεσαν ἐκκλησίαν τὴν ἀκολουθίαν τελέσοντες τῆς θείας μυσταγωγίας, πολλοὶ δὲ τῶν ἐγκρίτων παρέμειναν τῷ ὁσίῳ ἐπ᾿ αὐτῷ τούτῳ ἵνα τροφῆς αὐτὸν μεταλαβεῖν ἀναγκάσωσι· παρετέθη δὲ τράπεζα ὄντως ἀσκητική, ἄρτον ἔχουσα καὶ ὄσπρια διάβροχα ὕδατι μετὰ ἐλαιῶν ὀλίγων, ὧν μεταλαβόντες κοινῇ τὴν εὐχαριστίαν τῷ θεῷ ἀνέπεμψαν· ἠνέχθη δὲ καὶ ὀλίγος οἶνος ὁ ἐκ τοῦ νάματος περιττεύσας, ἐξ οὗ μετασχεῖν μικρόν τι ποτήριον σὺν αὐτοῖς ἄγαν ἀναγκαστικῶς οἱ γέροντες ἔπεισαν αὐτόν. τῆς δὲ
[p. 33] αὐτοσχεδίου καὶ μοναχικῆς τραπέζης ἀρθείσης εἰς ὁμιλίας πάλιν πνευματικὰς ἦλθον, καὶ ἀξιούντων τῶν πατέρων λόγου ἥπτετο ὁ μέγας Θεόδωρος καὶ διδασκαλίας χαριεστάτης, «πατέρες» λέγων «καὶ ἀδελφοί, οὐκ ἔδει με τὸν ἀσθενῆ καὶ ἀχρεῖον περὶ ψυχικῆς ὠφελείας ὑμῖν διαλέγεσθαι, τοῖς μᾶλλον ἐμοῦ βαστάσασι τὸν καύσωνα τῆς ἡμέρας καὶ ἱδρῶσι πολλοῖς κτησαμένοις τὰς ἀρετάς. ὅμως ἐπεὶ πατρικοῖς λόγοις οὐ χρὴ ἀπειθεῖν, ἅπερ παρ᾿ ὑμῶν αὐτῶν μεμάθηκα, ἐκεῖνα ὡς μαθητὴς διδασκάλοις ἀπαγγελῶ· τοῦτο γὰρ πᾶσι δῆλόν ἐστι καὶ πιστὸς ὁ λόγος ὑπάρχει, ὅτι παντὶ τῷ θέλοντι σωθῆναι πίστεως δεῖ πρὸ πάντων ἀντέχεσθαι ὀρθοδόξου καὶ πολιτείας ἀρίστης, οὔτε γὰρ πολιτείας ἀκρίβεια καθ᾿ ἑαυτὴν ὠφέλιμος μὴ διὰ τῆς ὀρθοδόξου πίστεως πεφωτισμένη, οὔτε μὴν ὀρθὴ ὁμολογία ἀγαθῶν ἔργων ἄμοιρος οὖσα παραστῆσαι ἡμᾶς δυνήσεται τῷ κυρίῳ· ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ὁ τοῦ θεοῦ ἄνθρωπος ᾖ καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή· πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, φησὶν ὁ ἀπόστολος, δι᾿ ἀγάπης ἐνεργουμένη· τὴν ἀγάπην οὖν ὡς κεφάλαιον πασῶν τῶν ἀρετῶν μνημονεύσας, δι᾿ αὐτῆς καὶ τὰς λοιπὰς ἐδήλωσεν ἀγαθοεργίας. δεῖ τοίνυν τῶν μὲν φαύλων ἀπέχεσθαι, τῶν ἀρίστων δὲ ἀντέχεσθαι πράξεων, καὶ ἄξια τῆς ἐπουρανίου κλήσεως φρονεῖν, καὶ ἀξίως τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθαι ἐν ἀγάπῃ, ἐν ταπεινώσει, ἐν προσευχῇ καὶ ψαλμῳδίᾳ, ἐν συντριβῇ καρδίας καὶ μνήμῃ διηνεκεῖ τοῦ θανάτου καὶ τῆς μελλούσης κολάσεως, ἐν λόγῳ ἀληθείας, ἐν ἀκτημοσύνῃ καὶ ἀφιλαργυρίᾳ, ἐν ἐλέει καὶ συμπαθείᾳ τῶν ἐπιδεομένων, ἐν ᾧ ἄν τις ἰσχύῃ, ἐν φιλαδελφίᾳ καὶ φιλοξενίᾳ καὶ φιλανθρωπίᾳ, ἐν καθαρότητι καὶ σωφροσύνῃ σώματός τε καὶ ψυχῆς, ἐν εἰρήνῃ καὶ ἁγιασμῷ, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον, ἐν εὐτελείᾳ τῶν ἐνδυμάτων καὶ λοιπῶν χρειῶν τοῦ σώματος, ἐν διακρίσει εὐδιακρίτῳ μετὰ καὶ τῆς τῶν προεστώτων
[p. 34] δοκιμασίας ποιεῖν πάντα εἰς δόξαν θεοῦ, ἐν ἀμνησικακίᾳ τελείᾳ, μᾶλλον μὲν οὖν καὶ θεραπείᾳ τῶν ἐχόντων τι καθ᾿ ἡμῶν, ἐν φόβῳ καὶ μνήμῃ θεοῦ διηνεκεῖ, κατὰ τὸν εἰπόντα· Ϡκαθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.Ϡ ταῦτα πάντα τὰ εἰρημένα χρὴ ἀσπάζεσθαι καὶ τούτων ἀντέχεσθαι, ἀπέχεσθαι δὲ τῶν ἐναντίων· μὴ μετεωρίζεσθαι, μὴ ἀφέλκεσθαι τῶν τοῦ θεοῦ θελημάτων καὶ κριμάτων, μὴ ὑπερηφανεύεσθαι, μήτε κενοδοξεῖν, μὴ ὑβρίζειν ἢ βλασφημεῖν ἢ μάχεσθαι, μὴ ὀργίζεσθαι, μηδὲ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ, μὴ κατακρίνειν ἢ καταλαλεῖν, μὴ εὐτράπελα φθέγγεσθαι ἢ γελᾶν ἢ γελοιαστῶν ἀνέχεσθαι ἢ ἀργολογίαις σχολάζειν, μὴ οἴνῳ δεδουλῶσθαι ἢ περὶ τὰ βρώματα φιλήδονον εἶναι (Ϡὁ γὰρ ἀγωνιζόμενος πάντα ἐγκρατεύεταιϠ) μὴ γογγύζειν ἐν στενοχωρίᾳ τῶν χρειῶν ἢ ἄλλῳ τινὶ ἐπενεχθέντι λυπηρῷ, μὴ θρασέως καὶ καταφρονητικῶς ἀποκρίνεσθαι, μὴ καλλωπισμὸν ἱματίων ἢ ὑποδημάτων ζητεῖν, μὴ τιμῶν ὀρέγεσθαι ἢ πρωτείων ἀντιποιεῖσθαι, μὴ ἀργὸν ἐσθίειν ἄρτον τὸν ἐργάζεσθαι δυνάμενον, ἀλλ᾿ ἐκβιάζειν ἑαυτὸν εἰς τὴν σπουδὴν τοῦ κατὰ δύναμιν ἔργου, μὴ κατὰ φιλονεικίαν ἢ ἔριν τὴν πρός τινα ποιεῖν τι, μηδὲ φθονεῖν τῇ εὐδοκιμήσει τοῦ ἀδελφοῦ ἢ ἐπιχαίρειν ἐλαττώματί τινος, μὴ πολυκτήμονα καὶ φιλάργυρον εἶναι, μηδὲ περισπᾶσθαι εἰς ἄμετρα ἔργα καὶ ὑπερβαίνειν τοὺς ὅρους τῆς αὐταρκείας, μὴ ἀμελεῖν καὶ καιρὸν ἀναμένειν ἐπὶ τῇ ἑαυτοῦ διορθώσει διὰ τὸ μὴ ἀσφαλῶς ἔχειν περὶ τῆς αὔριον· φησὶ γὰρ ὅτι·Ϡπολλοὶ πολλὰ βουλευσάμενοι, τὴν αὔριον οὐ κατέλαβον.Ϡ εἰ οὖν ἀπεχόμεθα τούτων καὶ τῶν ἐξ αὐτῶν τικτομένων παθῶν, διώκομεν δὲ τὰ προειρημένα καὶ τὰς ἐξ ἐκείνων ἐγγινομένας ἡμῖν ἀρετάς, ὄντως τῶν σωζομένων ἐσμὲν ἐν ἐλέει καὶ φιλανθρωπίᾳ θεοῦ· τῆς παρ᾿ αὐτοῦ γὰρ χρῄζομεν βοηθείας καὶ ἐπισκιάσεως, μηδὲν ἄνευ τῆς θείας αὐτοῦ ῥοπῆς ποιεῖν δυνάμενοι. ἐκείνου
[p. 35] δὲ συνεργοῦντος τῇ ἐπιμόνῳ ἡμῶν καὶ συντετριμμένῃ δεήσει δυνησόμεθα, ἑκάστης ἀρετῆς τὴν ἀντιπαρακειμένην κακίαν διακρουσάμενοι, τὸ βέλτιον αἱρεῖσθαι καὶ ἐκφυγεῖν μὲν τὴν πλατεῖαν ὁδὸν καὶ ἄνετον, ἥτις ἐπ᾿ αὐτὸ φέρει τῆς ἀπωλείας τὸ βάραθρον, τὴν δὲ στενὴν καὶ τεθλιμμένην ὁδεῦσαι, τὴν ἀπάγουσαν πρὸς ζωὴν τοὺς δι᾿ αὐτῆς ὁδεύοντας, ὡς ἂν βιασάμενοι ἑαυτοὺς τὴν βιαστὴν ἁρπάσωμεν τοῦ θεοῦ βασιλείαν, ὃς φυλάξει πάντας ἡμᾶς εἰς δόξαν τῆς αὐτοῦ μεγαλωσύνης· ἀμήν.»

40. ὁ μὲν οὖν ὅσιος Θεόδωρος ταῦτα πρὸς τοὺς παρόντας διεξῄει πατέρας, αὖθις δὲ ἐκεῖνοι δέησιν αὐτῷ προσῆγον εὐσύνοπτά τινα καὶ κεφαλαιώδη ῥήματα πνευματικὰ ὑπαγορεῦσαι τούτοις. καὶ δὴ ταῖς ἐκείνων εἴξας παρακλήσεσι χαριέντως καὶ αὐτοσχεδίως προήνεγκε ψυχωφελῆ κεφάλαια, ἅτινα τῶν παρόντων τὶς ταχυγράφος ἐσημειώσατο ἐν ἑκατὸν κεφαλαίοις, ἅπερ ἐν τῷ τέλει ἐντάξω τοῦ παρόντος συγγράμματος, ἵνα μὴ διακοπὴν ἡ τῶν γραφησομένων διήγησις δέξηται. ἐκεῖνοι μὲν οὖν οἱ πατέρες τότε πλήρεις ὠφελείας πνευματικῆς ἀπῄεσαν οἴκαδε, ὁ δὲ μέγας Θεόδωρος εἴχετο τῆς συνήθους ἀρετῆς καὶ ὑπερφυοῦς ἀσκήσεως.

41. ἐν ἐκείνῳ τοίνυν τῷ καιρῷ κατ᾿ αὐτὰς δὴ τὰς ἡμέρας τῶν σεβασμίων παθῶν τοῦ κυρίου καὶ τῆς ζωηφόρου καὶ ἁγίας αὐτοῦ ἀναστάσεως, ἐγένετο καὶ τὸν πατριάρχην Ἀντιοχείας ἐν τῇ ἁγίᾳ παραγενέσθαι πόλει συνάμα τοῖς ὑπ᾿ αὐτὸν ἐπισκόποις, τοῦτο μὲν κατὰ θέαν καὶ πρσκύνησιν τοῦ ζωηρύτου καὶ ζωοδόχου τάφου, τοῦτο δὲ καὶ διά τινας ἐκκλησιαστικὰς ὑποθέσεις· παρόντων δὲ ἀμφοτέρων τῶν πατριαρχῶν καὶ τῶν ὑπ᾿ αὐτοὺς ἀρχιερέων, παραγίνονταί τινες οἰκήτορες πόλεως Ἐδέσης, ἱερεῖς τε καὶ λαϊκοί, οἱ προὔχοντες τῆς πόλεως, καὶ τὰς ἁγίας προσκυνήσαντες
[p. 36] ἐκκλησίας, προσῆλθον τῇ ἱερᾷ συνόδῳ δέησιν προσάγοντες θερμοτάτην καὶ τοιάδε λέγοντες· «πατέρες ἡμῶν τίμιοι καὶ τοῦ ἀληθινοῦ ἀρχιερέως καὶ ἀρχιποίμενος Χριστοῦ μαθηταὶ καὶ μιμηταί, ἐλεήσατε τὴν ἡμετέραν ὀρφανίαν καὶ ἐπὶ γόνυ κλιθείσῃ τῇ καθ᾿ ἡμᾶς ἐκκλησίᾳ χεῖρα βοηθείας ὀρέξατε· πάλαι γὰρ τετελευτηκότος τοῦ ἀρχιερέως ἡμῶν καὶ τῆς ἐκκλησίας χηρευούσης, πολλοὶ ἐπετέθησαν αἱρετικοὶ τῇ πολιτείᾳ ἡμῶν· ἔνθεν οἱ τὰ Νεστορίου φρονοῦντες, ἐκεῖθεν οἱ τὰ Σεβήρου καὶ Εὐτυχοῦς ληροῦντες καὶ πολλὰς ψυχὰς πληροῦσι τοῦ θανατηφόρου ἰοῦ αὐτῶν καὶ πρὸς ἀπώλειαν συναρπάζουσι, καὶ ἔστι τὸ πρᾶγμα πολλῶν ἄξιον δακρύων.» τούτων ταῦτα διεξιόντων, ὁ πατριάρχης Ἱεροσολύμων πρὸς τὸν Ἀντιοχείας πρόεδρον ἔφη· «εὔλογα καὶ δίκαια λεγόντων τῶν ἀνδρῶν, μὴ δὴ ἀναβολαῖς καὶ ὑπερθέσεσι τὸ πρᾶγμα δώσῃς· σοὶ γὰρ ἡ τῆς ἐκκλησίας ἐκείνης ἀνάκειται πρόνοια. εἰ οὖν ῥαθυμίᾳ ἡμετέρᾳ οἱ αἱρετικοί τινας τοῦ ποιμνίου οἷάπερ λύκοι βαρεῖς διαφθείρουσιν, ἡμεῖς πάντως τὸν λόγον τῷ ἀρχιποίμενι Χριστῷ δώσομεν.» ὁ δὲ Ἀντιοχείας ἀπεκρίνατο· «εἴθε γένοιτο ἱκανόν τινα καὶ ἁρμόδιον τῇ πόλει ἐκείνῃ ποιμένα εὑρεθῆναι, καὶ θᾶττον ἐπὶ πάντων ἡμῶν προχειρισθείη.» τότε ὁ ἁγιώτατος πατριάρχης Ἱεροσολύμων θεόθεν ἐμπνευσθεὶς ἔφη· «οὐδένα οὕτως οἰκεῖον καὶ δεξιῶς τῷ πράγματι ἐπιτετευγμένον δοκῶ εἶναι, ὡς τὸν θαυμαστὸν ἐν ἡσυχασταῖς Θεόδωρον, τὸν κατὰ τὴν λαύραν τοῦ ἁγίου Σάβα ἀγγελικῶς πολιτευόμενον.» ὡς ἤκουσε ταῦτα πᾶσα ἡ ἱερὰ σύνοδος, ὡς ἐκ συνθήματος ἐμαρτύρουν, μὴ ἕτερόν τινα κρείττονα Θεοδώρου εὑρίσκεσθαι. ἥσθη ἐπὶ τούτῳ ὁ Θεουπόλεως καὶ ἠξίου τὸν Ἱεροσολύμων θᾶττον ἀγαγεῖν τὸν ἄνδρα. ὡς οὖν καὶ οἱ Ἐδεσηνοὶ ταῦτα ἤκουσαν ηὐχαρίστησαν τῷ κυρίῳ καὶ κοινὴν ἀφῆκαν φωνὴν αὐτὸν τὸν μακάριον Θεόδωρον προχειρίσασθαι αὐτοῖς ποιμένα ἐξαιτούμενοι, ὡς
[p. 37] γέννημα καὶ θρέμμα τῆς αὐτῶν πόλεως ὄντα, εὐδόκιμον δὲ λόγοις τε καὶ ἔργοις.

42. πάντων δὲ τῶν ἀρχιερέων πληροφορηθέντων θείᾳ προνοίᾳ τὸν ἄνδρα εἰς μνήμην ἐλθεῖν, κοινῇ γνώμῃ τῶν δύο πατριαρχῶν καὶ πάσης τῆς θείας συνόδου ψηφίζεται Θεόδωρος ἐπίσκοπος Ἐδέσης, καὶ εὐθὺς γράφει ὁ πατριάρχης Ἱεροσολύμων πρὸς τὸν μακάριον Θεόδωρον, ἀναβολὴν μηδεμίαν θέμενον ἕως αὐτοῦ ἀφικέσθαι, μηδὲν περὶ τῆς ψήφου δηλώσας. ὁ δὲ τὴν ἐπιστολὴν δεξάμενος παραγίνεται εἰς τὴν ἁγίαν πόλιν καὶ τοῖς πατριάρχαις ἐμφανίζεται, ἀναγγέλλουσιν αὐτῷ τήν τε θείαν βουλὴν καὶ γνώμην· καὶ εὐθὺς Θεόδωρος δακρύων ὑποπλήσας τοὺς ὀφθαλμοὺς ἔφη πρὸς αὐτούς· «μή γένοιτό μοι, ἅγιοί μου δεσπόται, τὴν προσποίητον ταύτην καὶ μηδαμινὴν ἡσυχίαν ἀφέμενον πράγματι ὑπεισελθεῖν κρείττον<ι> ἢ κατ᾿ ἐμὴν ὄντι δύναμιν· συγχωρήσατέ μοι διὰ τὸν κύριον, συγχωρήσατε, ἐπεὶ καὶ πλοιαρίῳ μικρῷ φόρτον μείζονα πιστεύειν οὐκ ἀσφαλές.» ταῦτα λέγων ἐπὶ πλεῖον δάκρυα τῇ τοῦ πνεύματος συντριβῇ τῶν ὀφθαλμῶν ἀπέσταξεν, ἀνάξιον ἑαυτὸν εἶναι λέγων τοιαύτης ἀρχῆς ὑποστῆναι βάρος. οἱ δὲ ἱεράρχαι ἀνεκτῶντο καὶ ἀνεῖχον τοῦτον ἐπιδεξίως λόγους παρακλητικοὺς τῇ ἀθυμίᾳ τῆς αὐτοῦ ψυχῆς ἐπιπάττοντες, μὴ ἀντιλέγειν δὲ ἐπισκήπτοντες τῇ τοῦ ἁγίου πνεύματος χάριτι· «οὐκ ἔξεστι γάρ σοι» φησίν «ἄλλως ποιῆσαι, ἢ τὸν ζυγὸν τῆς ἀρχιερωσύνης δέξασθαι καὶ τὸ τοῦ Χριστοῦ ἐγχειρισθῆναι ποίμνιον.» πολλὰ τοίνυν εἰπόντες καὶ ἀκούσαντες ἐνίκησαν τὸν ἀήττητον τῇ κατ᾿ ἐξουσίαν ἐπιταγῇ καὶ ἄκοντα κατέσχον παρ᾿ ἑαυτοῖς. κατ᾿ αὐτὴν δὲ τὴν μεγάλην πέμπτην, ὅτε καὶ τὸ τοῦ θείου μύρου τελεῖται μυστήριον καὶ τοῦ μυστικοῦ δείπνου μνήμην ἄγουσιν αἱ τοῦ Χριστοῦ ἐκκλησίαι, τῶν ἀμφοτέρων
[p. 38] λειτουργούντων πατριαρχῶν μετὰ πολλῶν ἑτέρων ἐπισκόπων, ἄγεται ὁ θεῖος Θεόδωρος καὶ μὴ βουλόμενος, καὶ τὴν τῆς ἀρχιερωσύνης δέχεται χειροτονίαν χειρὶ τοῦ τῆς Ἀντιοχείας προέδρου, θαυματουργεῖ δὲ τότε θεὸς καὶ δείκνυσι τὸν ἱερὸν Θεόδωρον ἄξιον τῆς ἀρχιερωσύνης ὑπάρχοντα· περιστερὰ γὰρ λευκὴ καὶ τὸ εἶδος ὑπερφυής, ἀνὰ τὸν ναὸν περιϊπταμένη κάτεισι παραχρῆμα ἐπὶ τὴν κεφαλὴν τοῦ χειροτονουμένου, καθὼς ἀμφότεροι οἱ πατριάρχαι καὶ οἱ περὶ αὐτοὺς ἐπίσκοποι καὶ ἱερεῖς ἐθεάσαντο καὶ δόξαν ἀνέπεμψαν τῷ θεῷ τῷ ποιοῦντι θαυμάσια. τῆς δὲ θείας τελειωθείσης μυσταγωγίας, ἐξῆλθεν ὁ Θεόδωρος θεοφορούμενος καὶ δαψιλεστέρας τῆς τοῦ ἁγίου πνεύματος ἠξιωμένος χάριτος, συνεστιαθεὶς δὲ τοῖς πατριάρχαις καὶ σὺν αὐτοῖς διατελέσας τήν τε μεγάλην παρασκευὴν τὸ ἅγιόν τε σάββατον, καὶ μετὰ τὴν τῶν κανδήλων τῆς ἁγίας ἀναστάσεως οὐρανίῳ φωτὶ δᾳδουχίαν συλλειτουργήσας τοῖς πατριάρχαις, ὡσαύτως δὲ καὶ τῇ ἁγίᾳ καὶ μεγάλῃ κυριακῇ τὴν λαμπροφόρον ἑορτὴν μετ᾿ αὐτῶν τελέσας καὶ ἔτι πλείονος χάριτος ἐν ἁγίῳ πνεύματι ἐμφορηθείς, ἐξέρχεται τῇ δευτέρᾳ τῆς διακ<α>ινησίμου πρὸς τὴν λαύραν συντάξασθαι τοῖς ἐκεῖσε πατράσι, κατεπειγομένων τῶν ἐξ Ἐδέσης ἐλθόντων οἴκαδε πορεύεσθαι σὺν αὐτῷ. ἐξελθόντα δὲ εἰς τὴν λαύραν ἐξεδέξαντο αὐτὸν ἀσμένως οἱ πατέρες, ἀκηκοότες ἤδη τὴν αὐτοῦ πρὸς ἀρχιερωσύνην προβολήν. Συναυλισθεὶς δὲ αὐτοῖς τρεῖς ἡμέρας, ἔμελλεν ἀποδημεῖν· τότε δὴ γίνεται πρᾶγμα δακρύων ἄξιον· περιστάντες γὰρ αὐτὸν ἅπας ὁ τῶν μοναζόντων χορὸς τί μὴ πρὸς οἶκτον ἔλεγον, ποίαν θρήνων ὑπερβολὴν ἀπελίμπανον ἔνθεν οἱ μοναχοί, ἐκεῖθεν ὁ μέγας Θεόδωρος, περιέβαλλον ἀλλήλους, <ἀλλήλους?> περιέψων, τὴν διαίρεσιν ἀπηγόρευον. οἱ πατέρες ἐθρήνουν τὸν χωρισμὸν τοῦ καλοῦ συνασκητοῦ, ὥσπερ τῷ ἐκείνῳ συνεῖναι ζῶντες, ὁ ὅσιος ὠλοφύρετο τὴν στέρησιν τῆς καλῆς ἡσυχίας καὶ τῶν ἴσα ψυχῆς φιλουμένων αὐτῷ πατέρων καὶ ἀδελφῶν. μόλις δέ ποτε τῇ παραινέσει καὶ
[p. 39] τοῖς παρακλητικοῖς λόγοις τοῦ προεστῶτος διαιρεθέντες, οἱ μὲν ἐπανήρχοντο εἰς τὴν λαύραν, ὁ δὲ τίμιος Θεόδωρος τῆς ὁδοῦ εἴχετο ἕνα τῶν αὐτοῦ μαθητῶν εἰς τὴν αὐτοῦ κέλλαν καταλιπών, προτροπῇ καὶ συναινέσει τοῦ καθηγουμένου.

43. εἰσελθὼν δὲ αὖθις <εἰς> τὴν ἁγίαν πόλιν καὶ τὴν νέαν κυριακὴν ἐκεῖσε τελέσας ταῖς ἁγίαις τε ἐκκλησίαις μετὰ πολλῶν συνταξάμενος δακρύων καὶ τοὺς τιμίους ἀσπασάμενος πατριάρχας καὶ πάντας τοὺς ἐπισκόπους, ἄκων καὶ μὴ βουλόμενος ἤρξατο τῆς πρὸς Ἔδεσαν πορείας πυκνὰ στρεφόμενος καὶ τὴν ἁγίαν βλέπων πόλιν καὶ πρὸς τὰς φάραγγας τῆς ἐρήμου ἀτενίζων καὶ πολλὰ δάκρυα τῶν ὀφθαλμῶν καταχέων. τοιαῦτα δὲ ἔλεγε θρηνῶν· «οἴμοι τῷ δυστυχεῖ· πότε γὰρ ἐγὼ προσεδόκουν πρὸ τῆς ἐσχάτης μου ἀναπνοῆς τὴν φίλην ἀπολιπεῖν ἡσυχίαν τῆς λαύρας ἀποδημῆσαι τοῦ μεγάλου Σάβα τῆς ἁγίας μακρυνθῆναι πόλεως τῆς θέας τε στερηθῆναι τοῦ ζωοδόχου τάφου, τοῦ ἱεροῦ Γολγοθᾶ, ἔνθα τὸ σωτήριον γέγονε τοῦ Χριστοῦ πάθος, τοῦ ὄρους τῶν Ἐλαιῶν καὶ τῶν λοιπῶν ἁγίων τόπων, ὅπου ἔστησαν καὶ ἐβάδισαν σωματικῶς οἱ ἄχραντοι τοῦ σωτῆρος καὶ θεοῦ μου πόδες φεῦ σοι, ταπεινὲ Θεόδωρε, τί πέπονθας ἀπὸ ποίας ἀναπαύσεως εἰς οἵους ἐξεδόθης κόπους ἐκ ποίας γαλήνης εἰς ποῖον πέλαγος κυμάτων τὴν ὁλκάδα σου τῆς ψυχῆς ἐξώρμησας»

44. τοιαῦτα ἐλεεινολογῶν καὶ ὀλοφυρόμενος ἐπορεύετο. συνήμην δὲ μετ᾿ αὐτοῦ κἀγώ, ὁ ταῦτα συγγραψάμενος μετὰ καὶ ἑτέρων δύο ἀδελφῶν. ὡς δὲ τὸν Εὐφράτην ἤδη κατελάβομεν ποταμὸν καὶ παρὰ τὰς αὐτοῦ ὄχθας ἐν τόπῳ χλοερῷ μονὴν ἐποιούμεθα, εἰς μνήμην αὖθις ὁ μέγας Θεόδωρος τῆς ἁγίας πόλεως καὶ τῆς μεγίστης λαύρας ἐλθών, τὸν δαυϊτικὸν εἶπεν ψαλμὸν ἐν πόνῳ καρδίας· «Ϡἐπὶ τῶν ποταμῶν τῆς Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.Ϡ» ταῦτα λέγων καὶ περίλυπος ἄγαν ὑπάρχων, ἐβουλεύσατο ἀποδράσαι καὶ εἰς τὴν λαύραν αὖθις
[p.40] ἐπανελθεῖν· οἱ τοίνυν Ἐδεσηνοὶ αἰσθόμενοι τὴν τούτου βουλὴν φυλακὴν ἐποιοῦντο μήπως στερηθεῖεν τοῦ καλοῦ ποιμένος. ἐκείνων δὲ τῇ φυλακῇ ἐπαγρυπνούντων, θεία τὶς ἐφίσταται ὄψις τῷ Θεοδώρῳ τοιάδε λέγουσα· «οὐκ ἔστι σοι μιμήσασθαι τὸν εἰς γῆν κατορύξαντα τὸ τάλαντον ὀκνηρὸν δοῦλον, ἀλλὰ τὸν τὰ πέντε ἐμπιστευθέντα, δέκα δὲ προσενεγκόντα τῷ ἰδίῳ δεσπότῃ, διὸ καὶ ἐπάνω δέκα πόλεων κατέστη· σὺ τοίνυν τὸν ἐπιτεθέντα σοι τοῦ Χριστοῦ ζυγὸν βαστάζειν μέχρι τέλους μὴ ἀπαναίνου.» εἰς ἑαυτὸν δὲ ὁ Θεόδωρος ἐλθὼν καὶ τοῦ ὁράματος τὴν δύναμιν συνείς, «τὸ θέλημα» ἔφη «κυρίου γενέσθω.» ἔκτοτε τοίνυν προθύμως τοῦ ἐγχειρισθέντος ταλάντου τὴν αὔξησιν ἔργον ἔθετο σπουδαῖον· ἵν᾿ ὥσπερ ἐν τῷ μοναδικῷ βίῳ δόκιμος γέγονεν, οὕτω χάριτι Χριστοῦ εὐδοκιμήσει καὶ ἐν τῷ καλῶς ποιμᾶναι τὰ λογικὰ πρόβατα.

45. ἕωθεν οὖν τὸν Εὐφράτην διαπεράσαντες τῆς ὁδοῦ εἰχόμεθα εὐθὺ τῆς μέσης τῶν ποταμῶν ἐλαύνοντες. Ἀφικόμενοι δὲ εἰς Χαρρὰν ὑποδοχῆς ἐτύχομεν προσηνοῦς· συνέρρεον γὰρ πανδημεὶ πάντες καὶ πρὸς τὴν ὑπάντησιν ἔθεον, πόθῳ τε θερμοτάτῳ τὸν μέγαν ὑπεδέχοντο καὶ ὡς ἕνα τῶν πάλαι ἁγίων ἔβλεπον, ἐκεῖθέν τε ἀπάραντες πρὸς Ἔδεσαν ἀνήχθημεν τὴν πόλιν. ὅτε γοῦν πλησίον ταύτης γεγόναμεν, πᾶν ὅσον περιφανὲς τοῦ τε ἐκκλησιαστικοῦ, τοῦ τε πολιτικοῦ πλήθους, ἐξελθόντες τῆς πόλεως ἱκανῷ διαστήματι φιλοφρόνως ἐδεξιοῦντο τὸν ἑαυτῶν ποιμένα καὶ ἱεράρχην λαμπραῖς ὑπαντήσεσι καὶ τιμαῖς, καὶ ἑρμαῖόν [λεγε· ἕρμαιόν] τι αὐτοῖς ἔδοξε θεῖον καὶ κέρδος ἀπερινόητον ἡ τοῦ καλοῦ ποιμένος ἄφιξις. ἐπεὶ δὲ εἰσῆλθε τὴν πόλιν καὶ εἰς τὸ κυριακὸν ἀφίκετο, τὴν καθολικήν
[p. 41] φημι ἐκκλησίαν, εἶδεν {τε} εἰς κάλλος τε καὶ μέγεθος εὖ ἔχουσαν καὶ μηδὲν τῆς ἐν Ἱεροσολύμοις ἀποδεομένην· ἥσθη τὴν ψυχὴν ὡς ἀπεικόνισμά τι ἀπαράλλακτον τῆς ἁγίας νομίσας ὁρᾶν Ἀναστάσεως. εὐξάμενος οὖν τῷ Θεῷ καὶ εὐχαριστήσας περὶ πάντων εἰρήνην τε τῷ λαῷ δοὺς πρὸς τὸ μαρτύριον ἀπῄει τῶν μεγάλων ὁμολογητῶν Γουρία, Σαμονᾶ καὶ Ἀβίβου, καὶ τὴν τιμίαν αὐτῶν ἀσπασάμενος σορὸν δάκρυά τε ταύτης δαψιλῆ καταρράνας καὶ τὰς λοιπὰς δὲ περιφανεῖς κατιδὼν ἐκκλησίας, καὶ ὁμοίως ἐν πάσαις ἐπευξάμενος, ἐν τῷ ἐπισκοπείῳ κατέπαυσεν. τῇ δὲ ἐπαύριον κυριακῆς οὔσης τῶν ἡμερῶν τὴν μυστικὴν τελέσας ἱερουργίαν καὶ τῇ ἀρχιερατικῇ καθέδρᾳ ἐνθρονισθεὶς εἰρήνην τε τῷ πιστοτάτῳ δοὺς ποιμνίῳ πνευματικῆς ἔπλησεν εὐφροσύνης τὰς ἁπάντων καρδίας. μετὰ δὲ τὴν συμπλήρωσιν τῆς θείας λειτουργίας λόγοις παρακλητικοῖς ἐδεξιοῦτο τοὺς συνεληλυθότας· εἶχε γὰρ καὶ βίον τῷ λόγῳ σύμφωνον καὶ λόγον τῇ τοῦ βίου προσήκοντα καθαρότητι. ὅθεν ἅπαν τὸ τῶν ὀρθοδόξων πλῆθος ηὐχαρίστει τῷ θεῷ τῷ ὑπὸ τοιούτῳ πατρὶ καὶ παιδευτῇ τὸ λογικὸν αὐτοῦ εὐδοκήσαντι ποιμαίνεσθαι ποίμνιον.

46. ἐπεὶ δὲ πολλὰ ζιζάνια τῶν αἱρέσεων ἑώρα ἐν ἐκείνῃ κατασπαρέντα τῇ πόλει παρὰ τοῦ σπορέως τῶν τοιοῦτων πονηρῶν σπερμάτων διαβόλου, ἤσχαλλεν ἐπὶ τούτῳ καὶ ἐδυσφόρει ὁ μακαρίτης, καὶ πᾶσαν ἐπενόει θείαν τε καὶ ἀνθρωπίνην μέθοδον προθέλυμνα τὰ ψυχοφθόρα ἐκριζῶσαι βλαστήματα. ἐν ἑτέρᾳ τοίνυν κυριακῇ συναθροίσας τὸν πιστὸν λαὸν λόγου ἥπτετο καὶ διδασκαλίας πνευματικῆς, «φοβερόν μοι» λέγων «ὦ ἀδελφοί, καὶ μεῖζον ἢ κατ᾿ ἐμὴν δύναμιν τῆς ἱεραρχίας ταύτης τῆς ὑπερφυοῦς τὸ ἀξίωμα· ὅθεν καὶ φόβος μοι μέγας ἐπέκειτο πρὸς τὴν ἐμὴν ἐσχατιὰν ἀφορῶντι καὶ τὴν τοῦ πράγματος ἐννοοῦντι μεγαλειότητα. ἐπεὶ δὲ ἀνάξιόν με ὄντα
[p. 42] καὶ χαμαὶ κείμενον, οἷς ἐπίσταται λόγοις, οὗ τὰ κρίματα ἄβυσσος πολλή, εἰς ταύτην ἤγαγε τὴν διακονίαν καὶ ποιμένα τῆς λογικῆς αὐτοῦ κατέστησε ποίμνης, οὐκ ἀκίνδυνόν μοι τὸ ἀπὸ τοῦδε σιγᾶν, οὐδὲ τὸ ἐμαυτοῦ μόνον ὁρῶντα μισθωτὸν εἶναι καὶ οὐ ποιμένα. δέομαι τοίνυν, ἀδελφοί, πρὸς αὐτῶν τῶν ἐλπίδων, ὧν πάντες ἐχόμεθα, προηγουμένως μὲν τῆς ὀρθῆς πίστεως ἀντέχεσθαι ἡμᾶς καὶ περιέχεσθαι· θεμέλιον γὰρ ἄλλον, ὥς φησιν ὁ ἀπόστολος, οὐδεὶς δύναται θεῖναι, εἰ μὴ ὃν ἔθετο τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν ἁγίων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων, ἥτις ἐστὶν ἡ ὀρθόδοξος πίστις, ἡ διὰ τῶν ἁγίων ἓξ οἰκουμενικῶν συνόδων βεβαιωθεῖσα καὶ κηρυχθεῖσα. εἶτα ἐπὶ τῷ θεμελίῳ τούτῳ τῆς πίστεως δεῖ ἡμᾶς οἰκοδομεῖν χρυσὸν καὶ ἄργυρον καὶ λίθους τιμίους, τὰς ἀγαθάς φημι πράξεις. οὔτε γὰρ πολιτείας ἀκρίβεια καθ᾿ ἑαυτὴν ὠφέλιμος, μὴ διὰ τῆς εἰς θεὸν ὀρθῆς πίστεως πεφωτισμένη, οὔτε ὀρθὴ ὁμολογία ἀγαθῶν ἔργων, ἄμοιρος οὖσα, παραστῆσαι ἡμᾶς δυνήσεται τῷ κυρίῳ, ἀλλὰ δεῖ ἀμφότερα συνεῖναι, ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ μὴ κατὰ τὸ ἐλλεῖπον χωλεύῃ ἡμῶν ἡ ζωή· πίστις γάρ ἐστιν ἡ σώζουσα ἡμᾶς, ὥς φησιν ὁ ἀπόστολος, δι᾿ ἀγάπης ἐνεργουμένη. πιστεύομεν τοίνυν εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, τριάδα θείαν ὑμνοῦντες, αἰτίαν καὶ δημιουργὸν αἰτιατῶν καὶ δημιουργημάτων ἁπάντων ὁρατῶν τε καὶ ἀοράτων, μιᾶς μὲν οὐσίας ἤγουν φύσεως οὖσαν, τριῶν δὲ ὑποστάσεων ἤτοι προσώπων ἰδικῶν καὶ διαφόρων παραστατικήν. ἀλλ᾿ οὐχὶ τὸ διάφορον τῶν τριῶν ὑποστάσεων καὶ προσώπων λέγοντες, ἤδη καὶ διαφορὰν τριῶν θεῶν ἢ τριῶν φύσεων ἢ οὐσιῶν ἀναγκαζόμεθα ἐννοεῖν, ἀλλ᾿ ἕνα μὲν θεὸν καὶ μίαν αὐτοῦ τὴν ἁπλῆν καὶ ἀσώματον φύσιν τε καὶ οὐσίαν ὁμολογοῦμεν. τῷ δὲ διαφόρῳ τῶν προσώπων τὸ διάφορον τῶν ὑποστάσεων σημαίνομεν, τριάδα προσκυνοῦντες ἐν μονάδι καὶ μονάδα ἐν τριάδι, μονάδα τρισυπόστατον καὶ
[p. 43] τριάδα ὁμοούσιον καὶ ὁμοδύναμον καὶ συνάναρχον· ταύτην μόνην γινώσκομεν ἀῒδιον, ἄναρχον, ἀγέννητον, ἄκτιστον, ἀόρατον, ἀπερίγραπτον, ἀπερινόητον, ἀόριστον, ἀναλλοίωτον, ἄτρεπτον, ἀθάνατον, ἀνώλεθρον, ἀπαθῆ, πάντων ποιητικήν τε καὶ συνεκτικὴν καὶ προνοητικήν. ὁμολογοῦμεν δὲ καὶ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τὸν ἕνα τῆς τριάδος, οὐ δήπου τὸν πατέρα, οὔτε μὴν τὸ ἅγιον πνεῦμα, ἀλλὰ τὸν ἐκ θεοῦ πατρὸς φύντα υἱὸν καὶ θεὸν λόγον, τὸν ἀχρόνως καὶ ἀδιαιρέτως ἐξ αὐτοῦ γεγεννημένον καὶ οὐ πεποιημένον, τὸν ὁμοούσιον τῷ γεννήσαντι, τὸν ἀεὶ αὐτῷ συνόντα καὶ συνυπάρχοντα, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγόντα δι᾿ ἀγαθότητα, τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ ἐν παρθενικῇ μήτρᾳ οἰκήσαντα καὶ ἑνώσαντα ἑαυτῷ σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ καθ᾿ ὑπόστασιν ἐξ αὐτῆς τῆς ἀχράντου καὶ θεοτόκου Μαρίας. ὁ γὰρ ἐκ θεοῦ πατρὸς ὁμοούσιος αὐτῷ θεὸς λόγος διὰ πλῆθος φιλανθρωπίας εὐδοκήσας βουλήσει πατρὸς καὶ πνεύματος τὸ οἰκεῖον ἀνασώσασθαι πλάσμα, ἐκ τῶν πατρῴων κόλπων ὅθεν οὐκ ἀπέστη κατελθὼν καὶ τὴν παρθενικὴν μήτραν τῆς πανάγνου παρθένου εἰσδὺς καὶ σάρκα ἐμψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ μὴ προϋποστᾶσαν προσειληφώς, προῆλθε θεὸς σεσαρκωμένος, γεννηθεὶς ἀρρήτως καὶ τὴν παρθενίαν τῆς τεκούσης φυλάξας ἀδιάφθορον, οὐ φυρμὸν οὐ σύγχυσιν οὐ τροπὴν ὑπομείνας, ἀλλὰ μείνας ὅπερ ἦν, γέγονεν ὅπερ οὐκ ἦν, προσλαβὼν τὴν τοῦ δούλου μορφὴν ἀληθείᾳ οὐ φαντασίᾳ, κατὰ πάντα πλήν τῆς ἁμαρτίας ἡμῖν ὁμοιωθείς. τέλειον γὰρ αὐτὸν ἐπιστάμεθα θεὸν καὶ τέλειον ἄνθρωπον, οὐκ ἄλλον καὶ ἄλλον, ἀλλ᾿ ἕνα τὸν αὐτὸν πρὸ σαρκὸς καὶ μετὰ σάρκωσιν, μίαν σύνθετον ὑπόστασιν, τὸν αὐτὸν ἐν δύο τελείαις φύσεσί τε καὶ δύο φυσικαῖς ἰδιότησι, καὶ δύο θελήσεσί τε φυσικαῖς καὶ ἐνεργείαις ἀλλήλαις καθ᾿ ὑπόστασιν ἡνωμέναις, ἀναλλοιώτως, ἀσυγχύτως γνωριζόμενον, τὸν αὐτὸν ἑκουσίως θέλοντα καὶ ἐνεργοῦντα τὰ θεῖα ὡς θεόν, καὶ τὸν αὐτὸν ἑκουσίως θέλοντα καὶ ἐνεργοῦντα τὰ ἀνθρώπινα ὡς ἄνθρωπον. οὐ γὰρ φυσικαῖς
[p. 44] ἀνάγκαις ὑπέκειτο· ἑκὼν γὰρ ἐγεννήθη, ἑκὼν ἐπείνασεν, ἑκὼν ἐδίψησεν, ἑκὼν ἐκοπίασεν, ἑκὼν ἐδειλίασεν, ἑκὼν ἀπέθανεν, ἀληθῶς καὶ ἀφαντάστως πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπομείνας τῆς ἀνθρωπότητος, σταυρωθείς τε καὶ θανάτου γευσάμενος ὁ ἀναμάρτητος, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάς, τῆς σαρκὸς αὐτοῦ οὐκ ἰδούσης διαφθοράν, τὴν ἀνθρωπίνην οὐσίαν ἀφθαρτήσας καὶ ἀθανατήσας συνανέστησεν, καὶ εἰς οὐρανοὺς ἀναγαγὼν κεκάθικεν ἐν δεξιᾷ τοῦ πατρός. ἥξει δὲ πάλιν κρῖναι ζῶντας καὶ νεκρούς, ὃν τρόπον ἀνελήφθη μετὰ τῆς ἰδίας σαρκὸς καὶ ἀποδώσων ἑκάστῳ κατὰ τὸ ἴδιον ἔργον· ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ οἱ μὲν τὰ ἀγαθὰ πράξαντες μετὰ τῆς ὀρθῆς πίστεως πορεύσονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ τὰ φαῦλα πράξαντες καὶ τὴν πίστιν ἀθετήσαντες εἰς κόλασιν αἰώνιον. πρὸς τούτοις προσκυνοῦμεν καὶ κατασπαζόμεθα τὴν πάνσεπτον εἰκόνα τοῦ ἀνθρωπίνου σώματος τοῦ θεοῦ λόγου, τοῦ χρισθέντος θεότητι καὶ γεγονότος ἀμεταβλήτως ὅπερ τὸ χρῖσαν, πίστει λογιζόμενοι αὐτὸν ὁρᾶν τὸν σαρκὶ ὀφθέντα θεὸν καὶ τοῖς ἀνθρώποις συναναστραφέντα. προσκυνοῦμεν καὶ τὸ ξύλον τοῦ τιμίου σταυροῦ, τὰ ἱερά τε σκεύη καὶ τοὺς σεπτοὺς καὶ θείους ναοὺς καὶ τόπους. προσκυνοῦμεν, <καὶ> τιμῶμεν τὴν εἰκόνα τῆς παναγίας θεοτόκου καὶ πάσας τὰς σεπτὰς τῶν τοῦ θεοῦ θεραπόντων εἰκόνας, τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἀναπτεροῦντες πρὸς τὰς πρωτοτύπους μορφάς, καὶ οὐ μέχρι τῆς ὕλης καὶ τῶν χρωμάτων ἱστῶντες τὴν διάνοιαν.»

47. «ταῦτα θεοφιλέστατοι, τῶν ὀρθοδόξων καὶ πατρικῶν παραδόσεων τὰ δόγματα· τούτοις ἡμεῖς ἐξακολουθοῦντες οὕτως πιστεύομεν καὶ ὁμολογοῦμεν, καὶ πάντας τοὺς αἱρετικοὺς καὶ πάσας τὰς αἱρέσεις αὐτῶν ἀναθεματίζομεν δεχόμενοι τὰς ἁγίας καὶ οἰκουμενικὰς ἓξ συνόδους· τὴν ἐν Νικαίᾳ τῶν ἁγίων τριακοσίων δεκαοκτὼ πατέρων, τὴν ἐν Κωνσταντινουπόλει τῶν ἁγίων ἑκατὸν πεντήκοντα πατέρων, τρίτην τὴν ἐν Ἐφέσῳ τὸ πρότερον διακοσίων
[p. 45] ἁγίων πατέρων, τετάρτην τὴν ἐν Χαλκηδόνι ἑξακοσίων τριάκοντα ἁγίων πατέρων, πέμπτην τὴν ἐν Κωνσταντινουπόλει ἑκατὸν ἑξήκοντα τεσσάρων ἁγίων πατέρων, ἕκτην πάλιν ἐν Κωνσταντινουπόλει ἑκατὸν ἑβδομήκοντα ἁγίων πατέρων, ἔτι δὲ καὶ τὴν ἔναγχος γενομένην ἐν τῇ Νικαέων μητροπόλει ἑβδόμην σύνοδον τριακοσίων πεντήκοντα ἁγίων πατέρων, κατὰ τῶν τὰς σεπτὰς εἰκόνας ἀθετούντων καὶ μὴ ἀναστηλούντων ταύτας ἢ προσκυνούντων δυσσεβῶν χριστιανοκατηγόρων. δεχόμεθα καὶ πάσας τὰς κατὰ θεοῦ χάριν κατὰ καιρὸν ἢ τόπον πρὸς βεβαίωσιν τῆς εὐσεβείας καὶ εὐαγγελικῆς πολιτείας συναθροισθείσας ἁγίας συνόδους, ἃς καὶ ἡ καθολικὴ ἐκκλησία ἐδέξατο, καὶ ἅπερ ἀπηγόρευσαν οἱ ἅγιοι πατέρες ἐκεῖνοι ἀπαγορεύομεν, καὶ οὓς ἀνεθεμάτισαν ἀναθεματίζομεν· πολλὰς γὰρ κατὰ διαφόρους καιροὺς καὶ χρόνους ὁ διάβολος αἱρέσεις ἐπενόησεν καὶ πολλὰ ζιζάνια κακοδοξίας διὰ τῶν αὐτῷ καθυπηρετούντων παρανόμων αἱρεσιαρχῶν τῇ οἰκουμένῃ κατέσπειρεν πρὸς ἀνατροπὴν καὶ σύγχυσιν τῆς ὀρθοδόξου πίστεως, οὓς ἀναθεματίζομεν μετὰ τῶν ὑπ᾿ αὐτῶν ἐπινοηθέντων πονηρῶν δογμάτων καὶ μυσαττόμεθα πᾶσαν αἵρεσιν ἀσεβείας οὕτως λέγοντες·»

«Ϡεἴ τις λέγει τρεῖς φύσεις καὶ τρεῖς οὐσίας ἢ τρεῖς θεοὺς ὁριστικῶς τε καὶ θετικῶς ἤ τινας θεοὺς ἢ μίαν ὑπόστασιν τῆς ἁγίας τριάδος κατὰ Ἄρειον τὸν ἑλληνίζοντα καὶ διαιροῦντα, καὶ Σαβέλλιον τὸν ἰουδαῒζοντα καὶ συγχέοντα, ἀνάθεμα ἔστω.Ϡ»

«Ϡεἴ τις οὐχ ὁμολογεῖ τὸν ἐκ θεοῦ πατρὸς ὁμοούσιον αὐτῷ θεὸν λόγον τὸν ἀεὶ αὐτῷ συνόντα καὶ συνυπάρχοντα τὸν κυρίως καὶ κατὰ ἀλήθειαν σαρκωθῆναι καὶ γεννηθῆναι ἐκ τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ διὰ τοῦτο αὐτὴν κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκον εἶναι καὶ λέγεσθαι, ἀνάθεμα ἔστω.Ϡ»

«Ϡεἴ τις οὐχ ὁμολογεῖ τὰς δύο γεννήσεις τοῦ μονογενοῦς υἱοῦ θεοῦ λόγου τήν τε πρὸ αἰώνων ἐκ τοῦ πατρὸς ἀσάρκως, καὶ τὴν ἐπ᾿ ἐσχάτου τῶν ἡμερῶν ἐκ τῆς μητρὸς σαρκικῶς, τῆς μιᾶς καὶ τῆς αὐτῆς [p. 46] ὑποστάσεως τοῦ θεοῦ λόγου, ἀνάθεμα ἔστω. ὥσπερ οὖν τοῦ θεοῦ λόγου τὰς δύο γεννήσεις εἶναι λέγομεν, οὕτως καὶ τὰς δύο φύσεις ὁμολογοῦμεν τοῦ μεγάλου θεοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.Ϡ»

«Ϡεἴ τις οὐκ ἀναθεματίζει Θεόδωρον τὸν Μομψουεστίας καὶ Νεστόριον τοὺς ἀλλήλων ὁμόφρονας καὶ τὰ βλάσφημα αὐτῶν συγγράματα, καθὼς καὶ ὁ μακάριος Κύριλλος ἐξέθετο κατ᾿ αὐτῶν, καὶ οὐχ ὁμολογεῖ κυρίως καὶ κατὰ ἀλήθειαν θεοτόκον τὴν ἁγίαν παρθένον Μαρίαν, ἀνάθεμα ἔστω.Ϡ»

«Ϡεἴ τις οὐχ ὁμολογεῖ, ὅτι ἐκ δύο φύσεων ἐκ θεότητός τε καὶ ἐξ ἀνθρωπότητος ἀπετελέσθη ὁ εἷς Χριστός, ἢ τὸ ἓν αὐτοῦ σύνθετον πρόσωπον καὶ ἡ μία ὑπόστασις τοῦ Χριστοῦ, ἀναθεμα ἔστω.Ϡ»

«εἴ τις οὐχ ὁμολογεῖ ἐν δύο διαφόροις φύσεσι γνωρίζεσθαι τὸν Χριστόν, τοῦτ᾿ ἔστιν ἐν θεότητι καὶ ἀνθρωπότητι, καὶ δύο θελήσεσι καὶ ἐνεργείαις, θεότητός τε καὶ ἀνθρωπότητος, ἀνάθεμα ἔστω. ὥσπερ οὐ λέγομεν ἐν δυσὶ προσώποις εἶναι Χριστὸν ἐπειδὴ οὐδὲ ἐκ δύο προσώπων γέγονεν ἡ ἕνωσις, οὕτως οὐδὲ ἐν δυσὶν ὑποστάσεσιν ὁμολογοῦμεν αὐτὸν ἐπειδὴ οὐδὲ ἐκ δύο ὑποστάσεων γέγονεν ἡ ἕνωσις. ὥσπερ ἐν δύο φύσεσιν ὁμολογοῦμεν τὸν Χριστόν ἐπειδὴ ἐκ δύο φύσεων γέγονεν ἡ ἕνωσις, οὕτως ἐν θεότητι καὶ ἀνθρωπότητι λέγομεν αὐτὸν ἐπειδὴ καὶ ἐκ θεότητος καὶ ἐξ ἀνθρωπότητος γέγονεν ἡ ἕνωσις. μεσίτης γάρ ἐστιν ὁ Χριστὸς θεοῦ καὶ ἀνθρώπων, ἐπειδὴ καὶ ἀμφοτέρων τῶν φύσεων μετέχει.Ϡ»

«Ϡεἴ τις λέγει δύο ὑποστάσεις ἢ δύο φύσεις ὑποστάσεσι διῃρημένας ἢ δύο Χριστοὺς ἢ δύο υἱοὺς κατὰ Θεόδωρον τὸν Μομψουεστίας καὶ Νεστόριον τὸν αὐτοῦ μαθητὴν ἢ μίαν φύσιν ἁπλῶς τοῦ Χριστοῦ κατὰ Διόσκορον καὶ Εὐτυχέα τοὺς συγχέαντας τὰς φύσεις, ἀνάθεμα ἔστω.Ϡ»

«Ϡεἴ τις οὐχ ὁμολογεῖ τὴν μίαν φύσιν τοῦ Θεοῦ λόγου σεσαρκωμένην καὶ προσκυνουμένην μετὰ τῆς σαρκὸς αὐτοῦ μιᾷ προσκυνήσει, ὡς οἱ ἅγιοι πατέρες ἡμῶν ἐδίδαξαν, Ἀθανάσιος καὶ Κύριλλος, ἢ εἴ
[p. 47] τις τὴν μίαν τοῦ λόγου φύσιν οὕτως νοεῖ, ὡς Ἄρειος καὶ οἱ ἄλλοι αἱρετικοὶ κατὰ σύγχυσιν ἢ καθ᾿ ὑπόβασιν, ἀνάθεμα ἔστω.Ϡ»

«Ϡεἴ τις οὑχ ἀναθεματίζει, Ἀπολινάριον, Ὠριγένην, μετὰ τῶν αὐτοῦ ἑλληνικῶν καὶ μανιχαϊκῶν συγγραμμάτων, καὶ Θεόδωρον τὸν Μομψουεστίας, καὶ Νεστόριον τὸν αὐτοῦ μαθητὴν καὶ τὰ αὐτῶν συγγράμματα, καὶ Διόσκορον, καὶ Σεύηρον καὶ Εὐτυχέα καὶ τοὺς τὰ ὅμοια αὐτοῖς φρονήσαντας καὶ φρονοῦντας, καὶ Θεόδωρον τὸν Φαρανίτην, καὶ Κῦρον Ἀλεξανδρείας, Σέργιον, Παῦλον, Πύρρον Κωνσταντινουπόλεως, Ὁνώριον Ῥώμης, Μακάριον Ἀντιοχείας, τοὺς εἰπεῖν τολμήσαντας ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἔχειν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ μετὰ σάρκωσιν, ἔτι δὲ καὶ τοὺς ἀθετοῦντας τὴν προσκύνησιν τῶν σεπτῶν καὶ ἁγίων εἰκόνων, πρὸς τούτοις καὶ τοὺς παλαιοὺς αἱρετικοὺς Μάνεντα καὶ Μαρκίωνα καὶ τοὺς περὶ αὐτούς, εἴ τις οὐκ ἀναθεματίζει τούτους ἅπαντας, ἀνάθεμα ἔστω.Ϡ»

«Ϡεἴ τις οὐχ ὁμολογεῖ τὸν τοῦ θεοῦ λόγον παθόντα σαρκί, καὶ ἐσταυρωμένον σαρκί, καὶ θανάτου γευσάμενον σαρκί, γεγονότα τε πρωτότοκον ἐκ τῶν νεκρῶν, καθὸ ζωή ἐστι καὶ ζωοποιὸς ὡς θεός, ἀνάθεμα ἔστω καὶ κατατετάχθω μετὰ τῶν θεοκτόνων.Ϡ»

«ὥσπερ γὰρ θεὸν οὐδεὶς ἑώρακε πώποτε, οὕτως οὐδὲ θεὸν ἐσταύρωσε πώποτε. ὥσπερ θεὸς ἐφανερώθη ἐν σαρκί, οὕτω θεὸς ἐσταυρώθη καὶ ἐθανατώθη ἐν σαρκί. παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀποστολικῶς εἰπεῖν, ἵνα τὸ αὐτὸ ὁμολογῆτε πάντες καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.»

48. «ἐπεὶ οὖν, ὡς ἀνωτέρω εἴρηται, πολλὰ ζιζάνια κακοδοξίας ἐσπούδασεν ὁ διάβολος διὰ τῶν ἀθέων αἱρεσιαρχῶν τῇ οἰκουμένῃ κατασπεῖραι πρὸς ἀνατροπὴν τῆς ὀρθοδόξου πίστεως, δίκαιον ἡγοῦμαι ταύτας τὰς αἱρέσεις καὶ τοὺς αἱρεσιάρχας ὑμῖν γνωρίσαι, ὡς ἂν
[p. 48] φύγητε τὰ δόγματα αὐτῶν καὶ τέλειον αὐτὰ μισήσητε μῖσος. εἰσὶ δὲ οὗτοι· Μάνης ὁ τοῦ ἀντιθέτου σκότους ἐφευρετής, μᾶλλον δὲ τῆς ἐξουσίας τοῦ σκότους ἀνάπλασμα, ὃς φαντασίᾳ ψιλῇ καὶ σχήματι διακένου σώματος ἀνθρωπίνου πεφανερῶσθαι τὸν κύριον ἐφαντάσθη, ὡς ἀληθῶς καὶ ὠνείρωξεν, ὥστε φησὶ καὶ πάσχειν δοκεῖν αὐτὸν καὶ πράττειν ἅπερ ἔδρα καὶ πεπονθέναι καθ᾿ ἡμᾶς, μηδὲν δὲ τούτων πράγματι καὶ ἀληθείᾳ ὑπάρξαι, ἀλλὰ δοκήσει μόνῃ. διὰ τοῦτο δύο φύσεις παραιτεῖται λέγειν ἐπὶ τοῦ κυρίου, ἀλλὰ μίαν τὴν τῆς θεότητος, ὡς ἅτε τοῦ πεφενακισμένου ἐκείνου σχήματος μὴ ἀξιουμένου παρ᾿ αὐτῶν ἀνθρωπίνην φύσιν ὀνομάζεσθαι. Παῦλος δέ τις τούτῳ τῷ Μάνεντι σύγχρονος γεγονώς, Σαμοσατεὺς μὲν τὸ γένος, ἐν Ἀντιοχείᾳ δὲ περιπολεύων, ψιλὸν ἄνθρωπον τὸν κύριον ἐδυσφήμησεν· ὥσπερ δὲ εἰς ἕκαστον τῶν προφητῶν, οὕτως καὶ ἐν αὐτῷ γενέσθαι τοῦ λόγου τὴν οἴκησιν ἐδογμάτισεν, ὅθεν καὶ δύο φύσεις διῃρημένως ἐχούσας καὶ ἀκοινωνήτους πρὸς ἑαυτὰς παντάπασιν εἶναι ἐν τῷ Χριστῷ, ὡς ἄλλου ὄντος αὐτοῦ τοῦ Χριστοῦ καὶ ἄλλου τοῦ ἐν αὐτῷ κατοικοῦντος Θεοῦ λόγου· αὗται μὲν αἱ πρῶται φυαὶ τοῦ τὴν μίαν φύσιν καὶ τὰς δύο κακῶς καὶ δυσφήμως λέγεσθαι ἐπὶ τοῦ σωτῆρος Χριστοῦ, τὸ μὲν ἐπὶ ἀναιρέσει τῆς ἀνθρωπότητος, τὸ δὲ τῆς θεότητος. χρόνου δὲ προϊόντος οὐ μικροῦ Ἀπολινάριός τις πρόεδρος γενόμενος Λαοδικίας τῆς παραλίου, ἑτέρας παραφροσύνης ἡγήσατο· τῶν γὰρ Ἀρειανῶν παντάπασιν ἄψυχον λεγόντων τὴν τοῦ κυρίου σάρκα, αὐτὸς ὁ Ἀπολινάριος ἔφη ὅτι, σάρκα μὲν ἐμψυχωμένην ἀνέλαβεν ὁ κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ προσήκατο· μηδὲν γὰρ δεηθῆναι νοὸς ἀνθρωπίνου ἐκείνην τὴν σάρκα, ἡγεμονευομένην παρὰ τοῦ αὐτὴν ἐνδεδυκότος Θεοῦ λόγου· ταῦτα ὑποθέμενος διατείνεται μίαν εἶναι τὴν φύσιν τοῦ λόγου καὶ τῆς σαρκὸς ἀτελοῦς οὔσης εἰς τὸ εἶναι ἄνθρωπον ὅλον.»

[p. 49]

49. «πρὸ τούτου δὲ τοῦ Ἀπολιναρίου γέγονε Σαβέλλιος ὁ Λίβυς, σύγχυσιν τολμήσας τῶν τριῶν τῆς θεότητος ὑποστάσεων εἰπεῖν, καὶ εἰς μίαν συγχέων ὑπόστασίν τε καὶ πρόσωπον. πρὸς ὃν ἐκ διαμέτρου τῇ ἀσεβείᾳ φανεὶς Ἄρειος ἐξ Ἀλεξανδρείας, διαίρεσιν τῆς μιᾶς φύσεως καὶ θεότητος ὁ παράνομος ἐβλασφήμησεν. ὧν αἱ δυσφημίαι πάλαι διελεγχθεῖσαι καὶ ἐκβληθεῖσαι τῆς ἐκκλησίας ἐκκήρυκτοι καὶ στυγητοὶ πᾶσιν ἐγένοντο, σὺν αὐτοῖς καὶ Μακεδονίου τοῦ πνευματομάχου καταργηθέντος καὶ τῶν παρανόμων αὐτοῦ δογμάτων λήθης βυθοῖς παραδοθέντων.»

50. «μετὰ γοῦν τὸν Λαοδικέα Ἀπολινάριον ἀναφαίνεταί τις Θεόδωρος Μομψουεστίας ἐν τῇ γῇ τῶν Κιλίκων, ὃς ἐκ διαμέτρου τῷ Ἀπολιναρίῳ φερόμενος βλασφημίας οὐ τὰς τυχούσας τολμηρᾷ ψυχῇ καὶ ἀφόβῳ καρδίᾳ καταχέει τοῦ δεσπότου Χριστοῦ, ψιλὸν ἄνθρωπον, ἕνα τῶν καθ᾿ ἡμᾶς τοῦτον ἀποκαλῶν καὶ κοινόν, καὶ ἐκ προκοπῆς λαβόντα τὴν χάριν τοῦ θεοῦ θεὸν ὀνομάζεσθαι, καὶ ἐκ τοῦ ἐν Ἰορδάνῃ βαπτίσματος ἀξιωθῆναι ἐν πρώτοις τῆς τοῦ ἁγίου πνεύματος δωρεᾶς, εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος βαπτισθέντος, τὸν θεὸν λόγον διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ ἀρετὴν κατ᾿ εὐδοκίαν ἐν αὐτῷ κατοικήσαντα, μεταδοῦναι αὐτῷ τῆς θεϊκῆς ἀξίας καὶ προσκυνήσεως. ταῦτά τε καὶ ἕτερα πολλὰ βλασφημήσας, δύο φύσεις ἰδιοπεριορίστους καὶ πάντῃ διῃρημένας ἐπὶ Χριστοῦ ἐδογμάτισε, σχέσει τινὶ καὶ μόνον ἀλλήλαις οἰκειωμένας. δευτέρα αὕτη βλάστη τῶν μίαν φύσιν καὶ δύο φύσεις μὴ κατὰ τὸν ὀρθὸν λόγον λεγόντων ἐπὶ τοῦ Χριστοῦ.»
51. «μετὰ τούτους δὲ γίνεταί τις Νεστόριος, ὃς ὡρμᾶτο μὲν ἀπὸ Γερμανι<κεί>ας τῆς ἐν Συρίᾳ, κληροῦται δὲ ἐν Ἀντιοχείᾳ, Κωνσταντινουπόλεως δὲ τὸν θρόνον λαμβάνει. οὗτος πάλιν τῇ φωνῇ τῶν δύο φύσεων τῶν ἐν Χριστῷ κακοφυῶς ἀποκέχρηται, ὁμοίως Παύλῳ καὶ Θεοδώρῳ, τοῖς ἑαυτοῦ προγόνοις· οὐ γὰρ τὴν ἀληθῆ κατὰ Χριστὸν θεότητα καὶ ἀνθρωπότητα καὶ τὴν τούτων ἀτρεψίαν
[p. 50] καὶ ἀσυγχυσίαν σημαίνειν τὸν ἀριθμὸν τῶν δύο καταφάσκει φύσεων, ἀλλ᾿ ἵνα δύο πρόσωπα διὰ τούτου τοῦ δύο ἀριθμοῦ δολερῶς ὑπαινίξηται, τὴν τῶν φύσεων κλῆσιν ἀντὶ τῶν προσώπων λαμβάνων, κακούργως ὡς ἀληθῶς τῇ προσωνυμίᾳ τῶν φύσεων ἀπηγορευμένον τῶν προσώπων εἰσήγαγεν, ὥστε ἄλλον εἶναι παρ᾿ αὐτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν θεὸν λόγον κατὰ τὴν πατρῴαν αὐτοῦ πλάνην· υἱὸς γὰρ ἦν τοῦ Κίλικος, τοῦ δὲ Σαμοσατέως ἀπόγονος. διὰ τοῦτο πρὸς τὴν ἁγίαν παρθένον καὶ ἁγνὴν τοῦ θεοῦ καὶ δεσπότου μητέρα ἄσπονδον ἤρατο πόλεμον, ὡς δοῦλος τραχηλιαστὴς ἀναισχύντως ἀρνούμενος τὸν ἑαυτοῦ κύριον καὶ ἀτιμάζων τὴν δέσποιναν ἑαυτοῦ, βασκαίνων οὐ τοσοῦτον αὐτῇ τῆς θεοτόκου προσηγορίας, ὅσον τῆς θεοῦ τῷ ἐξ αὐτῆς γεννηθέντι. οὗτος μὲν ὁ Νεστόριος τρίτος προστάτης τῆς ἰουδαϊκῆς ταύτης αἱρέσεως γεγονὼς εἰς ἑαυτὸν αὐτὴν ἠγκαλίσατο. τῆς δὲ ἀντιθέου μοίρας τῆς κατὰ Μάνην καὶ Ἀπολινάριον τρίτος πάλιν προασπιστὴς ὁ Εὐτυχὴς ἀναφαίνεται, ὃς ἦν ἡγούμενος μοναστηρίου ἑνὸς περὶ τὸ Βυζάντιον. οὗτος γὰρ μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ κυρίου ὁμολογεῖν, τὰς δύο φύσεις ἀπηρνεῖτο σώζεσθαι λέγειν ἐν τῷ Χριστῷ, οὐ μόνον δέ, ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα ἔπλαττεν ἐξ οὐρανοῦ λέγων κατενηνέχθαι τὸ τοῦ κυρίου σῶμα καὶ ὡς διὰ σωλῆνος παραδραμεῖν τὴν παρθένον τὸν θεὸν λόγον, τοῦτο ἐνεδεδυμένον οὐρανόθεν, ἵνα δείξῃ δῆθεν γεγενῆσθαι ἐκ γυναικός, καίπερ μὴ γεγεννημένος. Μανιχαῖος ἄλλος οὗτος πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου ἦν. καὶ οὗτος οὖν μίαν φύσιν τοῦ Χριστοῦ διεστραμμένῃ καρδίᾳ ἐπρέσβευεν. τῶν δὲ δύο μερῶν τούτων τῶν τε κατὰ Μάνην καὶ Ἀπολινάριον καὶ Εὐτυχέα, καὶ τῶν κατὰ Παῦλον καὶ Θεόδωρον καὶ Νεστόριον, τῶν μὲν μίαν φύσιν, τῶν δὲ δύο ἐξ ἐναντίων φύσεων ἀλλήλων τὸν δεσπότην Χριστὸν ἀμαθῶς εἰρηκότων, τὰς ἑκατέρων κακίστας ἀνατροπὰς καὶ δυσσεβεῖς παρεγκλίσεις ἀπαναινομένη ἡ καθολικὴ ἐκκλησία, μὴ ἐκκλίνουσα εἰς τὰ δεξιά, μηδὲ εἰς τὰ προφανῆ ἀριστερά, κατὰ γὰρ
[p. 51] Μάνεντα καὶ Ἀπολινάριον καὶ Εὐτυχέα, μίαν φύσιν ἁπλῶς λέγειν ἐπὶ Χριστοῦ οὐ παραδέχεται, ἀλλὰ μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην διὰ τῆς προσθήκης τοῦ σεσαρκωμένην δηλοῦσα τὴν φύσιν τῆς ἀνθρωπότητος, ἣν ἡ φύσις τοῦ θεοῦ λόγου προσλαβομένη ἅμα τε καὶ σὺν ταύτῃ εἷς κύριος Ἰησοῦς Χριστὸς γέγονεν, οὐκ ἄλλος καὶ ἄλλος, ἀλλ᾿ εἷς καὶ ὁ αὐτὸς μετὰ τῶν θεοπρεπῶν αὐτοῦ αὐχημάτων. εἰ καὶ ἐν προσλήψει σαρκὸς γέγονε, σαρκὸς ἐμψυχωμένης ψυχῇ λογικῇ τε καὶ νοερᾷ, οὔτε μὴν τὴν ἀνθρώπου φύσιν ἧς ἐν προσλήψει γέγονεν εἰς αὐτὴν ἀνέχεεν, ἢ αὐτὴν ἐκείνην ἠλλοίωσεν, οὐδὲ ὡς κηρὸν πῦρ ταύτην ἐκδαπάνησεν, ὥστε τὸν ὅλον ὅρον τὸν ταῦτα δηλοῦντα οὑτωσὶ λέγεσθαι παρὰ τῶν εὐσεβῶν μία φύσις τοῦ θεοῦ λόγου σεσαρκωμένη σαρκὶ ἐμψυχωμένῃ ψυχῇ λογικῇ τε καὶ νοερᾷ.»

52. «πάλιν δὲ κατὰ Παῦλον καὶ Θεόδωρον καὶ Νεστόριον δύο φύσεις διῃρημένας ἐπὶ Χριστοῦ ἀποδεδοκίμακε λέγειν ὁ λόγος ὁ ἐκκλησιαστικός, ἀλλὰ δύο φύσεις οὐσιωδῶς ἡνωμένας ἑνώσει τῇ καθ᾿ ὑπόστασιν ἀδιασπάστως ἅμα καὶ ἀσυγχύτως· ὁ δὲ τοιοῦτος ὅρος διὰ μὲν τοῦ λέγειν δύο φύσεις σημαίνει τὸ ἑτερογενὲς καὶ ἑτεροούσιον τῶν συνελθουσῶν δύο φύσεων, τῆς τε προσλαβούσης θεότητος καὶ τῆς προσληφθείσης ἀνθρωπότητος· διὰ δὲ τοῦ λέγειν οὐσιωδῶς ἡνωμένας σημαίνει τὸ μὴ κατὰ σχετικήν τινα ἔννοιαν νοεῖσθαι τὴν τῶν δύο φύσεων ἕνωσιν, ἀλλὰ τῇ οὐσίᾳ καὶ τῷ ὑποκειμένῳ πράγματι ὑφεστάναι ταύτας καὶ συντεθεῖσθαι εἰς μίαν ὑπόστασιν· διὰ δὲ τοῦ λέγειν ἕνωσιν τὴν καθ᾿ ὑπόστασιν σημαίνει τὸ μὴ πρότερον διαπεπλάσθαι τὴν ἀνθρωπότητα καὶ οὕτως αὐτῇ εἰσδεδυκέναι τὴν θεότητα, ἀλλ᾿ ὅτι καθ᾿ αὐτὸ τὸ ὑφίστασθαι τὴν πρώτην ἀρχὴν ἥνωτο τῇ θεότητι· διὰ δὲ τοῦ ἐπαγαγεῖν ἀδιασπάστως ἅμα καὶ ἀσυγχύτως σημαίνει μηδὲν καινοτομηθῆναι τὰς συνελθούσας φύσεις διὰ τῆς ἑνότητος, ἀλλὰ καὶ τὴν ἕνωσιν τούτων ἀεί τε καὶ ὡσαύτως διαπεφυλάχθαι ἑκατέρων τῶν φύσεων καὶ μένειν ἀμείωτα ἐπὶ τῷ οὐσιώδει αὐτῶν ὅρῳ καὶ
[p. 52] λόγῳ.»

«ταῖς οὖν τοιαύταις ἀνεπηρεάστοις ἐπαγωγαῖς περιφραξάμενοι ἑαυτούς, ἀδελφοί, τοὺς ἐξ ἑκατέρου μέρους ἀποσφαλέντας μακρὰν ἀποπέμψατε καὶ τοὺς συκοφαντεῖν ἐθέλοντας τὴν ἀλήθειαν ἔξω τῆς πνευματικῆς αὐλῆς βάλλετε, ὡς ἂν ἡ τοῦ θείου πνεύματος χάρις ταῖς ὑμετέραις ἐπισκιάσασα ψυχαῖς φωτίσῃ ὑμᾶς φωτὶ γνώσεως καὶ ἀληθείας καὶ ὁδηγήσῃ εἰς ὁδὸν εὐθεῖαν τὴν ἄγουσαν πρὸς βασιλείαν οὐράνιον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ ζωοποιῷ πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν.»

53. ταῦτα καὶ τὰ τούτοις ὅμοια τοῦ ὁσίου εἰπόντος τῷ λαῷ, οἱ μὲν τῆς ὀρθοδόξου πίστεως ἀντεχόμενοι ἔχαιρον πολλὴν ὁμολογοῦντες τῷ θεῷ χάριν, ὃς ὑπὸ πατρὶ τοιούτῳ καὶ παιδευτῇ τὸ λογικὸν αὐτοῦ ποίμνιον εὐδόκησε ποιμαίνεσθαι, τοῖς δὲ αἱρετικοῖς φθόνος ἀνήφθη καὶ θυμὸς ἄγριος, ἐξ οὗ ἔρεις καὶ μάχαι καὶ ἐπιβουλαὶ κατὰ τοῦ ὁσίου ἐμελετῶντο. ἐκεῖνος μὲν οὖν τὸ τῆς ἐκκλησίας πλήρωμα εὐλογήσας τότε οἴκαδε πάντας ἀπέπεμψεν, αὐτὸς δὲ τὸ ἐμπιστευθὲν αὐτῷ τάλαντον πολυπλασιάζειν ἐπεμελεῖτο εὐεργετῶν πάντας καὶ ἀνακτώμενος λόγῳ τε καὶ ἔργῳ.

54. ἐν ἐκείναις τοίνυν ταῖς ἡμέραις ἐγένετο τὸν ὅσιον ἐξελθῆναι ἔξω τῆς πόλεως· καὶ ἰδὼν στύλους πολλοὺς καλῶς ᾠκοδομημένους καὶ τερπνήν τινα τὴν θέσιν ἔχοντας ἐπυνθάνετο τί ταῦτα εἴη. οἱ δὲ τῆς ἐκκλησίας ἱερεῖς συμπορευόμενοι αὐτῷ ἔφησαν ἐπὶ τῶν ἡμερῶν τοῦ εὐσεβοῦς βασιλέως Μαυρικίου αὐτοὺς οἰκοδομηθῆναι καὶ πολλοὺς ἐν αὐτοῖς στυλίτας κατὰ διαφόρους καιροὺς κατοικήσαντας πάντα τὸν τῆς ζωῆς διανύσαι βίον.

55. τοῦ δὲ ὁσίου εἰρηκότος εἰ ἔστι τις ἔτι κιονίτης μοναχὸς ἐν τούτοις κατοικῶν τοῖς στύλοις, αὖθις ἀπεκρίναντο μὴ ὑπολειφθῆναί τινα, εἰ μὴ ἕνα μόνον γηραιὸν πάνυ, Θεοδόσιον ὀνόματι, τῷ πολλῷ γήρει καὶ τὰς φρένας ἀπολωλεκότα· παρακύπτων γὰρ
[p. 53] ἄνωθεν καὶ τοὺς παριόντας ὁρῶν, οἷς μὲν ἐπαγάλλεται καὶ χαρμόσυνα ἐπιφθέγγεται, οἷς δὲ ἐποδύρεται ταλανίζων ἑαυτόν τε κἀκείνους, ὅθεν καὶ ὡς ἐξεστηκὼς διὰ τούτων δείκνυται. πάλιν ὁ ὅσιος ἐπηρώτα λέγων· «πόσος δὲ χρόνος ἐστὶν αὐτῷ τῆς ἐν τῷ κίονι κατοικίας» ἀπεκρίθησαν οἱ ἱερεῖς μὴ γινώσκειν τὴν ποσότητα τῶν χρόνων, ἀκηκοέναι δὲ παρ᾿ αὐτοῦ ἐνενήκοντα πέντε ἔτη παρωχηκέναι τῆς ἐν τῷ στύλῳ αὐτοῦ κατοικίας. ταῦτα ὁ θεῖος ἀκούσας Θεόδωρος, τότε μὲν ὑπέστρεψεν ἐν τῷ ἐπισκοπείῳ, τῇ ἐπαύριον δὲ μετὰ ὀλίγων ὑπηρετῶν ἐξῆλθε τὸν εἰρημένον θεάσασθαι κιονίτην. καὶ ὡς ἅμα πλησίον γεγόναμεν τοῦ στύλου παρακύψας ὁ πρεσβύτης διὰ τῆς θυρίδος, τοιάδε ἔλεγεν· «τί πρὸς πρόβατον πεπαλαιωμένον καὶ ῥυτήμασι πολλοῖς τετρυχωμένον παραγέγονας ὁ ποιμὴν ὁ καλός, οὗπερ οὐδὲ οἱ θῆρες ἔτι χρείαν ἔχουσιν, ἀλλὰ καταφρονητικῶς ἀντιπαρέρχονται μηδὲν προσδοκῶντες ἐδώδιμον ἐν αὐτῷ εὑρεῖν ἀλλ᾿ ἄπελθε πρὸς τὰ εὐεκτοῦντα τῶν προβάτων, ἅπερ καὶ οἱ λύκοι ἐμμανῶς παρατηροῦσι, καὶ ἅρπασον αὐτὰ τῆς ἐκείνων ἐπηρείας, ὡς ἂν τὸν μισθὸν τῆς ἐργασίας παρὰ τοῦ ἀρχιποίμενος κομίσῃ, ἐμὲ δὲ τὸν παρειμένον ἔα τὰς ἐμαυτοῦ κλαίειν ἀσθενείας καὶ τὴν παλαιότητα ἀποδύρεσθαι τῆς ταλαιπώρου μου ζωῆς.» τότε ὁ μέγας τοὺς σὺν αὐτῷ πάντας ἐξαποστείλας, μόνος ἀπῆλθεν εἰς τὸ εὐκτήριον ὃ ἦν πλησίον τοῦ στύλου καί, τὰς χεῖρας ἐκτείνας, ηὔξατο τῷ κυρίῳ ἀποκαλύψαι αὐτῷ τὰ περὶ τοῦ γέροντος τούτου· καὶ δὴ συντελέσας τὴν εὐχήν, ἀπῄει πρὸς τὸν γέροντα καί φησιν αὐτῷ· «παρακλήθητι, πάτερ τιμιώτατε, λαλῆσαί μοι λόγον σωτηρίας καὶ στηρίξαι μου τὴν καρδίαν πάνυ κεκμηκυῖαν πρὸς τὸ βάρος τοῦ ἐπιτεθέντος μοι φορτίου.» τότε ὁ γέρων πληροφορίαν θεόθεν δεξάμενος ὡμίλησε τῷ ἀρχιερεῖ ὁμαλῶς τε καὶ ἠπίως, καί φησι πρὸς αὐτόν· «ἐγὼ μέν σοι διαλέξομαι περὶ ὧν ἂν ἐθέλοις, σὺ δὲ ἀνέκφορα παρὰ σεαυτῷ
[p. 54] φύλαξον ἕως τῆς παρούσης ζωῆς ὁ κύριος ἀπολύσῃ με· μὴ τοίνυν ὀλιγώρει, μηδὲ βαρύς σοι ὁ τοῦ κυρίου φαινέσθω ζυγός· πάντα γάρ σοι εἰς καλὸν εὐοδώσει ὁ κύριος. εἰ γὰρ καὶ νῦν πολλοὶ τῶν αἱρετικῶν δεινὰ κατὰ σοῦ μελετῶσιν, ἀλλ᾿ οὐδαμῶς ἰσχύουσιν, ἡττηθήσονται δὲ μᾶλλον καὶ διωχθήσονται τῶν τῆς ἐκκλησίας περιβόλων. δώῃ δέ σοι κύριος χάριν καὶ τῶν Περσῶν τὸν βασιλέα Χριστοῦ δοῦλον ποιῆσαι καὶ τῷ λουτρῷ τοῦ θείου βαπτίσματος ἀναγεννῆσαι τὴν σωματικὴν τούτου πρότερον πήρωσιν ἰασάμενον ἔπειτα τὰς ψυχικὰς αὐτοῦ φωτίσαι κόρας. κἀκεῖνος συναντιλήψεταί σοι ἐν οἷς ἂν χρῄζῃς, καὶ πάντα εὔοδά σοι καὶ ῥᾴδια θήσει ὁ ἐξ ἀπόρων ἀεὶ πόρον διδοὺς κύριος. ἄκουσον γοῦν καὶ διηγήσεως ψυχωφελοῦς, ἵνα γνῷς τῆς ἀρρήτου προνοίας θεοῦ τὰ θαυμάσια.»

56. «πρὸ χρόνων πολλῶν γέγονέ τις ἀνὴρ ἐν ταύτῃ τῇ πόλει ἐξ εὐγενῶν καταγόμενος γονέων, Ἄδερ ὄνομα αὐτῷ· καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος πλούσιος σφόδρα ἐν χρυσῷ τε καὶ ἀργύρῳ, οἰκέταις τε καὶ βοσκήμασι, κτήσεσί τε καὶ ὑπάρξεσι, καὶ ὑπηρεσία πολλὴ ἦν αὐτῷ σφόδρα, καθὼς περὶ τοῦ δικαίου γέγραπται Ἰώβ. ἦν δὲ ἡ ἡμερήσιος δαπάνη τῆς αὐτοῦ τραπέζης νομίσματα πεντήκοντα. καὶ ἦν ὁ ἀνὴρ ἐλεήμων καὶ φιλόπτωχος, οἰκοδομῶν ἐκκλησίας καὶ ἐπαρκῶν πᾶσι τοῖς δεομένοις τὰς χρείας μοναχοῖς τε καὶ λοιποῖς ἐνδεέσιν ἦν δέ μοι συνήθης ὁ φιλόχριστος οὗτος ἀνὴρ πυκνότερον παραβάλλων καὶ πνευματικὰ ἐρωτῶν με καὶ λαλῶν πρὸς ὠφέλειαν ψυχῆς. γεννῶνται τοίνυν αὐτῷ ἐκ τῆς νομίμως
[p. 55] συναφθείσης αὐτῷ γυναικὸς παῖδες τρεῖς. καὶ ἦν ὁ ἀνὴρ εὐημερῶν κατὰ τὸν βίον καὶ εὐτυχῶν πάνυ, νεάζων τε τῇ ἡλικίᾳ καὶ ῥωμαλέος τῷ σώματι, καὶ μηδ᾿ ὅτι οὖν λειπόμενος τῆς παρούσης εὐδαιμονίας. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἔρχεται πρός με, ὡς ἔθος ἦν αὐτῷ, στυγνάζων καὶ σκυθρωπὸς λίαν. ἐγὼ δὲ οὕτως ἔχοντα τοῦτον ἰδών, πρὸς αὐτὸν ἔφην· Ϡἵνα τί περίλυπος εἶ, τέκνον πνευματικόνϠ ὁ δέ μοι ἀπεκρίνατο δάκρυσι συγκεχυμένος· Ϡἔννοιά με, πνευματικὲ πάτερ, δειλίας εἰσῆλθε πολλῆς τοιαῦτά μοι ὑποτιθεῖσα ὅτι, γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, καὶ γυμνὸς ὀφείλω εἰς τάφον πορευθῆναι, μηδὲν ὅλως ἐπιφερόμενος τῆς παρούσης περιουσίας καὶ εὐημερίας· ἐπεὶ οὖν οὕτω τὰ κατ᾿ ἐμὲ καὶ ἄλλως οὐκ ἔστιν, ὥσπερ καὶ παντὶ ἀνθρώπῳ, ἀκούω δὲ τοῦ σωτῆρος καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διαρρήδην βοῶντος· Ϡεἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ καὶ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος,Ϡ ἐλογισάμην καὶ ἐν ἐμαυτῷ βεβαίαν βουλὴν ἔκρινα ποιῆσαί με κατὰ τὸ εἰρημένον. δεῖ γάρ με ποιῆσαι τὴν ἀνάγκην φιλοτιμίαν καὶ ἅπερ μοι πρόκειται καὶ μὴ θέλοντι καταλιπεῖν καὶ διὰ τοῦ πᾶσιν ὀφειλομένου θανάτου ἀπορραγῆναι τῆς τούτων φιλίας καὶ συναυλίας, τούτων ἑκουσίως διὰ τὸν φόβον τοῦ θεοῦ χωρισθῆναι καὶ αὐτῷ μόνῳ κολληθῆναι, τῷ ἐκ μὴ ὄντων εἰς τὸ εἶναί με παραγαγόντι, ᾧ καὶ μέλλομεν πάντες γυμνοὶ καὶ τετραχηλισμένοι παραστῆναι. λοιπόν, τίμιε πάτερ, δός μοι εἰς ἐφόδιον εὐλογίας τὴν σὴν εὐχὴν καὶ ἄρτον ἕνα ἐκ τοῦ κελλίου σου· καὶ εὐθὺς πορεύσομαι θεοῦ βοηθείᾳ καὶ συνεργείᾳ τῶν σῶν τιμίων εὐχῶν τὴν ἐπιθυμουμένην μοι ὁδόν.Ϡ»

[p. 56]

57. «θαυμάσας δὲ ἐγὼ ἐπὶ τοῖς λόγοις τοῦ ἀνδρὸς εἶπον πρὸς αὐτόν· Ϡἡ μὲν πρόθεσίς σου, τέκνον, ἀγαθή· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. ὅρα οὖν μὴ μετάμελος γένῃ τῶν νυνὶ βουλευθέντων σοι καὶ πρὸς παλινῳδίαν χωρήσῃς· κρεῖττον γὰρ μὴ εὔξασθαι ἢ εὐξάμενον μὴ ἀποδοῦναι. εἰ δὲ δυνηθῇς ἄρξασθαι μὲν τῆς ἀγαθῆς ὁδοῦ εἰς τέλος δὲ ταύτην διανύσαι, μακάριος εἶ, τῶν ῥεόντων καὶ παρατρεχόντων τὰ μόνιμα καὶ αἰώνια καλῶς ἀνταλλαξάμενος.Ϡ ὁ δέ φησι· Ϡτὸ θέλημα τοῦ κυρίου γενέσθω.Ϡ καὶ δὴ εὐξάμενος αὐτῷ καὶ ἕνα ἄρτον ἐπιδοὺς ἐν εἰρήνῃ ἐξαπέστειλα. ὁ δὲ φυγὰς ᾤχετο, ὡς ἀπὸ φρουρᾶς χαλεπῆς τῆς συγχύσεως τοῦ ἀπατεῶνος βίου ἐκσπασθείς· καὶ τὸν κόσμον καταλιπών, ἐζήτησε τὴν οὐράνιον βασιλείαν. φθάσας τοίνυν τὴν ἁγίαν πόλιν Ἱερουσαλὴμ καὶ ἐν τῷ σωτηρίῳ τοῦ Χριστοῦ μνήματι προσευξάμενος θερμῶς καὶ πάντας τοὺς ἐκεῖσε ἁγίους τόπους ἀσπασάμενος, ἐξῆλθεν εἰς τὴν περιώνυμον λαύραν τοῦ ἁγίου Σάβα καὶ τὰ μοναχικὰ ἀμφιασάμενος καὶ κληθεὶς Ἀθανάσιος τὴν τῆς ἀθανασίας χαίρων ἐπορεύετο ὁδόν, δόκιμος γενόμενος καὶ τέλειος μοναχὸς καὶ πολλοὺς ὑπεραίρων τῇ κατὰ θεὸν ἀρετῇ.»

58. «ἡ τιμιωτάτη τοίνυν σύζυγος αὐτοῦ ἔρημος τοῦ ἀνδρὸς καταλειφθεῖσα καὶ τοῖς κακοῖς τῆς χηρείας τρυχομένη, λίαν ὠδύρετο ἐπὶ πολλὰς ἡμέρας ὀλοφυρομένη· καὶ ὡς κατὰ πρόσωπον ἑστῶσα τοῦ ἀνδρός, τοιαῦτα πρὸς αὐτὸν δῆθεν ἔλεγεν· Ϡὤ δίκη, κύριέ μου, ὅτι σὺ μὲν ἔσπευσας σῶσαι τὴν ψυχήν σου, ἐμοὶ δὲ κατέλιπες τὰ νήπιά σου· ἴδοι ταῦτα τὸ παντέφορον ὄμμα καὶ κρινάτω μεταξὺ ἐμοῦ τε καὶ σοῦ.Ϡ ταῦτα τῆς γυναικὸς πολλάκις μετὰ δακρύων λεγούσης, ἐν μιᾷ τῶν νυκτῶν παρίσταται αὐτῇ ὁ ἀνὴρ
[p. 57] αὐτῆς λάμπων τῷ προσώπῳ ὑπερφυεστάτῃ λαμπρότητι, στολὴν δὲ λευκοτάτην καὶ ὡραίαν περιβεβλημένος καί φησι πρὸς αὐτήν· Ϡἰδού, γύναι, ἐγὼ μὲν λαμβάνω πρός με τὰ νήπιά μου, σὺ δὲ σπεῦσον σῶσαι τὴν ψυχήν σου, μηκέτι μου καταβοῶσα καὶ καταδικάζουσά με.Ϡ φαίνεται δὲ κἀμοὶ κατ᾿ ὄναρ ὁ αὐτὸς τῷ αὐτῷ σχήματι, τοιάδε λέγων· Ϡἡ προεστῶσα τῆς μονῆς τῆς οὔσης πλησίον τοῦ σοῦ κίονος μετὰ τρεῖς ἡμέρας ἀποδημεῖ τῶν ἐντεῦθεν· σὺ δὲ τὴν ἐμὴν σύζυγον τοῦ βίου ἀποτασσομένην εἰς τὸν ἐκείνης παρακλήθητι καταστῆσαι τόπον. ἔστω δὲ μετ᾿ αὐτῆς καὶ ὁ νήπιός μου παῖς, ἀνδρυνθεὶς δὲ τοῖς ἐμοῖς ἴχνεσιν ἀκολουθήσει καὶ εἰς τὴν μεγίστην τοῦ θείου Σάβα λαύραν ἀφικόμενος ἐν τῷ μοναχικῷ μου κατοικήσει κελλίῳ, εἶτα καὶ εἰς τὸν πατριαρχικὸν τῶν Ἱεροσολύμων καθίσει θρόνον καὶ ἐπὶ χρόνοις ἱκανοῖς ποιμανεῖ καλῶς τὴν ἐκκλησίαν καὶ θεαρέστως.Ϡ τῶν τριῶν τοίνυν διελθουσῶν ἡμερῶν ἡ προεστῶσα τῆς μονῆς πρὸς κύριον ἐξεδήμησε καὶ μεθ᾿ ἑτέρας ὀλίγας ἡμέρας ἀρρωστήσας ὁ πρῶτος υἱὸς τοῦ Ἀθανασίου τέθνηκεν. οὐ πολλαὶ δὲ παρῆλθον ἡμέραι καὶ θνήσκει καὶ ὁ δεύτερος· εἶτα συνέχεται λάβρῳ πυρετῷ καὶ ὁ νεώτερος κομιδῇ νήπιος ὤν. ἡ δὲ μήτηρ πάντοθεν ἐξαπορηθεῖσα καὶ πάνυ τὴν καρδίαν ὀδυνωμένη, καὶ οἷα μήτηρ πικρῶς ἐπὶ τέκνοις ὀδυρομένη καὶ μεριζομένη τὴν ψυχήν, ἐπὶ θρήνῳ τε τῶν προτετελευτηκότων κοπτομένη καὶ τοῦ νυνὶ τελευτῶντος τὸν θάνατον, ἀραμένη ταῖς χερσὶ τὸν παῖδα δρομαία ἤρχετο πρός με, χρηστόν τι προσδοκῶσα εὑρεῖν, ἤδη δὲ τοῦ νηπίου εἰς ἐσχάτας ἐγγίζοντος ἀναπνοάς, πάντα λίθον τὸ τοῦ λόγου, ἡ μήτηρ ἐκίνει· καὶ τί γάρ ἡ μήτηρ καὶ πάντας τοὺς
[p. 58] συναντῶντας αὐτῇ ἐδυσώπει εὔξασθαι ὑπὲρ τοῦ παιδός. οὕτως οὖν τρεχούσης αὐτῆς καὶ ἐν ὀδύνῃ ψυχῆς κοπτομένης, ὑπαντᾷ μία ἑταιρὶς πολλαῖς ἁμαρτίαις συμπεφυρμένη καὶ πλείσταις ἀσωτίαις τὸν βίον καταναλώσασα.»

59. «ταύτην ὡς εἶδεν ἡ μήτηρ ψυχορραγοῦντα ἤδη τὸν παῖδα εἰς τὰς ἐκείνης ἔρριψεν ἀγκάλας, ἐποίει γὰρ αὐτὴν παράφρονα τὸ πάθος, καὶ προσπεσοῦσα τοῖς ποσὶν αὐτῆς ἱκέτευεν εὔξασθαι πρὸς θεὸν ἐλεῆσαι τὸ νήπιον. ἡ δὲ ἁμαρτωλὸς ἐκείνη θάμβει συσχεθεῖσα οὐκ εἶχε τί δράσειεν· ὁρῶσα τὸ μὲν νήπιον ἤδη θνῆσκον, τὴν δὲ μητέρα τοῖς ποσὶν αὐτῆς κυλιομένην καὶ μὴ ἀνιεῖσαν, ἑαυτὴν δὲ κατεγνωσμένην ὑπὸ πολλῶν ἁμαρτημάτων καὶ πάσης ἐστερημένην παρρησίας, ὅμως βιαζομένη παρὰ τῆς μητρὸς τοῦ παιδίου, στραφεῖσα πρὸς ἀνατολὰς καὶ τὸ στῆθος ταῖς χερσὶν ἰσχυρῶς τύψασα μετὰ πολλῶν ἔφη δακρύων· Ϡκύριε, οὐκ εἰμὶ ἀξία ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ, οὐδὲ ὀνομάσαι τὸ ὄνομά σου τὸ ἔνδοξον διὰ τῶν χειλέων μου τῶν ἁμαρτωλῶν· ἀναξίαν γὰρ ἐμαυτὴν πεποίηκα τοῦ οὐρανοῦ καὶ τῆς γῆς, τοσαῦτά σε παροργίσασα τὸν ἀγαθὸν δεσπότην· ἀλλ᾿ ὅμως μιμουμένη τήν ποτέ σοι προσπεσοῦσαν πόρνην καὶ πταισμάτων ἄφεσιν κομισαμένην, προσπίπτω κἀγὼ καὶ δέομαι τὴν τῆς φιλανθρωπίας σου στοργὴν ἐφ᾿ ἡμᾶς ἐπιβλύσαι. ἐκείνη μὲν γὰρ ἡ πόρνη τῶν οἰκείων σφαλμάτων ᾐτεῖτο λύσιν, ἐγὼ δὲ τὰ πλήθη τῶν ἀμετρήτων μου κακῶν ἐπισταμένη οὐ τολμῶ στόμα διᾶραι καὶ τῶν ἀνομιῶν μου συγχώρησιν αἰτήσασθαι, ἀλλ᾿ ὑπὲρ τοῦ ἀμώμου νηπίου τούτου βιαζομένη ὑπὸ ταύτης τῆς δούλης σου, δέομαί σου τοῦ ζωοδότου καὶ πάντων σωτῆρος ζωὴν αὐτῷ παρασχεῖν· εἰ γὰρ ἐγὼ ἡ ὠμοτάτη καὶ ἀνελεήμων ἐλεῶ αὐτὸ καὶ συμπαθῶ, πόσῳ μᾶλλον σὺ ὁ φύσει συμπαθὴς καὶ ἐλεήμων ἐλεήσεις αὐτὸ καὶ οἰκτειρήσεις.Ϡ τότε δὴ θείᾳ τινὶ ἐπιπνοίᾳ παρακύψας ἐγὼ τοῦ
[p. 59] κίονος εἶδον ὑπέρλαμπρον φῶς ἐξ οὐρανοῦ κατελθὸν ἐπί τε τὴν πόρνην ἐκείνην καὶ ἐπὶ τὸ ψυχορραγοῦν παιδίον καὶ ἐπὶ τὴν ὀδυρομένην αὐτοῦ μητέρα, καὶ εὐθέως τὸ μέν νήπιον ἀνεζωώθη καὶ ἡ τούτου μήτηρ ἀνεθεῖσα τῶν ὀδυνῶν ηὐχαρίστει τῷ θεῷ. ἡ δέ γε ἁμαρτωλὸς ἐκείνη γυνὴ ἐκπλαγεῖσα καὶ ἐννεὸς γενομένη, ἔρριψεν ἑαυτὴν ἐπὶ πρόσωπον εἰς γῆν, πηγὰς δακρύων τῶν ὀφθαλμῶν ἀφιεῖσα.»

60. «ὡς οὖν εἶδον ἐγὼ ταῦτα, τὸν ἐμὸν εὐθὺς καλέσας μαθητὴν ἐπέτρεψα παραγενέσθαι ἕως τοῦ τόπου, καὶ τήν τε μητέρα μετὰ τοῦ παιδίου συνάμα τῇ ἑταίρᾳ γυναικὶ καλέσαι πρός με. ὧν δὴ παραγενομένων, ἔφην πρὸς αὐτάς· Ϡτί τὰ καθ᾿ ὑμᾶς, ὦ γυναῖκες ἐξ αὐτῆς διηγήσασθέ μοι.Ϡ καί φησιν ἡ συγκλητική· Ϡκρῖνον, τίμιε πάτερ, μεταξὺ ἐμοῦ τε καὶ τοῦ πνευματικοῦ σου τέκνου τοῦ συζύγου μου· ἀμέμπτῳ γάμῳ συναφθεῖσα τούτῳ παίδων τριῶν μήτηρ ἐγενόμην· μηδένα δὲ μῶμον ἐν ἐμοὶ εὑρών, ὅμως κατέλιπέ με χήραν καὶ προστασίας ἔρημον πάσης· ὀδυρομένης δέ μου καὶ μεμφομένης τοῦτον κατ᾿ ἐμαυτήν, ὅτι ἐκεῖνος μὲν ἀπεδήμησε σῶσαι τὴν ψυχὴν ἑαυτοῦ, ἐμοὶ δὲ κατέλιπε τὰ νήπια αὐτοῦ, παρίσταταί μοι ἐν ὁράματι νυκτερινῷ, λαμπρὸς μὲν τὴν ὄψιν, λευχείμων δὲ τοῖς ἐνδύμασι, καί φησιν· «ἰδού, ἐγὼ λαμβάνω πρός με τὰ νήπιά μου, σὺ δὲ σπούδασον σῶσαι τὴν ψυχήν σου.» οὐ πολλαὶ τοίνυν διῆλθον ἡμέραι καὶ τὰ δύο μου τεθνήκασι τέκνα, τῶν δύο μου ὀφθαλμῶν τὸ φῶς ἀμαυρώσαντα, νυνὶ δὲ καὶ τρίτον τοῦτό μου νήπιον κτεῖναι πειρᾶται καὶ αὐτὴν ἀφελεῖν τὴν ψυχήν μου· εἰ οὖν κατ᾿ ἐπιτροπὴν σὴν ταῦτα ποιεῖ, κρίνοι ὁ θεὸς μέσον ἐμοῦ τε καὶ ὑμῶν.Ϡ ταῦτα τῆς γυναικὸς εἰπούσης, ἐγὼ πρὸς αὐτὴν ἔφην·
[p. 60] Ϡμὴ φοβοῦ, θύγατερ, οὐκ ἀποθανεῖται γὰρ ὁ υἱός σου, ἀλλὰ ζήσεται καὶ εἰς μέγα κλέος ἥξει, σὺ δὲ κατὰ τὴν τοῦ συζύγου προτροπήν, εἰ βούλει σῶσαι τὴν ψυχήν σου, ὥρα σοι τῶν προσκαίρων ἀνταλλάξασθαι τὰ αἰώνια. ἰδοὺ γὰρ ἡ τῆς πρὸ ὀλίγου τελειωθείσης προεστώσης μονὴ κατενώπιόν σου, ἐν ᾗ καὶ διὰ νυκτερινῆς ὀπτασίας εἴρηκέ μοι ὁ σύνευνός σου ἀποτάξασθαί σε, πολλὰ καὶ ἕτερα προαγορεύσας μοι.Ϡ ἐκείνη τοίνυν τὸν τοῦ θεοῦ φόβον ἐν ἑαυτῇ ὁλοτελῶς εἰσοικίσασα, εὐθὺς καὶ παραυτὰ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ χαίρειν εἰποῦσα, τὸ μὲν οἰκετικὸν ἅπαν ἐλευθερίᾳ τιμᾷ καὶ δαψιλῶς λεγατεύει, τὰ δὲ ἐν προαστείοις κτήματα, τὰ μὲν τῇ καθολικῇ ἀφιεροῖ ἐκκλησίᾳ, τὰ δὲ ἑτέροις μαρτυρίοις καὶ μοναστηρίοις δωρεῖται· χρημάτων δὲ πολὺν ὄγκον, τὸν μὲν πτωχοῖς καὶ πένησι διανέμει, τὸν δὲ εἰς Ἱεροσόλυμα παραπέμπει, τὰ μὲν τῇ ἁγίᾳ τοῦ Χριστοῦ προσφέρουσα Ἀναστάσει, τὰ δὲ τοῖς μοναχοῖς τοῦ ἁγίου Σάβα καὶ τῶν λοιπῶν ἀσκητηρίων παρασχοῦσα, τινὰ δὲ τῶν κτημάτων καὶ ὀλίγα τῶν χρημάτων εἰς μοῖραν τοῦ νηπίου παιδὸς καταλιποῦσα, πρὸς δὲ καὶ τῇ γυναικείᾳ μονῇ, ἔνθα δὴ καὶ εἰσοικίζετο φιλοτιμουμένη, κατέλιπε τὸν γονικὸν αὐτῆς οἶκον καὶ πᾶσαν τὴν κοσμικὴν ἀπάτην καὶ φαντασίαν, τὰ σηρικά τε ἐκδυσαμένη βύσσον τε καὶ πορφύραν, τρύχινον [λεγε· τρίχινον] περιεβάλλετο σάκκον, καὶ ἐν τῇ προειρημένῃ ἀποκαρεῖσα μονῇ, ἐπὶ πολλοῖς ἤδη χρόνοις ἀγγελικὴν ἐπολιτεύσατο πολιτείαν. Τῇ δὲ πολλαῖς ἁμαρτίαις βεβαρημένῃ γυναικὶ ἔφην ἐγὼ τότε· Ϡδεῦρο δὴ καὶ συγγνώρισόν μοι, τί περὶ σεαυτῆς βουλεύῃϠ ἐκείνη δὲ λέγει· Ϡπῶς ἐγὼ ἀπεγνωσμένη οὖσα φθέγξασθαί τι τολμήσωϠ εἶπον οὖν ἐγὼ πρὸς αὐτήν· Ϡθάρσει, θύγατερ, εἶδον γὰρ χάριν θεοῦ ἐπισκιάσασάν σοι ὡς καὶ τῇ συγκλητικῇ καὶ τῷ νηπίῳ ταύτης παιδίϠ. λέγει πάλιν ἡ γυνή· Ϡεἰ οἶδας, πάτερ, εἶναί μοι
[p. 61] μετάνοιαν, ἰδοὺ ἀπὸ τῆς ὥρας ταύτης ἀποτάσσομαι πάσαις μου ταῖς ἁμαρτίαις καὶ συντάσσομαι κατακλεισθῆναι ἐν οἰκίσκῳ σκοτεινῷ πάσας μου τὰς ἐπιλοίπους τῆς ζωῆς ἡμέρας, μὴ φῶς ἡλίου, μὴ φέγγος σελήνης θεωμένη, ἀλλὰ καθὼς ἔργα σκότους διεπραξάμην, σκοτεινῷ σκηνώματι κατοικήσω, τὰς ἐμὰς ἀποκλαίουσα ἁμαρτίας.Ϡ ὃ δὴ καὶ πεποίηκεν ἐξ ἐκείνης ἡμέρας μέχρι τοῦ νῦν ἐν ἀφεγγεῖ καὶ στενωτάτῳ σκηνώματι διακαρτεροῦσα καὶ εἰλικρινῆ κτησαμένη καὶ μεμεριμνημένην μετάνοιαν. τὸ δὲ τῶν πυλῶν τοῦ θανάτου ἐπιστραφὲν παιδίον τῇ μητρὶ συμπαρομαρτοῦν ηὔξησε, καὶ ἡνίκα τοῖς ἰούλοις ἤρξατο κατασκιάζειν τὰς παρειὰς καὶ ἤδη νεανίσκος ἐγεγόνει, καταλιπὼν τὰ οἰκεῖα καὶ αὐτὴν τὴν ἰδίαν μητέρα, ἀπεδήμησεν ἐν Ἱεροσολύμοις, καὶ τὴν τοῦ ἁγίου Σάβα καταλαβὼν λαύραν, καὶ τὸν ἑαυτοῦ πατέρα πρὸς κύριον ἐκδημήσαντα εὑρών, καὶ αὐτὸς ἐκεῖσε τὸν μοναδικὸν βίον ὑπέδυ, καὶ τὸ πατρικὸν αὐτοῦ κελλίον κατοικήσας, ἀσκητὴς δόκιμος γέγονεν. μετὰ δὲ χρόνους ἱκανοὺς διαφημιζομένης πανταχοῦ τῆς ἀρετῆς αὐτοῦ καὶ σεμνῆς πολιτείας εἰς τὸν πατριαρχικὸν ἀνάγεται τῶν Ἱεροσολύμων θρόνον, ψήφῳ θεοῦ καὶ παντὸς τοῦ ἱερατικοῦ τάγματος, καὶ ἐπὶ χρόνοις ἑπτὰ ὁσίως ποιμάνας τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἀνεπίληπτον διανύσας βίον πρὸς τὰς αἰωνίους μετῆλθε μονάς.»

61. «ταῦτα τοιγαροῦν διεξῆλθον, ἵνα μετὰ τῶν λοιπῶν τῆς ἁγίας γραφῆς παλαιῶν τε καὶ νέων διηγημάτων, ὧν οὐκ ἀμύητος εἶ, καὶ τὰ νυνὶ λεχθέντα ἔχοις τεκμήριον τῶν θαυμασίων ἔργων τοῦ φιλανθρώπου καὶ ἐλεήμονος θεοῦ, ὅσα δύναται ποιεῖν, ὅταν ἐκ τῶν ἀπόρων βουληθῇ δοῦναι πόρον τοῖς πράγμασιν, ὁ θανατῶν καὶ
[p. 62] ζωογονῶν, ὁ ποιῶν πάντα καὶ μετασκευάζων μόνῳ τῷ βούλεσθαι. ἅμα δὲ καὶ ὅση τῆς εὐχῆς ἡ δύναμις ἔξεστιν ἐπιγνῶναι· εἰ γὰρ γυνὴ ἁμαρτωλὸς καὶ πάντη ἀπεγνωσμένη, εὐξαμένη τῷ θεῷ ἐκ συντετριμμένης καρδίας, οὕτως εἰσηκούσθη, ὡς καὶ παῖδα τεθνηκότα σχεδὸν ἀναζωῶσαι καὶ ἑαυτὴν τοῖς ἠλεημένοις συναριθμῆσαι, καὶ τὴν λυπουμένην καὶ τρυχομένην μητέρα παρακαλέσαι τῇ τοῦ παιδὸς ζωοποιήσει, τίς ἀμφιβάλλει περὶ τῆς τῶν δικαίων εὐχῆς μὴ θᾶττον εἰς ὦτα κυρίου φθάνειν καὶ ἀφθόνους τὰς αἰτήσεις λαμβάνειν Ϡἐγγὺς γάρϠ φησί Ϡκύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς.Ϡ»

62. τοιαῦτα ψυχωφελῆ καὶ ἀξιάκουστα διηγησάμενος ὁ γέρων, ὀψίας ἤδη γενομένης, εἶπεν τῷ ἐπισκόπῳ· «ἐὰν ἐπιτρέπῃ σου ἡ ὁσιότης, ἐλθέτω ἡ συγκλητική, περὶ ἧς ἡ διήγησις, ἅμα δὲ καὶ ἥ ποτε ἁμαρτωλός, νυνὶ δὲ ἠλεημένη, καὶ τῆς σῆς μετάσχοιεν εὐχῆς καὶ εὐλογίας· ἔχουσι γὰρ ἤδη ἐν τῷ μοναστηρίῳ περὶ τὰ ἑξήκοντα ἔτη, ὑπερφυῆ ἄσκησιν μετερχόμεναι, οὐδενὸς γὰρ τῶν ἐδωδίμων ἀπογεύονται, εἰ μὴ ἄρτου μόνου καὶ ὕδατος, καὶ τούτων λίαν ἐνδεῶς. ἐν ἡμέρᾳ δὲ κυριακῇ καὶ ἐν ἑορταῖς δεσποτικαῖς ὀλίγων βρεκτῶν μετέχουσι ὀσπρίων, μήτε ὀπώρας τῆς οἱασοῦν, μήτε ἐλαίου ἤ τινος ἑψητοῦ ὅλως μεταλαμβάνουσαι. ἡ μὲν οὖν εὐγενὴς αὕτη γυνὴ τῶν λοιπῶν προῒσταται παρθένων, τὴν τῆς μονῆς κυβέρνησιν ἀναδεξαμένη, ἡ δὲ πρώην ἁμαρτωλός, νῦν δὲ χάριτι θεοῦ δεδικαιωμένη, ἐν σκοτεινῷ ἐγκέκλεισται κελλίῳ, μηδαμῶς ἡλίου φῶς ἢ σελήνης θεωμένη φέγγος, εἰ μή που ἐν βαθυτάτῃ καὶ ἀσελήνῳ νυκτὶ ἐξελθοῦσα τοῦ οἰκίσκου εἰς ὕψος τε ἀναβλέψασα τοῦ οὐρανοῦ καὶ τῷ κυρίῳ εὐχαριστήσασα, αὖθις ὑπεισέρχεται τὸ σκοτεινὸν ἐκεῖνο κατοικητήριον· ἐπεὶ δὲ πάνυ γεγηρακυῖαι τυγχάνουσιν,
[p. 63] παρακλήθητι ἐπιτρέψαι αὐταῖς κατ᾿ ἐξουσίαν, ὅπως ἑψητοῦ μεταλαμβάνωσι καὶ ἐλαίου ὀλίγου.»

63. τοῦ δὲ ὁσίου Θεοδώρου ἀσμένως ἐπιτρέψαντος, ἀποστέλλει ὁ γέρων τὸν ἑαυτοῦ μαθητὴν προσκαλέσασθαι τὰς τιμίας γραῒδας, αἵτινες ἐλθοῦσαι προσέπεσον τοῖς ποσὶ τοῦ ἀρχιερέως· ὁ δὲ ἐπευξάμενος αὐταῖς καὶ ἀναστήσας λόγοις παρακλητικοῖς καὶ πάσης πεπληρωμένοις σοφίας τὰς αὐτῶν καρδίας ἐνέπλησεν, κοινῶς τε ἀμφοτέραις διαλεξάμενος καὶ αὖθις ἑκάστῃ τὰ ἁρμόδια καὶ λυσιτελῆ ὁμιλήσας· μετὰ δὲ τὴν ψυχωφελῆ ὁμιλίαν τὴν μὲν ἐξ ἁμαρτωλῶν σώφρονα πρὸς τὴν κέλλαν ἑαυτῆς ὁ γέρων ἐξαπέστειλεν, τῇ δὲ καθηγουμένῃ ἐνετείλατο μικρὰν παράκλησιν αὐτοῖς ἀποστεῖλαι, μηδεμιᾶς δι᾿ ὅλης τῆς ἡμέρας τροφῆς ἁψαμένοις αἰσθητῆς, ἀλλ᾿ ἢ μόνον λόγοις πνευματικοῖς τὰς ψυχὰς ἑστιαθεῖσιν.

64. ἀπῆλθον οὖν αἱ γυναῖκες ἐντολὴν παρὰ τοῦ ἐπισκόπου λαβοῦσαι ἑψητοῦ τε καὶ ἐλαίου μετέχειν ἐν ἡμέρᾳ κυριακῆς καὶ ἐν ἑορταῖς, ὃ δὴ καὶ δυσχερῶς δεξάμεναι κατεγόγγυζον τοῦ κιονίτου. ἡ προεστῶσα τοίνυν ἄρτον τε καὶ οἶνον μετὰ ἐλαιῶν καὶ ὀπωρῶν ὀλίγων ἀποστείλασα, παρεκάλεσε τροφῆς μνησθῆναι· ὃ δὴ καὶ ποιήσαντες τραπέζης παρατεθείσης τῷ ἐπισκόπῳ ἀνέπεμπεν ἐκεῖνος τὰς τροφὰς τῷ γέροντι, καὶ παρακληθέντες ηὐχαρίστησαν τῷ θεῷ· μικρὰν δὲ σχολάσαντες ὥραν τῇ τροφῇ τοῦ σώματος τὰς ψυχὰς αὖθις παρεκαλοῦντο διὰ πάσης τῆς νυκτὸς ὁμιλοῦντες πνευματικὰ οἱ τῶν πνευματικῶν ὄντως χαρισμάτων ἔμπλεοι πατέρες.

65. ὁ τίμιος οὖν ἱεράρχης λόγου ἁψάμενος καὶ ὁμιλίας σοφωτάτης πρὸς τῷ τέλει τοῦ λόγου φησὶ πρὸς τὸν γέροντα· «λέγε μοι, πάτερ πνευματικέ, πόσος ἔστι σοι χρόνος τῆς ἐν τῷδε τῷ κίονι
[p. 64] κατοικίας, καὶ τίς ὁ τρόπος τῆς ἐνταῦθά σου ἡσυχίας μὴ δὴ κρύψῃς ἀπ᾿ ἐμοῦ τὰ κατὰ σέ, διὰ τὸν κύριον.» ὁ δὲ πρεσβύτης ἐκ βάθους στενάξας καρδίας καὶ δάκρυσι πολλοῖς συσχεθεὶς ἀπεκρίνατο· «τὰ κατ᾿ ἐμὲ πάντα, ὦ ποιμὴν ἱερώτατε τῶν λογικῶν προβάτων, κατ᾿ ἐπιτομὴν κυρίου φιλαλήθως ἤδη λέξω σοι, σὺ δέ, ὡς καὶ ἐν ἀρχῇ τῆς ὁμιλίας εἶπον, ἀνέκφορα παρὰ σεαυτῷ φύλαξον, ἕως τοῦ παρόντος βίου ὁ κύριος ἀπολύσῃ με. ἐν ἡμέραις νεότητός μου ἀπεταξάμην τῷ βίῳ καὶ κόσμῳ τῷ ἀπατεῶνι μετὰ καὶ πρεσβυτέρου μου ἀδελφοῦ, καὶ ἐπὶ τριετῆ χρόνον ἐν μοναστηρίῳ δουλεύσαντες πόθῳ τῆς ἡσυχίας, γνώμῃ τοῦ πνευματικοῦ πατρὸς ἐξήλθομεν ἐν τῇ παρακειμένῃ τῇ πάλαι Βαβυλῶνι ἐρήμῳ, σπήλαιά τε εὑρόντες οὐ μακρὰν ἀλλήλων ἀφεστηκότα, ἡσυχάσαμεν ἐν αὐτοῖς, ἐκ τῶν φυομένων βοτανῶν καὶ ἀκροδρύων τρεφόμενοι· σαββάτῳ μὲν καὶ κυριακῇ ὁμοῦ τὰς εὐχὰς τῷ θεῷ ἀναπέμποντες, ὁμοῦ καὶ τῶν ἐδωδίμων βοτανῶν μετελαμβάνομεν εὐχαριστοῦντες τῷ τρέφοντι ἡμᾶς αἰσθητῶς τε καὶ νοητῶς· αὖθις δὲ τὸ ἴδιον ἕκαστος ὑπεισερχόμενος ἄντρον καταμόνας τῇ προσευχῇ καὶ θεωρίᾳ ἐσχόλαζεν. ὅτε δὲ καὶ περιιέναι τὴν ἔρημον ἐχρῆν ἐπὶ συλλογῇ βοτανῶν ἢ περιπάτῳ ἀσκητικῇ, μεμονωμένος ἕκαστος διήρχετο, διεστηκότες ἀλλήλων ὡς ἀπὸ σημείου ἑνὸς ἢ δύο· ἄγγελος δὲ κυρίου ἦν σὺν ἡμῖν παρακαλῶν ἡμᾶς καὶ ἐπιστηρίζων. οὕτως διαγόντων ἡμῶν καὶ ἀσκητικῶς πολιτευομένων, ἐν μιᾷ τῶν ἡμερῶν ἀνὰ τὴν ἔρημον ἀναστρεφομένων ἡμῶν, ἔβλεπον τὸν ἐμὸν ἀδελφὸν περιπατοῦντα ἀπέχοντά μου στάδιον ἓν ἢ καὶ πλεῖον, καὶ ὁρῶ αὐτὸν ἐξάπινα ἐννεὸν ἱστάμενον καὶ τῷ σημείῳ τοῦ σταυροῦ σφραγίζοντα ἑαυτόν, εἶτα δρομαίως τὸν τόπον ὑπερπηδήσαντα,
[p. 65] καὶ ὥσπερ τινὰ παγίδα φεύγων ἀπῄει καὶ τὸ ἴδιον εἰσέδυ ἄντρον· θαυμάσας τοίνυν ἐγὼ τοῦ τε ἅλματος καὶ τοῦ σφοδροῦ δρόμου τὸν τρόπον, ἀπῆλθον ἕως τοῦ τόπου, ἰδεῖν θέλων τί τὸ συμβὰν τῷ ἐμῷ ἀδελφῷ, φθάσας δὲ ἐκεῖσε ὁρῶ χρυσίου σωρὸν ἁδρότατον κεχυμένον ἐπὶ τῆς γῆς· εὐχήν τε ποιήσας ἀπεκδυσάμενος τὸ παλλίον ὅπερ ἐφόρουν καὶ ἐν τῇ γῇ τοῦτο ἁπλώσας, πεπλήρωκα τοῦ χρυσίου, καὶ μόλις αὐτὸ βαστάσας ἀπήγαγον ἐν τῷ σπηλαίῳ μου μηδὲν τῷ ἀδελφῷ μου δηλώσας. εἶτα λαβὼν τὸ τοιοῦτον χρῆμα, ἀπέρχομαι ἐν τῇ πόλει καὶ ἐξωνοῦμαι τόπον περιτετειχισμένον καλὸν τῇ θέσει, ἔχοντα ἔνδοθεν τοῦ τείχους ὕδωρ διειδέστατον καὶ ᾠκοδόμησα ἐκεῖσε ἐκκλησίαν κοσμήσας αὐτὴν παντοίῳ κάλλει καὶ ἱεροῖς ἀναθήμασι, καὶ συνεστησάμην κοινόβιον μοναχῶν τεσσαράκοντα καὶ ξενῶνα εἰς θεραπείαν ἀρρώστων, ἐπικτησάμενος τοῖς τε μοναχοῖς καὶ τοῖς ἀρρώστοις προσόδους ἱκανάς· καὶ εὑρὼν ἄνδρα θεοφιλῆ δυνάμενον τὰς τοιαύτας διακυβερνᾶν συστάσεις, κατέστησα αὐτὸν ἐκεῖσε, πάντα παραθέμενος εἰς τὰς αὐτοῦ χεῖρας· τῶν καταλειφθέντων δὲ χρημάτων χιλίους μὲν δέδωκα χρυσίνους τῷ προεστῶτι τῆς μονῆς, χιλίους δὲ διένειμον πένησι, μὴ καταλιπὼν ἐμαυτῷ ἓν καὶ μόνον δηνάριον, μήτε εἰς ἀπολαύσεις τινὰς καὶ τρυφὰς ἀναλώσας ὅλως τι τῶν τοιούτων χρημάτων, ἀλλὰ πάντα εἰς ἱερῶν οἴκων οἰκοδομὰς καὶ εἰς χρείας μοναχῶν καὶ πενήτων ἅπαντα δαπανήσας. οὕτως οὖν ταῦτα διαθέμενος καὶ δοὺς εἰρήνην τῷ τε προεστῶτι τῆς μονῆς καὶ τοῖς ἀδελφοῖς, καὶ ἀσπασάμενος αὐτοὺς ἐξέρχομαι πάλιν εἰς τὴν ἔρημον ἐκζητήσων τὸν ἐμὸν ἀδελφόν. πορευομένου δέ μου
[p. 66] ἀνὰ τὴν ἔρημον λογισμὸς εἰσῄει μοι ὑψηλοφροσύνης ὑποψιθυρίζων μου τῇ καρδίᾳ, ὅτι ἀφελείᾳ γνώσεως ὁ ἐμὸς ἀδελφὸς μὴ δυνάμενος τὸ εὑρεθὲν χρῆμα καλῶς οἰκονομῆσαι, τοσοῦτον ἐζημιώθη ἔργον, ἐγὼ δὲ καλῶς προμηθευσάμενος ἰδοὺ μέγα καὶ θεάρεστον ἐπετέλεσα πρᾶγμα. ἐγγίζοντος δέ μου τοῖς τόποις ἤδη τοῖς ἀσκητικοῖς ἡμῶν καὶ τὸ σπήλαιον ὁρῶντος τοῦ ἀδελφοῦ μου, ὑπὸ δὲ τῶν προειρημένων ὀχλουμένου λογισμῶν καὶ ἐμαυτὸν ἐκείνου προτιθέντος, ἰδοὺ συναντᾶ μοι ὁ ἐξ ἀρχῆς συμπορευόμενος ἡμῖν ἄγγελος καὶ βλοσυρῷ ἀτενίσας ὄμματί φησι πρός με· Ϡτί κενοδοξεῖς καὶ διὰ τί διαλογισμοὶ αὐταρεσκείας ἀναβαίνουσιν ἐν τῇ καρδίᾳ σου λέγω γάρ σοι, καὶ μὴ ἀπίστει μοι, ὅτι πᾶς ὁ κόπος καὶ μόχθος σου τοῦ τοσούτου χρόνου καὶ αἱ οἰκοδομαὶ τῶν ἐκκλησιῶν καὶ μοναστηρίων καὶ πτωχοτροφείων καὶ αἱ διανομαὶ τῶν χρημάτων τοῖς δεομένοις καὶ πάντα ὅσα πεποίηκας εὐσεβεῖ δῆθεν καὶ συνετῇ προμηθείᾳ, οὐ παρεικάζονται ἐκείνῳ τῷ ἑνὶ τοῦ ἀδελφοῦ σου ἅλματι, ἐν ᾧ τὸν τοῦ εὑρεθέντος χρυσίου σωρὸν ὑπερήλατο· οὐ γὰρ τὸ χρυσίον ὑπερήλατο, ἀλλὰ τὸ μεταξὺ τοῦ πλουσίου καὶ Λαζάρου τοῦ πένητος ἐστηριγμένον χάσμα κούφοις διῆλθε πτέρυξι καὶ τοὺς Ἀβραμιαίους εἴληφεν εἰς κατοικίαν κόλπους. ἐκεῖνος γὰρ τῷ θεῷ ἐσπούδασεν ἀρέσαι, σὺ δὲ τοῖς ἀνθρώποις, διὸ καὶ ἀσυγκρίτως ὑπέρκειταί σου καὶ προτερεύει. σὺ δὲ καίπερ κατὰ πολὺ ἐλάττων ὑπάρχων καὶ μήπω τὸ ἐκείνου μέτρον κατειληφὼς τῆς ἀρετῆς, ἐπεὶ ὑψηλοφρονεῖς καὶ κατακαυχᾶσαι τοῦ ἀληθῶς ἀσκητοῦ, οὐ μὴ ἴδῃς τὸ πρόσωπον αὐτοῦ παρ᾿ ὅλην σου τὴν ζωήν, οὐδὲ τῆς ἐμῆς δὲ ξυναυλίας ἐπιτυχεῖν ἰσχύσεις, ἄχρις οὗ πολλὰ μογήσας καὶ ἄμετρα θρηνήσας ἐν ἑπτὰ ἑβδομάσι χρόνων μόλις ταύτην ἀνακαλέσῃ. ὅταν δὲ δάκρυσι πολλοῖς καὶ συντριβῇ καρδίας τὸν θεὸν ἐξευμενίσῃ, τηνικαῦτα ὄψει με ἐν ἡμέρᾳ δεδοξασμένῃ καὶ παρακληθήσῃ.Ϡ»

[p. 67]

66. «ταῦτα εἰπὼν ἀπέστη ἐξ ὀφθαλμῶν μου. ἐγὼ δὲ σπεύσας κατέλαβον τὸ σπήλαιον τοῦ ἀδελφοῦ μου καὶ οὐδαμῶς εὗρον αὐτόν, ἄρας δὲ φωνὴν κλαυθμοῦ ἐθρήνησά μου τὴν δυστυχίαν, ἕως οὐκέτι ἦν ἰσχὺς ἐν ἐμοὶ τοῦ κλαίειν· καὶ διετέλεσα θρηνῶν ἀνὰ τὴν ἔρημον ἐκείνην ἕως ἡμερῶν ἑπτὰ δυσωπῶν τὸν ἅγιον ἄγγελον καμφθῆναί μοι καὶ οἰκτειρῆσαι τὸν στεναγμὸν καὶ τὰ δάκρυά μου, ἔτι δὲ καὶ τὸν ἀδελφόν μου εἰς ἱκεσίαν προσεκαλούμην ἀρχαίας ἀναμιμνήσκων συνασκήσεως καὶ ἀδελφικῆς φ<ιλίας>. ἐν τῇ ἑβδόμῃ δὲ <τῶν ἡμ>ερῶν ἦλθέ μοι φωνὴ τοῦ ἀγγέλου λέγουσα· Ϡδεῖ σε ἀπελθεῖν ἐν Ἐδέσῃ τῇ πόλει καὶ κατοικῆσαι τὸν σύνεγγυς τοῦ ἁγίου Γεωργίου ἱστάμενον στύλον, καὶ μετανοῆσαι θερμῶς, ὡς ἂν ἵλεώς σοι γενήσεται κύριος.Ϡ παραυτίκα τοίνυν κλαίων καὶ ὀδυρόμενος ὑπεχώρησα τῆς ἀρχαίας ἡμῶν παροικίας καὶ περοπορῶν [λεγε· πεζοπορῶν] δι᾿ ἡμερῶν τεσσαράκοντα κατέλαβον ἐνθάδε καὶ τόνδε τὸν στύλον εἰσελθὼν ἡσύχασα. ἐπὶ χρόνοις δὲ τεσσαράκοντα ἐννέα πολλοῖς ἐπάλαισα λογισμοῖς καὶ πολέμοις τῶν δαιμόνων· περιεκέχυτο δέ μου τῇ καρδίᾳ, οἱονεὶ νέφος ζοφερόν, λύπη τις ἀπαράκλητος. ἐν δὲ τῷ πεντηκοστῷ χρόνῳ ὀψὲ σαββάτου διαφαιούσης κυριακῆς τῆς ἐνδόξου καὶ λαμπρᾶς ἀναστάσεως τοῦ Χριστοῦ, φῶς γλυκύτατον περιέλαμψέ μου τὴν καρδίαν καὶ τὰ τῶν παθῶν διεσκέδασε νέφη· ἄγρυπνος οὖν διετέλεσα παρ᾿ ὅλην ἐκείνην τὴν νύκτα ἐν κατανύξει καρδίας εὐχόμενος καὶ δάκρυσι παρακλητικοῖς δροσιζόμενος, ἡμέρας δὲ ἤδη λαμψάσης, περὶ τρίτην ὥραν εὐχομένου μου ἰδοὺ ὁ ἅγιος παρέστη μοι ἄγγελος. ἐγὼ δὲ φοβηθεὶς μὴ φάντασμα πλάνης εἴη, ἐπέτεινα τὴν εὐχήν, ἀλλὰ τίς κοινωνία φωτὶ πρὸς σκότος τίς δὲ μετουσία Χριστῷ πρὸς Βελίαρ ἐκτενῶς γὰρ εὐχομένου μού φησιν ὁ ἀγγελος
[p. 68] πρός με· Ϡεἰρήνη σοι παρὰ κυρίου, εἰρήνη σοι καὶ σωτηρία.Ϡ ἐγὼ δὲ παρακληθεὶς τὴν καρδίαν καὶ δάκρυσι συσχεθεὶς προσέπεσον αὐτῷ καὶ εἶπον· Ϡἵνα τί ἐγκατέλιπές με καὶ ἀπέρριψας ἀπὸ προσώπου σου, τοῦ ἀδελφοῦ μου ἐχώρισάς με, καὶ σὺ ἀπέστης ἀπ᾿ ἐμοῦ. καὶ ἰδοὺ κέκμηκα πολλοῖς συνεχόμενος πειρασμοῖς καὶ ἀνεικάστοις προσπαλαίσας κινδύνοις.Ϡ ὁ δὲ ἅγιος ἄγγελος κρατήσας μου τὴν χεῖρα, ἤγειρέν με καί φησι· Ϡδιὰ μὲν τὴν ὑψηλοφροσύνην σου καὶ τὴν τοῦ ἀδελφοῦ κατάκρισιν καὶ ἐξουδένωσιν ἀπέστην ἐξ ὀφθαλμῶν σου, οὐ μὴν δὲ παντελῶς κατέλιπόν σε, ἀλλ᾿ ἀοράτως παρήμην φυλάττων καὶ περιθάλπων σε, καθὼς προσέταξέ μοι κύριος. νυνὶ δὲ ἐν τῇ ταπεινώσει σου ἐμνήσθη σου ὁ κύριος, καὶ ἀπέστειλέ με συνεῖναί σοι διαπαντὸς ἔν τε τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι. καὶ ἰδοὺ δέδωταί [λεγε· δέδοταί] σοι χάρις διορατικοῖς ὄμμασι καθορᾶν τοὺς δικαίους τε καὶ ἁμαρτωλούς, καὶ τοῖς μὲν ἐπαγάλλεσθαι, τῶν δὲ ὑπερεύχεσθαι, ὅπως ἐπιστρέψωσι τῶν ἁμαρτιῶν καὶ βελτιωθῶσι τῇ μετανοίᾳ. ζῇ δὲ καὶ ὁ σὸς ἀδελφὸς δεόμενος ὑπὲρ σοῦ πρὸς κύριον. σπούδασον οὖν ἐν τῷ μέλλοντι αἰῶνι συνεῖναι αὐτῷ, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός.Ϡ»

67. «ἐξ ἐκείνης οὖν τῆς ἡμέρας ἠξιώθην ὁρᾶν ἀγγέλους καὶ ἀποσοβεῖν τὰ πνεύματα τῆς πονηρίας· διερχομένου γὰρ ἀνδρὸς εὐλαβοῦς καὶ φοβουμένου τὸν κύριον, ὁρῶ ἀγγέλους θεοῦ συνοδοιποροῦντας αὐτῷ φαιδροὺς καὶ φωτοφόρους, περιβεβλημένους στολὰς ἀστραπημόρφους, τοὺς δὲ δαίμονας πόρρω φεύγοντας καὶ μηδ᾿ ὅλως τολμῶντας πλησιάσαι. καὶ μακάριος ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον· μεγάλη γὰρ ἡ δόξα κυρίου ἐπ᾿ αὐτόν, καὶ δαψιλὴς ἡ χάρις, εἴτε πλούσιος εἴη, εἴτε πένης· οὐ τῶν ἐπιτηδευμάτων γάρ, ἀλλὰ τῶν ἔργων ἐστὶν ἡ διαφορά. ἄθλιος δὲ ὁ μὴ φυλάττων τὰς ἐντολὰς τοῦ κυρίου, ἀλλ᾿ ἁμαρτίαις καὶ πάθεσι συμφυρόμενος, ἄθλιος οὗτος
[p. 69] καὶ ταλαίπωρος, κἂν εὐροῇ τοῖς παροῦσιν. ὅταν γὰρ ἴδω τοιοῦτόν τινα διερχόμενον, περικυκλοῖ αὐτὸν δαιμόνιον σμῆνος πάντοθεν συμπνῖγον καὶ συνέχον· ὁ δὲ ἅγιος ἄγγελος τούτου πόρρωθεν ἀκολουθεῖ στυγνάζων καὶ λυπούμενος ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ. εἰ δέ γε πολλάκις πειραθῶσιν οἱ ἀλάστορες ἐκεῖνοι δαίμονες κατακρημνίσαι τὸν τοιοῦτον ἄνθρωπον, ἢ βαλεῖν εἰς βόθρον, ἢ ἄλλως πως θανατῶσαι, οὐ συγχωρεῖ ὁ ἅγιος ἄγγελος, ἀλλὰ ῥομφαίαν ἐσπασμένην κατέχων, τύπτει αὐτοὺς καὶ διώκει, οἱ δὲ φεύγουσιν ὡς χνοῦς κατὰ πράσωπον ἀνέμου. ταῦτα δὲ ὁρῶν ἐγὼ τοῖς μὲν δικαίοις ἐπαγάλλομαι, τοῖς δὲ ἀθλίοις καὶ ἁμαρτωλοῖς ἐποδύρομαι. εἰ μὴ γὰρ παρὰ τῶν ἐπιστατούντων ἡμῖν ἀγαθῶν ἀγγέλων εἴργοντο καὶ ἀπηλαύνοντο οἱ ἐχθροὶ τῆς ζωῆς ἡμῶν δαίμονες, οὐκ ἂν ἐφείσαιντο θανατῶσαι πάντας τοὺς ἁμαρτωλούς, ἐφηδόμενοι τῇ τούτων ἀπωλείᾳ, ἀλλ᾿ ὡς εἴρηται, οὐ συγχωροῦνται ὑπ᾿ αὐτῶν ἀποκτείνειν τοὺς ἀνθρώπους, ἕως ὁ ἑκάστου πληρωθῇ τῆς ζωῆς χρόνος, ὁ παρὰ τοῦ πάντων δημιουργοῦ καὶ δεσπότου ὁρισμένος [λεγε· ὡρισμένος]· ἐκδεχόμενος γὰρ ὁ ἀγαθὸς θεὸς τὴν ἐπιστροφὴν καὶ μετάνοιαν τοῦ ἁμαρτωλοῦ δίδωσιν αὐτῷ προθεσμίαν ζωῆς, μὴ συγχωρῶν τοὺς ἀπ᾿ ἀρχῆς ἀνθρωποκτόνους δαίμονας ἀδεῶς ἁρπάζειν τὴν ψυχὴν αὐτοῦ, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος.»

68. ταῦτα τὰ ὀνησιφόρα καὶ ψυχωφελῆ διηγήματα ὁμιλήσαντες δι᾿ ὅλης τῆς νυκτός, ἤδη τῆς ἡμέρας αὐγαζούσης ἀναστάντες τὰς ἑωθινὰς εὐχὰς τῷ κυρίῳ ἀνεπέμψαμεν, ὅ τε ἁγιώτατος ἐπίσκοπος καὶ ὁ ὅσιος κιονίτης, καὶ συνταξάμενος τῷ γέροντι ὁ ἐπίσκοπος ἀπῄει χαίρων τοιούτῳ ἐντυχὼν ἀνδρὶ ἁγίῳ· εἰσελθὼν δὲ ἐν τῷ ναῷ τοῦ ἁγίου μάρτυρος Γεωργίου καὶ εὐξάμενος, προσελθοῦσαι
[p. 70] ἡ προεστῶσα τῆς γυναικείας μονῆς μετὰ τῶν λοιπῶν τιμίων μοναζουσῶν καὶ εὐλογηθεῖσαι ὑπ᾿ αὐτοῦ, ἐξενεγκοῦσα ἐκείνη χρυσίνους πεντακοσίους δίδωσι τῷ ἐπισκόπῳ εἰποῦσα· «λαβὲ ταῦτα, ἁγιώτατε πάτερ, μικρὸν ὑπόμνημα τῆς σῆς οἰκέτιδος· ἀρτιπαγὴς γὰρ ὢν καὶ νέηλυς πολλῶν χρῄζεις ἀναλωμάτων.» ὁ δὲ ὅσιος ἰδὼν αὐτῆς τὴν πίστιν ἐδέξατο τὸ δῶρον, ἐγχειρίσας μὲν τοῦτο τοῖς διακόνοις, τῇ δὲ προεστώσῃ εἰπών· «δῴη σοι κύριος κατὰ τὴν πίστιν σου καὶ μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.» καὶ οὕτως ἀπελθὼν ὁ ὁσιώτατος Θεόδωρος ἐν τῷ ἐπισκοπείῳ εἴχετο τῶν πνευματικῶν καὶ θεαρέστων ἔργων, διδάσκων, νουθετῶν, παρακαλῶν ἅπαντας, τοὺς πένητας ἐλεῶν, τοὺς δεομένους οἰκτείρων, τύπος καὶ ὑπογραμμὸς ἀρετῆς πᾶσι γινόμενος, εὐχῇ μὲν προσκείμενος διηνεκεῖ, ταπεινοφροσύνης δὲ οὕτως ἐπιμελούμενος, ὥσπερ ἐν τούτῳ τὸ πρωτεῖον ἔχειν ἐθέλων τρόπον ἕτερον ἐπὶ τῷ μηδένα ἑαυτοῦ τιθέναι περὶ τὸ εὐτελὲς δεύτερον. πολλὴν δὲ εἶχε σπουδὴν καὶ πρὸς ἐπίσκεψιν τῶν νοσούντων πάντα παρέχων αὐτοῖς, ὅση δύναμις, καὶ οὕτως αὐτοὺς ἀνακτᾶσθαι σπουδάζων, μάλιστα δὲ καὶ τὴν ἀπὸ τῶν λόγων προσφέρων παραμυθίαν καὶ παντὶ τρόπῳ δεικνὺς τὸ φιλανθρώπινον. σωφροσύνην δὲ καὶ παρθενίαν τίς οὕτω τετίμηκεν ἢ πρὸς αὐτὴν ἠρέθισεν, ὡς μικροῦ κρείττονα καὶ ὑψηλοτέραν αὐτὴν δεῖξαι, ἢ ὥστε καὶ βάσιμον εἶναι φύσει τῇ ἀνθρωπίνῃ ἀγάπην δὲ τὴν βασιλικωτάτην τῶν ἀρετῶν τίς πλέον ἠγάπησεν ἢ ἐξύμνησεν ἐπέφλεκτο γὰρ ἀεὶ τὰ σπλάγχνα τῇ περὶ τὸν πλησίον στοργῇ καὶ τῆς τῶν πιστῶν σωτηρίας περιεκέκαυτο. τί τὸ ἐντεῦθεν φθόνος ἀνῆπτο τοῖς αἱρετικοῖς καὶ θυμὸς
[p. 71] ἄγριος· εἰς τοσοῦτον γὰρ ἀναιδείας προῆλθον, ὡς καὶ τοῖς ὀρθοδόξοις ψάλλουσιν ὀνειδίζειν τὴν ὀρθοδοξίαν. ἦσαν δὲ οὗτοι οἱ τὰ Νεστορίου τοῦ δυσσεβοῦς φρονοῦντες καὶ τὴν ὑπεραγίαν θεοτόκον βλασφημοῦντες, καὶ τὰ λοιπὰ τῆς ἀνομίας αὐτῶν δόγματα φληναφοῦντες· ἑτέρωθεν δὲ Μανιχαῖοι δεινοὶ ἀνέφαινον, δύο λέγοντες ἀρχὰς ἀντικαθιστώσας ἀλλήλαις, μίαν μὲν ἀγαθήν, μίαν δὲ πονηράν. οἱ αὐτοὶ δὲ προσεκύνουν ἡλίῳ τε καὶ σελήνῃ μὴ ὁμολογοῦντες οὐρανόν τε καὶ γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς ὑπὸ τοῦ μόνου γεγενῆσθαι θεοῦ. πολλὰ δὲ καὶ ἕτερα τερατώδη ἔλεγον βλάσφημα δόγματα περὶ διαφόρων αἰώνων καὶ οὐρανῶν, ὕλης τε καὶ σκότους, καὶ τοῦ καλουμένου Σακλᾶ καὶ τῆς [λεγε· τοῦ] Νεβρὼδ μυθολογοῦντες καὶ μὴ ὁμολογοῦντες ἕνα καὶ τὸν αὐτὸν εἶναι τῆς παλαιᾶς τε καὶ νέας διαθήκης θεόν, καὶ τοῦ μεγάλου δὲ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν κατὰ σάρκα γέννησιν καὶ τὰ σωτήρια πάθη καὶ τὴν ἀνάστασιν οὐ κατ᾿ αὐτὴν τὴν ἀλήθειαν πεπρᾶχθαι, ἀλλὰ δοκήσει καὶ κατὰ φαντασίαν γεγονέναι ἐληρώδουν. αὖθις δὲ καὶ οἱ τῆς Σευήρου αἱρέσεως ὑπασπισταὶ δεινὸν ἔπνουν θυμὸν καὶ ἄγριον, ἀνατρέποντες τὴν ἐν Χαλκηδόνι σύνοδον τῶν ἁγίων ἑξακοσίων τριάκοντα πατέρων καὶ τὰ δόγματα διασύροντες, καὶ τὰς δύο φύσεις τοῦ σωτῆρος ἀρνούμενοι, μίαν φύσιν διεστραμμένῃ καρδίᾳ ἐπρέσβευον, πολλὰ καὶ ἕτερα ἀλλόκοτα πλαττόμενοι.

69. οὗτοι πάντες τὸν πολὺν ἐκεῖνον πρὸς ἀρετὴν ζῆλον τοῦ τιμίου Θεοδώρου ὁρῶντες καὶ τὴν δαψιλῆ διδασκαλίαν αὐτοῦ ἀκούοντες, καὶ ὅπως τὰς πονηρὰς αὐτῶν αἱρέσεις ἐμυσάττετο, καὶ τὰ δεινὰ τούτων δόγματα πανσόφοις ἀνέτρεπεν ἀντιρρήσεσι κατὰ τὸ Δαυϊτικὸν λόγιον· Ϡοὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι·Ϡ ἄσπονδον ἐκίνησαν ἔχθραν κατὰ τοῦ
[p. 72] ἁγίου καὶ εἰς φανερὰν ἠγέρθησαν μανίαν ἀμέλει καὶ εἰς ἓν γενόμενοι σύστημα, τοὺς ὀδόντας τε συὸς τρόπον κατὰ τῆς ἐκκλησίας καὶ τοῦ ἁγίου ὑποθήξαντες, ἐπῆλθον λῃστρικῶς καταλῦσαι μὲν τὴν ἐκκλησίαν, φονεῦσαι δὲ τὸν ἁγιώτατον ἐπίσκοπον καὶ τοὺς σὺν αὐτῷ κληρικοὺς καὶ ὀρθοδόξους κακῶς διαθεῖναι. ἀλλὰ τοῖς μὲν αἱ χεῖρες ἐνάρκων καὶ θεηλάτοις πληγαῖς ἐμαστίζοντο, τοῖς δὲ καὶ φλὸξ ἐκ τῆς ἐκκλησίας προσαπαντῶσα κατὰ στόμα κενοὺς ἀναστρέφειν ἐποίει. ἀπορήσαντες οὖν τῆς ἐπιβουλῆς εἰς ἑτέραν μηχανὴν τρέπονται· τοὺς γὰρ κρατοῦντας τῶν τῆς Συρίας πόλεων, οὓς Ἀμηράδας καλεῖν εἴωθεν ἡ τῶν Ἀγαρηνῶν γλῶσσα, ὑπελθόντες καὶ δώροις αὐτῶν τὰς χεῖρας πλήσαντες, κατὰ τῆς ἐκκλησίας καὶ τοῦ ἁγίου ἐμισθώσαντο, καὶ πολλὰ τῶν κτημάτων τῶν ἄνωθεν τῇ καθολικῇ ἐκκλησίᾳ ἀφιερωθέντων ἐσφετερίσαντο. ἐξαιρέτως δὲ οἱ δεινοὶ Μανιχαῖοι πλούτῳ βρίθοντες χαλεπῶς ἐπολέμουν τὸν τῆς ὀρθοδοξίας κήρυκα. ἐν ὅσῳ δὲ τὰς πολυτρόπους ἐκείνας οὗτοι κατὰ τῆς ἁγίας ἐκκλησίας μηχανὰς συνεσκεύαζον, ὁ τοῦ θεοῦ θεράπων Θεόδωρος ἐδεῖτο αὐτοῦ θερμῶς καὶ πάσῃ δυνάμει ἐδυσώπει κρείττονα τῆς τῶν ἐναντίων ἐπιβουλῆς τὴν αὐτοῦ ἐκκλησίαν καὶ τὸ ὀρθόδοξον ποίμνιον ἀναδεῖξαι· καὶ «πέποιθα» ἔλεγεν «ἐπὶ τῷ θεῷ τῷ σώζοντί με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος, ὡς οὐκ ἐγκαταλείψει τὸν ἅγιον αὐτοῦ οἶκον ἡττηθῆναι καὶ νῶτα δοῦναι τοῖς ἐχθροῖς.» ὅθεν καὶ βουλὴν βουλεύεται ἀρίστην ἀπελθεῖν εἰς Βαβυλῶνα τῇ παρὰ Πέρσαις νῦν καλουμένῃ Βαγδάδ, ἐντυχεῖν τε τῷ βασιλεῖ καὶ γνωρίσαι αὐτῷ τὰς τῶν αἱρετικῶν κατ᾿ αὐτοῦ ἐπιβουλὰς καὶ τῆς δικαιούσης ψήφου ἐκεῖθεν τυχεῖν.

70. ταῦτα ὁ μακάριος βουλευσάμενος ἀπέρχεται πρὸς τὸν μέγαν γέροντα καὶ ἀνατίθησιν αὐτῷ τὰ βουλευθέντα. ὁ δὲ καὶ
[p. 73] συναινεῖ τῷ πράγματι καὶ θεόθεν αὐτῷ τὴν γνώμην ταύτην δοθῆναι μαρτυρεῖ. γράφει δὲ καὶ ἐπιστολὴν πρὸς τὸν ἀδελφὸν αὐτοῦ τὸν ἐρημίτην, ἐπισκήψας τῷ ἐπισκόπῳ ζητῆσαι αὐτὸν ἐν τοῖς ὑπεράνωθεν τῆς Βαβυλῶνος σπηλαίοις, τὰ μέλλοντα τε τούτῳ προαγορεύσας καὶ ἐπευξάμενος καὶ τῷ Θεῷ τοῦτον παραθέμενος ἐν εἰρήνῃ ἀπέλυσεν. ἐκεῖθεν οὖν μετὰ τῶν πνευματικῶν ἐφοδίων ὑποστρέψας ὁ Θεόδωρος καὶ ἐν τῷ ἐπισκοπείῳ καταλύσας προσευχαῖς ὁλονύκτοις ἐσχόλασε, δεόμενος τοῦ θεοῦ ἄνωθεν αὐτῷ βοήθειαν καταπέμψαι καὶ ἄγγελον εἰρήνης πιστὸν ὁδηγὸν τούτῳ ἐξαποστεῖλαι. ἐπεὶ δὲ καὶ ὁ τῶν ἑωθινῶν ὕμνων ἐνειστήκει καιρός, τὰς εἰωθυίας ᾖσεν ᾠδὰς καὶ συνταξάμενος πᾶσι καὶ εἰρήνην τε καὶ σωτηρίαν αὐτοῖς ἐπευξάμενος, ἐξελθὼν ἥψατο σπουδαίως τῆς ἐπὶ τὴν Βαβυλῶνα ὁδοῦ, ἐμέ τε συνεπαγόμενον ἔχων καί τινας ἄλλους τῶν ἱερέων καὶ διακόνων· καὶ δὴ πολλὰς ὁδεύσαντες ἡμέρας ὁδούς τε διελθόντες δυσχερεῖς, τὴν Βαβυλῶνα κατελάβομεν, ἔνθα βασιλεὺς ἦν Μαυίας τοὔνομα. μὴ ἔχοντες δέ τινα τῶν γνωρίμων ἔνθα καταλύσομεν, πρὸς τὴν ἐκκλησίαν τῶν χριστιανῶν ἀφικόμεθα καὶ τῷ μητροπολίτῃ ἐντυχόντες, ἀσμένως ἐξενίσθημεν παρ᾿ αὐτῷ. ἦν δὲ κυριακὴ τῶν ἡμερῶν διαφαίουσα, πολλοῦ δὲ ἀθροισθέντος λαοῦ καὶ τῶν ἑωθινῶν ὕμνων τελεσθέντων, αὖθίς τε τῆς ἱερᾶς προσκομισθείσης θυσίας ἐν τῷ ἐπισκοπείῳ, προσκληθέντας φιλοφρόνως ἡμᾶς ὁ ἁγιώτατος ἐδεξιώσατο μητροπολίτης. πυθομένου δὲ τὴν αἰτίαν τῆς ἀφίξεως ἡμῶν, ὑπολαβὼν ὁ θεῖος Θεόδωρος πάντα καθεξῆς διηγεῖτο, τὴν τῶν αἱρετικῶν παροινίαν, τὰς ἐπιβουλάς, τὴν ἁρπαγὴν τῶν κτημάτων, τὰς τῶν ὀρθοδόξων θλίψεις καὶ ταλαιπωρίας. παρῆσαν δὲ τότε ὡς ἐξ ἐπιταγῆς οἱ πρῶτοι
[p. 74] τῶν γραφέων καὶ ὁ τῶν ἰατρῶν ἄρχων, χριστιανοὶ ὄντες ὀρθόδοξοι.

71. ὁ δὲ μητροπολίτης ὡς ἤκουσε ταῦτα πάνυ συνήλγησε καὶ συνεπάθησε ἡμῖν, καὶ ἠξίου τοὺς γραφεῖς καὶ τὸν ἀρχιητρὸν ὑπομνῆσαι τῷ βασιλεῖ περὶ τοῦ ἐπισκόπου Ἐδέσης· ἐκεῖνοι δὲ ἀπεκρίναντο μὴ εἶναι καιρὸν ὑπομνήσεως διὰ τὸ τὸν βασιλέα βαρέως ἀρρωστεῖν καὶ ἀπηγορευμένον κεῖσθαι· ἀνθρακώσεως γὰρ καὶ καρκινωμάτων ἐν τῷ βλεφάρῳ τούτου κατασκηψάντων, ἀμαύρωσις αὐτῷ γέγονε τῶν ὀμμάτων σφοδρὰς καὶ ἀνιάτους φέρουσα τὰς ὀδύνας· εἶτα ἐπετέθη καὶ περιπνευμονία, ἥτις ἐστὶ φλεγμονὴ τοῦ πνεύμονος μετὰ πυρετοῦ θάνατον ἀπειλοῦσα. τίς οὖν ὑπομνῆσαι τολμήσει ἢ μόνον τὰ τῆς ἰατρείας εἴδη καὶ θεραπείας τὰς μεθόδους ὁ δὲ Θεόδωρος ἔφη· «τίς οἶδεν, κύριοί μου, εἰ διὰ τῆς ἐμῆς ταπεινώσεως ἰάσεται κύριος τὰ ἀνίατα δοκοῦντα εἶναι πάθη αὐτοῦ» ὡς ἤκουσε ταῦτα ὁ ἀρχιητρός, μηδὲν φθονήσας ἔφη πρὸς τὸν ἐπίσκοπον· «θεοῦ συνεργείᾳ καὶ προμηθείᾳ, εἰ ἔστι σοι πεῖρα ἰατρικῆς, ἰδοὺ καιρὸς εὔθετος, ἵνα σου τὰς αἰτήσεις εὐχερῶς τελέσεις.» τί τὸ ἐντεῦθεν ὁ μὲν ἀρχιητρὸς τῇ ἑξῆς ἅμα πρωΐ παραγίνεται ἐν τῷ παλατίῳ, τὰς συνήθεις ἐπιτελέσων ἰατρείας καὶ ὑπομιμνήσκει τῷ βασιλεῖ λέγων ὅτι, φησίν· «ἐπίσκοπος ἐξ Ἐδέσης παραγέγονεν ἐνταῦθα πεῖραν ἔχων ἰατρικῆς πολλήν. δέον οὖν ἐστι πάντως προσκληθῆναι τὸν ἄνδρα· ἴσως γάρ τι κρεῖττον ἐπινοηθείη ἰατρείας εἶδος πρὸς θεραπείαν τοῦ σοῦ κράτους καὶ ὠφέλειαν.» θεία δέ τις ἦν πάντως πρόνοια ἡ καὶ τὸν ἀρχιητρὸν πείσασα οὕτως σπουδαίαν τὴν ὑπόμνησιν ποιήσασθαι. ὡς γὰρ ταῦτα ἤκουσεν ὁ βασιλεὺς μεταστέλλεται τὸν μέγαν Θεόδωρον εὐθύς. ὁ δὲ τῷ μητροπολίτῃ εὐχὴν αἰτησάμενος ἀπῄει τὸν τοῦ Χριστοῦ σταυρὸν ὥσπερ ὅπλον ἄμαχον ἐπαγόμενος, καὶ κόνιν τοῦ ζωοδόχου τάφου φυραθεῖσαν τῷ [p. 75] ὕδατι τῆς ἁγίας κανδήλας ἐν μικρῷ βαστάζων βαλαντίῳ ἅμα τε καὶ ψάλλων· ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται καὶ τὰ ἑξῆς. καταλαβόντος δὲ αὐτοῦ τὰ προαύλια, ἐξελθὼν ὁ ὑπομιμνήσκων, εἰσάγει τοῦτον πρὸς τὸν βασιλέα. ἦν δὲ οὗτος παντελῶς ἀπεγνωσμένος ἐξ ἀνθρωπίνης βοηθείας, ἀδρανεῖ δέ τινι καὶ διακεκομμένῃ φωνῇ πρὸς τὸν ὅσιον ἔφη· «εἰ ἔστι σοί τις δύναμις, ἐπίσκοπε, βοήθησόν μοι κάμνοντι καὶ χαλεπῶς ὀδυνωμένῳ, καὶ ὅσον οὔπω μέλλοντι θνήσκειν.» τοῦ δὲ μακαρίου Θεοδώρου τὰ γόνατα τῆς καρδίας εἰς εὐχὴν κλίναντος καὶ τὸν δεσπότην Χριστὸν ἐπικαλεσαμένου, παρῆν ἐπήκοος ὁ σωτὴρ φθάνων μικροῦ καὶ τὴν αἴτησιν καὶ ἡ νόσος ῥᾴων ἦν, καὶ ἄνεσιν εἶχε τὸ πολὺ τῆς ὀδύνης· εἶτα αἰτήσας σκεῦος καθαρὸν καὶ ὕδωρ βαλὼν τὴν ἁγίαν ζύμην ἐκείνην ἐν τούτῳ καὶ διαλύσας τῷ δακτύλῳ, μέρος μὲν ἐπέτρεψε τῷ βασιλεῖ πιεῖν, τὸ δὲ λοιπὸν ἐπέχρισεν αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ μέτωπον, βλέφαρά τε καὶ ὀφθαλμούς, καρδίαν τε καὶ μετάφρενα· προστάττει δὲ ἡσυχίαν τούτῳ γενέσθαι ὅπως ὑπνώσῃ, αὐτὸς δὲ ἀπεδήμησεν εἰς τὴν ξενίαν. εὐθὺς οὖν καὶ παραυτίκα, ὢ τῶν ἀπορρήτων σου Χριστὲ σωτήρ μου θαυμάτων, ὕπνος ἡδὺς ἐπέρχεται τῷ βασιλεῖ, ἀφίσταται δὲ αὐτοῦ πᾶσα ὀδύνη καὶ ἀλγηδών, καταστέλλεται δὲ ἅπαν οἴδημα, φεύγει τε καὶ ἡ ἀμαύρωσις τῶν ὀφθαλμῶν, καὶ τὸ γλυκὺ ἀντιδίδοται φῶς· ὁ δὲ λάβρος πυρετὸς καὶ ἡ τοῦ πνεύμονος φλεγμονὴ εἰς ἀνυπαρξίαν χωρεῖ, καὶ ἐκ τῶν πυλῶν
[p. 76] τοῦ θανάτου ἀνακαλεῖται ὁ παντελῶς ἀπελπισθεὶς παρὰ πάντων. Ἔξυπνος δὲ γεγονὼς καὶ τὴν τοιαύτην παράδοξον ἀλλοίωσιν ἐν ἑαυτῷ ἰδών, ἐν πολλῷ τῷ τάχει τὸν θαυμαστὸν προσκαλεῖται ἰατρόν, καὶ ἐλθόντι ποίας οὐκ ἂν εἴποις εὐχαριστηρίους αὐτῷ προσεφθέγγετο φωνάς, σῶος πάντοθεν ὑπάρχων καὶ ὑγιής, καὶ τὸ τάχος ἐκπληττόμενος τῆς ὑπερφυοῦς θεραπείας ὁ δὲ Θεόδωρος ὕδατι καθαρῷ τὸ πρόσωπον ἀπονίψασθαι κελεύσας καὶ τροφῆς αὐτὸν μεταλαβεῖν ἐπιτρέψας, ηὐχαρίστει τοῖς ἀλαλήτοις τῆς καρδίας στεναγμοῖς τῷ ὑπεραγάθῳ Θεῷ τῷ ποιοῦντι μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθμός, ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, τοὺς μὲν φιλοτιμούμενος, τοὺς δὲ πρὸς μετάνοιαν ἐκκαλούμενος. ὁ τοίνυν βασιλεὺς Μαυίας τροφῆς μεταλαβὼν καὶ καθαρᾶς ὑγείας ἀπολαύσας ἔχαιρε καὶ τῷ παραδόξῳ τῆς ῥώσεως κατεπλήττετο· τῇ ἑξῆς οὖν πρόοδον ποιησάμενος λαμπρὰν καὶ πάντας τοὺς ἐν τέλει προσκαλεσάμενος ἐφ᾿ ὑψηλοῦ καθίσας βήματος, ἔδειξεν ἑαυτὸν πάσης ἀπηλλαγμένον νόσου καὶ πᾶσιν ἄρτιον τοῖς μέλεσιν.

72. ἔχαιρεν οὖν ἅπαν τὸ πλῆθος ἐπὶ τῇ θεραπείᾳ τοῦ βασιλέως καὶ παιαν<ί>οις εὐφήμουν ᾠδαῖς· μεγάλην δὲ ποιήσας ὁ βασιλεὺς εὐωχίαν πάντας εἰς ἑστίασιν συνεκάλεσεν, ἀρχισατράπας τε καὶ ἡγεμόνας καὶ πάντας τοὺς ἐν τέλει δαιτυμόνας τῆς ἱδίας παραλαβὼν τραπέζης καὶ δώροις αὐτοὺς φιλοτίμοις δεξιωσάμενος, τὸ δὲ στρατιωτικὸν καὶ πολιτικὸν πλῆθος ἀνὰ τὴν πόλιν ἑστιατορίαν κελεύσας γενέσθαι πάντας εὐωχεῖσθαι προσέταξεν· τῷ δὲ θαυματουργῷ πατρὶ Θεοδώρῳ δωρεὰς τῷ ὄντι βασιλικάς τε καὶ πολυτελεῖς ἐδωρήσατο μεγάλως τούτῳ εὐχαριστῶν καὶ φῶς ὀφθαλμῶν
[p. 77] αὐτὸν ἀποκαλῶν, ὡς φωτίσαντα χάριτι Χριστοῦ τὰς ἀμαυρωθείσας αὐτοῦ κόρας.

73. τῇ δὲ ἐπαύριον προσκαλεσάμενος αὐτὸν ὁ βασιλεύς, συνεξελθεῖν αὐτῷ ἐκέλευσεν ἐπὶ τὰς τῶν ὑδάτων διεξόδους· καὶ δὴ ἔφιππος ὁ βασιλεὺς καὶ πάντες οἱ ἐν τέλει μετὰ τοῦ τιμίου πατρὸς ἐξῆλθον εἰς τὸ πεδίον παρὰ τὰς ὄχθας τῶν μεγίστων ποταμῶν. συνεξέρχεται δὲ καὶ πλῆθος ὄχλου ἀναρίθμητον, ἰδεῖν ἐθέλοντες τὸν βασιλέα τεθεραπευμένον καὶ τὸν τοῦτον θεραπεύσαντα ἐπίσκοπον. ἱκανῶς τοίνυν μετεωρισθέντες ὑπέστρεψαν ἐν τῷ παλατίῳ, καὶ ὁ μὲν βασιλεὺς εἰσῆλθε λούσασθαι ἐν τῷ βαλανείῳ, ἡμεῖς δὲ εἰς τὴν ξενίαν ἀφικόμεθα ἐκ τοῦ παλατίου λαμβάνοντες ἀφθόνους τὰς δαπάνας καὶ εὐχαριστοῦντες τῷ τῶν ἀγαθῶν δοτῆρι Χριστῷ. τῇ δὲ τρίτῃ ἡμέρᾳ μεταστέλλεται πάλιν τὸν ἁγιώτατον ἐπίσκοπον ὁ βασιλεὺς καὶ μετὰ πολλῆς τιμῆς τοῦτον δεξάμενος ἔφη πρὸς αὐτόν· «τίς ἡ αἰτία, ἄνθρωπε τοῦ θεοῦ, τῶν ἐμῶν φῶς ὀφθαλμῶν, τῆς ἐνταῦθά σου παρουσίας, γνώρισόν μοι, καὶ ὅσα χρὴ γενέσθαι σοι παρὰ τῆς ἐμῆς ἐξουσίας θᾶττον γενήσεται.» ὑπολαβὼν δὲ ὁ ὅσιος ἔφη· «οἱ πατριάρχαι τῆς Ἀντιοχείας καὶ Ἱεροσολύμων ἄκοντά με καὶ μὴ βουλόμενον προεχειρίσαντο ἀρχιεπίσκοπον Ἐδέσης. ἐν ἐκείνῃ δὲ τῇ πόλει πλῆθος πολὺ εἰσεφθάρη αἱρετικῶν μὴ ἐξακολουθούντων τῇ ὀρθῇ τῶν χριστιανῶν πίστει, ἀλλὰ διεστραμμένας ὁδοὺς πορευόμενοι, οἵτινες πολλὰς καθ᾿ ἡμῶν ποιησάμενοι ἐπιβουλὰς φονεῦσαι κατεπείγοντο καὶ τὴν ἐκκλησίαν ἐμπρῆσαι· μὴ τυχόντες δὲ τῆς ἐφέσεως τοὺς ἀμηράδας δώροις δεξιωσάμενοι, ἀφείλοντο πάντα τὰ κτήματα τῆς ἐκκλησίας. τούτου χάριν τῷ σῷ προσῆλθον κράτει κρίσιν αἰτούμενος δικαίαν, ἵνα καὶ τὰ ἄνωθεν ἀφιερωθέντα τῇ ἐκκλησίᾳ πάλιν πρὸς αὐτὴν ἀποδοθῆναι κελεύσῃς,
[p. 78] καὶ τοὺς δεινοὺς ἐκείνους τῆς πόλεως ἡμῶν ἀπελαθῆναι, καὶ ἔσται σοι ἔλεος παρὰ κυρίου.»

74. ὡς ἤκουσε ταῦτα ὁ βασιλεύς, μὴ δευτέρας δεηθεὶς εἰσηγήσεως γράφει εὐθὺς τοῖς ἐπιτρόποις τῆς Κοίλης Συρίας καὶ τῆς Μέσης τῶν ποταμῶν τὰ κτήματα μὲν πάντα τῆς ἐκκλησίας Ἐδέσης ἀποδοθῆναι αὐτῇ, τοὺς δὲ λεγομένους αἱρετικούς, τοὺς μὲν θέλοντας τῇ καθολικῇ ἐκκλησίᾳ συνθέσθαι καταλιπεῖν, τοὺς δὲ ταῖς ἰδίαις ἐμμένοντας κακοδοξίαις, τοὺς μὲν Μανιχαίους γλωσσοτμηθῆναι, τοὺς Νεστοριανοὺς δὲ καὶ Εὐτυχιανιστὰς ἀπελαθῆναι τῆς πόλεως, καὶ τὰς συναγωγὰς αὐτῶν κατασκαφῆναι· ἔτι δὲ πρὸς περισσοτέραν βεβαίωσιν καὶ ἀμηρὰν ἕτερον ἐκπέμπει ἐντειλάμενος τούτῳ πάντα ὅσα ἔγραψεν τηρῆσαι ἀπαράτρωτα, καί φησι τῷ ἐπισκόπῳ· «ἰδοὺ ὅσα ἐκέλευσας διωρισάμην γενέσθαι. Σὺ οὖν μετὰ τοῦ προβληθέντος ἀμηρᾶ ἀπόστειλον σοὺς μαθητὰς καὶ πάντα γένηται ὡς ἀρεστόν σοι, αὐτὸς δὲ μετὰ τοῦ ἀδελφιδοῦ σου παράμεινόν μοι ἄχρι καιροῦ, καὶ εὖ σοι γενήσεται παρὰ θεοῦ.»

75. τούτων οὕτως ὁρισθέντων, ἀπεστάλησαν τρεῖς τῶν μεθ᾿ ἡμῶν ἱερέων μετὰ τοῦ προβληθέντος ἀμηρᾶ, καὶ τὴν Ἔδεσαν καταλαβόντες τῆς βασιλικῆς κελεύσεως ἐμφανισθείσης, ἀπορήσαντες οἱ δεινοὶ Μανιχαῖοι πανταχόθεν ἠρετήσαντο [λεγε· ᾑρετίσαντο] βαπτισθῆναι καὶ τῇ ἁγίᾳ προσελθεῖν ἐκκλησίᾳ καὶ μὴ τιμωρηθῆναι, ὃ δὴ καὶ γέγονε, καὶ πλὴν ὀλίγων τινῶν πάντες ἐβαπτίσθησαν, οἱ δὲ ἐμμείναντες τῇ πατροπαραδότῳ ἀνομίᾳ κακιγκάκως ἀπώλοντο. ὁμοίως καὶ οἱ τὰ Νεστορίου καὶ Εὐτυχοῦς φρονοῦντες, οἱ μὲν τῇ καθολικῇ ἐκκλησίᾳ προστεθέντες ἀφείθησαν, οἱ δὲ λοιποὶ τῆς πόλεως ἀπηλάθησαν. Καὶ γέγονεν ὁ χριστώνυμος τῆς Ἐδέσης λαὸς μία ποίμνη ὑφ᾿ ἑνὶ ποιμένι ἀγόμενοι, πλὴν τοῦ λαοῦ τῶν Ἀγαρηνῶν. ἀπεδόθησαν δὲ καὶ πάντα τὰ κτήματα καὶ αἱ πρόσοδοι τῆς ἐκκλησίας τοῖς οἰκονόμοις
[p. 79] καὶ ἱερεῦσι καὶ γέγονε χάριτι Χριστοῦ χαρὰ μεγάλη τῷ πιστῷ καὶ ὀρθοδόξῳ λαῷ.

76. μετὰ ταῦτα κελεύσει τοῦ βασιλέως ἐξήλθομεν εἰς ἀναζήτησιν τοῦ ἐρημίτου κατὰ τὴν ἀξίωσιν τοῦ γέροντος τοῦ κιονίτου, καὶ εὑρόντες αὐτὸν σταδίοις ἑκατὸν ἀφεστηκότα τῆς πόλεως ἐν ἀβάτῳ τόπῳ, σπήλαιον οἰκοῦντα ζοφῶδες, ὃς καὶ ἐξελθὼν πρὸς ὄνομα καλῶν τὸν ἐπίσκοπον ἠσπάσατο αὐτὸν γνησίως. ἦν δὲ ὁ γέρων κατὰ πάντα Θεοδοσίῳ τῷ κιονίτῃ ὅμοιος· καὶ δὴ τελέσαντες εὐχὴν καὶ καθίσαντες ὡμίλουν θεῖά τινα καὶ ψυχωφελῆ διηγήματα. εἶτα τῆς ἡμέρας ἤδη κλινούσης, ἀξιοῖ ὁ πρεσβύτης τὸν ἐπίσκοπον ἐν τῷ σχεδιασθέντι ἐκεῖσε θυσιαστηρίῳ τὴν ἀναίμακτον προσενέγκαι θυσίαν καὶ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων μεταδοῦναι αὐτῷ. εἴξας οὖν ὁ μέγας τῇ ἀξιώσει τοῦ γηραιοῦ, τῆς προσηκούσης ὑπηρεσίας ἐνεχθείσης, τελεῖται ἡ θεία μυσταγωγία καὶ δεξάμενος ὁ ἐρημίτης τὸν οὐράνιον μαργαρίτην χαρᾶς ἐπληροῦτο πνευματικῆς. εἶτα τράπεζαν θεῖναι κελεύσας τῷ μαθητῇ, παρετέθησαν ἄρτοι νεαροὶ καὶ ἁλμάδες ἐλαῖαι καὶ τὴν εὐχαριστίαν εἰπόντες μετελάβομεν τῶν παρατεθέντων. ἦσαν δὲ ἄρα οἵ τε ἄρτοι καὶ αἱ ἐλαῖαι ξένης τινὸς καὶ παρηλλαγμένης ἡδύτητος πεπληρωμένοι καὶ ἀνήροτος ὄντως τροφή.

77. μετὰ δὲ τὸ ἄριστον λόγων αὖθις ἥπτοντο καὶ ὁμιλίας πνευματικῆς, καί φησιν ὁ πρεσβύτης τῷ ἐπισκόπῳ· «ποῦ τὸ γραμμάτιον τοῦ ἐν τῷ στύλῳ ἀδελφοῦ μου» ἐθαύμασε δὲ ὁ ἐπίσκοπος τὸ διορατικὸν τοῦ πατρὸς καί φησι· «τίς ἀνήγγειλέ σοι, πάτερ, ἐπιστολὴν ἐπιφέρεσθαί με τοῦ σοῦ ἀδελφοῦ» ὁ δὲ ὅσιος εἶπεν· «ἅμα τῷ γραφῆναι ἀνεγνώσθη ἡ ἐπιστολὴ καὶ εὐθὺς γέγονεν ἡ ταύτης ἀντιγραφή.» θαυμαζόντων δὲ ἡμῶν ἐπὶ τῷ λόγῳ, ἠξίου ὁ ἐπίσκοπος ὑποδειχθῆναι αὐτῷ τὴν ἀντιγραφήν. ὁ δὲ γέρων ἔφη·
[p. 80] «ἀνάγνωθι τὴν ἐπιστολὴν τοῦ στυλίτου καὶ ἐν τῷ ὄπισθεν μέρει εὑρήσεις τὰ ἀντιγραφέντα.» κελεύσαντος οὖν τοῦ ἐπισκόπου προεκόμισα τὴν πήραν ἐσφραγισμένην οὖσαν, καὶ ἀνοίξας αὐτὴν ἐκβάλλει τὴν ἐπιστολήν, καὶ ἐν τῷ ὄπισθεν μέρει εὑρίσκει γεγραμμένα τάδε· «Ἰωάννης ἐλάχιστος μοναχὸς ἐκ σπηλαίων Βαβυλῶνος Θεοδοσίῳ τῷ στυλίτῃ καὶ γνησίῳ μου ἀδελφῷ, ἐν κυρίῳ χαίρειν. ἀνέγνων σου τὴν ἐπιστολὴν ἅμα τῷ γραφῆναι καὶ ἀντέγραψά σοι ἅπερ ἐδέξω. εἰ καὶ διέστημεν τῷ σώματι, ἀλλ᾿ ἀδιάστατός σου καθέστηκα τῷ πνεύματι, ὅσα δὲ ἔγραψας περὶ τοῦ ἁγιωτάτου ἐπισκόπου, ἅπερ σοι ἀπεκαλύφθη, ταῦτα κἀμοὶ γνωστά ἐστι. πάντα καλῶς ᾠκονομήθη προνοίᾳ θεοῦ· τὸ τῆς καθολικῆς ἐκκλησίας ὑψοῦται κέρας, οἱ αἱρετικοὶ καταισχύνονται, οἱ Μανιχαῖοι ἐξωθοῦνται, Μαυίας ὁ βασιλεὺς τῆς τοῦ μαμωνᾶ δουλείας ἀπολυτροῦται, φωτιζόμενος τοὺς τοῦ σώματος ἅμα καὶ τῆς ψυχῆς ὀφθαλμούς. λοιπὸν εὐχαῖς καὶ δεήσεσιν μὴ ἐλλίποις ἱκετεύειν τὸν ὑπεράγαθον θεόν, ὡς ἂν ἐκείνῳ τῷ ἀτελευτήτῳ αἰῶνι ἀξιώσῃ ἡμᾶς ὁμοῦ τῆς μερίδος τυχεῖν τῷ σῳζομένων. ἔρρωσο.» ὁ δὲ μέγας Θεόδωρος εὐχαριστῶν τῷ κυρίῳ ἔλεγεν· «εἰ καὶ ὑπερφυές ἐστιν ἀπὸ Βαβυλῶνος εἰς Συρίαν αὐθωρὸν ἀναγνωσθῆναι τὴν ἐπιστολὴν καὶ εὐθέως ἀποκρίνασθαι, ἀλλ᾿ ὁ τὸν Ἀμβακοὺμ ἐκ τῆς Ἰουδαίας θᾶττον ἀγαγὼν εἰς Βαβυλῶνα καὶ αὖθις ἀποστρέψας εἰς τὴν Ἰουδαίαν, δυνατός ἐστι καὶ τοῦτο ποιεῖν· ὅπου γὰρ ἐνδημήσει ὁ ὑπὲρ φύσιν θεὸς ὑπερφυῶς πάντα γίνεται.»

78. τοιαῦτα μέχρι νυκτὸς ὁμιλήσαντες, καὶ τὰς ἑσπερινὰς ᾄσαντες ᾠδὰς ἀναπαύσεως ἐτύχομεν. εἶτα περὶ τὸ μεσονύκτιον ἐγερθέντες τοὺς ἑωθινοὺς ὕμνους διήλθομεν ἕως ἡμέρας, καὶ συνταξάμενοι τῷ γέροντι καὶ τοῖς σὺν αὐτῷ δύο φοιτηταῖς εἰς τὴν πόλιν αὖθις ἐπανήλθομεν· ἀσμένως τε ὑποδεχθέντες παρὰ τοῦ βασιλέως, καὶ ὀλίγα τούτῳ ὁμιλήσαντες εἰς τὴν ξενίαν κατελύσαμεν,
[p. 81] εὐχαριστοῦντες πολλὰ κυρίῳ τῷ θεῷ, ὅτι τοιούτου ἠξίωσεν ἡμᾶς τυχεῖν ἁγίου ἀνδρός. πυκνότερον δὲ ἀφικνουμένου τοῦ ὁσιωτάτου Θεοδώρου ἐν τῷ παλατίῳ καὶ θεοπνεύστοις ῥήμασιν ὁμιλοῦντος τῷ βασιλεῖ, μιᾷ τῶν ἡμερῶν φησιν ὁ βασιλεὺς τῷ ἐπισκόπῳ· «ἤθελον, προσφιλέστατε, ἀχώριστος εἶναί σου καὶ ἀδιάσπαστος, κατά τε τὸν παρόντα βίον καὶ τὸν μέλλοντα· ἀρρήτῳ γάρ τινι φιλίας δεσμῷ συνδέδεταί σοι ἡ ψυχή μου.» ὁ οὖν ἐπίσκοπος τὸ σημεῖον τοῦ σταυροῦ τῇ διανοίᾳ χαράξας, τοιαῦτα πρὸς τὸν βασιλέα ἀπεκρίνατο· «ὁρῶ μέσον ἐμοῦ καὶ σοῦ θύραν ἀνεωγμένην, καὶ ἐμὲ μὲν μὴ ἐξερχόμενον, σὲ δὲ μὴ εἰσερχόμενον, ὅσον οὔπω δὲ τῆς θύρας κλειομένης διαιρούμεθα πάντως ἀπ᾿ ἀλλήλων· ὃ δὴ καὶ πολλὴν ἐντίθησί μοι τὴν κατὰ ψυχὴν ἀλγηδόνα.» λέγει ὁ βασιλεὺς πρὸς τὸν ὅσιον· «τίς ἡ θύρα καὶ τίς ἡ ταύτης κλεῖσις, μάλα σαφήνισόν μοι καὶ γνώρισον ἀκριβῶς.» ὁ ἐπίσκοπος ἔφη· «ἄνδρες δὺο ἐπορεύοντο εἰς πόλιν βασιλεύουσαν ἐντυχεῖν μέλλοντες τῷ βασιλεῖ, ὁ μὲν εἷς πλούσιος, ἔνδοξος, ὁ δὲ ἕτερος πένης, εὐτελής. καὶ ὁ μὲν πλούτῳ βρίθων καὶ πολλὴν ἐπαγόμενος ὑπηρεσίαν, ὥδευεν ὁδὸν εὐρύχωρον καὶ λεωφόρον, ὁ δὲ πένης οἶμον στενὴν καὶ τεθλιμμένην. αἱ τοιαῦται δὲ ἀτραποὶ ἀγχίτριβοί πως ἀλλήλαις ἦσαν καὶ οὐ πόρρω ἀφεστηκυῖαι, ὡς ἑκάτερος τῶν ὁδοιπόρων ὁρᾶν τὸν ἕτερον. καὶ ὁ μὲν οὖν πλούσιος προσεκαλεῖτο τὸν πένητα τὴν τεθλιμμένην ἐκκλίνοντα ὁδὸν συνοδοιπορεῖν αὐτῷ κατὰ τὴν λεωφόρον, ὁ δὲ πένης ἀντεπάγων ἔφασκεν· Ϡἰδοὺ κέκλικεν ἡ ἡμέρα, ἡ δὲ νὺξ ἐγγίζει. μή ποτε κλεισθῶσιν αἱ μεγάλαι τῆς πόλεως πύλαι καὶ οἱ ὁδῖται μείναντες ἔξω ὑπὸ λῃστῶν τε καὶ θηρίων ἀναλωθῶσιν. ἀλλὰ δέξαι γνώμην ἐμήν, καὶ σὺ μᾶλλον κατὰ τὴν στενὴν ἕπου
[p. 82] μοι τρίβον, μικρῷ προσκαταντώσῃ παραπορτίῳ, ἔνθα φύλακες προσμένοντες εἰσδέχονται τοὺς εἰσιόντας, ἐν ᾗ δ᾿ ἂν φθάσωσιν ὥρᾳ.Ϡ ὁ γοῦν πλούσιος τὴν δυσχέρειαν ἐννοῶν τῆς στενῆς ὁδοῦ, τὴν πλατεῖαν ἠρετήσατο [λεγε· ᾑρετίσατο] πορευθῆναι· καὶ πρὶν ἢ τὴν πόλιν φθάσαι, κατέλαβεν αὐτὸν νὺξ καὶ εὗρεν τὰς πύλας κεκλεισμένας, καὶ μείνας ἔξω ἅμα τῶν σὺν αὐτῷ, λῃσταῖς τε καὶ θηρσὶ περιπεσὼν ὤλετο. ὁ δέ γε πένης ὀλίγα κακοπαθήσας ἐν τῇ στενῇ τρίβῳ, καταλαμβάνει τὴν μικρὰν πύλην καὶ παρὰ τῶν φυλάκων ἀσμένως εἰσδεχθείς, ἐν χαροποιῷ καταλύει πανδοχείῳ, πάσης ἀπολυθεὶς μερίμνης καὶ συντριβῆς.»

79. ὁ βασιλεὺς ἔφη· «πολλὴν ἔδειξεν ὁ πλούσιος ἀφροσύνην, ὅτι μὴ καλῶς τὴν ὁδὸν γινώσκων οὐχ ὑπήκουσε τῷ τὰ κρείττονα βουλευομένῳ καὶ τὴν ὁδὸν ἐπισταμένῳ πένητι, ἀλλ᾿ αἴτιος ἀπωλείας ἑαυτῷ τε καὶ τοῖς σὺν αὐτῷ ἐγεγόνει, σὺ δέ, προσφιλέστατε, τὴν προειρημένην παραβολὴν βουλόμενος σαφηνίσαι μοι, ἑτέραν ἐπήγαγες ἑρμηνείας μᾶλλον δεομένην. παρακαλῶ οὖν ἀμφοτέρων τὸν νοῦν γνώρισόν μοι.» καί φησιν ὁ ἐπίσκοπος· «εἰ πηγήν τις ὑπέδειξέν σοι ἀθανασίας ἀνακαινίζουσαν μέν σου τὴν νεότητα, ὡραῒζουσαν δέ σου τὴν μορφὴν ἀσυγκρίτῳ τινι κάλλει ὑπὲρ πάντας ἀνθρώπους, καὶ ἐν ἀφθαρσίᾳ διηνεκεῖ καὶ ἀγήρῳ νεότητι διατηροῦσαν, πῶς ἂν διετέθης πρὸς τὸν τῆς τοιαύτης χάριτος πρόξενον» ὁ βασιλεὺς ἔφη· «ἐπίομεν ἂν ἀμφότεροι τοῦ ὕδατος ἐκείνου, καὶ πάντων μου τῶν ἀγαθῶν μέτοχον αὐτὸν καὶ κοινωνὸν εἰς αἰῶνας ἐθέμην.»

80. τότε ὁ θεῖος ἱεράρχης ἐκβαλὼν ἐκ τοῦ κ´ολπου αὐτοῦ τὸ ἅγιον εὐαγγέλιον ἔφη· «ἰδού, βασιλεῦ, ἡ πηγὴ τῆς ἀθανασίας, ἰδοὺ ἡ θύρα, ἰδοὺ ἡ ὁδός. εἰ ποθεῖς τοῦ ὕδατος μετασχεῖν τοῦ εἰς ζωὴν αἰώνιον ἁλλομένου, πορεύθητι τὴν ἐκεῖσε ἀπάγουσαν ὁδὸν καὶ εἰσελθὼν διὰ τῆς θύρας τῆς ἀνεῳγμένης τῆς ἀθανάτου πηγῆς ἐμφορήθητι καὶ ζῆσον εἰς αἰῶνας. μία γάρ ἐστιν ἡ ὁδὸς τῆς ζωῆς, μία ἐστὶν ἡ θύρα καὶ οὐ πολλαί. ἄνευ δὲ τῆς ὁδοῦ ταύτης καὶ τῆς θύρας εἰσελθεῖν εἰς τὴν
[p. 83] ζωὴν ἀδύνατον. τίς δὲ ἡ ὁδός, τίς ἡ θύρα, τίς ἡ πηγή ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ ἀληθινὸς θεὸς ἐκ θεοῦ ὁ πρὸ πάντων τῶν αἰώνων γεννηθεὶς ἀχρόνως τε καὶ ἀνάρχως ἐκ τοῦ ἀνάρχου πατρός, δι᾿ οὗ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν, ὃ γέγονεν, ὁ σὺν πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι βασιλεύων εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. αὐτὸς οὖν ὁ ἀληθινὸς θεὸς δι᾿ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθὼν ἐκ τῶν οὐρανῶν καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ τῆς ἀειπαρθένου Μαρίας, καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς εἴρηκεν· Ϡἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσειϠ. Καὶ πάλιν εἶπεν· Ϡἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή.Ϡ καὶ αὖθις ἔφη· Ϡὃς δ᾿ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.Ϡ ὅτε δὲ ἐπλήρωσε τὴν οἰκονομίαν τῆς ἡμῶν σωτηρίας ὁ ἀγαθὸς Ἰησοῦς, καὶ διὰ σταυροῦ καὶ θανάτου τὴν φύσιν ἡμῶν τῆς τυραννίδος τοῦ ᾅδου καὶ τῶν αἰωνίων ἐλυτρώσατο δεσμῶν, ἀναστὰς ἐκ νεκρῶν ἔφη τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις· Ϡπορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.Ϡ ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται. κατὰ τὴν θείαν οὖν καὶ ἀψευδῆ ἀπόφασιν αὐτοῦ καὶ σωτήριον ἐντολὴν ἰδοὺ κἀγὼ ὁ ἐλάχιστος ἀπεστάλην κηρῦξαί σοι τὸν λόγον τῆς ἀληθείας. εἰ οὖν πιστεύσας βαπτισθῇς σωθήσῃ καὶ τὴν σωτήριον ὁδὸν πορεύσῃ, καὶ εἰς τὴν θύραν τῆς ζωῆς εἰσελεύσῃ, καὶ τοῦ ὕδατος τῆς ἀθανασίας πιεῖν ἀξιωθήσῃ, καὶ ζήσεις εἰς αἰῶνας τοῖς ἀγγέλοις συνδιαιτώμενος καὶ τῷ φωτὶ ἐλλαμπόμενος τῆς μακαρίας καὶ ζωαρχικῆς τριάδος. εἰ δὲ ἀπιστήσας τῇ κατεχούσῃ σε διαμενεῖς πλάνῃ, κατακριθήσῃ, καὶ τῇ γεένῃ τοῦ πυρὸς παραδοθεὶς ἐν ἐξωτέρῳ
[p. 84] σκότῳ τιμωρηθήσῃ κολάσει ἀτελευτήτῳ. ἰδοὺ τοίνυν πρὸ προσώπου σου ἡ ζωὴ καὶ ὁ θάνατος. ἐγὼ δὲ πάρειμί σοι σύμβουλος ἀγαθός, παρακαλῶν σε τὴν ζωὴν προκρῖναι τοῦ θανάτου καὶ τῆς λαοπλάνου θρησκείας ἀποστῆναι τοῦ Μωάμεδ, ὅστις ἐστὶ πρόδρομος τοῦ ἀντιχρίστου, καὶ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οἰκειωθῆναι, καὶ μακάριος ἔσῃ τὸν φρόνιμον μιμησάμενος ἔμπορον, ὃς εὑρὼν τὸν ἕνα πολύτιμον μαργαρίτην, πωλήσας πάντα τὰ ὑπάρχοντα αὐτῷ ἐκεῖνον ἐξωνήσατο.»

81. ταῦτα διεξελθὼν ὁ ἱεράρχης, εὐφυῶς γὰρ ὡμίλει τὴν τῶν Ἑλλήνων τε καὶ Σύρων καὶ Ἰσμαηλιτῶν πρὸς δὲ καὶ Περσῶν γλῶσσαν, θεόσοφος ὑπάρχων ὁ ἀνήρ, καὶ ηὔξατο κατὰ νοῦν τῷ θεῷ δοῦναι χάριν αὐτῷ ἐπὶ σωτηρίᾳ ψυχῆς ἀγνωσίας σκότει πιεζομένης. ὁ δὲ βασιλεὺς Μαυΐας ὡς γῆ καλὴ τὸν οὐράνιον δεξάμενος σπόρον, κατενύγη τὴν ψυχήν, καὶ εἰς τὸ ἐνδότερον εἰσελθὼν ταμιεῖον ἠξίου τὸν ἐπίσκοπον ὅλον αὐτῷ ὑπαναγνῶναι τὸ εὐαγγέλιον. ὃ δὴ προθύμως ὁ μακαρίτης πεποίηκεν, σαφῶς ὑπαγορεύσας αὐτῷ τὸ σωτήριον κήρυγμα, καὶ ὅλον τὸ βάθος τοῦ μυστηρίου ἀνακαλύψας τῷ ἀνδρί. πρὸς δυσμὰς δὲ ἤδη τοῦ ἡλίου φθάσαντος, εἰς τὴν ξενίαν ἀπιέναι προσέταξεν ὁ βασιλεὺς τὸν ἐπίσκοπον, καὶ ἅμα πρωΐ καλέσας αὐτὸν εἰς τὸ ταμιεῖον εἰσήγαγεν, ἰατρεύεσθαι παρ᾿ αὐτοῦ προσποιούμενος· καί γε ἀληθῶς ἰατρεία ἦν τῆς ἀθανάτου ψυχῆς, καί φησι πρὸς αὐτόν· «ὁ τοῖς λῃσταῖς περιπεσὼν καὶ τραυματισθείς, καθὼς χθὲς ὑπηγόρευες, ἐγὼ ὑπάρχω· πῶς οὖν δυσωπήσω τὸν ἀγαθὸν ἰατρὸν ἐπισκέψασθαί με καὶ ἰάσεως ἀξιῶσαι τῶν τραυμάτων τε ἀπαλλάξαι καὶ τὴν γύμνωσίν μου περιστεῖλαι δίδαξόν με, παρακαλῶ.» ὁ ἐπίσκοπος ἀπεκρίνατο· «τῆς προθυμίας παρούσης ἕτοιμός ἐστιν ὁ ἀγαθὸς τὴν τῆς εὐσπλαγχνίας ἐπιβλύσαι σοι πηγήν, ἀγαθὴ οὖν ἡ βουλή σου, ἀναβολὴ δὲ καὶ πᾶσα ὑπέρθεσις ἀπέστω.» ὁ βασιλεὺς ἔφη· «ἰδοὺ πιστεύω εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, [p. 85] τὴν ὁμοούσιον καὶ ἀδιαίρετον τριάδα, πιστεύω τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, τὸν σαρκωθέντα δι᾿ ἡμᾶς καὶ σώσαντα τὸ γένος τῶν ἀνθρώπων. λοιπὸν καθὼς δεῖ πιστεύειν δίδαξόν με, ὅσα τε ὁμολογεῖν καὶ ὅσοις ἀποτάττεσθαι μάλα σαφήνισόν μοι, καὶ εἴ τι χρὴ ποιεῖν συνέτισόν με.» τότε ὁ θεοφόρος Θεόδωρος δίδωσιν αὐτῷ ἐγγράφως τῇ Συριάδι γλώττῃ τὸ σύμβολον τῆς πίστεως, τὸν τρισάγιόν τε ὑπαγορεύει ὕμνον Ϡἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶςϠ καὶ τὸ Ϡπάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖςϠ προστίθησιν· καί, εὐχὴν ἐπειπών, Χριστιανὸν αὐτὸν ἐξ Ἀγαρηνοῦ ποιεῖ. εἶτα πᾶσαν αἵρεσιν, ἐξαιρέτως δὲ τὴν πάτριον τῶν Ἰσμαηλιτῶν καὶ Περσῶν πλάνην τὴν τοῦ ἀθέου τε Μωάμεδ θρησκείαν ἀναθεματίσαι καὶ καταθεματίσαι ἐντέλλεται. ἔτι δὲ καὶ αὐτὸν Μωάμεδ καὶ πάντα αὐτοῦ τὰ τερατώδη καὶ μυθικὰ ληρήματα, καὶ τὰς ἐξ Ἀρειανῶν τε καὶ Μανιχαίων συντεθείσας καὶ ἀναπεφυρμένας αὐτοῦ αἱρέσεις καὶ φληνάφους ματαιολογίας.

82. εἶχε δὲ ὁ βασιλεὺς τρεῖς αὐτοῦ πιστοὺς οἰκέτας ἐξ Ἀλανῶν καταγομένους, οὕς προσαγαγὼν τῷ ἐπισκόπῳ χριστιανοὺς ποιῆσαι προσέταξεν. καὶ δὴ τὰ ὅμοια τούτους διδάξας ὁ μέγας Θεόδωρος καὶ κατηχουμένους ποιήσας, εὐχάς τε τῶν ἀφορκισμῶν ἐπιλέγων ἀμφοτέροις ἐφ᾿ ἱκανὰς ἡμέρας ἐν μυστηρίῳ, ὅτε τῷ θείῳ βαπτίσματι τελεσιουργῆσαι ἔδει, εἰς θήραν ἐξελθεῖν προσποιησάμενος ὁ βασιλεὺς συμπαρομαρτεῖν αὐτῷ καὶ τὸν ἐπίσκοπον διετάξατο. ἔξεισι τοιγαροῦν ὁ θεῖος Θεόδωρος συνεπαγόμενος ἐμὲ μόνον, καὶ καταλιπὼν ἅπαντας ὁ βασιλεὺς ἐμάκρυνε κατὰ τὰς ὄχθας Τίγριδος τοῦ ποταμοῦ μεθ᾿ ἡμῶν μόνων καὶ τῶν τριῶν οἰκετῶν αὐτοῦ. καὶ δὴ τόπον καταλαβόντες γαληνόν, ὁ βασιλεὺς ἔφη τῷ ἐπισκόπῳ· «ἰδού, πάτερ πνευματικέ, ὕδωρ καὶ τόπος γαληνός·. τί κωλύει με βαπτισθῆναι» πεζεύσαντες δὲ τῶν ἵππων, εἰπόντος ἐμοῦ, «εὐλόγησον, δέσποτα» τὰς συνήθεις ἐκεῖνος ἐπιτελέσας εὐχὰς τοῦ θείου
[p. 86] βαπτίσματος, ἐβάπτισε τὸν βασιλέα εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, Ἰωάννην καλέσας αὐτόν, καὶ τῷ θείῳ μύρῳ χρίσας ἐτελείωσεν. ἐδεξάμην δὲ τοῦτον ἐκ τοῦ ἁγίου βαπτίσματος ἐγὼ Βασίλειος. εἶτα βαπτίζει καὶ τοὺς τρεῖς ἐκείνους εὐγενεῖς παῖδας, οὓς οὐκέτι δούλους, ἀλλ᾿ ἀδελφοὺς ἑαυτοῦ ὡμολόγησεν ὁ βασιλεύς, καὶ τὸν μὲν ἕνα ἐδέξατο ὁ βασιλεὺς ἀπὸ τοῦ θείου βαπτίσματος, τὸν δὲ ἕτερον ὁ πρότερον βαπτισθεὶς καὶ τὸν τρίτον αὖθις ἐγώ. ἦλθεν οὖν ἐπ᾿ αὐτοὺς ἡ χάρις τοῦ ἁγίου πνεύματος, καὶ πολλὴν ἀλλοίωσιν ἐδέξαντο αἵ τε μορφαὶ καὶ ἰδέαι αὐτῶν, ὡς πληροῦσθαι ἐπ᾿ αὐτοὺς τό· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. αὖθις δὲ εἰς τὴν πόλιν ὑποστρέψαντες καὶ τὸ παλάτιον εἰσελθόντες, πάντων ὑποχωρησάντων εἰς τὸ ταμιεῖον γενόμενοι καὶ μικρᾶς σχεδιασθείσης τραπέζης, τὴν ἱερὰν ἐτέλεσεν ὁ θεῖος ἱεράρχης μυσταγωγίαν καὶ τῶν ἀχράντων μετέδωκε μυστηρίων τοῖς νεοφωτίστοις. καὶ ἦν αὐτοῖς χαρὰ πνευματικὴ καὶ ἀγαλλίασις, ὡς πληροῦσθαι ἐν αὐτοῖς ἀριδήλως τὸ τοῦ Ἡσαΐου φάσκοντος· Ϡἀγαλλιάσθω ἡ ψυχή μου ἐπί τῷ κυρίῳ· ἐνέδυσε γάρ μοι ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης,Ϡ καὶ τὸ τοῦ Δαυίδ· Ϡπροσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ,Ϡ καὶ αὖθις· Ϡμεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. ὅτι παρά σοι πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.Ϡ παρ᾿ ἑαυτῷ δὲ κατασχὼν τὸν ἐπίσκοπον ὁ βασιλεὺς ἐν τῷ ἀρίστῳ, παρεκλήθη τῇ εὐφροσύνῃ τοῦ πνεύματος καὶ δοὺς αὐτῷ χρυσίου χρήματα πολλὰ ἐνετείλατο ταῖς ἐκκλησίαις καὶ τοῖς δεομένοις ταῦτα διανεῖμαι.

83. καὶ ἦν ὁ βασιλεὺς ὁσημέραι προκόπτων ἐν φόβῳ
[p. 87] θεοῦ καὶ πᾶσαν ἀρετὴν παιδευόμενος, ἄριστά τε καρποφορῶν καὶ πάντας οἰκτείρων καὶ ἐλεῶν καὶ πᾶσι διανέμων δωρεὰς φιλοτίμους. ἐδίδαξε δὲ αὐτὸν ὁ θεῖος Θεόδωρος συνεχῶς εὔχεσθαι, εὐχὰς αὐτῷ παραδοὺς εὐσυνόπτους τοῦ λέγειν εἰ δυνατὸν ἀδιαλείπτως· «δόξα σοι, δημιουργὲ καὶ ἀνακαινιστὰ ἡμῶν, ὅτι ἠλέησάς με καὶ ἐκ σκότους ἤγαγες εἰς φῶς. εὐχαριστῶ σοι, εὐεργέτα καὶ σωτήρ μου, εἰ καὶ οὐχ ὑπάρχω αὐτάρκης πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος,» καὶ πάλιν· «δόξα τῇ σῇ χάριτι, υἱὲ τοῦ θεοῦ, δόξα τῷ πατρί σου καὶ τῷ ἁγίῳ πνεύματι, σοὶ δόξα, κύριε, καὶ διὰ σοῦ τῷ σῷ ἀγαθῷ πατρί, τῷ ἀποστείλαντί σε ζητῆσαι τοὺς ἀπολωλότας, δόξα τῇ σῇ κρυφιότητι, υἱὲ θεοῦ καὶ λόγε, δόξα τῇ σῇ γνώσει τῇ σοφισάσῃ τοὺς ἀσυνέτους, δόξα τῇ σῇ βασιλείᾳ, δόξα τῇ σῇ ἀγάπῃ, ὅτι ἠγάπησας ἡμᾶς τοὺς μεμισημένους, δόξα τῇ σῇ ἀληθείᾳ, δόξα τῇ σῇ διδαχῇ, δόξα καὶ προσκύνησις τῷ σὲ ἀποστείλαντι σῶσαι τὸν κόσμον, δόξα τῇ σῇ σοφίᾳ, δόξα τῷ σῷ ἱλασμῷ, δόξα τῇ σῇ παρουσίᾳ, δόξα τῇ σῇ ἀσφαλείᾳ, δόξα τῇ σῇ χάριτι, δόξα τοῖς σοῖς κρίμασι, δόξα τῇ σῇ ἀρετῇ, δόξα πατρὶ ἀρρήτῳ, δόξα τῷ μονογενεῖ υἱῷ, δόξα πνεύματι ἁγίῳ. εὐλογητὸς ὁ υἱὸς τοῦ ἀεὶ ζῶντος θεοῦ, ὁ ζωοποιήσας τοὺς νενεκρωμένους, δόξα σοι, σωτὴρ ἡμῶν, ἐν τῷ παρόντι ὄρθρῳ, καί γε ἐν τῷ μέλλοντι εἰς αἰῶνας αἰώνων. παράσχου μοι, κύριε, δοξάζειν σε προθύμως ἐν ἡμέραις ζωῆς μου ἕως ὥρας ἐσχάτης, δόξα τῷ πληρώσαντι τὰ μυστήρια πάντα ἐν τῷ θείῳ σταυρῷ αὐτοῦ, δόξα σοι τῷ ἐλθόντι ἐπὶ γῆς καὶ πάντα καλῶς τελειώσαντι ἐν σῷ εὐαγγελίῳ, δόξα σοι τῷ κατοικοῦντι ἐν ἁγίοις· πάντοτέ σοι δόξα ὑπὸ πάντων, κύριε πάσης πνοῆς, τῷ ἀγαπήσαντι γένος ἀδαμιαῖον. ἀξίωσόν με, σωτήρ, ἵνα σὺν τοῖς δικαίοις δοξάσω σε, κύριε, ἐν τῇ σῇ παρουσίᾳ. ἀξίωσόν με, βασιλεῦ, ἵνα διὰ τῆς σῆς στολῆς εἰσέλθω, ὦ κύριε, εἰς νυμφῶνα δόξης σου. εὐλογημένος ἐστίν, ὃν πάντες οἱ δίκαιοι ἐπεπόθησαν. δόξα τῇ σῇ προνοίᾳ, ἐπὶ πᾶσι δόξα σοι, μόνε ἀγαθέ, δόξα σοι, φιλάνθρωπε, δόξα σοι, παντοκράτορ, δόξα σοι, κριτὰ
[p. 88] δικαιότατε, δόξα τοῖς σοῖς οἰκτιρμοῖς, δόξα σοι, τὸ φῶς ἡμῶν Χριστέ, υἱὲ τοῦ πατρός, δόξα σοι τῷ λύσαντι τὸ σκότος. εὐλογημένος εἶ ὁ δοτὴρ τῶν ἀγαθῶν, δόξα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.»

84. ταύτας τὰς θείας εὐχὰς ἐν συντετμημένοις ῥήμασιν ἐδίδαξεν ᾄδειν τὸν βασιλέα ἀεί, καὶ τὸν νοῦν ἔχειν πρὸς τὸν θεόν, καὶ δοκεῖν αὐτῷ παρίστασθαι, ἐν φόβῳ τε καὶ τρόμῳ διεξάγειν αὐτοῦ τὴν ζωήν. ἐν μιᾷ δὲ τῶν ἡμερῶν μετακαλεῖται ὁ βασιλεὺς τὸν ἐπίσκοπον καί φησιν αὐτῷ· «τοῦ σωτῆρος λέγοντος ἐν εὐαγγελίοις, Ϡτὸν ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλλω ἔξω,Ϡ ἰδοὺ ἐγὼ ἀδιστάκτῳ τῇ πίστει καὶ πόθῳ θερμῷ προσῆλθον αὐτῷ· καὶ πιστεύω εἰς πατέρα καὶ υἱὸν καὶ πνεῦμα ἅγιον, καθὼς ἐδιδάχθην παρὰ σοῦ, τὴν τρισυπόστατον καὶ ἀδιαίρετον ὁμοούσιον τριάδα· ὁμολογῶ καὶ τὸν σαρκωθέντα κύριον ἐν δύο φύσεσι, θεὸν τέλειον καὶ ἄνθρωπον ἐν δύο θελήμασι καὶ δυσὶν ἐνεργείαις, καὶ πάντα ὅσα μοι ὑπηγόρευσας κατέχω μου τῇ διανοίᾳ. ἔχω δὲ πόθον ἄρρητόν τινα καὶ ἀδιάσπαστον τῆς ἐμῆς καρδίας τοῦ κτήσασθαι μέρος τοῦ ζωοποιοῦ ξύλου, ἐν ᾧ δι᾿ ἐμὲ προσηλώθη ὁ λυτρωτής μου, καὶ πῶς ἄρα πληρωθῇ μου τὸ ἄσχετον τοῦ πόθου» ὁ ἱεράρχης ἔφη· «δῴη σοι κύριος κατὰ τὴν καρδίαν σου καὶ πᾶσαν τὴν βουλήν σου πληρώσει [λεγε· πληρώσειε?]. ἐγὼ δὲ διακονήσω σοι τῷ τοιούτῳ πόθῳ· καὶ δὴ χαραχθήτω ἀπὸ σοῦ ἐπιστολὴ πρὸς τὸν βασιλέα Ῥωμαίων, δέησιν ἔχουσα περὶ τῆς χάριτος ταύτης, καὶ ἀπελεύσομαι ἐν Κωνσταντινουπόλει καὶ πέποιθα εἰς θεὸν μὴ κενὸς ὑποστρέψαι.» θᾶττον οὖν ὁ βασιλεὺς γράφει τὴν ἐπιστολὴν δι᾿ αὐτοῦ τοῦ θείου Θεοδώρου, περιέχουσαν εὐχαριστίαν εἰς θεὸν τὸν λυτρωσάμενον ἡμᾶς ἐκ τῆς πλάνης καὶ ὁδηγήσαντα εἰς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, ὁμολογίαν τε τῆς πίστεως τῶν χριστιανῶν καὶ ἄρνησιν πάσης ἀθεΐας καὶ πονηρᾶς αἱρέσεως
[p. 89] πρὸς τούτοις ἀξίωσιν τοῦ δωρηθῆναι αὐτῷ μέρος τι τοῦ τιμίου ξύλου εἰς σωτηρίαν καὶ συντήρησιν αὐτοῦ καὶ ὁδηγίαν ἀγαθὴν εἰς ὁδὸν τῶν τοῦ Χριστοῦ ἐντολῶν καὶ προσταγμάτων. ἐγχειρίσας δὲ τὴν ἐπιστολὴν τῷ θείῳ Θεοδώρῳ καὶ δώροις αὐτὸν μεγάλοις καὶ τῷ ὄντι βασιλικοῖς ἐφοδιάσας, πρὸς Κωνσταντινούπολιν ἐκπέμπει, Μιχαὴλ τοῦ ὀρθοδόξου βασιλέως τηνικαῦτα τὰ σκῆπτρα κατέχοντος τῆς βασιλείας, ἅμα Θεοδώρας τῆς εὐσεβεστάτης αὐγούστης.

85. καταλαβὼν δὲ δι᾿ ἡμερῶν πλείστων ὁ ἁγιώτατος ἐπίσκοπος τὴν βασιλεύουσαν, καὶ δοὺς τὰς ἐπιστολὰς τῷ τε βασιλεῖ καὶ τῇ αὐγούστῃ, φιλοτίμου ἔτυχε τῆς ὑποδοχῆς. δέδωκε δὲ αὐτῷ κύριος χάριν μεγάλην καὶ πολλὰς ἐπετέλεσεν δι᾿ αὐτοῦ θαυματουργίας ἐν τῇ βασιλευούσῃ, καὶ πολλοὺς ἀρρώστους ποικίλαις νόσοις συνεχομένους τῇ ἐπιθέσει τῶν αὐτοῦ χειρῶν καὶ ἐπιχρίσει τῆς κόνεως τοῦ ἁγίου τάφου τὴν ῥῶσιν ἐδωρήσατο, ὥστε τοὺς βασιλεῖς ὡς πατρὶ πνευματικῷ προσέχειν αὐτῷ καὶ διὰ πολλῆς ἄγειν τιμῆς. ἡ δὲ βασίλισσα, λευκώματος κατὰ τὴν κόρην τοῦ ὀφθαλμοῦ ἐνσκήψαντος καὶ τὸ ὀπτικὸν ἀμαυροῦντος, δυσωπήσασα τὸν ὅσιον, τῇ ἐπιχρίσει τοῦ ἁγιάσματος ἰάσεως ἔτυχεν, καὶ ἄλλα πολλὰ σημεῖα ἐποίησεν ὁ τοῦ θεοῦ ἄνθρωπος ἔν τε τῇ πόλει καὶ τῷ παλατίῳ· δέδωκε γὰρ αὐτῷ κύριος χάριν ἐνώπιον τῶν βασιλέων, ἥνπερ καὶ τῷ πατρὶ αὐτοῦ Σάβᾳ ἐπὶ τῶν τότε κρατούντων, ἀλλὰ καὶ ὁ ἁγιώτατος πατριάρχης πολλῇ τιμῇ καὶ φιλίᾳ προσέκειτο τῷ μεγάλῳ Θεοδώρῳ καὶ πάνυ ὠφελεῖσθαι τοῖς αὐτοῦ λόγοις ὡμολόγει. δωρεῖται δὲ αὐτῷ ὅ τε βασιλεὺς καὶ ἡ δέσποινα δωρεὰς μεγάλας καὶ χρήματα πολλὰ εἰς διάδοσιν πενήτων καὶ εἰς φιλοκαλίαν τῆς κατ᾿ αὐτὸν ἐκκλησίας. κατασκευάσας οὖν ὁ βασιλεὺς θήκην χρυσῆν καὶ κοσμήσας ταύτην διὰ λίθων πολυτίμων καὶ μαργαριτῶν, κλεῖδά τε χρυσῆν αὐτῇ ἐπιθείς, ἔθετο ἐν αὐτῇ τίμιον ξύλον
[p. 90] ἐξ αὐτῶν κεκομμένον καὶ συντεθειμένον τῶν ζωοποιῶν τριῶν ξύλων, κέδρου τέ φημι καὶ πεύκης καὶ κυπαρίσσου, καὶ γράψας ἐπιστολὴν εὐχαριστήριον ἐπὶ τῇ θεόθεν γενομένῃ ἐπισκοπῇ τῷ τῶν Περσῶν ἄνακτι, υἱόν τε Ἀβραὰμ καὶ οὐ τοῦ Ἰσμαὴλ τοῦτον ἀποκαλέσας, καὶ τέκνον Σάρρας οὐ τῆς Ἄγαρ ὀνομάσας, νέον τε Ἰσαὰκ προσειπών, καὶ ὡς εἰς υἱοθεσίαν θεοῦ κληθέντα μακαρίσας καὶ πολλοῖς ἐπαίνοις ἐγκωμιάσας τὴν ἀρίστην αὐτοῦ καὶ θαυμασίαν σύνεσιν, ὅτι τὸν ἀληθινὸν ἐπέγνω βασιλέα καὶ τὸ σκότος φυγὼν φωτὸς υἱὸς ἐγεγόνει· εἶτα εἰς ἠθικὴν διδασκαλίαν τὸν λόγον συμπεράνας καὶ μέχρι τέλους προκόπτειν ἐν τῇ πίστει Χριστοῦ καὶ ταῖς αὐτοῦ ἐντολαῖς ὑποθέμενος, τὴν τοῦ τιμίου ξύλου ἐσήμανεν ἀποστολὴν καὶ τῆς αὐτοῦ ἐφέσεως τὴν ἐκπλήρωσιν. τῆς οὖν ἐπιστολῆς ἐκτεθείσης καὶ διὰ χρυσογραφίας χαραχθείσης καὶ χρυσῇ σφραγίδι βεβαιωθείσης, ἄλλων τε πολλῶν δώρων καὶ πολυτελῶν δοθέντων, ὁ θεῖος Θεόδωρος ἐν πάσαις ταῖς ἐκκλησίαις εὐξάμενος τῷ ἁγιωτάτῳ τε πατριάρχῃ συνταξάμενος καὶ πολλὰ παρ᾿ αὐτοῦ δεξιωθείς, εἶτα καταλαβὼν τὰ βασίλεια καὶ τὸ τίμιον ξύλον καὶ τὰ λοιπὰ δῶρα μετὰ καὶ τῆς βασιλικῆς σάκρας λαβὼν καὶ συνταξάμενος τῷ βασιλεῖ καὶ τῇ δεσποίνῃ καὶ φιλοτίμως ἐφοδιασθεὶς ἔξεισι τῆς βασιλευούσης. μετὰ πολλῆς μέντοι τιμῆς καὶ αἰδοῦς προπεμφθεὶς ἐν εἰρήνῃ τε διελθὼν τὰς μεταξὺ χώρας καὶ πολλοῖς ἀρρώστοις δι᾿ ἐπιθέσεως τῶν χειρῶν κατὰ τὴν ὁδὸν ῥῶσιν δωρησάμενος, τὴν Ἔδεσαν καταλαμβάνει καὶ χαίρων παρὰ χαίροντας ἀφικόμενος πολλῆς ἡδονῆς καὶ πνευματικῆς εὐφροσύνης τὸ ποίμνιον ἐπλήρωσεν· εἰς τὴν ἁγίαν τε εἰσελθὼν ἐκκλησίαν καὶ κατανύξει ψυχῆς εὐχαριστήσας τῷ κυρίῳ καὶ εἰρήνην δοὺς τῷ λαῷ, πρὸς τὸν γέροντα τὸν στυλίτην ἐξέρχεται, τοῦτόν τε ἀσπασάμενος πόθῳ πολλῷ καὶ παρὰ τοῦ
[p. 91] ἀδελφοῦ αὐτοῦ προσαγορεύσας, πάντα τε διηγησάμενος ὅσα ἐποίησεν ὁ θεὸς μετ᾿ αὐτοῦ, συνηρίστησε τῷ ὁσίῳ. πολλῶν δὲ λόγων ἀγαθῶν μεταξὺ κινηθέντων καὶ πολλῶν ψυχωφελῶν διηγημάτων λαληθέντων, διὰ πάντων ἐδοξάζετο ὁ θεός, ὁ ποιῶν θαυμάσια μόνος. συνταξάμενος δὲ τῷ γέροντι εἰσῆλθε κατὰ πάροδον εἰς τὸ ἀσκητήριον τῶν τιμίων γυναικῶν καὶ εὐξάμενος ἐν τῷ σηκῷ τοῦ ἁγίου Γεωργίου, εὐλογίας τε μεταδοὺς τῇ προεστώσῃ καὶ τῇ ἐγκεκλεισμένῃ σακκοφόρῳ καὶ τὰ ὅμοια παρ᾿ ἐκείνων εὐλογηθείς, ἐπανέρχεται εἰς τὸ ἐπισκοπεῖον καὶ τῇ ἐπαύριον κυριακῆς οὔσης τῶν ἡμερῶν τὴν ἱερὰν ἐπιτελέσας μυσταγωγίαν, εἰς ἑστίασιν συνεκάλεσεν ἅπαντα τὸν χριστώνυμον λαόν, ἱερεῖς τε καὶ μονάζοντας συνάμα τοῖς λαϊκοῖς πᾶσι, πλουσίοις τε καὶ πένησι, καὶ πάντας τῇ νοητῇ τε καὶ αἰσθητῇ ἑστιάσας τροφῇ εὐφροσύνης ἀληθοῦς πεπλήρωκε τὰς αὐτῶν καρδίας· ἐπεσκέψατο δὲ καὶ τοὺς ἐκ λύκων πρόβατα γεγονότας τοὺς πρώην μὲν Μανιχαίους καὶ Νεστοριανούς, νυνὶ δὲ ὀρθοδόξους χριστιανούς, ἀγαλλόμενος τῷ πνεύματι ἐπὶ τῇ αὐτῶν σωτηρίᾳ, πολλοῖς τε λόγοις παρακλητικοῖς καὶ θεοδιδάκτοις τὰς αὐτῶν ἐπεστήριξε καρδίας· διένειμε δὲ καὶ τοῖς ἐνδεῶς ἔχουσιν ἀφθόνῳ χειρί, καθότι ἄν τις χρείαν εἶχε, καὶ πάντα καλῶς διαθέμενος καὶ θεαρέστως τὰ κατὰ τὴν Ἔδεσαν, ἀπαίρει πρὸς Βαβυλῶνα καὶ ταύτην καταλαβὼν δηλοῖ τῷ βασιλεῖ δι᾿ ἐμοῦ τὴν ἔλευσιν. ἦν γάρ με προαποστείλας ἀπὸ Κωνσταντινουπόλεως.

86. ὁ δὲ βασιλεὺς τὴν ἔλευσιν τοῦ πατρὸς ἀκούσας καὶ τὴν τοῦ τιμίου σταυροῦ διακομιδὴν χαρᾶς ἐπλήσθη, ἔνθους γέγονεν ὑπὸ τῆς ἡδονῆς. Καὶ τότε μὲν προσέταξε καταλῦσαι ἐν τῇ ἀφορισμένῃ [λεγε· ἀφωρισμένῃ] ἡμῖν ξενίᾳ, τῇ ἐπαύριον δὲ μὴ προσελθεῖν τινὰς εἰς τὰ βασίλεια κελεύσας μετακαλεῖται τὸν ἱεράρχην, καὶ ἐλθόντα φιλικῶς αὐτῷ προσυπαντήσας εἰσδέχεται, καὶ εἰς τὸ ἐνδότατον εἰσαγαγὼν ταμιεῖον τὸν
[p. 92] ποθούμενον ἀπῄτει δεικνύειν θησαυρόν. ὁ δὲ ἐκβάλλει τῆς πήρας τὴν σεβασμίαν θήκην πολλῇ μὲν ἔξωθεν κεκοσμημένην φαιδρότητι, ἀσυγκρίτῳ δὲ τῷ ἔνδοθεν φωτὶ λαμπρύνουσαν τοὺς ὁρῶντας, ἔτι δὲ καὶ τὸ ἐκτύπωμα τοῦ δεσποτικοῦ χαρακτῆρος ἐπεφέρετο, ἔργον ἀμίμητον· ὁ δὲ βασιλεὺς ἰδὼν τὸν τίμιον σταυρὸν καὶ τὴν σεβασμίαν εἰκόνα, οὐκ εἶχε τί δράσειεν ἐκ τῆς ἀφάτου χαρᾶς· δάκρυσι τοίνυν εὐφροσύνης πληρώσας τοὺς ὀφθαλμούς, εἰσὶ γὰρ ὄντως καὶ ἐκ τῆς ὑπερβαλλούσης χαρᾶς προχεόμενα δάκρυα, οἷς κἀκεῖνος τότε περιρρεόμενος πίπτει μὲν εἰς ἔδαφος, κλίνει δὲ γόνυ καρδίας καὶ σώματος καὶ πίστει θερμῇ προσκυνεῖ τρισὶ γονυκλισίαις, πόθῳ τε πολλῷ περιχυθεὶς κατασπάζεται τὸν τίμιον σταυρὸν καὶ τὴν ἁγίαν εἰκόνα τοῦ Χριστοῦ, παρόντων καὶ τῶν τριῶν νεωτέρων ἐκείνων τῶν συμβαπτισθέντων αὐτῷ καὶ κατασπαζομένων τὰ θεῖα σύμβολα τῆς ἀφράστου οἰκονομίας. ἐνεγκὼν δὲ κιβωτὸν ὁ βασιλεὺς κεκαλυμμένην πάντοθεν χρυσίῳ καὶ ἐν ἐπισήμῳ τόπῳ ταύτην ἀναθεὶς κατέθετο ἐν αὐτῇ τὸν ζωοποιὸν σταυρὸν καὶ τὴν τιμίαν εἰκόνα μετὰ θυμιαμάτων πολυτελῶν καὶ μύρων, καὶ ἅψας λύχνον οἰκείᾳ χειρὶ ἐπηγγείλατο διηνεκῶς τοῦτο ποιεῖν· εἶτα πρὸς τὸν αἴτιον τῶν τοιούτων ἀγαθῶν τὸν Χριστοῦ ἱεράρχην ἐπιστραφείς, προσπίπτει τοῖς ποσὶν αὐτοῦ· ἀναστάς τε καὶ περιλαβὼν γνησίως τοῦτον κατεφίλει, ποίας εὐχαριστιῶν οὐκ ἀφιεὶς φωνάς, σωτῆρα καὶ εὐεργέτην ἀποκαλῶν αὐτόν, πατέρα πνευματικόν, ἀγαθῶν αἰωνίων πρόξενον. οὕτως ἀσπασάμενοι ἀλλήλους, συγκάθεδρον ἑαυτῷ τὸν ἱεράρχην ποιήσας ὁ βασιλεὺς τὴν ἐπιστολὴν τοῦ τῶν Ῥωμαίων ἄνακτος δέχεται, ἥνπερ καὶ ὑπαναγνοὺς αὐτῷ ὁ θεῖος Θεόδωρος
[p. 93] καὶ ὡς εἰκὸς προσφθεγξάμενος παρὰ τοῦ βασιλέως καὶ πάντα τά τε κατὰ τὴν ὁδόν, τά τε ἐν τῇ βασιλευούσῃ τῶν πόλεων συναντήσαντα αὐτῷ διηγησάμενος, εὐφροσύνης θείας καὶ παρακλήσεως τὴν τοῦ βασιλέως ἐπλήρωσε ψυχήν· εἶτα συνεστιαθέντες ἀλλήλοις εὐχαριστηρίοις ὕμνοις ἐδόξαζον τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ ζωοποιῷ πνεύματι. μετὰ δὲ τὸ ἀριστῆσαι ἀπήλθομεν ἐν τῷ καταλύματι, ἡμέραν τε ἐξ ἡμέρας προσκαλούμενος ὁ βασιλεὺς τὸν μέγα Θεόδωρον ἐφωτίζετο παρ᾿ αὐτοῦ φῶς γνώσεως στηριζόμενος ἐν τῇ πίστει, ῥωννύμενος τῇ ἐλπίδι, προκόπτων τῇ ἀγάπῃ, διδασκόμενος τὸν καρπὸν τοῦ πνεύματος ἥτις ἐστί, κατὰ τὸν ἀπόστολον, ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, πίστις, πρᾳότης, ἐγκράτεια. πολλὰ δὲ σημεῖα διὰ τῶν χειρῶν τοῦ θείου Θεοδώρου ἐν Βαβυλῶνι ἐγένετο· νόσοι ἐφυγαδεύοντο, δαίμονες ἐδραπέτευον, ἐν οἷς οἱ πιστοὶ μὲν ἔχαιρον, Ἰουδαίων δὲ καὶ Ἰσμαηλιτῶν τὸ γένος φθόνῳ ἐτήκοντο. καί τις ἦν ἀρχισυνάγωγος τῶν Ἰουδαίων, νομομαθὴς καὶ λόγιος· οὗτος τὸ τῶν Χριστιανῶν σύστημα ὁρῶν πληθυνόμενον καὶ προκόπτον, τήν τε τοῦ Χριστοῦ ἐκκλησίαν ἀνθοῦσαν, καὶ τῇ χάριτι καὶ ἐπικλήσει αὐτοῦ σημεῖα καὶ τέρατα τελούμενα, εἰς ὀργὴν ἐξήπτετο καὶ θυμὸν ὑπὸ τοῦ ἐνοικοῦντος αὐτῷ δαίμονος κινούμενος· καὶ δὴ χρήματα πολλὰ ἐπὶ χεῖρας ἔχων προσῆλθεν τῷ ἄρχοντι τῶν δικαστῶν, καὶ τοῦτον δώροις δεξιωσάμενος εἰς ὀργὴν κατὰ τῶν Χριστιανῶν ἐκίνησεν καὶ τῷ βασιλικῷ βήματι τούτους παραστῆσαι καὶ διαλεχθῆναι αὐτῷ περὶ τῆς πίστεως παρώτρυνεν. ὑπομιμνήσκει οὖν ὁ ἀρχιδικαστὴς τῷ βασιλεῖ λέγων· «γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι πᾶσι τοῖς ἄρχουσι τῶν Περσῶν ἀρχιμάγοις τε καὶ ἀρχισατράπαις καταθύμιον τοῦτο
[p. 94] ὑπάρχει τοῦ γενέσθαι διάλεκτον μεταξὺ Χριστιανῶν καὶ Ἰουδαίων περὶ πίστεως.»

87. ὁ δὲ βασιλεὺς βεβαίως ἔχων ὡς οὐκ ἄν ποτε ἡττηθεῖεν οἱ τοῦ Χριστοῦ, προστάττει γενέσθαι τὸ τοῖς ἄρχουσιν ἀρεστόν· δηλοῖ τοίνυν ὁ ἀρχιδικαστὴς τῷ μητροπολίτῃ παρασκευασθῆναι πρὸς τὸ συνέδριον. ἐμμέριμνος δὲ γεγονὼς ὁ ἀρχιερεὺς διὰ τὴν τοῦ Ἑβραίου περὶ τοὺς λόγους δεινότητα, προσκαλεσάμενος τὸν θεῖον Θεόδωρον ἀναγγέλλει αὐτῷ τὰ τοῦ πράγματος καὶ τὴν κατέχουσαν αὐτὸν ἀγωνίαν γνωρίζει· ὁ δὲ μακάριος Θεόδωρος παραθαρρύνων αὐτὸν ἔφη· «ἐπιρρίψωμεν, ἁγιώτατε δέσποτα, ἐπὶ κύριον τὴν μέριμναν ἡμῶν καὶ αὐτὸς ἡμᾶς διαθρέψει καὶ οὐ δώσει σάλον τῷ δικαίῳ, τοῦ δὲ ἀδίκου ἡ ῥομφαία εἰσέλθοι εἰς τὴν καρδίαν αὐτοῦ καὶ τὸ τόξον αὐτοῦ συντριβείη.»

88. ἡμέρας οὖν ἐμπροθέσμου ὁρισθείσης καὶ ὄχλου πολλοῦ ἀθροισθέντος χριστιανῶν τε καὶ Περσῶν, Σαρακηνῶν τε καὶ Ἑβραίων, τοῦ βασιλέως προκαθεζομένου καὶ πάντων τῶν ἐν τέλει παρισταμένων, τοῦ ἀρχιδικαστοῦ τε καὶ τῶν κριτῶν παρόντων, καὶ μεγίστου κροτηθέντος θεάτρου, ὁ ἀρχισυνάγωγος τῶν Ἰουδαίων καὶ οἱ λοιποὶ νομομαθεῖς εἶπον· «ἐπὶ τοῦ μεγάλου βήματος τῆς σῆς ἐξουσίας, κράτιστε βασιλεῦ, αἰτούμεθα ζήτησιν γενέσθαι τῶν νομίμων δογμάτων, ὅπως ἡ ἀλήθεια βεβαιωθῇ καὶ τὸ ψεῦδος διωχθῇ καὶ δικαία ψῆφος παρὰ τοῦ σοῦ κράτους ἐξενεχθῇ. διὰ τοῦτο γὰρ ὁ θεὸς τὸ τῶν Περσῶν ἐμεγάλυνε κράτος καὶ τοὺς ἐχθροὺς ὑμῶν Γαλιλαίους ὑποποδίους ὑμῶν ἔθετο, καὶ τῆς Ἱερουσαλὴμ καὶ τῶν λοιπῶν τιμίων τόπων τούτους ἀπελάσας, κυρίους ὑμᾶς τῶν πολυτελῶν χωρῶν ἀπειργάσατο. διὸ δεόμεθα μακροθύμως ἀκοῦσαι ἡμῶν καὶ δικαίαν κρῖναι κρίσιν.»

89. τότε δὴ ὁ μάταιος ἐκεῖνος ἀρξάμενος δῆθεν ἀπὸ τῶν
[p. 95] γραφῶν σαθρά τινα καὶ ἀνίσχυρα ἐληρώδει, καὶ πολλὰ βλάσφημα κατὰ τοῦ σωτῆρος καὶ τῆς ἀμωμήτου τῶν χριστιανῶν πίστεως ἐφληνάφει. εἶτα πρὸς τὸν μητροπολίτην στραφεὶς εἶπεν· «σὺ εἶ ὁ ἀρχηγὸς τῶν χριστιανῶν» ὁ μακάριος ἔφη Θεόδωρος· «οὗτός ἐστιν ὁ ἀρχιερεὺς ἡμῶν καὶ ποιμήν.» ὁ Ἑβραῖος λέγει· «αὐτὸς ἀπολογείτω μοι καὶ τὰς ἀποκρίσεις δεχέσθω.» Θεόδωρος ἔφη· «ἀλλ᾿ οὐκ εἶ ἄξιος, παμβέβηλε, αὐτῷ ὁμιλεῖν καὶ τῶν αὐτοῦ ῥημάτων ἀκούειν, ἐπεὶ τὴν ἀναίμακτον μέλλει τῷ θεῷ προσενεγκεῖν θυσίαν. καὶ πῶς σοι τῷ ἀκαθάρτῳ λαλῆσαι ἀνέξεται ἀλλὰ πρὸς ἐμὲ τὸν αὐτοῦ μαθητὴν τοὺς λόγους ποιοῦ, Ἰουδαῖε.» ὁ τοίνυν Ἑβραῖος τοῖς δώροις θαρρῶν οἷς τὰς χεῖρας τοῦ ἀρχιδικαστοῦ πεπληρώκει, οὐ γραφικαῖς μαρτυρίαις ἢ διαλεκτικαῖς μεθόδοις τοὺς λόγους ἐποιεῖτο, ἀλλὰ βλασφήμοις ῥήμασι καὶ δειναῖς ἐρεσχελίαις κατὰ τῶν χριστιανῶν ἐμεγαλορ<ρ>ημόνει. εἶχε γὰρ ἔνδον τὸν ἀρχέκακον ὄφιν ὑπαγορεύοντα τὰ αὐτῷ καταθύμια, ζητῶν διαστρέψαι τὸν βασιλέα ἀπὸ τῆς πίστεως. ὁ δὲ μέγας Θεόδωρος πλησθεὶς πνεύματος ἁγίου, ὡς ὁ Παῦλός ποτε ἀνθιστάμενος τῷ Ἐλύμᾳ, κατασείσας αὐτῷ τῇ χειρὶ σιγᾶν ἔφη. καὶ τούτου σιγήσαντος, λέγει πρὸς αὐτὸν ὁ μακάριος· «εἰ μὲν Μωσαϊκὰς προέτεινας νομοθεσίας ἢ προφητικὰς προήνεγκας ῥήσεις, θᾶττον ἂν τὰς λύσεις πάντων τῶν προβλημάτων δεδώκαμεν. ἐπεὶ δὲ πρὸς βλασφημίας ἐχώρησας καὶ ὅσα σοι ὁ πατήρ σου διάβολος ἐνηχεῖ δημηγορεῖς, πλήρης ὢν παντὸς δόλου καὶ πάσης ῥαδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, ἄλαλα γενηθήτω σου τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν.»

90. εὐθὺς οὖν καὶ παραχρῆμα ὁ στωμύλος ἐκεῖνος καὶ μεγαλορ<ρ>ήμων ἀφασίᾳ συσχεθεὶς ἄλαλος ἐγένετο μηδ᾿ ὅλως φθεγγόμενος, καὶ πᾶσα ἡ τῶν Ἰουδαίων ἀναίσχυντος μανία ἡττήθη
[p. 96] καταισχυνθεῖσα. πολλοὶ δὲ τῶν Σαρακηνῶν καὶ Ἑβραίων καὶ Περσῶν ἐπίστευσαν εἰς τὸν κύριον, ἐπὶ πλεῖόν τε ὑψώθη τὸ κέρας τῶν πιστῶν τῇ αὐτοῦ βοηθείᾳ καὶ χάριτι. ὁ δὲ βασιλεὺς ὀργισθεὶς κατὰ τοῦ βλασφήμου Ἑβραίου ἐκέλευσεν αὐτὸν βουνεύροις μαστιχθέντα ἐγκλεισθῆναι εἰς φυλακήν, τοὺς δὲ λοιποὺς Ἰουδαίους τυπτομένους καὶ ὑβριζομένους ἐξέβαλε τοῦ συνεδρίου, πολλὰ τὸν ἀρχιδικαστὴν μεμψάμενος ἐπὶ τῇ τοιαύτῃ εὐηθείᾳ, πλείονα δὲ βεβαίωσιν ἐν τῇ πίστει Χριστοῦ δεξάμενος διὰ τῆς γενομένης θαυματουργίας, ἔχαιρε καὶ ἠγαλλιᾶτο τῷ πνεύματι.

91. τριῶν δὲ διαγενομένων ἡμερῶν ὁ Ἑβραῖος ἐν τῇ φυλακῇ εἰς ἑαυτὸν ἐλθὼν ἔγνω τὸν βυθὸν τῆς πλάνης, ᾧ περιεκέχυτο· ἐπέβλυσε γὰρ αὐτῷ ῥανίδα φιλανθρωπίας ὁ ἀμέτρητον ἔχων χρηστότητος πέλαγος, καὶ γραμμάτιον δεήσεως γράψας τῷ μεγάλῳ πέμπει Θεοδώρῳ, ἔλεον αἰτούμενος καὶ ἐπιστροφὴν ἐπαγγελλόμενος· ὁ ἱεράρχης οὖν μὴ μελλήσας ὑπομιμνήσκει τῷ βασιλεῖ καὶ τὸν Ἑβραῖον ἐξαιτεῖται, καὶ τοῦτον τῆς εἱρκτῆς ἐξαγαγὼν προσπίπτοντά τε τοῖς τούτου ποσὶν ὁρῶν καὶ τὸ βάπτισμα νεύματι αἰτούμενον, φωνῆς γὰρ καὶ λαλιᾶς ὁ πολυρρήμων ἐστέρητο, εἰς τὴν ἐκκλησίαν ἀπαγαγὼν τῷ θείῳ τελεσιουργεῖ βαπτίσματι καὶ υἱὸν φωτὸς τὸν ἐσκοτισμένον ἐργάζεται, Σαμωνᾶν αὐτὸν καλέσας. εὐθὺς οὖν ἀπὸ τῆς κολυμβήθρας ἡ χάρις ἐπ᾿ αὐτὸν ἐλθοῦσα διήνοιξεν αὐτοῦ τὸ στόμα καὶ ἐλάλει εὐλογῶν τὸν θεόν, ὁμολογῶν τε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ δοξάζων σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ ζωοποιῷ πνεύματι. ἔκστασις δὲ πάντας ἔλαβε τοὺς ὁρῶντας καὶ ἠκούσθη ταῦτα καὶ τῷ βασιλεῖ τὰ παράδοξα,
[p. 97] ὃς καὶ μετακαλεσάμενος τόν ποτε βλάσφημον Ἑβραῖον καὶ ἰδὼν τοῦτον χριστιανὸν ἀληθέστατον, κηρύττοντά τε τὸν Χριστὸν διαρρήδην καὶ λέγοντα, ὅτι ὄντως οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ ὁ κηρυττόμενος ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν. ἀγάμενος τοῦτον ὁ βασιλεὺς δωρεαῖς ἐφιλοτιμήσατο δοξάζων μέντοι καὶ μεγαλύνων τὸν κύριον ἐν τῇ ἰδίᾳ ψυχῇ.

92. μετὰ ταῦτα διαγενομένων ἡμερῶν ὀλίγων, ἠρώτησε τὸν βασιλέα ὁ μέγας Θεόδωρος παραγενέσθαι πρὸς τὸν μέγαν γέροντα τὸν ἐρημίτην εὐχήν τε τούτου κομίσασθαι καὶ τὰ παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ δηλωθέντα τοῦ στυλίτου γνωρίσαι αὐτῷ· ὁ δὲ βασιλεὺς ἔφη· «πάνυ ποθῶ κἀγὼ τῆς τούτου θέας τυχεῖν καὶ τῶν ῥημάτων ἀκοῦσαι αὐτοῦ.» ὁ ἐπίσκοπος ἀπεκρίνατο· «ἀγαθός σου ὁ πόθος καὶ θεάρεστος ὁ σκοπός· ἐὰν γὰρ ἴδῃς αὐτὸν ἀναγγελεῖ σοι τὰ μέλλοντα ὡς παρόντα, τὰ γενησόμενα ὡς ἤδη γεγενημένα.» ἡμέρας οὖν ὁρισθείσης κυριακῆς, προσεποιεῖτο ὁ βασιλεὺς εἰς θήραν ἀγρίων ζῴων ἐξέρχεσθαι· συνεξῆλθεν οὖν αὐτῷ πλῆθος οὐκ εὐαρίθμητον, ἅμα δὲ καὶ ὁ μέγας Θεόδωρος ἔχων κἀμὲ συνεπόμενον· αὐτῇ δὲ τῇ ὥρᾳ προγνοὺς ὁ ἅγιος γέρων ἐκεῖνος λέγει τοῖς μαθηταῖς αὐτοῦ· «ἐπειδήπερ μεγάλοι τινὲς σήμερον παρ᾿ ἡμῖν ξενίζονται, μικρὸν ἕψημα ποιήσατε καὶ τὰ πρὸς ὑποδοχὴν εὐτρεπίσατε.» φθάσας οὖν ὁ βασιλεὺς ἐπ᾿ ἐκεῖνο τὸ μέρος, ἔνθα δὴ κατῴκει ὁ ἐρημίτης, προσέταξεν ἅπαντας τοὺς ἐν τέλει καὶ τὸ λοιπὸν στράτευμα ἐφ᾿ ἕτερα μέρη γενέσθαι τῆς ἐρήμου καὶ ἐκεῖσε θηρεύειν, αὐτὸς δὲ τοὺς περὶ τὸν ἁγιώτατον ἐπίσκοπον συμπαραλαβών, ἅμα καὶ τῶν τριῶν ἐκείνων οἰκετῶν τῶν σὺν αὐτῷ πιστευσάντων
[p. 98] τῷ Χριστῷ, ἐφίσταται τῷ σπηλαίῳ· προσυπαντᾷ δὲ αὐτοὺς ὁ θεῖος πρεσβύτης πυρίον ἐπὶ χεῖρας ἔχων μετὰ θυμιάματος, καὶ εἰσαγαγὼν ἡμᾶς ἐν τῷ εὐκτηρίῳ εὐχήν τε ποιήσας, ἠσπάσατο τόν τε βασιλέα καὶ τοὺς σὺν αὐτῷ, καὶ καθίσαντες ὡμίλουν τὰ εἰκότα· ἀνοίξας δὲ ὁ γέρων τὸ τίμιον αὐτοῦ στόμα ἔφη· «μακάριος εἶ, βασιλεῦ, τὸ σκότος ἐκφυγὼν καὶ φωτὸς υἱὸς ἀξιωθεὶς γενέσθαι, μακάριος εἶ μαρτυρικῆς εὐκλείας μέλλων ἐπιτυχεῖν, μακάριος εἶ τὴν σκιὰν παρωσάμενος καὶ μὴ ἐπιβλέψας εἰς ματαιότητας καὶ μανίας ψευδεῖς, ἀλλὰ τὴν ἀλήθειαν ζητήσας καὶ αἰώνιον βασιλείαν. δόξα τῷ ἐν τριάδι θεῷ, ὅτι ἀνήγαγέ σε ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας σου καὶ κατηύθυνε τὰ διαβήματά σου καὶ ἐνέβαλεν εἰς τὸ στόμα σου ᾆσμα καινόν, ὕμνον τῷ θεῷ ἡμῶν. τί δ᾿ ἂν εἴη τὸ καινὸν ᾆσμα, ἀλλ᾿ ἢ ἡ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὀρθόδοξος πίστις ᾧ ἐξελέξω λατρεύειν σὺν πατρὶ τῷ ἀνάρχῳ καὶ πνεύματι ἁγίῳ, μᾶλλον δὲ αὐτός σε ἐξελέξατο εὑρὼν ἐν σοὶ προαίρεσιν ἀγαθὴν καὶ διεχώρισέ σε ἀπὸ τῆς πεπλανημένης καὶ σκοτεινομόρφου αἱρέσεως, καὶ ἔθετο ὡς ἐν προσώπῳ αὐτοῦ αὐτῷ λατρεύειν ἐν ὀρθοδοξίᾳ, τὰ ἄνω φρονεῖν, τὰ ἄνω ζητεῖν, ὅπου τῶν ἀγγέλων καὶ τῶν ἰσαγγέλων ἁγίων τὸ πολίτευμα ὑπάρχει.»

93. «εὖγέ σου τῆς εὐστόχου βουλῆς καὶ εὐσχήμονος, ὅτι ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ἐπεχείρησας οἰκοδομεῖν τὸν οἶκον τῆς ψυχῆς σου, θεμέλιον γάρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. ὅσοι δὲ ἐφ᾿ ἑτέρῳ ᾠκοδόμησαν θεμελίῳ σαθρὰν ἐποίησαν τὴν οἰκοδομὴν καὶ ἀνίσχυρον· ἦλθε γὰρ ἡ βροχή, κατέβησαν οἱ ποταμοί, ἔπνευσαν οἱ ἀνεμοι καὶ προσέβαλον τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ
[p. 99] πτῶσις αὐτῆς μεγάλη, φησὶν ὁ κύριος, σὺ δὲ χαῖρε καὶ εὐφραίνου ἐπὶ πέτραν ἀρραγῆ δομησάμενος τὸν οἶκόν σου. λοιπὸν σπούδασον ἐπὶ τῷ ἐκλεκτῷ καὶ ἀσφαλεῖ θεμελίῳ οἰκοδομῆσαι χρυσόν, ἄργυρον, λίθους τιμίους, ὡς ἂν ἐν πυρὶ τῶν ἑκάστου ἔργων δοκιμαζομένων διαμενεῖ σου ἡ οἰκοδομὴ καὶ κομίσῃ μισθὸν ἀναφαίρετον, τὴν βασιλείαν τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.» πολλὰ τοίνυν τοιαῦτα ψυχωφελῆ ὁμιλήσας ὁ πρεσβύτης καὶ εἰρήνην καὶ σωτηρίαν ἐπευξάμενος τῷ βασιλεῖ, εἰς τὸ σπήλαιον εἰσελθεῖν προετρέψατο· εἰσελθόντες οὖν εὕρομεν τράπεζαν εὐτρεπῆ ἀσκητικοῖς κεκοσμημένην ἐδέσμασιν, ἄρτῳ τε καὶ ὀσπρίοις μετὰ ἐλαιῶν καὶ ὀπώρας. ὁ δὲ βασιλεὺς θαυμάσας ἔφη· «τίς σοι ἐγνώρισε, τίμιε πρεσβύτα, τὴν ἡμετέραν ἄφιξιν, ὅτι τράπεζαν ἡτοίμασας λαμπράν» ὁ γέρων ἔφη· «ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ὁ ἐτάζων καρδίας καὶ νεφρούς, παρ᾿ ᾧ οὔκ ἐστι κτίσις ἀφανής, ἀλλὰ πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, αὐτὸς κἀμοὶ τῷ ἀναξίῳ ἐγνώρισε τὰ περὶ σοῦ, ἔτι δὲ καὶ περὶ τοῦ ποτε ἀπίστου Ἑβραίου, νυνὶ δὲ χριστιανοῦ πιστοτάτου, ὡς ἄλαλός τε ἐγεγόνει λαλῶν ἀνομίαν, νυνὶ δὲ ἀποθέμενος τὴν κώφευσιν τρανὴν ἀνελάβετο γλῶσσαν δοξάζων τὸν κύριον· καὶ τίς ἱκανὸς λαλεῖν τὰς τοῦ Χριστοῦ δυναστείας, ἀκουστὰς ποιῆσαι πάσας τὰς αἰνέσεις αὐτοῦ εὐλογημένος ἀεὶ ὁ μηδὲ ἀπὸ εὐτελοῦς κωλύων ἀργύριον αὐτοῦ εἰς πραγματείαν.» εἶτα εὐξάμενοι τῷ θεῷ καὶ εὐλογήσαντος τοῦ ἁγιωτάτου ἐπισκόπου τὴν τράπεζαν, προετρέψατο ὁ βασιλεὺς τὸν γέροντα καθίσαι. τοῦ δὲ ἀπαναινομένου ἔνστασιν ὁ βασιλεὺς ποιησάμενος αὐτὸν πρῶτον κεκάθικε, εἶτα καὶ αὐτὸς μετὰ τοῦ ἱεράρχου συνεδρίαζον τῷ πρεσβυτέρῳ· ἠξίου δὲ ὁ γέρων καὶ τοὺς τρεῖς νεανίας συμμετασχεῖν αὐτοῖς τῆς τραπέζης ἅμα ἐμοί. οὐ παρήκουσεν ὁ βασιλεύς,
[p. 100] ἀλλὰ τὸ θέλημα αὐτοῦ προέκρινε γενέσθαι· καὶ μετελάβομεν πάντες τῆς πνευματικῆς πανδαισίας καὶ ὕδωρ ἐπίομεν διειδὲς μάλα καὶ ψυχρόν· ἐν τῷ μεταξὺ δὲ καὶ ὁμιλίαι πνευματικαὶ ἐφώτιζον ἡμᾶς, ὡς τρέφεσθαι μὲν ἀληθῶς τὸ σῶμα σιτίοις, τὴν δὲ ψυχὴν λόγῳ θεοῦ. μετὰ δὲ τὸ ἀριστῆσαι λέγει ὁ βασιλεύς· «ἰδού, μὰ τὴν ἀλήθειαν, πληροφορῶ ὑμᾶς, ὡς οὐδέποτε ἐν πάσῃ μου τῇ βασιλείᾳ ἐγλυκάνθη τῷ λάρυγγί μου βρῶσις καὶ πόσις ὡς ταῦτα τὰ σήμερον παρατεθέντα μοι· ὄντως, πάτερ πνευματικέ, σὺ εἶ βασιλεὺς ἐγὼ δὲ πτωχὸς καὶ πένης.» ὁ γέρων ἔφη· «δῴη σοι ὁ κύριος τῆς ἀληθινῆς καὶ ἀδιαδόχου τυχεῖν βασιλείας.» συνεμαρτύρουν δὲ καὶ οἱ τρεῖς εὐγενέστατοι παῖδες πάντων τῶν ἐπὶ γῆς ἐδεσμάτων ἡδύτερα ταῦτα ὑπάρχειν. εὐχαριστήσαντες οὖν, ἦραν τὴν τράπεζαν οἱ τοῦ γέροντος μαθηταὶ προσταχθέντες κἀκεῖνοι μεταλαβεῖν τροφῆς.

94. ἤδη δὲ εὐτρεπιζομένων ἡμῶν ἐκεῖθεν ἀπᾶραι, ὁ ἁγιώτατος ἐπίσκοπος ἔφη τῷ γέροντι· «ἐπειδήπερ μέλλει ὁ βασιλεὺς ἀποδημεῖν ἐφοδίασον αὐτὸν τιμίαις σου εὐχαῖς καὶ τῇ θεοπνεύστῳ διδασκαλίᾳ, ὡς ἂν ἔχοι σου τοὺς λόγους εἰς παράκλησιν τῆς αὐτοῦ καρδίας καὶ στήριγμα πίστεως.» ὁ δὲ γέρων τὸ σημεῖον τοῦ σταυροῦ ἐν τῷ στόματι ποιήσας ἔφη· «δόξα σοι, δημιουργὲ καὶ ἀνακαινιστὰ ἡμῶν, παράσχου ἡμῖν, κύριε, δοξάζειν σε προθύμως ἐν πάσαις ἡμέραις ζωῆς ἡμῶν ἕως ὥρας ἐσχάτης. ὅσα γὰρ θέλεις δύνασαι, ὡς λόγος τοῦ θεοῦ καὶ πατρός. πῶς δέ σε θαυμάσομεν, Χριστὲ σωτὴρ ἡμῶν μεγάλη γάρ σου ἡ δόξα καὶ ἀκατάληπτος πάσῃ γεννητῇ φύσει, ἀλλ᾿ ὡς ἀγαθὸς καὶ οἰκτίρμων συμμετρίασον ἡμῖν καὶ δὸς λόγον ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν τοῦ εἰπεῖν εἰς ὠφέλειαν καὶ οἰκοδομὴν τοῦ δούλου σου· ἐπίτρεψόν μοι, κύριε, ἀφόβως λαλεῖν τὰ μεγαλεῖά σου εἰς δόξαν σοῦ καὶ τοῦ ἀνάρχου σου πατρὸς καὶ τοῦ ἁγίου πνεύματος· ἀμήν.»

[p. 101]

95. καὶ στραφεὶς πρὸς τὸν βασιλέα ἔφη· «καιρός ἐστιν ἀγῶνος χαρᾶς τε τοῖς ἀθληταῖς, ὅτι ἰδοὺ πρόφασις λαβεῖν νίκην ἐν θεῷ. εὐλογημένος ἐστὶν ὁ ὁμοιώσας βασιλείαν τῶν οὐρανῶν τῷ μαργαρίτῃ, ὃν ὁ φρόνιμος ἐκεῖνος ἔμπορος εὑρὼν ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρακε τὸν ἀτίμητον μαργαρίτην, μακαριστὸς τοῦ πλούτου, μακαριστὸς δὲ τῆς εὐδαιμονίας γενόμενος· καὶ τί γὰρ μακαριστότερον τοῦ κτήσασθαι τὸν θεὸν ἑαυτῷ ἐπόπτην καὶ βοηθὸν καὶ ἔνοικον ὢ ἀγαθότητος ἀφάτου· ἐνοικήσω γάρ» φησίν «ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. ταύτης τῆς χάριτος ἐν μετουσίᾳ γενέσθαι ἐπόθησαν πάντες οἱ ἅγιοι, οἱ ἀπ᾿ αἰῶνος εὐαρεστήσαντες τῷ θεῷ, προφητῶν ὁ σύλλογος, ἀποστόλων ὁμήγυρις, μαρτύρων τὸ ἄθροισμα, τῶν ἀσκητῶν τὸ σύνταγμα, τῶν τιμίων ἱερέων ὁ χορός. καὶ πάντα τὰ τοῦ κόσμου σκύβαλα ἡγησάμενοι, οἱ μὲν δι᾿ αἵματος καὶ βασάνων ἐτελειώθησαν, οἱ δὲ τὸ μαρτύριον τῆς συνειδήσεως ὑπομείναντες τῆς αὐτῆς ἐκείνης εὐκλείας καὶ τῶν στεφάνων ἠξιώθησαν, ὧν τῆς ἱστορίας πλήρεις πᾶσαι γραφαὶ καὶ βίβλοι. οὐκ ἐκεῖνοι δὲ μόνον πρόκεινται ἡμῖν εἰς διδασκαλίαν καὶ ἀρχέτυπον ἀρετῆς, ἀλλὰ καὶ ἐπὶ τῆς παρούσης γενεᾶς πολλοὶ τὴν ἐκείνων ἐζήλωσαν πολιτείαν καὶ πάντα προέμενοι, τὸν ἀγρὸν ἐκτήσαντο ἔνθα ὁ πολυτίμητος κέκρυπται θησαυρός, ὧν τῆς ἀσκήσεως καὶ ἀγγελικῆς πολιτείας κἀγὼ θεατὴς ἐγενόμην· ἐν γὰρ τῇ ἐνδοτέρᾳ τῆς Ἰνδικῆς χώρας πανερήμῳ κατὰ τὰς ὄχθας τῆς Ἐρυθρᾶς θαλάσσης, ὅπου Γά<γ>γης ὁ ποταμὸς αὐτῇ ἐπιμίγνυται, ἔνθα εἰσὶν οἰκητήρια ἐλεφάντων καὶ σκηναὶ μονοκερώτων, ἐπαύλεις τε λεόντων καὶ παρδάλεων, φωλεοὶ ἀσπίδων καὶ δρακόντων, ἐν μεθορίοις τῶν μεγίστων ὀρέων Ἀρκάνου καὶ Ὑρκανοῦ εὑρέθησαν πίθοι παμμεγέθεις, ἔργα τῶν ἀρχαίων ἀνθρώπων, οὐχ ὄρθιοι ἱστάμενοι, ἀλλ᾿ ἑπὶ πλευρὰν κείμενοι. πολλοὶ τοίνυν τῶν κατ᾿ ἐκείνην τὴν χώραν χριστιανῶν, εὐπατρίδαι καὶ πλούσιοι, καταλιπόντες κόσμον καὶ τὰ ἐν κόσμῳ, πᾶσαν τὴν ἑαυτῶν
[p. 102] οὐσίαν πένησιν διαδόντες, ἀκτήμονες καὶ μονοχίτωνες εἰς ἐκείνους κατῴκησαν τοὺς πίθους, ἐκ τῶν βοτανῶν καὶ ἀκροδρύων τὴν βιαίαν καὶ ἀμυδρὰν τροφὴν ποριζόμενοι· ἔθεντο γὰρ τὰς ἐλπίδας ἐπὶ τὸν ἀνοίγοντα χεῖρα καὶ ἐμπι{μ}πλῶντα πᾶν ζῷον εὐδοκίας, καὶ τῆς ἐλπίδος οὐ διήμαρτον· οὕτως γὰρ αὐτοὺς ἐνίσχυσεν ὁ ἀγαθὸς κύριος, ὡς μηδενὸς ἔτι δεηθῆναι τῆς κοσμικῆς ὕλης, ἀλλὰ τῇ εὐτελῇ ταύτῃ καὶ πιναρᾷ τροφῇ ἀρκεῖσθαι καὶ ἐφήδεσθαι αὐτῇ μᾶλλον ἢ οἱ ἁβροδίαιτοι ταῖς πολυτελέσι τραπέζαις.»

96. «οἱ τοίνυν ἄγριοι ἐκεῖνοι καὶ ἀνήμεροι θῆρες τὴν ἀρετὴν αἰδεσθέντες τῶν ἀνδρῶν εἰρήνην πρὸς αὐτοὺς ἔσχον, ὡς πρόβατα καὶ βόες, οὕτως αὐτοῖς συνδιαιτώμενοι καὶ συναυλιζόμενοι μηδοπωσοῦν λυπηρόν τι τολμῶντες πρὸς αὐτοὺς διαπράξασθαι. οἱ μὲν οὖν αἰσθητοὶ θῆρες, ὡς ἔφην, εἰρηνικῶς αὐτοῖς καὶ φιλικῶς προσέκειντο τιθασσευόμενοι διὰ τῆς αὐτῶν ἀρετῆς καὶ ἀγγελικῆς πολιτείας, οἱ δὲ νοητοὶ πολλῇ κατ᾿ αὐτῶν μανίᾳ διέκειντο, ἡμέρας καὶ νυκτὸς πολέμους αὐτοῖς ἐγείροντες πολυτρόπους· ἴσχυον δὲ κατ᾿ αὐτῶν οὐδαμῶς, ἀλλὰ κατῃσχυμμένοι καὶ ἐλεεινοὶ ἀπεστρέφοντο, μηδ᾿ ὅλως παρ᾿ ἐκείνοις τόπον εὑρίσκοντες.»

97. «εἰ τοίνυν οἱ ἀρχαῖοι ἅγιοι ἐνίκησαν τὰ τοῦ διαβόλου μηχανήματα, αὖθις δὲ οἱ νέοι ἀνδρίζονται κατὰ τῆς πικρᾶς αὐτοῦ τυραννίδος, δῆλον ὅτι ἐξενεύρισεν αὐτὸν ὁ σωτὴρ καὶ ὡς στρουθίον παιζόμενον κατέρραξε τὸν καυχησάμενον γῆν καὶ θάλασσαν ἐξαλείφειν καὶ ἐπάνω τῶν νεφελῶν τὸν θρόνον θεῖναι μεγαλαυχοῦντα, ὃν οὐ μόνον ἄνδρες τέλειοι, ἀλλὰ καὶ γυναῖκες καὶ νήπιοι παῖδες τῇ ἀηττήτῳ δυνάμει τοῦ σωτῆρος ἐνίκησαν. ἐπεὶ οὖν οὕτως ἀσθενής ἐστιν, οὕτως εὐτελὴς καὶ συντετριμμένος ὁ ἐχθρός, μὴ δειλανδρίσωμεν, μὴ νῶτα δῶμεν τῷ κατ᾿ αὐτοῦ πολέμῳ, ἀλλὰ
[p. 103] τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπικαλεσάμενοι, νικήσωμεν τὰς αὐτοῦ μηχανὰς καὶ τὸ τῆς νίκης κομισώμεθα βραβεῖον. μισήσωμεν τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ, φιλοσοφήσωμεν περὶ τῆς ματαιότητος αὐτοῦ καὶ ἀπάτης, οἷα κατεργάζεται τοὺς ἀγαπῶντας αὐτόν, οἷα τὰ ἔνεδρα αὐτοῦ καὶ τὰ μηχανήματα· ἐν ῥιπῇ ὀφθαλμοῦ παρεισάγει τινά, καὶ ἐν ῥιπῇ ἁρπάζει· σήμερον περιβάλλει δόξαν καὶ πλοῦτον, καὶ αὔριον καθιστᾷ πένητα καὶ πτωχόν· σήμερον γαῦρον ποιεῖ καὶ ἀλαζόνα, καὶ αὔριον ταλαίπωρον καὶ προσαίτην· σήμερον χαίρειν ποιεῖ καὶ ἀγάλλεσθαι, αὔριον κλαίειν καὶ ὀδύρεσθαι. διὰ τοῦτό φησί τις τῶν πατέρων ψαλμικῶς προοιμιασάμενος· Ϡυἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος,Ϡ μέγα τι τὸν ἐνταῦθα βίον καὶ τὴν τρυφὴν καὶ τὸ μικρὸν δοξάριον καὶ τὴν ταπεινὴν δυναστείαν καὶ τὴν ψευδομένην εὐημερίαν ὑπολαμβάνοντες ἃ μὴ τῶν ἐχόντων ἐστὶ μᾶλλον ἢ τῶν ἐλπισάντων, οὐδὲ τούτων μᾶλλον ἢ τῶν οὐδὲ προσδοκησάντων, ὥσπερ χοῦς ὑπὸ λαίλαπος ἄλλοτε εἰς ἄλλους ῥιπιζόμενά τε καὶ μεταρριπτούμενα, ἢ ὡς καπνὸς διαρρέοντα καὶ ὡς ὄναρ παίζοντα καὶ ὡς σκιὰ μὴ κρατούμενα, οὔτε ἀπόντα δυσέλπιστα τοῖς κεκτημένοις, οὔτε παρόντα πιστὰ τοῖς ἔχουσιϠ, καὶ τὰ ἑξῆς τοῦ λόγου λαληθησεταί σοι, εὖ οἶδα, παρὰ τοῦ σοφωτάτου Θεοδώρου καὶ κατὰ πνεῦμα πατρός σου. ἐπεὶ οὖν τοσαύτην ἀπέδειξεν ὁ λόγος τῶν παρόντων ματαιότητα, καθὼς ὁ ἐκκλησιαστὴς βοᾷ· Ϡματαιότης ματαιοτήτων τὰ πάντα ματαιότηςϠ, τί τοῖς ῥευστοῖς προστετήκαμεν καὶ δυσαποσπάστως ἔχομεν αὐτῶν καὶ οὐ μᾶλλον ἀντεχόμεθα τῶν μονίμων σὺ οὖν, κράτιστε βασιλεῦ, ἐπεὶ χάριτι Χριστοῦ τῶν ὀφθαλμῶν τὴν λήμην περιάρας ἀνέβλεψας εἰς τὸν οὐρανόν, καὶ τῷ φωτὶ περιελάμφθης τῷ ἀπροσίτῳ, καὶ ἔγνως τίς ὁ ἀληθινὸς πλοῦτος καὶ τίς ἡ ὄντως λαμπρότης, καὶ ποῦ τὸ μὴ μεταπίπτον ἀξίωμα, τίς ἡ ἀπέραντος εὐδαιμονία καὶ ποῦ τὸ ἀσάλευτον ἀγαθόν, σπούδασον κτήσασθαι ταῦτα πολλοῖς ἱδρῶσι καὶ πόνοις καὶ αὐτοῦ τοῦ αἵματος ἐκχύσει, ἂν οὕτω δέῃ, ὡς ἂν ἀξιωθῇς εἰσελθεῖν εἰς τὴν χαρὰν τοῦ κυρίου σου καὶ εἰς ἀπεράντους αἰῶνας εὐφραίνεσθαι. μακάριοι γὰρ καὶ
[p. 104] τρισμακάριοι οἱ ἀξιωθέντες τῆς δόξης ἐκείνης ἐπιτυχεῖν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός, ὅπου κατὰ τὸ γεγραμμένον ἐπιθυμοῦσι καὶ ἄγγελοι παρακῦψαι· μακάριοι οἱ εἰσερχόμενοι εἰς ἐκεῖνον τὸν ἀχειρότευκτον νυμφῶνα, οἱ ἀνακλινόμενοι εἰς τὸ δεῖπνον ἐκεῖνο τὸ ἐπουράνιον· ὥσπερ οὖν ἄθλιοι καὶ τρισάθλιοι οἱ κακῶς ἑαυτοὺς ἀποστεροῦντες τῶν τοσούτων ἀγαθῶν διὰ τὴν γυναῖκα τὴν νεόνυμφον ἢ τὸν ἀγρὸν τὸν νεώνητον ἢ τὸ ζεῦγος τῶν βοῶν, καθὼς τὸ ἱερὸν διδάσκει εὐαγγέλιον, ἢ δι᾿ ἄλλο τι τῶν φθαρτῶν τε καὶ παρερχομένων, ἃ κακῶς ἐκτήσαντο, διὰ τῶν μικρῶν τὰ μείζονα ζημιούμενοι· σὺν αὐτοῖς δὲ ἄθλιοι κἀκεῖνοι καὶ δακρύων ἄξιοι οἱ ῥυπαρῶς, ἀλλ᾿ οὐ νυμφικῶς ἐστολισμένοι, οἵτινες κἂν τολμήσωσιν εἰσελθεῖν εἰς τὴν μακαρίαν ἐκείνην λαμπροφορίαν, κεναῖς ἐλπίσιν ἐξαπατώμενοι, ἀλλὰ λαθεῖν μὴ δυνάμενοι· δεδεμένοι χεῖρας καὶ πόδας ἐκβάλλονται εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. πάντες γὰρ γυμνοὶ καὶ τετραχηλισμένοι παραστησόμεθα τῷ ἀδεκάστῳ βήματι καὶ ἕκαστος ἡμῶν λόγον δώσει ὑπὲρ ὧν ἔπραξεν, εἴτε ἀγαθῶν ἢ κακῶν. σκεπάσει τοὺς μώμους ἡμῶν ἡ χάρις σου, κύριε, ἐν ἡμέρᾳ δειγματισμοῦ τῶν κρυπτῶν, ὅταν ἕκαστος βαστάζῃ τὰ ἔργα αὐτοῦ ἐνώπιον τοῦ κριτοῦ· οἱ μὲν οὖν δίκαιοι μέλλουσι βαστάζειν ἆθλα ἐπιθυμητά, οἱ δὲ ἁμαρτωλοὶ μώμους κακοὺς καὶ αἰσχρούς. στόμα κατασιγάζεται ἑκάστου παρὰ τοῦ δικαίου κριτοῦ καὶ οὐκ ἔχει χρείαν τοῦ ἐρωτᾶσθαι, ὅτι ὅλον τὸ σῶμα γίνεται ὥσπερ ἔσοπτρον ἐνώπιον τῶν ὁρώντων· γίνονται γὰρ τὰ ἔργα αὐτοῦ τρανῶς τετυπωμένα ἐν αὐτῷ τῷ σώματι καὶ προκείμενα πᾶσιν εἰς ὅρασιν· ἐκ σωμάτων σωφρόνων παρακύπτουσιν ἆθλα καὶ ἐκ σωμάτων λάγνων φαίνονται τὰ ἄσεμνα καὶ ἀσχημοσύνη πολλή. καὶ τοῦτο πιστευθείη ἀπὸ ὑποδείγματος ἀριδήλου· οἱ γὰρ καρποὶ τῶν δένδρων καθ᾿ ὅλον τὸν χειμῶνα κεκρυμμένοι ἔνδον κατὰ τὰς ἐαρινὰς
[p. 105] ἡμέρας ἐφαπλοῦνται ἔξωθεν καὶ πεπαινόμενοι κατὰ μικρὸν πρόκεινται πᾶσιν εἰς ὅρασιν. εἰ οὖν ὁ ἀπρίλλιος μὴν δύναται ἐν πνεύματι ἀνθέων ἀναγκάσαι τὰ δένδρα κατὰ καιρόν, ἵνα ὃ ἐνδέδυται ἔσωθεν ἐν τῷ κρυπτῷ ἐνδύσηται ἔξωθεν προφανῶς, πόσῳ μᾶλλον ὁ κύριος τῶν ἁπάντων προστάξει τὰ σώματα ἡμῶν ἐν ἡμέρᾳ κρίσεως τὰ ἐν αὐτῷ κρυπτὰ φανερῶσαι ἔξωθεν καὶ δὴ βαστάσει ἐν ὀφθαλμοῖς πάντων ἔργα τε καὶ λαλιάς, τὰ ἔργα ὡς καρποὺς καὶ λαλιὰς ὡς φύλλα. ἔστιν δὲ καὶ ἐξ αὐτῆς τῆς τοῦ σώματος κατασκευῆς ταῦτα δηλῶσαι, ὅτι πράγματα κρυπτὰ ἐν αὐτῷ κατὰ καιροὺς φανεροῦνται αὐτομάτως· ὀδόντες ἐν ἀρχῇ, ἐν τῇ ἀκμῇ τὰ γένεια, ἐν γήρει πολιαί. οὕτως οὖν καὶ τὰ ἑκάστου ἔργα, λόγοι τε καὶ ἐνθυμήσεις, ἅπερ νῦν ἔσω κέκρυπται ἀθέατα πᾶσιν, τότε κατὰ τὴν μεγάλην τῆς κρίσεως ἡμέραν ἕκαστος βαστάσει ἐν τῷ φανερῷ· Ϡοὐδὲν γάρ ἐστι κεκρυμμένον, ὃ οὐκ ἀποκαλυφθήσεται, οὐδὲ κεκαλυμμένον ὃ οὐ γνωσθήσεται,Ϡ φησὶ ὁ κύριος. δόξα ἐκ πάντων ὁμοῦ τῇ μακαρίᾳ καὶ ζωαρχικῇ τριάδι, πατρί τε καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι. φιλάνθρωπε, ἀγαθέ, κρύψον ἀμορφίαν ἡμῶν, ὅπως μὴ φανερωθῇ ἀσέβεια ἡμῶν κρυπτὴ ἔμπροσθεν τῶν θεατῶν, ἀγγέλων, ἀρχαγγέλων, προφητῶν, ἀποστόλων καὶ δικαίων· ἡ ῥάβδος Ἀαρών, κύριε, ἐξήνθησεν καὶ ἤνεγκε καρπὸν ἐνάρετον, σῶμα δὲ ἡμῶν, ἐν ᾧ κρυπτὴ ὑπάρχει ἡ ἰδία αἰσχύνη, μὴ ἐξενέγκῃ μώμους αὐτοῦ εἰς προὖπτον ἐν ἡμέρᾳ τῆς θείας σου παρουσίας, καὶ βοήσομεν εὐκαίρως· Ϡδόξα σοι, Χριστὲ σωτήρ, τῷ οἰκτειρήσαντι ἡμᾶςϠ. ἐπεὶ οὖν, ὡς εἴρηται, πάντα τὰ κρυπτὰ φανερωθῆναι δεῖ ἔμπροσθεν τοῦ φοβεροῦ βήματος, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἁγιωσύνην ἐπιτελοῦντες ἐν φόβῳ θεοῦ, ἵνα φανερουμένων τῶν κρυπτῶν ἡμῶν ἔργων καὶ ἐννοιῶν, δόξαν ἐνδυσώμεθα καὶ μὴ αἰσχύνην· ἐπὶ τὸν θεὸν ὁ νοῦς ἡμῶν ἔστω, ἐπὶ τὰ οὐράνια θεάματα, ἐπὶ τὰ κάλλη
[p. 106] τοῦ παραδείσου, ἐπὶ τὰς ἀϊδίους μονάς, ἐπὶ τὰς ἀγγελικὰς χοροστασίας, ἐπὶ τὴν ἐκεῖσε διαγωγήν. ποῦ ποτέ εἰσιν αἱ ψυχαὶ νῦν τῶν δικαίων καὶ τῶν ἁμαρτωλῶν πῶς ἡ ἐπιφάνεια τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενήσεται, ἐν ᾗ, κατὰ τὸ ἱερὸν λόγιον, οἱ οὐρανοὶ ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται, γῆ δὲ καὶ τὰ ἐν αὐτῇ ἔργα κατακαήσεται εἶτα πῶς μέλλει ἑκάστη ψυχὴ τὸ συζυγὲς σῶμα ἀναλαμβάνειν ποταπὴ ἡ συναγωγὴ ἐκείνη ἡ ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας ἐπὶ τὸ αὐτὸ ἀθροιζομένη πηλίκον τὸ τοῦ Χριστοῦ φοβερὸν καὶ ὑπὲρ ἡλίου αὐγὰς λάμπον πρόσωπον ποταπῆς αὐτοῦ φωνῆς ἀκούσομεν τέλος τίς ἡ ἀποκατάστασις τῶν τε δικαίων προσλαμβανομένων εἰς βασιλείαν οὐρανῶν, καὶ τῶν ἁμαρτωλῶν ἀποπεμπομένων εἰς αἰωνίους τιμωρίας ταῦτα εὔχομαί σε, κράτιστε βασιλεῦ, ἀεὶ μεριμνᾶν καὶ λογίζεσθαι, καὶ ἐν τούτοις ἀεὶ ἀναστρέφεσθαι· ἐκ γὰρ τῶν τοιούτων ἐννοιῶν κατανύσσεται καὶ φωτίζεται ἡ ψυχή, καὶ καρποφορεῖ καρποὺς ἀρετῶν εἰς δόξαν Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν· καὶ τότε αὐτὸς ὁ ἀγαθὸς ἐλεύσεται σὺν πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ μονὴν παρά σοι ποιήσει, ὡς ἐπηγγείλατο, καὶ μακάριος ἔσῃ ἔν τε τῷ νῦν αἰῶνι καὶ τῷ μέλλοντι. ἤδη μὲν οὖν ἐνῴκησεν ἔν σοι, ἐξότε ἀνεγεννήθης δι᾿ ὕδατος καὶ πνεύματος. ἐνοικήσει δὲ καὶ τελεώτερον, καθὼς ἔφη τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ δι᾿ αὐτῶν πᾶσι τοῖς πιστοῖς, ὅτι ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· ἀμήν.»

98. οὕτως ὑπερκάλλως συμπεράναντος τοῦ γέροντος τὸν λόγον, κλίνας τὴν κεφαλὴν ὁ βασιλεὺς προσεκύνησεν αὐτὸν καὶ εἶπεν· «εὐλογημένον σου τὸ στόμα καὶ ἡ καρδία, τοιαύτην ἡμῖν ἀναβλύσαντα διδασκαλίαν. εὖξαι οὖν, τίμιε πάτερ, μὴ ἀκροατὰς μόνον γενέσθαι ἡμᾶς τῆς ἐνθέου σου δημηγορίας, ἀλλὰ καὶ ποιητὰς
[p. 107] ἀναδειχθῆναι.» ἀναστὰς οὖν ὁ γέρων καὶ εὐχὴν τρισάγιον ποιήσας, εὐλογήσας τε τὸν βασιλέα καὶ τοὺς περὶ αὐτόν, ἀπέλυσεν ἐν εἰρήνῃ, ὁ δὲ βασιλεὺς χρήματα πολλὰ ἐδίδου τῷ γέροντι, οὐδὲν δὲ τούτων ἐκεῖνος ἐδέξατο, οὕτως αὐτῷ εἰπών· «τὴν μὲν πρόθεσίν σου ὁ θεὸς ἐδέξατο καὶ τὸν μισθὸν παράσχοι ἑκατονταπλασίως, ἡμῖν δὲ τῶν τοιούτων χρημάτων οὔκ ἐστιν ὅλως χρεία, ἀλλὰ τοῖς δεομένοις ταῦτά τε καὶ ἄλλα πλείονα διανείμας ἕξεις θησαυρὸν ἐν οὐρανοῖς ἀναφαίρετον.»

99. ἀσπασάμενος οὖν ὁ βασιλεὺς τὸν τοῦ θεοῦ ἄνθρωπον ἀπῄει χαίρων καί φησι πρὸς τὸν θεῖον Θεόδωρον· «πόσων χαρίτων ὀφειλέτην ἔχεις με, τίμιε πάτερ καὶ αὕτη γὰρ μεγάλη μοι γέγονε παρὰ σοῦ εὐεργεσία, ὅτι εἶδον ἄνθρωπον ὡς ἀληθῶς οὐράνιον, οὗ οὔκ ἐστιν, ὡς οἶμαι, ἄξιος ὁ κόσμος.» τότε οὖν ἑνωθεὶς τοῖς στρατεύμασι καὶ τοῖς ἐν τέλει, πολλὰ θηρεύσασι ζῷα, εἰσῆλθεν ἐν τῇ πόλει θαυμάζων μέντοι διηνεκῶς τὴν ἀπαράμιλλον τοῦ ἐρημίτου ἀρετὴν καὶ πολιτείαν, προκόπτων τε ὁσημέραι ἐν πάσῃ ἀρετῇ, ἔχων ὁδηγὸν καὶ ποιμένα καλὸν τὸν μέγαν Θεόδωρον, ὃς οὐ διέλειπεν ἀρδεύων αὐτοῦ τὴν ψυχὴν διδασκαλίαις ἐνθέοις καὶ χειραγωγῶν πρὸς οὐράνιον πολιτείαν, καθὼς ἤδη δηλώσων ὁ λόγος ἔρχεται. ἀδιαλείπτως δὲ ὁ βασιλεὺς διαπέμπων πρὸς τὸν ἐρημίτην ἕνα τῶν πιστῶν αὐτοῦ οἰκετῶν ἐκομίζετο τὰς ἐκείνου εὐχὰς καὶ τροφὰς ἀσκητικὰς ἀπέστελλεν αὐτῷ, ἔσθ᾿ ὅτε δὲ καὶ αὐτὸς ἀπιέναι πρὸς τοῦτον καὶ εὐλογεῖσθαι ὑπ᾿ αὐτοῦ οὐκ ὤκνει.

100. ἐν τούτοις ὅλου τοῦ χειμῶνος διελθόντος, κατὰ τὰς ἐαρινὰς ἰσημερίας ὁ βασιλεὺς Ἰωάννης, τοῦτο γὰρ ἤδη λεκτέον, τὸν μέγαν προσκαλεσάμενος Θεόδωρον ἔφη· «ἐναγώνιός μου καὶ ἐμμέριμνός ἐστιν ἡ ψυχή, πάτερ πνευματικέ, τὴν τοῦ θανάτου ἐννοουμένη
[p. 108] ἄδηλον ὥραν, μήποτε ἀνέτοιμόν με εὑροῦσα, ὡς τὸ ἄκαρπον, φεῦ, ἐκκόψῃ με δένδρον καὶ τῷ αἰωνίῳ πυρὶ παραπέμψῃ· οὐ χρὴ τοίνυν ἐν τοιαύτῃ με διαναπαυόμενον τῇ ῥαστώνῃ τὰς ἡμέρας ἀναλίσκειν, ἀλλὰ φροντίσαι τῆς ἐμαυτοῦ σωτηρίας· χριστιανὸς μὲν γὰρ χάριτι Χριστοῦ καὶ ταῖς σαῖς εἰσηγήσεσιν ἐγενόμην, ἐν λαθραίᾳ δὲ καὶ παραβύστῳ βουλῇ τὴν πίστιν ἔχειν οὐκ ἀνέχομαι, οὐδὲ νυκτερινὸς θεοσεβὴς εἶναι θέμις ἡγοῦμαι. λοιπὸν εὐχαῖς με ταῖς σαῖς καὶ διδασκαλίαις στήριξον καὶ χρημάτων ὄγκον λαβὼν πολὺν ἄπιθι ἐν εἰρήνῃ πρὸς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, καὶ ὅσα μὲν χρὴ τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ τῷ ζωοδόχῳ τάφῳ ἀφιέρωσον τῶν χρημάτων, τὸ δὲ λοιπὸν ταῖς ἄλλαις ἐκκλησίαις καὶ τοῖς μοναχοῖς τῆς ἐρήμου καὶ πᾶσι τοῖς δεομένοις διανεῖμαι σπούδασον, καὶ ταῖς ἁπάντων εὐχαῖς καθόπλισόν με. ὅτε δὲ τὴν τοιαύτην ἐκτελέσῃς διακονίαν καὶ εἰς τὴν κατά σε ἔλθῃς ἐκκλησίαν, τότε, εἰ μὲν μάθῃς ἔτι ζῆν με, ἐλεύσῃ πρός με τῇ τοῦ Χριστοῦ φυλαττόμενος χάριτι, εἰ δὲ τοῦ παρόντος ὑπεξελθεῖν με γνώσῃ βίου, μηκέτι τὴν Βαβυλῶνα καταλάβῃς, ἀλλὰ μείνας ἐπὶ χώρας μέμνησό μου ἐν ταῖς πρὸς τὸ θεῖον δεήσεσι· ναὶ δὴ μέμνησό μου τοῦ κατὰ πνεῦμα τέκνου σου.»

101. ὁ δὲ μακάριος Θεόδωρος δακρύων πληρώσας τοὺς ὀφθαλμοὺς πρὸς αὐτὸν ἔφη· «εὖ σοι γένοιτο, βασιλεῦ, ὅτι νουνεχῶς ἐποπτεύεις τοῖς πράγμασι τῶν προσκαίρων μὲν καὶ ῥευστῶν ὡς ὄντως ματαίων ἀπεχόμενος, πρὸς τὰ αἰώνια δὲ καὶ ἀτελεύτητα ἐπειγόμενος ἀγαθά· γέγραπται γὰρ ἐν τοῖς καθ᾿ ἡμᾶς τῶν ἱερῶν πατέρων λόγοις ὅτι· Ϡφύσει οὐδὲν τῶν ἀνθρωπίνων ἐστὶ βέβαιον, οὐδὲ ὁμαλόν, οὐδὲ αὔταρκες, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον, ἀλλὰ κύκλος τις τῶν ἡμετέρων περιτρέχει πραγμάτων, ἄλλοτε ἄλλος ἐπὶ μιᾶς ἡμέρας πολλάκις, ἔτι δὲ καὶ ὥρας φέρων μεταβολάς. καὶ αὔραις μᾶλλόν ἐστι πιστεύειν οὐχ ἱσταμέναις, καὶ νηὸς ποντοπορούσης ἴχνεσι, καὶ νυκτὸς ἀπατηλοῖς ὀνείρασιν, ὧν πρὸς ὀλίγον ἡ χάρις, καὶ ὅσα κατὰ ψάμμον [λεγε· ψαμάθων] παῖδες τυποῦσι παίζοντες, ἢ ἀνθρώπων εὐημερίᾳ· σώφρονες
[p. 109] δὲ οἱ διὰ τὸ μὴ πιστεύειν τοῖς παροῦσι τὰ μέλλοντα ἑαυτοῖς θησαυρίζοντες, καὶ διὰ τὸ τῆς ἀνθρωπίνης εὐπραγίας ἄστατον καὶ ἀνώμαλον τὴν οὐ πίπτουσαν ἀγαπῶντες χρηστότητα.Ϡ ἐπεὶ οὖν καὶ αὐτὸς τοῖς ἴχνεσιν ἑπόμενος τοῖς τῶν ἁγίων διδασκαλίας ποθεῖς ἀνταλλάξασθαι τῶν προσκαίρων τὰ αἰώνια καὶ μηδαμῶς φθειρόμενα, χαῖρε καὶ ἀγαλλιᾷ, ὅτι πολὺς ὁ μισθός σου ὑπάρχει ἐν οὐρανοῖς. ἐγὼ μὲν οὖν τὴν διακονίαν ἐκτελέσω, καθὼς ἐκέλευσας, σὺ δὲ τὴν ὅλην σου ἀνάθες ἐλπίδα ἐπὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ὃς μόνος συνεπάθησε πλανωμένῳ τῷ κόσμῳ, ἵνα μηκέτι ὑπὸ κρίσιν ὦσιν οἱ ἄνθρωποι, ἀλλὰ πίστιν ἔχωσι καὶ φόβῳ θεοῦ συνεχόμενοι τὰς καρδίας πᾶσιν ἀποτάξωνται πονηροῖς ἔργοις, καὶ ἐν ἁγνείᾳ ζήσωσι καὶ ἀγάπῃ τῆς ἀληθείας. αὐτὸς γὰρ ὑπερβολῇ ἀγαθότητος ἐπέβλυσε καὶ ἐπὶ σὲ τὴν τῆς φιλοστοργίας αὐτοῦ πηγὴν καὶ νεκρὸν ὄντα τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις ἐζωοποίησεν, καὶ τὴν υἱοθεσίαν ἐχαρίσατο· λοιπὸν ἀναζωσάμενος τὴν ὀσφῦν τῆς διανοίας σου, τελείως ἔλπισον ἐπὶ τὴν ἐπελθοῦσάν σοι χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, μὴ συσχηματιζόμενος ταῖς πρότερον ἐν ἀγνοίᾳ ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντά σε ἅγιον, καὶ αὐτὸς ἅγιος ἐν πάσῃ ἀναστροφῇ σου γενοῦ. Ϡεἰ γὰρ πατέρα ἐπικαλεῖσθεϠ φησὶν ὁ ἀπόστολος Ϡτὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίου ἢ χρυσίου, ἐλυθρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν,Ϡ τὴν ἄφεσιν τῶν παραπτωμάτων κατὰ τὸν πλοῦτον τῆς χάριτος αὐτοῦ· ἀγαπήσωμεν οὖν τὸν ἀγαπήσαντα ἡμᾶς, ἀγάπησωμεν
[p. 110] αὐτὸν ἐξ ὅλης ἡμῶν τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ μηδὲν ἡμᾶς ἀποστήσῃ τῆς ἀγάπης αὐτοῦ, καθὼς ὁ θεῖος Παῦλος βοᾷ, Ϡτίς ἡμᾶςϠ λέγων Ϡχωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ θλίψις, ἢ στενοχωρία, ἢ διωγμός, ἢ γυμνότης, ἢ λιμός, ἢ κίνδυνος, ἢ μάχαιραϠ καθὼς γέγραπται ὅτι, Ϡἕνεκέν σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.Ϡ ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἄγγελοι, οὔτε ἀρχαί, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν· τοιαύτας οὖν ἔχοντες ἐπαγγελίας, ἀγαπητέ, καὶ τοιαύτας μαρτυρίας καὶ διδασκαλίας τῶν ἁγίων μὴ ἀναβαλλώμεθα, μὴ ὀκνήσωμεν, μὴ δειλιάσωμεν πάντα παθεῖν ὑπὲρ τῆς ἡμῶν σωτηρίας, ἀλλὰ κἂν εἰς πῦρ ἐμβληθῆναι δέῃ, κἂν ξίφους κατατολμῆσαι, κἂν κατὰ μαχαιρῶν ἁλέσθαι, κἂν ὁτιοῦν παθεῖν, πάντα φέρωμεν εὐκόλως ὑπὲρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τῆς βασιλείας ἐπιτύχωμεν τῶν οὐρανῶν καὶ τῆς ἀπορρήτου δόξης ἐκείνης ἀξιωθῶμεν· Ϡτούτου χάριν,Ϡ ἵνα καὶ αὖθις ἀποστολικῶς εἴπω, Ϡκάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἑξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δώῃ σοι κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν τῇ καρδίᾳ σου, ἐν ἀγάπῃ ἐρριζωμένος καὶ τεθεμελιωμένος, ἵνα ἐξισχύσῃς καταλαβέσθαι σὺν πᾶσι τοῖς ἁγίοις τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ Χριστοῦ, ἵνα πληρωθῇς εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ. τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, αὐτῷ ἡ δόξα ἐν Χριστῷ Ἰησοῦ εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων· ἀμήν.Ϡ»

[p. 111]

102. ταῦτα διεξελθόντος τοῦ ἁγιωτάτου ἐπισκόπου καὶ οὕτως εἰς εὐχὴν ἀγαθὴν τὸν λόγον συντελέσαντος, πολλῆς ἐπλήρωσεν ἡδονῆς καὶ δυνάμεως τὴν ψυχὴν τοῦ βασιλέως· ἀσπασάμενος οὖν αὐτὸν ἐν φιλήματι ἁγίῳ καὶ τὰ εἰκότα εὐχαριστήσας παρεδίδου τὰ χρήματα τῆς διακονίας, χρυσοῦ μὲν κεντινάρια [λεγε· κεντηνάρια] δέκα, ἀργύρου δὲ κεντηνάρια εἴκοσιν, ἐπιτάξας δὲ καὶ στρατιώταις διασῶσαι αὐτόν, καὶ τοῖς κατὰ πόλιν ἀρχισατράπαις γράψας ἀσμένως ἀποδέχεσθαι καὶ προπέμπειν αὐτόν, ἀπέλυσεν ἐν εἰρήνῃ, πολλῶν μέντοι χυθέντων δακρύων ἐν τῷ χωρισμῷ παρ᾿ ἀμφοτέρων· δέδωκε δὲ αὐτῷ καὶ τὸν ἐκ τῆς βασιλίδος τῶν πόλεων ἐνεχθέντα τίμιον σταυρόν, οὕτως εἰρηκώς· «ἆρον, τίμιε πάτερ, τὸ τῆς ζωῆς ἡμῶν ξύλον μετὰ σοῦ, καὶ εἰ μὲν δέῃ σε πρός με πάλιν ἀφικέσθαι, ἀπολήψομαι μετὰ σοῦ καὶ τὸν μέγα τόνδε θησαυρόν, εἰ δὲ τὴν ὀφειλὴν πεπληρωκότα μάθοις καὶ τοῦ κοινοῦ μετασχόντα ποτηρίου, ἔστω παρὰ σοὶ εἰς φυλακτήριόν σου καὶ σωτηρίαν.»

103. οὕτως ἐξῆλθεν ἀπὸ τοῦ βασιλέως ὁ μέγας Θεόδωρος καὶ προσέταξεν ἡμῖν ἑτοιμάσαι πάντα πρὸς τὴν πορείαν, αὐτὸς δὲ εἰς τὴν ἁγίαν ἀπιέναι προέθετο ἐκκλησίαν εὐξόμενος· εἶτα τῷ ἁγιωτάτῳ συνετάξατο μητροπολίτῃ καὶ παντὶ τῷ κλήρῳ καὶ ταῖς πάντων ἐφοδιασθεὶς εὐχαῖς ἐπανῆκεν εἰς τὴν ξενίαν· καὶ πρὸς ἑσπέραν ἀφικνεῖται εἷς τῶν πιστῶν οἰκετῶν τοῦ βασιλέως κομίζων τίμια δῶρα τῆς ἁγίας τοῦ Χριστοῦ Ἀναστάσεως, χρυσᾶ κειμήλια διὰ λίθων τιμίων κεκοσμημένα καὶ ἐσθήματα χρυσοῖς ὑφασμένα νήμασιν, ἔτι δὲ καὶ τῇ ἐκκλησίᾳ Ἐδέσης ὅμοια δίδωσι δῶρα πολυτελῆ καὶ βασιλικῆς ἐπάξια χειρός τε καὶ πίστεως, καὶ τῷ ἀρχιερεῖ ἐφόδια πολλά τε καὶ ἐκλεκτά· πόθῳ γὰρ θερμῷ καὶ ἀφθόνῳ χειρὶ πάντα δέδωκεν ὁ κρατῶν ὅλος τῶν μελλόντων γενόμενος καὶ πρὸς οὐδὲν τῶν παρόντων ἐπιστρεφόμενος.

[p. 112]

104. καὶ δὴ μετὰ δύο ἡμέρας ἐξελθόντες ἐκ Βαβυλῶνος καὶ τὴν μεταξὺ διανύσαντες ὁδὸν κατελάβομεν τὴν Ἔδεσαν, καὶ ὀλίγας διαναπαυσάμενοι ἡμερας, ἀπάραντες ἐκεῖθεν εἰς τὴν ἁγίαν ἐφθάσαμεν πόλιν Ἱερουσαλὴμ καὶ τὴν σεβασμίαν προσεκυνήσαμεν Ἀνάστασιν· ὁ δὲ ἁγιώτατος πατριάρχης ἀσμένως δεξάμενος τὸν μέγα Θεόδωρον χαρᾶς ἐπληροῦτο καὶ θυμηδίας πνευματικῆς· τὰ εἰκότα τοίνυν ὁμιλήσαντες, προσάγει ὁ Θεόδωρος τὰ δῶρα τοῦ βασιλέως καὶ ταῦτα τῷ ἱερῷ ἀνατίθησι θυσιαστηρίῳ, πρὸς τούτοις δὲ καὶ χρήματα ὅσα ἔδει ἀφιεροῖ τῇ μητρὶ τῶν ἐκκλησιῶν, ὁμοίως καὶ τοῖς λοιποῖς πᾶσι ναοῖς τοῦ κυρίου, καὶ μετ᾿ ὀλίγας ἡμέρας ἐξέρχεται πρὸς τὴν σεβασμίαν λαύραν τοῦ ἁγίου Σάβα καὶ τοὺς τιμίους ἀσπασάμενος πατέρας παρεκλήθη τὴν ψυχήν, ὡς ἀπό τινος αἰχμαλωσίας εἰς τὰ οἰκεῖα νῦν ἐπανελθών. καὶ συναγαγὼν πάντας τοὺς μοναχοὺς διεδίδου ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν· ἱκανὰς δὲ τῇ λαύρᾳ παραμείνας ἡμέρας τὰ λοιπά τε περιελθὼν μοναστήρια πάντα καὶ πᾶσι χορηγήσας τὰ πρὸς τὴν χρείαν, εἰς τὴν ἁγίαν αὖθις εἰσέρχεται πόλιν καὶ πᾶσι τοῖς δεομένοις ἱλαρὸς δότης φανεὶς πάντας διήγειρεν εἰς εὐχὰς καὶ δεήσεις ὑπὲρ τοῦ βασιλέως· καὶ χάριτι Χριστοῦ τελειώσας τὴν διακονίαν καὶ τὸ τάλαντον πολυπλασιάσας ἐπανῆκεν εἰς Ἔδεσαν, ἐκεῖσε προσδοκῶν ἀπολαβεῖν ἕνα τῶν διακόνων, ὃν κατέλιπεν ἐν Βαβυλῶνι. κατὰ πάροδον δὲ παρεβάλομεν τῇ Ἀντιοχέων πόλει καὶ τὸν ἁγιώτατον ἀσπασάμενος πατριάρχην χρυσοῦ τε καὶ ἀργύρου ὄγκον ἁδρὸν τῇ ἁγίᾳ προσῆξεν ἐκκλησίᾳ· ἔτι δὲ καὶ τὰ λοιπὰ τοῦ Χριστοῦ τεμένη καὶ τὰ μοναστήρια τοῦ τε θαυμαστοῦ Συμεὼν καὶ τὰ πέριξ οὐκ ὤκνησε διελθεῖν πλουτίζων τε καὶ ἀνακτώμενος καὶ πάντας τοὺς πένητας θεραπεύων, οὐ φειδομένως, ἀλλ᾿ ἐπ᾿ εὐλογίαις σπείρων, καὶ διαθρύπτων πεινῶσι τροφήν, χορτάζων
[p. 113] τε πτωχοὺς ἄρτων καὶ ψυχὰς πεινώσας ἐμπι{μ}πλῶν ἀγαθῶν, ὡς νέος τις σιτοδότης καὶ δεύτερος Ἰωσήφ.

105. οὕτως δὲ ἐφοδιασθεὶς ταῖς τοῦ ἁγιωτάτου πατριάρχου καὶ τῶν λοιπῶν ἁπάντων εὐχαῖς, τὴν ἰδίαν καταλαμβάνει ἐκκλησίαν, πολλὴν τοῖς πνευματικοῖς αὐτοῦ τέκνοις δοὺς εὐφροσύνην τῇ παρουσίᾳ· ἕως ὧδε <τὰ τῆς ἐμῆς εἰς δύναμιν διηγήσεως> τῆς τοῦ ὁσίου ὁδοιπορίας καὶ ἐπιδημίας.

106. ὁ δέ γε πιστὸς βασιλεὺς Ἰωάννης, πρὸς ἐκεῖνον γὰρ αὖθις ὁ τοῦ λόγου δρόμος ἡμᾶς ἄγει, ἡνίκα ᾔσθετο καταλαβεῖν τὸν θεῖον Θεόδωρον τὰ Ἱεροσόλυμα καὶ τὴν διανομὴν ποιῆσαι τῶν χρημάτων καὶ πολλαῖς αὐτὸν κατοχυρῶσαι ταῖς εὐχαῖς τῶν ἱερέων τε καὶ μοναστῶν καὶ πάντων τῶν πενήτων, βουλεύεται βουλὴν ἀρίστην καὶ τῆς αὐτοῦ προαιρέσεως ἀξίαν, μᾶλλον δὲ ἃ πάλαι βεβούλευτο εἰς ἔργον ἀγαγεῖν ἐπεχείρει τῇ τοῦ Χριστοῦ δυναμούμενος χάριτι· μετακαλεῖται τοίνυν πάντας τοὺς ἐν τέλει καί φησι πρὸς αὐτούς· «ἰδοὺ μυστήριον ὑμῖν λέγω· δεδήλωται γάρ μοι καὶ ἀψευδῶς ἔγνωσται, ὡς μετ᾿ ὀλίγας ἡμέρας τοῦ παρόντος ἀφίσταμαι βίου· ἐντέλλομαι τοίνυν πᾶσιν εἰς τὴν αὔριον συναχθῆναι πρός με εἰς τὸ πεδίον· διαθήκην γὰρ ὑμῖν διατίθημι, λοιπὸν μηδεὶς ἀπολείποι τοῦ συνεδρίου.»

107. ταῦτα εἰπὼν ἐξαπέστειλεν αὐτοὺς λυπουμένους καὶ ἀδημονοῦντας, ἐκέλευσε δὲ κήρυκας βοῆσαι τοῦ συναγαγεῖν πάντας ἐν τῷ πεδίῳ τῶν Ἀδνουμίων. αὐτὸς δὲ παρ᾿ ὅλην τὴν νύκτα εὐχαῖς καὶ δεήσεσι προσκαρτερήσας, καθὼς ἐδιδάχθη παρὰ τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ, λίαν πρωὶ μετακαλεῖται ἱερέα χριστιανὸν καὶ τὰ κατ᾿ αὐτὸν ἀναθέμενος αὐτῷ ἠξίου ἐν τῷ ἐνδοτάτῳ ταμιείῳ ἐπιτελέσαι τὴν ἀναίμακτον θυσίαν· ἑτοίμης οὔσης τῆς δωροφορίας καὶ τούτου γεγονότος, μετέλαβε τῶν ἀχράντων μυστηρίων μετὰ πολλῆς κατανύξεως καὶ εὐλαβείας ἅμα τῶν τριῶν οἰκετῶν, καὶ τῷ ἱερεῖ πλουσίας χορηγήσας δωρεὰς ἀπέστειλεν ἐν εἰρήνῃ, αὐτὸς δὲ
[p. 114] λαμπρῶς ἐστολισμένος ἐξῆλθεν ἔφιππος ἐπὶ τὸν ὁρισθέντα τόπον, ἐν ᾧ συνήχθη πᾶς ὁ ὄχλος, συναγωγὴ πολλή, μεγάλη σφόδρα, Πέρσαι καὶ Ἰσμαηλῖται, Ἰουδαῖοί τε καὶ οἱ ἐπιδημοῦντες χριστιανοί· καὶ βήματος ἀρθέντος ὑψηλοῦ τοῦ καθορᾶσθαι αὐτὸν παρὰ παντὸς τοῦ λαοῦ πάντων τε θαυμαζόντων τὴν πολυάνθρωπον συναγωγὴν καὶ τί ἂν θέλοι ταῦτα εἶναι, καὶ τίς ἡ τοῦ βασιλέως δημηγορία, ἀνελθὼν ἐπὶ τοῦ βήματος καὶ καθίσας μικρόν, εἶτα σιγὴν τῷ λαῷ διὰ τοῦ κήρυκος ἐπιτάξας, ἐξαναστὰς τοῦ θρόνου ἔφη μεγάλῃ τῇ φωνῇ· «ἀκούσατε, Πέρσαι πάντες καὶ Ἀγαρηνοὶ καὶ Ἑβραῖοι καὶ ὁ ἐκλεκτὸς τῶν χριστιανῶν λαός· ἐγὼ χριστιανός εἰμι καὶ Ἰωάννης ὄνομά μοι. πιστεύω δὲ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα, τὴν τρισυπόστατον καὶ ὁμοούσιον μίαν θεότητα, ἄλλη γὰρ πίστις οὔκ ἐστιν εἰ μὴ αὕτη. καὶ ἐπεὶ ὁ κύριός μου Ἰησοῦς Χριστὸς εἴρηκεν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις· Ϡπᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.Ϡ ἰδοὺ ὁμολογῶ αὐτὸν ἔμπροσθεν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀγγέλων τε καὶ ἀνθρώπων.»

108. ταῦτα εἰπὼν καὶ ἐκβαλὼν τοῦ κόλπου τίμιον σταυρὸν ἐκ χρυσοῦ κατεσκευασμένον καὶ λίθοις πολυτελέσι κεκοσμημένον, καὶ τοῦτον ὑψοῦ διάρας καὶ στραφεὶς κατὰ ἀνατολὰς καὶ τρὶς προσκυνήσας κατεφίλησε εἰπών· «τὸν σταυρόν σου προσκυνῶ, Χριστέ, τὸν τίμιον καὶ σὲ γινώσκω θεὸν καὶ κύριον καὶ σωτῆρά μου, καὶ σοὶ τὴν δόξαν ἀναπέμπω σὺν τῷ ἀνάρχῳ σου πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.»

109. ταύτην τὴν καλὴν ὁμολογίαν καὶ οἱ τρεῖς οἰκέται παριστάμενοι αὐτῷ συνωμολόγουν. ὡς οὖν ἤκουσε ταῦτα ὁ πολὺς δῆμος ἐκεῖνος, τὰ μὲν πρῶτα ἐξεθαμβήθησαν καὶ ἵσταντο
[p. 115] ἐννεοί, εἶτα πνεύσας εἰς αὐτοὺς ὁ τῶν ψυχῶν φθορεύς, ὁ ἀπ᾿ ἀρχῆς ἀνθρωποκτόνος, μανίαν δεινὴν ἐν ταῖς τούτων καρδίαις ἐνέβαλεν· καὶ δὴ μέγα τε καὶ μανικὸν βοήσαντες καὶ συὸς δίκην τοὺς ὀδόντας θήξαντες ἐπιπίπτουσι τῷ βασιλεῖ μαχαίραις τε καὶ ζιβύναις ἀνελεῖν ἐπιχειροῦντες. οἱ οὖν τρεῖς πιστοὶ οἰκέται ἰσχυρῶς ἀνθίσταντο τὴν ὁρμὴν εἴργοντες τοῦ δήμου ἕως ἀπεκτάνθησαν παρ᾿ αὐτῶν τὴν καλὴν ὁμολογοῦντες ὁμολογίαν καὶ τὸν Χριστὸν ἐπικαλούμενοι· ἐκείνων δὲ ἀναιρεθέντων, προσβάλλουσι τῷ βασιλεῖ βοῶντι καὶ λέγοντι· «κύριε, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου.» ἐπεβόων δὲ οἱ ἐν τέλει τοῖς ὄχλοις τὴν ὁρμὴν αὐτῶν διεγείροντες, «ἀποκτανθήτω» λέγοντες «ὁ τῆς πίστεως ἡμῶν προδότης καὶ τοῦ Χριστοῦ ὁμολογητής,» ἐν εἴδει ὕβρεως τὸν ὁμολογητὴν τοῦ Χριστοῦ καλοῦντες οἱ παράφρονες. καὶ δὴ ξίφεσι καὶ λόγχαις τὸν ἀληθῶς ὁμολογητὴν Χριστοῦ κατατεμόντες ἀπέκτειναν, πολλὰς καὶ μετὰ τὸ θανεῖν πληγὰς αὐτῷ ἐπιθέντες.

110. μετέβη οὖν ὁ κλεινὸς Ἰωάννης ἐκ τῆς ἐπιγείου βασιλείας πρὸς τὴν οὐράνιον καὶ ἀτελεύτητον βασιλείαν μηνὶ Μαΐῳ τριακοστῇ, μακάριος τῆς ὁμολογίας, μακάριος δὲ τῆς μαρτυρίας γενόμενος, καὶ ἐπληρώθη ἐπ᾿ αὐτὸν ὁ εὐαγγελικὸς λόγος ὅτι· Ϡπολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶνϠ. εὖγε τῆς ἀσυγκρίτου ἀνταλλαγῆς, ὑπέρευγε τῆς ἀπαραμίλλου ἐμπορίας· ἀφῆκε βασιλείαν πρόσκαιρον καὶ ῥευστὴν καὶ φθειρομένην, καὶ παρέλαβε βασιλείαν ἀσάλευτον, ἄφθαρτον, τετηρημένην ἐν οὐρανοῖς, ῥανίσιν αἵματος ὀλίγαις τὰ ἀγαθὰ ἐκτήσατο, ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπι καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.

111. τότε τοίνυν οἱ χριστιανοὶ πάντες ἔφυγον καὶ κατέκρυψαν
[p. 116] ἑαυτοὺς δεδοικότες τὴν ὁρμὴν τοῦ λαοῦ τὸ δὲ σῶμα τοῦ μάρτυρος ἔρριψαν ἐπὶ χώρας δι᾿ ὅλης τῆς ἡμέρας ἐκείνης· τῇ δὲ ἐπιούσῃ νυκτὶ φαίνεται αὐτὸς τοῖς ἀρχισατράπαις καὶ πρώτοις τῆς πόλεως μετὰ πολλῆς ἀπειλῆς λέγων· «δοθήτω τὸ σκήνωμά μου τῷ μητροπολίτῃ τῶν χριστιανῶν τοῦ παρ᾿ αὐτοῦ κηδευθῆναι· εἰ δὲ μή, ἄρδην ὑμᾶς ἀπολέσω.» διυπνισθέντες δὲ καὶ ἀλλήλοις τὰ ὁραθέντα διηγησάμενοι ἠξίωσαν τὸν μητροπολίτην ἀποστεῖλαι καὶ τὸ σῶμα ἀναλαβέσθαι· καὶ δὴ πέμψας ἕνα τῶν ἐπισκόπων καὶ ἀγαγὼν τὸ τοῦ μάρτυρος καὶ βασιλέως λείψανον καὶ τὰ νενομισμένα τελέσας, ἐν τῇ ἁγίᾳ κατέθετο ἐκκλησίᾳ, σὺν αὐτῷ δὲ καὶ τοὺς τρεῖς οἰκέτας, δοξάζων καὶ εὐλογῶν Χριστὸν τὸν θεὸν ἡμῶν. πολλὰς δὲ ἰάσεις καὶ σημεῖα εὐδόκησε κύριος γενέσθαι ἐν τῇ τοῦ λειψάνου καταθέσει τε καὶ εἰς τὸ ἑξῆς, ὡς πολλοὺς τῶν Περσῶν τε καὶ Ἀγαρηνῶν τὴν πάτριον καταλιπόντας θρησκείαν χριστιανοὺς γενέσθαι. κατ᾿ αὐτὴν δὲ τὴν νύκτα καὶ τῷ μακαρί{ο}τῃ Θεοδώρῳ παρίσταται ἐν ὁράματι ὁ βασιλεὺς Ἰωάννης λευκὴν μὲν περιβεβλημένος στολὴν καὶ ὑπερφυεῖ στίλβουσαν λαμπρότητι, στεφάνῳ δὲ λίθοις καὶ μαργάροις πεποικιλμένῳ τὴν κεφαλὴν κεκοσμημένος, καί φησιν· «ἰδού, πάτερ πνευματικέ, ἐδόξασέ με κύριος δόξῃ πολλῇ καὶ τοῖς ἁγίοις συνηρίθμησε μάρτυσι. σήμερον γὰρ ἐπὶ πάντων ὁμολογήσας αὐτὸν ἀνῃρέθην ὑπὸ τῶν Περσῶν καὶ ἐξελθοῦσα ἡ ψυχή μου ὡς ἐκ φυλακῆς τοῦ πολυπλάνεως βίου, ἐπέτυχε τῶν ἀγαθῶν τῶν ἀεί μοι ὑπὸ σοῦ κηρυττομένων. εὐλογημένος οὖν σὺ παρὰ κυρίου, ὅτι πρόξενός μοι γέγονας σωτηρίας, καὶ ἰδοὺ δέομαι τοῦ κοινοῦ δεσπότου τάχιον παραγενέσθαι σου τὴν ἀρετὴν καὶ συναφθῆναί μοι καὶ συνεῖναι εἰς αἰῶνας, ὡς ἂν ὁμοῦ καταξιωθέντες τῆς ἐλλάμψεως τῆς μακαρίας καὶ ζωαρχικῆς τριάδος, δοξάζωμεν ἀεὶ τὴν αὐτῆς ἀγαθότητα.»

112. εἰς ἑαυτὸν δὲ ἐλθὼν ὁ θεῖος Θεόδωρος καὶ τὸ ὅραμα
[p. 117] συγκρίνας ἔγνω τὸ γεγονός, ἅμα δὲ πρωὶ πρὸς τὸν ὅσιον ἀπῆλθε κιονίτην καὶ διηγησάμενος τὰ ὁραθέντα ἐδέξατο παρ᾿ αὐτοῦ πληροφορίαν ἀληθῆ ταῦτα εἶναι. καὶ ἦν ὁ μακάριος χαίρων τῷ πνεύματι καὶ εὐχαριστῶν τῷ θεῷ, ὅτι τὸ ἔργον αὐτοῦ εἰς ἀγαθὸν ἐτελειώθη καὶ προσήνεγκεν αὐτῷ ψυχὴν εὐαρεστήσασαν τούτῳ, ἧς οὐκ ἔστιν ὁ κόσμος ἀντάξιος. μετὰ δέ τινας ἡμέρας καταλαμβάνει ὁ καταλειφθεὶς ἐν Βαβυλῶνι διάκονος σαφῶς ἡμῖν περὶ τῶν συμβεβηκότων διηγούμενος πάντων, ἅπερ καὶ ἀκούσαντες δόξαν ἀνεπέμψαμεν τῷ ἐνδοξαζομένῳ ἐν τοῖς ἁγίοις αὐτοῦ. ὀλίγων δὲ διαγενομένων ἡμερῶν καὶ Θεοδόσιος ὁ στυλίτης τὸν ἀδελφὸν αὐτοῦ Ἰωάννην τὸν ἐρημίτην ἐν ἀποκαλύψει πνεύματος ἁγίου πρὸς κύριον ἀναλύσαντα μαθών, μικρὸν νοσήσας καὶ αὐτὸς εἰς χεῖρας θεοῦ τὴν ἑαυτοῦ ψυχὴν παρέθετο, ὃν ὁ ἁγιώτατος ἐπίσκοπος καταγαγὼν τοῦ κίονος καὶ ὁσίως περιστείλας, ἐν τῷ τοῦ ἁγίου Γεωργίου τεμένει κατέθετο, πολλῶν μέντοι ἰάσεων ἐν τῇ αὐτοῦ κηδείᾳ γενομένων.

113. ἔκτοτε οὖν ὁ μέγας Θεόδωρος μόνος ἀπολειφθεὶς τῆς ἱερᾶς συζυγίας, τοῦ τε πνευματικοῦ αὐτοῦ υἱοῦ, λέγω δὴ τοῦ βασιλέως Ἰωάννου καὶ τοῦ ὁσίου στυλίτου, δάκρυσι καὶ στεναγμοῖς καὶ πένθει διηνεκεῖ πάσας διήνυσε τὰς ἡμέρας· τοσαύτῃ δὲ ἑαυτὸν ἐξέδωκε σκληραγωγίᾳ, ὡς ἄσαρκός τις νομίζεσθαι καὶ ἀσώματος, ἅπαξ μὲν τῆς ἑβδομάδος τροφῆς ἀπογευόμενος λίαν ἐνδεοῦς καὶ μετρίας, ἀῢπνοις δὲ προσευχαῖς πάσας ἀμείβων τὰς νύκτας, μηδὲν δὲ τῶν προσόντων αὐτῷ καταλιμπάνων, ἀλλὰ πάντα τοῖς δεομένοις διανέμων. δαψιλεστέρας οὖν τῆς παρὰ τοῦ Χριστοῦ χάριτος ἀπολαύει· χεῖρας γὰρ τοῖς νοσοῦσιν ἐπιτιθεὶς καὶ τὸ τοῦ Χριστοῦ θεῖον ὄνομα καλῶν, θᾶττον αὐτοῖς τὴν ῥῶσιν παρεῖχεν. τῆς φήμης δὲ τὴν Μεσοποταμίαν πᾶσαν καὶ τὴν Συρίαν ὀξύτατα διελθούσης, πολὺ πλῆθος τῶν διαφόροις νόσοις ἀσθενούντων ἐκ πολλῶν
[p. 118] πατρίδων πρὸς ἐκεῖνον συνέρρεον, ἀφθόνου τε καὶ ἀμίσθου τῆς θεραπείας ἀπήλαυον. τοῦτο δὲ πολλοῖς τῶν Ἰσμαηλιτῶν μεταβολὴν τῆς θρησκείας ἐνεποίει καὶ πρὸς τὴν τοῦ Χριστοῦ πίστιν μετερρύθμιζεν, καὶ μείζονος ὑπῆρχε νοσήματος θεραπεία. πολλοὶ δὲ τῶν τὰ Νεστορίου καὶ Σευήρου φρονούντων, πολλοὶ δὲ καὶ τῶν Μάνεντος μαθητῶν τῆς κατεχούσης αὐτοὺς ἀπαλλαττόμενοι δυσσεβείας, τῇ καθολικῇ προσετίθεντο ἐκκλησίᾳ, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν ὀρθοδόξων καὶ εἰς μεγάλην ἐπεδίδου προκοπὴν ἡ ἀρετή.

114. οὕτω γοῦν πολλοῖς καὶ μεγάλοις ὁ ὁσιώτατος Θεόδωρος κατορθώμασι <διαπρέψας>, καὶ νάμασι ποταμῶν ταῖς ἐπιρροαῖς τῶν θαυμάτων μιμησάμενος, μετὰ τριετῆ χρόνον τῆς τοῦ βασιλέως Ἰωάννου ἀθλήσεως ὁρᾷ πάλιν αὐτὸν ἐν ἐκστάσει προσκαλούμενον τοῦτον καὶ τοιάδε φάσκοντα· «δεῦρο, πάτερ ποθεινότατε, ὁ Χριστὸς καλεῖ σε, εὐδοκήσας ἅμα κατοικεῖν ἡμᾶς καὶ τοῦ γλυκυτάτου φωτὸς αὐτοῦ ἀεὶ ἐμφορεῖσθαι.» ταῦτα ἰδὼν ὁ μέγας καὶ τὴν ἑαυτοῦ ἀνάλυσιν καὶ πρὸς Χριστὸν ἀποδημίαν γνούς, τὸ ἱερατικὸν πλήρωμα καὶ τὸ χριστιανικὸν ποίμνιον συγκαλέσας, τὰ δέοντα πρὸς εὐσέβειαν παραινεῖ, ἀμετακινήτως μὲν καὶ παγίως ἐμμένειν τῇ ὀρθοδόξῳ πίστει, καὶ μὴ ταῖς τῶν αἱρετικῶν παρατρέπεσθαι βεβήλοις κενοφωνίαις, ὁμόνοιάν τε καὶ ἀγάπην πρὸς ἀλλήλους φυλάττειν, καὶ πασῶν τῶν τοῦ Χριστοῦ ἀντέχεσθαι θείων ἐντολῶν.

115. ταῦτα ὁμιλήσας καὶ ἀσπασάμενος αὐτούς, ἐπὶ τὴν ἁγίαν ἀπαίρει πόλιν, καὶ εἰς τὴν σωτήριον τοῦ Χριστοῦ εἰσελθὼν Ἀνάστασιν καὶ δάκρυσι τὸ ἅγιον ἐκεῖνο ῥάνας ἔδαφος, τῷ ζωηφόρῳ τε περιχυθεὶς μνήματι καὶ τῷ μύρῳ τῶν δακρύων τοῦτο περιαντλήσας, καὶ ὅσα τῶν ἐπίπλων ἤ τινων ἐπήγετο ἑτέρων εἰδῶν ἢ χρημάτων τοῖς πένησι διανείμας, αὐτὸς πρὸς τὴν τοῦ θείου Σάβα ἐξῆλθε λαύραν καὶ ἐν τῷ ἀρχαίῳ αὐτοῦ ἀσκητικῷ κελλίῳ
[p. 119] ἐπὶ τρισὶν ἑβδομάσι παραμείνας, καὶ λόγοις θεοσόφοις τοὺς μοναχοὺς ἑστιάσας, μικρόν τι νοσήσας, ὡς ἐγγιζούσης ἤδη τῆς τελευτῆς ᾔσθετο, τῶν θείων κοινωνήσας ἁγιασμάτων, εὐχήν τε τὴν συνήθη ἐπιφθεγξάμενος· «δόξα σοι παναγία τριάς, ἡ ἐλπὶς ἡμῶν·» καί «κύριε, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου» ἐπειπών, τῷ τύπῳ τε σφραγισάμενος τοῦ σταυροῦ, τὴν μακαρίαν ἀπῆλθε πορείαν Χριστὸν βλέπειν, Χριστοῦ τῷ κάλλει διὰ παντὸς ἐναγάλλεσθαι. ὡς δὲ ὁ τῆς λαύρας προεστὼς τῷ πατριάρχῃ τὴν τοῦ ὁσίου ἐδήλωσε τελευτήν, θᾶττον τὸ ἱερατικὸν μετὰ τοῦ πατριάρχου τὴν λαύραν καταλαμβάνουσι καὶ πλῆθος ἀριθμοῦ κρεῖττον εἰς ἀσπασμὸν τοῦ μακαρίου συνέτρεχον σώματος, καὶ πολλὰς ἰάσεις νοσημάτων καὶ φυγαδείας δαιμόνων ὁ κύριος διὰ τοῦ ἐν ἁγίοις εὐδόκησε τούτου γενέσθαι Θεοδώρου. ὕμνων οὖν ἱερῶν καὶ τῆς νενομισμένης τελεσθείσης ψαλμῳδίας, κατετέθη τὸ ἱερὸν αὐτοῦ σῶμα ἐν ταῖς θήκαις τῶν πατέρων πλησίον Μιχαὴλ τοῦ συγγενοῦς αὐτοῦ καὶ μάρτυρος, Ἰουλίου μηνὸς ἐννεακαιδεκάτην ἄγοντος. καὶ ἐκεῖνος μὲν οὕτως βιούς, οὕτως ἀπεδήμησε πρὸς κύριον καὶ προσετέθη τοῖς ἀπ᾿ αἰῶνος ἁγίοις, μακάριος μὲν τῆς πολιτείας, μακάριος δὲ τῆς τελειώσεως καὶ πρὸς Χριστὸν ἀναλύσεως γεγονώς. Βασίλειος δὲ τὴν χαλεπὴν ὑποστὰς ὀρφανίαν καὶ τῆς μεγάλης ἀπερρωγὼς συζυγίας, γραφικῶς εἰπεῖν, βίον ἕλκει ὀδυνηρὸν καὶ οὐκ εὔδρομον, οἷα εἰκὸς τὸν ἐκείνου κεχωρισμένον. οὐκ οἶδα εἰς ὃ τελευτήσων μετὰ τὴν ἐκείνου παιδαγωγίαν, ἄγοιτο δὲ ταῖς ἐκείνου πρεσβείαις ἄμεινον. ἕως ὧδε τὰ τῆς ἐμῆς εἰς δύναμιν διηγήσεως, εἰ{ς} <καὶ> παραπολὺ τῆς ἀξίας ἐλάττω{ν}, ἀλλ᾿ ὅσον τὸν πόθον ἀποπληρῶσαι πατρὸς ἀγαθοῦ καὶ βραχεῖάν τινα τοῦ βίου ἀναγραφὴν τοῖς ἑξῆς εἰς ὠφέλειαν καταλιπεῖν, εἰς αἴνεσιν Χριστοῦ τοῦ θεοῦ ὑμῶν· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ
[p. 120] προσκύνησις σὺν τῷ ἀνάρχῳ πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

τέλος βίου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Θεοδώρου ἐπισκόπου Ἐδέσης τοῦ Σαβαΐτου.

**********************************************************