[p. 1]
βίος καὶ πολιτεία τῆς ἁγίας καὶ ἐνδόξου θαυματουργοῦ βασιλίδος Θεοφανοῦς.
1. ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν συγγράψασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων
ἡμῖν τῆς ἁγίας Θεοφανοῦς βασιλίσσης θαυμάτων καὶ ἃ μὲν αὐτοὶ ἐθεάσαντο διηγήσαντο,
ἃ δὲ καὶ ἐξ ἄλλων ἀληθῶς παρειλήφασιν συνεγράψαντο, τὰ δὲ ἐκ βρέφους αὐτῆς προτερήματα
καὶ τὴν ἐκ παιδόθεν αὔξησιν καὶ ἀνατροφὴν καὶ τὴν πρὸς τὰ βασίλεια ἄνοδον καὶ τὴν
ἐν τῷ κράτει τῆς βασιλείας μυστικὴν ἄσκησιν οὐδαμῶς ἐπενοήθησαν, ---ἔδοξε κἀμοὶ
τῷ ἐλαχίστῳ καὶ παντὸς λόγου ἀμοιροῦντι ὡς ἔκ τινος θείας τούτων τραπέζης τὰ ἐκεῖθεν
ἐκπεσόντα ψιχία κατὰ τὴν πίστιν τῆς Χαναναίας συλλέξασθαι καὶ ἄλλην ὑμῖν εἰς εὐωχίαν
εὐτελῆ παραστήσασθαι τράπεζαν καὶ ἵν᾿ ἀπέλθητε τρυφήσαντες ὄντως τὰ μὴ κενούμενα.
καὶ γὰρ ἐγὼ σήμερον ἑστιάτωρ τῶν ἐκείνης θαυμάτων ὀφθήσομαι, ὡς πάτριος αὐτῆς φίλος
τυγχάνων καὶ τὰ περὶ αὐτῆς ἀληθῶς διηγούμενος· ἀλλὰ παρακαλῶ, μηδεὶς ὑμῶν τὴν προπέτειαν
μέμψοιτο μηδὲ τὸ ἀτεχνὲς τοῦ λόγου προσέχων τὸ σύγγραμμα διὰ τὴν ἡμετέραν ἀμάθειαν
εἰς ἀπιστίαν λογίσηται τὰ λεγόμενα· οὐ γὰρ ποιητικὴν δόξαν θηρώμενοι εἰς ταύτην
ἥκομεν τὴν διήγησιν, ἀλλὰ χρέος ἀφωσιωμένον ἀποδιδοῦντες τῶν δι᾿ αὐτῆς εἰς ἡμᾶς
γενομένων θαυμάτων. ἐπειδὴ δὲ καὶ ὁ καιρὸς πάρεστι τὰ περὶ ἐκείνην διηγήσασθαι θεῖα
καὶ
[p. 2] πανάγαστα διηγήματα, φέρε δὴ πρῶτον τὴν ἐκ γένους αὐτῆς περιφάνειαν εἰς μέσον
ἀγάγωμεν.
2. αὕτη μὲν οὖν ἡ ἁγία, ἡ ὄντως θεοφανείας ἐπώνυμος, ἡ ἐκ βρέφους τὸν θεὸν ποθήσασα
καὶ ταῖς θείαις ἐντολαῖς αὐτοῦ πορευθεῖσα, πατρίδα μὲν τὴν κάτω τὴν εὐδαίμονα ταύτην
καὶ βασίλειον πόλιν ἔσχεν, ἐν ᾗ βασιλεῖς βασιλεύουσι καὶ τὰ σκῆπτρα τῆς Ῥωμαϊκῆς
ἀρχῆς ἐν κυρίῳ κρατύνονται· ἡ δὲ ἄνω ταύτης πατρὶς ἡ μήτηρ τῶν πρωτοτόκων, ἡ οὐράνιος
Ἱερουσαλήμ, κατεστάθη, ἐν ᾗ διὰ ἀρετῶν καὶ εὐσεβῶν κατορθωμάτων ἐπολιτογραφήθη καὶ
ἐνδόξως τῷ θεῷ καὶ βασιλεῖ τῶν ὅλων παρίσταται. ἐξ αἵματος δὲ βασιλικοῦ γένεσιν
ἔχουσα, ἐκ τῶν πάλαι περιβλέπτων Μαρτινακίων ἐξέφυ, πατρὸς μὲν Κωνσταντίνου, τῇ
τῶν ἰλλουστρίων τετιμημένου ἀξίᾳ, εἰς ὕστερον δὲ καὶ εἰς πατρικιότητα ἀναχθέντος·
ἡ δὲ ταύτης μήτηρ, Ἄννα τοὔνομα, καὶ αὐτὴ [λεγε· αὕτη] εὐγενὴς ἐκ τῶν ἀφ᾿ ἡλίου
ἀνατολῶν ἐτύγχανε. οἳ καὶ καλῶς τῷ βίῳ ἐνδιατρίψαντες φόβῳ τοῦ θεοῦ καὶ πίστει τὴν
ἑαυτῶν εὐγένειαν συνετήρησαν· ἤσχαλλον δὲ καὶ ἐποτνιῶντο, παιδὸς αὐτοῖς μὴ ὑπάρχοντος·
καὶ τὴν ἁπάντων κυρίαν καὶ μητέρα τοῦ κτίστου εἰς βοήθειαν ἐπεκαλοῦντο καὶ νύκτωρ
καὶ ἡμέρας τὸν ἐκείνης θεῖον νεὼν τὸν ἐν τοῖς Βάσσου τιμώμενον κατελάμβανον καὶ
λιταῖς καὶ δεήσεσι τὴν θεομήτορα ἐλιπάρουν, δοθῆναι αὐτοῖς τέκνον αἰτούμενοι εἰς
γένους διαδοχὴν καὶ εἰς βίου συγκλήρωσιν.
3. μιᾷ δὲ τῶν ἡμερῶν ἐκ τοῦ θείου ναοῦ πρὸς ἑσπέραν ἐλθόντες μετὰ τὴν συνήθη δοξολογίαν
πρὸς ὕπνον καθευδῆσαι ἠπείχθησαν· ἐπέστη δὲ αὐτοῖς, ὡς ἔλεγον, καθ᾿ ὕπαρ, ἄνθρωπος
γηραιός τις τῶν γνωρίμων ὑπάρχων, εὐαγγέλια δῆθεν αὐτοῖς παιδοποιΐας φθεγγόμενος·
ὅστις πρὸς αὐτοὺς χαριέντως ἔφη· «τί μοι παρέχετε, ἐὰν ἄρα ὑμῖν ὑπομνήσω τέξασθαι
τέκνον» οἱ δέ φασι πρὸς αὐτόν· «φιλίαν καὶ ἀένναον εὐχαριστίαν.» ὁ δὲ πρὸς αὐτούς·
«ἀμὴν εὐαγγελίζομαι ὑμῖν, ὅτι θυγάτριον τέξετε καὶ δι᾿ αὐτοῦ μεγάλη ὑμᾶς διαδέξεται
δόξα.» καὶ μετ᾿ οὐ πολὺν χρόνον συνέλαβεν ἡ Ἄννα τὴν θεῷ μεμελημένην ἁγίαν. τοῦ
δὲ χρόνου τῆς κυήσεως αὐτῆς ἐπιστάντος, ἦν ἰδεῖν θαῦμα ξένον, πάντα νοῦν ὑπερβαῖνον
καὶ διάνοιαν· ἤγγισε γὰρ ἡ ὥρα τοῦ τοκετοῦ καὶ ἡ κύουσα σφοδρῶς ἐδυστόκει καὶ ἐπάλληλοι
πόνοι καὶ ὀδύναι τῇ γυναικὶ προσεφύοντο καὶ ὀδυνηρὰ βοὴ καὶ σκοτασμὸς ἐπ᾿ αὐτῇ περιέστη
καὶ ἐκ τῆς ὀδυνηρᾶς δυστοκίας θάνατος τῇ γυναικὶ ἠπειλεῖτο. οἱ δὲ παρεστῶτες τῇ
πασχούσῃ συνήλγουν καὶ βοήθεια οὐδαμόθεν κατεφέρετο. πάντων δὲ πρὸς τοῦτο ἐξαπορούντων,
ὁ θεοφιλὴς ταύτης ἀνὴρ τὸν σηκὸν τὸν ἐν τοῖς Βάσσου <τῆς Θεοτόκου> καὶ ἀειπαρθένου
καταλαμβάνει καὶ μίαν ζώνην τῶν ἐκεῖσε σεβασμίων κιόνων ἀναλαβὼν τῇ ὀσφύϊ τῆς κυούσης
ζωσθῆναι κελεύει, καὶ ἅμα τῇ προσψαύσει τῆς τιμίας ἐκείνης ζώνης ἡ τῶν ὀδυνῶν κατευνάζετο
[p. 3] τιμωρία· καὶ ἡ δυστοκοῦσα καὶ θανεῖν προσδοκωμένη αὖθις τῶν πόνων ἀπαλλαγεῖσα,
---ἀπόνως τὸ βρέφος, χαριέντως, ὥς φασι, προσμειδιῶν, εἰς τὸ φῶς παρεισήχθη. καὶ
πρὸ τοῦ αὐτὸ βρεφοπρεπῶς ἐκφωνῆσαι ἀετὸς παρευθὺ καταπτὰς διὰ τῶν ἐμφωμάτων τοῦ
οἴκου εἰσελθεῖν ἐπειρᾶτο· οὗ δὴ θαύματος γενομένου, οἱ παρεστῶτες πάντες ἐξηπόρουν
τὸ θαῦμα.
4. ὀλίγου δὲ χρόνου παρῳχηκότος καὶ τῆς μητρὸς τὴν παῖδα οἰκείῳ γάλακτι ἐκτρεφούσης,
ὁ φυσικὸς τῇ μητρὶ τῆς παιδὸς ἐφίσταται θάνατος. ἡ δὲ παῖς, ἀπορφανισθεῖσα τῆς μητρὸς
τὴν θηλὴν μὴ ἐπιλαθομένη, προσψαῦσαι ἄλλης καὶ τρέφεσθαι οὐδαμῶς κατεδέχετο. καὶ
ἦν τῷ πατρὶ θλίψις καὶ μέριμνα πολυώδυνος· ἐμηχανᾶτο γὰρ τὴν παῖδα τοῦ ἑτέραν θηλάσαι,
ἀλλ᾿ αὐτὸ τοῦτο οὐδαμῶς ἐπευδόκει. ἐζητεῖτο δὲ τροφὸς οἱ τοῦ βρέφους ἐράσμιος καὶ
πολλῶν δουλίδων τε καὶ ἐλευθέρων τὴν ἀπόπειραν ποιουμένων, ἐν οὐδεμιᾷ τούτων ἡ παῖς
συνευδόκει. ὕστερον δὲ πάντων μία τῶν ἐκείνων θεραπαινίδων προσόντων, τέκνου τε
καὶ γάλακτος ἀμοιροῦσα δῆθεν κατασιγάσαι σπεύδουσα τὸν κλαυθμὸν τοῦ παιδίου τὴν
ἑαυτῆς θηλὴν προβαλλομένη τῷ στόματι τοῦ νηπίου προσῆψεν. ἡ δὲ παῖς αὐτήν, παρευθὺ
ἁψαμένη, γάλακτος πηγὰς ἐκβλυστάνειν ἐποίησεν. καὶ δι᾿ αὐτῆς ἐκτραφεῖσα εἰς μέτρον
ἡλικίας ἀνήχθη καὶ ὡραιότητι σώματος διεπλάσθη.
5. ταύτης οὖν ἀπογαλακτισθείσης καὶ εἰς ἑξαετῆ φθασάσης ἡλικίαν, ὁ ταύτης γεννήτωρ,
φιλάρετος ὢν κατὰ πάντα, τοῖς ἱεροῖς αὐτὴν γράμμασιν ἐκπαιδεύειν πειρᾶται. ἡ δὲ
πρὸς μάθησιν ἐκδοθεῖσα ποθεινῶς πρὸς τὴν μελέτην τῶν ἱερῶν γραμμάτων ἀπῄει καὶ ἐν
ὀλίγῳ καιρῷ τό τε ψαλτήριον καὶ τοὺς ἑσπερινοὺς καὶ ἑωθινοὺς ὕμνους καταμαθοῦσα,
ἀναγνώσμασι καὶ μελέταις τὰς ἡμέρας αὐτῆς διετέλει. ἧς τὸ εὐφυὲς ὁ πατὴρ τότε προβλέψας
χαίρων καὶ δοξάζων τὸν θεὸν ηὐχαρίστει. ἤσχαλλε δὲ καὶ ἐδυσθύμει μὴ ἔχων ἐν τῷ οἴκῳ
αὐτοῦ βαλανεῖον· ἔσπευδε γὰρ ταύτην ἱερῶς κατακρύπτειν καὶ μηδαμῶς τῆς οἰκίας αὐτοῦ
ἐξιέναι διὰ τὴν ὑπερβάλλουσαν τοῦ κάλλους αὐτῆς θεωρίαν· ἐβούλετο δὲ πάλιν μηδαμῶς
αὐτῆς καταμαρανθῆναι τὰ κάλλη διὰ τῆς μακρᾶς ἀλουσίας. καὶ σκοπὸν ἔθετο τοιόνδε·
ἐν ἑσπέρᾳ ἤγουν ἑωθινῇ αὐγῇ εἰς τὸ εἰωθὸς αὐτῇ βαλανεῖον μετὰ πλείστων θεραπαινίδων
καὶ θεραπόντων ἐκπέμπει.
6. μιᾷ οὖν τῶν ἡμερῶν τὴν συνήθη πορείαν πρὸς τὸ λουτρὸν ποιουμένων πρὸς ἑσπέραν,
ἤδη τῆς ἡμέρας κλιθείσης, αὖθις ὑετοῦ φορὰ ῥαγδαίως κατενεχθεῖσα
[p. 4] πρὸς τὴν γῆν κατεφέρετο. συνέβη δὲ ταύτας καταλαβεῖν ἀντικρὺ τῆς πύλης τοῦ
ναοῦ τῆς θεομήτορος τῶν Βασσου· ἐκεῖθεν γὰρ αὐταῖς ἦν ἡ πρὸς τὸ λουετρὸν παροδία.
τοῦ δὲ ὑετοῦ σφοδρῶς ἐπιτεινομένου καὶ ῥαγδαίοις κρότοις πρὸς τὴν γῆν φερομένου
καὶ μὴ ἐῶντος αὐτὰς τὴν ὁδὸν τῆς πορείας ποιεῖσθαι, πρὸς τοὺς ἔνδον τοῦ ναοῦ περιβόλους
ἡ νεᾶνις ὡς φυγὰς ᾤχετο. καὶ δὴ ἔνδον τοῦ ναοῦ γενομένη, πρὸς τὴν ἐκ δεξιῶν ἑστῶσαν
τῆς θεομήτορος εἰκόνα χαριέντως προσδραμοῦσα, ἀσπάζεσθαι ταύτην καὶ προσκυνεῖν ἐπεχείρει.
ἐπὶ πολλὰς δὲ ὥρας τοῦτο ποιοῦσα τῷ δοκεῖν ἐκεῖ παρεστῶσα καὶ τὴν κάραν προσκλίνασα
τῇ εἰκόνι, εἰς ὕπνον ἐτράπη· καὶ ὁρᾷ δῆθεν καθ᾿ ὕπνους τὴν εἰκόνα τῆς θεομήτορος
προτρέπουσαν τῇ ἑτέρᾳ ἐκεῖσε πλησίον ἑστώσῃ εἰκόνι τοῦ λαβεῖν ἔλαιον ἐκ τῆς κανδήλης
καὶ χρῖσαι τῆς νέας κόρης τὴν κάραν. ἡ δὲ τοῦτο λαβοῦσα καὶ μόνην τὴν ταύτης ὑπαλείψασα
κάραν, λεχθῆναι πάλιν πρὸς ταύτην· «μὴ μόνον ταύτης ἀλείψῃς τὴν κάραν, ἀλλὰ χρῖσον
αὐτῆς καὶ ὅλον τὸ σῶμα ἐλαίῳ τε καὶ τῇ συμπαθείᾳ.» ἡ δὲ τροφὸς αὐτῆς ἅμα τῶν συνόντων
αὐτῇ θεραπαινίδων ἀντικρὺ ἔξω τοῦ ναοῦ διὰ τὸν ὄμβρον καθεζομένη εἶδεν ἄφνω φῶς
ἐξαστράψαν ἐπὶ τὴν κόραν καὶ ὃν ἐφόρει λευκὸν χιτῶνα ἁλουργίδος ἄνθει καταβαφέντα·
καὶ ἐν ἐκπλήξει τοῦ θαύματος γεναμένη, αὖθις τὴν παῖδα ταῖς οἰκείαις ἀγκάλαις ἀναλαβοῦσα
τὸ συμβὰν εἰς ἑαυτὴν ἐξηρώτα. ἡ δὲ παῖς πάντα τὰ ἐν αὐτῇ ἐξεῖπεν· αὕτη δὲ τὸ ἑαυτῇ
θεαθὲν ἀποκρύβει καὶ οὐκέτι πρὸς τὸ λούσασθαι ἑαυτὴν ἀποφέρει, ἀλλ᾿ οἴκαδε πρὸς
τὸν οἰκεῖον αὐτῆς πατέρα ταύτην σπουδαίως ὑποστρέφει καὶ τὴν τοῦ θαύματος αὐτῷ διηγησαμένη
λαμπρὰν θεωρίαν, τὸ μέλλον εἰς αὐτὴν ἀπεσκόπει.
7. ἐπεὶ δὲ ὁ καιρὸς τῆς μεθηλικιώσεως ηὔξει καὶ ἡ σωματικὴ αὐτῆς προέκοπτεν ἡλικία
καὶ τοῖς θαυμαστοῖς διεπλάττετο ἤθεσι, πλέον ἡ τοῦ πατρὸς ἐπιμέλεια καὶ στοργὴ εἰς
αὐτὴν ἐκινεῖτο· καὶ γὰρ εἴχετο ἡ παῖς τῶν πατρίων καὶ συνηύξανε σοφίᾳ καὶ νουθεσίᾳ
κυρίου, ἐπεμελεῖτο ψυχῆς, ἐπαιδαγώγει τὸ σῶμα, νηστείαν ἐπόθει, ἁγνείαν ἐφίλει,
παρθενίαν ἐξήσκει, ἐλεημοσύνας ἐποίει, ὑμνῳδίαις καὶ εὐχαῖς τὸν θεὸν ἐλιπάρει, τῷ
πατρὶ τὴν ὀφειλομένην τιμὴν ἐξεπλήρου, τοὺς οἰκέτας ὡς ἀδελφοὺς προενοεῖτο, τοῖς
συγγενέσιν ἠγάπα, τῶν αἰτούντων τὰ καταθύμια ἐξεπλήρου καί, συλλήβδην εἰπεῖν, ἁπάσης
θεαρέστου ἀγαθῆς ἀρετῆς συνήγαγε θεωρίαν. εἷλκε δὲ αὐτὴν ὁ καιρὸς καὶ εἰς γάμου
κοινωνίαν συναρμοσθῆναι· πεντεκαιδεκαετὴς γὰρ γενομένη, ὑπὸ πολλῶν τῶν ἔκπαλαι περιβλέπτων
τῷ γένει περὶ αὐτῆς τῷ πατρὶ προσλαλούντων οὐδεμία σύζευξις ἐτελεῖτο διὰ τὸ αὐτὴν
ὡς οἶμαι εἰς κοινωνὸν βασιλείας ὑπὸ θεοῦ ὁρισθῆναι.
[p. 5]
8. μικροῦ δὲ χρόνου παρῳχηκότος καὶ τοῦ μεγάλου καὶ σεβαστοῦ Βασιλείου τοῦ αὐτοκράτορος
ἡμῶν βασιλέως τὰ σκῆπτρα τῆς Ῥωμαϊκῆς ἐξουσίας σὺν υἱέσι κρατοῦντος, ζήτησις ἐγένετο
εὐόπτων παρθένων καὶ ἐν ἀρεταῖς ἐκλαμπόντων πρὸς τὸ ἐξ αὐτῶν ἐκλεχθῆναι εἰς συνάφειαν
καὶ συνάρμοσιν Λέοντος τοῦ σοφοῦ ἄνακτος καὶ πρώτου υἱοῦ αὐτοῦ καὶ συμπράκτορος.
ἤκμαζε δὲ καὶ ἡ ἐκείνου ὡραία νεότης καὶ περιελάμπετο ἁγνείᾳ καὶ κάλλει καὶ τὴν
γάμου κοινωνίαν ἀπῄτει. ἀποστέλλονται δὲ παρὰ τοῦ ἄνακτος ἄρχοντες καὶ σατράπαι
καὶ ἔξαρχοι τοῦ μυστικοῦ κουβουκλίου κατὰ πᾶσαν πόλιν τε καὶ ἐξαρχίαν ἀναζητῆσαι
κόρην ἀξίαν τοῦ ὡραιοτάτου Λέοντος βασιλέως. καὶ ἄλλος μὲν ἄλλοθεν ἄλλην πρὸς τὴν
βασίλειον πόλιν παρῆγον καὶ ἡ μὲν τῷ κάλλει ἐψέγετο τῆς ὁράσεως, ἡ δὲ τῷ ἄνθει τῆς
ὡραιότητος κατεμέμφετο· μία γὰρ ἡ ἐκ θεοῦ ὡρισμένη ἦν, εἰ καὶ πρὸς μικρὸν ἀπεκρύβετο.
9. ἔδοξε δὲ τῇ πιστοτάτῃ Εὐδοκίᾳ τῇ αὐγούστῃ, τῇ καὶ συνεύνῳ τοῦ μεγάλου καὶ κλεινοῦ
βασιλέως, καὶ ἐκ τῆς οἰκείας ταύτης πατρίδος ἐκλεχθῆναί τινας παρθένους εὐόπτους
καὶ ὡραίας εἰς τὴν τοιαύτην ὑπόθεσιν· μεθ᾿ ὧν συνεξελέγη καὶ ἡ θαυμαστὴ Θεοφανὼ
ἡ ἁγία. συνέβη δὲ ἐκ πασῶν τούτων δώδεκα μόνας ἐγκριθῆναι καὶ ἔν τινι βασιλικῷ ταμιείῳ
τῆς περιβλέπτου Μαναύρας συνεῖναι καὶ διαιτᾶσθαι καὶ τὴν τοῦ βασιλέως καὶ τῆς αὐγούστης
ἀπεκδέχεσθαι παρουσίαν. μία δὲ τούτων, ἡ ἐξ Ἀθηνῶν ὁρμωμένη, ὡς ἅτε πατρίῳ ἔθει
λαχμοῖς τῶν μελλόντων τὴν γνῶσιν κατειθισμένη, ἔδοξεν εἰπεῖν ταῖς ἑτέραις· «δεῦτε,
ὦ φίλαι, καὶ θώμεθα πᾶσαι βουλὴν μίαν ἐν ἑνὶ πράγματι καὶ δι᾿ ἑνὸς ἰνδάλματος γνῶμεν
τὴν ἐξ ἡμῶν ἐκλεχθησομένην εἰς τὴν δόξαν τῆς βασιλείας.» αἱ δὲ πρὸς αὐτὴν εἶπον·
«καὶ πῶς γνωσόμεθα ταύτην, εἰ μὴ ἄρα πρῶτον ὁ βασιλεύς τινος ἡμῶν ἐρασθεὶς ἐκ τῶν
ἄλλων χωρίσει» ἡ δὲ πρὸς αὐτάς· «στησώμεθα ἐν αὐταῖς σημείου τινὸς θεωρίαν καὶ θώμεθα
ὅρον καὶ λόγον ὁμοῦ πᾶσαι πρὸς τὴν γῆν χαμᾶζε καθεδεῖν· ἑκάστη δὲ ἡμῶν θείτω πρὸ
προσώπου αὐτῆς τὰ τῶν ποδῶν περιβόλαια καὶ ὁμοῦ πᾶσαι τὴν τοῦ βασιλέως ἀπεκδεξώμεθα
παρουσίαν, ὅπως, ἡνίκα εἰς τὴν ἡμῶν ἐπελεύσεται θεωρίαν, ἑκάστη ἄφνω μετὰ σπουδῆς
ἐξαναστῇ· καὶ ἣ πάντων πρώτη μετὰ τάχους ἐκ τοῦ οἰκείου τόπου ἀναστῇ καὶ τὰ οἰκεῖα
προποδίσματα τοῖς ποσὶν ἀναλάβῃ καὶ πρώτη τῷ βασιλεῖ προσκυνήσῃ, αὕτη ὑπάρχει κοινωνὸς
βασιλέως.» τοῦ δὲ προβλήματος δι᾿ αὐτῆς προλεχθέντος, πᾶσαι ὁμοῦ ὡς ἁπαλαὶ καὶ ἄπειροι
κόραι ἑκάστη τούτων θηρώμεναι τὴν δόξαν, τὸν λόγον εἰς ἔργον πληροῦν ἐπεχείρουν.
τῇ δὲ ἐπαύριον ἡμέρᾳ μεσημβρίας ἐν ᾥρα ὁ βασιλεὺς ἅμα τῇ πιστοτάτῃ αὐγούστῃ πρὸς
θέαν
[p. 6] αὐτῶν ἐπανῆλθον. καὶ αὖθις τὰς πύλας ἐν ᾧ ἦσαν οἴκου ἀναπετάσας εἰσελθεῖν
ἐπεχείρει. αἱ δὲ τὸ οἰκεῖον σύνθημα ἑκάστη πληρῶσαι παρευθὺ βουλομένη, ---πρὸ πάντων
ἄλλων ἡ θεόφρων Θεοφανὼ ἀναστᾶσα τὸ παρ᾿ αὐτῶν μελετηθὲν ἐξεπλήρου καὶ πρώτη τοῖς
τῶν ποδῶν προποδίσμασιν ἀναλαβοῦσα, εἰς ὑπάντησιν τοῦ βασιλέως καὶ προσκύνησιν
ἡτοιμάσθη.
10. ἡ δὲ αὐγούστα ταύτην θεασαμένη καὶ τῷ τάχει τῆς γοργότητος ἀγασθεῖσα, ἅμα δὲ
καὶ τὸ κάλλος τῆς ὄψεως αὐτῆς ἀπὸ μακρόθεν ἰδοῦσα, πάσας καταλιποῦσα πρὸς ἐκείνην
καὶ μόνην ἀπῄει· καὶ ἔγγιστα αὐτῆς γεναμένη, τὸ κάλλος καὶ τὸ γένος καὶ τὴν πατρίδα
αὐτῆς κατεμάνθανε· καὶ ταύτην γνοῦσα ἐξ αἵματος βασιλικοῦ πεφυκέναι, τῶν ἄλλων ἁπασῶν
διαστέλλει καὶ ταύτην χειροκρατοῦσα τῷ βασιλεῖ προσκομίζει. ἀπόπειραν δὲ καὶ τῶν
ἄλλων ποιήσασα, καὶ ἑτέρας δύο σὺν αὐτῇ προσλαμβάνει, τήν τε ἐξ Ἀθηνῶν ὁρμωμένην
καὶ τὴν τοῦ τριβούνου θυγατέρα γνωριζομένην· τὰς δὲ λοιπὰς πάσας δώροις καὶ χρήμασι
πολλοῖς φιλοτιμησαμένη, πρὸς τὰ οἰκεῖα ταύτας ἀποστραφῆναι κελεύει. ταύτας γὰρ τὰς
τρεῖς μόνας εἰς τὰ βασίλεια μεθ᾿ ἑαυτῆς ἀγαγοῦσα, τὴν ἀπόπειραν τούτων ἐν γυμνασίῳ
ἐποίει. κατιδοῦσα δὲ πλέον τὴν ὡραιότητα τῆς ἁγίας ὑπερβάλλουσαν τῶν ἑτέρων, ταύτην
βασιλικοῖς ἀμφιάσμασιν ἀμφιάζει καὶ ἐκ τῆς δεξιᾶς χειρὸς αὐτὴν συλλαβοῦσα πρὸς τὸν
ἄνακτα καὶ σύνευνον αὐτῆς Βασίλειον εἰσῆλθεν· καὶ ταύτην εἰς τοὺς ἐκείνου πόδας
βαλοῦσα, ἀξίαν εἶναι νύμφην εἰς τὸν υἱὸν ἐξεφώνει. ὁ δὲ βασιλεὺς καὶ αὐτὸς ἐπὶ τῷ
ἀμωμήτῳ κάλλει τῆς κόρης θαυμάσας, ἐξαγαγὼν ἐκ τοῦ κόλπου αὐτοῦ τὸ ἐξ ἰασπίνου λίθου
κατασκευασθὲν αὐτῷ δακτυλίδιον εἰς τὴν χεῖρα τῆς νεάνιδος ἐπεμβάλλει. καὶ ἔκτοτε
ἡ νέα μελλοβασίλισσα τοὺς ἀρραβῶνας λαβοῦσα τῇ πιστοτάτῃ αὐγούστῃ καὶ κηδεστρίᾳ
ὡς μητρὶ συμπαρῴκει.
11. ὀλίγου δὲ χρόνου παρῳχηκότος, καὶ ἡ τῶν γαμηλίων εὐτρεπίζετο πανδαισία· καὶ
τῶν θαλάμων ἀναπλεχθέντων, ὁ χριστέραστος τούτων κατεστέφετο γάμος καὶ πολυτελῆ
δεῖπνα καὶ δῶρα τοῖς ὑπηκόοις παρείχοντο, πτωχοτροφίαι τε καὶ εὐποιΐαι ἀνὰ πᾶσαν
τὴν πόλιν δαψιλῶς ἐμπαρείχοντο, καταδίκων ἐλευθερίαι καὶ αἰχμαλώτων ἐπαναρρύσεις
κατὰ τόπον ἐγένοντο, χαραὶ δὲ καὶ εὔκλειαι καὶ τιμαὶ τῇ πάσῃ συγκλήτῳ εἰς κόρον
ἐδίδοντο· τὰ τέκνα τῆς ἑπταλόφου στεφηφοροῦντα τοῖς ἄνθεσιν ὕμνους τῷ βασιλεῖ προσεπῇδον,
πόλεις πᾶσαι καὶ χῶραι χαρμονικῶς ἐπεκρότουν καὶ βασιλεὺς ἀξίως ὑπὸ τοῦ υἱοῦ ἐτιμᾶτο
καὶ ὁ χρόνος ἐν ἀγαθοῖς τὴν εὐημερίαν παρέχων τὴν δαψιλῆ χορηγίαν τοὺς οἰκήτορας
τῆς πόλεως ἐπρυτάνευεν. οἱ δὲ πιστοὶ βασιλεῖς, τῆς ἐκκλησίας ὀρθοτομούσης,
[p. 7] δικαίως καὶ ἐννόμως τὰ σκῆπτρα τῆς βασιλείας διεῖπον. καὶ τούτων πάντων οὕτως
ἐχόντων, οὐ μετὰ πολὺν χρόνον ἡ θεοφιλὴς καὶ θεία αὐγούστα, ἡ μήτηρ τοῦ νέου καὶ
σύμβιος τοῦ πιστοῦ Βασιλείου, τέλει τοῦ βίου χρησαμένη πρὸς κύριον ἐξεδήμησεν. καὶ
ὁ μὲν ἄναξ Βασίλειος τὴν διάζευξιν αὐτῆς ὠδύρετο, ὁ δὲ υἱὸς καὶ βασιλεὺς πάνσοφος
Λέων τὴν στέρησιν τῆς μητρὸς ἐδυσφόρει, ἡ νέα δὲ αὐγούστα καὶ νύμφη τῆς δευτέρας
μητρὸς καὶ φαιδρᾶς κηδεστρίας τὸν χωρισμὸν προσεπένθει. καὶ αὖθις ὁ βασιλεὺς τῇ
νέᾳ νύμφῃ αὐγούστῃ τὴν ἀρχὴν τῆς ἐξουσίας ἐγχειρίζει καὶ τὸν τῆς μητρὸς ἀναπληροῦν
παρακελεύεται τόπον· καὶ εἰς τὰ βασίλεια ταύτην ἱδρύσας, ὡς πατὴρ γνήσιος τὴν αὐτοῦ
φιλοστοργίαν ἐδείκνυε.
12. ὁ δὲ ἀεὶ τὴν κακίαν τεκταίνων διάβολος, ὁ εὑρετὴς τοῦ ψεύδους καὶ τῆς ἀληθείας
ἐχθρός, ὁ ἀεὶ πολεμῶν τὴν ἀνθρωπίνην φύσιν, εἰς φθόνους καὶ φόνους ταύτην ἐμβάλλει.
μὴ φέρων τὸ εἰρηνικὸν ἦθος τοῦ εὐσεβοῦς βασιλέως, ἀλλὰ σπεύδων αὐτὸν εἰς ταραχὰς
καὶ ματαίας φροντίδας εἰσαγαγεῖν, εἰσέρχεται εἰς τὴν καρδίαν τοῦ ἀββᾶ Θεοδώρου,
τοῦ διὰ τὸν τόπον Σανταβαρηνοῦ προσκληθέντος, μᾶλλον δὲ διὰ τὸν τρόπον Σατᾶν Βαριησοῦς
ὀνομασθέντος, τὸν τηνικαῦτα μὲν τῷ βασιλεῖ γνωστὸν πεφηνότα, μετ᾿ οὐ πολὺ δὲ ἐχθρὸν
καὶ ἀλαζόνα διὰ κακίαν ὀφθέντα· καὶ τούτου τὴν καρδίαν πρὸς φόνον ἀνάπτει καὶ τὴν
γλῶτταν πρὸς λοιδορίας ὀτρύνας, δόλους καὶ συκοφαντίας συρράπτειν κατὰ τοῦ νέου
διδάσκει καὶ διάβολον αὐτὸν ἐρεθίζει γενέσθαι τῆς τοῦ νέου ἄνακτος ἱερᾶς πολιτείας,
ἵνα διὰ τῶν ἐκείνου ἀθέων ῥημάτων τῆς φιλοτεκνίας τὸν πόθον σκελίσας καὶ τὸν παῖδα
τῶν πατρικῶν σπλάγχνων ἐκσπάσας· διὸ καὶ δόλους καὶ συκοφαντίας κρυφίως συρράπτειν
καὶ συλλέγειν ἐπιχειρεῖ, καὶ τὴν εὐμενῆ καὶ πραεῖαν ψυχὴν διὰ κακίας πειρᾶται ταράττειν,
καὶ λόγοις αἰσχίστοις σκώπτειν τὸν ἄκακον ἐπιχειρεῖ, καὶ παραίτιον αὐτὸν εἶναι λέγει
τοῦ πατρῴου θανάτου, ἐπίβουλόν τε καὶ τῆς ζωῆς στηλιτεύει καὶ, ἁπλῶς εἰπεῖν, ἐχθρὸν
καὶ πολέμιον καὶ ἀντάρτην τὸν πρᾶον καὶ ἥσυχον καὶ εἰρηνικὸν διαβάλλει· τὸν γὰρ
φθόνον ἐν τῇ καρδίᾳ ὠδίνας, τὸν φόνον ἐργάσασθαι ἐμελέτα· οὐ γὰρ ἐπαύσατο νύκτα
καὶ ἡμέραν ὡς ὄφις τὸν ἰὸν προσεκχέειν εἰς τὰ ὦτα τοῦ δικαίου καὶ ἀγαθοῦ βασιλέως,
μέχρις ὅτου αὐτοῦ τὴν φιλότεκνον γνώμην εἰς ὀργὴν κατὰ τοῦ υἱοῦ καὶ βασιλέως ἐπῆρε·
τὸ χρηστὸν γὰρ ἦθος τῆς δικαίας ἐκείνης ψυχῆς διαλύσας, ἐκμανῆ τὸν πατέρα πρὸς τὸν
υἱὸν ἀπεργάζεται καὶ τούτου τὰ σπλάγχνα διὰ κακίας συγκλείσας, τῆς φύσεως ἐπιλαθέσθαι
παρασκευάζει· εἰώθασι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαὶ
[p. 8] διαφθείρειν, καθάπερ καὶ ῥανὶς ἐνδελεχοῦσα κοιλαίνει πέτραν. διὸ καὶ ἀκρίτως,
μᾶλλον δὲ ἀνεξετάστως εἰπεῖν, τὸν υἱὸν καὶ ἀγαθὸν βασιλέα Λέοντα τῆς ἀρχῆς ἀπορρίπτει·
καὶ ἀποκήρυκτον αὐτὸν τῆς βασιλείας ποιήσας, ὡς ἐν εἱρκτῇ τινι, ἑνὶ κοιτῶνι ἀπρεπῶς
κατακλείει, μηδένα ἄλλον μετ᾿ αὐτοῦ συγχωρήσασθαι διάγειν κελεύσας, πλὴν τῆς γαμετῆς
αὐτοῦ καὶ τοῦ τέκνου. τῇ γὰρ ἐνδείᾳ τῶν χρειῶν αὐτοὺς συμπεδήσας, φυλάττεσθαι αὐτοὺς
παρὰ τῶν ἐναντίων κελεύει, μέχρις ὅτου τὰ κατ᾿ αὐτὸν ἐξετάσας τοῖς οἰκείοις χρήσηται
νόμοις.
13. τούτων οὕτως κατὰ συγχώρησιν θείαν τελεσθέντων, ὁ μὲν ἐχθρὸς καὶ ἀποστάτης ἀββᾶς
Θεόδωρος (ἀνάξιος μὲν τοῦ βῆτα, ἐπάξιος δὲ τοῦ μῦ διὰ τὴν κακίαν) ἔχαιρεν, ἐκρότει,
φανερῶς μὲν τὸ δοκεῖν ἀγαλλόμενος, κρυπτῶς δὲ δεδιὼς καὶ ὡς Κάϊν κλονούμενος, μή
πως ὁ τῆς κακίας αὐτοῦ διαγινωσκόμενος τρόπος εἰς ἄμυναν καὶ ἀνταπόδοσιν τὸν πατέρα
καὶ βασιλέα κινήσῃ. ὁ δὲ πραῢς καὶ ἄκακος καὶ ἀγαθὸς Λέων ὁ ἄναξ, ὡς ἐν εἱρκτῇ τῷ
κοιτῶνι συγκεκλεισμένος καὶ τὴν τοῦ πατρὸς ὀργὴν ὡς Θεοῦ ἀπειλὴν ὑπομένων, ὡς υἱὸς
πατρὶ ὑπήκοον μέχρι θανάτου ἑαυτὸν παρεδίδου, ἤσχαλλε δὲ καὶ ἐδυσφόρει τὴν χρείαν
τῶν ἀναγκαίων στερούμενος· βλέπων γὰρ τὴν γαμετὴν καὶ τὴν παῖδα δι᾿ αὐτὸν μετ᾿ αὐτοῦ
τῇ εἱρκτῇ συγκλεισθέντας, τὴν ψυχὴν πλέον διεπρίετο καὶ τὸ ὄμμα πρὸς Θεὸν συχνῶς
ἀτενίζων σὺν δάκρυσι, τὸ πρόσωπον τοῖς γόνασι κατακρύπτων, ἀλαλήτῳ φωνῇ σιγῶν τὸν
Θεὸν εἰς βοήθειαν ἐξεζήτει. ἡ δὲ τούτου γαμετή, ἡ ἁγία Θεοφανώ, ἡ ὄντως νέα Σάρρα,
ἡ τῷ Ἀβραὰμ ἐν πάσαις ταῖς θλίψεσι συναλγοῦσα, ἡ δευτέρα ὀφθεῖσα Ῥεβέκκα διὰ τὸν
τρόπον, ὡς ἐκεῖναι τοίνυν, οὕτω καὶ αὐτὴ τὸν τίμιον καὶ πιστὸν ὑπαλείφουσα ἄνδρα
εὐθυμεῖν καὶ εὐχαριστεῖν καὶ ἀγάλλεσθαι προσπαρῄνει· τὴν γὰρ οἰκείαν θλίψιν καὶ
τὴν τῆς παιδὸς δυσπάθειαν ἐν δευτέρῳ θεμένη, τῷ ἀνδρικῷ αὐτῆς φίλτρῳ τὸν νοῦν πτερωθεῖσα,
παραμυθητικοῖς λόγοις θεραπεύειν αὐτοῦ ἐπειρᾶτο τὴν θλίψιν.
14. ὅθεν καὶ τὸ τίμιον καὶ ἱερὸν ἑαυτῆς ὑπανοίξασα στόμα καὶ ταῖς χερσὶν αὐτοῦ τῆς
χειρὸς λαβομένη, παραμυθητικοῖς ῥήμασι τοιούτοις πρὸς αὐτὸν ἀνεφώνει· «μὴ ἀθυμήσωμεν,
ὦ τίμιε ἄνερ αὐθέντα καὶ βασιλεῦ, μηδὲ τὴν εὐεργεσίαν ταύτην εἰς θλίψεως ἀφορμὴν
λογισώμεθα καὶ μηδὲν ἀγεννὲς ἢ διανοηθῆναι ἢ πρᾶξαι ἢ φθέγξασθαι· γενώμεθα ὑπήκοοι
τῷ πατρὶ μέχρι θανάτου· οὐκ ἄλλος ὁ ἡμῖν ὀργιζόμενος, πατήρ ἐστι τῇ φύσει, εἰ καὶ
δεσπότης κατὰ πρόνοιαν
[p. 9] πέλει. οὐκ εἰς τέλος δὲ ὀργισθήσεται, οἶδα, οὐ συγκλείσει τὰ σπλάγχνα, εἰ
καὶ πρὸς μικρὸν παρωξύνθη. οὐκ ἐπιδύνει ὁ ἥλιος ἐπὶ τῇ αὐτοῦ ἐκχυθείσῃ εἰς ἡμᾶς
κακίᾳ. τὸν θεὸν εἰς βοήθειαν ἐκζητήσωμεν, τὴν αὐτοῦ μητέρα καὶ θεοτόκον εἰς πρεσβείαν
ὑπὲρ ἡμῶν προβαλώμεθα, τοὺς ἁγίους ἅπαντας συνικέτας ἡμῶν γενέσθαι παρακαλέσωμεν·
ἐμβλέψωμεν εἰς ἀρχαίας γενεὰς καὶ ἴδωμεν, τίς ἐπίστευσε τῷ θεῷ καὶ κατῃσχύνθη ἢ
τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ὑπερεῖδεν αὐτόν· μικροὶ οἱ πειρασμοί, ἀλλὰ μεγάλοι
οἱ οἰκτιρμοὶ τοῦ θεοῦ ἡμῶν. ὀδυνηρὰ καὶ ἐπονείδιστος ἡ εἱρκτή, ἀλλ᾿ ἡ κρίσις τοῦ
θεοῦ καὶ ἡ ἐπισκοπὴ ἀσφαλής. ζητήσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει τῶν πεπραγμένων,
καὶ αὐτὸς τὴν ὀδύνην τῶν ἀλγεινῶν διαλύσει· δῶμεν δόξαν τῷ κράτει αὐτοῦ εὐχαρίστως,
καὶ αὐτὸς ἡμᾶς ἀντιδοξάσει ἐνδόξως· εἰ γὰρ καὶ πειρασθῆναι ἡμᾶς πρὸς μικρὸν συνεχώρησε,
τάχα παιδεύων ἡμᾶς τοῦ γενέσθαι αὐτοῦ μαθητάς, ἵνα διὰ τῶν ἔργων τὰς θλίψεις γευσάμενοι
τὴν συμπάθειαν δῶμεν τοῖς πάσχουσιν. οὐκ οἶδας, ὅτι βασιλεὺς ἀπὸ μήτρας ἐχρίσθης
οὐκ οἶδας, ὅτι διαδήματι βασιλικῷ ἐκοσμήθης ἔγνως, ὅτι πορφυρίδι καὶ τρυφῇ καὶ κολακείᾳ
ἐκ βρέφους συνανεστράφης καὶ οὐδὲν δυσχερὲς ἔστι ἐν τῷ βίῳ. θλίψιν οὐκ ἔγνως, πενίαν
οὐκ οἶδας, θυμὸν δικαστῶν οὐχ ὑπέστης, δεσπότου ἀγανάκτησιν οὐ κατεῖδες, πένητος
διαγωγὴν οὐ γινώσκεις, ἐνδείας φύσιν οὐκ οἶδας, δεσμωτηρίων πύλας οὐκ ᾔσθου, μαστίγων
μωλώπων οὐκ ἐπειράθης, καὶ δυσχερὴς ἡ μικρὰ αὕτη καταφαίνεταί σοι θλίψις. ἀλλὰ μὴ
ὀλιγώρει παιδείας κυρίου μηδὲ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος,
παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται. μὴ οὕτως καταβαπτίζου τῇ θλίψει.
οὐδὲν ἀγεννὲς εἰς ἡμᾶς ὁ πατὴρ διεπράξατο, οὐδὲν ἄνομον εἰς ἡμᾶς ὁ πατὴρ διεπράξατο,
οὐδὲν ἄνομον εἰς ἡμᾶς ἐνεδείξατο· φιλῶν τάχα παιδεύει· ὁ γὰρ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ
ἐπιμελῶς παιδεύει καὶ συνεχεῖς μάστιγας ἐπ᾿ αὐτῷ ἐπιφέρει, ἵνα ἐπ᾿ ἐσχάτων ἐπ᾿ αὐτῷ
εὐφρανθῇ. τούτου δὴ χάριν, ὦ τίμιε ἄνερ αὐθέντα καὶ βασιλεῦ, εἰς ἡμᾶς ὁ πατὴρ οὕτω
πως διετέθη. τάχα δὲ καὶ τῆς οἰκείας βασιλείας κληρονόμους ἡμᾶς καταλεῖψαι βουλόμενος
προγυμνάζει τὴν θλίψιν· συγχωρεῖ δὲ ἡμᾶς ὁ θεὸς τοῦτο παθεῖν, ὡς προγινώσκων τὰ
μέλλοντα, ἵνα ἐν καιρῷ τῆς ἡμῶν ἑτέρας εὐδοξίας, τὴν θλίψιν τῆς ἀδοξίας εἰς μνήμην
κατέχοντες, τοῖς ὑπηκόοις εὐμενῶς ἐν συμπαθείᾳ χρησώμεθα καὶ γνῶμεν διὰ τῆς πείρας,
ὅτι ὀργὴ βασιλέως ὡς ὁρμὴ λέοντος, καὶ πράως καὶ ἡσύχως καὶ δικαίως τὰ σκῆπτρα τῆς
[p. 10] ἀρχῆς διιθύνωμεν.» ταῦτα καὶ πλεῖστα τούτων ἡ ἁγία Θεοφανὼ σοφῶς ἀεὶ τῷ
τιμίῳ ἀνδρὶ καὶ βασιλεῖ παραινοῦσα ὡς νέα Εἰσδανδοὺλ τὴν θλίψιν τοῦ ἰδίου ἀνδρὸς
ἐθεράπευεν. καὶ προθυμοτέρως αὐτὸν εἰς εὐχὰς διεγείρουσα, νυκτὸς καὶ ἡμέρας τῷ θεῷ
ἐν δάκρυσιν εὐχαριστεῖν καὶ προσεύχεσθαι παρεσκεύασε· «θέλημα τῶν φοβουμένων αὐτὸν
ποιῶν κύριος καὶ τῆς δεήσεως αὐτῶν ὑπακούων καὶ σῴζων αὐτούς, ὁ ἐγγὺς πᾶσι τοῖς
ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ πέλων καὶ ἀεὶ προφθάνων τοὺς ἐν φόβῳ καὶ ἐξομολογήσει
αὐτὸν ἐκζητοῦντας, οὐχ ὑπερεῖδεν αὐτῶν τὰς αἰτήσεις οὐδὲ ἐμάκρυνε τὸ ἔλεος αὐτοῦ
ἐξ αὐτῶν, ἀλλ᾿ ἐτάχυνε τοὺς οἰκτιρμοὺς αὐτοῦ ἐπ᾿ αὐτούς.»
15. ἐν μιᾷ δὲ νυκτὶ καθευδόντων αὐτῶν ἀπὸ τῆς ἱερᾶς αὐτῶν ἑσπερινῆς δοξολογίας,
ἐπέστη αὐτοῖς κατ᾿ ὄναρ νεανίας τις, στρατιωτικὴν στολὴν ἠμφιεσμένος, ἐν μὲν τῇ
δεξιᾷ χειρὶ δόρυ κατέχων, τῇ δὲ εὐωνύμῳ ἀσπίδα. καὶ τοῦτον οἱ γεννάδες ἰδόντες,
φόβῳ καὶ δέει περισχεθέντες ἔδοξαν, ὅτι ἐκ τοῦ βασιλέως ἐπέμφθη πρὸς ἀναίρεσιν τούτων·
τρόμῳ δὲ πολλῷ πρὸς τὴν γῆν πεπτωκότες αὐτὸν προσκυνεῖν ἐπεχείρουν καὶ τοῖς ποσὶν
αὐτοῦ προσδραμόντες ἔδοξαν αὐτὸν ἱκετεύειν μὴ ἄωρον αὐτοῖς τὸν θάνατον ἐπενεγκεῖν.
ὁ δὲ ὁραθεὶς νεανίας χαριέντως τούτους προφθάσας καὶ τὴν προσκύνησιν διὰ τοῦ λόγου
κωλύσας, ἐπιεικῶς προσμειδιῶν πρὸς αὐτοὺς ἔφη· «μὴ θροεῖσθε, φίλοι· εἰρηνικός εἰμι
καὶ οὐκ ἐκ τῶν ἐναντίων. μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ διαλογισμοὶ ἀναβαίνοντες
ἐκ τῶν καρδιῶν ὑμῶν καὶ ὑμᾶς ἐκταράττωσιν· οὐ γὰρ ἐξ ἐμαυτοῦ ἧκον ἐνταῦθα, ἀλλ᾿
ὑμεῖς ἐκ Θεσσαλονίκης ἐλθεῖν ἐποιήσατε· ὁ γὰρ ἀποστείλας με κύριος πρὸς ὑμᾶς αὐτὸς
καὶ τῆς δεήσεως ὑμῶν ὑπακούσας ἐκεῖθεν πρὸς ὑμᾶς ἐξαπέστειλεν. θαρσεῖτε λοιπὸν καὶ
ἀγάλλεσθε· οἱ ἐχθροὶ ὑμῶν συνεποδίσθησαν καὶ ἔπεσον, ὑμεῖς δὲ ἀνέστητε καὶ ἀνορθώθητε·
ἡ γὰρ βοήθεια ὑμῶν ἐν ὀνόματι κυρίου σωτῆρος ἡμῶν ἐγένετο· τῆς γὰρ εὐχῆς ὑμῶν ἐπακούσας
ὁ κύριος τῷ πατρὶ καὶ δεσπότῃ τὰ περὶ ὑμῶν ἀπεκάλυψε καὶ τὴν ματαίαν ἀκοήν, ἣν ἐκ
τοῦ ἀλαζόνος ἐδέξατο, εἰς οὐδὲν ἐλογίσατο. καὶ ἰδοὺ πάλιν δοξάσει ὑμᾶς τῇ δόξῃ,
ᾗ ἐγεννήθητε, καὶ κληρονόμους τῆς αὐτοῦ βασιλείας ὑμᾶς καταλείψας πρὸς κύριον ἐκδημήσει.
χαίρετε ἐν κυρίῳ, πάντοτε χαίρετε, τὸ ὑπήκοον ὑμῶν εὐμενῶς καὶ δικαίως καὶ σοφῶς
διιθύνοντες.» καὶ ταῦτα εἰπὼν ἀφανὴς ἐκ τούτων ἐγένετο. διυπνισθέντες δὲ καὶ ἔμφοβοι
γενόμενοι ἐδόκουν βλέπειν αὐτὸν τῇ ἀληθείᾳ αὐτοῖς
[p. 11] παριστάμενον· καὶ μικρὸν πάλιν εἰς ἑαυτοὺς ἐπανελθόντες τὰ τῆς ὀπτασίας
διηγοῦντο ἀλλήλοις· καὶ μικρὸν ὥσπερ ἔκ τινος ἀχθοφόρου βάρους κουφισθέντες ἐν γαλήνῃ
τὰς ψυχὰς αὐτῶν ἐλογίζοντο καθιστάναι. χαρᾶς δὲ καὶ θυμηδίας πνευματικῆς ἐμπλησθέντες
δόξαν καὶ αἶνον καὶ εὐχαριστίαν καὶ προσκύνησιν τῷ θεῷ μετὰ δακρύων ἀνέπεμψαν.
16. ὀλίγου δὲ χρόνου παρῳχηκότος, ὁ ἄθεος Θεόδωρος, ὁ αὐτῶν διάβολος καταστάς, ὁ
νέος Ἀμὰν καὶ Ἰαννῆς καὶ Ἰαμβρῆς διὰ τῶν ἔργων ἀναφανείς, προσῆλθε τῷ μεγάλῳ καὶ
χρηστῷ βασιλεῖ Βασιλείῳ, αἰτῶν καὶ λέγων, ἀποσταλῆναι αὐτὸν εἰς τὰ ἴδια ἁψόμενον
τῶν οἰκείων πραγμάτων καὶ τῆς πατρίδος. βλέπων γὰρ τὴν νόσον τοῦ ἄνακτος Βασιλείου
ἐπικρατεστέραν τοῦ σώματος γενομένην καὶ δεδιώς, μή πως ὁ συμπλακεὶς παρ᾿ αὐτοῦ
δόλος εἰς τοὐμφανὲς διά τινος ὑποθέσεως ἔλθῃ καὶ ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ
ὑποστρέψῃ καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο, σπουδῇ τῆς πόλεως ἐξελθεῖν ἐπειρᾶτο.
οὗ δὴ ἕνεκα τρόπου τῶν βασιλείων ψήφῳ θεοῦ ἀπελαθείς, πρὸς τὴν οἰκείαν πατρίδα τὴν
πορείαν ἐποίει. αὐτοῦ δὲ τῆς τῶν βασιλείων αὐλῆς χάριτι θείᾳ πρὸς μικρὸν ἀποστάντος,
Στυλιανὸς ὁ τηνικαῦτα πρωτοσπαθάριος καὶ ἑταιρειάρχης ὑπάρχων, ὁ ἐπίκλην Ζαούτζης,
καιροῦ εὐθέτου λαβόμενος ὥραν, ὡς ἅτε καὶ σωματοφύλαξ ὑπάρχων τοῦ βασιλέως, πάντα
φόβον καὶ τρόμον ἐκ ψυχῆς ἀπορρίψας καὶ τῷ θεῷ μόνῳ τὴν αὐτοῦ βούλησιν ἀναθείς,
τόλμῃ χρησάμενος θείᾳ καὶ πρὸς τὸν εἰωθότα αὐτῷ ἐπιστὰς τόπον, τῇ συνήθει χρησάμενος
παραστάσει, θλιβερῷ σχήματι ἑαυτὸν σχηματίσας καὶ τὴν μίαν παρειὰν τῆς ὄψεως αὐτοῦ
χειροκρατήσας, τὴν κεφαλὴν δὲ ὅλην πρὸς τὴν γῆν ἀποκλίνας, τοῖς δάκρυσι τὸ πρόσωπον
αὐτοῦ καταβρέχων, κεχηνὼς πρὸς τὴν γῆν ἀφεώρα καὶ στεναγμοῖς ἀλαλήτοις πρὸς ἑαυτὸν
κατοιμώζων ἐγκάρδιον λύπην τὸ δοκεῖν ἐπεδείκνυε.
17. τοῦ δὲ πιστοῦ βασιλέως ἐκ τοῦ λαμπροῦ κοιτῶνος αὐτοῦ ἐξελθόντος καὶ τοῦτον ἐν
τοιούτῳ σχήματι ἑωρακότος καὶ τὴν αἰτίαν τοῦ σχήματος μαθεῖν βουληθέντος, εἰπεῖν
πρὸς αὐτὸν ἐπιεικῶς τοιάδε· «τί σοί ἐστιν, Αἰθίοψ, ὅτι πενθῶν καὶ σκυθρωπάζων εἰς
τὸ ἐμὸν ταμεῖον εἰσῆλθες καὶ ἐν τοιούτῳ σχήματι ἀπρεπεῖ παραστῆναί μοι ἧκες τίς
δὲ καὶ ὁ τρόπος τῶν οἰμωγῶν καὶ δακρύων, ὧν ἐκ βάθους καρδίας ἐκ τῶν ὀφθαλμῶν σου
ἐκφέρεις μή τι γε δυσχερὲς πρᾶγμα τῇ πολιτείᾳ συνέβη ἢ ἅλωσις πόλεως ἢ χώρας ἐγένετο»
ὁ δέ φησι πρὸς αὐτόν· «εἴθε, ὦ κράτιστε ἄναξ, ταῦτα συνέβη γενέσθαι καὶ μὴ τὸ φῶς
τοῦ κόσμου ὑπὸ τὸν μόδιον τεθὲν ἀπεσβέσω.» ὁ δὲ μὴ συνιεὶς τοῦτο, τὴν ἀπόκρισιν
[p. 12] ἐπιμελῶς αὐτὸν ἐρωτᾶν ἐπεχείρει· «φράσον τίς ὁ λόγος καὶ τίνος χάριν ταῦτά
μοι λέγεις καὶ πράττεις» ὁ δὲ πάλιν πρὸς αὐτὸν ἔφη· «τὸ φῶς ἐκ τῶν ὀφθαλμῶν ἐπήρθη
καὶ τὸν ἥλιον βλέπω πρὸς δυσμὰς ἀπιόντα καὶ στένω, μήπως ἀμφοτέρων ἀφανισθέντων
τελείως πηρωθῶ μου τὰς ὄψεις.» καὶ ὁ βασιλεὺς πρὸς αὐτόν· «δι᾿ αἰνιγμάτων πειρᾶσαί
με δοκιμάζειν καὶ τὸ σαφὲς τῶν λέξεων οὐ δηλοῖς με» ὁ δὲ πρὸς αὐτόν· «καὶ ποίᾳ τόλμῃ
χρησάμενος τὰ ἐκ πολλῶν λαλούμενα καὶ θρυλλούμενα σαφῶς σοι ἐξείπω δέδοικά σου τὸν
φόβον, τὴν ἀπειλήν σου πτοοῦμαι καὶ τὸν θυμόν σου αἰδοῦμαι· ἀλλὰ τὸν θυμόν σου πραότητι
μίξας, τὴν εὐμενῆ ἀκοήν σου τοῖς ἐμοῖς χείλεσι μὴ ὀργισθῆναι ποιήσῃς.» ὁ δέ φησι·
«λέξον ἀφόβως ἃ βούλει· καὶ φράσον ἀπεριέργως τὴν δήλωσιν τῶν σῶν νοημάτων.»
18. ὁ δὲ μέγα στενάξας καὶ δάκρυσιν ἀσχέτοις τοὺς ὀφθαλμοὺς ἐμπλησθείς, πρὸς τὸν
ἄνακτα Βασίλειον ἔφη· «ἤκουσταί σοι, δέσποτα, τὰ ἐκ τῆς συγκλήτου ἁπάσης καὶ τῆς
πολιτείας λεγόμενα ῥήματα» ὁ δέ φησι· «ποῖα» αὐτὸς δὲ πάλιν· «ἅπερ κατὰ σοῦ φάσκοντες
σκώπτουσί σου τὸ κράτος.» ὁ δὲ συσχεθεὶς ἀγωνίᾳ καὶ ὄψει ἐρυθριάσας, λαβὼν αὐτοῦ
τῆς χειρὸς πρὸς τὸ ἐσώτερον ταμιεῖον κατ᾿ ἰδίαν εἰσέδυ· καὶ τοῦτον ἐπιμελῶς ἐξετάζων
ἐδόκει τινὰ στάσιν καὶ ἀνταρσίαν δι᾿ αὐτοῦ κινηθῆναι· καὶ γάρ φησι πρὸς αὐτόν· «μή
τι νεωτερικὸν κατ᾿ ἐμοῦ ἐστρατεύθη» ὁ δέ φησι· «μὴ γένοιτο, δέσποτα, τοῦτο ἢ γενέσθαι
ἢ βουληθῆναι· ἀλλὰ μᾶλλον σχεδὸν πάντες τὴν σὴν ἀποκλαίονται ἀπουσίαν καὶ θλίψις
αὐτοὺς οὐχ ἡ τυχοῦσα πιέζει, ὅτι αὐτὸς μὲν νόσῳ περιπεσὼν καὶ τῷ γήρᾳ χάριτι θείᾳ
προβαίνων, τὸν ἐκ τῶν σῶν τιμίων λαγόνων φυέντα βλαστόν, ματαίας φωνῆς ἐπακούσας,
πρὸ τοῦ ἐκσπασθῆναι ξηρὸν ἀπειργάσω, καὶ ἀποκήρυκτον αὐτὸν τῆς βασιλείας ποιήσας
ἐν εἱρκτῇ ἐπὶ ἀφώνῳ κατέχεις· καὶ πᾶσα ἡ σύγκλητος ἅμα τῇ πόλει καταβοᾷ σου τοῦ
κράτους, ὅτι ἀθέῳ ἀνδρὶ καὶ τῆς σῆς σωτηρίας ἐχθρῷ προσπεισθεὶς τὸ φῶς τοῦ κόσμου
τὸ ἐκ θεοῦ τοῖς πᾶσι δοθὲν ὑπὸ τὸν μόδιον ἀποκρύβεις.» ταῦτα οὖν ἀκούσας ὁ βασιλεὺς
καὶ σύνδακρυς γενόμενος καὶ μικρὸν πρὸς ἑαυτὸν συσχεθεὶς ἔφη· «μή τοί γε καὶ αὐτὸς
τῆς ἐκείνου συμμορίας βουλευτὴς κατεστάθης» ὁ δὲ πρὸς αὐτόν· «εἴθε πάντες οἱ κατὰ
σοῦ βουλευόμενοι ὡς αὐτὸς κἀγὼ γεγόνασι.» καί φησι· «καὶ ποίῳ λόγῳ ταῦτα ὁ ἀββᾶς
Θεόδωρος πληροφορηθεὶς ἐμοὶ προκατήγγειλε» ὁ δέ φησι πρὸς αὐτόν· «ὅτι ταῦτα πάντα
ἐκεῖνος κατὰ σοῦ ἐμελέτησε δρᾶσαι καὶ δεδιὼς τὴν ἐκ τοῦ υἱοῦ σου γενησομένην ἐκδίκησιν,
πρῶτον τοῦτον ἐκσπάσαι διενοήθη· τὴν γὰρ αὐτοῦ ἔνεδραν καὶ κρυπτὴν ἐργασίαν ὁ υἱός
σου προδηλωθείς, ἐκεῖνον ἐκ τῆς τοιαύτης ἀναστεῖλαι μανίας σπεύδων καὶ ἐν κρυφῇ
αὐτὸν διελέγξας, ---κατ᾿
[p. 13] αὐτοῦ τὴν κατηγορίαν συνῆξε. καὶ εἰ ἀνεξικάκως τὰ περὶ αὐτοῦ ἐκζητήσεις,
εὕροις ἂν τὴν ἀλήθειαν οὕτως προσαχθεῖσαν καὶ τῆς ἐκείνου προπετείας οὐ μικρῶς καταμέμψῃ.»
19. τῆς δὲ ἐτησίου μνήμης τοῦ θεσπεσίου Ἠλιοῦ τοῦ προφήτου καταλαβούσης, ὁ βασιλεὺς
τοῖς λόγοις τοῦ ἀνδρὸς ἐν τῇ καρδίᾳ αὐτοῦ θέμενος τὸν υἱὸν καὶ βασιλέα Λέοντα σὺν
αὐτῷ προελθεῖν ἐβουλεύετο· διενοεῖτο γὰρ ἐν ἑαυτῷ λέγων ὅτι· «ἐὰν πάλιν χωρὶς τῆς
ἐκείνου παρουσίας προέλθω, ὁ λαὸς κατ᾿ ἐμαυτοῦ οὐ μικρὸν ἀνακύψει.» τῇ δὲ ἑσπέρᾳ,
ἐν ᾗ εἰώθει τὸν ναὸν τοῦ προφήτου διὰ χρυσοπάστων πέπλων κατακοσμεῖν, προσκαλεσάμενος
τὸν προρρηθέντα Στυλιανόν, δι᾿ αὐτοῦ τὴν συμπάθειαν καὶ συγχώρησιν τῶν οὐχ ἡμαρτημένων
τῷ υἱῷ ἀποστέλλει· ἅμα δὲ καὶ βασιλικὰς δίδωσι στολὰς αὐτῷ προσκομίσαι <καὶ> τὴν
εἰς αὔριον αὐτῷ ἐπαγγείλασθαι θεωρίαν. οὗ δὴ λόγου τοῖς πᾶσιν ἐξακουσθέντος καὶ
φήμης οὐ μικρᾶς γεναμένης, ἡ πᾶσα πόλις τῷ θεῷ ὁλονύκτως ηὐχαρίστει. πρωΐας δὲ γενομένης,
προσκαλεσάμενος αὐτὸν ὁ πατὴρ τὸ τῆς βασιλείας αὐτῷ δίδωσι στέφος· καὶ κείρασθαι
αὐτοῦ τὴν κόμην κελεύσας, συμπαρεδρεύειν αὐτῷ ὡς ἀεὶ διατάττει. ὃ δὲ συνέβη γενέσθαι
ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἐν ᾗ ὁ φωστὴρ τῆς βασιλείας Λέων τὸ ἴδιον ἀπελάμβανε φάος, οὐ
δίκαιον ἡμᾶς σιωπῇ παραπέμψαι. τῆς γὰρ φήμης εἰς τὰ ὦτα τοῦ λαοῦ ἀκουσθείσης καὶ
σχεδὸν πάσης τῆς ὑφηλίου πρὸς τὸν ναὸν τῶν Ἀσωμάτων συναγερθείσης καὶ τῆς συνήθους
προελεύσεως ἐκ τῶν ἄνω πρὸς τὸν μέγαν ναὸν κατιούσης, ἦν ἰδεῖν πάντας ὡς ἐν μιᾷ
κεφαλῇ κεχηνότας καὶ τοὺς ἑαυτῶν ὑποκλίναντας αὐχένας καὶ τὰ ὄμματα πρὸς τὴν κάθοδον
πηγνυμένους καὶ τὴν ἄφιξιν τοῦ νεαλοῦς καὶ νικητοῦ βασιλέως ὡς ἄλλου ἀνίσχοντος
ἡλίου ἀπεκδεχομένους· τοῦ γὰρ πατρὸς καὶ βασιλέως τὴν προπομπὴν ποιουμένου, ὡς δίκην
ἀστέρων ἐκλάμπων Λέων ὁ ἄναξ ἑπόμενος τῷ ἰδίῳ πατρὶ καὶ βασιλεῖ, ἡνίκα δὲ ἡ αὐτοῦ
παρουσία πρὸς τὸν λαὸν ἀνεφάνη, ὁ περιεστὼς ὄχλος ὡς ἐκ συνθήματος ἑνὸς καὶ μιᾶς
φωνῆς ἀνακράξας τὴν Ϡδόξα σοι, κύριεϠ φωνὴν ἐξεφώνησεν· ἐξ ἧς φωνῆς ὁ βασιλεὺς καὶ
πατὴρ μικρὸν δειλιάσας εἰς τὰ βασίλεια πάλιν ἐπανελθεῖν ἐπεχείρει, εἰς ἑαυτὸν δὲ
πάλιν ἐπανελθὼν καὶ τὴν εὐγνώμονα πίστιν τοῦ λαοῦ θαυμάσας πρὸς ἔπαινον τῶν ὑπηκόων
ἐτράπη. ἐπιστραφεὶς δὲ ἅμα πάλιν μετὰ τοῦ υἱοῦ καὶ βασιλέως, τὴν χεῖρα μετὰ χεῖρας
λαβών, εἰς τὰ ἅγια τῶν ἁγίων τοῦ ναοῦ χαίρων εἰσέδυ· καὶ τῆς ἱερᾶς λειτουργίας ἐκτελεσθείσης,
πρὸς τὰ βασίλεια ἀνελθόντες εἰς δεξίωσιν τοὺς μεγιστᾶνας προσεκαλοῦντο· καὶ πολλῆς
εὐωχίας καὶ ἀγαλλιάσεως
[p. 14] τελεσθείσης, ἡ φιλόχριστος δυὰς ὁμοτίμως καὶ ὁμοδόξως ὑπὸ πάντων ἀνευφημεῖτο.
20. ὀλίγου δὲ χρόνου παρῳχηκότος, ὁ μέγας καὶ πιστότατος βασιλεὺς Βασίλειος νόσῳ
καὶ γήρᾳ καμφθείς, τῇ φυσικῇ κατηπείγετο διαλύσει. γνοὺς δὲ διὰ τῆς πείρας τὴν ἐγγίζουσαν
αὐτῷ πρὸς κύριον τῆς ψυχῆς αὐτοῦ ἐκδημίαν, προσκαλεῖται τοὺς αὐτοῦ τιμίους τρεῖς
παῖδας, Λέοντα καὶ Ἀλέξανδρον τοὺς σκηπτοῦχους καὶ Στέφανον τὸν μετ᾿ ὀλίγον τῇ ἀρχιερατικῇ
διαπρέψαντα δόξῃ, καὶ αὐτοὺς δι᾿ ὁσίων καὶ εὐσεβῶν ὑποστηρίξας λογίων <Λέοντα> αὐτοκράτορα
καὶ κυβερνήτην τῆς βασιλείας χειρίσας, συγκληρονόμον δὲ καὶ συμπράκτορα τὸν αὐτοῦ
συνομαίμονα Ἀλέξανδρον καθιστάνει· προεξάρχειν δὲ καὶ ὑπερέχειν τὰ σκῆπτρα τῆς βασιλείας
τὸν ἄνακτα Λέοντα στερεοῖ. συνῴκει δὲ αὐτῷ καὶ ἡ ἁγία Θεοφανώ, περὶ ἧς ἡμῶν ὁ λόγος
προϊὼν εἰς μακρὰν ἐξήνεκται ἱστορίαν· ἀλλὰ τοῦ κόρου τὸν λόγον καταλείποντος, ἐπ᾿
αὐτὴν ἤδη τὴν διήγησιν τρέψομαι.
21. εἴχετο ἡ βασιλικὴ τιμία ξυνωρὶς τῆς πατρικῆς βασιλείας, συνήπτετο αὐτοῖς καὶ
Θεοφανὼ ἡ αὐγούστα· ἐσχόλαζε δὲ ταῖς θείαις μελέταις ὁ αὐτοκράτωρ, ὁ νέος δὲ Ἀλέξανδρος
τοῖς μαθήμασιν ἠσχολεῖτο· ὁ Στυλιανὸς δὲ μετ᾿ ὀλίγον βασιλειοπάτωρ ἀναγορεύεται
γνώμῃ καὶ προστάξει τοῦ αὐτοκράτορος Λέοντος. τὰς δημοσίας οὖν τῶν πραγμάτων ἐξετέλει
φροντίδας καὶ ἡ ῥωμαϊκὴ πολιτεία δικαίως καὶ ἐννόμως μετ᾿ εὐσεβείας ἐκυβερνᾶτο.
ἡ δὲ ἁγία καὶ ὄντως Θεῷ ἐρασμία Θεοφανὼ ἡ αὐγούστα τὰ βασίλεια περινοστοῦσα τῆς
ψυχῆς σωτηρίας ἐπεμελεῖτο, ὡς χοῦν καὶ κόνιν καταπατοῦσα πάντα τὰ τοῦ βίου τερπνά·
νυκτὸς καὶ ἡμέρας ψαλτρίαις ἀμώμοις καὶ εὐχαῖς ἀεννάοις τὸν Θεὸν θεραπεύουσα, οὐκ
ἐπαύετο ἐλεημοσύναις αὐτὸν ἐκζητοῦσα· τὰ γὰρ ἄνθη τῆς ἁλουργίδος φοροῦσα καὶ τὴν
ἐκτὸς εὐπρέπειαν βασιλικῶς περιβεβλημένη, τοῖς ῥάκεσιν ἔνδον κρυπτῶς κατέτρυχε τὸ
σῶμα· καὶ ἀσκητικὴν ἀγωγὴν αἱρουμένη, τῶν πολυτελῶν τραπεζῶν τὰς στοιβάδας ὡς οὐδὲν
κατεφρόνει· τὴν γὰρ τρυφὴν τῶν ἐδωδίμων προκειμένην ὁρῶσα, τῇ εὐτελεῖ καὶ αὐτοσχεδίῳ
τοῦ ἄρτου καὶ τῶν λαχάνων ἐτρέφετο πανδαισίᾳ. τὰ δὲ ἐν ταῖς χερσὶν αὐτῆς παρεμπίπτοντα
χρήματά τε καὶ κτήματα, τὰ τίμια τοῖς βιωτικοῖς φαντάσματα, τοῖς πένησι διεδίδου.
τῶν δὲ πέπλων τὰ πολυτίμητα εἴδη τοῖς δεομένοις παρεῖχε, χηρῶν δὲ καὶ ὀρφανῶν τὰς
αὐταρκείας ἐπεχορήγει, <τῶν μοναστῶν τὰ εὐτελῆ καταγώγια>
[p. 15] χρήμασι καὶ κτήμασι κατεπλούτει, τῶν οἰκετῶν ὡς ἀδελφῶν προενοεῖτο, οὐ κέκληκέ
τινα ἁπλῷ τῷ ὀνόματι πώποτε, ἀλλὰ πάντων ἐκυριολόγει τὰς κλήσεις, οὐδέποτε εἰς θυμὸν
ἐκινήθη, οὐκ ὠργίσθη ποτὲ οὐ μικρῷ οὐ μεγάλῳ· φθόνος ἢ μῖσος κατὰ τοῦ πέλας οὐδέπω
ἐπὶ τὴν θείαν ψυχὴν αὐτῆς ἀνῆλθεν· οὐκ ἐφθέγξατο ὅρκον διὰ τῆς γλώττης, οὐ ψευδῆ
ῥήματα διὰ τῶν χειλέων αὐτῆς ἐξῆλθον, οὐκ ἐφθέγξατό ποτε κατά τινος λοιδορίαν, οὐκ
ἐπαύσατό ποτε κρυπτῶς πενθεῖν καὶ σκυθρωπάζειν καὶ τὴν στρωμνὴν τοῖς δάκρυσι καταβρέχειν.
22. τῆς γὰρ κλίνης χρυσοϋφάντοις τάπησι κατεστρωμένης, τὸ δοκεῖν ἑσπέρας ἐπ᾿ αὐτὴν
ἀναπαύειν τὸ σῶμα τοῖς οἰκείοις ὡρᾶτο· ἡνίκα δὲ ἡ νὺξ τὴν ἀρχὴν ἐποιεῖτο, τῆς κλίνης
ἀνισταμένη ψιαθίῳ χορτίνῳ καὶ τριχίνοις ῥάκεσιν ἐν τῷ ἐδάφει κειμένοις τὴν ἀνάπαυσιν
ἐποιεῖτο, ὥραν ἐξ ὥρας ἀνισταμένη καὶ τὰς χεῖρας εἰς τὸν ἀέρα διεκπετῶσα καὶ τῷ
θεῷ ἀναπέμπουσα τὰς αἰνέσεις καὶ τὴν τῆς ψυχῆς σωτηρίαν ἐπιζητοῦσα. διὸ καὶ ἐκ τῆς
ἄγαν σκληραγωγίας ἡ σωματικὴ αὐτὴν περιεστοίχισε νόσος. καὶ ὅσον ὁ ἐκτὸς αὐτῆς διεφθείρετο
ἄνθρωπος, τοσοῦτον ὁ ἐντὸς αὐτῆς κατὰ θεὸν ἀνεκαινοῦτο· τὰς γὰρ ἐκ τῶν νόσων τοῦ
σώματος ἀλγηδόνας ὥς τινας εὐεργεσίας λογιζομένη, εὐχαριστεῖν καὶ δοξάζειν οὐ διέλειπεν
τῷ κυρίῳ· τὸ γὰρ ὡραιότατον αὐτῆς καὶ τίμιον σῶμα κατατρυχόμενον ταῖς ἀσθενείαις
ὁρῶσα, οὐδὲν ἀγεννὲς ἢ βλάσφημον προήκατο ῥῆμα· ἀλλὰ μᾶλλον πρὸς προσευχὰς καὶ δεήσεις
τὴν ἑαυτῆς στομώσασα γλῶσσαν, οὐ διέλιπε τὸν θεὸν ἱκετεύειν· τῇ γὰρ προτέρᾳ τῆς
ἀσκήσεως ἀγωγῇ ἑαυτὴν ἐπιδοῦσα καὶ εἰς ἀφορμὴν ἐγκρατείας τὴν νόσον λαβοῦσα, οὐ
διέλειπε διαθρύπτειν τοῖς πεινῶσι τὸν πλοῦτον· τὸ δὲ τίμιον αὐτῆς στόμα, τῇ μελέτῃ
τῶν θείων ὕμνων κατειθισμένον, οὐκ ἐπαύετο τὰ τίμια λόγια τοῦ ἱεροψάλτου Δαυὶδ τοῦ
προφήτου ἐπᾴδειν· καὶ γὰρ οὐ παρωρᾶτο ἐξ αὐτῆς ἡ ἑπτάκις τῆς ἡμέρας αἴνεσις τοῦ
κυρίου οὐδὲ ὕπνωττεν ἀναπαύσεως ὕπνον ἄνευ δακρύων· τὸ γὰρ βρῶμα αὐτῆς μετὰ σποδοῦ
ἤσθιεν καὶ τὸ πόμα αὐτῆς τοῖς δάκρυσι συνεκίρνα. ταῖς δὲ ἀλλοτρίων συμφοραῖς συμπαθοῦσα,
δακρυρροοῦσα τὸν θεὸν ὑπὲρ αὐτῶν ἐλιπάρει, καταπονουμένοις χεῖρα ὀρέγουσα βοηθείας
καὶ ὀρφανῶν καὶ χηρῶν προϊσταμένη ὡς μήτηρ, τῶν ἐν θλίψει καὶ ἀθυμίᾳ χειμαζομένων
ὑπάρχουσα <εὐσθυμία καὶ παράκλησις.> τῶν γὰρ ἡδονῶν πατήσασα τὰς νιφάδας, κούφως
καὶ καθαρῶς τὸ τοῦ βίου πέλαγος ἐν ἁγνείᾳ διέπλει· καὶ τὴν πρόσκαιρον καὶ φθαρτὴν
καὶ ῥέουσαν
[p. 16] δόξαν μισοῦσα, τῶν μονίμων καὶ ἀρρεύστων καὶ ἀθανάτων τὴν λῆξιν ἐπιτυχεῖν
ἐπεζήτει, πάντα <τὸν> κόσμον καὶ τὰ ἐν κόσμῳ διὰ Χριστὸν ἀπαρνησαμένη, τὸν χρηστὸν
ζυγὸν τοῦ κυρίου λαβοῦσα καὶ τὸν σταυρὸν ἐπ᾿ ὤμων νοητῶς ἀραμένη κρυπτῶς τοῖς ἴχνεσι
τοῦ Χριστοῦ ἠκολούθει.
23. διὸ καὶ τῆς ἐφέσεως αὐτῆς εὑραμένη τὸ πέρας, τῶν ἐλπιζομένων αὐτῇ οὐ διήμαρτεν
ἀμοιβῶν· ὁ γὰρ βλέπων τὰ ἐν κρυφῇ αὐτῆς ἐκτελούμενα ἔργα, αὐτὸς αὐτὴν φανερῶς δι᾿
αὐτῶν καὶ ἐμφανῶς δοξάζει· καὶ γὰρ ἀψευδὴς ἡ φάσκουσα αὐτοῦ θεία φωνὴ ὅτι· Ϡοὕτως
λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως γνόντες τὰ καλὰ ἔργα ὑμῶν δοξάσωσι
τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.Ϡ ὁ γὰρ τίμιος ταύτης καὶ ἔνδοξος θάνατος τὴν
τοῦ προφήτου Δαυὶδ ἐβεβαίωσεν ἀγγελίαν, ϠτίμιοςϠ γάρ φησιν Ϡἐναντίον κυρίου ὁ θάνατος
τῶν ὁσίων αὐτοῦ·Ϡ προέγνω γὰρ αὕτη τὴν ἐκδημίαν τὴν ἐκ τοῦ σώματος καὶ αἰσθομένη
τὴν ἐκ τοῦ κόσμου αὐτῆς ἀναχώρησιν, ἀσπάσασθαι αὐτὴν πάντας προετρέψατο καὶ τὸν
σοφὸν ἄνακτα πρὸς ἑαυτὴν ἐκζητήσασα, αὐτὸν τὸν τελευταῖον ἀσπασμὸν κατησπάσατο καὶ
σὺν δάκρυσι τὰς παρειὰς αὐτοῦ καὶ τὰς χεῖρας φιλοῦσα, τὰ ὑπὲρ τῶν συγγενῶν καὶ φίλων
καὶ οἰκετῶν ἐλιπάρει. καὶ τῆς ὥρας αὐτὴν ἤδη κατεπειγούσης, πρὸς ὑμνῳδίας καὶ εὐχὰς
ἐξετράπη. καὶ ἔτι τῆς δοξολογίας ἐν τῷ πανσόφῳ στόματι αὐτῆς <οὔσης, τὰς χεῖρας
ἐπὶ> τοῖς στέρνοις σταυροειδῶς σχηματίσασα καὶ ὡς ἐν ὑπομειδιάματι τὰς παρειὰς προσδεικνῦσα,
τὴν ὁσίαν αὐτῆς ψυχὴν εἰς ὁσίας τοῦ Θεοῦ παρέθετο χεῖρας. καὶ αὖθις ἡ τοῦ προσώπου
αὐτῆς ὡραιότης ὡς φῶς ἡλίου καθαρὸν ἐξαστράψασα ἀκτινοβολεῖν τοῖς παρεστῶσιν ὡρᾶτο·
τὸ δὲ τῆς μειδιάσεως τῶν παρειῶν αὐτῆς σχῆμα, τὴν ἀγαλλίασιν καὶ ἀνάπαυσιν τῆς ἁγίας
ψυχῆς αὐτῆς ὑπεμφαῖνον, μέχρι τῆς ἐν τῷ τάφῳ καταθέσεως αὐτῆς ἀπαράτρεπτον διεφυλάχθη.
24. τοῦ γὰρ τιμίου σώματος αὐτῆς βασιλικῇ δόξῃ πρὸς τὸν σηκὸν τῶν θείων καὶ ἱερῶν
Ἀποστόλων ὑπὸ τοῦ βασιλέως καὶ τῆς συγκλήτου ἐν ὑμνῳδίαις καὶ ᾄσμασι καὶ λαμπάσι
κομιζομένου, ἐγένετό τι ξένον καὶ παράδοξον θαῦμα, τοῖς μὲν πολλοῖς ἀγνοούμενον,
τοῖς δὲ τὰ ἐκείνης περισκοποῦσι φανερῶς καὶ ὁραθὲν καὶ λαλούμενον. χειμερίου γὰρ
τοῦ καιροῦ ὑπάρχοντος καὶ τῆς ἡμέρας καὶ ὥρας χιονώδους ὑπαρχούσης, ἡνίκα τὸ τίμιον
αὐτῆς σῶμα ἐκ τῆς Χαλκῆς πρὸς τὸ ὕπαιθρον ἀνεφάνη, ὁ ἥλιος ὡς ἐν θερινῇ ὥρᾳ τὰς
ἀκτῖνας θερμῶς ὑφαπλώσας, γαληνιᾶν παρεσκεύσασε τὴν ἡμέραν· καὶ ὥσπερ ἔκ τινος ἑαρινῆς
θάλψεως οἱ συγκομισταὶ προσθαλφθέντες, ἱδρῶσι καὶ ζέσει τὰς παρειὰς κατεβρέχοντο.
ἡνίκα δὲ πρὸς τὸν ναὸν τὸν θεῖον εἰσέδυ τὸ πανάγιον ἐκείνης σῶμα καὶ ἐν
[p. 17] τῇ θείᾳ σορῷ τοῦ λάρνακος κατετέθη, πάλιν ἡ ἡμέρα τὴν τοῦ ἰδίου καιροῦ ἀναλαβοῦσα
φύσιν, ζοφώδη καὶ ἀφεγγῆ τὸν ἀέρα εἰργάσατο, ὥστε δοκεῖν καὶ λέγειν πάντας, ὅτι
καὶ αὐτὴ ἡ ἡμέρα συναλγεῖ πενθοῦσα τῆς τιμίας βασιλίσσης τὴν στέρησιν. μετὰ δὲ τὴν
τεσσαρακονθήμερον τῆς καταθέσεως ταύτης ἡμέραν ἐν παντὶ τῷ κόσμῳ τὰ δι᾿ αὐτῆς ἐξέλαμψαν
θαύματα. καθαρθεῖσα γὰρ τῆς ὑλικῆς ἐμπαθείας τὸ ἄλγος, τῷ ποιητῇ καὶ θεῷ ἀμέσως
παρέστη καὶ τὴν χορηγίαν τῶν θαυμάτων διὰ τῆς παρουσίας λαβοῦσα, τῶν ἰάσεων τὰς
πηγὰς ἀναβλύζει. πολλῶν γὰρ καὶ μεγάλων ἐκ τῆς τιμίας αὐτῆς σοροῦ ἰάσεων τοῖς προσιοῦσι
παρεχομένων, ἡ ταύτης εὐεργεσία εἰς πᾶσαν τὴν γῆν ἐξηκούσθη καὶ ὁ φθόγγος τῶν θαυμάτων
αὑτῆς εἰς τὰ πέρατα τῆς οἰκουμένης κατεμηνύθη. καὶ πολλοὶ <οἱ> δι᾿ αὐτῆς ἐκ τῶν
ἀνιάτων νόσων ἀπαλλαγέντες, οἵτινες καὶ μάρτυρες τῶν ἐκείνης ἐγένοντο ἱερωτάτων
θαυμάτων. ἐξ ὧν κἀγὼ ὁ τάλας ἐκ τῆς τιμίας ἐκείνης σοροῦ ἰάσεις ἀντλήσας οὐ δίκαιον
ἐθέμην τὰ εἰς ἐμὲ γεγονότα ἐξαίσια θαύματα σιωπῇ κατακρύψαι, ἵνα μὴ ὡς ὁ πονηρὸς
ἐκεῖνος δοῦλος ὁ τὸ τάλαντον κρύψας τὴν καταδίκην ὑφέξω· ἃ γὰρ μέλλω λέγειν, ἀψευδῶς
εἰρήσεται πάντως· οὐ γὰρ πρὸς χάριν ταῦτα ἔρχομαι λέξων, ἀλλ᾿ εἰς πολλῶν ὠφέλειαν
καὶ πίστιν τῶν αὐτὰ προσεχῶς ἀκουόντων.
25. ἤλγει μὲν γὰρ ὁ ἐμὸς γεννήτωρ τοὺς πόδας καὶ ὠδυνᾶτο σφοδρῶς, τὴν θεραπείαν
ἀνίατον ἔχων. ἦν δὲ καὶ καιρὸς τοῦ θέρους, μῆνα ἰούλιον ἔχων, ἐν ᾧ καὶ ἡ μνήμη τοῦ
θεσπεσίου προφήτου Ἠλιοῦ ἐκτελεῖται. συνήθεια δὲ ἦν ἀπὸ χρόνων ἐκ τῶν περιφανῶν
ἐκκλησιῶν συνάγεσθαι πλεῖστα χρυσοῢφαντα πέπλα, ἐξ ὧν ὁ θεῖος σηκὸς τοῦ προφήτου
λαμπρῶς κοσμούμενος ἐδοξοῦτο. συνέβη δὲ καὶ ἐκ τοῦ περιβλέπτου ναοῦ τῶν τιμίων Ἀποστόλων
στολὰς προσλαβέσθαι. ἐπλήρου δὲ τὴν τούτων διακονίαν Μύρων ὁ κανδιδάτος· ὅστις προστάξει
τοῦ ἐμοῦ πατρός, ὡς ταχυγράφος αὐτοῦ ὑπάρχων, τὸ προσταττόμενον ἐξετέλει· λαβὼν
γὰρ ἐκ τοῦ τότε τοῦ ναοῦ προεστῶτος τὰ τίμια πέπλα σὺν τῷ σεπτῷ μαφορίῳ τῆς ἁγίας
Θεοφανὼ βασιλίσσης διὰ τὸ καὶ αὐτὸ χρυσοποίκιλτον εἶναι, πρὸς τὸν ναὸν τοῦ προφήτου
Ἠλιοῦ τὰ συλλεχθέντα προπέμπει. τὸ δὲ θεῖον μαφόριον τῆς ἁγίας ὡς διαφανὲς καὶ λεπτότατον
πέπλον ὑπὸ τὸ ἴδιον αὐτοῦ χειριδάριον κατακρύψας καὶ τῷ οἰκείῳ ἐπιβὰς ἵππῳ πρὸς
τὸν ἀποστείλαντα ἔσπευδεν ἀναστρέψαι. γυνὴ δέ τις ὑπὸ πονηροῦ πνεύματος ὀχλουμένη
καὶ ἐν τοῖς ψιαθοφόροις τῆς παρόδου τοῖς Βώνου κελλίοις τὴν οἴκησιν ἔχουσα, τοῦτον
θεασαμένη διὰ τῆς ὁδοῦ παριόντα, αὖθις ἐξαναστᾶσα καταβοᾶν καὶ ὑλακτεῖν ὀπίσω αὐτοῦ
ἐπειρᾶτο καὶ λόγοις αἰσχίστοις σκώπτουσα τὴν ἁγίαν τὸ ὄνομα αὐτῆς ἐξεφώνει. ὁ δὲ
φόβῳ καὶ δειλίᾳ συσχεθεὶς τοῖς ποσὶ πλήξας τὸν ἵππον καὶ τῷ
[p. 18] χειριδαρίῳ, ἐν ᾧ τὸ τίμιον μαφόριον τῆς ἁγίας κατεῖχε, τὴν δαιμονιῶσαν γυναῖκα
πλήξας ἐπὶ τὴν κάραν, ὑπτίαν αὐτὴν εἰς τὴν ὁδὸν πεσεῖν παρεσκεύασεν. ἡ δὲ μεγάλῃ
κράξασα τῇ φωνῇ, ῥαγεῖσα παρευθὺ τῆς ἰάσεως ἔτυχεν. ὁ δὲ τὸ γεγονὸς ἑωρακὼς ἐξαίσιον
θαῦμα, φόβῳ καὶ τρόμῳ συσχεθεὶς καὶ ἀγῶνι, πρὸς ἡμᾶς ὠχριῶν παρεγένετο. τὴν αἰτίαν
δὲ τοῦ ἀγῶνος ἐρωτηθείς, τὸ συμβὰν αὐτῷ κατὰ τῆς ὁδοῦ διηγήσατο καὶ τὸ τίμιον μαφόριον
τῆς ἁγίας ἐκ τοῦ κόλπου ἐξαγαγὼν τὴν ἐξελθοῦσαν δύναμιν ἡμῖν ἀπεκάλυψεν. ὅπερ τίμιον
μαφόριον ὁ ἐμὸς πατὴρ ἐκ πίστεως ἀναλαβὼν καὶ τοῖς ἀλγοῦσι ποσὶν ἐπιθεὶς παραυτὰ
τῆς ἰάσεως ἔτυχε· τῆς γὰρ ὀδύνης εὐθέως ἀπελαθείσης, καὶ ἡ τοῦ φύματος κατέπεσεν
ὄγκωσις. καὶ ῥωσθεὶς ταῖς ἐκείνης πρεσβείαις ἐν ὅλαις τρισὶν ἡμέραις τῆς κλίνης
ἐξαναστάς, οἰκείοις ποσὶ περιπατῶν ἀπροσκόπως, τῷ θεῷ καὶ τῇ ἁγίᾳ ἐκ πίστεως ηὐχαρίστει.
26. ὀλίγου δὲ χρόνου παρῳχηκότος, καὶ ἡ ἐμὴ μήτηρ καὶ δούλη κυρίου Εἰρήνη τῇ συνήθει
διακονίᾳ τῆς πτωχολουσίας καὶ διατροφῆς τῶν πενήτων ἐν τῷ εἰωθότι λούματι τῶν Ἀρματίου
ποιοῦσα, ἐκ τῆς ἄγαν φιλοπτωχείας καὶ τῆς ἄγαν θεραπείας τῆς εἰς τοὺς πένητας ποιουμένης
λειποθυμίᾳ ληφθεῖσα εἰς ἐπιληψίαν κατήχθη καὶ πρηνὴς πσεσοῦσα ἄπνους καὶ ἄφωνος
ὅλη σχεδὸν καθωρᾶτο. ταύτην δὲ ἐκεῖθεν ἀναλαβόντες οἴκαδε οἱ θεράποντες ἧκον. αὐτῆς
δὲ ἐπὶ πολλὰς τὰς ὥρας ἀφώνου καὶ ἀκινήτου μενούσης, ἐδόξαμεν πάντες ταύτην τεθνάναι.
ὁ δὲ τίμιος ἡμῶν πατὴρ καὶ δεσπότης ἐκ τῆς ἐνδόξου τάξεως αὐτοῦ μετὰ τῆς συνήθους
προελεύσεως αὐτοῦ οἴκαδε ἐπανάγων, ταύτην θεασάμενος καταπλαγεὶς ἐξηπόρει· καὶ μικρὸν
εἰς ἑαυτὸν ἐπανελθὼν τὸ συμβὰν ἐπηρώτα· καὶ αὖθις ὑπὸ θεοῦ ἐμπνευσθεὶς πρὸς τὴν
τῆς ἁγίας ἐπικούρησιν ἐκινήθη. καὶ καλέσας τὸν λειτουργὸν τῆς αὐτοῦ ἐκκλησίας, ἀπελθεῖν
πρὸς τὸν θεῖον ναὸν τῶν ἁγίων Ἀποστόλων κελεύει καὶ τὸ ἐκεῖσε ἀποκείμενον τίμιον
δακτυλίδιον τῆς ἁγίας τὸ ἐξ ἰασπίνου λίθου κατασκευσαθὲν ἀναλαβέσθαι καὶ μετὰ τῆς
προσηκούσης αὐτῷ τιμῆς πρὸς αὐτὸν διακομίσαι. τοῦ δὲ προστάγματος αὐτοῦ δι᾿ ἔργου
τελειωθέντος, λαβὼν ἐκεῖνο τὸ ἐκ πίστεως αἰτηθὲν καὶ εἰς τὸ ὕδωρ τῶν ἁγιασμάτων
τοῦτο ἐμβάψας τοῖς χείλεσιν αὐτῆς προσαφθῆναι προστάττει. καὶ ἅμα τῆς προσάψεως
γεναμένης, τὰ χείλη διυγρανθεῖσα, κινεῖν ἐπεχείρει τὴν γλῶτταν, τὴν ἐξ αὐτοῦ, ὡς
οἶμαι, γλιχομένην τὴν ἴασιν ἐπισπάσασθαι. καὶ οὐ μετὰ πολλὴν ὥραν τὰ ὄμματα ὑπανοίξασα,
τὴν χεῖρα προτείνειν πρὸς ὑποδοχὴν τούτου ἐσπούδαζεν. ὁ δὲ λαβὼν τὸ δακτυλίδιον
εἰς τὴν δεξιὰν χεῖρα ταύτης ἐμβάλλει. καὶ ἐν ὅλαις ὀκτὼ ἡμέραις τῶν ἐξ αὐτοῦ ἁγιασθέντων
ναμάτων πίνουσα καὶ
[p. 19] ἀπαλειφομένη τὸ σῶμα ὑγιὴς καὶ ἀβλαβὴς κατεστάθη, δόξαν καὶ αἶνον τῷ θεῷ
καὶ τῇ ἁγίᾳ προσάγουσα.
27. μετὰ δὲ τὴν ἐκείνης τελευτὴν καὶ πρὸς κύριον ἐκδημίαν διετοῦς χρόνου παραδραμόντος,
ὁ μὲν πατὴρ ἡμῶν, τῶν δημοσίων πραγμάτων ἀπαλλαγεὶς τὰς φροντίδας διὰ τὸ γήρᾳ αὐτὸν
καμφθῆναι καὶ ἐπαλλήλοις νοσήμασι περιπεσεῖν, οἴκαδε παγανεύων ἐκάθητο καὶ τὴν τοῦ
οἴκου φροντίδα τῷ υἱῷ αὐτοῦ καὶ ἡμετέρῳ συνομαίμονι Μιχαὴλ τῷ πρωτοσπαθαρίῳ διοικεῖν
ἐνετείλατο. τὸ γὰρ ἄοκνον αὐτοῦ καὶ ἐντρεχὲς τῆς ἐπιμελείας γινώσκων, τὴν πᾶσαν
αὐτοῦ περιουσίαν εἰς χεῖρας ἐκείνου παρέθετο. καιροῦ δὲ καλοῦντος καὶ χρείας τινὸς
μικροῦ πράγματος ἀναγκαίας πραχθῆναι μελλούσης, ὁ πατὴρ τὴν διακονίαν πληρῶσαι τῷ
υἱῷ ἐνετείλατο· ὁ δέ τισι φροντίσιν ἑτέραις περιασχοληθείς, τὴν πατρικὴν διάταξιν
διά τινος οἰκέτου γενέσθαι προσέταξεν, οὐ τὴν τοῦ πατρὸς καταφρονῶν διάταξιν, ἀλλὰ
τὴν εὐτέλειαν τοῦ πράγματος εἰς οὐδὲν λογισάμενος. τῆς δὲ ἐννάτης ὥρας τῆς ἡμέρας
ἐκείνης καταλαβούσης, ὁ μὲν ὀκνηρὸς ἐκεῖνος οἰκέτης ἐπιλαθόμενος τῆς προσταχθείσης
αὐτῷ διακονίας ἀτελῆ τὴν διάταξιν εἴασεν. ὁ δὲ ταύτην γενέσθαι προστάξας εἰς ζήτησιν
τῆς χρείας παρέστη· καὶ τοῦ ἔργου μὴ τελεσθέντος, ὁ πατὴρ ὡς δεσπότης κατὰ τοῦ υἱοῦ
ἠγανάκτει καὶ λόγοις τοῦτον ἀντὶ μαστίγων προσπλήξας, δυσφημεῖν καὶ ἀνιᾶσθαι παρασκευάζει.
ὁ δὲ τὴν ἀγανάκτησιν τοῦ πατρὸς ἐξ ὀλιγωρίας μὴ φέρων, τὸν πονηρὸν οἰκέτην καὶ ὀκνηρότατον
δοῦλον ὡς καταφρονητὴν τῆς αὐτοῦ προστάξεως ἀμύνασθαι ἠβουλήθη. προσκαλεσάμενος
γὰρ τοῦτον ὑπὲρ τῆς ἀμελείας ἐξερωτῶν, ---αὐτὸς ἡμαρτηκὼς ἀναιδέστερος ἀνεφάνη καὶ
ἀπρεπεῖς καὶ ἀτάκτους ἀπολογίας φθεγξάμενος τὸ δοκεῖν τὸν δεσπότην παρελογεῖτο.
ὁ δὲ θυμοῦ πλησθεὶς καὶ τῇ χολῇ ὑπερζέσας, τοῦτον λὰξ κατὰ τῶν κενεώνων κινηθεὶς
καταπλῆξαι καὶ ἔκ τινος δυστυχοῦς ἀπορίας τοῖς ποσὶ σκελισθείς, ὕπτιος πεσὼν τοῖς
κροτάφοις ἐπλήγη καὶ λειποθυμίᾳ ληφθεὶς ὡς παραπλὴξ ἄφωνος καὶ ἀκίνητος παρευθὺ
καθωράθη. φωνῆς δὲ καὶ κραυγῆς παρὰ τῶν παρεστώτων οὐ μικρᾶς γεναμένης, ἀκούσας
ὁ πατὴρ τὸ συμβὰν τῷ υἱῷ παρ᾿ ἐλπίδα, καίπερ νόσῳ κρατούμενος, ἀναστὰς ἐκ τῆς κλίνης
δρομαῖος ἥλατο τρέχων. καὶ τὸν υἱὸν ἐν τῇ τοιαύτῃ θεασάμενος ἀμορφίᾳ, τίλλων τὰς
τρίχας καὶ δακρύων αὐτὸν κατεθρήνει· νομίσας δὲ τοῦτον τεθνάναι, τὴν ἐντάφιον αὐτοῦ
ἤρξατο ποιεῖσθαι φροντίδα.
28. τῆς φήμης δὲ διαθεούσης τοῖς φίλοις καὶ τῶν συγγενῶν ἁπάντων συνδεδραμηκότων,
ἐγένετο οἰμωγαὶ θρήνων καὶ ὀδυνηραὶ φωναὶ τὴν ἄωρον τοῦ παιδὸς θρυλλοῦσαι ἀκινησίαν.
πολλῶν δὲ ἀρίστων ἰατρῶν συνελθόντων καὶ πλείστας διαπείρας μηχανιῶν προβαλλόντων,
οὐδεμία ἦν φωνὴ ἢ ἀκρόασις ἢ κίνησις
[p. 20] τοῦ παιδὸς ὡς νεκροῦ προκειμένου. τούτων οὖν ἐν τούτοις ἤδη θλιβερῶς θρυλλουμένων,
ἡ τῆς ἡμέρας διῆλθεν ἑσπέρα καὶ ἡ νὺξ ἀρχὴν ἤδη λαβοῦσα τὸ πένθος ἐπηύξει, τοῦ παιδὸς
ἀφώνου καὶ ἀκινήτου τοῖς πολλοῖς ὁρωμένου. ἔδοξε δὲ τῷ πατρὶ τοῦτον πρὸς τοὺς περιβολοὺς
τοῦ οἴκαδε εὐκτηρίου αὐτοῦ οἴκου τῆς δεσποίνης προθεῖναι. καὶ μικρὸν ἤδη σιωπῆς
καὶ γαλήνης ἐκεῖσε γεναμένης καὶ πάντων, ὡς ἀληθῶς εἰπεῖν, ἐκ τῆς ἄγαν ἀθυμίας πρὸς
ὕπνον τραπέντων, μόνος ὁ πατὴρ νήφων καὶ ἄγρυπνος τὴν τοῦ υἱοῦ ἀπεκλαίετο συμφοράν
τε καὶ στέρησιν καὶ τὸν θεὸν ἀλαλήτοις φωναῖς ἐλιπάρει. πολλῶν δὲ ὡρῶν ἤδη τῆς νυκτὸς
διελθόντων, ἡ ὥρα τῆς ἀλεκτροφωνίας ἐπέστη καὶ ἡ πρὸς σύναξιν τῆς ἑωθινῆς δοξολογίας
τῶν ἐκκλησιῶν ἥκει· ὁ δὲ παῖς ὡς νεκρὸς καὶ ἄπνους καὶ ἀκίνητος μένων ὕπτιος ἐπὶ
τῆς κλίνης ἀνέκειτο. αὖθις δὲ θεία τις ἐπίσκεψις εἰς αὐτὸν γεναμένη καὶ τὴν νέκρωσιν
τοῦ σώματος εἰς εὐκινησίαν κινοῦσα τὸν ἀκίνητον ἀληθῶς καὶ τρέχειν καὶ φωνεῖν παρεσκεύασε·
τὰ γὰρ ἐπ᾿ αὐτῷ κείμενα πέπλα ὡς δεσμά τινα διαρρήξας, τῆς κλίνης ἐξαναστὰς δρομαίως
πρὸς τὴν πύλην τοῦ θείου ναοῦ ἐξίστατο, φωνῇ δὲ μεγάλῃ κράζων τοῖς παροῦσιν ἐβόα·
«οὐκ εἴδατε πάντες τὴν πάντων κυρίαν, τὴν μητέρα τοῦ κτίστου καὶ θεοτόκον, ἅμα τῆς
ἁγίας Θεοφανὼ βασιλίσσης εἰς τὸν ναὸν εἰσιούσας» τῶν δὲ φησάντων, «οὔ· ἀλλὰ τίς
καὶ πῶς καὶ πόθεν ἡ τοιαύτη μεταβολὴ γέγονε, τέκνον», αὐτὸς νήφων καὶ ἐρρωμένον
ἔχων τὸν νοῦν καὶ τὸ σῶμα ὡς μηδέπω ὅλως πληγείς, φόβῳ πολλῷ συνεχόμενος ἔφη· «εὐχαριστῶ
σοι, δέσποινα θεομῆτορ, ὅτι οὐκ ἀπηξίωσας τῆς ἐμῆς οὐθενίας τὴν σωτηρίαν περιποιήσασθαι,
ἀλλὰ διὰ τῆς ἱκεσίας τῆς σῆς θεραπαίνης Θεοφανὼ βασιλίσσης ταῖς πατρικαῖς μου εὐχαῖς
ἐπιδοῦσα ἐμὲ τὸν ἀνάξιόν σου οἰκέτην τοῦ ἀοράτου τούτου ἐξείλου θανάτου.»
29. ἐπὶ πολὺ δὲ παρὰ πάντων καὶ τοῦ πατρὸς πλέον ἐρωτώμενος εἰπεῖν τὴν αἰτίαν καὶ
θέαν τῆς ὀπτασίας, ἀνοίξας τὸ στόμα μετὰ δακρύων ἔφη· «ᾤμην, ὦ πάτερ καὶ φίλοι,
ὡς ἐν ὕπνῳ δή τῳ καθεύδειν, μηδὲν δὲ τὸ σύνολον ἐπαισθάνεσθαι ἢ λογίζεσθαί τινος
τῶν ἐν βίῳ. ἐπέστη δέ μοι ἄφνω γυνή τις εὔοπτος καὶ ὡραία, πορφυροῦν χιτῶνα φοροῦσα·
ἦν δὲ αὐτῆς καὶ ἡ [λεγε· ὁ] ἐπιμετώπιος τῆς κάρας κόσμος τάξιν φακιολίου λινοῦ στιβαρῶς
διπλούμενος. περιβέβλητο δὲ καὶ εἰς περιβολὴν μαφορίου, ὡς θέριστρον κόκκινον χρυσοῖς
κροσσωτοῖς διαλάμπον. ἐκ δεξιῶν δὲ ταύτης παρείπετο ἡ ἁγία Θεοφανὼ ἡ βασίλισσα,
ὑποβεβληκυῖα τὴν αὐτῆς χεῖρα τῇ δεξιᾷ τῆς πανάγνου· ἦν δὲ καὶ ἡ ταύτης στολὴ βασιλικὴ
χλανὶς περιστιλβομένη χρυσίῳ καὶ μαργαρίταις· ἐστεμμένη δὲ διαχρύσῳ βασιλικῷ διαδήματι.
ἐπὶ δὲ τῆς εὐωνύμου χειρὸς τῆς πανάγνου παρείπετο καὶ ἡ ἐμὴ μήτηρ
[p. 21] δακρυρροοῦσα καὶ δεομένη ταῖς ἀμφοτέραις καὶ θερμῶς λιπαροῦσα· ἐξ ὧν πρὸς
ταύτην, ὡς ἤκουσα, λέξαι· Ϡμὴ ἀθύμει γύναι· πίστευε καὶ ὄψει τοῦ υἱοῦ καὶ Θεοῦ τὴν
δόξαν.Ϡ αἳ καὶ πλησίον τῆς ἐμῆς κλίνης ἐλθοῦσαι προετρέψαντο τὸ δοκεῖν τὴν ἐμὴν
μητέρα σχηματίσασάν με ὑποδεῖξαι ταύταις τῶν σπλάγχνων τὴν θέσιν. ἡ δὲ τοῦτο ποιήσασα
τάχει, ---λέξαι πρὸς τὴν ὄντως ἁγίαν Θεοφανὼ τὴν Θεοῦ μητέρα τάδε· Ϡψηλάφησαι τὴν
αἰτίαν τοῦ πάθους καὶ ἴασαι τοῦτον.Ϡ ἡ δὲ ἔφη· Ϡτίς γὰρ ἐγώ εἰμι, κυρία, ἵνα τοῦτο
πράξωϠ αὕτη δὲ ἔφη· Ϡναί· διὰ σοῦ γὰρ μέλλει τελεσθῆναι τὸ ἔργον· ὁ γὰρ δούς σοι
τὸ κράτος αὐτός σοι καὶ τὴν χάριν παρέσχεν.Ϡ ἡ δὲ ἁγία τῶν ἐμῶν σπλάγχνων ἁψαμένη
ἔφη πρὸς ταύτην· Ϡἀπαθὴς ὑπάρχει, κυρία, τοῖς σπλάγχνοις.Ϡ ἡ δέ φησιν· Ϡἅψαι τούτου
τὴν κάραν, μή πως ἐκ χολώδους ἀναθυμιάσεως προσηυξάνθη [λεγε· προσηυξύνθη ορ προσωξύνθη]
τὸ πάθος καὶ ἡ τῶν φρενῶν αὐτοῦ κίνησις ἐπυρώθη.Ϡ ἡ δέ φησιν· Ϡὡς κελεύεις, κυρία.Ϡ
καὶ ἅμα τῷ λόγῳ τοῖς τρισὶ δακτύλοις τῆς δεξιᾶς χειρὸς αὐτῆς ἁψαμένης τοῦ μετώπου
καὶ σφοδροτέρως τοὺς κροτάφους συσφιγξάσης, αἰσθόμενός τινος πόνου δριμυτάτου, ἐκ
τῆς ὀδύνης ἀνέστην· καὶ ἰδοὺ ἀκμὴν βλέπω ταύτας πρὸς τὸν ναὸν τοῦ εὐκτηρίου χαριέντως
εἰσιούσας.» ἡμεῖς δὲ πάντες ἐκ τῆς φωνῆς τοῦ παιδὸς ἀγασθέντες δρομαῖοι πρὸς τὸν
εὐκτήριον εἰσήλθομεν οἶκον καὶ εὕρομεν πάντα τὰ ἐκεῖσε κρεμάμενα φωτοδοχεῖα ὡς ἔκ
τινος σεισμοῦ κινηθέντα καὶ ἄλλα φερόμενα πρὸς ἄλλα· αἱ δὲ τῶν κεκλεισμένων θυρῶν
ἀσφαλεῖς κλειδουχεῖαι, ὡς ἐκ πατάγου τινὸς ἀνέμου, κρότου καὶ ἤχου οὐ μικρὸν ἀπετέλουν.
καὶ ταῦτα ἑωρακότες κοινῇ φωνῇ ἅμα καὶ γνώμῃ τῷ Θεῷ τὴν πρέπουσαν ἀνεπέμψαμεν δοξολογίαν.
30. ἄλλη δέ με φοβερὰ καὶ ἐξαίσιος τῆς ἁγίας ἐπιστασία πρὸς διήγησιν ἐπεισάγει·
ὃ γὰρ ἔπαθον ἐξ ἀνοίας εἴτε ἐξ ἀφροσύνης εἴτε ἐκ δαιμονικῆς ἐνεργείας, οὐκ ἐπαισχυνθήσομαι
φράσαι· τῷ θεῷ γὰρ καὶ τῇ ὄντως ἁγίᾳ ἐξαγγέλλω τὸ πρᾶγμα. ἐγένετό μοί τις δυσπιστία
τῶν δι᾿ αὐτῆς τελουμένων θαυμάτων καὶ ὁ νοῦς τῇ αἰσθήσει πρὸς ἀλλήλους σχολάζων,
συλλογισμοὺς ἐξ ἑκατέρων συνίστα, τοὺς μὲν πείθειν κελεύων τοὺς δὲ ἀπιστεῖν παρασκευάζων·
διαλογισμοὶ δέ μοι ἀνέβαινον ἐν καρδίαις πλέον, μᾶλλον δυσπιστεῖν ἐγκελεύοντες ἤπερ
εἰς πίστιν τὰ λεγόμενα φέρειν. μιᾷ οὖν ὥρᾳ μεσημβρίας ἐπὶ κλίνης νήφων ἐν ἀναπαύσει
τὰ αὐτὰ σκοπῶν, τὸν νοῦν ἐγγυμνάζων εἰς ὕπνον ἐτράπην καί φημι [λεγε· ὁρῶ?]· καθ᾿
ὕπαρ ἐπέστη πρός με Μαρτῖνος ὁ ἀρτοκλίνης, ὁ τῆς ἁγίας μὲν θεῖος ὑπάρχων, ἐμοὶ δὲ
γνήσιος φίλος καὶ γνωστὸς κατὰ πάντα· καὶ ὡς δῆθεν λιπαρῶν ἔφη μοι τάδε· «πῶς σὺ
λέγεις φιλεῖν με, μὴ τελῶν μοι τὰς μικρὰς ταύτας αἰτήσεις» ἐγὼ δὲ πρὸς αὐτὸν ἀπεκρίθην·
«ποίας ταύτας, ὦ τίμιε φίλε» ὁ δέ φησιν· «εἶπόν σοι διαφόρως [λεγε· διαφόροις] ὕμνοις
δοξάσαι μοι τὴν ἁγίαν καί, ὅσον ὁ θεὸς [p. 22] χορηγήσει σοι φράσειν, ἐξυφᾶναι κανόνα
εἰς δόξαν τοῦ κυρίου καὶ ταύτης τιμὴν καὶ ἀνάμνησιν.» ἐγὼ δέ φημι πρὸς αὐτόν· «καὶ
ποίᾳ ὑποθέσει χρήσομαι τῶν ἐκείνης κατορθωμάτων οὐ πάρεστιν αὐτῇ ἀσκήσεως δρόμος
οὐδὲ μαρτυρίου ἀγῶνες, οὐ θαυμάτων ἐπίδειξις καὶ τί λέξαι ἢ συγγράψασθαι ἀπορῶ.»
ὁ δέ φησι πρός με· «μὴ κατοκνήσῃς διὰ Θεὸν τοῦ ἐγχειρήματος τούτου, ἀλλὰ λαβὼν χάρτην
καὶ κάλαμον ἅπερ σοι λέγω συγγράφου.» λαβὼν αὖθις κάλαμον ἅμα καὶ χάρτην, γελοιάζων
πρὸς τοῦτον ἔφην· «λέγε ἃ βούλει· ἑτοίμως ἔχω τοῦ γράφειν ὅσα ἂν προσφωνῇς μοι.»
ὁ δέ φησι πρός με· «ποίησον πρὸς τὸ Ϡὁδηγήσαντα πάλαι θεοφανείας λαμπτῆρα φωτοειδῆ
ἔθετο τῇ ἐκκλησίᾳ σε Χριστός.Ϡ» καὶ αὖθις ἔξυπνος ἐγενάμην, εἰς μνήμην φέρων τὸν
ῥηθέντα μοι λόγον. ἐξαναστὰς δὲ τῆς κλίνης καὶ τὸ μελανοδόχον λαβόμενος σκεῦος,
ἅμα δὲ καὶ τόμου τινὸς εὔχρηστον μέρος, ἠρξάμην γράφειν, ἅπερ καθ᾿ ὕπνους ἐρρέθη,
καὶ τοσοῦτον ὁ νοῦς μου κατήπειγε τὴν χεῖρα, ὥστε μήτε τὴν βαφὴν τοῦ καλάμου συγχωρεῖσθαι
τελεῖν με· καὶ αὖθις τοὺς δύο ἅμα συνεγραψάμην κανόνας, τὸν εἰς τέταρτον τόνον ὄντα
καὶ τὸν εἰς πλαγίου δευτέρου. ἔκτοτε γοῦν βεβαίαν πίστιν περὶ ταύτην λαβών, ἐδεόμην
ἀεὶ τὴν ταύτης ἀντίληψιν καὶ τὴν πρὸς Θεὸν παρρησίαν.
31. μετ᾿ οὐ πολὺν δὲ χρόνον πάλιν ἡ αὐτή μοι ἐπέστη ἀπρεπὴς δυσπιστία καὶ ἐμερίζετό
μου ὁ νοῦς εἰς πίστιν κἀπιστίαν· καὶ ὀλίγου καιροῦ παρῳχηκότος, περιέστη μοι ἀδόκητος
νόσος κατατρύχουσά μου τὸ σῶμα· τῶν νεφρῶν ἐκ τῆς χολώδους θερμότητος λιθιασάντων,
ὀδύναι καὶ πόνοι κατὰ τῶν λαγόνων τεχθέντες ἐξέθλιβόν με μεγάλως. ἐκ δὲ τῆς τούτων
ὀδύνης καὶ ἡ τῶν ἀναγκαίων χρειῶν ἐπεσχέθη μοι ἔκκρισις καὶ γέγονα ὡσεὶ ἀσκὸς ἐν
πάχνῃ, ἐν εἴκοσι καὶ ἑπτὰ ὅλαις ἡμέραις δεινῶς πιεζόμενος. πολλῶν δὲ ἰατρῶν εἰς
ἐμὲ ἐλθόντων καὶ μυρίων φαρμάκων διὰ τῶν ἐντὸς καὶ ἐκτὸς ἐπιτεθέντων, οὐδεμία μοι
ἐλπὶς σωτηρίας ἐδηλοῦτο. πάντων δὲ ἐξαπορησάντων καὶ ἀπόφασιν θανάτου προσμελετώντων,
ἔφη πρός με ὁ ἀνωτέρω μνημονευθείς μοι συνομαίμων, ὁ διὰ τῆς χάριτος τῆς ἁγίας ἐκ
τοῦ φάρυγγος ἀποσπασθεὶς τοῦ θανάτου· «οἶδας, ἀδελφέ, ὅτι ἀπέκαμέν σοι τῶν ἰατρῶν
ἡ ἅπασα τέχνη καὶ τί μέλλεις λοιπὸν ποιεῖν ἰδοὺ ἐπὶ θύραις τὸ τέλος καὶ ἡμᾶς πάντας
καταλιμπάνεις· ἀλλὰ δεῦρο ἄκουσόν μου καὶ ἀποσταλήτω τις ἐξ ἡμῶν εἰς τὸ ἅγιον τέμενος
τῶν σοφῶν Ἀποστόλων καὶ λαβέτω ἐκ τῶν ἁγίων ἐκείνων ναμάτων καθαρώτατον ὕδωρ καὶ
ἀπομυρισάτω
[p. 23] τὸν τάφον τοῦ ὁσίου πατρὸς ἡμῶν Μεθοδίου καὶ τὸν τῆς ἁγίας λάρνακα καὶ θεοφόρου
Θεοφανὼ βασιλίσσης καὶ λαβέτω ἔλαιον ἐκ τῶν ἐκεῖσε φωτοφόρων κανδηλῶν· καὶ πιὼν
ἐξ αὐτῶν, ἐκ πίστεως θείας τῷ θεῷ παρακάλει, καὶ αὐτὸς ἡμᾶς ἐλεήσει.» καὶ τούτου
παρευθὺ γεναμένου, ἡ τῶν ἁγιασμάτων παρέστη δωρεά· ἐγὼ δὲ λαβὼν τὸ σκεῦος, ἐν ᾧ
τὰ νάματα ἦσαν, καὶ τὴν βοήθειαν τῶν ἁγίων καὶ τῆς θεοφόρου Θεοφανὼ τὴν ἐπικουρίαν
προσκαλεσάμενος ἔπιον ἀφειδῶς, μέχρις ὅτου ἐξωγκώθην τοῖς σπλάγχνοις· καὶ ἅμα τῇ
καταπόσει τοῦ ἁγιάσματος ἐπετάθη μοι ὁ καταγάστριος πόνος, ὥστε δοκεῖν με διαρραγῆναι
καὶ θνῆξαι. μικρᾶς δὲ ὥρας παρελθούσης, ἡ ἔκκρισις τῶν ὑγρῶν μου τῇ κύστει παρέστη
καὶ εἰς τοσοῦτον τὸ σεσηπὸς τρυγῶδες ὑγρὸν ἐξεχύθη, ὥστε δύο πλησθῆναι ὑέλινα σκεύη·
ὄπιθεν δὲ τούτου συνεκπεπτώκει λίθος πυρρίζων, ἐρεβίνθου μέγεθος ἔχων. εὐθέως ἡ
τοῦ δεξιοῦ λαγόνος ἐλώφησε τιμωρία. καὶ οὐ μετὰ πολλὰς πάλιν ὥρας καὶ ἡ τοῦ εὐωνύμου
ἤρξατο ἐπαυξάνειν ὀδύνη· καὶ πάλιν τῶν ἁγιασμάτων εἰς κόρον ἐμφορηθεὶς τῆς αὐτῆς
ἔτυχον σωτηρίας. καὶ ἔκτοτε χάριτι θείᾳ καὶ τῇ τῆς ἁγίας θεοφόρου πρεσβείᾳ ἐκ τῆς
τοιαύτης νόσου παντελῶς ἀπηλλάγην. ἡνίκα δὲ ἀπότοτε μικρά μοί τις ἐξ ἀπροσεξίας
προσνύσσει τοῖς νεφροῖς ὀδύνη, τῶν θείων αὐτῆς ἐμφορούμενος ναμάτων, τὴν ὑγείαν
ὡς ἔκ τινος πηγῆς ἀεννάου ἀπολάβω.
32. ταῦτα τὰ τῆς πτωχῆς ἐμοῦ διανοίας τῆς θεοφόρου βασιλίδος τὰ ἐκ πίστεως διηγήματα·
ταῦτα τῆς ὄντως ἐκ θεοῦ μεμελημένης τὰ ἐκ βρέφους ἱερὰ προτερήματα· ταῦτα τῆς ἐκ
μήτρας ἁγιασθείσης τὰ λαμπρὰ κατορθώματα· ταῦτα τῆς ἐκ μήτρας ἁγιασθείσης καὶ ἐκ
θεοῦ εἰς κοινωνὸν βασιλείας ἐκλεχθείσης τὰ σεπτὰ διηγήματα· αὕτη ἡ εἰς τὰ βασίλεια
ψήφῳ θεοῦ ταύτης ἀνάβασις καὶ ἡ ἐν τοῖς βασιλείοις κρυπτομένη διὰ Χριστὸν ἄσκησις·
αὕτη τῶν θαυμάτων ἡ ἀναβλύζουσα χάρις καὶ ἡ τῶν πίστει προσιόντων αὐτῇ τῶν ἰάσεων
δωρεά· αὕτη τῶν θλιβομένων ἡ ἀψευδὴς σωτηρία καὶ τῶν εὐημερούντων ἡ ἀκλόνητος στήριξις·
τὰ δὲ ἄλλα ὅσα ὁ χρόνος διὰ τὸν φόβον εἰς λήθην παρέπεμψε, τίς ἄρα ἐφίκοιτο λόγος
ἑκοντὶ γὰρ ταῦτα σιωπῇ τιμᾶσθαι ὁ λόγος παρακελεύεται. ὁ γὰρ ταύτην ἁγιάσας ἐκ μήτρας
καὶ τὴν ὑπομονὴν τῶν νόσων καὶ ἀνιάτων αὐτῇ δωρησάμενος καὶ τὴν ἀμνησίκακον καὶ
ἄφθονον αὐτῇ χαρισάμενος δώρησιν
[p. 24] ---αὐτός, ὡς πάντα γινώσκων τὰ κρυφῇ, καὶ φανερῶς αὐτήν, ἐφ᾿ οἷς ἐπίσταται
κρίμασιν, ἀντεδόξασε τοῖς χαρίσμασι, δοὺς ἡμῖν ταύτην, τῆς πατρίδος ἡμῶν καύχημα,
εἰς βασιλείας ἀγλάϊσμα, εἰς εὐρωστίας πηγήν, εἰς ἀλεξητήριον νόσων, εἰς θλιβομένων
παραμυθίαν, κινδυνευόντων βοήθειαν, ἀπορουμένων παρηγορίαν, ὀρφανῶν καὶ χηρῶν προστασίαν,
ὀδυνωμένων θεραπείαν καὶ δαιμονιώντων καθάρσιον· δι᾿ ἧς τὴν εὐχαριστίαν καὶ τιμὴν
καὶ προσκύνησιν προσάγομεν [λεγε· προσάγωμεν] τῷ θεῷ καὶ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ
Χριστοῦ ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων·
ἀμήν.
**********************************************************