Saint: NIKETAS OF MEDIKION
Edition: AAS Apr. I (3rd ed.): XVIII-XXVII (at the end of the volume)

[p. XVIII:18]

ἐπιτάφιος εἰς τὸν ὅσιον πατέρα ἡμῶν καὶ ὁμολογητήν, Νικήταν, συγγραφεὶς ὑπὸ Θεοστηρίκτου, μαθητοῦ αὐτοῦ μακαριωτάτου

1. πρόκειται ἡμῖν μεγίστης ὠφελείας ὑπόθεσις, ἡ τοῦ ὁσιωτάτου πατρὸς ἡμῶν Νικήτα ἀνάμνησις· πρόκειται ἡμῖν ὡς οἷά τε δὴ ἱερὰ πανδαισία ἐξ ἀῢλων καὶ πνευματικῶν ἐδεσμάτων σχεδιασθεῖσα, οὐκ αἰσθητὰ σώματα τρέφουσα, ἀλλὰ ψυχὰς λογικὰς ἑστιῶσα καὶ εὐφραίνουσα· ἧς ἐγὼ σήμερον ἀτεχνὴς ἑστιάτωρ, ἐξ ἰδιωτικοῦ λόγου ταύτην προθεὶς ὑμῖν, <τοῖς πνευματικοῖς δαιτυμόσι>, συνήθως ποθοῦσιν ἀεὶ τρέφεσθαι ταῖς ἐκείνου ψυχιτρόφοις [λεγε· ψυχοτρόφοις] διδασκαλίαις. καὶ γὰρ Ϡἔδοξε κἀμοίϠ ὦ ἱερὸν ἀκροατήριον, ἀποστολικῶς εἰπεῖν,
[p. 19] Ϡπαρηκολουθηκότι ἄνωθεν,Ϡ ὡς ἴστε, τῷ πατρί, οὐχ ἅπαντα καθεξῆς γράψαι (οὐχ οἷός τε γάρ εἰμι) ἀλλ᾿ ἐκ πολλῶν ὀλίγα τῶν ἐκείνου κατορθωμάτων παρενθῆναι τῷ διηγήματι εἰς οἰκοδομὴν καὶ ὠφέλειαν τῶν ἐντυγχανόντων καὶ τῶν μετέπειτα ἐντυγχάνειν βουλομένων ἵνα μὴ ἐξίτηλα τῷ χρόνῳ γένηται τὰ ἐκείνου σεμνά, λήθης βυθοῖς μαυρούμενα. πολλοὶ μὲν οὖν πολλῶν πρὸ ἡμῶν ἁγίων βίους τε καὶ λόγους καὶ τὰ ἀριστεύματα συνεγράψαντο, ἐκείνους μὲν τῷ λόγῳ κατακοσμοῦντες, ἡμῖν δὲ πολλὴν ὤνησιν ἐκ τούτων φέροντες, ὡς ἐκ τούτου καὶ ἡμεῖς κατ᾿ ἐκείνους εἰς ταὐτὸ παρήχθημεν· οὐ γὰρ δίκαιόν ἐστιν τοσαύτην ἀνδρὸς ἀρετὴν σιγῇ κρύπτεσθαι, ὡς οὐ δὲ λύχνον ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν τίθεσθαι, ἵνα λάμπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ τοῦ βίου, κατὰ τὴν εὐαγγελικὴν φωνήν, πορευομένοις, καὶ φαίνῃ ἔμπροσθεν τῶν ἀνθρώπων εἰς δόξαν τοῦ ἐπουρανίου θεοῦ, τοῦ διὰ τῶν καλῶν ἔργων δοξαζομένου.

2. ἀλλὰ ταύτην οὖν τὴν ἐγχείρησιν ἐκείνοις ἔδει ἐγχειρεῖν, οἷς βίος πρόσεστιν ὀρθὸς καὶ ἀνεπίληπτος, οἷς δὲ λόγος σεμνὸς καὶ εὔτακτος τῷ βίῳ συνειρμοσμένος· οὗ γὰρ τὸ πρῶτον κατόρθωται, τὸ δεύτερον ὡς ἐκ πνευματεμφόρου θησαυροῦ δαψιλῶς προχεῖται, οὗ δὲ ἐκεῖνο ἐλλείπει, τοῦτο στοχαστικῶς καὶ μετὰ σκέψεως ἐμφέρεται, ἢ καὶ προσφέρεται. οἶμαι δὲ μόλις κἀκείνοις πρὸς ἀξίαν τῆς τοῦ ἀνδρὸς ἐφικέσθαι ἀρετῆς, τοσαύτη γάρ ἐστιν, μᾶλλον δὲ ἀκριβέστερον εἰπεῖν, οὐδ᾿ ἐκείνοις· μή τί γε ἡμῖν τοῖς ἀμφοτέρωθεν ἐκπίπτουσιν καὶ μήτε βίον σεμνὸν ἔχουσι, μήτε λόγον ἐν προφορᾷ συντάξεως κεκτημένοις, ὡς ἀμυήτοις οὖσι πάντη καὶ τῆς ἔξω παιδεύσεως. ἀλλ᾿ ὁ πόθος με τοῦ ἁγιωτάτου πατρὸς διεγείρει ἐρεθίζων πρὸς τὸ ἐγχείρημα, ἴσως καρπώδη τι λέγων ψυχωφελὲς ἐκ τῶν ἐκείνου διηγημάτων. οἱ γὰρ μύρα σκευάζοντες εἰ καὶ τῇ φύσει ἀποδέονται, ἀλλ᾿ οὖν μετέχουσι καὶ αὐτοὶ ὡς ἐπὶ πολὺ τῆς εὐωδίας καὶ ἄλλοις ἐκ τῆς ὀσμῆς διὰ τῆς ὀσφρητικῆς αἰσθήσεως γνωρίζονται. ἀντιπράττει δὲ πάλιν ὁ φόβος ἀπείργων με τὴν ἀναξιότητα προβαλλόμενος, φάσκων· «μήπως ἐπαινεῖν ἐθέλων ἐν τοῖς κάλλεσι τῶν λόγων καθυβρίσῃς τὸν ἄνδρα καὶ εἰς ἀγανάκτησιν καθ᾿ ἑαυτοῦ φέρῃς καὶ ἔστιν [λεγε· ἔσται] σοι ἀσύμφορον, ὅπερ μὴ πείσεσθαι εὔχομαι· σιωπήν σε μᾶλλον δεῖ οὖν στέργειν, τὴν παντὸς δέους ἀκίνδυνον, ᾗ οὐκ ἔσται μετάμελος, ὡς ἐκ τοῦ λέγειν πολλάκις συμβαίνει γίνεσθαι.»

3. λοιπὸν οὖν ἐν τούτοις ὡς ἐν ζυγῷ ταλαντεύομαι. βαρεῖ δὲ ὁ πόθος ἐπικουφίζων τοῦ φόβου τὴν πλάστιγγα, τὸν τοῦ λόγου δοτῆρα Χριστὸν βοηθὸν χρώμενος καὶ τὴν τοῦ μεγάλου ἀνεξικακίαν· ὅτι καὶ ἐνταῦθα παρών, μέτριος ἦν ὁ ἀνήρ, εἰδὼς συγγνώμην ἀπονέμειν ἡμῶν τοῖς ἐλλείμμασιν· ὃ καὶ νῦν μᾶλλον ἐμοὶ τοῦτο παρέξει, εὖ οἶδα, ἡ μακαριότης· φίλα γὰρ πατράσιν, ὥς τινες ἔφασαν, τὰ τῶν παίδων ψελλίσματα, καὶ φίλον θεῷ τὸ κατὰ δύναμιν· προσθήσω δὲ καὶ τοῦτο· μή τις μὲ ψευδὲς ἢ ἐπίπλαστόν τι γράφειν ἐπινοήσοιτο· ἔθος γὰρ τῇ ἀπιστίᾳ ὠφέλειαν λοιμαίνεσθαι [λεγε· λυμαίνεσθαι]. ποῖον γὰρ ἐμοὶ κέρδος ἐκ ψευδολογίας, ἄλλους μὲν συνιστῶντι, ἑαυτὸν δ᾿ ὑπεύθυνον τῇ ἀποφάσει τοῦ ἁγίου πνεύματος τῇ τῷ προφήτῃ Δαυῒδ εἰρημένῃ ἀποδεῖξαι· οὐ γὰρ μῦθοι τὰ εἰρημένα, τοῖς θύραθεν ὡς δοκεῖ. καὶ ταῦτα μὲν ἅλις· ἄρξομαι δὲ ἐντεῦθεν, τὸν θεὸν τὸν πάσης ἀρχῆς αἴτιον προστησάμενος.

4. πόθεν δὲ ἄρξομαι [λεγε· ἄρξωμαι]; Εἴπω πατρίδα καὶ γένος καὶ θρεψαμένην ἀλλὰ τί μοι πρὸς ταῦτα ἀσχολεῖν τὸν λόγον· πόλις φησὶ ἁγίων ἡ πόλις ἐστὶ θεοῦ, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός· πατρὶς δὲ ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ Παύλου καὶ τῶν σὺν ἐκείνῳ, ὡς ὁ μέγας Βασίλειος ἔφησεν. εἰ δὲ καὶ τῆς κάτω τις ἐφίεται μαθεῖν τὴν προσηγορίαν, Καισάρεια τοῦτον ἐξεφύη τῆς Βιθυνίας· αὕτη ἐξέθρεψεν καὶ εἰς τὸν βίον τοῦτον ἤγαγεν καὶ γνώριμον τοῖς πᾶσιν ἐποίησεν· αὕτη ἀπήλαυσε τὰ πρῶτα τῆς ἡλικίας αὐτοῦ κατορθώματα. τῶν δὲ τεκόντων τὰς προσηγορίας, τῆς μὲν μητρὸς εἰς ἅπαν λέγειν οὐκ ἔχω, τοῦ δὲ πατρὸς Φιλάρετος ἦν καὶ ὁ θεοφόρος πατὴρ ἡμῶν ἐκ Φιλαρέτου πατρὸς προσαγορευομένου φερωνύμως γεγέννηται. θεοσεβὴς οὗτος καὶ θεάρεστος, ὃς καὶ αὐτὸς τῇ τοῦ μονήρους καταξιωθεὶς εἰς ὕστερον πολιτείᾳ οὕτως ἐτελειώθη· ὃς τῇ τοῦτον τεκούσῃ νομίμως συναφθεὶς καὶ τοῦτον ἐκ ταύτης μονογενῆ κτησάμενος, τῇ ὀγδόῃ ἡμέρᾳ τῆς τοῦ ὁσίου γεννήσεως ἀπεβάλετο ταύτην· ὁ γὰρ πλάσας θεὸς προσελάβετο αὐτήν.

5. ἐκτρέφεται δ᾿ οὗτος παρὰ τῇ μητρὶ τοῦ πατρός· καὶ ὅτε ἔφθασεν εἰς τὸν χρόνον τῶν μειρακίων, τὰ ἐξ ἔθους γράμματα τοῖς παισὶν ὁ πατὴρ ἐκμανθάνειν παρέδωκεν (φιλομαθὴς δὲ ὢν ὁ παῖς καὶ φιλόπονος, ἐν ὀλίγοις χρόνοις πάντα ἐξέμαθεν) εἶτα καὶ ψαλτήριον· καὶ ἀποκείρας τῇ ἐκκλησίᾳ, ὡς Ἄννα τὸν Σαμουὴλ, ἔκδοτον ἐποίησεν, τὴν τῶν νεωκόρων τέως τελεῖν αὐτὸν τάξιν. διετέλει δὲ ταύτην ἐν πάσῃ εὐλαβείᾳ καὶ συνέσει πνευματικῇ, ὥστε πάντας θαυμάζειν τὴν αὐτοῦ ἐνάρετον διαγωγὴν καὶ κατάστασιν. τίς γὰρ τοῦτον εἶδεν ποτὲ ἐν παιδικοῖς ἀθύρμασι διατρίβοντα, ὡς ἔθος τούτοις ἐστὶν, σκιρτᾶν, ἅλλεσθαι, τρέχειν, κυλινδεῖσθαι, ἀλαλάζειν τίς τοῦτον χορεύοντα ἢ χορευτρίαις παρακαθήμενον ἢ ὅλως πλησιάζοντα ἐθεάσατο καὶ ἀκούοντα ἄσημα ῥήματα τίς ἐν συμποσίοις τῶν ἐν οἴνοις χρονιζόντων, οἷς τραγῳδίαι καὶ θόρυβος καὶ λέσχαι κἂν πρὸς βραχὺ τοῦτον ἑώρακεν προσεγγίζοντα οἴκοι δὲ καθεζόμενος καὶ τὸ τυχὸν πτυκτίον μετὰ χεῖρας ἔχων, ἀνεγίνωσκεν ἐπιμελῶς· καὶ προέκοπτεν, εὐαγγελικῶς λέξαι, σοφίᾳ, καὶ ἡλικίᾳ καὶ συνέσει. μὴ δέ ποτε μέντοι τῶν συνάξεων χωριζόμενος· ἤκουεν δὲ τῶν θείων γραφῶν ἐν αἰσθήσει καρδίας, καὶ ποτὲ μὲν τοῦ θεοῦ πρὸς Ἀβραάμ· Ϡἔξελθε ἐκ τῆς γῆς σοῦ καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου,Ϡ ποτὲ δὲ τοῦ προφήτου Ἡσαΐου· Ϡἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε καὶ ἀκαθάρτου μὴ ἅπτεσθε.Ϡ λέγει κύριος· Ϡκἀγὼ εἰσδέξομαι ὑμᾶς.Ϡ καὶ αὖθις τῆς θείας φωνῆς· Ϡὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιοςϠ καὶ Ϡὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος,Ϡ καὶ πάλιν· Ϡεἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἁκολουθήτω μοι,Ϡ καὶ αὖθις· Ϡεἴ τις ἔρχεται πρὸς μὲ καὶ οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, ἔτι δὲ καὶ τὴν αὐτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής.Ϡ

6. ταῦτ᾿ οὖν ἀκούων καὶ τὰ τούτοις ὅμοια, οὐκ ἔσπειρεν αὐτὰ ἐν τῇ ὁδῷ ἤτοι ἐξ ἐπιπόλεως [λεγε· ἐπιπολαίου] τῆς διανοίας καταπατεῖσθαι καὶ ὑπὸ τῶν ἀερίων πετεινῶν, ἤτοι πνευμάτων τῆς πονηρίας αἴρεσθαι καὶ κατεσθίεσθαι· οὐδ᾿ ἐπὶ τὰ πετρώδη τῆς λιθώδους τοὐτέστιν ἀναισθήτου καὶ αὐχμηρᾶς καρδίας, ἵνα ἐν καιρῷ καύσωνος, ἤτοι πειρασμοῦ ὡς οὐκ ἔχοντα ῥίζαν ἀποξηραίνεται· οὐδ᾿ ἐν μέσῳ τῶν ἀκανθῶν τῆς βιωτικῆς μερίμνης συμπνίγεσθαι ταύταις καὶ μὴ τελεσφορεῖν, ἀλλ᾿ ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ τῇ ἀγαθῇ καὶ πίονι, ὅθεν καὶ ἐκαρποφόρησεν τῷ Θεῷ ἐν τριάκοντα καὶ ἐν ἑξήκοντα καὶ ἐν ἑκατόν. τὸ μὲν πρῶτον διὰ τῆς ἐν τῷ κόσμῳ αὐτοῦ ἐναρέτου διαγωγῆς· τὸ δεύτερον δὲ διὰ τῆς ἀσκητικῆς τοῦ μονήρους βίου ἀνεπιλήπτου βιωτεύσεως· τὸ δὲ τρίτον διὰ τῆς ὑπὲρ τῆς πίστεως ὁμολογίας καὶ τῶν πολλῶν αὐτοῦ διωγμῶν, περὶ ὧν εἰς ὕστερον διηγήσομαι· ἐπανιτέον δὲ τῷ προκειμένῳ.

7. ἀκηκοὼς δὲ τῶν θείων λογίων, ὡς ἤδη φθάσαντες εἴπομεν, τί ποεῖ καὶ τί βουλεύεται μεθίσταται τῷ νοῒ καὶ μεταπλάττεται πλάσιν ἀρίστην, ἐκ δυνάμεως εἰς δύναμιν μετιών, καὶ προκρίνας τῶν ἐλαττόνων τὰ κρείττονα, ἐνενόει πῶς τὸ θεῖον ὁσίως θεραπεύσειεν. καὶ μαθὼν ἐκ τοῦ κυρίως ἐπιστατοῦντος λογισμοῦ ὡς ὅτι διὰ τοῦ ἀζύγου βίου ἄτερ θορύβου ὄντως δυνηθείη ἐκκαθάραι τὰς αἰσθήσεις καὶ καθαρῶς τῷ καθαρῷ προσομιλῆσαι, ἔσπευσε κόσμου ῥαγῆναι καὶ θεῷ προσοικειωθῆναι· καὶ πάντα χαίρειν εἰπὼν πατρί, φίλοις, συγγενέσιν, ὁμήλιξι σὺν νεωκόροις διαφέρουσιν, ἐξέπτη τῆς θρεψαμένης· καὶ ἔρχεται εἰς τὸν κατὰ μεσημβρίαν τῆς αὐτῆς πόλεως χείμαρρον πρός τινα γέροντα ἐκεῖσε ἡσυχάζοντα, Στέφανον τοὔνομα· καὶ γίνεται τούτου σύναλγος καὶ συναγωνίστης, τὸν τοῦ μονήρους βίου δεσμὸν [λεγε· θεσμὸν] παρ᾿ αὐτοῦ στοιχ<ε>ιούμενος.

8. ὡς δ᾿ εἶδεν αὐτοῦ τὸ ἐμμελὲς καὶ πρόθυμον ὁ γέρων, ἐν κοινοβίῳ αὐτὸν ἀφικέσθαι συνεβούλευσεν, ὡς ὄντι λυσιτελές, καὶ μάλιστα τοῖς νέοις, καὶ πρὸς πλείονα γυμνασίαν
[p. 20] ἐνάγοντι, ἐπειγομένοις ἐλθεῖν εἰς τῶν ἀρετῶν τὸ ἀκρότατον. εἶξεν τῇ καλῇ βουλῇ τοῦ γέροντος ὁ μέγας καὶ τούτου τὰς εὐχὰς εἰς ἐφόδιον λαβών, ἤνυεν τὴν ὁδὸν τὴν πρὸς τὴν θάλασσαν, τῆς προνοίας αὐτὸν ἐπὶ ταύτην ἀγούσης, ὡς μελλούσης δι᾿ αὐτοῦ περιποιεῖσθαι λαὸν ἡγιασμένον, ζηλωτὴν καλῶν ἔργων, καὶ καταλαμβάνει τὴν ταύτην τοῦ Μηδικίου τὴν μονήν, ὀλιγοστὴν οὖσαν τότε καὶ ὑπὸ τοῦ ὁσιωτάτου πατρὸς ἡμῶν, τοῦ ταύτην συστησαμένου, διεπομένην Νικηφόρου. ἠντιβόλει δὲ τὸν ποιμένα εἰσδεχθῆναι παρ᾿ αὐτοῦ εἰς τὴν μονήν. ἰδὼν δὲ αὐτὸν ὁ διακριτικώτατος ποιμὴν καὶ κατανοήσας αὐτὸν ἔκ τε τῆς ἕξεως καὶ τοῦ ἤθους ὡς εὔχρηστον αὐτῷ μέλλειν ἔσεσθαι, ἐδέξατο αὐτὸν ἀσμένως καὶ τῷ ἰδίῳ ποιμνίῳ συγκατέταξεν. τούτου δὲ γενομένου, εἴχετο τῆς ἐργασίας τῶν ἐντολῶν τοῦ κυρίου ὁ μακάριος καὶ πάντα τὰ τῇδε τερπνὰ καὶ πρόσκαιρα τῆς ἐπικήρου καὶ ῥεούσης ζωῆς εἰς οὐδὲν λογιζόμενος διὰ τῆς ἀληθινῆς καὶ ἀνοθεύτου αὐτοῦ ἀποταγῆς, ἐσταύρωσεν ἑαυτὸν τῷ κόσμῳ καὶ ὁ κόσμος αὐτῷ· ἔζη δὲ οὐκέτι ἑαυτῷ, ἀλλὰ Χριστῷ καὶ τῷ προεστῶτι· πᾶσαν δὲ προσπάθειαν ὑλικὴν διὰ τῆς ἀῢλου προσπαθείας τῶν ἄνω, εἰς τέλος τεθανάτωκεν.

9. ἡ δὲ τούτου ξενιτεία γέγονεν ἀμετάστρεπτος· ἀφ᾿ οὗ γὰρ ἀπέπτη τῆς πατρίδος, οὐχ ἑώρακεν ταύτην μέχρι τῆς πρὸς θεὸν ἐκδημίας αὐτοῦ· ἐξορίζει δ᾿ αὖ πᾶσαν πονηρίαν καὶ παρακοὴν διὰ τῆς ἀπεριέργου αὐτοῦ καὶ ἀνυποκρίτου ὑπακοῆς. ἦν δὲ αὐτῷ ἀδιάλεπτος ἔννοια ἡ τοῦ θανάτου μελέτη· τὴν δὲ δέσποιναν ταύτην οὕτως ὑπέταξεν, ὡς καὶ τῶν ἀναγκαίων μετ᾿ ἐνδείας πολλῆς χορηγεῖν αὐτῇ τὰ πρὸς τὸ ζῆν ἀναιδευομένῃ. ἐγκράτειαν δὲ οὐ μόνον διὰ τῆς ἀποχῆς τῶν βρωμάτων ἐνδεικνύμενος, ἀλλὰ καὶ ἀπὸ παντὸς ὑλικοῦ πάθους ἀλλοτριούμενος, κατὰ τὸν εἰπόντα· Ϡὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται.Ϡ σωφροσύνην δὲ καὶ ἁγνείαν οὕτω κατόρθωσεν, ὥστε τὸ φθάρτον τοῦτο δέμας εἰς ἀφθαρσίαν μεταστοιχ<ε>ιῶσαι, καὶ ἀσώματόν τε καὶ ἄϋλον ἐν σώματι ὑλικῷ ἐπιδείξασθαι βίον, τοῦ [λεγε· τῇ] ἰσαγγέλῳ πολιτείᾳ ἀῢλως πολιτευόμενος. οὐκ ἦν ἐν αὐτῷ θυμοῦ ἢ ὀργῆς ἢ μνησικακίας πάθος· οὐκ ἦν αὐτῳ μισους ἢ καταλαλιᾶς ἢ κατακρίσεως ἐμφάνεια· οὐκ ἦν ἐν αὐτῷ πολυλογίας ἢ εὐτραπελίας ἢ ὅλως ἀργολογίας μνήμη· πᾶσα δὲ αὐτοῦ ἡ ἐργασία ἦν ἡ μελέτη τῶν θείων λογίων καὶ ἄοκνος προσευχή. ποῦ ἐν αὐτῷ ἴχνος κενοδοξίας ἢ ὑπερηφανείας ἤ τι πρὸς ἐπίδειξιν τῶν ἀνθρώπων γινόμενον τὸ δὲ τῆς ταπεινοφροσύνης χάρισμα τοσοῦτον ἔλαβον πλουσίως, ὡς πάντοτε πάντας ἑαυτοῦ ὑπερέχοντας λογίζεσθαι. πᾶσιν ὑποτασσόμενος, οὐ μόνον τοῖς πρώτοις ἀλλὰ καὶ μέχρι τῶν ἐσχάτων τὴν ταπείνωσιν καὶ τὴν ὑπακοὴν ἐνδεικνύμενος. ἀγάπην δὲ πρός τε τὸν θεὸν καὶ τὸν πλησίον ἐκέκτητο ἄπτωτον. ποῦ ἐν ἐκείνῳ εἶδος ἀνθρωπαρεσκείας ἢ αὐταρεσκείας ἢ φιλαυτίας ἢ περπερείας ἢ ὑποκρίσεως. ποῦ καλλωπισμὸς ἱματίων, ὥστε καὶ αὐτοῦ τοῦ σώματος καταφρονεῖν αὐτὸν καὶ μὴ δ᾿ ὅλως τούτου φροντίδα ποιούμενον, μόνον ἔσπευδεν τοῦτο ἁγνὸν καὶ ἄμωμον παραστῆσαι τῷ θεῷ. ἁπλότητι δὲ ἤθους καὶ ἀπονήρῳ καρδίᾳ, πάντα πράττων χωρὶς διαλογισμῶν· πάντα δὲ τὰ τοῦ προεστῶτος αὐτῷ λεγόμενα, ὡς ἐξ αὐτοῦ τοῦ θεοῦ δεχόμενος ἀπεριέργως καὶ ἀδιστάκτως μετὰ πάσης πίστεως καὶ πληροφορίας ἐποίει, μηδὲν διακρινούμενος.
10. ὁρῶν δὲ τοῦτον ὁ ποιμὴν οὕτως σπουδαῖον καὶ πρόθυμον μήπω πενταετίαν πληρώσαντα, εἰς πρεσβυτέρου χειροτονίαν προεβάλετο· ἧς καὶ ἔτυχεν διὰ τῶν χειρῶν τοῦ μεγάλου Ταρασίου, τοῦ τὸν πατριαρχικὸν θρόνον Κωνσταντινουπόλεως πολλαῖς ἀρεταῖς κατακοσμήσαντος. τούτου δὲ γενόντος [λεγε· γεγονότος ορ γενομένου] καὶ τὴν φροντίδα τῆς μονῆς αὐτῷ καὶ ἄκοντα [λεγε· ἄκοντι] ἐνεχείρησεν· ἐδυσχέραινεν δὲ λίαν ὁ ὅσιος πρὸς τὴν ἐγχείρησιν, ἀλλ᾿ ὁ μηδέποτε μαθὼν ἀντιλέγειν οὐδ᾿ εἰς τοῦτο ἐτόλμησεν ἀντειπεῖν, ἀλλ᾿ εἰ καὶ ἀβουλήτως, ὅμως οὖν κατεδέξατο. λαβὼν οὖν τὴν φροντίδα ταύτην διεῖπε μετὰ πάσης ἐπιμελείας, σπεύδων εἰς πλῆθος τὴν ποίμνην ποιῆσαι, ὅπερ καὶ γέγονεν. τῆς γὰρ φήμης αὐτοῦ πανταχοῦ διαδραμούσης, πλεῖστοι ἀφίκοντο πρὸς αὐτὸν καὶ ἀπετάσσοντο· καὶ οὕτως ἐν ὀλίγοις ἔτεσιν ἄχρι τῆς ἑκατοντάδος τὸν ἀριθμὸν ἡ ἀδελφότης ἔφθασεν, οὓς χάριτι Χριστοῦ, ὡς ἔμπειρος κυβερνήτης πρὸς τὸν τῆς σωτηρίας λιμένα ἰθύνων διέσῳζεν, ἀγρυπνῶν ὑπὲρ αὐτῶν ὡς ποιμὴν δοκιμώτατος.

11. οἷός τε ἦν τὴν ἀρετὴν ὁ ὁσιώτατος πατὴρ ἡμῶν Νικήτας· τοιοῦτον αὐτὸν [λεγε· αὐτῷ?] καὶ τὸν τὰ δεύτερα αὐτῷ διέπειν ὁ τῶν ὅλων θεὸς πέπομφεν, Ἀθανάσιόν τινα, ἄνδρα αἰδέσιμον καὶ θαυμαστόν· οὗ τὴν ἀρετὴν οὐκ ἔστιν ἐν παραβάσει διηγήσασθαι· οὗ τὴν πρὸς θεὸν ἀγάπην, ἦν ἐν ἀρχαῖς τῆς ἀποταγῆς αὐτοῦ ἐνεδείξατο, οἶμαι, καὶ οἱ ἄγγελοι ἐθαύμασαν. καὶ γὰρ οὗτος ἦν τῷ πατρὶ φίλτατος· καὶ παιδευθεὶς παρ᾿ αὐτῷ εἰς ἄκρον τὰ γράμματα, τῶν δημοσίων χαρτίων γραφεὺς παρεδόθη εἰς τὸ λεγόμενον λογοθέσιον, οἰόμενος ὁ πατὴρ αὐτοῦ δι᾿ αὐτοῦ οὐ τὰς τυχούσας τιμὰς τὰς ἐν κόσμῳ πορίζεσθαι. ὡς δὲ πάντων κατεφρόνησεν ὁ νέος καὶ εἰς ἓν τῶν κοινοβίων, λέγω δὴ τῶν Συμβόλων, κατέδραμεν, μαθὼν ὁ τούτου πατήρ, βίᾳ πρὸς ἑαυτὸν εἵλκυσεν καὶ, ῥίψας τὰ ἐκ τοῦ κοινοβίου ἄμφια, ἐν πολυτίμοις αὐτὸν καὶ ἄκοντα ἠμφίασεν. ὁ δέ φησιν πρὸς τὸν πατέρα· «οἴει με, ὦ πάτερ, ἐν σηρικοῖς ἱματίοις κωλύειν τοῦ προκειμένου σκοποῦ ὅλος ὁ κόσμος μοι καταπεφρόνηται· Ϡτί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν τὸν κόσμον κερδήσῃ καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦϠ» καὶ κατακλείσας τοῦτον ὁ πατήρ, ᾤετο μεταπείθειν τῆς ἀγαθῆς προαιρέσεως. λαβὼν δὲ ἄδειαν ὁ νέος, τὰ ἐκ σηρικῶν περιβλήματα εἰς μέρη διέρρηξεν. ἰδὼν δὲ ὀ πατήρ, ἕτερα περιέβαλεν· ὁ δὲ καὶ εἰς αὐτὰ κατὰ πρῶτον ἔδρασεν. θυμωθεὶς οὖν ὁ πατήρ, οὕτως αὐτὸν ἀνηλεῶς ἔτυψεν, ὥστε τὸν νῶτον αὐτοῦ κατασαπῆναι ἐκ τῶν ἀφορήτων πληγῶν καὶ ὑπὸ ἰατρῶν χειρουργηθῆναι. εἰπόντος δὲ τοῦ νέου πρὸς τὸν πατέρα ὅτι «ἀδύνατον μεταπεισθῆναί με, κἀν μεληδόν με κατατέμνῃς,» κατανυγεὶς ὁ πατὴρ καὶ τοῖς δάκρυσι συγχυθείς, ἔφη πρὸς τὸν παῖδα· «ἄπιθι, τέκνον· στέλλου τὴν καλὴν πορείαν, ἣν ᾑρετίσω· καὶ ἔστω σοι Χριστὸς ἀγωγός [λεγε· ἀρωγός?], ῥυόμενός σε ἐκ πάντων τῶν παγίδων τοῦ διαβόλου.»
12. καὶ οὕτως <ὁ νέος> καταλαμβάνει τὸ προειρημένον ἀσκητήριον, τὰ τῆς ἀσκήσεως ἆθλα ἐν αὐτῷ ἐναργῶς ἐπιδεικνύμενος· τοσαύτην δὲ ταπείνωσιν ἀνέλαβεν, ὡς μηδὲν αὐτὸν ἐπιφέρεσθαί τι τοῦ ὁρωμένου κόσμου. ἴστε τοῦτο πολλοί, οἱ πεῖραν ἔχοντες τοῦ ἀνδρός, ἐξ ὧν ἠμφίε<σ>το εὐτελεστάτων ἱματίων, ὡς οὐδεὶς αὐτοῦ εὐτελέστερα περιεβάλετο, καίπερ ὢν τῶν κατὰ κόσμον λίαν εὐγενῶν. οὗτος, ὡς προείρηται, προσεκλήθη παρὰ τῶν ὁσίων πατέρων ἡμῶν εἰς τὴν ἡμετέραν μονὴν καὶ τὰ δεύτερα διέπειν τοῦ ὁσιωτάτου πατρὸς ἡμῶν Νικήτα παρὰ τοῦ κλεινοῦ Νικηφόρου πεπίστευται. γίνονται οὖν ἀμφότεροι μία ψυχὴ καὶ γνώμη μία ἐν διαφόροις σώμασιν, ἐν καταστάσει γαληνιώδει τὸ πᾶν διέποντες. ἤγοντο μὲν οὗτοι ὑπὸ τοῦ ὁσίου Νικηφόρου, ἦγον δὲ πᾶσαν τὴν ἀδελφότητα· καὶ τὰ μὲν ἦγον, τὰ δὲ ἤγοντο, ἡνωμένοι τῇ πρὸς ἀλλήλους ἀγάπῃ καὶ <τῇ> τοῦ προεστῶτος καὶ οὐδέποτε μεταξὺ αὐτῶν ἐγένετο παροξυσμὸς ἢ φιλονεικία. ἦσαν δὲ ποιμένες ἀληθινοὶ καὶ ἰατροὶ δόκιμοι ψυχικῶν ἀρρωστημάτων, ἐπιμελούμενοι τῆς ποίμνης μετὰ πάσης σπουδῆς καὶ ἐπιστήμης, ὁ μὲν τέμνων, τομικὸς γὰρ ἦν, ὁ δὲ μειλιχίοις τισὶ ῥήμασιν ἐπαλείφων, τὴν τομὴν ἐθεράπευεν· ἤπιος γὰρ ἦν· καὶ ὁ μὲν εἰς τὰ σωματικὰ ἠσχολεῖτο, ὁ δὲ εἰς τὰ πνευματικά, ἀμφότεροι δὲ εἰς τὰ ἀμφότερα.

13. καὶ οὕτως, ὡς ἐμπειρότατοι καὶ ἐπιστημονικώτατοι ἰητῆρες, διὰ πάσης, ὡς εἴρηται, ἐπιμελείας τὰ λογικὰ τοῦ Χριστοῦ ἐποίμαινον πρόβατα· τὸ σκληρὸν καὶ στῦφον δι᾿ ἐπιπλήξεως καὶ ἀτιμίας ἐκμαλάσσοντες, τὸ νωθρὸν καὶ κάτω νενευκὸς ἤτοι κεκυφὸς ὑπό τινος πειραστικοῦ λυπηροῦ καύσωνος, διὰ τῆς σύριγγος τοῦ λόγου καὶ ταῖς τῆς διακρίσεως καὶ συμπαθείας λυγάσιν, ἀνορθοῦντες καὶ διυπνίζοντες, τὸ πεπτωκὸς καὶ συντετριμμένον τῷ φόβῳ τῆς κρίσεως καταδεσμοῦντες, ἐθεράπευον, τὸ στυγνὸν καὶ ῥᾴθυμον ἐξ ἀκηδείας ἔκλυτον γεγονὸς καὶ χαῦνον δι᾿ ἐπιπόνου διδασκαλίας διεγείροντες, τὸ ὀξέως βαδίζον καὶ προλαμβάνον καὶ τοῦτο μάλιστα ἐπεσκεμμένως τηροῦντες, ἵνα μὴ ὑπὸ τοῦ θηρὸς τῆς οἰήσεως ἐνεδρευθῇ· καὶ ἁπλῶς συντόμως εἰπεῖν, πᾶσαν τὴν ποίμνην μετὰ πάσης σπουδῆς καὶ ἐπιμελείας ἐφύλασσον, ἀγρυπνοῦντες ὑπὲρ
[p. 21] ταύτης καὶ τοὺς νοητοὺς θήρας τοῦ συλᾶν ἀνατρέποντες, οὐχ ὡς μισθωτοί, ἀλλ᾿ ὡς ἄριστοι ποιμένες τοῦ ἀρχιποίμενος Χριστοῦ. οὕτως δὲ ἐξεπαίδευσαν πᾶσαν τὴν ἀδελφότητα, καὶ ἥνωσαν εἰς τὴν ἀλλήλων ἀγάπην καὶ ὁμόνοιαν, ὡς πληροῦσθαι ἐν αὐτοῖς τὸ εἰρημένον· Ϡἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχηται [λεγε· ἔχητε] ἐν ἀλλήλοις,Ϡ καὶ τότε πάσης παρρησίας ἀπηλλαγμένοι. ἀργολογία δὲ ἢ εὐτραπελία οὐδὲ ὀνομάζετο ἐν αὐτοῖς· ἐν μελέτῃ δὲ τῶν θείων λογίων διάγοντες, οὕτως ἐπλήρουν ἕκαστος πρὸς τὴν ἐγ<κε>χειρισμένην αὐτῷ διακονίαν, ἅπαν τὸ ψαλτήριον ἀποστηθίζοντες καθ᾿ ἡμέραν· καὶ ὅτε τοῦτο ἀπήσχουν [λεγε· ἀπέσχον], εἰς τὴν λοιπὴν ἀκολουθίαν τῆς ψαλμῳδίας ἀλλήλους ἐξέτριβον, ὥστε μὴ ἀργεῖν αὐτοὺς μηδὲ τὸ σύνολον ἐκ τῆς δοξολογίας τοῦ θεοῦ. εἰ δὲ καὶ διά τινος ἀργολογίας ἐνέκυψεν, ἕτερος δι᾿ ὑπομνήσεως ταύτην διέλυεν. ἦσαν δὲ καὶ ἐπιτετραμμένοι ἀδελφοὶ λεληθότως, οἳ ἑκάστῳ τὰ λεγόμενα ἢ πραττόμενα τοῖς πατράσιν ἀνήγγελον, ὡς ἐκ τούτου μὴ τολμᾶν τινα, μηδὲ ἀπόντων τῶν προεστώτων, ἀργόν τινα λόγον φθέγξασθαι, τοὺς ὀνειδισμοὺς φεύγοντες [λεγε· φεύγοντας].

14. ὅτε δὲ τὴν θείαν λειτουργίαν ἐπετέλουν, ἵστατο ὁ μέγας πατὴρ ἡμῶν Νικήτας ἔμπροσθεν τῆς ἁγίας τραπέζης, ὡς αὐτῷ τῷ θρόνῳ τοῦ θεοῦ παριστάμενος, ἱερουργῶν καὶ τελῶν τὰ θεῖα μυστήρια· ὁ δὲ ὅσιος Ἀθανάσιος παρίστατο σύννους, τὸ λειτουργικὸν ῥιπίδιον κατέχων (διάκονος γὰρ ἦν, μετὰ ταῦτα δὲ καὶ πρεσβύτερος) μετὰ φόβου καὶ τρόμου καὶ τὰς τιμίας αὐτοῦ παρειὰς καὶ τὰ στέρνα τοῖς δάκρυσι καταβρέχων, οὕτως διετέλει ἅπασαν τὴν ἁγίαν λειτουργίαν. οὕτως δὲ καθαρῶς καὶ ἀμέμπτως ἱερουργοῦντες, τῇ μεθέξει τῶν ἁγίων ἀχράντων καὶ ἀθανάτων μυστηρίων ἡγίαζον ἅπαντα τὸν λαὸν καὶ ἐν εἰρήνῃ ἀπέλυον.

15. πυκνότερον δὲ συνάγων αὐτοὺς ἐν τῷ κυριακῷ ὁ ἁγιώτατος πατὴρ ἡμῶν ἐδίδασκεν, ἐνουθέτει, παρεκάλει, «ἀδελφοί» λέγων «οὓς συνῆψεν ἡ χάρις, <μελετήσωμεν συνεχῶς> δι᾿ ὃ συνήχθημεν, ἕως καιρὸν ἔχομεν, ἀγωνισώμεθα, καὶ μὴ τῇ ῥαθυμίᾳ ἑαυτοὺς χαυνώσωμεν· ἕως ἡ πανήγυρις ἵσταται τὸ κέρδος τῆς ψυχῆς πολυπλασιάσωμεν· ταύτης γὰρ λυθείσης, οὐδεὶς πραγματεύεται. οὐκ ἔστιν, φησίν, ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, οὐκ ἔστιν ἐν τῷ ᾅδῃ ἐξομολόγησις. ἐννοήσωμεν οἶ αι [λεγε· οἷαι] τιμωρίαι μένουσιν τοῖς ἁμαρτάνουσιν ἀδιαφόρως καὶ μὴ μετανοοῦσιν. ὧδε συμπαθὴς ὁ κριτής, ὧδε ἐλεεῖ, ἐκεῖ κολάζει· ὧδε συγχωρεῖ ἑβδομηκοντάκις ἑπτά, ἐκεῖ τῷ ἐξωτέρῳ σκότει παραπέμπει. Διὸ κάμνωμεν ἔνθεν ἐμπόνως τῇ ἀκηδίᾳ μὴ ἐκλυόμενοι· δράμωμεν ζεόντως, δρόμου γὰρ χρεία, καὶ δρόμου σφοδροῦ, ἵνα φθάσωμεν εἰς τὸ μέτρον τῆς τελειότητος. νήψωμεν, γρηγορήσωμεν, ὅτι ᾗ ὥρᾳ οὐ δοκῶμεν ὁ κύριος ἡμῶν ἔρχεται. καταφρονήσωμεν κόσμου καὶ τοῖς ἐν τῷ κόσμῳ· μισήσωμεν σάρκα καὶ τὸ ταύτης φρόνημα, ἅ ἐστιν ἐχθρὰ εἰς Θεόν· φύγωμεν τὰς τῆς σαρκὸς ἡδονάς· ἀποστραφῶμεν τὴν ταύτης ἐπιθυμίαν· μισήσωμεν τρυφήν, ἵνα μὴ τρυφήσωσιν καθ᾿ ἡμῶν οἱ ἐχθροὶ ἡμῶν. ἐπισπασώμεθα τὴν ἐγκράτειαν, δι᾿ ἧς ἡ καθαρότης τῆς ψυχῆς ἡμῖν προσγίνεται· τῶν ἐναντίων τὰς προσβολὰς ἀποκρουσώμεθα· κτησώμεθα ταπεινοφροσύνην, τὴν εἰς οὐρανοὺς ἀνάγουσαν· <ποιήσωμεν> ἐξομολόγησιν, τὴν τῆς σωτηρίας σύντομον ὁδόν· παιδευθῶμεν ὑπακοήν, τὴν ἀπαθείας πρόξενον· τὰ ἐπερχόμενα ἡμῖν θλιβερὰ μεθ᾿ ὑπομονῆς δεξώμεθα, ὡς ἴδια καὶ οὐκ ἀλλότρια· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ὥς φησιν ὁ ἀπόστολος· σπουδάσωμεν εἰσελθεῖν εἰς τὴν ἑνότητα τῆς πίστεως· μὴ προκρίνωμεν τὰ τῇδε πρὸς τὰ μέλλοντα· μηδὲν τῶν φθειρομένων θαυμάσωμεν· μὴ προτιμήσωμεν τῶν μενόντων ὃ μὴ παραμένει· τὰ ἄνω ζητήσωμεν, τὰ ἄνω φρονήσωμεν, οὗ ὁ Χριστός ἐστιν· αἰσχρότης καὶ μωρολογία ἀπέστω ἀφ᾿ ὑμῶν, δι᾿ ἃ λυπεῖται τὸ πνεῦμα τὸ ἅγιον, ὅτι καὶ περὶ ἀργοῦ λόγου λόγον δώσομεν ἐν ἡμέρᾳ κρίσεως· νεκρώσωμεν τὰ μέλη ἡμῶν τὰ ἐπὶ τῆς γῆς· σπουδάσωμεν παραστῆσαι αὐτὰ θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ θεῷ· μὴ μεριμνήσωμεν ἄλλο τι ἢ τὴν σωτηρίαν τῆς ψυχῆς ἡμῶν· ἀναλάβωμεν τὴν πανοπλίαν τοῦ πνεύματος, ἵνα δυνηθῶμεν στῆναι πρὸς τὰς μεθοδίας τοῦ διαβόλου, πρὸς ἀοράτους γὰρ ἐχθροὺς ἡμῶν ἡ πάλη, οὐ πρὸς αἷμα καὶ σάρκα· δουλεύσωμεν τῷ ἐκλεξαμένῳ ἡμᾶς ἐν φόβῳ· εὐχαριστήσωμεν τῷ καλέσαντι ἡμᾶς θεῷ εἰς τὴν αἰώνιον ζωήν· φυλάξωμεν αὐτοῦ τὰς ἐντολάς. στενὴ ἡ ὁδὸς καὶ τραχεῖα, ἡ ἀπάγουσα εἰς τὴν ζωήν· ἐκείνην ὁδεῦσαι σπουδάσωμεν ὅση δύναμις ἡμῶν ἐστιν. τῇ προσευχῇ καὶ τῇ δεήσει προσκαρτερήσωμεν· ἀποθώμεθα τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσι καὶ ταῖς ἐπιθυμίαις, ἵνα ἐνδυσώμεθα τὸν νέον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· ὑποταγῶμεν ἀλλήλοις ἐν φόβῳ θεοῦ· ἁγνείαν καὶ σωφροσύνην καὶ νοὸς καθαρότητα κτησώμεθα, ἵνα σύσκηνοι τῶν ἀγγέλων γενώμεθα. Τότε, φησὶν ὁ κύριος, ἐκλάμψουσιν οἱ ἅγιοι ὡς ὁ ἥλιος. Ποία ἡμῶν αἰσχύνη, ἐκείνους μὲν ὁρᾶν ἐκλάμποντας ὡς ὁ ἥλιος, ὡς τὰ τοῦ φωτὸς ἔργα πράξαντας, ἑαυτοὺς δὲ ἠμαυρωμένους καὶ σκοτεινούς, ὡς τὰ τῆς νυκτὸς διαπραξαμένους ἔργα ἀρκεῖ ἡμῖν εἰς μεγίστην κόλασιν ἡ αἰσχύνη αὕτη. διὰ τοῦτο παρακαλῶ ἀγωνισώμεθα μιμηταὶ αὐτῶν γενέσθαι τῶν ἔργων, ἵνα σὺν αὐτοῖς εὑρεθῶμεν εἰς ἐκείνην τὴν κατάπαυσιν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. ἀγάπην δὲ πρὸς πάντας ἀναλάβωμεν, εἰρήνην τε καὶ τὸν ἁγιασμόν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν κύριον. πᾶσαν οὖν τὴν μέριμναν ἡμῶν ἐπὶ τὸν θεὸν ἐπιρρίψωμεν, ὅτι αὐτῷ μέλει περὶ ἡμῶν.» ταῦτ᾿ οὖν καὶ πλείονα τούτων, ἀπό τε τῶν θείων γραφῶν καὶ ἀφ᾿ ἑαυτοῦ νουθετῶν καὶ διδάσκων ἡμᾶς ὁ μακάριος, ἀπέλυεν ἐν εἰρήνῃ λέγων· «ἄπιτε, ἀδελφοί, ἀγαθὸς ὁ θεὸς καὶ ἡμῖν δοῦναι λόγον σοφίας ἐν ἀνοίξει τοῦ στόματος ἡμῶν πρὸς τὸ ὑπομιμνήσκειν ὑμᾶς τὰ συμφέροντα καὶ αὐτοὺς διεγεῖραι πρὸς ἐργασίαν τῶν ἐντολῶν αὐτοῦ.»

16. ταῦτα πληθυντικῶς πρὸς πάντας αὐτοῦ τὰ ψυχωφελῆ διδάγματα· ἃ δὲ κατ᾿ ἰδίαν ἑκάστῳ ἐν τῇ ἁγίᾳ αὐτοῦ κέλλῃ προσκαλούμενος ὡμίλει, ἀναρίθμητα καὶ ἀνεκδιήγητα, ὥστε πολλάκις καὶ διὰ πάσης τῆς νυκτὸς ἄϋπνον αὐτὸν διατελεῖν, νουθετῶν ἕνα ἕκαστον τῶν ἀδελφῶν τὰ πρὸς σωτηρίαν, πάντας ἐλεῶν, πάντας θεραπεύων, πᾶσιν συμπάσχων, Ϡτοῖς πᾶσι τὰ πάντα γενόμενος,Ϡ κατὰ τὸν μακάριον Παῦλον, ἵνα τοὺς πάντας κερδήσῃ. τίς γὰρ ὑπὸ τοῦ φιλοσάρκου δαίμονος πολεμούμενος καὶ τούτῳ μετὰ πίστεως καὶ συντριμμοῦ καρδίας ἐξειπών, οὐκ εὐθέως τοῦ τοιούτου δαίμονος ἀπηλλάσσετο τίς ὑπὸ λύπης ἢ ῥαθυμίας ἢ ἀκηδίας, αἳ σκοτοῦν τὸν νοῦν εἰώθασι, καταπονούμενος καὶ τούτῳ ἐντυχὼν οὐκ εὐθέως εἰς προθυμίαν καὶ ἀνδρ<ε>ίαν διεγείρετο τίς ὑπὸ ἑτέρου οἱουδήποτε πάθους ἐνοχλούμενος καὶ τούτῳ ἐξομολογησάμενος, οὐ πάραυτα τῆς νόσου ἐθεραπεύετο ἦν δὲ τὸ σωματεῖον [λεγε· σωμάτιον?] αὐτοῦ ἐκτετηγμένον ὑπερβαλλόντως ἔκ τε τῆς ἀγρυπνίας καὶ τῆς ἀσιτίας, ὥστε μηδὲ προσομιλεῖν αὐτὸν δύνασθαι ἐκ τῆς ἄκρας ἀτονίας. τίς γὰρ οὕτως ἐγκράτειαν ἐπεσπάσατο, ὡς ὁ πατὴρ ἡμῶν Νικήτας, ὡς καὶ αὐτῶν τῶν ἀναγκαίων, λέγω δὴ ἄρτου καὶ ὕδατος, μετ᾿ ἐνδείας μεταλαμβάνειν περὶ δὲ οἴνου καὶ τῶν λοιπῶν διαφόρων βρωμάτων περισσόν ἐστι καὶ λέγειν. τίς δ᾿ οὕτως ἁγνείαν ἢ καθαρότητα σώματος ἐκτήσατο ὡς οὗτος τίς πραότητα ἢ ταπείνωσιν ὡς οὗτος κατώρθωσεν τίς οὕτως διακριτικὸς ἢ συμπαθὴς ὡς οὗτος γέγονεν, ὥστε καὶ διὰ πάντων τῶν μακαρισμῶν τοῦ κυρίου ἐναργῶς διελθεῖν αὐτόν πτωχὸς τῷ πνεύματι γενόμενος διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, πενθῶν καὶ συμπονῶν τοῖς ἀμφοτέρωθεν κάμνουσιν διὰ τὴν τοῦ παρακλήτου παράκλησιν, πρᾶος καὶ ταπεινὸς ὑπὲρ πάντας διὰ τὴν τῶν πραέων γῆς κληρονομίαν, πεινῶν καὶ διψῶν τὴν δικαιοσύνην ἀκορέστως, ἐλεήμων δὲ τοσοῦτον ἦν καὶ φιλόπτωχος, ὥστε μηδὲ ἐπαρκεῖν αὐτῷ τὰ προσόντα πρὸς τὴν ἐν ἱλαρότητι μετάδοσιν, καθαρὸς τῇ καρδίᾳ, δι᾿ ἧς καὶ ὦψε θεῷ καὶ προσωμίλησεν, εἰρηνοποιὸς καὶ ἄμαχος διὰ τὴν τῆς υἱοθεσίας κλῆσιν· ἐδιώχθη δὲ καὶ ἕνεκεν δικαιοσύνης καὶ ὠνειδίσθη καὶ ἤκουσεν πονηρὰ ῥήματα παρὰ τῶν ψευδομένων ἑτεροδόξων ἕνεκεν τοῦ Χριστοῦ, ὅθεν καὶ γεγηθὼς ἐκληρώσατο τὸν ὑπὲρ τούτων μισθὸν πολὺν ἐν τοῖς οὐρανοῖς.

17. ἐν τούτοις δ᾿ ὢν ὁ μακάριος πατὴρ ἡμῶν Νικήτας
[p. 22] διὰ τῆς ἐνοικήσεως τοῦ ἁγίου πνεύματος, ἠξιώθη καὶ θείων χαρισμάτων καὶ ἔλαβεν παρὰ θεοῦ ἐξουσίαν καὶ δύναμιν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε αὐτὰ ἐκβάλλειν· καὶ εἰκότως· τοὺς γὰρ δοξάζοντάς με, δοξάσω, καὶ τὰ ἑξῆς. περὶ οὗ δὲ μέλλω λέγειν, τούτου μὲν ἐγὼ ἐν πείρᾳ οὐ γέγονα, τίς δέ μοι τῶν ἀδελφῶν μετὰ τὴν τούτου ἀποβίωσιν διηγήσατο, ὅτιπερ· «τοῦ θυρωροῦ τῆς μονῆς πρὸς οὐκ οἶδά τι ἀσχολουμένου, ἐμοὶ τὴν διακονίαν τούτου πρὸς ἡμέραν ὁ ποιμὴν ἐπέτρεψεν ἀναπληροῖν [λεγε· ἀναπληροῦν]. ὄντος δέ μου ἐκεῖσε παρεγένετό τις ἀνὴρ τῶν ἐπιχωριαζόντων πρὸ τοῦ πυλῶνος, μετὰ παιδὸς κομιδῆ νέου, ὁ δὲ παῖς ἦν ἄλαλος ἐκ γενετῆς. παρεκάλει δέ με, φησίν, ὁ ἀνήρ πίστει φερόμενος, λαβεῖν τὸν παῖδα καὶ πρὸς τὸν μέγαν ἀπαγαγεῖν, ὅπως εὔξηται ὑπὲρ αὐτοῦ. ὑπομνήσαντος δέ μου τοῦτο τῷ πατρί, ἠρέμα ἐπιμεμψάμενός με ἀπεπέμψατο. βιαζομένου δέ μου αὐτόν, ὡς ὅτι μετὰ πίστεως αἰτεῖται ὁ ἀνήρ, ἐκέλευσεν προσαγαγεῖν με πρὸς αὐτὸν τὸν παῖδα. τούτου δὲ γενομένου, λαβὼν αὐτὸν καὶ ἐπευξάμενος ἐπεσφράγισεν τῷ τοῦ σταυροῦ σημείῳ, καὶ τῇ χάριτι τοῦ Χριστοῦ τὸν μηδέποτε λαλήσαντα παῖδα, εὔλαλον πρὸς τὸν τεκόντα ἀπέστειλεν. ἐκπλαγεὶς δὲ ὁ τούτου πατὴρ καὶ πολλὰ εὐχαριστήσας τῷ θεῷ καὶ τῷ ὁσίῳ, οἴκαδε μετὰ τοῦ παιδὸς χαίρων ἐπορεύετο.» ὧν δὲ ἐν πείρᾳ γέγονα, οὐ παρασιωπήσομαι.

18. ἦν δέ τις ἀδελφὸς ἐν τῇ μονῇ τῶν πάνυ ἁπλουστέρων καὶ ἀκάκων, ἠγαπᾶτο δὲ λίαν ὑπὸ τῶν πατέρων διὰ τὴν αὐτοῦ ἐπαινουμένην ἀκακίαν τε καὶ ἁπλότητα. τοῦτον φθονήσας ὁ ἀρχέκακος διάβολος, τῇ παγκάκῳ αὐτοῦ ἐνεργείᾳ χρησάμενος ἔκφρονά τινα καὶ ἐξεστηκότα παρεσκεύασεν γενέσθαι. ἐλύπει δὲ τοῦτο τὸν ὅσιον, ὁρῶν τὸν ἀδελφὸν ἐν τοιαύτῃ τάξει διακείμενον καὶ πάσχοντα. εἶτα προτρέπεται ἡμᾶς νηστεῦσαι ἕως ἑσπέρας· καὶ τῆς ἁγίας συνάξεως γεναμένης, μετὰ τὸ τελεσθῆναι τὴν θείαν λειτουργίαν, λαβὼν τὸν ἀδελφὸν εἰς τὸ διακονικὸν ὁ ὅσιος καὶ ἐπευξάμενος, ἀλείψας τε αὐτὸν ἁγίῳ ἐλαίῳ καὶ μύροις, αὖθις εἰς τὴν προτέραν αὐτοῦ ἐπανήγαγε κατάστασιν, ἔμφρονα καὶ ὁλόκληρον τῇ χάριτι τοῦ Χριστοῦ ἀναδείξας. ἔκτοτε οὖν ὁ ἀδελφὸς ἐκεῖνος ἀβλαβὴς διέμεινεν διὰ τῶν ὁσίων εὐχῶν τοῦ ἁγίου πατρὸς ἡμῶν, τῆς ἐνεργείας τῶν ἀκαθάρτων πνευμάτων ἐξ αὐτοῦ διωχθείσης καὶ μηκέτι ἐν αὐτῷ τὴν οἵαν οὖν [λεγε· οἱανοῦν] βλάβην ποιησάσης.

19. ἄλλος τῶν νεήλυδων εἶχε πνεῦμα ἀκάθαρτον ἐν αὐτῷ ἐγκεκρυμμένον καὶ μηδ᾿ ὅλως εἰς τοὐμφανὲς προερχόμενον· ὑπέστελλεν γὰρ ἑαυτὸν ὁ δαίμων, τὴν τοῦ ὁσίου ἐπιβουλὴν ὑφορώμενος, ἐν τῷ ὑποκρύπτεσθαι λανθάνειν αὐτόν <δοκῶν?>. τοιγαροῦν, ὡς ἧκεν ὁ καιρὸς τοῦ λαβεῖν τὸν νέον τὸ ἅγιον σχῆμα, ὑπό τε τῆς κατηχήσεως τοῦ μεγάλου καὶ τῆς τῶν ἁγίων αὐτοῦ χειρῶν ἐπιθέσεως, αἰσθόμενος ὁ δόλιος, ἤρξατο ἐκταράσσειν τὸν ἀδελφὸν τῇ ἐπιούσῃ νυκτὶ καὶ φαντασίας καθ᾿ ὕπαρ ὑποδεικνύειν αὐτῷ, ἐκφοβῶν καὶ χειμάζων αὐτόν. ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἀδελφὸς ὑπὸ τοῦ δαίμονος καταπονούμενον καὶ κατακυριευόμενον, ἀνίσταται μέσης νυκτὸς καταφυγεῖν πρὸς τὸν ὅσιον. εἶτα, ὡς πλησίον τῆς κέλλης ἐγένετο, ἔνθα ὁ μέγας ἐκάθευδεν, ὁρᾷ ὄφιν παμμεγέθη ἕρποντα ἔμπροσθεν τῆς θύρας τοῦ οἰκίσκου καὶ τούτῳ τὴν εἴσοδον ἀπείργοντα, τοῦ δαίμονος εἰς τοῦτο μετασχηματισθέντος, ὡς ἔθος ἦν αὐτῷ πρὸς τὸ ἐμφοβῆσαι αὐτὸν καὶ μὴ ἐάσαι εἰσελθεῖν πρὸς τὸν μέλλοντα ἐκδιώκειν αὐτὸν ἐξ αὐτοῦ. θαρρήσας οὖν ὁ ἀδελφὸς τῷ ὁσίῳ καὶ καταφρονήσας τούτου, εἰσεπήδησεν εἴσω τῆς κέλλης τοῦ μεγάλου καὶ τούτῳ τὴν ἐπιβουλὴν τοῦ ἀκαθάρτου δαίμονος ἐφανέρωσεν. σφραγίσας δὲ τοῦτον ὁ ἅγιος καὶ μηδὲν δεδιέναι τὸν τοιοῦτον δαίμονα προτρεψάμενος, εἰς τὸ κοιτωνάριον, ἐφ᾿ ᾧ ἐκάθευδεν, ὑποστρέφειν ἐκέλευσεν. ὑποστείλας δὲ πάλιν ἑαυτὸν ὁ ἐπίβουλος ἡμέρας ὀλίγας καὶ μὴ ὑπενέγκας τὴν τοῦ ὁσίου εἰς αὐτὸν γενομένην τῆς χάριτος καῦσιν, ἤρξατο πάλιν ἐκταράσσειν τὸν ἀδελφόν, ὀδύνας ἀφορήτους καρδιακὰς ἐπιφέρων αὐτῷ τέλος ῥήσσει αὐτὸν ἄφωνον καὶ ἀκίνητον, μόνον δὲ τὰ σπλάγχνα φλυδούμενον καὶ διασπώμενον, ὥστε νομίζειν ἡμᾶς διαρρήγνυσθαι ταῦτα. ἐπιστὰς οὖν αὐτῷ ὁ ὅσιος καὶ ἐπευξάμενος καὶ τῷ σημείῳ τοῦ σωτηρίου σταυροῦ ἐπισφραγισάμενος, αὐτῇ τῇ ὥρᾳ ἐξέβαλεν ἀπ᾿ αὐτοῦ τὸν τυραννοῦντα δαίμονα καὶ τοῦτον ὑγιῆ ἐξήγειρεν. ἐκ δὲ τῆς ὥρας ἐκείνης ἔμεινεν ἀβλαβὴς ὁ ἀδελφός, μηκέτι τοῦ τοιούτου δαίμονος παραβλάψαντος αὐτὸν τὸ σύνολον.

20. ἕτερος δέ τις καὶ οὗτος τῶν ἄρτι φοιτησάντων, εἶχεν καὶ αὐτὸς πνεῦμα ἀκάθαρτον, ὁμοίως καὶ αὐτὸ κεκρυμμένον. ποιήσας δὲ ἡμέρας τινὰς ὁ ἀδελφὸς ἐν τῷ μοναστηρίῳ, ἤρξατο καὶ αὐτὸς ἐνεργεῖσθαι ὑπὸ τοῦ δαίμονος καὶ ἐξετάζεσθαι σφοδρῶς. ἐλθὼν δὲ καὶ πρὸς τοῦτον ὁ ὅσιος ἐπηύξατο καὶ ἐξελάσας ἐξ αὐτοῦ τὸν δαίμονα τῇ συνεργείᾳ τοῦ Χριστοῦ ὑγιῆ παρεσκεύασεν γενέσθαι. ἔλεγεν δὲ ὁ ἄνθρωπος μετὰ τὴν ἴασιν ὅτι· «ἑώρων τὸν τοῦ θεοῦ ἄνθρωπον μετὰ ῥάβδου αἰθίοπά τινα δυσειδῆ ἐξ ἐμοῦ ἐξελαύνοντα.» ἀγνωμονήσας δὲ οὗτος καὶ ἀθετήσας τὴν χάριν τοῦ θεοῦ, πρὸ τοῦ ἀποκαρθῆναι αὐτὸν ἀνεχώρησε λάθρα τῆς μονῆς, τὰ συμβησόμενα αὐτῷ οὐκ εἰδότων ἡμῶν. καὶ ἄλλας δὲ πλείστας καὶ διαφόρους ἀσθενείας, λέγω δὴ πυρέττοντας, κεφαλαλγοῦντας, καὶ ἄλλως πως κάμνοντας, διὰ τῆς δοθείσης αὐτῷ χάριτος ὁ μακάριος ἐθεράπευσεν.

21. περὶ δὲ τῶν τῆς ψυχῆς νοσημάτων οἷος ἦν ἰατρὸς ὁ πατὴρ ἡμῶν Νικήτας, ὁ ἀντιλέγων οὐδείς. καὶ γὰρ ἐξ αὐτῶν τῶν κινημάτων τε καὶ ἕξεων, ἐπεγίνωσκεν τοὺς ὑπὸ λογισμῶν ἢ παθῶν τυραννουμένους· καὶ εἰ συνέβη δέ τινι πτώματι περιπεσεῖν (ἀγγέλων γάρ ἐστιν τὸ μὴ πίπτειν) καὶ ἔγνω τοῦτον διὰ τῆς σκυθρωπότητος καὶ τῆς τοῦ προσώπου ἀλλοιώσεως, προσκαλούμενος τοῦτον ἐν τῷ ἰδίῳ κελλίῳ κατιδίαν, διὰ τῆς ἐνθέου αὐτοῦ διδασκαλίας καὶ παρακλήσεως, πάντα ἐξειπεῖν τὰ καθ᾿ ἑαυτὸν παρεσκεύαζεν· καὶ εἰ ἑώρα τοῦτον πλεῖστον συντετριμμένον καὶ τεταπεινωμένον, οὐδὲ τὰ εἰκότα ἐπετίμα, ἀλλὰ μετρίως κυρῶν τὴν εἰς αὐτὸν ἀγάπην, ἵνα μὴ τῇ περισσοτέρᾳ λύπῃ καταπονηθῇ ὁ τοιοῦτος· μιμητὴς καὶ ἐν τούτῳ τοῦ θεσπεσίου Παύλου γινόμενος, ὅπερ κἀκεῖνος εἰς τὸν ἐν Κορίνθῳ παρανομήσαντα ἐποίησεν.
22. ταῦτα τοῦ θεσπεσίου πατρὸς ἡμῶν τὰ κατορθώματα, ταῦτα τοῦ σεβασμίου τὰ ἀριστεύματα, ταῦτα τοῦ μακαρίου τὰ ἀνδραγαθήματα, ταῦτα τοῦ γενναίου στρατιώτου τὰ ἆθλα, ταῦτα τοῦ ἀγωνιστοῦ τὰ νικητήρια. τίς τούτου ἐκορέσθη ποτὲ τῆς διδασκαλίας ποῖος κόρος τῆς αὐτοῦ ἡδίστης προσομιλίας πᾶσιν ἦν προσηνής, πᾶσιν ἐράσμιος, πᾶσιν ἐπέραστος, πᾶσι φαιδρός, εὐπροσήγορος, εὐήκοος, συμπαθής, εὐμετάδοτος, ὅλος ἀγάπης ἀνάπλεως, ὅλος διακρίσεως γέμων, ὅλος ταπεινοφροσύνης πεπληρωμένος, ὅλος πραότητος μεμεστωμένος, ὅλος ὅλων ἀρετῶν εἰλικρινῶς ἐμπεπλησμένος, τέλος ὅλος ὁ βίος αὐτοῦ καὶ αὐτὴ ἡ θεωρία πᾶσιν ὠφελείας καὶ οἰκοδομῆς ὑπόθεσις ἦν· ὅθεν καὶ εἰς τὴν ἀκρόπολιν τῆς ἀπαθείας ἔφθασεν, καθάρας αὐτοῦ πάντα τὰ αἰσθητήρια. καὶ γέγονεν ὅλος πεφωτισμένος, ὅλος λαμπρός, ὅλος ἡδὺς καὶ τῷ εἴδει καὶ τῷ ἤθει καὶ τῷ τρόπῳ ὅλος ἠγλαϊσμένος ὑπὸ τῆς ἀϊδίου τριάδος ἀεὶ λαμπόμενος.

23. ὁ δὲ μέγας Ἀθανάσιος, ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὁ καλῶς οἰκονομήσας τὰ τοῦ κοινοβίου πράγματα ἐν πολλοῖς ἔτεσιν, ὁ πολλὰ συγκακοπαθήσας τῷ πατρί, ὁ σύναθλος τούτου καὶ συνέριθος, ὁ πολλὰ κατορθώματα ἐν τῷ κοινοβίῳ πεποιηκώς, ἠσθένησεν ἀσθένειαν, δι᾿ ἧς καὶ ἐτελειώθη. εἶτα κυκλωσάντων ἡμῶν τὰ ἔσχατα αὐτὸν πνέοντα καὶ παρακαλούντων μνημονεῦσαι ἡμῶν πρὸς τὸν προσλαμβανόμενον θεόν, τοῦτον ἐφθέγξατο ἡμῖν τὸν ἔσχατον λόγον ὅτι· «ἐὰν τύχοιμι παρρησίαν καὶ ἐπιτύχω τοῦ ζητουμένου, πάντως ἴσεσθε.» καὶ οὕτω σεμνοπρεπῶς ἐξάρας τοὺς ὁσίους πόδας, εἰς χεῖρας κυρίου τὸ πνεῦμα παρέδωκεν, μηνὶ Ὑπερβερεταίῳ εἰκάδι ἕκτῃ. τοιγαροῦν κηδεύσαντες αὐτόν, ὡς ἔθος ἐστίν, κατεθήκαμεν αὐτὸν ἰδίῳ μνημείῳ· οὐ γὰρ ἔθος τοῖς ἡμετέροις πατράσιν, ὡς τοῖς ἄλλοις μοναστηρίοις, εἰς ἓν καταθέσιον ὁμοῦ πάντας κατατιθέναι τοὺς τελευτῶντας, ἀλλ᾿ ἐπιτηρήσαντες τόπον ἐπιτήδειον ἑκάστου [λεγε· ἑκάστῳ], ἐκεῖσε ἴδιον μνημεῖον ποιοῦντες, τοῦτον γῇ κρύπτουσιν, κατὰ τὸ εἰρημένον· Ϡγῆ εἶ καὶ εἰς γῆν ἀπελεύσει.Ϡ ἐκεῖ οὖν καὶ τούτου τοῦ μακαρίου τὸ λείψανον, ὡς εἴρηται, κατεθέμεθα.
[p. 23] ἵνα δὲ μὴ ἄδηλον γένηται τὸ τοῦ ὁσίου μνημεῖον, ἀλλ᾿ ἐναργῶς φαίνεσθαι πᾶσιν, φυτὸν τὸ λεγόμενον κυπαρίσσιον ἐπάνω τοῦ μνήματος κατὰ τῶν αὐτῶν τιμίων αὐτοῦ στέρνων, αὐτομάτως ἐκφυῆναι ὁ τῶν ὅλων θεὸς παρεσκεύασεν. ὅθεν πολλοὶ πίστει φερόμενοι, ἀπερχόμενοι ἐκεῖνο τὸ φυτὸν κατασπάζονται καὶ κάρφος ἐξ αὐτοῦ λαμβάνοντες, πρὸς ὑγ<ε>ίαν ἐπιφέρονται.

24. ἀνιαθεὶς δὲ οὐ μικρῶς ὁ πατὴρ ἡμῶν Νικήτας τὴν τούτου διάζευξιν, ἀμφοτέρων τὸ βάρος αὐτὸς ἐπιλαβόμενος, ἠγρύπνει κοπιῶν εἰς τὴν τῶν ἀδελφῶν πρόνοιαν. μετ᾿ οὐ πολὺ δὲ καὶ ὁ κοινὸς πατὴρ ἡμῶν Νικηφόρος, ὁ τὴν μονὴν τῇ συνεργείᾳ τοῦ θεοῦ συστησάμενος, ὁ πάντα αὐτοῦ τὰ διαφέροντα θεῷ καθιερώσας, ὁ παρὰ θεῷ καὶ ἀνθρώποις τετιμημένος, ὁ πᾶσιν ἀγαπώμενος διὰ τὸ μέτριον αὐτοῦ τῆς γνώμης, τέλει τοῦ βίου καὶ αὐτὸς ἐχρήσατο, μηνὶ Ἀρτεμησίῳ τετάρτῃ. ὁ δὲ πατὴρ ἡμῶν Νικήτας, ὡς γνησιώτατος αὐτοῦ μαθητής, δι᾿ ἐπιγράμματος τὴν τούτου μνήμην λαμπρὰν ἐπιτελεῖσθαι ἐτησίως παρέδωκεν. παρεκαλοῦμεν δὲ αὐτὸν πᾶσα ἡ ἀδελφότης τὴν χειροτονίαν ἀναλαβεῖν τῆς ἡγουμενίας ἅμα καὶ τὴν ἐπίκλησιν· οὐ γὰρ ἦν αὐτὴν δεξάμενος διὰ τὸ τὸν μακάριον Νικηφόρον ἔτι ἐν τῷ βίῳ περιέναι [λεγε· περιεῖναι]. ὁ δὲ ἠνιᾶτο, ἐδυσχέραινεν, ἐδυσφόρει, παρεκάλει πάντας συγχωρῆσαι αὐτῷ καὶ μὴ ἀναγκάσαι περιθέσθαι αὐτῷ τὴν τοιαύτην προσηγορίαν, «προχειρίσασθε» λέγων «ἄλλον τινά, ὅντινα βούλεσθε, τὴν ἐπίκλησιν ἔχειν τῆς ἡγουμενίας, κἀγὼ τὴν φροντίδα τοῦ λαοῦ μετὰ θεόν, ὃν τρόπον ἐποιοῦμεν τὸ πρότερον ποιήσομαι· μόνον εἰς τοῦτό με μή βιάσασθαι δέομαι ὑμῶν.» ὡς δέ «ἀδύνατον» εἴπομεν «ἕνεκα τούτου παραχωρῆσαί σοι, ὅτι καὶ περιόντος τοῦ κοινοῦ πατρὸς ἡμῶν, αὐτὸς μετὰ θεὸν ἦσ<θα> ὁ καθηγητὴς καὶ διδάσκαλος ἡμῶν καὶ πολλῷ μᾶλλον μετὰ τὴν τούτου ἐκδημίαν τοῦτο σὲ δεῖ καὶ ἔργῳ καὶ λόγῳ καὶ πράγματι καὶ ὀνόματι ἀναλαβεῖν.» «βαρύ μοι» ἔφη «τὸ ἐπίταγμα ὃ μὲ βιάζεσθε, ἀδελφοί· πλὴν τὸ θέλημα τοῦ κυρίου γινέσθω.» ὢ τῆς ἀμέτρου ταπεινώσεως τοῦ πανοσίου πατρὸς ἡμῶν. ὅ τισι μετὰ δώρων ἐπιτρέχεται καὶ μετὰ στάσεως καὶ πολέμων προσγίνεται, τούτῳ τὸ ἔμπαλιν δι᾿ ἄκραν ταπείνωσιν ἀναδείκνυται. πολλὰ οὖν καὶ δι᾿ ἡμῶν καὶ διὰ φίλων καὶ δι᾿ ἑτέρων πατέρων παρακαλέσαντες αὐτόν, βίᾳ ἐπείσαμεν δέξασθαι, ὡς προλέλεκται, τὴν χειροτονίαν τῆς ἡγουμενίας καὶ τὴν προσηγορίαν· ἔτυχεν δὲ ταύτης δι᾿ ἐπιθέσεως τῶν χειρῶν τοῦ ἐν ἁγίοις Νικηφόρου, τοῦ τότε τὸν πατριαρχικὸν Κωνσταντινουπόλεως κατέχοντος θρόνον.

25. ἔτι δὲ ὄντων ἡμῶν εἰς τὸ Βυζάντιον ἤρξαντο ψιθυρίζεσθαι τὰ ἀσεβῆ καὶ θεοστυγῆ κατὰ τῶν σεβασμίων εἰκόνων δόγματα. ὁ γὰρ ἀρχέκακος διάβολος, ὁ ἄμετρα ὑπεραιρόμενος καὶ κατὰ θεοῦ ὑπερηφανευόμενος, ὁ εἰπών· Ϡθήσομαι τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ,Ϡ καὶ διὰ τοῦτο κατενεχθείς, ὁ ἄνωθεν καὶ ἐξ ἀρχὰς ἐπιβουλεύων τὸ γένος τῶν ἀνθρώπων, πρῶτον μὲν ἐν παραδείσῳ χωρεῖ καὶ τὸν πρωτόπλαστον ἐξαπατήσας ἀπάτῃ θεώσεως, παραβάτην ἐντολῆς θεοῦ παρεσκεύασεν γενέσθαι καὶ ἐξόριστον τοῦ παραδείσου ἐποίησεν. ἔπειτα πληθυνθέντος τοῦ γένους, ἐν εἰδωλολατρείαις τοῦτο ἐτυράννησε καὶ ἔπεισε σέβεσθαι τῇ κτίσει παρὰ τὸν κτίσαντα. τούτων δὲ ἐλευθερωθέντος διά τε [λεγε· τῆς] τοῦ θείου λόγου σαρκώσεως, δι᾿ οὗ [λεγε· δι᾿ ὃ?] καὶ ἐσαρκώθη καὶ διὰ τῶν ἁγίων ἀποστόλων καὶ μαρτύρων καὶ ἑτέρων θεοειδῶν καὶ ἱεροτελεστῶν πατέρων τῶν διαδόχων τῶν τοῦ Χριστοῦ μαθητῶν, καὶ εἰς τέλ<ε>ον ἐξαφανισθείσης, λέγω δὴ τῆς εἰδωλολατρείας, οὐ δι᾿ ὡς [λεγε· οὐδαμῶς ορ οὐδόλως?] οὕτως ἐπαύσατο ἐπιβουλεύων ὁ δόλιος, ἀλλ᾿ ἐξεῦρεν πάλιν διαφόρους αἱρέσεις καὶ δι᾿ αὐτῶν ἐπλήθυνεν ἐπὶ τῆς γῆς διχοστασίας δεινὰς καὶ ἀφόρητα σκάνδαλα.

26. εἶτα καὶ τούτων ἐκ ποδῶν γενομένων, διά τε ἁγίων συνόδων καὶ διὰ τῆς ἐνστάσεως τῶν ὁσίων πατέρων τῶν ἀνταγωνισαμένων κατ᾿ αὐτῶν, ἕκαστον κατὰ γενεὰν καὶ γενεάν, καθ᾿ ἣν καὶ ἀνεφύησαν, τί ποιεῖ ἠρέμησεν, ἢ ἐπαύσατο οὐδαμῶς· ἀλλὰ πάλιν ἐπινοεῖ ἄλλην αἵρεσιν, ἐσχάτην καὶ πρώτην, ἀνακεφαλαιοῦσαν πάσας τὰς πρὸ αὐτῆς, ὡς μικροῦ δεῖν τὴν οἰκονομίαν τοῦ σωτῆρος ἡμῶν Χριστοῦ ἀνατρέπουσαν. εἰ γὰρ ἡ τιμὴ τῆς εἰκόνος ἐπὶ τὸ πρωτότυπον διαβαίνει, ὥς φησιν ὁ μέγας Βασίλειος, πάντως ὅτι καὶ τὸ ἔμπαλιν· ἀτιμαζομένης γὰρ τῆς εἰκόνος, ἀνάγκη συνατιμάζεσθαι καὶ τὸ πρωτότυπον· δοξαζομένης δὲ ὁμοίως συνδοξάζεται. λέξω δέ σοι σαφέστερον καὶ δι᾿ αἰσθητοῦ παραδείγματος. ὑπόθου μοι εἰκόνα βασιλικὴν ἐγκεχαραγμένην ἔν τινι τόπῳ (καὶ γὰρ ἔθος ἦν τοῖς βασιλεῦσιν ἔκπαλαι τοῦτο ποιεῖν) εἶτα δυοῖν ἐπὶ τὸ αὐτὸ παρερχομένων, καὶ ὁ μὲν εἷς ἰδὼν τὴν βασιλικὴν εἰκόνα, ἔχων σχέσιν πολλὴν πρὸς τὸν βασιλέα, εἰσδραμὼν περιεπτύξατο ταύτην καὶ κατησπάσατο, ὁ δὲ ἕτερος τοῦτον ἐπιμεμψάμενος, κατέπτυσεν ταύτην καὶ ἄρας βόρβορον ἄμφω τὼ χεῖρε ἠχρείωσεν ταύτην καὶ ἠφάνισεν, εἶτα ἔγνω ὁ βασιλεύς, τίνα τούτων ἀποδέξεται, εἰπέ μοι· οὐ τὸν πρῶτον ἐν ἀξιώμασι καὶ ὀψωνίοις τιμήσει, τὸν δὲ δεύτερον τιμωρήσεται· καὶ εἰ εἰκόνα ἐπιγείου βασιλέως τις ἀχρειώσας οὐκ ἀτιμώρητος ἔσται, ὁ τὴν εἰκόνα τοῦ υἱοῦ τοῦ θεοῦ, τοῦ ἐνανθρωπήσαντος ὑπὲρ ἡμῶν καὶ σάρκα φορέσαντος καὶ κατὰ πάντα ὁμοιωθέντος ἡμῖν χωρὶς τῆς ἁμαρτίας, ἀνυβρίζων [λεγε· ἐνυβρίζων], ποίας οὐ τεύξεται τιμωρίας ἄπαγε τῆς τοιαύτης εὐηθείας, ὦ ἄνθρωπε, καὶ αἰδέσθητι τὴν τοῦ Χριστοῦ εἰκόνα, ὑποθεὶς τὸν Χριστόν. εἰ δὲ τὸ ἐκτύπωμα οὐ σέβῃ, δῆλος εἶ ὅτι οὐδὲ τὸ πρωτότυπον. ἀλλ᾿ ἐκθειάζουσί τινες, φησί, τῶν ἀγροικοτέρων καὶ τούτου χάριν οὐ δεῖ εἰκονίζειν τὸν Χριστὸν τινῶν ματαιολογούντων ἤκουσα. ὢ τῆς ἀβελτηρίας. ὥρα σοι καὶ τὸν ἥλιον ἀμαυρῶσαι διὰ τοὺς ἀμβλυώττοντας, ὅστις εἶ ὁ ταῦτα λέγων. ἄκουσον δέ. κατὰ τὸν ἡμέτερον νοῦν διαφορὰν προσκυνήσεων οἶδεν ὁ λόγος, τὴν μὲν κατὰ λατρείαν, ἣν ἐπὶ τῆς πρώτης καὶ θείας φύσεως ποιεῖν ἐδιδάχθημεν, τὴν δὲ σχετικῶς καὶ ἀναγωγικῶς, ὡς καὶ ὁ μέγας Διονύσιός φησιν· Ϡτὴν καθ᾿ ἡμᾶς δὲ ὁρῶμεν, ἀναλόγως ἡμῖν, αὐτῇ [λεγε· αὐτοῖς] <τῇ> τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνομένην, ὑφ᾿ ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἐννηῆ [λεγε· ἑνοειδῆ] θέωσιν, ἐν συμμετρίᾳ τῇ καθ᾿ ἡμᾶς ἀναγόμεθα. Θεόν τε καὶ θείαν ἀρετὴν αἱ μὲν νοητικαὶ οὐσίαι κατὰ τὸ αὐταῖς θεμιτόν <θεωροῦσιν>· ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας, ὡς δυνατόν, ἀναγόμεθα θεωρίας.Ϡ εἰ δὲ τοσοῦτον πεπόρωσαι τῇ διανοίᾳ καὶ ἀμβλυώττεις πρὸς τὰ λεγόμενα καὶ ἀδιόρθωτος διαμένεις, ἐν καιρῷ ἐξόδου μεταμεληθήσῃ ἀνόνητα.
27. τινὲς μὲν ὡς κατωτέραν αἵρεσιν ταύτην ἔχουσι, καὶ εἰς οὐδὲν λογίζονται, ὅθεν καὶ εὐχερῶς ἁλῶνται καὶ συγκατέρχονται· ἔνιοι δὲ οὐδὲ αἵρεσιν ταύτην ἡγοῦνται, ἀλλὰ φιλονεικίαν. Ἐγὼ δὲ καὶ λίαν δεινὴν ταύτην λογίζομαι (οἶμαι δὲ καὶ τῶν εὖ φρονούντων ἕκαστος) ὡς εἰς τὴν οἰκονομίαν τοῦ Χριστοῦ προσκρούουσαν. Σκόπει δὲ καὶ τοῦτο, ὡς ὅτι αἱ ἄλλαι μὲν αἱρέσεις ἀπὸ ἐπισκόπων καὶ κατωτέρων πρεσβυτέρων τὴν ἀρχὴν εἰλήφασιν, αὕτη δὲ ἐξ αὐτῶν τῶν κρατούντων. ἴστε δὲ ὅσον πρεσβυτέρων καὶ βασιλέων τὸ διάφορον. καὶ ἐκεῖναι μὲν ἀπὸ τοῦ δογματίζειν καὶ ἀντιφιλονεικεῖν συνεκροτήθησαν, κατὰ μικρὸν τὴν ἰσχὺν προσλαβόμεναι· αὕτη δὲ ἐκ βασιλικῆς δυναστείας. Λέων γάρ, ὁ τῶν Ἰσαύρων λεγόμενος, Θεοδόσιον τὸν νέον τυραννήσας, ἥρπασε τὴν τῶν Ῥωμαίων βασιλείαν καὶ ταύτῃ ἀλαζονευόμενος οὐκ ἔδωκεν δόξαν τῷ θεῷ, (δι᾿ αὐτοῦ γὰρ οἱ βασιλεῖς βασιλεύουσιν καὶ δυνάσται γράφουσι δικαιοσύνην, ὥς φησιν ἡ παροιμία), ἀλλ᾿ ἧρεν εἰς ὕψος τὸ κέρας καὶ ἐλάλησεν κατὰ τοῦ Θεοῦ ἀδικίαν, καὶ ἔθετο εἰς οὐρανὸν τὸ στόμα αὐτοῦ καὶ ἡ γλῶσσα αὐτοῦ διῆλθεν ἐπὶ τῆς γῆς καὶ ἤρξατο τὴν ἀπὸ τῶν ἁγίων ἀποστόλων παραδοθεῖσαν ἱστορίαν ταῖς ἐκκλησίαις ἐξαφανίζειν, λέγων μὴ δεῖν εἰκονίζεσθαι τὸν Χριστόν, μηδὲ ἐν εἰκόνι προσκυνεῖσθαι.

28. ἐν τούτοις μετέστη ὁ μέγας ἀρχιερεὺς τοῦ θρόνου αὐτοῦ, ἐξέστη τῆς καλλιᾶς ἡ σεβασμία χελιδών, ἡ τὸ ἔαρ τῆς ἐκκλησίας ταῖς καλλιφώνοις κελαδίαις κατακοσμήσασα καὶ τὰς ἑορτὰς κυρίου κατασεμνύνασα· ἀντεισήχθη δὲ κόραξ δυσειδὴς κεχηνὼς καὶ κατακράζων ἄσημα, τῆς ἐκκλησίας ποτνιωμένης καὶ στενούσης σκυθρωπά, ὡς ἐστερημένης τοιούτου μεγάλου καὶ θεοειδοῦς ἀρχιερέως. καὶ ἦν τάραχος οὐκ ὀλίγος ἐν ταῖς πανταχοῦ ἐκκλησίαις, τοῦ κακοῦ καθάπερ λοίμη [λεγε· λύμη?] πανταχόσε διαδραμόντος,
[p. 24] τῷ κράτει τῆς ἀσεβείας κρατυνομένου. εἶτα διαδέχεται τούτου τὴν βασιλείαν, ἅμα καὶ τὴν ἀσέβειαν Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ, πονηρᾶς ῥίζης πονηρότερος πτόρθος, ἐξ ἰοβόλου θηρὸς δράκων ψυχοφθόρος, ἐκ δεινοτάτου λέοντος πάρδαλις ποικιλότροπος. ὑπερέβαλεν δὲ οὗτος πολυπλασίως τῇ κακίᾳ τὸν πατέρα· οὐκ ἠρκέσθη γὰρ μόνῃ τῇ τῶν ἁγίων εἰκόνων ὕβρει, ἀλλὰ καὶ τοὺς ἁγίους μάρτυρας, τὸ ὅσον εἰς ἑαυτόν, ἠτίμωσεν παραγγείλας μὴ λέγεσθαι ἅγιον, ἀλλὰ εἰς τοὺς ἀποστόλους, εἰς τοὺς Τεσσαράκοντα, εἰς Θεόδωρον, εἰς Γεώργιον, καὶ τὰ τοιαῦτα· τὰ δὲ τούτων λείψανα πάντη ἐξουδένωσεν, καὶ εἰς οὐδὲν ἐλογίζετο· καὶ ἁπλῶς εἰπεῖν, σχήματι μὲν χριστιανίζων, παραπλησίως δὲ Ἰουδαῒζων ἦν τῷ φρονήματι. ἣν γὰρ Χριστὸς ἐξελέξατο καὶ ᾑρετίσατο εἰς κατοικίαν ἑαυτῷ, τὴν ὑπερένδοξον αὐτοῦ λέγω μητέρα, τὴν πάντων ποιημάτων ὑπερτέραν, τὴν πάντων βροτῶν σωτηρίαν, τὴν τοῦ κόσμου προστασίαν, τὴν πλησίον Θεοῦ διὰ τὸ κάλλος τῆς παρθενίας χρηματίσασαν καὶ ταύτης τὸ σεβάσμιον ὄνομα κατὰ πολλοὺς τρόπους ἐσπούδαζεν ἐξεῶσαι τῆς ἐκκλησίας· τὰς δὲ πρεσβείας αὐτῆς, δι᾿ ἃς ὁ κόσμος συνίσταται, οὐδὲ ὀνομάζεσθαι ἤθελεν, λέγων μὴ δύνασθαι βοηθεῖν τινι αὐτήν. ἐπειρᾶτο δὲ βεβαιοῖν τὸν λόγον αὐτοῦ καὶ ἀπὸ παραδείγματος· λαβὼν γάρ ποτε βαλάντιον μετὰ χεῖρας πλῆρες χρυσίου καὶ ὑποδεικνύων αὐτὸ τοῖς παρατυγχάνουσιν ἤρετο· «τίνος ἐστὶν ἄξιον» τῶν δέ «πολλοῦ» εἰπόντων, κενώσας τὸ χρυσίον πάλιν ἤρετο· «νῦν τίνος» «τῶν δέ «οὐδενός» εἰπόντων, ἔφη ὁ ἄθλιος· «οὕτως καὶ ἡ Θεοτόκος» (οὐ γὰρ ἁγίαν ἠξίου εἰπεῖν ὁ ἀνάξιος) «ὅτ᾿ ἂν εἶχεν τὸν Χριστὸν ἐν ἑαυτῇ τετιμημένη ὑπῆρχεν· ἀφ᾿ οὗ δὲ τοῦτον ἀπεκύησεν, οὐδὲν διαφέρουσα ἦν τῶν λοιπῶν.» φεῦ τῆς βλασφημίας· φεῦ τῆς ἀλαζονίας. ὢ τῆς ἀρρήτου ἀνοχῆς τοῦ θεοῦ· ὤ τῆς ἀφάτου μακροθυμίας. πῶς οὐκ ἐνεφράγη τὸ στόμα αὐτοῦ, τὸ λαλῆσαν κατὰ τῆς μητρὸς τοῦ Χριστοῦ ἀδικίαν ἐν ὑπερηφανείᾳ τί ἀπεοικὼς ἦν οὗτος τῶν βλασφήμων Ἰουδαίων, ὁ νέος Φαρισαῖος, ὁ ὑπερήφανος καὶ θεοστυγής

29. τοὺς δὲ καθ᾿ ἡμᾶς μονάζοντας οὐδὲ εἰς ἔννοιαν φέρειν ἠξίου, ἀλλὰ καὶ ἀμνημόνευτοι ἐπωνομάζοντο καὶ ὅσοι μὲν οὐκ ἐπείθοντο ταῖς κακοβουλίαις αὐτοῦ, οἱ μὲν ὑπερορίαις κατεδικάζοντο, οἱ δὲ ταῖς φυλακαῖς ἐναπέθνῃσκον, ἄλλοι δὲ τῷ ξίφει ἀνῃροῦντο, ἕτεροι ῥοπάλοις κατεκταίνοντο καὶ ἐσύροντο, ὥστε τὰ σπλάγχνα αὐτῶν ἐν ταῖς λεωφόροις σκορπίζεσθαι. καὶ μαρτυρεῖ μοι Στέφανος ὁ νέος Χριστομάρτυς, ὁ τοῦ πρωτομάρτυρος συνώνυμος καὶ ὁμότροπος. πρὸς ταῦτα τινὲς αὐτῶν ἐν τῷ θαλαττίῳ ῥεύματι ἐρρίπτοντο· ἄλλοι φειδοῖ τῶν τιμωρούντων ἀπεδίδρασκον, καὶ ἐν ὄρεσι καὶ σπηλαίοις διῆγον, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, κακουχούμενοι, θλιβόμενοι, ἐκαρτέρουν· ἄλλοι τὰς τιμωρίας πτοούμενοι καὶ μὴ θαρροῦντες τῇ ἀσθενείᾳ τῆς σαρκός, εἰς ξένην χώραν μετῄεσαν, κἀκεῖσε τὸ της συνειδήσεως μαρτύριον ἐπλήρουν. καὶ οἱ μὲν φόβῳ τῶν κολάσεων ὑπέπιπτον, ἄλλοι ταῖς θωπείαις ἐδελεάζοντο, ἕτεροι ἀγαπῶντες τὴν δόξαν τῶν ἀνθρώπων μᾶλλον ἢ τοῦ θεοῦ ὑπεκλίνοντο, ἄλλοι τὰς ἡδονὰς τῆς σαρκὸς πληροῦντες <ἡττῶντο>· πολλοὶ γὰρ τούτων καὶ γυναῖκας περιάγειν ἠναγκάσθησαν καὶ γέγονεν τὰ ψυχῶν φροντιστήρια, (οἴ μοι) πορνείας καταγώγια. πᾶς δὲ ὁ σκοπὸς αὐτοῦ καὶ ἡ σπουδὴ ἦν ἀπαλεῖψαι πάμπαν τὸ μοναχικὸν τάγμα ἐξ ὧν ἐβασίλευεν. τοσοῦτον δὲ ἔχαιρεν τῇ δυσωδίᾳ τῆς ἀκαθαρσίας ὁ δυσωδέστατος, ὡς καὶ τὰ ἀλισγήματα τῶν ἀλόγων χρίεσθαι καὶ τοῖς σὺν αὐτῷ τοῦτο ποιεῖν παρακελεύεσθαι, οὓς ἐθεράπευεν (κἀκ τούτου φιλοφρονούμενος) ταῖς δυσωδίαις ἀεὶ χαίροντας. ἀλλ᾿ οὐκ ἔστιν καιρὸς τὰ ἐκείνου πάντα ἐκτραγῳδ[υ]εῖν ἀνοσιουργήματα, πάμπολλα ὄντα καὶ βέβηλα. φέρεται δὲ λόγος περὶ αὐτοῦ, ὡς ὅτι ὅτε νήπιος ἐβαπτίζετο, τὴν κολυμβήθραν ἠφάνισεν, ὥστε εἰπεῖν τὸν ἅγιον Γερμανόν, ὅτι μεγάλην δυσωδίαν μέλλει οὗτος τῇ ἐκκλησίᾳ ἐγκαταμίγειν, ὅπερ καὶ γέγονεν. λέληθα δὲ καὶ τοῦτο ὑμῖν μετὰ τῶν ἄλλων φράσαι, αὐτὸς ἐγὼ ἀνέγνων τριακαίδεκα λογύδρια, ἅπερ παρέδωκεν ταῖς δυσὶν ἑβδομάδαις, πρεσβείαν μὴ ἔχοντα.

30. τοιγαροῦν ἀπορρήξαντος καὶ τούτου τὴν ἀθλίαν ψυχήν, Λέων ὁ υἱὸς αὐτοῦ τὴν βασιλείαν ἐπὶ πέντε χρόνους διεδέξατο· ἀπονηρότερος δὲ ὢν οὐδὲν διεπράξατο, μᾶλλον δὲ μικρὸν ἐπὶ αὐτοῦ ἀνέθη τὰ τῆς ἐκκλησίας. εἶτα καὶ τούτου τελευτήσαντος, Εἰρήνη, ἡ τῆς ἀληθοῦς εἰρήνης ἐπώνυμος βασιλεύσασα, παντελῆ εἰρήνην τῇ ἐκκλησίᾳ σὺν τῷ ἑαυτῆς βλαστῷ ἐβράβευσεν. ἀποθεμένη γὰρ τὴν γυναικείαν ἀσθένειαν, ἠνδρίσατο κατὰ τῆς ἀσεβείας· καὶ πολλὴν ἔνστασιν ἐπιδειξαμένη ὑπὲρ τῆς ἀληθείας, τοὺς ταύτῃ ἀντιλέγοντας, λύσασα τὰς τούτων ζώνας, ἐξέωσε τῆς πόλεως, καὶ οὕτως ἄριστα ὑπερμαχήσασα τῆς πίστεως, ἔχουσα καὶ τὸν μέγαν Ταράσιον συναγωνιστὴν καὶ σύμφρονα, τὸ ὅλον δὲ τῶν πάντων θεὸν συνεργοῦντα, ἀπέδωκεν τὸ ἀρχαῖον κάλλος τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ τὴν εὐπρεπῆ ὡραιότητα ταῖς ἐκκλησίαις· καὶ γέγονεν εἰρήνη βαθεῖα ἐν ὅλῃ τῇ οἰκουμένῃ διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ διὰ τῆς ἐπιμελείας Εἰρήνης τῆς ὀρθοδόξου βασιλίσσης. ἐποίησεν δὲ καὶ ἄλλα πλεῖστα κατορθώματα, λέγω δὴ γηροκομ<ε>ῖα, πτωχοτροφ<ε>ῖα, ξενοδοχεῖα καὶ φόρων κουφισμούς· τὸ δὲ μοναδικὸν τάγμα τοσοῦτον ηὐξήθη ἐπὶ αὐτῆς, ὡς εἰς ἀναρίθμητα πλήθη ἐλάσαι· πανταχοῦ ἀσκητήρια, πανταχοῦ ψυχῶν φροντιστήρια, μοναχῶν τε καὶ λαϊκῶν εἰρηνικὴ κατάστασις, προσευχαὶ ἀμφοτέρων ἀένναοι, ψαλμῳδίαι παννύχιοι, καὶ λοιπὸν τὰ πάντα ἤρεμα καὶ ἡσύχια, καὶ εἶεν τὰ χριστιανῶν ἐν γαλήνῃ ἑνώσει τῆς πίστεως, μία ποίμνη, εἷς ποιμήν, ὁ Χριστός.

31. διαδέχεται δὲ ταύτης τὴν βασιλείαν Νικηφόρος ἅμα καὶ τὴν ὀρθοδοξίαν, ὁ εὐσεβέστατος καὶ φιλόπτωχος καὶ φιλομόναχος· εἶτα Μιχαήλ, ὁ νῦν ἔτι ἐν μοναδικῷ διαπρέπων ἀξιώματι. τοῦτον τυραννήσας ὁ Λέων ὁ θηριώνυμος καὶ θηριότροπος, καὶ ἁρπάσας τὴν βασιλείαν Ῥωμαίων ἀναξίως, οὐκ ἐδόξασεν οὐδ᾿ ηὐχαρίστησεν τῷ θεῷ τῷ παραχωρήσαντι, ἀλλ᾿ ἐματαιώθη ἐν τῇ κενώσει τοῦ νοὸς αὐτοῦ καὶ ἐν τῷ τὴν ἀσέβειαν κρατύνειν· ἐν τούτῳ τὸ βασίλειον αὐτῷ διαμένειν ὑπετόπαζεν. μιμεῖται καὶ οὗτος τὸν ὁμώνυμον καὶ ὁμότροπον, τὸν ἀποστάτην, τὸν Ἀσσύριον καὶ πολέμιον, τὸν ἐφευρετὴν τῶν κακῶν, Λέοντα λέγω τὸν Ἴσαυρον· καὶ ἄρχεται διώκειν τὰ ἅγια τῶν ἁγίων ὃν τρόπον κἀκεῖνος. εἶτα ἐζήτει συμμύστας καὶ διδασκάλους τοῦ κακοῦ· εὗρεν δὴ ὀλίγους τῆς συγκλήτου, Ἰωάννην τὸν καλούμενον Σπέκταν, καὶ Εὐτυχιανόν. ἐζήτει δὲ καὶ ἐκ τοῦ ἱερατικοῦ τάγματος· περινοστήσας δὲ ὁ ταῦτα ὑποσπείρας αὐτῷ διάβολος τὸ Βυζάντιον, εὗρεν Ἰωάννην τὸν ἐπίκλην Γραμματικόν, τὸν νέον Τέρτυλ<λ>ον καὶ κρατήσας αὐτὸν τυχὸν τῆς χειρὸς ἤγαγεν πρὸς τὸν βασιλέα, «δέξαι τοῦτον» λέγων «χρησιμεύσοντά σοι πρὸς τὸ ζητούμενον· σκεῦος γάρ μοι ἐκλογῆς ἐστιν, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐναντίον τῶν ὀρθοδόξων.» τοίνυν, καθάπερ Παῦλος Χριστοῦ, γίνεται καὶ οὗτος στόμα τοῦ διαβόλου· καὶ ὥσπερ χείμαρρος ἐκ διαφόρων ὄμβρων συσταθείς, καταφέρει δυσώδη καὶ τεθολωμένα ρεύματα, οὕτω καὶ οὗτος ἐκ τοῦ μιαροῦ τῆς καρδίας αὐτοῦ θησαυροῦ ἐξήνεγκε δυσωδέστατα καὶ βορβορώδη δόγματα, ποτίζων τοὺς πλησίον ἀνατροπὴν θολεράν· εἶχεν μὲν συνεργούς, ἐκ μὲν τῶν ὑπὸ θρόνον Ἀντώνιον τὸν τοῦ Συλαίου, ἐκ δὲ τοῦ μοναχικοῦ καταλόγου Λεόντιόν τινα καὶ Σωσιμᾶν, ὅστις Σωσιμᾶς εἰς τὰς αὐτὰς ἡμέρας διὰ μοιχείαν ῥινότμητος γενόμενος ἐτελεύτησεν.

32. εἶτα συνάγεται πᾶν τὸ πλῆθος τῶν μοναχῶν σὺν ἐπισκόποις καὶ μητροπολίταις πρὸς τὸν ἁγιώτατον Νικηφόρον τὸν πατριάρχην, καὶ ποιοῦσιν ὁλόνυκτον [λεγε· ὁλονύκτιον] παννυχίδα ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ· καὶ τῇ ἕωθεν προσεκαλέσατο αὐτοὺς ὁ βασιλεύς. Εἶχεν δὲ τοὺς ἀπαταιῶνας [λεγε· ἀπατεῶνας] καὶ μύστας τῶν κακῶν ἔνδον εἰς τὸ παλάτιον σκέπων καὶ οἷα ὄρνις ἐπιθάλπων ἐν τοῖς βασιλείοις καὶ παραθρασύνων καὶ ὑπισχνούμενος δωρεὰς καὶ μηδὲν δεδιέναι παρακελευόμενος· ἐκέλευσεν δὲ εἰσελθεῖν τὸν πατριάρχην μόνον ἐν πρώτοις. ἀγνοῶν δὲ τὰ μεταξὺ αὐτῶν κατ᾿ ἰδίαν εἰρημένα, εἶτα προσεκαλέσατο πάντας. ἔστη δὲ ἔμπροσθεν αὐτοῦ στίφος πατέρων ἐκλεκτῶν, ἁγίων, ἰσαγγέλων, θεοειδῶν· παρίσταντο δὲ καὶ οἱ μεγιστᾶνες τοῦ βασιλέως καὶ πᾶσα ἡ σύγκλητος.

33. καί φησι πρὸς τοὺς ἐν ἐξοχῇ προβεβηκότας ὁ
[p. 25] ἁγιώτατος Νικηφόρος· «εἴπατέ μοι· τὸ μὴ ὂν δύναται πεσεῖν» οἱ δὲ τῇ ἀσαφίᾳ τῆς ἐρωτήσεως <οὐδὲν> ἀποκριθέντες καὶ εἰς ἀλλήλους ὁρῶντες ἤρετο πάλιν ὁ πατριάρχης· «ἔπεσον ἐπὶ Λέοντος καὶ Κωνσταντίνου τῶν Ἰσαύρων αἱ ἅγιαι εἰκόνες, ἢ οὐ» τῶν δὲ τὰς κάρας πρὸς τὸ κάταντες κεκληκότων [λεγε· κεκλικότων] καὶ τὸ «ναὶ» ὑποφηνάντων, ὡς ἧκεν πρὸς τὸν σκοπὸν τοῦ μεταξὺ αὐτῶν ἰδίᾳ ῥηθέντων, ἔφη ὁ πατριάρχης· «τὸ γὰρ μὴ ἱστάμενον πῶς δύναται πεσεῖν» οὐδὲν δὲ πρὸς ταῦτα ὁ βασιλεύς, πρὸς δὲ τοὺς πατέρας φησίν· «ἴσθητε [λεγε· ἴστε], πατέρες, ὡς κἀγὼ τοῦ φρονήματος ὑμῶν εἰμι.» ἐξήνεγκεν δὲ ὅπερ ἐπεφέρετο ἐγκόλπιον ἱστορισμένον, καὶ ἐν ὑποκρίσει τοῦτο προσκυνῶν, ἔλεγεν· «ὡς ὁρᾶτε καὶ [λεγε· κατ᾿] οὐδὲν διακεχώρισμαι ὑμῶν· ἀλλὰ ἀνέστησάν τινες ἑτέρως διδάσκοντες καὶ λέγοντες οὕτως εἶναι τὴν ὀρθὴν ὁδόν, ὡς αὐτοὶ λέγουσιν. Τοίνυν ἐξελθέτωσαν ἐνώπιον ὑμῶν καὶ ζητηθήτω ἀναμεταξὺ ὑμῶν ἡ ὑπόθεσις· καὶ εἰ μὲν πείσωσιν ὑμᾶς καλῶς λέγειν, μὴ δ᾿ αὐτοὶ γίνεσθε κωλυταὶ τοῦ καλοῦ· εἰ δὲ πεισθῶσιν παρ᾿ ὑμῶν κενοτομίαν [λεγε· καινοτομίαν?] διδάσκειν, παυσάσθωσαν τῆς κακῆς διδασκαλίας καὶ κρατήτω [λεγε· κρατείτω?] ἡ ὀρθοδοξία ὡς τὸ πρότερον. εἰ γὰρ καὶ περὶ ἄλλου καταδεεστέρου πράγματος ἐνεκλήθη μοι, οὐκ ἔδει με παρασιωπῆσαι· πῶς δὲ περὶ ἐκκλησιαστικοῦ ζητήματος»

34. τῶν δὲ μή καταδεξαμένων, μήτε εἰς πρόσωπον αὐτοὺς [λεγε· αὐτῶν?] ἐλθεῖν, μήτε λόγου τινὸς ἀξιῶσαι, ἀλλ᾿ ὡς βδέλυγμα τούτους λογισαμένων, ἔτι δὲ ἀκριβῶς ἐπισταμένων τὸν σκοπὸν τοῦ βασιλέως, ἐπιρρεπῶς ἥξαντα πρὸς τὸ κακόν, καὶ ὡς οὐ μεταπεισθήσεται, κἂν πᾶσαν τὴν γραφὴν εἰς μαρτυρίαν αὐτῷ φέροιεν, ἔφη Αἰμιλιανὸς ὁ Κυζίκου ἐπίσκοπος· «εἰ ζήτημα ἐκκλησιαστικόν ἐστιν, ὡς ἔφης, ὦ βασιλεῦ, ἐν τῇ ἐκκλησίᾳ ζητείσθω, ὡς ἔθος ἐστίν· καὶ γὰρ ἄνωθεν καὶ ἐξ ἀρχῆς τὰ ἐκκλησιαστικὰ ζητήματα ἐν τῇ ἐκκλησίᾳ ζητεῖται, καὶ οὐ<κ> ἐν τοῖς βασιλείοις.» «ἀλλὰ κἀγώ» φησὶν ὁ βασιλεύς «τέκνον εἰμὶ τῆς ἐκκλησίας καὶ ὡς μεσίτης ἐπακροάσομαι ἀμφοτέρων ὑμῶν, καὶ συγκρίνας τὰ ἑκάτερα, τἀληθῆ γνώσομαι.» πρὸς ταῦτα Μιχαὴλ ὁ Συνάδων ἐπίσκοπος· «εἰ μεσίτης εἶ, διὰ τί οὐ ποιεῖς ἔργον μεσίτου ὅτι τοὺς μὲν κρύπτεις ἐν τῷ παλατίῳ καὶ ἐπισυνάγεις καὶ παροτρύνεις καὶ ἄδειαν δίδως τοῦ διδάσκειν αὐτοὺς τὰ ἀσεβῆ δόγματα· οἱ δὲ οὐδὲ ἐπὶ τοῖς ἀμφόδοις τολμῶσι τι φθέγξασθαι, πανταχοῦ τοῖς προστάγμασί σου καταπτυσσόμενοι. οὐκ ἔστιν τοῦτο μεσιτείας, ἀλλ᾿ ἢ τυραννίδος γνώρισμα.» «οὐχ οὕτως» ἔφη ὁ βασιλεύς «ἀλλ᾿ ὡς καὶ προεῖπον, ὡς ὑμεῖς εἰμι· ἀλλ᾿ ἐπὰν ἐνεκλήθη μοι, οὐ δεῖ με παρασιωπῆσαι. τίς δὲ ἡ αἰτία, δι᾿ ἣν οὐ θέλετε λαλῆσαι πρὸς αὐτοὺς ἐν τούτῳ, οἴδαμεν ἀπορίας ἐστὶν καὶ οὐκ ἔχετε μαρτυρίας συνιστώσας ὑμῶν τὰ λεγόμενα.» εἶτα Θεοφύλακτος ὁ Νικομηδείας ἐπίσκοπος· «μάρτυς μὲν Χριστός ἐστιν, οὗ καὶ τὸ ἐκτύπωμα ὁρᾷς κατ᾿ ὀφθαλμοὺς ἐγγεγραμμένον ἐν πρώτοις, ἔπειτα μύριαι μαρτυρίαι συστατικαί εἰσιν περὶ τούτου, καὶ οὐκ ἀποροῦμεν, ὡς ὑπονοεῖς, ἀλλ᾿ οὐκ εἰσὶν ὦτα ἀκουόντων καὶ οὐδὲν ὠνήσαιμεν, τῷ κράτει γὰρ ἀντιπολεμούμεθα.» εἶτα καὶ Πέτρος, ὁ Νικαίας ἐπίσκοπος· «πῶς λέγεις λαλῆσαι μὲν μετ᾿ αὐτῶν, καὶ ἰδοὺ συμμαχεῖς αὐτοῖς, ἢ ἀγνοεῖς ὅτι καὶ Μανιχαίους τοὺς λεγομένους ἐὰν εἰσφέρεις καὶ ὑπερμαχεῖς αὐτῶν, καταδυναστεύσωσιν ἡμῶν, ὡς πρὸς σοῦ βοηθούμενοι.» οὐκ ἄνευ σκοποῦ εἴρηκεν τοῦτο ὁ ἁγιώτατος Πέτρος· οὗ γὰρ τῇ ἀσεβείᾳ συμπλακεῖ ἐξουσία, ἡ ἀλήθεια ἡττᾶται καὶ τὸ δίκαιον τυραννεῖται καὶ καταπονεῖται.

35. εἶτα καὶ ὁ Εὐθύμιος, ὁ Σάρδης ἐπίσκοπος παρρησιασάμενος πλειόνως, πρὸς τὸν βασιλέα ἀπεκρίνατο· «ἄκουσον, βασιλεῦ, ἀφ᾿ οὗ Χριστὸς κατῆλθεν ἐπὶ τῆς γῆς μέχρι τῆς σήμερον ὀκτακόσια καὶ περαιτέρω ἔτη ἐν ταῖς πανταχοῦ ἐκκλησίαις σκιογραφεῖται [λεγε· σκιαγραφεῖται], καὶ ἐν εἰκόνι προσκυνεῖται· καὶ ποῖος αὐθάδης τολμήσειεν τὴν τοσούτων ἐτῶν παράδοσιν τὴν ὑπὸ τῶν ἁγίων ἀποστόλων καὶ μαρτύρων καὶ ὁσίων πατέρων παραδοθεῖσαν παρασαλεῦσαι ἢ παραλῦσαι, τοῦ ἀποστόλου εἰπόντος· Ϡἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε, εἴτε διὰ λόγου, εἴτε δι᾿ ἐπιστολῆς ἡμῶν,Ϡ καὶ πάλιν· Ϡκἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν παρ᾿ ὃ παρελάβετε ἀνάθεμα ἔστω.Ϡ ὅθεν καὶ κατὰ τῶν πρὸ ἡμῶν τὴν αἵρεσιν ταύτην ἐπινοησάντων, σύνοδος συνεκροτήθη ἐν Νικαίᾳ τὸ δεύτερον ἐπὶ Εἰρήνης καὶ Κωνσταντίνου τῶν εὐσεβῶν βασιλέων. ταύτην οὖν τὴν σύνοδον αὐτὸς ὁ υἱὸς τοῦ Θεοῦ τῷ ἰδίῳ δακτύλῳ ἐσφράγισεν, καὶ ὅστις τολμήσει τι τῶν αὐτῆς παρασαλεῦσαι ἢ παραχαράξαι, ἀνάθεμα ἔστω.» πανοῦργος δ᾿ ὢν ὑπεκρίνατο τέως μακροθυμεῖν ὁ βασιλεύς. ἀπεκρίθη δὲ καὶ Θεόδωρος ὁ θερμὸς τῆς ἐκκλησίας διδάσκαλος, ὁ τῶν Στουδίου ἡγούμενος, «μὴ παράλυε» λέγων «βασιλεῦ ἐκκλησιαστικὴν κατάστασιν· εἴρηκεν γὰρ ὁ ἀπόστολος· Ϡκαὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων,Ϡ οὐκ εἴρηκεν βασιλεῖς. σοὶ μέν, ὦ βασιλεῦ, ἐπιστεύθη ἡ πολιτικὴ κατάστασις καὶ τὸ στρατόπεδον· τούτων φρόντιζε καὶ τὴν ἐκκλησίαν ἔασον ποιμέσι καὶ διδασκάλοις, κατὰ τὸν ἀπόστολον· εἰ δὲ τοῦτο οὐ βούλει, εἵνεκα τῆς πίστεως ἡμῶν παρατροπῆς, ἄγγελος ἐξ οὐρανοῦ εἰ εὐαγγελίζεται ἡμῖν, οὐκ ἀκουσόμεθα αὐτοῦ, οὐχὶ δὲ σοί.»

36. τότε ὑπερζέσας τῷ θυμῷ, καὶ τὴν τῆς εὐθείας λέξιν εἰς ὕβριν λογισάμενος, ἀπεπέμψατο πάντας· τὸν δὲ ὅσιον Θεόδωρον ὑπερορίσας, ἔφη ἐπὶ τῆς βασιλείας αὐτοῦ μὴ ὑποστρέφειν εἰς τὸ Βυζάντιον· τοὺς δὲ προεστῶτας τῶν ἔξω μοναστηρίων παραγγείλας μηδαμοῦ προέρχεσθαι, μηδὲ διδάσκειν τὰ τῆς ὀρθοδοξίας, ἐξεῶσαι τῆς πόλεως· ἐξορίζει δὲ τοὺς τῶν μεγάλων ἐκκλησιῶν προέδρους, οὓς μὲν ἐπὶ τὰ Ἀνατολικὰ κλήματα [λεγε· κλίματα], οὓς δὲ ἐπὶ τὰς τῆς Δύσεως νήσους, καὶ δηλοῖ τῷ ἁγιωτάτῳ Νικηφόρῳ τῷ πατριάρχῃ, «κάτελθε» λέγων «οὐ γὰρ ἔχει σου χρείαν ἡ ἐκκλησία.» ὁ δὲ ἀντεδήλωσεν αὐτῷ διὰ τιμίου γραμματείου εἰπών· «ἐγὼ μέν, ὦ βασιλεῦ, οὕτως, ὡς ἔτυχεν, οὐ κατέρχομαι· οὐ γάρ ἐστιν ἐν ἐμοὶ αἴτιον καθαιρέσεως· εἰ δὲ δι᾿ ὀρθοδοξίαν καὶ εὐσέβειαν τυραννοῦμαι, εἴτε δι᾿ ἑαυτοῦ, εἴτε διὰ βασιλικοῦ ὑμῶν ἀνθρώπου, ἀπόστειλον, καὶ κατέρχομαι.» τότε ἀπέστειλεν ὁ βασιλεὺς ἕνα τῶν μεγιστάνων αὐτοῦ, καὶ κατήνεγκεν αὐτὸν τυραννικῷ τρόπῳ. ὁ δὲ κατελθὼν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, καὶ ἅψας κηρούς, θυμιάσας τε καὶ εὐξάμενος, τοῦ λαοῦ θρηνοῦντος τὴν τούτου ἀποδημίαν, τοῦτον αὐτοῖς ἐπαφῆκεν τὸν λόγον· «τεκνία, Χριστιανοὺς ὑμᾶς ἀφίω [λεγε· ἀφίημι].» καὶ κατελθὼν εἰς Ἀκρόπολιν καὶ ἐπιβὰς εἰς ἀκάτιον, διεπέρασεν καὶ ἦλθεν εἰς ἓν τῶν αὐτοῦ μετοχίων, κἀκεῖσε διῆγεν ἐν νηστείαις καὶ προσευχαῖς καὶ δεήσεσιν, ἐν ἡσυχίᾳ τε καὶ καρτερίᾳ, καὶ ὑπομονῇ πολλῇ ἕως τῆς ἡμέρας τῆς πρὸς τὸν κύριον αὐτοῦ ἐκδημίας.

37. καὶ οὕτως λαβόντες παντελῆ ἄδειαν οἱ πικροὶ τῆς ἀληθείας διῶκται, ἤρξαντο ἀδεῶς πλατύνεσθαι καὶ διδάσκειν τὰ ἀσεβῆ δόγματα. ἐποίησαν δὲ καὶ πατριάρχην Θεόδοτόν τινα ἀπὸ σπαθαρίων, μειρακίων παίγνια, ὥσπερ συνιστῶντες, ἀφελῆ τινα ὄντα καὶ κουφόγνωμον, ὥστε καὶ τὸ [λεγε· τῷ] τῆς θυμέλης παιγνίου ὀνόματι τούτῳ προσονομάσαι εἰς γέλοιον τῶν χλευάζειν ἐθελόντων. τοῦτον εἴρηται καὶ δούλην ἐπιφέρεσθαι διὰ τὸ νοσεῖν αὐτὸν τὴν τῶν νεφρῶν νόσον, μᾶλλον δὲ εἰς ἡδονῆς ἐκπλήρωσιν. εἶτα ποιοῦσιν Ἰουδαϊκὸν συνέδριον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ καὶ ἀναθεματίζουσιν τοὺς ἁγίους πατέρας ἡμῶν (φεῦ τῆς μανίας· ἐπιστρέψει ὁ πόνος ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἐπὶ τὰς κορυφὰς αὐτῶν τὸ ἀνάθεμα αὐτῶν καταβήσεται) τοὺς δὲ μὴ συνελθόντας ἐπισκόπους τοὺς μὲν ῥίψαντες πρηνεῖς ἐπάτησαν τοὺς δὲ ὀπισθοφανῶς ἐξέωσαν τοῦ συνεδρίου.

38. μετὰ τοῦτο κελεύει εἰσελθεῖν τοὺς τῶν ἐμφανῶν μοναστηρίων ἡγουμένους, καὶ εἰσῆλθον ἅπαντες, ἐν οἷς ἦν καὶ ὁ θεσπέσιος πατὴρ ἡμῶν Νικήτας, περὶ οὗ καὶ ὁ λόγος. εἶτα πρῶτον μὲν ἐν θωπείαις πανούργως δελεάζειν αὐτοὺς ἐπεχείρουν, ἔπειτα καὶ ἀπειλαῖς ἐκφοβεῖν ἐπειρῶντο. ὡς δὲ εἶδον πάντων καταφρονοῦντας, ἐν διαφόροις φυλακαῖς τούτους ἐνέβαλον, σκεψάμενοί [λεγε· σκεψόμενοί] τι περὶ αὐτῶν. καθείρχθη δὲ ὁ ὅσιος πατὴρ ἡμῶν Νικήτας ἐν εἱρκτῇ δυσώδει καὶ αὐχμηρᾷ ἐπὶ πολλὰς ἡμέρας, ὥστε καὶ χωρὶς ἑτέρας ποινῆς αὕτη ἡ καταδίκη ἱκανὴ ἦν αὐτῷ
[p. 26] πρὸς τιμωρίαν· καὶ γὰρ ἦν καὶ τῇ φύσει πάντα ἀηδιζόγενος [λεγε· ἀηδιζόμενος?], ὡς οὐδεὶς ἕτερος. ἐπὶ πᾶσι δὲ τούτοις ἀφίκοντο πρὸς αὐτὸν καθεκάστην ἡμέραν τὰ τῆς μανίας ἀμβλωθρίδια, ἀνθρωπίσκια λέγω ἐξουθενημένα, τὰ οὐδὲ χαίρειν αὐτῷ λέγειν ἱκανὰ ὄντα, φληναφοῦντα βλάσφημα ῥήματα, μωρολογοῦντα πρὸς θλίψιν τοῦ ὁσίου· περισσοτέρως δὲ Νικόλαός τις ὀνόματι ἐν ματαιολογίαις τοῦτον ἐξέθλιβεν· ἕως οὗ ἐν ὀνείρῳ ὁ ἴδιος πατὴρ (τελευτήσας δὲ ἦν οὗτος), ἐπιστὰς αὐτῷ προσηπείλησεν, «ὑποχώρει» λέγων «ἐκ τῶν τοῦ θεοῦ δούλων.» ἔκτοτε οὖν μᾶλλον ἐσωφρόνησεν ὁ ἄτακτος, καὶ οὐ παρηνώχλησεν ἔτι τὸν δίκαιον, ἀλλὰ καὶ ἄλλους ἐκώλυσεν τοῦτο ποιοῦντας.

39. κακοπαθήσας οὖν ὁ ὅσιος ἐν τῇ εἱρκτῇ, ὡς εἴρηται, ἐπὶ πολλὰς ἡμέρας, προσέταξεν ὁ βασιλεὺς ἐξορίζεσθαι αὐτὸν ἐπὶ τὰ τῆς Ἀνατολῆς μέρη, εἰς κάστρον τε φυλάττεσθαι λεγόμενον Μασαλαιών. ἦσαν δέ που τὰ μέσα τοῦ χειμῶνος· καὶ ἦν ἰδεῖν τὸ ἅγιον σωματεῖον [λεγε· σωμάτιον?] ἐκεῖνο τῷ κρύει καὶ τῷ νιφετῷ ἄνωθεν κατατρυχόμενον, κάτωθεν δὲ τῆς ἀτραποῦ γῆς ὑγρότητα ἀναδιδούσης καὶ πολλὴν αὐτῷ δυσχέρειαν παρεχούσης· ἔτι δὲ καὶ τοῦ ἐπὶ τὴν ἐξορίαν αὐτὸν ἀπαγαγεῖν κελευσθέντος, ἀνηλεοῦς ὄντος, ἐπισπεύδοντος αὐτόν, ὥστε δι᾿ ἑπτὰ ἡμερῶν, καὶ τότε σμικροτάτων, διανῦσαι αὐτὸν ὅλον τὸ μῆκος τῆς ὁδοῦ ἐκείνης. τὸ αὐτὸ δὲ καὶ ἐπὶ ἄλλοις πατράσιν ἔδρασεν ὁ ἀνήμερος θήρ. ἐννοήσας δὲ ὅτι εἵνεκα τῆς ἐξορίας οὐδέν πλέον ὠνήσειεν ἢ τούτους προθυμοτέρους ἀπεργάσασθαι, ὡς πάσης θλίψεως ἀνωτέρους ὑπάρχοντας· μεταβουλευσάμενος ὁ πανοῦργος, μήπω πέντε ἡμέρας ποιήσαντας ἐν τῇ ἐξορίᾳ, πάλιν ἐπὶ τὸ Βυζάντιον ἐν πλείονι σπουδῇ ἀνθυποστρέφειν ἐκέλευσε, μετὰ τῆς αὐτῆς δυσχερίας καὶ κακοπαθείας. προσέταξεν δὲ αὐτοὺς ἐν ἀνέσει διάγειν, ἕως οὗ σκέψεται ποίῳ τρόπῳ δυνηθείη τούτους ἑλκῦσαι πρὸς τὸ ἑαυτοῦ θέλημα.
40. καὶ παρελθουσῶν τῶν τοῦ χειμῶνος ἡμερῶν, ἔτι δὲ καὶ τῶν ἁγίων νηστειῶν, μετὰ τὸ ἅγιον Πάσχα παραδίδωσιν αὐτοὺς τῷ σοφιστῇ τῶν κακῶν Ἰωάννῃ, ᾗ βούλοιτο ἐπινοίᾳ κολάσαι αὐτούς. παραλαβὼν δὲ αὐτούς, ἔβαλεν εἰς διαφόρους φυλακάς, καὶ τοιαύταις τιμωρίαις καθυπέβαλεν αὐτοὺς καὶ ἐξέθλιβεν, οἵαις οὐδὲ οἱ Ἕλληνες τοὺς μάρτυρας. βαλὼν γὰρ αὐτοὺς εἰς λυπηρὰς καὶ σκοτεινὰς φυλακάς, μήτε στρωμνὰς ὑποκάτωθεν ἔχοντας, μήτε σκεπάσματα ἄνωθεν, καθὼς ἕκαστος εὑρέθη ἠμφιεσμένος, οὕτως χαμαὶ ἔρριπτο, κεράμια πρὸς κεφαλὴν ἔχοντες· διὰ δὲ στενωτάτης ὀπῆς, οὐγκίαν ἄρτου καὶ τούτου ἠχρειωμένου, ὡς ἐπὶ κυνός, ἔρριπτον αὐτοῖς, τοσοῦτον ὅσον ἵνα μὴ τῷ λιμῷ τελευτήσωσιν· τὸ δὲ ὕδωρ, ὃ ἐπεδίδοτο αὐτοῖς βραχὺ λίαν καὶ τοῦτο ὀδωδός· ὁ γὰρ σκοπὸς αὐτοῦ ὅλος ἦν ἢ πεῖσαι αὐτούς, ἢ τοῦ ζῆν ἀπαλλάξαι. πρὸς δὲ περισσοτέραν θλίψιν τοῦ ἀοιδίμου πατρὸς ἡμῶν, τὸν τούτῳ διακονούμενον ἀδελφὸν ἡμῶν, λέγω δὴ Θεόκτιστον, τὸν καὶ χάριτι θεοῦ διάδοχον αὐτοῦ γενόμενον, νέον ὄντα, ἐν φρουρᾷ καθεῖρξεν καὶ τοῖς αὐτοῖς ἐτιμώρησεν ἐπινοήμασιν. ἰδὼν δὲ ὅτι μᾶλλον θανεῖν εἵλοντο ἢ προδοῦναι τὴν ἀλήθειαν, δελεάζουσιν αὐτοὺς ἐν τούτοις, ὡς ὅτι· «οὐδὲν ἄλλον αἰτοῦμεν παρ᾿ ὑμῶν ἢ τὸ κοινωνῆσαι ἅπαξ Θεοδότῳ καὶ πέραν τούτου μηδὲν δρᾶσαι· εἶθ᾿ οὕτως ἐξελθεῖν ἕκαστον εἰς τὰ μοναστήρια ὑμῶν, μετὰ καὶ τῆς πίστεως καὶ τοῦ φρονήματος ὑμῶν.» ἐν τούτῳ ἐξέρχονται οἱ πατέρες, εἰ δεῖ πατέρας αὐτοὺς καλεῖν, διὰ τὴν ἀναπάλαισιν ἣν εἰς ὕστερον ἐπεδείξαντο καὶ θέρμην διάπυρον.

41. ἑξῆς αὐτῶν ἕκαστος ἐξεφρουρεῖτο καὶ ἔρχονται πρὸς τὸν ὅσιον Νικήταν, προτρεπόμενοι καὶ αὐτὸν ἐξεληλυθέναι τῆς εἱρκτῆς. Τοῦ δὲ ἀναβαλλομένου, καὶ μηδ᾿ ὅλως τούτων ὑπακούειν βουλομένου, ἐπέμενον ἐπεμβαίνοντες αὐτῷ, ὡς ὅτι· «ἀδύνατον ἐαθῆναί σε ἐνταῦθα ἡμῶν ἐξελθόντων· οὐδέν ἐστιν τὸ ζητούμενον αὐτοῖς παρ᾿ ἡμῶν, οἰκονομήσωμεν μικρόν, ἵνα μὴ τὸ πᾶν ἀπολέσωμεν.» οὕτως ἐπὶ πολὺ βιασάμενοι αὐτόν, εἶξεν ἀβουλήτως, οὐ τὰς θλίψεις φεύγων, οὐδὲ ναρκήσας τὴν κακοπάθειαν, μὴ γένοιτο, ἀλλὰ τῇ παρακλήσει τῶν πατέρων αἰδεσθεὶς ὑπεκλίθη· οὐ τῇ προαιρέσει, ἅπαγε, ἀλλ᾿ εὐλαβηθεὶς τοὺς γέροντας· ἕνεκεν γὰρ τοῦ περὶ πίστεως λόγου, ζωῆς καὶ θανάτου προκειμένων, ὁ θάνατος αὐτῷ, εὖ οἶδα, ἦν προτιμώτερος, καὶ οὐδ᾿ ὅλως προδιδοίη τι τοῦ ὀρθοῦ λόγου, κἂν μύριοι κίνδυνοι προὔκειντο. τοιγαροῦν ἀνῆλθον ὁμοῦ πάντες εἰς τὰ λεγόμενα εὐκτήρια, ἱστορισμένα δὲ ἦν ὡς τὸ πρότερον, καὶ ἐκοινώνησαν ἐκ χειρὸς Θεοδότου λέγοντος· «τοῖς μὴ προσκυνοῦσι τὴν εἰκόνα τοῦ Χριστοῦ ἀνάθεμα.» καὶ οὕτως οἱ μὲν λοιποὶ πατέρες ἐξῆλθεν ἕκαστος εἰς ἣν διεῖπεν μονήν· οὗτος δὲ ὁ μακάριος, περισσοτέρως πληγεὶς τὴν καρδίαν, ὡς ὅτι καὶ τὸ μικρὸν παρεκκλῖναι τοῦ παντός ἐστιν ἀρχὴ καταστροφῆς, ἐβουλεύσατο ἀποδράσαι [λεγε· ἀποδρᾶναι?] καὶ ἀπελθεῖν εἰς ἑτέραν χώραν, κἀκεῖσε τὴν ἧτταν διορθώσασθαι.

42. ἐμβαλὼν δὲ τὰ αὐτοῦ εἰς ἀκάτιον, διέπλευσεν ἕως Προκοννήσου· καὶ αὖθις μεταμεληθεὶς καὶ εἰπὼν ἐν ἑαυτῷ ὅτι· «ἔνθα τὸ σφάλμα γέγονεν, ἐκεῖ δεῖ γενέσθαι καὶ τὴν διόρθωσιν·» ὑπέστρεψεν πάλιν εἰς τὸ Βυζάντιον, καὶ εἴχετο τῆς προτέρας αὐτοῦ ὁμολογίας καὶ πίστεως τὸ παράπαν μηδὲν δεδιώς. προσκαλεσάμενος δὲ τοῦτον ὁ βασιλεύς, ἔφη πρὸς αὐτόν· «τί ὅτι τῶν ἄλλων πατέρων ἐξελθόντων εἰς τὰ μοναστήρια τὰ ἴδια, αὐτὸς μόνος ὑπελείφθης, τῷ ἰδίῳ ἐξακολουθήσας θελήματι, καὶ οὐ τῇ διατάξει ἡμῶν πειθαρχήσας, ὡς δὲ ἔμαθον καὶ εἰ διαφεύγειν τὸ κράτος ἡμῶν διελογίσω, παραλογίσασθε [λεγε· παραλογίσασθαι] τοῦτο νομίσας [*** λαχυνα?]. τοίνυν εἴξας τῇ ἡμετέρᾳ κελεύσει, ἔξελθέ σου εἰς τὸ μοναστήριον· εἰ δὲ μή, θλίψεις σοι μέλλω ἐπιφέρειν, ἃς οὐ δυνήσει ὑπενεγκεῖν.» πρὸς ταῦτα ὁ ὅσιος πραείᾳ τῇ φωνῇ ἀπεκρίνατο· «ἐγὼ μέν, ὦ βασιλεῦ, οὔτε εἰς τὸ μοναστήριον μου ἐξέρχομαι, σοῦ κελεύοντος, οὔτε τῆς πίστεώς μου ἀποστήσομαι· ἀλλ᾿ ἐν τῇ αὐτῇ ὁμολογίᾳ μου εἰμὶ καὶ ἔσομαι, ἐν ᾗ καὶ οἱ πατέρες μου διεφυλάχθησαν, δι᾿ ἧς καὶ προεκινδύνευσαν ὑπερασπίζοντες ἄριστα τῆς ἐκκλησίας, ἐν ᾗ ἑστήκαμεν καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ. εὖ ἴσθι γάρ, βασιλεῦ, ὅτι οὔτε τὸν θάνατον πτοηθείς, πρόσκαιρος γάρ ἐστιν, οὔτε τὴν ζωὴν ταύτην ἀγαπήσας, Θεὸς μάρτυς, ἐποίησα τὸ μὴ καθῆκον· ὑπακοὴν δὲ τῶν γερόντων, ἥνπερ οὐκ ὤφειλα, καὶ ἄκων ἐπλήρωσα. γίνωσκε οὖν ἀκριβῶς, ὡς οὐδεμία κοινωνία ἐστίν μοι πρὸς ὑμᾶς, ἀλλ᾿ ἐμμένω τῇ παραδόσει, ᾗ ἐξ ἀρχῆς παρέλαβον. Ποίει ὃ βούλει ἐν ἐμοί, μηδὲν πλέον ἀκούειν παρ᾿ ἐμοῦ οἰόμενος.»

43. ἰδὼν δὲ αὐτὸν ὁ βασιλεὺς ἀμετάθετον ἔχοντα τὸ φρόνημα, παρέδωκεν αὐτὸν Ζαχαρίᾳ τινί, ἐπιτρόπῳ τῶν βασιλικῶν οἴκων, τῶν ἐπιλεγομένων τὰ Μάγγανα, φυλάττειν αὐτὸν τέως παρ᾿ ἑαυτῷ ἐκεῖσε, ἕως οὗ σκέψηται περὶ αὐτοῦ. εὐσεβὴς δ᾿ ὢν ἀνήρ, οὐδὲν δεινὸν διεπράξατο εἰς τὸν ὅσιον, μᾶλλον δὲ τοὐναντίον ἀγαθοποιῶν καὶ εὐεργετῶν αὐτὸν τὰ μέγιστα, αἰδούμενος καὶ εἰς πρόσωπον ἀτενίσαι τοῦ ἀνδρός. μετὰ ταῦτα ἐξώρισεν αὐτὸν ὁ βασιλεὺς εἰς ἓν τῶν νησίων τοῦ κόλπου, τῆς ἁγίας Γλυκερίας λεγόμενον· κατεῖχεν δὲ τοῦτο Ἄνθιμός τις τῶν ἐντόμων [λεγε· ἐντομίων?], ἀγυρτώδης, ἱερόσυλος, κακεντρεχής, σκολιός, δόλιος, αὐθάδης, ἀνηλεής. τοῦτον οὖν διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ κακίαν, ἔξαρχον τῶν ἐκεῖ μοναστηρίων ἐποίησαν οἱ ἄθεοι· τοιούτοις γὰρ τότε τὰς ἀρχὰς ἐνεχείριζον, ἵνα τῇ δυναστείᾳ τὸ πᾶν διαστρέψωσιν· ὅν, διὰ τὴν πολλὴν αὐτοῦ μανίαν καὶ ἀπόνοιαν καὶ ἀλαζονίαν, Καϊ<ά>φαν οἱ αὐτόχθονες προσωνόμασαν. Οὗτος δὲ παραλαβὼν τὸν ὅσιον καὶ λαβὼν τὴν ἐξουσίαν κατ᾿ αὐτοῦ, ἐπιμελῶς ἐξέθλιβεν. Κατακλείσας γὰρ αὐτὸν εἰς στενὴν καὶ τεθλιμμένην εἱρκτήν, ἐτιμώρει τοῦτον εἰς τέλος, μήτε ὅλως ἀνανεύειν αὐτὸν συγχωρῶν, αὐτὸς τὴν κλεῖδα τῆς φυλακῆς ἐπιφερόμενος· καὶ δι᾿ ὀπῆς τὴν βραχυτάτην τροφὴν αὐτῷ ἐπιδίδοσθαι προσέταττεν· εἶχεν γὰρ καὶ ὑποσχέσεις παρὰ τῶν ἀθέων ὡς ὅτι εἰ πείσειεν τοῦτον συνελθεῖν αὐτοῖς, περισσοτέρας τιμῆς ἀξιοῦσθαι· διὰ τοῦτο καὶ περισσῶς αὐτὸν ἐξέθλιβεν, πείθειν αὐτὸν οἰόμενος ὁ ἀνόσιος.

44. ὄντος δὲ τοῦ σεβασμίου ἐκεῖσε, τί θαυματουργεῖ δι᾿ αὐτοῦ ὁ τῶν θαυμασίων θεός οὐ γὰρ δεῖ κρύπτειν τὴν χάριν τοῦ ἁγίου πνεύματος, τὴν ἐν τῷ ὁσίῳ πλεονάσασαν. Ζαχαρίας τοίνυν ὁ προμνημονευθεὶς ἀγαθοποιὸς φύλαξ τοῦ θεσπεσίου πατρὸς ἡμῶν, πεμφθεὶς παρὰ τοῦ βασιλέως πρὸς διοίκησιν δημοσίων πραγμάτων ἐπὶ τὸ [p. 27] Θρᾳκῷον μέρος, βαρβάροις ἁλούς, τοῖς παρακειμένοις ἐκείνῳ τῷ μέρει, αἰχμάλωτος εἰς τὴν χώραν αὐτῶν ἀπηνέχθη. ἀκηκοὼς δὲ τοῦτο Μιχαήλ, ὁ ἱερώτατος ἐπίσκοπος Συνάδων, ἐξ ἧς ἐφρουρεῖτο καὶ αὐτὸς φρουρᾶς, δηλοῖ τῷ ὁσιωτάτῳ Νικήτᾳ ὅτι· «ὁ κοινὸς ἡμῶν φίλος Ζαχαρίας, συλληφθεὶς ὑπὸ τοῦ Θρακῴου ἔθνους, αἰχμάλωτος εἰς τὴν γῆν αὐτῶν ἀπῄει· ἀλλὰ παρακαλῶ, ἐκβίασαι ὑπὲρ αὐτοῦ τὸν θεόν δύνασαι γὰρ εὖ οἶδα.» ὡς δὲ ἀνηγγέλη τῷ πατρὶ διὰ τοῦ ὑπηρετοῦντος ἀδελφοῦ ἡμῶν Φιλίππου, οὐ μικρῶς ἠνιάθη, ὡς μικροῦ καὶ ἄσιτον διαμεῖναι διὰ πάσης ἡμέρας.

45. ἑσπέρας δὲ καταλαβούσης, ἥνπερ ἐκέκτητο κανδῆλαν εἰς φαῦσιν τῆς εἱρκτῆς, ἐπέδωκεν ταύτην τῷ διακόνῳ, ἐν τῷ θαλαττίῳ ὕδατι ἐκπλῦναι ταύτην. ὡς δὲ τοῦτο σπουδῇ ἐποίησεν ὁ διάκονος, ἀπέδωκεν τῷ ὁσίῳ τὴν κανδῆλαν. ἀνάψας δὲ ταύτην, ἠγρύπνει τὸν θεὸν ὑπὲρ Ζαχαρίου ἱκετεύων, ἕως πληροφορίαν πρὸς τοῦ τῶν ὅλων θεοῦ τῆς τούτου ἀναρρύσεως ἐδέξατο. ὅτε δὲ ἔφθασεν ἡ ὥρα τῆς νυκτερινῆς ψαλμῳδίας, ἐφώνησεν τὸν ὑπηρετοῦντα· καὶ ἐκτελέσαντες ταύτην, ὡς ἑώρα τοῦτον ὁ διάκονος φαιδρὸν καὶ χαριεντιζόμενον, ἤρετο τὴν αἰτίαν θέλων μαθεῖν. ὁ δέ φησιν· «μὴ λυποῦ, Φίλιππε, τὸν γὰρ φίλον ἡμῶν Ζαχαρίαν σοῖς ὀφθαλμοῖς ἐνταῦθα μέλλεις θεάσασθαι.» ὅπερ καὶ γέγονεν· μετ᾿ οὐ πολὺ γὰρ ἔδοξεν εἰρηνεύειν τὸ προειρημένον ἔθνος μετὰ τοῦ βασιλέως καὶ ἀντικαταλλαγῆς γενομένης, ἐξῆλθεν ὁ Ζαχαρίας σὺν τοῖς λοιποῖς αἰχμαλώτοις, εὐχαριστῶν τῷ θεῷ καὶ τῷ ἁγίῳ. τρεῖς δὲ ἀδελφοὶ κατὰ σάρκα, σὺν τῷ ἰδίῳ πλοίῳ ἐν τῇ θαλάσσῃ πλέοντες καὶ μέλλοντες καταποντίζεσθαι, σφοδροῦ καταλαβόντος αὐτοὺς κλύδωνος, δι᾿ ἐπικλήσεως τοῦ ἁγίου σωθέντες, τῷ θεῷ ηὐχαρίστουν, τῷ τοιαύτην χάριν τῷ ἁγίῳ αὐτοῦ δεδωκότι.

46. οὕτως δὲ ἐκαρτέρησεν ὁ ὅσιος ἐν ἓξ ἔτεσι θλιβόμενος, κακουχούμενος, ὑστερούμενος, μέχρι τῆς τελευτῆς τοῦ θεομάχου Λέοντος· οὗτος γὰρ ὁ ἀλητήριος, δίκην κλήσας [λεγε· τλήσας] ἀξίαν τῆς αὐτοῦ ἀπονοίας τὸν ἔχθιστον <ἔσχε?> θάνατον. τινὲς γὰρ τῆς τάξεως νεωτερήσαντες [λεγε· νεωτερίσαντες] καὶ ὡς ὑπ᾿ ἀγγέλου ὁδηγηθέντες, εἰσίεσαν [λεγε· εἰσῄεσαν] ἀκωλύτως εἰς τὰ βασίλεια καὶ ἐπάταξαν αὐτὸν εἴσω τοῦ εὐκτηρίου μαχαίραις· ἔδοξε γὰρ προσφεύγειν ἐν τῷ θυσιαστηρίῳ, κἀκεῖσε ἐπατάχθη ἀνομήσας διακενῆς.

47. ἦν δὲ τούτῳ δέσμιος ὁ Μιχαὴλ δυσὶν ἁλύσεσιν κατεχόμενος, καὶ εὐθέως λύσαντες αὐτὸν οἱ τὸν θῆρα χειρωσάμενοι, ἀνηγόρευσαν βασιλέα· ὅστις μέσος ἀρετῆς καὶ τοῦ ἔμπαλιν γενόμενος, τὴν μὲν πίστιν οὐκ ὤρθωσεν, τοὺς δὲ πατέρας ἡμῶν ἅπαντας ἐκ τῆς ἐξορίας ἀνεκαλέσατο καὶ τοὺς ἐν φυλακαῖς ἠλευθέρωσεν καὶ ὁ διωγμὸς ὁ πολὺς τῆς ἐκκλησίας ἐπαύσατο. ἐξῄει δὲ καὶ ὁ μακάριος πατὴρ ἡμῶν Νικήτας ἐξ ἧς ἐβέβλητο φυλακῆς, ὡς ἔκ τινος σκαλύματος [λεγε· καλύμματος ορ σκάμματος] λαμπρὸς ὁμολογητὴς καὶ μάρτυς ἀναίμακτος, τὰ νικητήρια τῶν ἄθλων ἐναργῶς ἐπιφερόμενος. ἀπῄει δὲ ὁ μέγας πατὴρ ἡμῶν εἰς τὰς παρακειμένας νήσους πλησίον τῆς πόλεως, τῆς ἡσυχίας ἐρῶν· καὶ ἐκαθέσθη εἰς ἓν τούτων ἀγγελοπρεπῶς διαιτώμενος· καὶ ἦν πάντων ὁδηγὸς εἰς σωτηρίαν, πάντων στηριγμός, πάντων ἰατρός, ψυχικὸς καὶ σωματικός, τοῖς ἐνδεέσιν ἐπαρκῶν τὰ πρὸς τὴν χρείαν, οὐ μόνον τοῖς πιστοῖς, ἀλλὰ καὶ εἰς ἀπίστους τὴν ἐλεημοσύνην ἐπεδείκνυεν. μετὰ ταῦτα ὠνήσατο ὁ μακάριος μετόχιον μικρὸν ἄντικρυς τῆς πόλεως, πρὸς τὸ βόρειον μέρος, κἀκεῖσε διῆξεν τὸν ἐπίλοιπον βραχύτατον χρόνον.

48. ὅτε δὲ ἐφέστηκεν ὁ καιρὸς τοῦ ἀναλῦσαι αὐτόν, καὶ σὺν Χριστῷ εἶναι, τῆς νόσου σφοδρότερον κατεπειγούσης καὶ τὰς δυνάμεις αὐτοῦ ἐκδαπανώσης, κυριακῆς διαφα<υ>ούσης, περὶ ὥραν ἕκτην ἐξάρας τοὺς ὁσίους πόδας, τοὺς καλῶς δραμόντας ἐν τῇ ὁμολογίᾳ τῆς πίστεως, τοῖς ἐλθοῦσιν ἀγγέλοις συνεξεδήμησεν, τῇ τρίτῃ τοῦ Ξανθικοῦ μηνός. ὡς δὲ ἠκούσθη ἡ ἁγία αὐτοῦ κοίμησις, συνήχθη πλῆθος πολύ, ἔκ τε τῆς πόλεως καὶ τῶν πέριξ ἀνδρῶν τε καὶ γυναικῶν, μοναχῶν τε καὶ παρθένων, καὶ πάντες ὡς προστάτην πρὸς τὸν ἄνω βασιλέα προπέμποντες. παρεγένοντο δὲ καὶ οἱ ἀρχιεπίσκοποι, ὅ τε ἁγιώτατος Θεόφιλος τῆς Ἐφέσου, καὶ ὁ ἱερὸς Ἰωσὴφ Θεσσαλονίκης· καὶ ποιήσαντες εἰς αὐτὸν τὰ ἐξ ἔθους τῆς κηδείας, κατέθηκαν αὐτὸν εἰς γλωσσόκομον. οἱ δὲ τούτου γνήσιοι φοιτηταί, ἐμβαλόντες αὐτὸν εἰς πλοῖον, ἤνυον τὸν πλοῦν ἐπὶ τὴν ἁγίαν αὐτοῦ μονήν, ἣν ἰδίοις πόνοις συνεστήσατο. ἦμεν δὲ ἡμεῖς ἐκδεχόμενοι εἰς τὸν αἰγιαλόν, σὺν τῷ ὁσιωτάτῳ Παύλῳ ἐπισκόπῳ Πλουσιάδος· καὶ ὡς ἔφθασεν πρὸς ἡμᾶς, ἐξενέγκαντες τοῦτον τοῦ πλοίου, προσεκυνήσαμεν σὺν δάκρυσι τὸ ἅγιον λείψανον· καὶ ἄραντες ἐπ᾿ ὤμοις σὺν τῇ πρεπούσῃ ὑμνῳδίᾳ, πᾶσα ἡ ἀδελφότης ἀμφοτέρων τῶν μοναστηρίων προεπέμπομεν αὐτὸν ἐπὶ τὴν μονήν. θαύματα δὲ πλεῖστα δι᾿ αὐτοῦ ὁ θεὸς ἐν τῇ ὁδῷ πεποίηκεν· δαίμονες ἐφυγαδεύθησαν ἐκ πολλῶν ἐνεργουμένων, νοσοῦντες ἐθεραπεύθησαν ἐκ ποικίλων νοσημάτων, ἐν οἷς καὶ γυνὴ αἱμορροοῦσα μετὰ πίστεως προσελθοῦσα, καὶ τοῦ ἁγίου λειψάνου μόνον ἁψαμένη, ὑγιὴς ἀπεκατέστη.

49. ποιήσαντες δ᾿ οὖν ἐπ᾿ αὐτῷ τὴν ἐξ ἔθους ἀκολουθίαν τῆς κηδείας, κατεθήκαμεν αὐτὸν ἐν τῷ μνημείῳ τοῦ κοινοῦ πατρὸς ἡμῶν Νικηφόρου, ὃ ἐποίησεν ἑαυτῷ ἔτι ζῶν, ἐξ εὐωνύμου τοῦ νάρθηκος, ἐν ᾧ χάριτι Χριστοῦ ἰάσεις καὶ σημεῖα ἐπιτελοῦνται μέχρι τῆς σήμερον. πάντες γὰρ ὅσοι πρὸς τὴν ἁγίαν ἐκείνην σορὸν ἀφίκονται [λεγε· ἀφικνοῦνται] ἀσθενεῖς, ὑγιεῖς ἀναστρέφουσιν οἴκαδε, οἱῳδήποτε κατέχονται νοσήματι. οὗτος ὁ βίος, αὕτη ἡ πολιτεία τοῦ οὐρανοπολίτου καὶ θεσπεσίου πατρὸς ἡμῶν Νικήτα· οὕτω ἠγάπησεν τὸν θεὸν ἀπλήστως καὶ ἠγαπήθη ὑπ᾿ αὐτοῦ ἀξίως, ἐδόξασεν καὶ ἐδοξάσθη· Ϡτοὺς γὰρ δοξάζοντάς μεϠ φησίν Ϡδοξάσω,Ϡ εἶπεν ὁ κύριος· αὐτῷ γὰρ πρέπει ἡ δόξα τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

50. τετέλεσται ἡ παροῦσα βίβλος μηνὶ μαρτίῳ κα´, ἰνδικτιῶνι α´ [λεγε· (μσ ρεαδινγ) δ´], ἔτους κόσμου ͵ςυκδʹ, γραφεῖσα διὰ χειρὸς Ἰωάννου ταπεινοῦ καὶ ἐλαχίστου μοναχοῦ, ἐπὶ Ἀνατολίου τοῦ ὁσιωτάτου ἡγουμένου τῶν Στουδίου.

**********************************************************