[p. 384Χ]
βίος τοῦ μακαριωτάτου καὶ ὁσίου πατρὸς ἡμῶν Ἰωαννικίου, συγγραφεὶς παρὰ Πέτρου μοναχοῦ.
1. τῆς καθ᾿ ἡμᾶς ἅπαντας βροτοὺς ἡ σύστασις ἐκ ψυχῆς τε μὴν καὶ νοερᾶς οὐσίας καὶ
τῆς τῶν στοιχείων συνδρομῆς, ὅ ἐστι σάρξ, παρὰ τοῦ πανσόφως δεδημιουργηκότος ἔλαχεν
εἶναι· τῆς δὲ κατ᾿ ἀρετὴν ἐντελοῦς πολιτείας, εὐσεβοῦς τε πίστεως καὶ τῆς τῶν θείων
ἐντολῶν τηρήσεως τὸ κάλλος κρατύνεται. οὔτε γὰρ σῶμα ψυχῆς ἔρημον ζωῆς καθίσταται,
οὔτε μὴν ἐντολῶν τήρησις ὀρθοδοξίας ἀπηλλαγμένη παντελῶς ὀνήσεται τὸν ἄνθρωπον·
ὥσπερ γὰρ ψυχὴ σώματι, τοῦτο ὀρθοδοξία πνεύματι. τοιγαροῦν ταύτης τῆς ἀκραιφνοῦς
τηρήσεως τῶν ἐντολῶν καὶ ἀμωμήτου καὶ ὀρθοδόξου πίστεως εἰσγέγονεν ἀκριβὴς φύλαξ
καὶ πληρωτὴς διὰ τῆς εὐσεβοῦς βιώσεως καὶ ὁ νῦν παρ᾿ ἡμῖν εὐφημούμενος. τῶν τε προωδευκότων
καὶ ἐπ᾿ ἀρεταῖς θαυμασθέντων, καὶ ἀνακηρυττομένων μακαρίων πατέρων ἡμῶν τοὺς βίους
καὶ τρόπους, οἷά τις ἄριστος καὶ ἀκριβὴς ζωγράφος, ἐκμιμησάμενος χρυσογραφικαῖς
ἐννοίαις ἐν πλαξὶ καρδίας αὐτοῦ διεχάραξε, καὶ τῶν μὲν βραχύτατα ἀπολειφθείς, τῶν
δὲ θερμότατα συναμιλληθεὶς καὶ παριππεύσας. ἔστι δὲ ὅτε καὶ
[p. 385Α] ὑπερεχέστερον ἐληλακώς, εἰ μὴ τολμηρὸν εἰπεῖν ἤ φησι ἡ θεολόγος φωνή,
καθάπερ τις ἀειλαμπὴς ἥλιος ταῖς τῶν ἀρετῶν αἰγληφόροις, τῇ καθ᾿ ἡμᾶς γενεᾷ, τῷ
καθαρῷ βίῳ, ὡς ἐξ ἄλλου τινὸς στερεώματος φρυκτωρῶν ἀναδέδεικται. οὐκοῦν, ἐπειδὴ
τὰ προπύλαια τῆς ὑψηλῆς πολιτείας τοιαῦτα σεμνὰ καὶ ὑπέρογκα ἀκηκοότες, ἔρωτι θείῳ
πυρπολούμενοι, ἐπισπεύδετε καὶ τὴν τοῦ ἀνδρὸς ἀξιέραστον καὶ πανθαύμαστον πολιτείαν
καὶ τὴν προσηγορίαν ἐκφανθῆναι ὑμῖν. ἀλλὰ μὴν καὶ τῶν ἀσκητικῶν αὐτοῦ παλαισμάτων
καὶ ἀνδραγαθημάτων, πρὸς τούτοις τε καὶ τὴν ἐξ ἀρχῆς βίωσιν καὶ τὸ συμπέρασμα τῆς
αὐτοῦ τελείωσεως εἰ ἐπιποθεῖτε ἐνωτίσασθαι, εἴπομεν [λεγε· εἴπωμεν] πρῶτον τὴν τοῦ
ὀνόματος κλῆσιν, εἶθ᾿ οὕτως διδόντος τοῖς ταπεινοῖς ἡμῖν λόγον, καὶ τὰ καθ᾿ ἕκαστον,
ὡς ἡ [λεγε· ὅση] δύναμις, διασαφήσομεν.
2. Ἰωαννίκιος οὗτος, ὁ πολὺς ἐν ἀσκητικοῖς ἀγῶσι καὶ περιβόητος, ὁ πιστὸς τοῦ Θεοῦ
θεράπων, ὁ οὐράνιος ἄνθρωπος καὶ ἐπίγειος ἄγγελος καὶ τοῦ Χριστοῦ τερπνὸν ἐργαστήριον.
Ἰωαννίκιος οὗτός ἐστιν, ὁ ἐπὶ τὴν ἄσειστον πέτραν, ἥτις ἐστὶν ὁ Χριστός, καλῶς τοὺς
πόδας τῆς διανοίας [Β] προσερείσας, καὶ πρὸς οὐρανὸν ἀνυψωθῆναι σπεύσας, ἵν᾿ αὐγοειδεστέρως
τοῦτον κατόψοιτο. τεθέατο γάρ, κατὰ τὸν ᾄδοντα Δαυΐδ, καθ᾿ ἑκάστην ἐκ δεξιῶν αὐτοῦ
τὸν Κύριον καὶ πεφρούρητο πρὸς τὸ μὴ σαλευθῆναι ταῖς προσβολαῖς τῶν τυραννούντων
αὐτῷ ἑκατέρωθε<ν> πνευμάτων, ἀλλ᾿ ἤδη καὶ τελεώτερον διὰ τῶν τελουμένων ἀγώνων ἐπεκτείνετο,
ὧνπερ δὴ καὶ τυχεῖν οὐκ ἀπέτυχεν. οὗτός ἐστιν Ἰωαννίκιος, ὁ τὸν γνόφον τῆς θείας
ὑπεισδὺς χάριτος καὶ καθάπερ Μωσῆς ἔν ὄρει οὐ χερσίν, ἀλλὰ τῇ διανοίᾳ, δακτύλῳ τοῦ
πνεύματος, πλάκας δεξάμενος καὶ τοὺς λαοὺς δι᾿ ἔργων νομοθετῶν καὶ τοῦ σκοτασμοῦ
τοῦ βίου, ἤγουν τῆς κοσμικῆς θαλάσσης, διεξάγων καὶ εἰς γῆν κληροδοσίας, οἷάπερ
Ἰησοῦς τοῦ Ναυῆ, εἰσάγων καὶ διασῴζων περιδέξια. οὗτός ἐστιν Ἰωαννίκιος, ὁ Χριστὸν
σεσαρκωμένον ἐξεικονίζεσθαι, ἐξ ἀκρωρείας τοῦ Ὀλυμπίου ὄρους, ὡς ἐν μέσῳ λαοῦ καὶ
τυραννούντων βασιλέων μεγάλα κεκραγὼς καὶ κηρύττων καὶ μηδαμῶς δεδιὼς ἢ αἰσχυνόμενος.
Οὗτός ἐστιν Ἰωαννίκιος, ὁ τῶν ἀοράτων πολεμίων τρέψας τὰς φάλαγγας, κρυμοῖς τε πολλοῖς
καὶ καύμασι γενναίως ἐγκαρτερήσας καὶ ὑπομείνας <διὰ> τὸν κύριον. οὗτός ἐστιν Ἰωαννίκιος,
ὁ ταῖς τῶν κατορθωμάτων αὐτοῦ λαμπρότησιν, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν [Χ]
ἀνθρώπων, χρηματίσας ἐπάξια. οὗτός ἐστιν Ἰωαννίκιος, ὁ τὰ τερπνὰ τοῦ κόσμου καταπτύσας
καὶ ὡς σκύβαλα ἡγησάμενος καὶ τῆς ἐπιγείου στρατείας ἀποπτὰς καὶ τῆς ἀμείνονος περιλαβὼν
καὶ Χριστῷ ἀκολουθήσας καὶ δουλεύσας καὶ ὑπ᾿ αὐτοῦ ἐρασθεὶς καὶ εἰς ἀπλανῆ νυμφῶνα
τῆς αὐτοῦ δόξης καλῶς σαββατίσας καὶ χορεύων αἰώνια. οὗτός ἐστιν Ἰωαννίκιος, ὁ προφητικὸν
ζήσας βίον καὶ τὰ πόρρωθεν ὡς ἔγγιστα βλέψας καὶ προφητικῆς ἀναρρήσεως, ἵν᾿ εἴπω,
καὶ ἀποστολικῶν χαρισμάτων καὶ ἰαμάτων ὡς οὐκ οἶδ᾿ ὅστις ἄλλος ἀξιωθεὶς καὶ πηγὴ
τῆς χάριτος καὶ δοχεῖον γεγονὼς τοῦ παναγίου πνεύματος.
3. καὶ ἵνα μὴ ἐπὶ πολὺ μηκύνω τὸν λόγον (οὐ γὰρ ἱκανός εἰμι τὰς τοῦ πανοσίου ἀρετὰς
εὐφημῆσαι, ὀκνῶ γὰρ εἰπεῖν εἰ καὶ τῶν τὰ τελεώτερα μεμνημένων τις ἐξισχύσει τὸν
ἔπαινον ἀναπλέξασθαι), καθ᾿ ὅσον δὲ δυνάμεως λόγου μετείληφα, ἐπὶ τὴν προρρηθεῖσαν
ὑπόχρεων πραγματείαν μέτειμι. εἰ γὰρ καὶ ἀνάξιός εἰμι τοῦ χαρίσματος τοῦ λόγου καὶ
πένης ὤν, τολμηρὸς πλουσίοις, ἄδικα ἐπεκτείνομαι. ἀλλ᾿ οὖν, εἰ καὶ ἀποδέοντος, ὅμως
δ᾿ οὖν εἰρήσεται, ἐπεὶ καὶ φίλα πατράσι τὰ τῶν νηπίων ψελλίσματα καὶ φίλον θεῷ τὸ
κατὰ δύναμιν. προσθήσω δὲ καὶ τοῦτο μή τις ψευδὲς ἢ ἐπίπλαστον γράφειν με
[p. 386Α] ὑπονοήσοιτο· ἔθος γὰρ τῇ ἀπιστίᾳ τὴν ὠφέλειαν λυμαίνεσθαι. ποῖον γὰρ ἐμοὶ
κέρδος ἐκ ψευδολογίας ἄλλους μὲν συνιστῶντι, ἑαυτὸν δὲ ὑπεύθυνον τῇ ἀποφάσει τοῦ
ἁγίου πνεύματος, τῇ τῷ προφήτῃ Δαυῒδ εἰρημένῃ ἀποδεῖξαι οὐ γὰρ μῦθοι τὰ εἰρημένα,
ὡς τοῖς ἀσεβέσι καὶ ἀπίστοις δοκεῖ, ἀλλ᾿ ἀληθείας πλήρη καὶ ὠφελείας μεστὰ καθάπερ
τοῖς εὐσεβέσι καὶ τελειόφροσιν. ἄρξομαι δ᾿ ἐντεῦθεν, θεὸν τὸν πάσης ἀρχῆς αἴτιον
προσαιτησάμενος.
4. [Β] οὗτος ὁ παναοίδιμος καὶ θεῖος ἀνὴρ ὁ προκληθείς [λεγε· προβληθείς?] οὐκ ἀπ᾿
ἀνθρώπων οὐδὲ δι᾿ ἀνθρώπων, ἀλλ᾿ ἄνωθεν ἐκ τῆς θείας χάριτος, ὁ ἐρημικὸς φωστὴρ
καὶ στύλος ὁλόφωτος τῶν μοναζόντων, ἐκ χώρας μὲν ἦν τῆς τῶν Βιθυνῶν ἐπαρχίας· κώμη
δὲ ὑπῆρχε τούτῳ ἐν ᾗ καὶ γεγέννηται τὰ Μαρυκάτου οὕτω προσαγορευομένη. ὁ δέ γε πατὴρ
αὐτοῦ Μυριτζίκιος ἐκέκλητο, ἡ δὲ μήτηρ Ἀναστασώ. ἐκ τούτων οὖν γεννᾶται ὁ ἡμερινὸς
ἀστὴρ καὶ ὁλολαμπρὴς ἥλιος, ὁ κλεινὸς οὗτος Ἰωαννίκιος. καὶ εὐσεβῶς ἀπογαλακτισθεὶς
καὶ τὴν ἔφηβον νηπιότητα ὑπερβὰς καὶ εἰς νεανίσκου ἡλικίαν ἐληλακὼς στρατοποιεῖται
μὲν ἐν πρώτοις καὶ κατατάττεται ὑπὸ τὸ θεοφύλακτον [Χ] τάγμα τῶν ἐκσκουβίτων ἐν
βάνδῳ ὀκτωκαιδεκάτῳ. κἀκεῖσε πᾶσαν στρατιωτικὴν δουλείαν καλῶς ἐκτελέσας, πάντων
μὲν κατεκράτει τῇ τε γνώμῃ καὶ ῥώμῃ, πᾶσί τε ἡδὺς καὶ ὡραιότατος κατεφαίνετο, οὐ
μόνον διὰ τὸ ἐπανθοῦν αὐτῷ εὐειδὲς τῆς ἡλικίας καὶ τῇ τοῦ κάλλους στιλπνότητι, ἀλλ᾿
ἤδη καὶ διὰ τὸ εὐσταθὲς καὶ εὔτακτον καὶ ἐπαινετὸν τοῦ τρόπου καὶ τῆς ἀναστροφῆς
τούτου φιλοσοφώτατον.
5. ἐν δὲ τοῖς χρόνοις ἐκείνοις κινεῖται μὲν πρὸς πόλεμον καθ᾿ ἡμῶν τῶν χριστιανῶν
τὸ τῶν Οὔννων ἔθνος, ἤγουν τῶν Βουλγάρων. ἀντικινεῖται δὲ κατ᾿ αὐτῶν καὶ ὁ τότε
σκηπτοῦχος καὶ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος τοὔνομα, υἱὸς γεγονὼς τῆς μακαριωτάτης
καὶ ὀρθοδόξου βασιλίσσης Εἰρήνης. καὶ δὴ ἀμφοτέρων παραταξαμένων ἐν τόπῳ προσαγορευομένῳ
Μαρκέλλαις, συγκρούσεώς τε μεταξὺ αὐτῶν γεναμένης, ἡττηθῆναι μὲν κατὰ τὰς ἁμαρτίας
ἡμῶν καὶ νῶτα τοῖς ἐχθροῖς δοῦναι τὸ τῶν χριστιανῶν φῦλον, καί, τῶν ἐχθρῶν ὀπίσω
ἐπιδιωκόντων καὶ πτῶσιν σφοδρὰν εἰσπραττομένων, ὡς καὶ αὐτὸν ἤδη τὸν βασιλέα ὑπό
τινος μηχανήματος σωκισθέντα ὑπὸ χεῖρας ἁλόντα ἕλκεσθαι καὶ κρατεῖσθαι ὑπὸ τῶν ἀσεβῶν
ἐκείνων. τοῦτο θεασάμενος ὁ γενναιότατος ἐκεῖνος Ἰωαννίκιος, ζήλῳ τε θείῳ κινηθεὶς
καί, προφητικῶς εἰπεῖν Ϡπεριζωσάμενος
[p. 387Α] δύναμιν ἐξ ὕψους,Ϡ εὐθαρσῶς εἰς μέσον αὐτῶν εἰσεπήδησε καὶ τὴν παγίδα
ἐκείνην, ἣν εἴπω καὶ διαβολικὴν τεχνουργίαν, τῷ ξίφει τάχιστα διατέμνων τὸν μὲν
βασιλέα παραδόξως διέσωσεν, αὐτὸς δὲ ὑπὸ τῆς θείας χάριτος σκεπα<σ>θείς, τῇδε κἀκεῖσε
τοὺς ἐχθροὺς διασκεδάσας, ἀβλαβῶς διὰ μέσου αὐτῶν παρελθὼν σέσωσται. ὡς οὖν τοῦ
πολέμου μικρὸν διέστη, καὶ τὴν πορείαν ἐπὶ τὸ πρόσω ἐποιεῖτο μετὰ καὶ ἄλλων ἑπτὰ
συνεταίρων αὐτοῦ, ὁρᾷ πάλιν ἕνα ἐκ τῶν ῥηθέντων ἐθνικῶν ἱστάμενον καὶ ἀφειδῶς ἐκκεντοῦντα
τοὺς ἐκεῖσε διερχομένους χριστιανούς. κλεισούρας γάρ, ὡς οἶμαι, τῆς εἰρημένης διαβάσεως
παρεμπεσούσης, ἀλλαχόθεν τοὺς ἐκεῖσε πορευομένους οὐκ ἦν διελθεῖν, εἰ μὴ ἐκεῖθεν.
αὐτίκα γοῦν τὸν θεὸν εἰς συμμαχίαν ἐπικαλεσάμενος καὶ ἐλπίδι πίστεως θαρρήσας μᾶλλον
ἢ ὅπλοις, ἀνδρικώτατα χωρεῖ κατὰ ἀλάστορος, καὶ τῇ χειρὶ τὸ ξίφος ἀπευθύνας ἐπὶ
τῷ ἀνόμῳ ἐκείνῳ τραχήλῳ, οἷάπερ Δαυῒδ πρότερον κατὰ τοῦ Γολιάθ, ἀνδραγαθήσας τὴν
κεφαλὴν αὐτοῦ τὴν δύστηνον ἐξέτεμεν καὶ νίκην ἀναδησάμενος σωτηρίαν μεγάλην, ἄλυπόν
τε καὶ ἀκίνδυνον ἐπιπόρευσιν ἔκτοτε τοῖς ἐκεῖσε διερχομένοις πεποίηκε.
6. [Β] τὴν οὖν γενομένην συμφορὰν καὶ ἧτταν ἀνιστορῶν καὶ λύπης βαρυτάτης πεπλησμένος
δακρύων τὴν ὁδὸν διήνυεν. ὡς δ᾿ ἐπί τινος ὑψηλοῦ τόπου ἐγένετο ἀπέναντι αὐτοῦ προσβλέψας,
εἶδε τὸ Ὀλύμπιον ὄρος, καὶ ὡς μόνον τοῦτο ἐθεάσατο, κάτεισιν εὐθέως ἐκ τοῦ ἵππου
καὶ στὰς εἰς προσευχήν, τό τε ὄμμα πρὸς οὐρανὸν ἐκτείνας καὶ τὰς χεῖρας εἰς ὕψος
σταυροειδῶς ἐκπετάσας, τὴν ἵλεω δύναμιν τοῦ θεοῦ καὶ τὴν ὑπέρμαχον τοῦ κόσμου προστάτιν
καὶ μόνην γέφυραν καὶ σωτηρίαν τοῦ βροτείου γένους τὴν ὑπέρτιμον καὶ ὑπερένδοξον
τοῦ θεοῦ ἡμῶν μητέρα εἰς βοήθειαν καὶ ἀντίληψιν αὐτοῦ ἐπεκαλεῖτο, καὶ σὺν οἰμωγαῖς
δακρύων, ταῦτα καθικετεύων ἔλεγεν· «ὦ μῆτερ τοῦ λόγου καὶ παρθένε, δέξαι δέησιν
ῥυπαρὰν ἐκ στόματος ῥυπαροῦ ἀναξίως προσφερομένην καί με σωθῆναι βουλόμενον μὴ ἀπορρίψῃς,
ἀλλ᾿ ἄνοιξόν μοι τὴν θύραν τοῦ ἐλέους τῆς σῆς εὐσπλαγχνίας καὶ πρὸς μετάνοιάν με
ποδηγοῦσα γενοῦ μου βοηθὸς καὶ σκέπη καὶ ὁδηγός, λιμήν τε καὶ ἀντίληψις καὶ σωτηρία.
σὲ γὰρ ἀπὸ τοῦ νῦν ἐγγυητὴν τῆς ἐμῆς ψυχῆς τίθεμαι καὶ ἐν σοὶ θαρρῶν ἐπὶ τὸ ὄρος
τοῦτο ἐμαυτὸν ἐκδώσω καὶ ὅλον δι᾿ ὅλου ἐμαυτὸν προσοίσω καὶ καρποφορήσω σοί τε καὶ
τῷ ἐκ σοῦ τεχθέντι θεῷ ἡμῶν. [Χ] ὡς οὖν τὴν ἐλπίδα μου πᾶσαν πρὸς σὲ ἀναθήσαντα,
ὦ δέσποινα, μὴ ἐγκαταλίπῃς με.»
7. ταῦτα οὖν καὶ πλείονα τούτων ἐπειπὼν καὶ τὴν εὐχὴν ἀποδούς, ἐπὶ τὸν ἵππον ἄνεισι
καὶ εἴσω ὀλίγων ἡμέρων τὸ πᾶν τῆς ὁδοῦ διάστημα διανύσας καταλαμβάνει τὴν Κωνσταντινούπολιν.
καὶ ἐν πᾶσι τοῖς σεβασμίοις ναοῖς δέησιν ἱκέσιον προσαγαγὼν καὶ τὰς εὐχὰς κυρίῳ
ἀποδεδωκώς, ἀπέπτη μὲν τῆς βασιλευούσης πόλεως. πρὸς δὲ τὸ τῆς πατρίδος ἔδαφος τὰς
τῶν γεννητόρων εὐχὰς καρπωσόμενος ἄπεισι· κἀκεῖσε βραχύτατα μετ᾿ αὐτῶν συνδιατρίψας
καὶ ὡς ἤδη ἐπὶ τὴν ἰδίαν στρατείαν ἀνθυποστρέφειν μέλλων, τοῦ θείου ἔρωτος, ὡς οἶμαι,
τοῦτον ἐπισπεύδοντος, συντάσσεται μὲν τοῖς ἑαυτοῦ γονεῦσιν ἢ, καὶ τέλεον εἰπεῖν,
ἀποτάσσεται καὶ τὸν τελευταῖον ἀσπασμὸν δοὺς αὐτοῖς καὶ τὰς εὐχὰς αὐτῶν ἄριστα ἐγκολπωσάμενος,
ἐπέβη πάλιν ἐπὶ τὸν ἵππον αὐτοῦ καὶ τὴν ποθουμένην πορείαν ποιούμενος, τὴν πρὸς
τὸ παρακείμενον Ὀλύμπιον ὄρος μονήν, τὴν ἐπονομαζομένην Ἀγαύρων, κατέλαβεν.
8. περιχαρῶς οὖν ὑπὸ τῶν ἐκεῖσε δεχθεὶς καί, ὡς ἔθος ἐστὶ τοῖς τῷ θεῷ ἀνακειμένοις,
ξενισθεὶς δαψιλέστατα, ἱκέτευε καὶ τὸν τῆς μονῆς προεστῶτα θεάσασθαι. Τῆς ἐφέσεως
οὖν τυχὼν καὶ πρὸς τοὺς
[p. 388Α] πόδας τοὺς ἁγίους πεσὼν τοῦ μεγάλου ἐκείνου σὺν δάκρυσι τοῦτον ἐδυσώπει
ὑποδειχθῆναι αὐτῷ ἡσύχιον τόπον, ἐν ᾧ ἀπερισπάστως τῷ θεῷ λατρεύσει. Θεασάμενος
οὖν ὁ πατὴρ τὴν ἀγαθὴν πρόθεσιν, εἰδὼς δὲ ὅτι καὶ ἀνοίκειόν ἐστι μὴ πρότερον καταρτισθέντα
τοῖς ἀσκητικοῖς ἄθλοις, μήτε μὴ πρὸς πᾶσαν ἀρετὴν ποιωθέντα, ἐξ αὐτῆς ἤδη τῆς ἀρχῆς
τῇ ὑψηλοτάτῃ ἡσυχίᾳ προσπελάσαι, βουλεύεται μὲν αὐτῷ βουλὴν ἀγαθὴν καὶ λίαν ἐπαινετήν,
καὶ προτρέπεται αὐτὸν ἔν τινι τῶν κοινοβίων ἀφικόμενον ταπεινόφρονα ἐγγυμνασθῆναι,
εἶθ᾿ οὕτως πρὸς τὸ ἀθλητικὸν στάδιον τῆς ἡσυχίας ἑαυτὸν ἐπιδοῦναι. ὡς δ᾿ οὖν πεισθέντα
ταῖς παραινέσεσι τοῦτον ὁ πατὴρ ἐθεάσατο, εὐλογήσας αὐτὸν καὶ τὴν πρὸς τὴν Ἀτρώαν
ἀναφέρουσαν ὁδὸν ὑποδείξας, κελεύει ἐπιπορευόμενον καταλαβεῖν τὴν μονὴν τὴν ἐπονομαζομένην
Ἀντίδιον, κἀκεῖσε αὐτὸν δουλοπρεπῶς κατατάξαντα πάνυ ὠφεληθῆναι.
9. κομισάμενος οὖν τὰς τοῦ πατρὸς εὐχάς, καὶ τὸ τῆς ὁδοῦ μῆκος ἐγκόπως διοδεύσας,
πρὸς τὴν ῥηθεῖσαν μονὴν ἀφίκετο. ἐγένετο δὲ τὸν τῆς μονῆς προεστῶτα κατ᾿ οἰκονομίαν
θεοῦ τούτῳ προσυπαντῆσαι· καὶ δὴ ἐρωτᾶν ἤρξατο τίς τε εἴη, καὶ [Β] πόθεν ἥκει, καὶ
τίνος χάριν πρὸς τὴν μονὴν παρεγένετο. ὁ δὲ ἐκλελεγμένος καὶ προωρισμένος τῷ θεῷ
Ἰωαννίκιος ἀπεκρίθη· «τοῦ χάριν πάρειμι, ὦ πάτερ, καὶ πᾶσι τοῖς ἐγκοσμίοις καὶ περικοσμίοις
τοῦδε τοῦ βίου πράγμασιν ἀποτάξασθαι, ἵνα τῶν ὑπερκοσμίων καὶ αἰωνίων ἀγαθῶν μὴ
ἐκπέσω.» τούτων ἀκούσας ὁ καλὸς ποιμὴν δέχεται τοῦτον ἐν τῷ μοναστηρίῳ, ἐκπαιδεύων
αὐτὸν τοῖς ἱεροῖς γράμμασιν· οὐδέπω γὰρ ἦν μεμαθηκώς. πρὸς πᾶσάν τε διακονίαν καὶ
μοναχικὴν κατάστασιν καλῶς συμβιβάσας δόκιμον ἐργάτην τῷ θεῷ ἀναδείκνυσι. τελέσας
οὖν ἐκεῖ διετῆ χρόνον καί, ὡς φέρε εἰπεῖν, χρυσέοις κέντροις τὴν καρδίαν ὑπὸ τοῦ
ζήλου τῆς μακαρίας ἡσυχίας ὑπονυττόμενος, βιάζεται μὲν τὸν ποιμένα ἀπολυθῆναι. καὶ
ὁ μὲν κατεῖχεν, ὁ δὲ σφόδρα παρεκάλει. τέλος πεισθεὶς ὁ πάνσοφος ταῖς τούτου παρακλήσεσι
προσκαλεῖται αὐτὸν πρὸς ἑαυτόν, καὶ ταῖς χερσὶν ἐναγκαλισάμενος καὶ τὸν μακάριον
ἐκεῖνον τράχηλον καταφιλῶν, καὶ τοῖς δάκρυσι καταχριστικῶς λούων, καὶ εἰς χεῖρας
θεοῦ τοῦτον παραθέμενος, πλεῖστά τε ἄλλα ἐπευξάμενος ἀπέλυσεν.
[p. 389Α]
10. ὁ δὲ τῇ πίστει καὶ τῇ εὐχῇ θωρακισθεὶς καὶ ὥσπερ βέλη τὰς τοῦ πανοσίου εὐχὰς
ἐν χειρὶ κατε{ί}χων ἀνδρείως πρὸς τὸν τῶν ἀοράτων ἐχθρῶν πόλεμον ἔξεισι, καὶ ἀνελθὼν
ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ δι᾿ αὐτῶν ἐμπεριπατήσας πρὸς τὸ Ἀγαυρινὸν ὄρος ἔγγιστα
τοῦ ἁγίου Κοσμᾶ παραγίνεται. αὖθις οὖν μηνύσας τὴν παρουσίαν αὐτοῦ τῷ προεστῶτι
τῶν Ἀγαύρων, ἐκδυσωπεῖ τοῦτον θεάσασθαι. ὁ δὲ ἀκούσας εὐθέως ἄνεισι καὶ γεναμένης
εὐχῆς ἐπηρώτα δι᾿ ἣν αἰτίαν ἐνταῦθα παραγέγονε. μεμαθηκὼς οὖν χάριν ἡσυχίας τοῦτον
προσπελάσαι, [Β] ἐδακτυλοδείκτει τὸ ἄντρον οὗτος ὁ μακάριος Ἰωαννίκιος καὶ καθικετεύοντος
σκέπην σμικροτάτην ἐν τούτῳ αὐτῷ ποιῆσαι, εὐθέως ὁ ἡγιασμένος ἐκεῖνος ἀνὴρ προστάττει
δυσὶ τῶν ἀδελφῶν, Εὐστρατίῳ τε καὶ Θεοφυλάκτῳ, τὰ τῆς ἐφέσεως αὐτοῦ ἐκπληρῶσαι·
καὶ τούτου γενομένου καὶ τοῖς ἀδελφοῖς συνταξάμενος, ὁ μακάριος οὗτος ἐπὶ τὸν νοητὸν
γνόφον εἰσέδυ. κἀκεῖσε τὸν Θεὸν ἐν προσευχαῖς καὶ νηστείαις δεηθεὶς καὶ ἀνολιγώρως
ἐπὶ τρ<ε>ισκαίδεκα χρόνους διαπεράνας, δέχεται καὶ αὐτός, ὡς ὁ πάλαι Μωϋσῆς, νόμον
θεῖον καὶ οὐράνια καὶ προφητικὰ χαρίσματα καὶ προφητεύει τά μέλλοντα ὡς παρόντα
καὶ πολλοὺς ἐξ Αἰγύπτου, ἤγουν τοῦ φθαρτικοῦ καὶ σκοτεινοῦ βίου, διεξάξας πρὸς τὴν
φωτοειδῆ καὶ οὐράνιον κατοικίαν καὶ ἀμείνονα ζωὴν διαπορθμεύει. πανταχόσε τοίνυν
αὐτοῦ περιβοήτου γεναμένου καὶ πολλῶν πρὸς αὐτὸν δίκην σμήνους μελισσῶν ἀφικομένων,
μὴ φέρων ὁ ἡσύχιος νοῦς ἐκεῖνος καὶ μικρόν τι βραχὺ ἠλαττωμένος παρ᾿ ἀγγέλους ἐνασχολεῖσθαι
ὑπὸ τῆς τῶν ἀνθρώπων συγχύσεως, ἀλλ᾿ ἀῢλως καὶ καθαρῶς καὶ ἀπερισπάστως συζῆν βουλόμενος
καὶ καθ᾿ ἑαυτὸν μόνῳ προσλαλεῖν τῷ θεῷ, κρύπτειν μὲν ἑαυτὸν εἰς ἅπαν τοῖς ἀνθρώποις
συνδιασκέπτεται καὶ συμπαραλαβὼν [Χ] μεθ᾿ ἑαυτοῦ Πέτρον καὶ Σάβαν καὶ Ἀντώνιον,
τοὺς ἱεροὺς καὶ ἡσυχίους ἄνδρας, συμβολικῶς φέροντας τὸν τύπον τῆς ὁμοουσίου τριάδος,
ἐπὶ τὰ μέρη τῶν Θρακησίων μεταναστεύει.
11. κἀκεῖ μετ᾿ αυτῶν ἐπί τινα χρόνον συνδιατρίψας, ἀκηδίας, ὡς οἶμαι, ἀνθρωπίνης
τοῖς πνευματικοῖς ἀνδράσι παρεμπεσούσης, εἰς τὰ ὀπίσω τούτους ἀνθυποστρέψαι πεποίηκεν.
ὁ δὲ γενναιότατος ἐκεῖνος μόνος καταλειφθεὶς, καὶ ἐπὶ τὰ πρόσω τῆς ἐρήμου τέλεον
ἀποκρύψαι ἑαυτὸν διαλογιζόμενος, καὶ τὸν θεὸν ἐκτενέστατα λιτανεύων ἐπὶ τὸ συμφέρον
τοῦτον ποδηγῆσαι, συγκάμπτεται μὲν ἐξ ἀτονίας εἰς ὕπνου τινὰ ἔμφασιν. χρηματίζεται
δὲ κατ᾿ ὄναρ ὑπ᾿ ἀγγέλου, καθάπερ ἐκεῖνος ὁ κλεινὸς Ἰωσήφ, οὐχ ἅπαξ, ἀλλὰ καὶ δίς,
καὶ ἀνακάμπτειν προστάττεται ἐν ἐκείνῳ τῷ ὄρει ἐξ οὗ ἀπέδρα ὡς οὐ κρυβησόμενον αὐτόν,
τοῦ θεοῦ τοῦτο οἰκονομήσαντος, ἕνεκεν τῆς τῶν πολλῶν σωτηρίας καὶ ὠφελείας. ὁ δὲ
τραχηλιᾶν κατὰ θεοῦ μὴ εἰδώς, ἀλλὰ καὶ λίαν τοῖς αὐτοῦ προστάγμασιν ὑπείκειν, πείθεται
μὲν τῇ γενομένῃ θεόθεν ἀγγελοειδεῖ χρησμοδοσίᾳ, παλινοστεῖ τε αὖθις, οὐχὶ πρὸς τὸ
ἄντρον ἐν ᾧ ᾤκει, ἀλλ᾿ ἐν ἄλλοις σκληροτάτοις κρημνοειδέσι καὶ φαραγγοειδέσι τόποις
τοῦ Τριχάλικος οὕτω καλουμένοις. κἀντεῦθεν λανθάνειν πάντας οἰόμενος,
[p. 390Α] ἐπεὶ δέ, κατὰ τὴν κυριόλεκτον φωνήν· Ϡοὐ δύναται πόλις κρυβῆναι ἐπάνω
ὄρους κειμένη, οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν
καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳϠ, οὕτω καὶ οὗτος ταῖς ἀγαθαῖς πράξεσιν ἐκλάμψας
ἀριδηλότατος μᾶλλον γέγονεν τότε ἢ πρότερον. μαθὼν γὰρ αὐτοῦ τὴν ἔλευσιν ὁ πολλάκις
μνημονευθεὶς ἁγιώτατος ἡγούμενος, ἀναστὰς προθυμότατα πρὸς αὐτὸν παρεγένετο. εὐλογήσας
δὲ τοῦτον, μᾶλλον δὲ, τὸ ἀληθὲς εἰπεῖν, αὐτὸς ὑπ᾿ αὐτοῦ εὐλογηθείς, ἀμφότεροι τῷ
θεῷ ηὐχαρίστησαν, κελλίον τε αὖθις προστάττει τοῖς ὑποτεταγμένοις δυσὶν ἀνδράσιν,
Εὐστρατίῳ καὶ Θεοφυλάκτῳ, τῷ ὁσίῳ οἰκοδομῆσαι καὶ ἐν πᾶσι τοῖς ὑποτεταγμένοις δουλοπρεπέστατα
ὑπεῖξαι, καὶ ὁ μὲν ταῦτα εἰπὼν ᾤχετο.
12. ὁ δὲ θεόπνευστος Ἰωαννίκιος πάνυ προσέκειτο καὶ ἠγάπα τὸν εὐλαβέστατον Εὐστράτιον
εἴπερ τινὰ ἄλλον· καὶ τοῦτο οὐκ ἀπεικῶς, ᾔδει γὰρ τοῦτον εἰς ὕστερον τῆς ἀρχικῆς
ἀξίας τοὺς οἴακας ἐμπιστευθησόμενον καὶ πατέρα πολλῶν προβάτων λογικῶν ἀναδειχθησόμενον.
καὶ εἴ ποτε μυστικόν τι ἢ ἀναγκαῖον αὐτῷ παρενέπιπτεν, πάντα ἡ ἁγία ἐκείνη ψυχὴ
τῷ θαυμασίῳ Εὐστρατίῳ ἀνετίθη. καὶ [Β] γὰρ καὶ ἡμεῖς οὐκ ἄλλοθεν, ἀλλ᾿ ἐκ τοῦ θείου
ἀνδρὸς τούτου κεκινήμεθα ταύτην καθυποτάξαι τὴν ἱερὰν καὶ ἐπωφελῆ πραγματείαν, καὶ
δεδιότες τὸν τῆς παρακοῆς κίνδυνον, ἀναξίως, ἵν᾿ εἴπω, καὶ ἀμαθῶς, τὸ δ᾿ ἀληθὲς
φράσαι, πατρικαῖς προσταγαῖς νικηθέντες ἐκτατικώτερον πόδα κεκινήκαμεν καὶ ὑπερβάθμια,
εἰπεῖν, πεπηδηκότες σὺν δέει πολλῷ τὴν ἐπιταγὴν πεπληρώκαμεν. ὅσα τε παρ᾿ αὐτοῦ
ἠκούσαμεν, ταῦτα πάντα καὶ ἀναγγελοῦμεν ὑμῖν. ἴστε δὲ τὸν ἄνδρα ἅπαντες, ὅπως τε
ἐξ ἀρχῆς καὶ μέχρι τέλους παρηκολούθηκε τῷ ἁγίῳ, ὅπως τε ἔργῳ καὶ λόγῳ κατακεκόσμηται,
ὡς, σχεδὸν εἰπεῖν, πᾶσαν τὴν Βιθυνῶν χώραν ἀγγελομιμήτως ὑπ᾿ αὐτοῦ καταλάμπεσθαι,
καὶ τοῖς φωτοειδέσιν ἐντολαῖς ὑφειμένως διεξάγεσθαι καὶ διαπορθμεύεσθαι. ἀλλ᾿ οὖν
περὶ τὴν νύσσαν τοῦ λόγου ἐπανιτέον.
13. τῆς οὖν κέλλης, ὡς εἴρηται, κτιζομένης, ἄφνω τοὺς ὀφθαλμοὺς ἄραντες οἱ πρὸς
τὸ ἔργον ἐσχολακότες θεωροῦσιν ἀγέλην τράγων ἀνημέρων νεμομένην καὶ ἕνα τινὰ εὐμεγέθη,
καλόν τε καὶ πίονα, χωρισθέντα πλησίον αὐτῶν τοῦτον γενέσθαι. τῶν δὲ διαλογιζομένων
εἴθε δυνατὸν ἦν κρατηθέντα εἰς κάλλιστον ἄσκον προχωρῆσαι, γνοὺς δὲ ὁ μέγας καὶ
προβλεπτικώκατος Ἰωαννίκιός φησιν ἑνὶ τῶν [Χ] ἀδελφῶν, Σάβα τοὔνομα· «ἄπιθι, ὦ ἀδελφέ,
καὶ τὸ ζῷον κρατήσας πρὸς ἡμᾶς φέρε.» αὐτίκα γοῦν πληροῖ ὁ ἀδελφὸς τὸ προσταχθὲν
καὶ ἄγει τὸ ζῷον οὐ βίᾳ, ἀλλ᾿ ἐθελοντί, πρὸς τὸν ὅσιον, καὶ ἵστησιν ἐνώπιον αὐτοῦ
οὐ κρατούμενον, ἀλλ᾿ ἀπολυτὸν πάντη. ὁ δὲ ἁλὸς πλήσης τὴν χεῖρα τῷ ζῴῳ προσφέρει·
τὸ δὲ ἁλίζεται χαριέστατα. ὁμοίως καὶ τὸ βαυκάλιον πλήρη δι᾿ εἰδεστάτου [λεγε· διειδεστάτου]
ὕδατος μεστὸν προσάγει· τὸ δὲ, καθάπερ ὡς ἐκ πηγῆς καλῆς, ἢ ἔκ τινος ἀκροτόμου πέτρας
ναούσης νάματα προθύμως ταῦτα ἀπαρύεται. τῶν δὲ ἀδελφῶν ἐστηκότων καὶ ἀποθαυμαζόντων,
μέτρια μειδιῶν ὁ ἅγιος φησίν· «ἄραγε, ὦ ἀδελφοί, προχωρεῖ οὗτος εἰς ἀσκόν» τῶν δὲ
φησάντων, «καὶ πάνυ» εἶπεν ὁ ὅσιος· «ἐπειδὴ τὸ ἔργον χάριτι Χριστοῦ τετελείωται,
ἀπολυθήτω οὗτος ἀβλαβής.» καὶ κελεύει πάλιν τὸν εἰρημένον Σάβαν κρατήσαντα τὸ ζῷον
τῶν κεράτων ἕως τινος τόπου ἀπαγάγαι καὶ τοῦτο ἀπολύσαι. τοῦτο ἤδη πρῶτον σημεῖον
γέγονε τοῦ προφήτου ἐκείνου καὶ ἰσαγγέλου ἀνδρός.
[p. 391Β]
14. τὸ δὲ δεύτερον ὁποῖόν ἐστι μαθήσεσθε. ἐν τοῖς καιροῖς ἐκείνοις κεκίνηται πάλιν,
ὡς ἀνωτέρω εἴρηται, πρὸς πόλεμον τὸ τῶν Βουλγάρων ἔθνος· στρατοποιεῖται δὲ κατ᾿
αὐτῶν καὶ ὁ τότε τὰ σκῆπτρα τῆς βασιλείας περιέπων εὐσεβέστατος βασιλεύς, Νικηφόρος
τοὔνομα. Καὶ τούτου γενομένου, ἄδειαν λαβόντες οἱ λεγόμενοι συμπένθεροι τοῦ βασιλέως
πρὸς τὸν ὅσιον παρεγένοντο, ἔχοντες μετ᾿ αὐτῶν καὶ τὸν ἀοίδιμον Εὐστράτιον, τὸν
τοῦ ὁσίου προσφιλέστατον. Θεασάμενοι οὖν αὐτὸν καὶ ὑπ᾿ αὐτοῦ εὐλογηθέντες, ἐζήτουν
καὶ ὑπὲρ τῶν βασιλέων ἐμμελέστατα εὔχεσθαι. ὁ δὲ καθαρώτατος νοῦς ἐκεῖνος γνοὺς
τὸ μέλλον γενήσασθαι, φησίν· «ἐγὼ μέν, ὦ τέκνα, ὑπὲρ τῶν βασιλέων ἤδη ηὐξάμην· ὑπὲρ
δὲ τοῦ βασιλέως τὰ νῦν προσεύξομαι.» τῶν δὲ δηχθέντων μέν, ἀναύδων δὲ ἐπὶ τῇ ἀσαφείᾳ
μεινάντων, οὐ γὰρ ἔγνωσαν τὸ λαληθὲν πλὴν μόνου Εὐστρατίου, καὶ γὰρ ἦν ὁ ἀνὴρ ἀγχίνους,
[Χ] προσβλέπει μὲν πρὸς αὐτὸν ὁ ἅγιος καὶ σιγᾶν ἐπινεύσας πρὸς αὐτοὺς πάλιν ἐπιστραφεὶς
καὶ τούτους εὐλογήσας ἀπέστειλεν. τῶν δὲ ἐκ τοῦ ὄρους κατιόντων, ἀκριβέστατα μαθεῖν
ἐπηρώτων παρὰ τοῦ εὐλαβεστάτου Εὐστρατίου τί ἂν εἴη τὸ λαληθέν. ὁ δέ φησιν· «ἵν᾿
ἰδῆτε ὅτι, τοῦ θεοῦ παραχωρήσαντος, ὁ μὲν βασιλεὺς ἐν τῷ πολέμῳ πέπτωκε καὶ διὰ
τοῦτο εἶπεν ὑμῖν ὅτι περὶ μὲν τῶν βασιλέων ἤδη ηὐξάμην, περὶ μὲν τοῦ μέλλοντος ἀναδείκνυσθαι
βασιλέως τὰ νῦν προσεύξομαι.» οἱ δὲ ἄνδρες λίαν καταπλαγέντες, δειλίᾳ τε καὶ φόβῳ
συσχεθέντες, τοὺς ἵππους πλήξαντες τάχιστα τὴν ὁδὸν διήνυον. ὡς δὲ πλησίον τῶν πυλῶν
[λεγε· Πυλῶν] ἔφθασαν, ἀκούουσι τὴν ἐλεεινὴν ἐκείνην φωνὴν καὶ κατηφείας πεπληρωμένην,
τὴν τοῦ βασιλέως, ὡς εἴρηται, πτῶσιν παρὰ πάντων ἐπιβοωμένην καὶ τὸ λοιπὸν τῆς ὁδοῦ
σὺν δέει καὶ θρήνοις καταπλεύσαντες πρὸς τὴν βασιλεύουσαν πόλιν προσωρμίσθησαν.
15. ἵνα δὲ τὰ τῆς προφητείας λεχθέντα πληρωθῇ, διαδέχεται τὴν βασιλείαν Σταυράκιος,
ὁ υἱὸς Νικηφόρου, καὶ τούτου τὴν βασιλείαν διιθύνοντος, πάλιν ἀσχετῷ ἐπιθυμίᾳ οἱ
ῥηθέντες πενθεροὶ τοῦ βασιλέως κατείχοντο τοῦ ὀπτανθῆναι τῷ ὁσίῳ καὶ μάλιστα τοῦ
διερωτῆσαι καὶ μαθεῖν περὶ τοῦ γαμβροῦ αὐτῶν, εἰ ἐπὶ πλέον βασιλεύσει ἢ καὶ μή.
[p. 392Α] ἐν τούτοις τοῖς λογισμοῖς διακείμενοι καὶ εὐκαιρίαν μὴ εὑρίσκοντες τὴν
ἐπιθυμίαν τῆς καρδίας αὐτῶν ἐκπληρῶσαι, ἐν μιᾷ τῶν ἡμερῶν ἀπερχομένων αὐτῶν ὡς πρὸς
τὰ βασίλεια συναντῶσιν ἐν τῇ ὁδῷ τῷ πανευλαβεστάτῳ Εὐστρατίῳ (ἦν γὰρ ἐπί τινι διακονίᾳ
πρὸς τὴν βασιλεύουσαν πόλιν παρὰ τοῦ καθηγουμένου ἀποσταλείς), καὶ ὡς τοῦτον ἤδη
ἀνεγνώρισαν, γνησιώτατα ἀσπασάμενοι καὶ ἄμφω τὼ χεῖρε ἐναγκαλισάμενοι, ἅμα αὐτῷ
οἴκαδε πάλιν δρομήσαντες ἐπορεύθησαν, κηροῖς τε καὶ θυμιάμασι καὶ ἄλλοις τισὶ δώροις
τοῦτον ἐφοδιάσαντες καὶ καθικετεύσαντες, ἀκριβέστατα τὰ περὶ τοῦ γαμβροῦ αὐτῶν παρὰ
τῷ ἁγίῳ μαθεῖν καὶ δῆλα αὐτοῖς ποιῆσαι ἐξαπέστειλαν. ὁ δὲ ἐξελθὼν ἀπολογεῖτο μὲν
ἐν πρώτοις τῷ ἀρίστῳ ἐκείνῳ ποιμένι ὑπὲρ ἧς πεπίστευται διακονίας, αὖθις δὲ εὐχὴν
κομισάμενος πρὸς τὸν ὅσιον ἀνέρχεται καὶ τούτῳ ἐμφανισθεὶς καὶ ὑπ᾿ αὐτοῦ εὐλογηθεὶς,
δοὺς τὰ δῶρα, ἐξῄτει μαθεῖν καὶ τὰ συμβησόμενα τῷ βασιλεῖ. ὁ δὲ ὑψηλόνους καὶ οὐράνιος
ἄνθρωπος ἐπὶ πολὺ ἐκβιαζόμενος καὶ μὴ θέλων προσπλῆξαι ἔν τινι τὸν ἄνδρα, μόλις
ποτὲ ἀνοίξας τὸ στόμα καὶ τοῖς δάκρυσι τὰς παρειὰς καταβρέχων, ὑποδειγματικῶς ἀπεκρίθη·
[Β] «ὦ λίαν ἠγαπημένε Εὐστράτιε, γνωστὸν ἔστω σοι ὅτι ὃν τρόπον ὄρνις ἐπί τινος
ἀμφιλάφους κλάδου ἔρνους καθεζομένη καὶ ἡδὺ κελάδουσα, ἄφνω ἱέρακος καταστάντος,
τάχιστα ταύτην ἀφαρπάζει, οὕτω συντομωτέρως ἡ τούτου βασιλεία ἀφαρπαγήσεται.» ὅπερ
καὶ γέγονε. καὶ γὰρ οὐκ ἄγνωστος, ἀλλὰ καὶ λίαν εὔγνωστος πᾶσι καθέστηκεν ὁ βραχύτατος
χρόνος τῆς βασιλείας αὐτοῦ. διαδέχεται δὲ τὴν βασιλείαν Μιχαήλ, ὁ καὶ τῷ μοναδικῷ
διαπρέψας ἀξιώματι· ὅπως τε οὗτος τετυράννηται ὑπὸ τοῦ θηριωνύμου καὶ θηριοτρόπου
Λέοντος καὶ τὴν βασιλείαν ἀφαρπάζεται ἐντεῦθεν ἴσεσθε.
16. ἔθος ἦν τῷ υἱῷ τοῦ Τούρκου, τοὔνομα Βρυένης, συχνῶς πρὸς τὸν ἅγιον ἀπιέναι καὶ
τούτου τὰς εὐχὰς κομίζεσθαι. καὶ δὴ ὡς πολλάκις ἀπελθόντος αὐτοῦ, φησὶ πρὸς αὐτὸν
ὁ θεόπνευστος· «ἆρά γε, κῦρι Βρυένη, ἐπίσταται ὁ σὸς ἐξάδελφος πρόβατα ποιμᾶναι»
ὁ δὲ ἀχθεσθεὶς ἐπὶ τῷ λόγῳ φησί· «καὶ πῶς ἐνδέχεται, ὦ πάτερ, τοῦτον ἐπιστάτην προβάτων
γενέσθαι, στρατηγικὴν ἐγχείρησιν ἐμπεπιστευμένον πάντη γὰρ ἄτοπον τοῦτο καὶ ἀνοίκειον.»
εἰρήκει δὲ τοῦτο ὁ πανάγαστος, ἐπειδὴ προέβλεψεν τοῦτον εἰς ὕστερον βασιλεύσοντα,
καὶ ἀντὶ ποιμένος λύκον γενέσθαι, καὶ διασπαράξαι τὸ [Χ] τοῦ Χριστοῦ ποίμνιον καὶ
τὸν θεοῢφαντον χιτῶνα τῆς τοῦ Θεοῦ ἐκκλησίας. ὅμως ἐφησυχάσας ὁ μακάριος καὶ τῷ
ἀνδρὶ ἐπευξάμενος, ἀπέλυσε. μετὰ δέ τινα χρόνον πρὸς πόλεμον πάλιν ἐπαναστὰν κατὰ
τῶν χριστιανῶν τὸ τῶν Βουλγάρων ἔθνος, ἐγένετο καὶ τὸν παμμίαρον οἷά τε στρατηγοῦντα
τῷ τῶν Ἀνατολικῶν θέματι, ἅμα τοῦ μακαριωτάτου καὶ εὐσεβοῦς καὶ ὀρθοδόξου βασιλέως
τοῦ κυροῦ Μιχαὴλ πρὸς ἀντιπαράταξιν αὐτῶν ἐξιέναι. κἀκεῖθεν παραχωρήσει θεοῦ τὸν
φιλόχριστον ἄνδρα τῆς βασιλείας ἀποικήσας, ἁρπάζει αὐτός, ὡς εἴρηται, τυραννικῶς
τὸ διάδημα τῆς βασιλείας.
17. ὁ δὲ ῥηθεὶς Βρυένης μνημονεύσας τῶν ὑπὸ τοῦ ἁγίου λεχθέντων, μάλιστα δὲ καὶ
τὰ τῆς προφητικῆς ἐκείνης ἀναρρήσεως περατωθέντα προσβλέψας, δῆλα πάντα τῷ τυράννῳ
καθίστησιν. ὁ δέ φησιν· «ἐν τάχει ἀπελθὼν ἀκριβῶς ἐξετάσαι θέλησον καὶ τὸ πόσον
τοῦ χρόνου τῆς βασιλείας ἡμῶν· καὶ ἐλθὼν ἀπάγγειλόν μοι· εἰ γὰρ τὰ πρὸ τῆς ἀρχῆς
καλῶς διεσκέψατο, πόσῳ μᾶλλον γνωρίσει καὶ τὰ μέλλοντα.» τοῦ δὲ Βρυένους τὰ κελευσθάντα
ἑκπληροῦντος καὶ ἤδη τῇ τοῦ ἁγίου κέλλῃ πλησιάζειν μέλλοντος, γνοὺς ὁ ὅσιος τὴν
τούτου ἔλευσιν, φησὶ πρὸς
τὸν πανάριστον Εὐστράτιον συνόντα αὐτῷ ἐκεῖ τότε· «γινώσκειν σε βούλομαι, ὦ φίλτατε
[p. 393Α] Εὐστράτιε, ὅτι ὁ τύραννος χαμαιλέων, ὁ κατὰ τὰς ἁμαρτίας ἡμῶν γεγονὼς
βασιλεύς, σφοδρὸν διωγμὸν ἐπεγείρει τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ἀλλὰ μὴν καὶ τὸν γνωριμώτατον
ἡμῖν Βρυένην μαθεῖν παρ᾿ ἡμῶν τὰ κατ᾿ αὑτὸν ἐξαπέστειλεν· ἀλλ᾿ ἀνάστηθι καὶ πορεύου
εἰς ὑπάντησιν αὐτοῦ, καὶ τοῦτον ἀποστύφων ἐχέφροσι λόγοις ἔα πρὸς ἡμᾶς ἔρχεσθαι.»
τοῦ δὲ εὐλαβεστάτου Εὐστρατίου ὡσεὶ τόξου βολὴν ἤδη ἐξελθόντος, ἐγένετο προσυπαντῆσαι
τῷ ἀνδρὶ καί, ὡς ἔθος ἐστί, χαιρετίζειν προσποιησάμενος ἐπύθετο εἰ ἀκήκοέν τι παρὰ
τοῦ ἁγίου περὶ τοῦ τυράννου. ὅδε [λεγε· ὁ δέ] φησιν ὅτι· «ἐχθρὸς τοῦ θεοῦ μέγας
γενήσεται καὶ σφοδρῶς ταράξει τὴν τοῦ θεοῦ ἐκκλησίαν· πλὴν οὖν πορεύου καὶ τρανέστατα
παρὰ τοῦ δικαίου μάνθανε.» τοῦ δὲ τῷ ἁγίῳ ἐμφανισθέντος καὶ ἄμφω τὸ γόνυ πρὸς γῆν
κλίναντος, εὐλογεῖται μὲν ὑπὸ τοῦ ἁγίου καὶ ἀναστὰς μαθεῖν ἐξελιπάρει καὶ τὰ περὶ
τοῦ ἀλάστορος. ὁ δὲ ὅσιος ἐμβριθεστέραις ταῖς διαλέξεσι χρώμενος πᾶσαν τὴν κακίαν
αὐτοῦ ἐν βραχυλογίαις διεσάφησε. προσποιουμένου οὖν ἐκείνου καὶ ἀπολογουμένου μὴ
οὕτως ἔχειν, πάλιν ὁ ὅσιος ἀπεκρίθη· «ὃν τρόπον ἤκουσας, οὕτως ἔσται· καὶ ὡς ἤκουσας,
οὕτω λαλήσεις.» ὁ δὲ τῷ ἁγίῳ [Β] συνταγεὶς καὶ πρὸς τὸν βασιλέα ἀφικόμενος ἀναγγέλλει
πάντα τὰ λαληθέντα. ὁ δὲ τύραννος λίαν καταπλαγεὶς καὶ μάλιστα θαυμάσας περὶ τοῦ
διωγμοῦ ὅτι οὐ διέλαθεν, φησὶ πρὸς τὸν ἀποσταλέντα· «περὶ δὲ τῶν χρόνων τῆς βασιλείας
ἡμῶν τί ἔμαθες» ὁ δέ· «πολλὰ οὖν βιασθεὶς ὑφ᾿ ἡμῶν, οὐδὲν ἄλλο ἡμῖν ἔλεξεν πλὴν
ὧν ἤκουσας.» καί γε ταῦτα εἰδώς, ὁ τύραννος ἔφη· «οὐδὲ ἐκεῖνο αὐτὸν οἶμαι ἀγνοεῖν,
ἀλλ᾿ ἐν ταχυτῆτι σπεύσας καὶ διερευνησάμενος μάλα σαφήνισον ἡμῖν.» ὁ δὲ ἀνὴρ ἐν
σπουδῇ πορευθεὶς καὶ μηδένπερ ἕτερον ὧνπερ ἤκουσε μαθών, ἄπρακτος πρὸς τὸν βασιλέα
πάλιν ὑπέστρεψεν.
18. ὁ δὲ τῇ φερωνυμίᾳ ἀνήμερος Λέων ὁ τύραννος ἐν πρώτοις μὲν καλύπτειν ἐμηχανᾶτο
τὸ δολερὸν τοῦ φρονήματος, καθάπερ παραπετάσματι, τῇ ὑπουλότητι καὶ τῇ ψευδεπιπλάστῳ
εὐσεβείᾳ καὶ πίστει χρώμενος, ἀπατᾶν κἀντεῦθεν, ὡς οἶμαι, οἰόμενος τὸ πλεῖστον μέρος
τῶν ἁπλουστέρων. ὡς οὖν δένδρον πονηρὸν ὑπάρχον καὶ καρποὺς ἀγαθοὺς φέρειν μὴ δυνάμενον,
πᾶσι κατάδηλος ἐκ τῶν πονηρῶν αὐτοῦ καρπῶν γέγονε. γνοὺς οὖν ὅτι οὐ διέλαθεν ἀνακαλύπτει
τὸ βέβηλον φρόνημα, προτίθησι δὲ ἀναφανδὸν τὴν ἀσέβειαν, καὶ τὰ τοῦ [Χ] Μάνεντος
κρατύνας πᾶσαν τε ἐπωφελῆ καὶ εἰκονουργικὴν θέαν τοῦ θεανδρικοῦ ἐπιφανέντος Χριστοῦ
τοῦ θεοῦ ἡμῶν καὶ τῆς αὐτοῦ ὑπερ<εν>δόξου μητρὸς καὶ πάντων τῶν ἁγίων ἐξάραι ὁ δύστηνος
κατετόλμησεν. ὑπερορήσας [λεγε· ὑπερωρήσας] δὲ τὸν θεῖον ἀρχιερέα καὶ αἰσχρὸν καὶ
βέβηλον ἀντεισαγαγών, δεσμεύει μὲν ὅσον ἔγκριτον, ἱερατικόν τε καὶ μοναχικόν, ἵν᾿
εἴπω, καὶ λαϊκῶν εὐσεβῶν σύστημα· καὶ τοὺς μὲν ἀόρως ποντοφορήτους παραδίδωσι, τοὺς
δὲ ἀνηλεῶς σφάττει, καὶ οὓς μὲν ποιναῖς καὶ μάστιξι καὶ στρεβλωτηρίων δεσμότησι
καθυποβάλλει, οὕς δὲ σιδηροδεσμίους πρὸς τὰ φρούρια παραπέμπει, καὶ τοῖς μὲν ἠπίως
καὶ προσηνῶς προσέρχεται, τοὺς δὲ λιμῷ καὶ δίψει ὑποπιέζει. ἔστι δ᾿ ὅτε καὶ ὑποκλέπτει
τοὺς ἁπλουστέρους καὶ πρὸς ἑαυτὸν ἕλκει, πῆ μὲν τῷ φόβῳ τῶν βασάνων ἀποκαμόντας,
πῆ δὲ τῇ δόξῃ τοῦ φθαρτικοῦ καὶ ῥέοντος βίου κλαπέντας. ἐν τούτοις μὴ κορεσθεὶς
ὁ τύραννος καὶ τοὺς ἐν ταῖς ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς
γῆς διὰ κύριον οἰκοῦντας σκυλεύειν ἀπήρξατο καὶ πανταχοῦ ἐκπέμψας ἄρχοντας πλήρεις
ἀσεβείας, ἐγχειρίζει αὐτοῖς πρόσταγμα τοιόνδε· ὅπως εἰ εὕρωσί τινας ἀσπαζομένους
τὴν τοῦ Χριστοῦ εἰκόνα, πεισθέντας μὲν καὶ ἀρνησαμένους τὴν ταύτης προσκύνησιν φειδοῦς
ἀξιωθῆναι, εἰ δὲ μὴ
[p. 394Α] παντοίαις εἰδῶν κολάσεσι πολυτρόπως τούτους ἀπολέσθαι. εἰ δὲ δυνηθῶσι
καὶ τὸν ὅσιον κατασχεῖν καὶ δέσμιον πρὸς αὐτὸν ἐξαποστεῖλαι, τιμὰς οὐ τὰς τυχούσας
καὶ ἀξιωμάτων διαφορὰς λήψεσθαι. κλόνος οὖν καὶ δειλία πάντας κατεῖχε καὶ βοῆς πάντα
καὶ θρήνου μεστά. πατὴρ γὰρ ἐδίδου τέκνον εἰς θάνατον καὶ τέκνα πατέρας, καὶ ἀδελφοὶ
ἀδελφούς, καὶ φίλοι φίλους, καὶ ἁπλῶς εἰπεῖν, μεγάλη λύπη τὴν σύμπασαν γῆν κατεῖχεν.
19. [Χ] ὁ δὲ ὅσιος γνοὺς ὅτι καὶ περὶ αὐτοῦ ἔρευναν ποιεῖσθαι μέλλουσιν, ἐπὶ τὸ
ὄρος τὸ καλούμενον Ἄλσος μεταναστεύει· κἀκεῖσε μετὰ παρρησίας τὸν λόγον τῆς ἀληθείας
κηρύττων, ἀνεγείρει καὶ σεβασμίους ναοὺς ἐπ᾿ ὀνόματι τῆς δεσποίνης ἡμῶν τῆς Θεοτόκου
καὶ τῶν ἁγίων καὶ κορυφαίων τῶν ἀποστόλων Πέτρου καὶ Παύλου καὶ τοῦ στρατηλάτου
μάρτυρος Εὐσταθίου. ἀλλὰ μηδεὶς ἀκούων τὸν ὅσιον πατέρα ἡμῶν ἀποδράσαντα, ὑπολάβοι
αὐτὸν δειλιάσαι τὸν τύραννον ἢ τὸν θάνατον· ὁ γὰρ τοῦ κόσμου μετανάστης γενόμενος
καὶ πάντα τὰ τερπνὰ αὐτοῦ ἀπαρνησάμενος, ἔτι τε καὶ πατέρα καὶ μητέρα καὶ ἀδελφὰς
ἐάσας διὰ τὸν κύριον, θάνατον οὐκ ἐπτοεῖτο οὐδὲ θυμὸν τυράννου, ἀλλ᾿ ἀκούσας τοῦ
ἀποστόλου εἰρηκότος· Ϡδότε τόπον τῇ ὀργῇ,Ϡ καὶ πάλιν τοῦ κυρίου ἐν τοῖς θείοις εὐαγγελίοις
παραγγέλλοντος· Ϡὅτ᾿ ἂν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἄλλην,Ϡ
διὰ τοῦτο ἐξέφυγεν ὁμοῦ καὶ τὴν θρασύτητα συγκλείων. ὁ δὲ φυλάττων κύριος τὰς ψυχὰς
τῶν ὁσίων αὐτοῦ καὶ ἐκ χειρὸς ἁμαρτωλοῦ ῥυόμενος καὶ τοῦτον ἐρρύσατο ὑπὸ τῆς θείας
αὐτοῦ χάριτος καὶ διέσωσεν εἰς πολλῶν
[p. 395Α] σωτηρίαν καὶ ὠφέλειαν τῶν σωζομένων. ἐπεὶ δὲ τῶν ἱερῶν καὶ σεβασμίων ναῶν
ἀνεμνήσθημεν, λέξομεν κατὰ τὸ ἡμῖν ἐφικτὸν καὶ τὸ αἴτιον τῆς τούτων ἀνεγέρσεως.
20. Γουρίας τις ὀνόματι, πάνυ κακεντρεχὴς καὶ δεινός, λαοπλάνος τε καὶ μαγομάντις
ὑπάρχων, καί, ἀποστολικῶς φάναι, σκεῦος εἰς ὀργὴν ἀπωλείας, τῷ διαβόλῳ κατηρτισμένος
καὶ χρηματίζων, ἐρημικόν τε βίον οὐκ ἀληθῶς, ἀλλὰ ψευδῶς καὶ ἐπιπλάστως ἐπανῃρημένος
καὶ μόρφωσιν εὐσεβείας συσχηματιζόμενος ἔχειν, τὴν δὲ δύναμιν αὐτῆς πάντη ἠρνημένος,
οὗτος ὁ παμμίαρος ᾀδομένην ὑπὸ πάντων καὶ κατ᾿ ἀξίαν εὐφημουμένην τὴν τοῦ ἁγίου
ὀνόματος ἀνάρρησιν τοῦ θειοτάτου πατρὸς ἡμῶν μὴ φέρων ἐνηχεῖσθαι, φθονερῷ πάθει
ὁ βάσκανος καὶ δύστηνος ἁλοὺς δολίως, ὡς ἄλλος τις ὄφις, θανατώσων τὸν ὅσιον ὁ μισάνθρωπος
παρεγένετο. καὶ δὴ τὸν ἰὸν τῆς ὑπουλότητος ταπεινώσει συγκεράσας θρηνητικαῖς ψευδολογίαις,
ὡς δῆθεν μαθητεύσων τὸν μέγαν τοῦ Θεοῦ ἄνθρωπον, ὁ τοῦ ψεύδους ἐραστὴς καθικέτευε,
συνδιασκεψάμενος, καὶ τοῦτο λίαν εἰκαίως καὶ ματαίως, ὅτιπερ εἰ μόνον τῆς παρακλήσεως
τύχοι τοῦ συνεῖναι τῷ ἁγίῳ διχῶς [Β] τοῦτον ἀπολέσει, ἢ γὰρ τῇ ἐπηρείᾳ καὶ ἐκφοβήσει
τῶν συνυπουργούντων αὐτῷ ταῖς μαγείαις ἀποστατικῶν δυνάμεων δειγματίσας [λεγε· δειματήσας],
ἤτοι ἐκφοβήσας, τοῦτον ἐκδιώξει, ἤ, ταύτῃ ἡττώμενος, ἐπὶ τὴν ἑτέραν τέχνην τῆς μαγικῆς
καταφυγὼν θανατηφόροις δόσεων κεράσμασιν ἐν βρώσει ἢ ἐν πόσει συμμίσγων καί, λεληθότος
[λεγε· λεληθότως] προσάγων ἀθρόον τοῦτον τῆς ζωῆς στερήσοι, κἀκεῖνος μονώτατος τῆς
ὑψηλοτάτης φήμης τὴν δόξαν, ὡς μονερημίτης, παρὰ τῶν ἀνθρώπων θηράσοιτο, μὴ λαβὼν
ὁ ἀσύνετος εἰς τὸν ἐσκοτισμένον αὐτοῦ νοῦν ἀνίκητον ὑπάρχειν τὴν δύναμιν τοῦ Χριστοῦ,
ἀλλὰ προφητικῶς εἰπεῖν ὡς Ϡἀσπὶς βυοῦσα, τὰ ὦτα κυφωθεὶς,Ϡ καὶ τῆς θεολέκτου φωνῆς
μὴ ὑπακούσας τῆς πρὸς τοὺς ἀποστόλους καὶ τῷ μετὰ τοὺς ἀποστόλους ἁγίῳ πατρὶ ἡμῶν
φανερώτατα βοώσης ὅτι Ϡἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα·
ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν
δύναμιν τοῦ ἐχθροῦϠ καὶ τὸ Ϡἐὰν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψῃ.Ϡ ταύτας
οὖν τὰς θεολέκτους φωνὰς ὁ ἐν σκότει πορευόμενος μὴ συνιείς, ἀλλ᾿ ἑτέραις δειναῖς
κακονοίαις πληρωθεὶς τὴν καρδίαν ὑπὸ τοῦ Σατανᾶ πρὸς τὸν ἅγιον, ὡς εἴρηται, πρόσεισιν.
ὁ οὖν [Χ] θεσπέσιος πατὴρ ἡμῶν μηδ᾿ ὅλως ἀγνοήσας τὴν αὐτοῦ πανοῦργον δολιότητα,
ἀλλά γε μᾶλλον καὶ ἐλέγξαι τοῦτον, ὡς οἶμαι, θέλων καὶ τὸ πεφυσιωμένον ἐκεῖνο ταῖς
μαγείαις φρόνημα σαθρὸν καὶ ἀνίσχυρον ἀποδεῖξαι, καὶ ὡς οὐδὲν πείσεται τῇ τοῦ Θεοῦ
χάριτι τῇ μεταλήψει τῶν μαγικῶν ἐκπομάτων, ἀλλά γε τὸν ἄρχοντα τοῦ σκότους καὶ τὰ
πνευματικὰ τῆς πονηρίας ὑπὸ τῆς ἄνωθεν προμηθείας φρουρούμενος τροπώσεται, καὶ ἀσθενῆ
ἀποδείξει, δέχεται αὐτὸν δῆθεν ὡς εἰς μαθητείαν καὶ τὴν τοῦ ὑπουργοῦ τάξιν ἐγχειρίζει
αὐτῷ.
21. ὁ δὲ τοῦ διαβόλου υἱὸς περιχαρῶς εἰσοικισθεὶς ἐπειρᾶτο καὶ τῶν μαγικῶν ἐργῶν
ἤδη ἀπάρξασθαι. καὶ δὴ ἐν μιᾷ, νυκτὸς βαθείας οὔσης, ἀωρὶ τῆς κέλλης ἐξελθὼν καὶ
πρός τινα τόπον ἀνοίκειον γενόμενος τὰς συνυπουργούσας αὐτῷ δαιμονικὰς φάλαγγας
ὁπλοφόρους παρεστάναι αὐτῷ ἐπεκαλεῖτο. τῶν δὲ εἰς πλῆθος ἱππέων καὶ πεζῶν ἐν σχήματι
σιδηροθωράκων μεταβληθεισῶν, τόξα τε καὶ βέλη καὶ φαρέτρας φανταστικῶς κατεχουσῶν,
κυκλικῷ παραγενάμεναι ἐπέστησαν αὐτῷ. ὁ δὲ βδελυκτὸς ἐκεῖνος μάγος τούτους θεασάμενος,
μάλα θαρρήσας, πρὸς πόλεμον κατὰ τοῦ ὁσίου ἀπιέναι προέτρεπεν. αὐτῶν τε παραχρῆμα
τῇ προστάξει ἐπιπορευομένων τὰ βέλη ἐν ταῖς βελοθήκαις τῶν βασταζόντων ἦχον
[p. 396Α] μέγαν ἀπετέλουν. ὡς οὖν ἔκ τινος διαστήματος τῆς κέλλης γενόμεναι παρετάξαντο,
ἤρξαντο ἀλαλάζειν καὶ πυκνῶς κατὰ τοῦ ἁγίου τὰ βέλη ἐπιπέμπειν. ὁ δὲ ἁγιώτατος πατὴρ
ἡμῶν, γραφικῶς εἰπεῖν Ϡὡς λέων πεποιθὼςϠ καὶ μηδ᾿ ὅλως δειλανθείς, ἀλλὰ πρὸς οὐρανὸν
ἄρας τὰς ἱερὰς παλάμας, τὸν φοβερὸν ἐν πολέμοις καὶ κραταιὸν κύριον εἰς βοήθειαν
αὐτοῦ ἐπεκαλεῖτο, καὶ ψάλλων οὕτως ἔλεγεν· «Ϡκύριος φωτισμός μου καὶ σωτήρ μου,
τίνα φοβηθήσομαι κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τινὸς δειλιάσω ἐὰν παρατάξηται
ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου, καὶ ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος,
ἐν ταύτῃ ἐγὼ ἐλπίζω.Ϡ» τῇ τε χειρὶ τὸ σταυρικὸν σημεῖον τετραμερῶς ὑπαέριον διατυπώσας
παραχρῆμα πᾶσαν ἐκείνην τὴν δαιμονικὴν πληθὺν ἄφαντον ἐποίησεν. καὶ πάλιν ἀρξάμενος
οὕτως ἔψαλλεν· «Ϡοἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον ὄντως
ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν καὶ τὰ τόξα αὐτῶν συντριβείη· καὶ
οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι κυρίου ἐπικαλεσόμεθα, αὐτοὶ
συνεποδίσθησαν καὶ ἔπεσον, ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνωρθώθημεν.Ϡ» καὶ πλεῖστα ἄλλα
παρόμοια τούτοις ᾄσας καὶ ἐκτενῶς προσευξάμενος, ἡσύχασεν.
22. ἐν τούτοις ὁ μισομόναχος ἀστοχήσας ἐπὶ τὸ ἕτερον μέρος τῶν μαγικῶν αὖθις τὰς
ἐλπίδας ἐπέρεισε· καὶ εὐκαιρίαν εὑρηκὼς σύνθεσίν τε πολυειδῶν δηλητηρίων λεάνας
καὶ ἐν μέλι<τι> καὶ γάλακτι ἀμφότερα συγκεράσας καὶ βαυκάλιον πλήσας κιρνῶν τῷ ἁγίῳ
προσφέρει. ὁ δὲ πανόσιος πατὴρ ἡμῶν ἐκτείνας τὴν χεῖρα καί, ὡς ἔθος ἦν αὐτῷ, τὸν
ζωοποιὸν τύπον τοῦ σταυροῦ ποιήσας θαρσαλέως τοῦτο πέπωκεν. ὁ δὲ δολιόφρων ἐκεῖνος
καὶ ἄθλιος μάγος χαρᾶς πλησθείς, ὡς τάχιστα τοῦτον οἰόμενος καὶ ἐλπίζων τεθνήξεσθαι,
ὑψηλῷ καὶ γαύρῳ τῷ φρονήματι ὡς τετυχηκὼς τοῦ ἐλπιζομένου διέκειτο. ἆρ᾿ οὖν νενίκηκεν
ὡς βεβούλευται, ἢ τεθανάτωκε τὸν ἅγιον ἄπαγε, ἀλλ᾿ ἢ μᾶλλον τῆς ἐλπίδος διέψευσται
καὶ κενῶς ἀνομήσας φανερώτατα διήλεγκται. πεπωκὼς γάρ, ὡς εἴρηται, τὸ δηλητήριον
καὶ ποσῶς τὰ ἐντὸς ὀδυνώμενος, ἐδέετο τοῦ φιλανθρώπου θεοῦ ῥυσθῆναι αὐτὸν τῆς θανατηφόρου
ἐκείνης μαγικῆς σκαιωρίας. ἐκ δὲ τῶν συνεχουσῶν αὐτῷ ὀδυνῶν τραπεὶς πρὸς ὕπνον,
ὁρᾷ τινα ἄνδρα, πάνυ ὡραιότατον, στρατιωτικὸν σχῆμα φοροῦντα, παριστάμενον αὐτῷ
καὶ ἐν τῇ χειρὶ αὐτοῦ τῇ δεξιᾷ κατέχοντα ὑγιεινόν τι φάρμακον, καὶ τοῦτον προτρεπόμενον
[Χ] λαβεῖν αὐτὸ καὶ φαγεῖν καὶ τὴν ῥῶσιν δέξασθαι. ὁ δὲ ἅγιος ἐπύθετο τίς τε εἴη
εἰπεῖν καὶ παρὰ τίνος ἀποσταλεὶς παρεγένετο ὅδε Εὐστάθιον στρατηλάτην ἑαυτὸν ἀνεκήρυττεν,
καὶ ἐκ θεοῦ ἀπεστάλθαι εἰς βοήθειαν καὶ ἐπίσκεψιν αὐτοῦ, ὑποδεικνύων ἅμα καὶ τὸ
ἐν χειρὶ αὐτοῦ κρατούμενον φάρμακον καὶ ὡσεὶ τοῦτο λάβοι καὶ φάγοι μηκέτι δεδιέναι
αὐτὸν ἢ βλάπτεσθαι ἢ ἀδικεῖσθαι ἐν παντοίαις εἰ τύχοι, ἐπιφερομέναις αὐτῷ μαγικαῖς
δόσεσιν. ὁ δὲ ὅσιος λαβὼν τοῦτο καὶ ὑφ᾿ ἓν ἐκπιὼν παραχρῆμα διϋπνίσθη καὶ περιβλεψάμενος
ὧδε κἀκεῖσε οὐδένα ὁρᾷ, τὴν δὲ κοιλίαν βιαίως ἀλγῶν καὶ διαπριώμενος πρὸς ἐμετὸν
ὠθεῖτο καὶ δὴ πρὸς γῆν κύψας τὸ στόμα σὺν πλείστῳ αἵματι τὸ δηλητήριον ἐξέχεεν,
καὶ τῶν πόνων κουφισθεὶς τὸν Θεὸν ἐδόξασε, τὸν διὰ τοῦ ἁγίου Εὐσταθίου σεσωκότα
αὐτόν, καὶ τὸν μὲν μάγον ἐκεῖνον πάνυ ἐντρέψας καὶ καταισχύνας ἐξεδίωξε, δόμον τε
ἱερὸν παραχρῆμα ἐπ᾿ ὀνόματι τοῦ ἁγίου μάρτυρος Εὐσταθίου ἀνίστησι, καὶ σεμνεῖον
ποιήσας τοῦτον πλείστους ἐκεῖσε κείρας τῷ κυρίῳ προσέφερεν, ὡς μέχρι καὶ νῦν ὑπάρχειν
τὸν ἀριθμὸν τῶν ἐκεῖσε οἰκούντων ὡσεὶ ο´. ἕνα δὲ ἐξ αὐτῶν πάνυ εὐλαβέστατον ἡγούμενον
καταστήσας καὶ τὴν φροντίδα αὐτῷ καταλείψας καὶ καταπιστεύσας, αὐτὸς πάλιν τῆς ἡσυχίας
εἶχε.
[p. 397Α]
23. καὶ δὴ πάλιν μετά τινας ἡμέρας ὁρᾷ κατ᾿ ὄναρ πηγὴν πρὸς ἀνατολὰς ὑπάρχουσαν
καὶ πλῆθος προβάτων ἐστερημένων φωτὸς πρὸς τὴν πηγὴν ἀπιόντων καὶ ἅμα τοῦ προσψαύειν
καὶ ἅπτεσθαι τοῦ ὕδατος, αὖθις τὸ φῶς τῶν ὀφθαλμῶν λαμβάνειν καὶ ὑγιῆ ὑποστρέφειν.
ὁ δὲ ὅσιος θαυμάζων καὶ διαλογιζόμενος τί ἂν εἴη τοῦτο, βλέπει λευχειμονοῦντα ἄνδρα,
δακτυλοδεικτοῦντα καὶ λέγοντα αὐτῷ· «αὕτη ἡ πηγὴ ἣν ἀποθαυμάζων ὁρᾷς, ὦ Ἰωαννίκιε,
τῆς Θεομήτορός ἐστι, καὶ ὅστις ἂν πηροῖς τοῖς ὄμμασι προσέλθοι καὶ λαβὼν τοῦ ὕδατος
νίψεται, ἀναβλέψει τοὺς τῆς διανοίας ὀφθαλμοὺς καὶ σωθήσεται.» ὁ δὲ ὅσιος σύντρομος
διυπνισθεὶς καὶ πρὸς τὸν ὁραθέντα τόπον ἀπιὼν τὴν μὲν πηγὴν ἣν ἐθεάσατο οὐχ εὗρεν.
περικαλλῆ δὲ τὸν τόπον καὶ εὔθετον θεασάμενος καὶ διαλογισάμενος, ὅτιπερ εὐάρεστός
ἐστι, παραχρῆμα τὴν θεοτόκον οἰκεῖν ἐκεῖσε, σεβάσιμον ναὸν ἐπ᾿ ὀνόματι αὐτῆς ἀνέστησε,
καὶ τοῦτον μοναστήριον ποιήσας πολλοὺς ἐκ τῆς πωρώσεως τοῦ βίου ἐξῆξε καὶ τούτους
ἀποκείρας καὶ τὸν φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ πᾶσι τοῖς προσιοῦσι καὶ μάλιστα
τοῖς προσερχομένοις ἅπασι νέμει. καὶ ἕτερον δὲ ναὸν ἐπ᾿ ὀνόματι τῶν ἁγίων καὶ κορυφαίων
ἀποστόλων [Β] Πέτρου καὶ Παύλου ἀνοικοδομήσας καὶ ποιήσας καὶ τοῦτον μοναστήριον,
ἐν ἀμφοτέροις τε καταστήσας ἀρίστους καθηγεμόνας καὶ τύπους ἱεροὺς καὶ κανόνας ἐκθέμενος,
καὶ τούτοις παραδούς, αὐτὸς πάλιν τῆς ὑψηλοτάτης ἡσυχίας, ὡς πρώην, εἴχετο. αὕτη
δὲ ἦν ἡ αἰτία τῆς τῶν σεβασμίων οἴκων τοῦ θεοῦ ἀνεγέρσεως, ἣν διεξοδικώτερον, κατὰ
τὸ ἡμῖν θεμιτόν, ὑμῖν διεσαφήσαμεν. ἐπεὶ οὖν περὶ τούτων ἱκανῶς εἴρηται, ἐφ᾿ ἕτερον
θαῦμα τὸν λόγον μεταγάγωμεν.
24. [Χ] ἐν μιᾷ γὰρ τῶν ἡμερῶν συννεφὴς γεγονὼς ὁ οὐρανὸς καὶ τῇ ἐπιπλήσει καὶ τάσει
τῶν νεφῶν στερρᾶς βροντῆς ἤδη ἀπηχουμένης, πνεῦμα πυρὸς ἀναφανὲν φοβερῷ ῥοιζήματι
ὑφ᾿ ἓν [λεγε· ἐφ᾿ ἕνα] τῶν σεβασμίων ναῶν ἀπειλοῦν ἐπορεύετο. ὁ δὲ ὅσιος τοῦτο θεασάμενος
στὰς εἰς προσευχὴν καὶ τὰς χεῖρας πρὸς οὐρανὸν ἐκπετάσας τὴν τοῦ πυρὸς ἀπειλὴν ὑπολωφῆσαι
ἐδέετο. ὁ δὲ τῶν θαυμασίων Θεός, ὁ δοξάζων τοὺς δοξάζοντας αὐτόν, ὁ τὸ θέλημα τῶν
φοβουμένων αὐτὸν ποιῶν, καὶ τῆς δεήσεως αὐτῶν
[p. 398Α] εἰσακούων καὶ σώζων αὐτούς, ὑπακούει τάχιστα τοῦ ἰδίου δόυλου καὶ ἀβλαβῆ
τὸν ναὸν διαφυλάττει τοιούτῳ τρόπῳ. τὸ γὰρ πῦρ πλησιάσαν τῷ ἱερῷ οἴκῳ, δίκην ὀθόνης
πλοίου ὑπὸ πνεύματος πληρουμένης, καμαροειδῶς ἐπὶ πλείστην ὥραν περιετείχισε. πάντων
τῶν ἐκεῖσε συνόντων τῷ θεάματι ἀποσκοπούντων καὶ διαλογιζομένων εἰς ἅπαν τὸν ναὸν
ὑπὸ τοῦ πυρὸς ἀποτεφρῶσθαι, δυνάμει θείᾳ διεχέθη τὸ πῦρ ἐν ἀμφοτέροις τοῖς μέρεσι
καὶ εἰς τέλος ἠφανίσθη. ὁ δὲ σεβάσμιος οἶκος διὰ τῆς προσευχῆς, ὡς εἴρηται, τοῦ
θεσπεσίου πατρὸς ἡμῶν σῶος καὶ ἀλώβητος ἐξέλαμψε. πάντες δὲ οἱ τότε παρόντες ἐκεῖσε
καὶ τὸ παράδοξον τοῦτο θαῦμα θεασάμενοι κοινῇ βοῇ εὐχαριστηρίους ἀναπέμψαντες ὕμνους
τὸν θεὸν ἐδόξαζον.
25. ἐν τούτοις ἤγουν τοῖς σεβασμίοις ναοῖς ἄντρον πλησίαζον ὑπῆρχεν, ἐν ᾧ ἀπερχόμενος
ὁ ἅγιος προσηύχετο. τοῦ οὖν προμνημονευθέντος Εὐστρατίου, ὡς ἔθος ἦν αὐτῷ, πρὸς
τὸν ὅσιον παραγενομένου, καὶ τὴν ἐπικρατοῦσαν τοῦ διωγμοῦ δεινὴν συμφορὰν ἐκδιηγουμένου,
αὖθις ἀναστὰς ὁ ὅσιος πρὸς τὸ σπήλαιον προσευξόμενος ἐπορεύθη. χρονίσαντος δὲ αὐτοῦ
ἐπὶ πλείστην ὥραν διελογίζετο [Β] ὁ ἀοίδιμος Εὐστράτιος τίνος χάριν εἴη ἡ τοσαύτη
βραδυτής. ὡς οὖν ἀναστὰς πλησίον τοῦ σπηλαίου ἀποσκοπήσων παρεγένετο, ὁρᾷ τὸν ὅσιον
ἐπὶ προσευχὴν οὐκ εἰς γῆν ἱστάμενον, ἀλλὰ κρεμάμενον ἀπὸ τῆς γῆς εἰς τὸν ἀέρα μέχρι
δύο πηχῶν, ὅλον φωτοειδῆ ὑπὲρ τὸν ἥλιον ἀποστίλβοντα. ὅδε ἐπὶ τὸ ὁραθὲν καταπλαγεὶς
καὶ φοβηθεὶς μήτι τῷ ἁγίῳ περικοπήν τινα δῷ, ἡσυχῇ βηματίσας καὶ οἰόμενος λανθάνειν
ἐπανέστρεψεν· μικρὸν δὲ ὅσον παρεγένετο καὶ ὁ ἅγιος. ὁ δὲ πάνσοφος πατὴρ ἡμῶν οὐ
παρ᾿ αὐτὰ τοῦτον διελέγχει, ἀλλ᾿ ἤδη πλείστων ἡμερῶν διαδραμουσῶν ἐν μιᾷ πάλιν προσομιλούντων
αὐτῶν, φησὶ πρὸς αὐτὸν ὁ ὅσιος· «οὐ καλόν ἐστιν, ὦ ἀγαπητὲ Εὐστράτιε, ἐπὶ προσευχήν
τινα ἱστάμενον τοῦτον παρ᾿ ἄλλου κατασκοπεύεσθαι.» ὅδε γνοὺς ὅτι οὐ διέλαθεν· «οὔ,»
φησί «πάτερ,» ἀπελογεῖτο «ἕνεκεν τοῦ κατασκοπῆσαι τὴν εὐχὴν ὑμῶν παρεγενόμην, ἀλλ᾿
ἕνεκεν τῆς συμβάσης πολλῆς βραδυτῆτος, τούτου χάριν μαθεῖν ἀφικόμην.» ὁ δὲ ὅσιος·
«καί γε ἐγὼ ἔγνωκα, ὦ καλὲ Εὐστράτιε, ἀλλ᾿ ὅμως τὸ πάντα ἐπεσκεμμένως πράττειν καλόν.»
ὅδε μηδὲν πρὸς τοῦτο ἀντεπεῖν [λεγε· ἀντειπεῖν] δυνηθείς, μετάνοιαν βαλὼν τὴν συγχωρίαν
ἐδέξετο.
26. ἔτι τοῦ ἁγίου ἐγκαρτεροῦντος ἐκεῖσε καὶ [Χ] τοῦ διωγμοῦ ἐπικρατοῦντος, ἐγένετό
τινα παῖδα παρὰ τῶν αὐτοῦ γεννητόρων ἀποσταλέντα ὕδωρ ἀντλῆσαι, καὶ τοῦ παιδὸς τὴν
πρόσταξιν πεποιηκότος καὶ ἀνθυποστρέφειν οἴκαδε μέλλοντος ὁρᾷ τινας ἄνδρας ζοφεροὺς
τῷ εἵδει πλησιάσαντας αὐτῷ φάναι· «ὦ παῖ, οὐ καλῶς τὴν πορείαν πεποίησαι· ἔνθεν
γὰρ ἀριστερὰ πρὸς ἡμᾶς ἔκκλινον, ὅπως τὴν ὁδὸν ὑποδείξωμέν σοι.» ἐβούλοντο δὲ τὸν
παῖδα οἱ τοῦ σκότους ἐργάται πρὸς τὸν κρημνὸν ἀπαγαγεῖν καὶ ἀπολέσαι. ὅδε ἀληθῆ
τὰ παρ᾿ αὐτῶν λεχθέντα ὑπολαβὼν συνηκολούθει αὐτοῖς. ὡς δὲ πέφθακε πλησίον τοῦ κρημνοῦ,
ἄφνω ἐπιφαίνεται τῷ παιδὶ ὁ ἅγιος. ἡ δὲ δαιμονικὴ πληθὺς πᾶσα, ὡς ᾔσθετο τὴν παρουσίαν
τοῦ ἁγίου θρηνητικῶς ἀλαλάξασα, ἑαυτὴν κατὰ τοῦ κρημνοῦ ἔβαλεν. δοὺς δὲ χεῖρα τῷ
παιδὶ ὁ ἅγιος, τὴν ὁδόν τε ὁδηγήσας καὶ ἐπευξάμενος, ἀπέλυσεν. οἱ δὲ γονεῖς διηρώτων
τὸν παῖδα τίνος ἕνεκεν ἐπὶ πλείστην ὥραν χρονίσας οὐ παρεγένετο. ὁ δὲ παῖς ἀνήγγειλε
πάντα καὶ πῶς ὑπὸ τῶν δαιμόνων πλανηθεὶς κατὰ τοῦ κρημνοῦ ἠπείγετο, καὶ πῶς διὰ
τῆς ἐπιστασίας τοῦ ἁγίου παραδόξως ἐρρύσθη. καὶ τοῦτο ἀκούσαντες, τῷ θεῷ καὶ τῷ
αὐτοῦ θεράποντι ηὐχαρίστουν.
27. γυνή τις πνεύματι πορνείας καθυποβληθεῖσα καὶ τῷ οἴστρῳ τῆς φιληδονίας, καθάπερ
πυρί, ὡς
[p. 399Α] εἰπεῖν, ὅλῳ τῷ σώματι φλεγομένη, λογισμῷ δὲ κρείττονι ἀντιταττομένη τῇ
ἁγνείᾳ δοῦναι τὰ νικητήρια, τέλος ἡττηθεῖσα καὶ μανικῷ ἔρωτι φρενοβλαβήσασα, τήν
τε ἐσθῆτα διαρρήξασα καὶ τοὺς πλοκάμους ξάνασα καὶ ἀπρεπῶς διαπετάσασα, καθάπερ
ὗς ἄγριος, ἐν ταῖς ἐρημίαις περιπλανωμένη ηὐλίζετο· καὶ ἦν ἰδεῖν θαῦμα ἐξαίσιον
λογικὴν φύσιν τὰ τῶν ἀλόγων ἔργα διαπραττομένην. οὔτε γὰρ αὐτῆς τῆς τῶν ἀλόγων τροφῆς
μετελάμβανεν, ἀλλ᾿ ἀφειδῶς τὰς ἰδίας σάρκας κατήσθιεν, θηριότροπον ἔχουσα μορφὴν
καὶ παντελῶς ἠλλοιωμένην, τό τε ὄμμα φοβερὸν καὶ καταπληκτικὸν ὑποβλέπουσα, καὶ
τοὺς ὀδόντας τρίζουσα, καὶ ταῖς χερσὶ τὰ σπλάγχνα κατατείνουσα, καὶ κρουνοῖς αἱμάτων
τὴν γῆν πληροῦσα, φωναῖς τε πολυσήμοις ἀλαλάζουσα. ποτὲ μὲν γὰρ ὑλακτοῦσα ὡς κύων
ἀνέκραζεν, ποτὲ δὲ ὡς ταῦρος ἐμυκᾶτο, καὶ πῇ μὲν ὠγκᾶτο ὡς ὄνος, πῇ δὲ ὡς ὄφις βιαίοις
συριγμοῖς ἀπήχει. ὡς δ᾿ ἐπί τινας ἡμέρας οὕτω μανικῶς διεκαρτέρει, θεοῦ δυνάμει
ἐφοδηγηθὲν τὸ γύναιον τῷ ἁγίῳ ἐν τῇ ἐρήμῳ ὄντι πρόσεισιν. ὁ δὲ ἅγιος ταύτην θεασάμενος,
γνοὺς δὲ καὶ τὴν ἐνέργειαν τοῦ μισοκάλου καὶ πονηροῦ δαίμονος, ἱκετικαῖς δεήσεσι
τὸν φιλάνθρωπον θεὸν [Β] ἐξεβιάζετο ταύτην πάλιν ἐν τῷ ταὐτῷ τῆς λογικῆς φύσεως
τὸν ἡγεμόνα καὶ κύριον λογισμὸν ἐρρωμένην ἀπολήψασθαι. ὁ δὲ φιλάνθρωπος καὶ φιλοικτίρμων
κύριος, Ϡὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὁ μὴ βουλόμενος
τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν,Ϡ ἐπικαμφθεὶς ταῖς ἐντεύξεσι
τοῦ ἰδίου θεράποντος τὴν ἰδίαν εἰκόνα οἰκτείρας ἐκ τῆς παρὰ φύσιν ἀλογίας τὰ αἰσθητήρια
τραπεῖσαν τῆς κατὰ φύσιν λογικῆς φύσεως ὑγιὲς τὸ γύναιον ἀποδίδωσι πάλιν. ὡς γοῦν
εἰς ἑαυτὴν ἡ γυνὴ ἐγένετο, καὶ τὸν ἅγιον πρὸ προσώπου αὐτῆς ἱστάμενον ἔβλεψεν, ῥίψασα
ἑαυτὴν πρὸς τοὺς πόδας αὐτοῦ θρηνητικῶς ἀλαλάζουσα ἔλεγεν· «ἐλέησόν με, ὦ πάτερ,
τὴν ὑπὲρ πάντα ἄνθρωπον ἁμαρτωλήν, τὴν μηδὲ πρὸς μικρὸν ἑαυτὴν τοῖς λογισμοῖς κατασχοῦσαν,
ἀλλ᾿ εἰς ἅπαντα τὸν ναὸν τοῦ σώματος διαφθείρασαν, καὶ ἀσωτίᾳ ἑαυτὴν καθυποβαλοῦσαν,
καὶ παίγνιον δαιμόνων γεναμένην· οἴκτειρόν με τὴν ἐκ λογικῆς φύσεως εἰς τὴν τῶν
ἀλόγων μεταβληθεῖσαν, καὶ ὡς ὁρᾷς με πάντη τεταπεινωμένην ὑπάρχουσαν καὶ ἑαυτὴν
καταδαπανήσασαν καὶ ἀφανίσασαν ὅλην τὴν εὐπρέπειάν μου, ἐπικούφισον τὴν ἐγκειμένην
ἐν ἐμοὶ φλογώδη οἰστρομανίαν καὶ δρόσον ἁγνείας πεμφθῆναί μοι [Χ] καθικέτευσον·
ἆρον ἀπ᾿ ἐμοῦ τὸν βαρὺν κλοιὸν τῆς πορνείας καὶ σωφροσύνης ἅμμασι σαῖς λιταῖς περίσφιγξον·
κυβέρνησόν μου τὴν ψυχικὴν ναῦν πνεύμασι πορνείας κλυδωνιζομένην, καὶ πρὸς λιμένα
τὸν τῆς ἀπαθείας με καθώρμησον· βοήθησόν μοι τῇ ἀθλίᾳ, τοῖς πολλοῖς πταίσμασι καὶ
πάθεσι σαλευθεῖσαν καὶ πρὸς τὴν πέτραν με τῶν ἐντολῶν τοῦ Χριστοῦ στερέωσον. οἶδα
ὅτι πάντα δύνασαι ἐν τῷ ἐνδυναμοῦντί σε θεῷ, ἀδυνατεῖ δέ σοι οὐδέν· διὸ δέομαί σου
μή με ἀπορρίψῃς τὴν ἐν μεγάλῃ ἀνάγκῃ ὑπάρχουσαν, ἀλλὰ τοῖς ταπεινοῖς μου δάκρυσι
παρακληθεὶς κάθαρόν με πρὸς σωφροσύνην ποδηγήσας, καθάπερ τὸ πάλαι ὁ Χριστὸς τὴν
μακαρίαν καὶ ἐπαινουμένην πόρνην.» τούτων ὁ ἅγιος ὑπακούσας, σπλάγχνοις τε συμπαθείας
κινηθείς, καὶ γὰρ ἦν ἄγαν φιλανθρωπότατος, τό τε ὄμμα πρὸς οὐρανὸν ἐκτείνας καὶ
ἐκ βάθους στεναγμὸν ἀναπέμψας φησὶ τῇ γυναικί· «ὦ γύναι, θάρσει, καὶ ἐν ὀνόματι
Ἰησοῦ Χριστοῦ, τοῦ υἱοῦ τοῦ θεοῦ, [λεγε· ἔσο] ἔστω ὑγιὴς ἀπὸ τῆς σήμερον ἡμέρας·
ἀπὸ γὰρ τοῦ νῦν ἐπ᾿ ἐμὲ ὁ σὸς πόλεμος ἔσται, καί σε μὲν ὁ Χριστὸς τοῦ λοιποῦ ἐλευθερώσει
τοῦ πάθους· ἐν ἐμοὶ δὲ ὡς ἂν παραχωρήσῃ ἐνεργήσει.» ἡ δὲ γυνὴ ἅμα τῷ λόγῳ παραχρῆμα
ἰαθεῖσα καὶ τοῦ πάθους τῆς ἐρωτομανίας ἐλευθερωθεῖσα, ἀπῆλθεν ὑγιὴς εἰς τὸν οἶκον
αὐτῆς,
[p. 400Α] δοξάζουσα καὶ αἰνοῦσα τὸν θεόν· καὶ ἔκτοτε σωφρόνως καὶ εὐσεβῶς τὸν ἑαυτῆς
βίον διαρ<ρ>υθμίσασα τῷ κυρίῳ ἑαυτὴν καθολικῶς ἀνατέθεικεν.
28. ὁ δὲ ὅσιος πατὴρ ἡμῶν, ὡς εἴρηται, τὸν πόλεμον ἀναδεξάμενος, ἐν δάκρυσι καὶ
προσευχαῖς καὶ νηστείαις τὸν Θεὸν καθικέτευεν ἀπαλλαγῆναι τῆς τοιαύτης νόσου. ὁ
δὲ δαίμων μὴ ὑποφέρων μηδὲ πρὸς ὥραν ἀντιστῆναι, ἀλλὰ καθάπερ βέλει ταῖς προσευχαῖς
τοῦ ἁγίου βαλλόμενος μεγάλῃ τῇ φωνῇ ἀνέκραξεν· «ὢ τῆς βίας, ὢ τῆς δεινῆς προσπλήξεως,
ὤ ἀπὸ τῆς φλογώσεως τοῦ κακογήρου ἧς νῦν ἐκκαίομαι· οὐδὲ γὰρ πρὸς ὀλίγον ἴσχυσα
ἐμποδίσαι αὐτῷ ἀπὸ τοῦ κανόνος αὐτοῦ.» εἶτα καὶ γοεροῖς τοῖς ῥήμασι πάλιν ἔλεγεν·
«ἔασόν με ἐξελθεῖν καὶ μὴ ἐπὶ πλέον βασανίσῃς με, μηδ᾿ ἔτι ἀδικήσῃς με, ὁρκῶ σε
τὸν Θεὸν τὸν ὕψιστον, ὅτι οὐχ ὑποφέρω καθορᾶν τὴν θείαν δόξαν τοῦ Θεοῦ τὴν ἐνοικοῦσάν
σοι.» ὁ δὲ ἅγιος ἔφη· «τί οὕτω ταχέως ἐπισπεύδεις καὶ διαπληκτίζῃ καὶ κραυγάζεις
ἄσημα ἐπίμεινον γὰρ κἂν μέχρι ἑβδομάδος ἡμερῶν, καὶ οὕτως ἀπαλλάσσῃ μου.» ὁ δὲ δαίμων
πάλιν· «μή με κατάσχῃς ἐπὶ πλεῖον μηδὲ παραδώσῃς με τῷ αἰωνίῳ πυρί, παρακαλῶ σε.»
εἶτα τῆς ἡμέρας ἐκείνης διαδραμούσης, [Β] περὶ πρώτην φυλακὴν τῆς νυκτὸς μικρὸν
καθευδήσαντος τοῦ ἁγίου, μεταβαλὼν ἑαυτὸν ὁ δαίμων εἰς ἄρκον παμμέγιστον, βρυγμόν
τε μέγαν ἀνακρουσάμενος ἐπιπίπτει τῷ ἁγίῳ. ὁ δὲ ἅγιος ἐκτείνας τὴν χεῖρα καὶ κρατήσας
τῆς κόμης τῆς κεφαλῆς καὶ βίᾳ πρὸς αὔτον [λεγε· ἑαυτὸν] ἕλξας, πάλιν ὁ δαίμων ἀνθρωπίνῃ
φωνῇ ἀπεκρίθη· «αἴ, αἴ με τὸν ἄθλιον.» εἶτα σφραγίσας ἑαυτὸν ὁ ἅγιος τῷ σημείῳ τοῦ
ζωοποιοῦ σταυροῦ καὶ τῷ δαίμονι ἐπιτιμήσας, παραχρῆμα τοῦ πολέμου ἐπεκουφίσθη καὶ
ἄφαντον αὐτὸν πεποίηκεν.
29. ἐπεὶ οὖν κατάδηλος πᾶσιν ἐκεῖσε ἐγένετο καὶ ἡ φήμη αὐτοῦ πανταχοῦ διέδραμεν,
νυκτὸς ἀναστὰς καὶ διαλαθὼν πάντας καὶ μάλιστα τοὺς τὴν ψυχὴν αὐτοῦ ζητοῦντας πρὸς
τὸ Ὀλύμπιον ὄρος πάλιν ἠπείγετο. κατ᾿ οἰκονομίαν δὲ τοῦ φιλανθρώπου θεοῦ ἐγένετο
αὐτὸν πλησιάσαι πρός τινα κώμην· μαθόντες δὲ οἱ ἐκεῖσε οἰκήτορες τὴν τοῦ ἁγίου παρουσίαν
ὁμοθυμαδὸν ἅπαντες εἰς ὑπάντησιν αὐτοῦ ἐπορεύθησαν καὶ εὐχῆς ἤδη γενομένης,ῥίπτουσιν
αὐτοὺς πρὸς τοὺς πόδας τοῦ ἁγίου καὶ ἐλεεινῇ τῇ φώνῃ κατολοφυρόμενοι χεῖρα βοηθείας
παρασχεῖν τούτοις καθικέτευον. ὅδε τῷ προβλεπτικῷ χαρίσματι γνοὺς τὴν τούτων αἴτησιν,
ὡς μὴ εἰδὼς ἠρώτα τί ἂν θέλοιεν. οἵδε «ὅτιπερ κατὰ τὰς ἡμῶν [Χ] ἁμαρτίας» ἔφασαν
«δράκων μέγιστος γειτνιάσας ἡμῖν τὴν μὲν ὁδὸν ἡμῶν ἄβατον πεποίηκε, τὰ δὲ κτήνη
ἡμῶν, εἰ τύχοι τοῦτον συναντῆσαι, ὁλόκληρα ταῦτα καταπίνων ὑποδέχεται.» ὁ δὲ λίαν
συμπαθέστατος πατὴρ ἡμῶν τούτων οἰκτείρας τὰ δάκρυα φησίν· «ὦ ἀδελφοί, μακροθυμήσατε
καὶ κύριος ποιήσει τὸ ἔλεος αὐτοῦ μεθ᾿ ὑμῶν.» αὖθις τε κηρύττει νηστείαν γενέσθαι
ἐπὶ ἡμέρας ἑπτά, καὶ τὸν θεὸν θερμότατα περὶ τούτου ἐκλιπαρεῖν. μετὰ δὲ τὴν συμπλήρωσιν
τῶν τῆς νηστείας ἡμερῶν, λαβὼν ἐν τῇ χειρὶ αὐτοῦ ὁ ἅγιος τὸ νικητικὸν ὅπλον τοῦ
ζωοποιοῦ σταυροῦ, ὃ εἰς ὁδηγίαν ἐπεφέρετο καὶ τὰ μικρὰ ἐκεῖνα, μᾶλλον δὲ εἰπεῖν,
ὑψηλά, ἃ περιεβέβλητο καὶ περιέσκεπε τὰ ἀναγκαῖα τοῦ σώματος τρίχινα ἀμφιάσματα,
πίστιν τε εἰλικρινῆ ἀντὶ θώρακος περιζωσάμενος, γυμνοποδῶν ὡραίους πόδας, λύτρωσιν
τῷ λαῷ κυρίου ποιησόμενος, ἐξαπενίσατο· καὶ ἀρξάμενος ψάλλειν, «Ϡὁ κατοικῶν ἐν βοηθείᾳ
τοῦ ὑψίστουϠ καὶ Ϡἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ
δράκονταϠ καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ,» τῷ σπηλαίῳ πρόσεισι. καὶ Ϡτὸν ὕψιστον αὐτοῦ
καταφυγὴνϠ θέμενος, ἐξέρχεσθαι τῷ πονηρῷ θηρίῳ προσέταττε. τὸ δὲ ἐξελθὸν καὶ πλησίον
τοῦ ὁσίου γενάμενον φοβερώτατόν τε τὸ στόμα διανοῖξαν καταπιεῖν τὸν δίκαιον ἐπειρᾶτο,
πάντων οὖν ἀπέναντι ἐστηκότων,
[p. 401Α] καὶ τὸ «κύριε ἐλέησον» ἐπιβοώντων. ἀτρέμας ὁ ὅσιος τὴν τριυπόστατον καὶ
μίαν φύσιν τῆς ζωοποιοῦ τριάδος ἐπικαλεσάμενος καὶ τῷ σημειοφόρῳ ὅπλῳ τρίτον τὸ
θηρίον σφραγίσας νεκρὸν παραχρῆμα ἀπέδειξε. καὶ ἔκτοτε ἐλεηθεὶς ὁ ἐκεῖσε λαὸς τῷ
θεῷ καὶ τῷ ὁσίῳ ηὐχαρίστησεν.
30. [Β] καταλαμβάνει οὖν, ὡς εἴρηται, ὁ ὅσιος τὸ Ὀλύμπιον ὄρος, τοῦ διωγμοῦ ἔτι
ἐπικρατοῦντος, καὶ κρύπτεται μὲν ἐπί τινος σκληροῦ χώρου, μηδενὸς εἰδότος πλὴν μόνου
Εὐστρατίου. κἀκεῖ αὐτοῦ διακαρτεροῦντος, παραγίνεται ὁ πανάγαστος Εὐστράτιος ἐπισκεψόμενος
αὐτόν· εἶτα τὴν ταραχὴν καὶ τὴν φοβερὰν ζάλην τοῦ διωγμοῦ ἐκδιηγούμενος, φησὶ πρὸς
αὐτὸν ὁ ὅσιος· «ὦ περίψυχε Εὐστράτιε, μὴ ἀνιῶ· μικρὸν γὰρ ὅσον ὅσον καὶ κύριος ἐλεήσει
τὴν κληρονομίαν αὐτοῦ.» ἔγνω γὰρ ὁ ὅσιος ὅτι ἐν τάχει ὁ ἀσεβὴς ἀπολεῖται, καὶ ἐν
αὐτοῖς τοῖς προθύροις τοῦ ναοῦ, γραφικῶς φάναι, εἰς τὰς πρωΐας ὁ ἁμαρτωλὸς ἐκεῖνος
καὶ ἐργαζόμενος τὴν ἀνομίαν ἀποκτανθεὶς ἐξολοθρευθήσεται ἐκ πόλεως κυρίου. [Χ] «ὅμως,
ὦ καλὲ Εὐστράτιε, πρὸς τὸν οἶκον τοῦ κυροῦ Νικήτα τοῦ Λυγδηνοῦ ἀπελθὼν καὶ ποιήσας
ἐκεῖ ἄχρι τῆς τοιᾶσδε ἡμέρας εἴ τι ἂν ἀκούσειας, παραγενόμενος ἀνάγγειλόν μοι.»
τελέσαντος οὖν ἐκείνου τὰ προσταχθέντα καὶ ἤδη τῆς τρίτης ἡμέρας καταλαβούσης, διαδίδοται
ἐν πᾶσι καὶ διηχεῖται ἡ παμμίαρος πτῶσις τοῦ ἀσεβεστάτου. ὁ δὲ κῦρις Εὐστράτιος
πρὸς τὸν ὅσιον παραγενόμενος καὶ πάντα τὰ πραχθέντα ἐκδιηγησάμενος, ἅμα αὐτῷ αἶνον
τῷ θεῷ ἀνέπεμψεν.
31. ἐν ἄλλῳ τε πάλιν ὁ ῥηθεὶς Νικήτας συμπαραλαβὼν μεθ᾿ ἑαυτοῦ τὸν ἡγιασμένον Εὐστράτιον
εὐχῆς χάριν πρὸς τὸν ὅσιον ἀφίκετο, καὶ δὴ εὐλογηθεὶς ὑπὸ τοῦ ἁγίου, ἀμβροσίας δὲ
καὶ πνευματικῆς τροφῆς καὶ θείων λόγων καὶ ἐπωφελῶν παραινέσεων πρότερον ἐμπλησθείς,
τῆς ὥρας παρεκτανθείσης, προτρέπεται αὐτὸν ὁ ἅγιος καὶ σωματικῆς τροφῆς μεταλήψασθαι.
τόνδε πλησίον τοῦ ἁγίου ἡσυχάζοντα ἄνδρα εὐλαβέστατον, Ἠλίαν τοὔνομα, ἐξυπηρετεῖν
αὐτοῖς ὁ ὅσιος παρεκελεύσατο. τῆς οὖν εὐωχίας ἐπικρατούσης, ἀνοίξας τὸ στόμα αὐτοῦ
ὁ ἅγιος πρὸς τὸν ἡγιασμένον Ἠλίαν ἔφη· «εὖξαι, ὦ κύρι Ἠλία, ἵνα μὴ φθασθῇς ἀθρόως
ἀποθανεῖν ἐν κοσμικῷ χωρίῳ.» ὅδε πρὸς αὐτὸν ἔφη· «τοσαῦτα ἔτη οἰκῶν ἐν τῇ ἐρήμῳ
καὶ μηδαμῶς προσψαύσας
[p. 402Α] κοσμικοῖς χωρίοις, φοβῇ με ἐν ἐκείνοις τεθνάναι ἀδύνατον τοῦτον, ὦ πάτερ,
ἀδύνατον.» ὁ δὲ ἅγιος ἐκ δευτέρου τοῦτο εἰπὼν ἡσύχασεν. εἶτα τῆς εὐωχίας τελεσθείσης,
εὐχὴν κομισάμενος, ὁ ῥηθεὶς Νικήτας πρὸς τὰ ἴδια ἀπῆρεν. ὁ δὲ εὐλαβέστατος Εὐστράτιος
προσεκαρτέρει συνὼν τῷ ἁγίῳ. τῆς οὖν ἡμέρας καὶ νυκτὸς ἐκείνης τελεσθείσης, καὶ
ἤδη τῆς ἄλλης ἀρχομένης, πρωῒθεν ἀναστὰς ὁ θεάρεστος Ἠλίας καὶ πρὸς τὸν ὅσιον παραγενάμενος
ἐξῄτει εὐχὴν πρὸς τὰ θερμὰ ἀπολυθῆναι αὐτόν, προφάσει τινὸς σωματικῆς ἀσθενείας.
ὁ δὲ ὅσιος πρὸς αὐτόν· «βούλομαί σε, ὦ ἀδελφέ, προσκαρτερεῖν ἐν τῷ κελλίῳ καὶ μηδαμοῦ
πορευθῆναι, ὅτι οὐ συμφέρει σοι.» ὁ δὲ ἐνοχλῶν, ἀπολυθῆναι ἐξῄτει. ὡς δὲ ἅπαξ καὶ
δὶς τοῦτον κωλύων ὁ ἅγιος οὐδὲν ὤνησε, τέλος ἐπευξάμενος ἀπέλυσεν. ὁ δὲ ἀγαπητὸς
Εὐστράτιος ἔγνω τὸ μέλλον συμβήσεσθαι τῷ ἀνδρὶ διὰ τῆς ἀψευδοῦς προφητείας τοῦ ἁγίου·
καὶ γὰρ ἐχέφρων ὢν ἐξ αὐτῶν τῶν λόγων καὶ σημείων καὶ ὑποδειγμάτων τοῦ ἁγίου ἐγίνωσκε
τὰ μέλλοντα πραχθήσεσθαι. εἶτα προφασισάμενος καὶ αὐτὸς διακονίαν τινὰ ἔχειν πλησίον
τῶν θερμῶν, εὐχὴν ᾔτει τοῦ ἀπολυθῆναι. ὁ δὲ ἅγιος· «ναὶ παρακαλῶ σε, ὦ προσφιλέστατε
[Β] Εὐστράτιε, τάχιον πρὸ τῆς ἑσπέρας ἀπελθεῖν, καὶ μηδαμῶς ἔν τινι ἀσχοληθῆναι.»
ὡς οὖν ἀμφότεροι ἀπ᾿ ἀλλήλων διέστησαν, ὁ μὲν εὐλαβέστατος Ἠλίας προσψαύσας ἤδη
τοῖς θερμοῖς, καὶ ἄμφω τὼ πόδε πρὸς τὴν βλυστάνουσαν πηγὴν τῶν θερμῶν ὑποχαλάσας,
ἄγαν λιποθυμήσας ἤρθη παρὰ τῶν ἐκεῖσε εὑρεθέντων ἡμιθανής, καὶ πρὸς οἶκόν τινος
γυναικὸς Λεοπαρδίνας καλουμένης κατέπεσεν. ὁ δὲ θεοφιλὴς Εὐστράτιος τελέσας αὐτοῦ
τὴν διακονίαν καὶ πρὸς τὴν ἀπάγουσαν ἐπὶ τὸν οἶκον ἐκεῖνον ὁδὸν ἐπιπορευόμενος,
ἤκουσε φωνῶν τινων καὶ στεναγμῶν ἀναπεμπομένων, καὶ ὑπερκύψας διὰ τοῦ τροχοῦ ἀποσκοπῆσαι
τὰ τῆς βοῆς, βλέπει τὸν Ἠλίαν ἀνακεκλιμένον καί, ὡς εἴρηται, ὀδυνηρῶς στενάζοντα,
καὶ μνημονεύσας τῆς πατρικῆς προφητείας φησὶν ἐν ἑαυτῷ· «ἰδοὺ καὶ τὸ χωρίον, ὃν
ὁ πατὴρ προείρηκεν.» εἶτα εἰσελθὼν πρὸς τὸν ἀσθενῆ, φησὶ πρὸς αὐτόν· «θέλησον, ὦ
ἄνερ, τάχιον μεταβῆναι τῶν ὧδε, μήπως κατὰ τὴν προφητικὴν ἀνάρρησιν ἐν τῷ χωρίῳ
φθασθῇς καὶ τοὺς καμάτους σου ἀπολέσῃς.» ὁ δὲ τούτων ἀκούσας καὶ εἰς ἔννοιαν ἐλθὼν
τῶν παρὰ τοῦ πατρὸς λεχθέντων, ὅρκοις φρικωδεστάτοις ἆραι αὐτὸν συντόμως τῶν ἐκεῖ
παρεκάλει. εἶτα διαβασταχθεὶς καὶ εἰς ἓν τῶν Ἀγαυρίνων μετοχίων, τὸ [Χ] ἐπονομαζόμενον
τοῦ ἁγίου Ἀγαπίου, ἀνακλιθεὶς περὶ ἕκτην ὥραν τῆς νυκτός, κατὰ τὴν ἀψευδῆ προφητείαν,
εἰς χεῖρας θεοῦ τὸ πνεῦμα παραδοὺς ἐξέπνευσε, καὶ ἐν ἁμάξῃ τεθέντος αὐτοῦ τοῦ σώματος
πρὸς τὴν μονὴν ἣν προώρισεν ἀπεκομίσθη. γνοὺς δὲ ὁ ἅγιος τὴν τούτου κοίμησιν, κατῆλθεν
καὶ ἠσπάσατο τὸ σεπτὸν ἐκεῖνο σκῆνος. τῆς οὖν συνήθους ψαλμῳδίας ἐπιτελεσθείσης,
αἰσίᾳ ταφῇ τὸ λείψανον παραδόντες καὶ τῷ θεῷ εὐχαριστήσαντες, ἀπ᾿ ἀλλήλων διεκρίθησαν.
32. τοῦ οὖν ἁγίου ἀνθυποστρέφοντος καὶ διὰ τῶν ὀρέων πρὸς τὴν ἑαυτοῦ κέλλαν ἐπειγομένου
παραγενέσθαι, ἐγένετο αὐτὸν πρός τινα τόπον πάνυ φαραγγοειδῆ πλησιάσαι, ἀφαρπαγῆναί
τε ἐκ διαβολικῆς ἐνεργείας τὸ ἐν τῇ χειρὶ αὐτοῦ κατεχόμενον σιδηροῦν σταυρίον, καὶ
πρὸς τὸν φοβερὸν ἐκεῖνον κρημνὸν ὑποχαλᾶσαι. ἐπεὶ οὖν οὐκ ἦν τοῦτον κατελθόντα διὰ
τὸ δύσβατον τοῦ ἐκεῖσε τόπου πρὸς ἑαυτὸν ἐφελκύσασθαι τὸ κατενεχθέν, τί ποιεῖ Στὰς
εἰς προσευχὴν σὺν δάκρυσι τὸν Θεὸν καθικέτευε τοῦτο ἀπολήψασθαι. ὁ δὲ τῶν ἁγίων
κύριος, ὁ ποιῶν μεγάλα θαυμάσια ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὔκ ἐστιν ἀριθμός, προλαμβάνει
τὴν δέησιν τοῦ ἰδίου θεράποντος, καὶ τὸ ἀφαρπαγὲν ἐκ τῆς χειρὸς αὐτοῦ σταυρικὸν
σημεῖον ἄφνω ἐκ τῶν ὑπογείων χασμάτων ἀνελκυσθὲν καὶ
[p. 403Α] ὑπαέριον ἀναδραμὸν ταῖς χερσὶ τοῦ ἁγίου παραδίδωσιν. ὅδε δεξάμενος καὶ
τοῖς ἁγνοῖς τοῦτο χείλεσι κατασπασάμενος, τῷ θεῷ ηὐχαρίστησεν.
33. πλησίον τῆς τοῦ ἁγίου κέλλης σπήλαιον ὑπῆρχεν, ἐν ᾧ κατῴκει πλῆθος πονηρῶν πνευμάτων.
ὁ οὖν πατὴρ ἡμῶν Ἰωαννίκιος καθαρίσαι τὸν τόπον βουληθεὶς διὰ τὸ τοὺς παραγενομένους
ἀβλαβεῖς διατηρεῖσθαι, δυνάμει τοῦ θεοῦ θαρρήσας, ἐπὶ ῥητὰς ἡμέρας πρὸς τὸ ἄντρον
οἰκῆσαι παρεγένετο. ὡς δ᾿ οὖν ἔνδον εἰσῆλθε, παρατάττεται μὲν κατ᾿ αὐτοῦ πᾶσα ἐκείνη
ἡ δαιμονικὴ πληθύς, κραυγαί τε πολλαὶ καὶ ἀπρεπεῖς φωναὶ ἐπέμποντο. οἱ μὲν γὰρ αὐτῶν
ὕβρεσι τὸν ὅσιον ἔβαλλον, οἱ δὲ ἠπείλουν καὶ ἄλλοι παντάπασιν ἐπεχείρουν καὶ ἕτεροι
τῶν ἐκεῖσε ἀναχωρεῖν ἔσπευδον· ἔστι δ᾿ ὅτε καὶ αὐτὸ τὸ σπήλαιον ἐκ τῶν θεμελίων
κατασκάπτειν ἀλλήλοις διεκελεύοντο. ὁ δὲ ἅγιος διαπετάσας τὰς χεῖρας εἰς οὐρανόν,
τὸν θεὸν καθικέτευε τούτους ἐκδιωχθῆναι. ὡς οὖν μετὰ τὴν εὐχὴν ψάλλειν ἀπήρξατο
«Ϡἀναστήτω ὁ θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου
αὐτοῦ οἱ μισοῦντες αὐτόν,Ϡ» ἀοράτως ὡς ὑπό τινος μάστιγος ἐλαυνομένη ἡ δαιμονικὴ
φάλαγξ καὶ εἰς εἶδος κοράκων μεταβληθεῖσα, [Β] ἀναπτᾶσα ἅπασα καὶ διά τινος τρυμαλιᾶς
τρώγλης σὺν οἰμωγῇ πολλῇ ἐξελθοῦσα ἠφανίσθη, καὶ γέγονεν ἀπὸ τότε σωτηρία μεγάλη
τοῖς ἐκεῖσε διερχομένοις.
34. Θεόδοτος ὁ κανδιδάτος, ὁ ἐπιλεγόμενος Σελλοκάκας, πίστιν ἀκραιφνῆ πρὸς τὸν ἅγιον
ἔχων, συμπαραλαβὼν τὸ ἑαυτοῦ θυγάτριον, ὅλον ἔκλυτον ὑπάρχον καὶ παρειμένον, πρὸς
τὸν ὅσιον κατέλαβεν, καὶ δὴ τῆς ἀγγελικῆς ἐκείνης ἀξιωθεὶς καταπολαῦσαι θέας, θεὶς
τὴν παῖδα ἐπίπροσθεν τῶν ποδῶν τοῦ ὁσίου ἱκετευτικοῖς τοῖς ῥήμασι βοῶν ἔλεγεν· «ἐλέησον,
ὦ πάτερ, τὴν διὰ τὰς ἐμὰς ἁμαρτίας ἄμφω πᾶσι τοῖς μέλεσι παρειμένην παῖδα, σπλαγχνίσθητι
ἐπ᾿ ἐμοὶ τῷ μετὰ πίστεως προσδραμόντι τῇ σῇ ἁγιότητι, ἀπόδος μοι ταῖς σαῖς πρὸς
θεὸν καθαραῖς προσευχαῖς ὁλόκληρον καὶ ὑγιὲς τὸ θυγάτριον· ἐλέησόν με, ὦ μαθητὰ
καὶ δοῦλε Χριστοῦ, καὶ μὴ ἄπρακτόν με εἰς τὰ ὀπίσω ἀπολύσῃς τεταπεινωμένον καὶ ᾐσχυμμένον·
τύχω τῆς παρὰ σοῦ βοηθείας καὶ ἀντιλήψεως, τύχω κἀγὼ μετὰ πάντων τῆς παρὰ σοῦ βοηθείας
καὶ ἀντιλήψεως τῶν πλουσίων σου ἰαματικῶν δωρεῶν, ὡς οὖν μιμητὴς τοῦ κυρίου ἰασάμενός
μου τὸ θυγάτριον, ἀπόλυσόν με κηρύττειν τὰς τοῦ θεοῦ δυναστείας καὶ τὰ θαυμάσια,
ἃ διὰ σοῦ ἐργάζεται.» ἐν τούτοις τοῖς ῥήμασιν ἐπικαμφθεὶς ὁ [Χ] ἅγιος (λίαν γὰρ
ἦν συμπαθέστατος) ἐκέλευσε τὴν παῖδα ὑποβασταχθεῖσαν πρὸς αὐτὸν φέρειν καί, τούτου
γενομένου, σύνδακρυς γεγονὼς ὁ ἅγιος σφραγίζει τρίτον τὴν παῖδα τῷ σημείῳ τοῦ ζῳοποιοῦ
σταυροῦ, οὕτω φήσας· «ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, τοῦ ἰωμένου πᾶσαν νόσον καὶ πᾶσαν
μαλακίαν ἔγειρε καὶ περιπάτει.» καὶ ἅμα τῇ φωνῇ ἐστερεώθησαν αἱ βάσεις τῆς παιδὸς
καὶ τὰ σφυρά. καὶ τῶν μελῶν εἰς ἄλληλα παραδόξως συσφιγχθέντων, ἐνώπιον πάντων ἀναστᾶσα
καὶ ἁλλομένη, προσελθοῦσα προσέπεσε τοῖς ποσὶ τοῦ ἁγίου. ὁ δὲ ἅγιος ταύτῃ ἐπευξάμενος
καὶ εὐλογήσας, ἐρρωμένην τῷ ἰδίῳ πατρὶ ἀπέδοτο. καὶ ταύτην ὁ πατὴρ λαβών, ὑπέστρεψεν
εἰς τὰ οἰκεῖα μετὰ χαρᾶς, δόξαν καὶ αἶνον ἀναπέμπων τῷ τῶν ἁπάντων θεῷ.
35. οὗτος ὁ σημειοφόρος καὶ τῆς καθ᾿ ἡμᾶς γενεᾶς προφήτης γαμβρὸν ἔσχε πάνυ αἱρετίζοντα
φρονοῦντα καὶ ἀντιποιούμενον τῶν βεβήλων δογμάτων τοῦ θεοστυγοῦς καὶ μυσαρωτάτου
Κοπρωνύμου. τοῦτον ὁ πατὴρ πολλάκις νουθετήσας καὶ πρὸς βελτίστην ἀλλοίωσιν ἀλλοιωθῆναι
βουλευσάμενος τὴν ἔμμονον ποιότητα τῆς κακίας ἤγουν ἕξιν μεταστρέψαι οὐκ ἠδυνήθη,
ἐκείνου δὲ ἔτι τοῖς αἰσχίστοις ἐπιμένοντος καὶ βλασφήμους λόγους κατά τε τῶν ἁγίων
καὶ τοῦ καθ᾿ ἡμᾶς ἱεροῦ σχήματος ἐπιφέροντος.
π. 404Α] οὐδὲ γὰρ τὰς πρεσβείας τῶν ἁγίων εἰς ἅπαν ὁ πανάθλιος ἐδέχετο, οὔτε μὴν
τούτων τὰ ἱερὰ λείψανα κατησπάζετο, ἀλλὰ καὶ τοὺς καθ᾿ ἡμᾶς ἀγγελομιμήτους μοναχοὺς
φληναφίαις καθυποβάλλων οὐκ ἐπαύετο. τούτου τὸ ἀδιόρθωτον θεασάμενος ὁ ὅσιος καὶ
τοῦτον βουλόμενος διά τινος παιδευτικῆς τιμωρίας ἰάσασθαι, φησί· «θῶμεν, ἄδελφε,
ἀμφότεροι σύμφωνον τοιοῦτον καὶ ὅστις κακῶς πιστεύει πηρωθεὶς τοὺς ὀφθαλμοὺς μεταβληθήτω
τῇ διανοίᾳ πρὸς τὴν ἀμείνονα πίστιν.» ἐκείνου δὲ ἐπὶ τοῦτο κατανεύσαντος, ἅμα τῷ
λόγῳ ἀπόλλυσι τὸ φῶς τῶν ὀφθαλμῶν. ὁ δὲ ἅγιος «τί φῇς πρὸς τοῦτον» ἔφη «ὦ ἄδελφε
ἆρά γε τὰ νῦν οὐ πληροφορῇ καὶ ἐπιστρέφεις ἐν καθαρᾷ μετανοίᾳ πρὸς τὴν ὀρθόδοξον
καὶ ἀμώμητον πίστιν, ἢ ἔτι τοῦ ἀντιχρίστου ἐκείνου καὶ ἐξαγίστου Κοπρωνύμου ταῖς
ἀνόμοις νουθεσίαις καὶ διδασκαλίαις ἐμμένεις» ὅδε φησί· «καὶ ἔμεινα καὶ μενῶ εἰς
τὸν αἰῶνα.» ὁ δὲ ἅγιος τοῦτον βδελυξάμενος ἀπεδίωξε, καὶ οὐ μετὰ πολλὰς ἡμέρας χαλεπῶς
νοσήσας κακιγκάκως τὴν ψυχὴν αὐτοῦ ἀπέρρηξε, καὶ τό γε ἐλεεινότερον ὅτι καὶ τοῦ
φωτὸς στερηθεὶς ὁ ἄθλιος πρὸς σκότος τὸ αἰώνιον ἐξεδήμησεν.
36. [Χ] ἐγένετό ποτε τοὺς ἐγκρίτους τῶν πατέρων συμφωνῆσαι καὶ εἰς ἐπίσκεψιν τοῦ
ἁγίου ἀπελθεῖν. Ὑπῆρχον δὲ ἐκ μὲν τῶν μητροπολιτῶν ὁ παναγιώτατος Ἰωάννης ὁ Χαλκηδόνος
καὶ Πέτρος, ὁ ἁγιώτατος μητροπολίτης Νικαίας, ἐκ δὲ τῶν ἡγουμένων Κλήμης ὁ ἱερώτατος,
Θεόδωρος ὁ Στουδίτης, Ἰωσὴφ ὅ ποτε γεγονὼς οἰκονόμος τῆς μεγάλης ἐκκλησίας, ἅμα
τῷ ἀδελφῷ αὐτοῦ καὶ ἄλλοι πλεῖστοι τῶν ἡγουμένων, ὡς ἀριθμηθῆναι πάντας ἑκατὸν ἢ
καὶ ἐπέκεινα. διὰ δὲ τὴν δυσχέρειαν τοῦ ὄρους ἀνελθεῖν πρὸς τὸν ἅγιον μὴ δυνηθέντες,
ὁμαδὸν συναχθέντες πρὸς τὸ Ἀγαυρινὸν μετόχιον, ἐν οἷς τιμᾶται ὁ πάνσεπτος ναὸς τοῦ
ἁγίου Ἠλία, δηλοποιοῦσι τῷ ὁσίῳ διὰ τοῦ εὐλαβεστάτου Εὐστρατίου κατελθεῖν διὰ τὸν
κύριον καὶ εὐλογῆσαι αὐτούς. ὡς οὖν κατελθὼν ἔμελλε πλησιάζειν αὐτοῖς, ἀναστάντες
ἐκεῖνοι ἐξῆλθον εἰς ὑπάντησιν προσκυνήσοντες αὐτῷ. εὐχῆς δὲ γεναμένης, καὶ καθίσαντες
[p. 405Α] ἀμφότεροι ἐπὶ τοῦ ἐδάφους, διερωτᾶν πρὸς ἀλλήλους ἀπήρξαντο τὸ ποία τῶν
ἀρετῶν ἄν εἴη ὑψηλοτέρα καὶ ὁ μὲν προεβάλετο τὴν ἀγάπην, ὁ δὲ τὴν προσευχήν, ὁ δὲ
τὴν ἐλεημοσύνην, καὶ ἕτερος φιλοξενίαν, καὶ ἄλλος τὴν νηστείαν, καὶ πάντας ἄλλως
καὶ ἄλλως φάναι. ἐνστάσεως οὐ τῆς τυχούσης γεναμένης, παρεκάλουν τὸν ὅσιον τὸ παρεμπεσὸν
αὐτοῖς ζήτημα διαλῦσαι. ὁ δὲ ταπεινόφρων καὶ ἰσάγγελος πατὴρ ἡμῶν Ἰωαννίκιος πολλὰ
ὑπ᾿ αὐτῶν ἐκβιασθεὶς μόλις ποτε γαληνῷ τῷ ῥήματι ἀπεκρίθη· «ἐγώ, πατέρες ἅγιοι,
ὡς λογίζομαι, ὅτι ὑψηλοτέρα τῆς ταπεινοφροσύνης ἄλλη ἀρετὴ οὔκ ἐστιν.» οἱ δὲ κατανεύσαντες
καὶ μετάνοιαν βαλόντες, ἡσύχασαν. μετὰ μικρὸν δὲ ἅπαντες ἀναστάντες ἐδυσώπουν τὸν
ἅγιον συνευωχηθῆναι αὐτοῖς· καὶ δὴ τῇ παρακλήσει αὐτῶν ἐπινεύσας ὁ ὅσιος ἅμα αὐτοῖς
ἐπὶ τὸ ἄριστον ἐπορεύθη. ἀνακλιθέντων οὖν πάντων ἐπὶ τοῦ ἀρίστου, ἀνοίξας τὸ ἅγιον
αὐτοῦ στόμα ὁ πατὴρ ἡμῶν φησι πρὸς τόν ποτε γεγονότα οἰκονόμον τῆς μεγάλης ἐκκλησίας,
τὸν κῦριν Ἰωσήφ, ὅτι ἐνώπιον πάντων· «πρὸ καιροῦ βουληθέντος σου θεάσασθαι ἡμᾶς
ἐμφανισθῆναί σοι οὐκ ἠδυνήθημεν· ἴσως γὰρ οὐκ ἦν τότε θέλημα Θεοῦ· νῦν γοῦν καὶ
τεθέαμαι καὶ [Β] ἐνώπιον πάντων τῶν πατέρων παρακαλῶ σε ὅπως τὰ κατὰ σὲ διαφέροντα
καλῶς διοικῶν ἀεὶ ἀποβλέπειν σε καθ᾿ ἑκάστην πρὸς τὴν ὥραν τοῦ θανάτου· ὁ γὰρ καιρὸς
τῆς ἀναλύσεώς σου ἤδη ἔφθακεν.» ὅδε συγκα<τα>θέμενος πάντα τὰ λαληθέντα σὺν προθυμίᾳ
πράττειν, βαλὼν μετάνοιαν πρὸς τὸν ἅγιον, ἐκάθισε. σκανδαλισθέντες οὖν ἐπὶ τοῦτο
οἱ Στουδίται (καὶ γὰρ εἰώθασι σκάνδαλα συρράπτειν πάντοτε, καὶ ἑαυτοὺς ὑψηλοὺς ἡγεῖσθαι
εἴπερ ἄλλους) οὐ μικρῶς ἐν τοῖς διαλογισμοῖς αὐτῶν κατεμέμφοντο τὸν ὅσιον, ἐπιλέγοντες
καὶ τοῦτο ἐν τῇ διανοίᾳ· «τίς ἆρα γινώσκει τὸν ἑκάστου θάνατον πλὴν μόνου Θεοῦ»
γνοὺς οὖν ὁ ἅγιος τοὺς διαλογισμοὺς αὐτῶν, ἐν τῷ τέως μὲν ἡσύχασεν, τελεσθέντος
δὲ τοῦ πότου, προσκαλεῖται μὲν αὐτοὺς κατ᾿ ἰδίαν καὶ, τοὺς διαλογισμοὺς αὐτῶν ἐξειπὼν,
ἄγαν κατέπληξε· καὶ ἐνέτρεψεν αὐτούς, κατηχήσας τε αὐτοὺς μὴ ἀκρίτως οὕτως ἑτοίμους
εἶναι πρὸς κακίαν μηδὲ τὰ κάρφη τὰ ἀλλότρια προβλέποντας τοὺς ἑαυτῶν δοκοὺς μὴ κατανοεῖν·
καί τισιν ἄλλοις ἐπωφελέσι ῥήμασιν ἐπιστύψας, πρὸς γῆν τούτους κατέκλινε, τὸ «ἥμαρτον»
καὶ τὴν συγχώρησιν ἐπιβοήσαντας. ὁ δὲ ὅσιος τούτους ἀναστήσας καὶ συγχωρήσας, ἀπέλυσεν.
ὁ δὲ προλεχθεὶς Ἰωσὴφ πάντα τὰ κατ᾿ αὐτὸν διανείμας πένησι, κατὰ τὴν [Χ] προφητικὴν
ἀνάρρησιν τοῦ ἁγίου, ἐπιζήσας ἡμέρας δεκαοκτὼ πρὸς κύριον ἐξεδήμησεν.
37. ἐγένετό ποτε τὸν ὅσιον κατελθεῖν πρὸς τὸ μοναστήριον τοῦ μεγάλου Ἰσακίου, τὸ
ἐπονομαζόμενον Ἀγρός, κἀκεῖ προσευξάμενον καὶ τὸν τάφον ἀσπασάμενον τοῦ ἁγίου ἀνθυποστρέφοντα
εἰσελθεῖν εἰς τὴν νῆσον τὴν καλουμένην Θάσιον πρὸς τὸν μέγαν Δανιήλ. ὁ δὲ ἡγιασμένος
Δανιὴλ μαθὼν τὴν ἔλευσιν τοῦ ἁγίου ἔξεισιν εἰς ὑπάντησιν μετὰ πάσης τῆς ὑποτεταγμένης
αὐτῷ ἱερᾶς ἀδελφότητος, καὶ ὡς οἷα προφήτην θεοῦ τιμητικῶς ὑποδέχεται αὐτόν. εἶτα
διαλογισάμενος θεόθεν τοῦτον πεμφθῆναι διὰ τὴν ἐπικειμένην αὐτοῖς συμφοράν (ἦν γὰρ
ἔν τινι μέρει τοῦ νησίου κατοικῶν δράκων φοβερώτατος, οὐ μὴν ἀλλὰ καὶ ἐπὶ πᾶσαν
τὴν νῆσον πλῆθος εἶναι ἀναριθμήτων ὄφεων) βουλεύεται τοίνυν ὁ μέγας Δανιὴλ βουλὴν
ἀγαθήν· καὶ συμπαραλαβὼν μεθ᾿ ἑαυτοῦ πᾶσαν τὴν ἀδελφότητα, ῥίπτει πρὸς τοὺς πόδας
τοῦ ἁγίου καὶ καθικετεύει διὰ τῆς προσευχῆς αὐτοῦ ἀπελαθῆαναι τὸ θηρίον. εἴξας οὖν
τῇ παρακλήσει, ὁ ἅγιος κελεύει μὲν τὸ ξύλον κροῦσαι, προτρέπεται δὲ τοὺς ἀδελφοὺς
ἐπὶ τὴν ἐκκλησίαν εἰσίεναι, καὶ ἀπὸ ἑσπέρας μέχρι πρωΐ
ἐν δοξολογίαις καὶ εὐχαῖς ἐπαγρυπνοῦντας τὸν θεὸν ὑπὲρ τούτου καθικετεύειν. καὶ
τούτου γενομένου, λαβὼν ἐν τῇ
[p. 406Α] χειρὶ αὐτοῦ τὸν καθοδηγοῦντα αὐτὸν τίμιον σταυρὸν μόνος κατὰ τοῦ θηρὸς
ἐξέρχεται. ὡς δ᾿ ἐπάνω τοῦ σπηλαίου οὗ ᾤκει ὁ δράκων ἐγένετο, ἐδέετο τοῦ θεοῦ δι᾿
ὅλης τῆς νυκτὸς τὸν παγκάκιστον ὄφιν ἀπελαθῆναι. ὡς δ᾿ ᾔσθετο ὁ δράκων τὴν παρουσίαν
τοῦ ἁγίου, ἤρξατο στερροτέραις συστροφαῖς καὶ βιαίοις συρίγμασι πάντα δονεῖν τὰ
ἐκεῖσε· περὶ δὲ τὸ αὖγος τῆς ἡμέρας, ἀνισχόντος ἤδη τοῦ ἡλίου, ὡς ὑπὸ πυρὸς ἐλαυνόμενος,
πάντων θεωρούντων, ἔβαλεν ἑαυτὸν ἐν τῇ λίμνῃ, καὶ ταύτην διαπεράσας πρὸς τὴν ἤπειρον
γενόμενος ἄφαντος γέγονεν. οἱ δὲ ἀδελφοὶ τὸ παράδοξον τοῦτο θεασάμενοι θαῦμα, αἶνον
ἀναπέμψαντες τῷ θεῷ, τὴν τιμητικὴν προσκύνησιν τῷ ἁγίῳ ἀπένειμαν.
38. [Β] τοῦ οὖν ἁγίου πάλιν πρὸς τὸ ὄρος ἐπανελθόντος, ἀνῆλθε πρὸς αὐτὸν ὅ ποτε
ἡγούμενος τῶν Ἐλαιοβωμῶν Ἀντώνιος, ἅμα Βασιλείῳ τῷ οἰκονόμῳ αὐτοῦ. ὁ δὲ ὅσιος τούτους
ὑποδεξάμενος καὶ εὐλογήσας, ἤρετο πρὸς τὸν εὐλαβέστατον ἡγούμενον· «ἆρά γε, κῦρι
Ἀντώνιε, ἃ ἂν ἀκούσῃς παρ᾿ ἡμῶν [Χ] ἀποφέρεις πρὸς τὸν μητροπολίτην τῆς Νικαίας
τὸν ἐπιλεγόμενον Ἴγγερ» ὅδε γινώσκων τὸ αὐστηρὸν τοῦ ἀνδρός· «οὐ» φησὶν <καὶ> ἀπεκρίθη
«ὦ πάτερ.» ὁ δὲ πατὴρ τοῦτον καταλείψας καὶ πρὸς τὸν Βασίλειον ἀποβλέψας, «σύ, τί
φῃς» ἔφη «ὦ Βασίλειε» ὅδε μετὰ φόβον [λεγε· φόβου] λέγει· «εἴ τι ἂν κελεύσειας,
ὦ δέσποτα, ἀπαραλείπτως τῷ ἀνδρὶ ἀποκομίσω.» ὁ δὲ θεσπέσιος πατὴρ ἡμῶν· «τάδε ἐρεῖς
πρὸς αὐτὸν ὅτι· Ϡεἰ βούλει πρόσωπον τοῦ Θεοῦ θεάσασθαι, τὴν μητρόπολιν ἐάσας τῇ
μετανοίᾳ πρόσδραμε· ὁ γὰρ θάνατός σου ἤδη ἤγγικε καὶ βλέπε τοὺς καμάτους σου μὴ
ἀπολέσῃς.Ϡ» ταῦτα ὁ ἅγιος εἰπὼν καὶ τοῖς ἀνδράσιν ἐπευξάμενος ἀπέλυσεν. ὁ δὲ Βασίλειος
κατὰ τὴν κέλευσιν τοῦ πατρὸς ἀπελθὼν πρὸς τὸν Ἴγγερ, ἀπήγγειλεν αὐτῷ πάντα ὅσα διετέτακτο.
ὅδε κάμπτεται μὲν πρὸς μικρὸν τῇ μετανοίᾳ, τῇ δὲ δόξῃ πάλιν τοῦ ῥέοντος καὶ φθαρτικοῦ
βίου κλαπείς, ἀμνημονεῖ τῶν λεχθέντων. εἶτα μετὰ πεντεκαιδεκάτην ἡμέραν καθεζομένου
αὐτοῦ ἐν τῷ θρονίῳ, μηδὲν τὸ σύνολον τούτου ἐπειπόντος, μήτε τὰ κατ᾿ αὐτὸν διαθεμένου,
ἐξέπνευσεν. ἐν αὐτῇ οὖν τῇ ὥρᾳ τῷ προορατικῷ χαρίσματι γνοὺς <ὁ> ἅγιος, προσκαλεσάμενος
τὸν πανάγαστον Εὐστράτιον πικρῶς ἀποκλαιόμενος, φησίν· «ἔστω [λεγε· ἔσο] γινώσκων,
ἀδελφὲ Εὐστράτιε, ὅτι ὁ ταπεινὸς Ἴγγερ ἀμετανόητος φθασθεὶς τέθνηκε, μὴ ὑπακούσας
[p. 407Α] τῷ λόγῳ ἡμῶν· ἀλλ᾿ ἡμεῖς μὲν ἀθῶοί ἐσμεν, ἤδη γὰρ προειρήκαμεν αὐτῷ, αὐτὸς
δὲ τῆς παρακοῆς τοὺς καρποὺς δρέψεται, μὴ χωρισθεὶς τῆς αἱρέσεως, ἀλλ᾿ ἀποθανὼν
ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ.»
39. ἐπεὶ οὖν περίβοητος τῷ κόσμῳ ἐγεγόνει ὁ θεόπνευστος πατὴρ ἡμῶν Ἰωαννίκιος, καὶ
πολὺ πλῆθος τῶν ἀνθρώπων ἀπῄει πρὸς αὐτὸν τὰ δέοντα καὶ ψυχωφελῆ ὑπ᾿ αὐτοῦ διδαχθησόμενον,
μέντοι γε οὖν καὶ ἀποχρώντως ἕκαστος ἐκ τοῦ παναγίου στόματος αὐτοῦ ὡς ἐκ στόματος
θεοῦ τὴν ὄνησιν ἐκαρποῦτο, καὶ ὑπέστρεφε τὸν θεὸν δοξάζων, αὐτὸς ἅτε τῷ καθαρῷ καθαρῶς
ὁμιλεῖν γλιχόμενος καὶ ἐμποδίου τῆς ἐναρέτου καὶ ἡσυχίου βιώσεως αὐτοῦ τὰ προσφοιτῶντα
πλήθη λογιζόμενος, οἶμαι δὲ καὶ τὴν διάκενον δόξαν τῶν ἀνθρώπων ἐκκλίνων, κρυφίως
ἐκ τοῦ τόπου ἐν ᾧ ἦν μεταβὰς πρὸς τὰ ἐπιλεγόμενα Κτήματα, τὰ ἐπέκεινα πέλοντα τοῦ
προονομασθέντος Λησσοῦ [λεγε· Λισοῦ] ἐν τῷ ποταμῷ τῷ καλουμένῳ Γοργύτῃ, πρὸς σπήλαιον
ἐκεῖσε ὄντι λίαν δύσβατον καὶ δυσάγωγον ἐχώρησεν, τὸ προφητικὸν ἐκεῖνο λόγιον ἐπιφθεγξάμενος
τὸ φάσκον· Ϡσύ, κύριε, καταμόνας ἐπ᾿ ἐλπίδι κατῴκησάς με·Ϡ εὗρεν δὲ ἐκεῖ λίθον κείμενον
παμμεγέθη, προστάττει δὲ ἅλυσιν γενέσθαι ἓξ τὸ μῆκος [Β] ὀργυιὰς ἔχουσαν καὶ τῇ
ἁλύσει ἑαυτὸν δήσας τῷ μεγίστῳ ἐκείνῳ λίθῳ τὴν ἅλυσιν προσήρμοσεν. οὕτως δὲ σιδηροδέσμιος
ὢν καὶ πάνυ θλιβόμενος καὶ κακοχούμενος ἐπὶ ὅλοις τρισὶν ἔτεσιν ἐν τῇ τοιαύτῃ ἀνάγκῃ
ἐκαρτέρησε. τελεσθέντος οὖν τοῦ τριετοῦς χρόνου καὶ τὴν εὐχὴν ἣν ἤρξατο, φημὶ δὴ
τὴν τῆς καθείρξεως, θεῷ ἀποδούς, καὶ γὰρ ἦν τοῦτο τῷ θεῷ συνθέμενος, τὰ δεσμὰ διαρρήξας
πρὸς ἐπίσκεψίν τινος πανθαυμάστου γέροντος ἔξεισι.
40. τὸν Γοργύτην ποταμὸν περᾶν μέλλων (ἦν γὰρ ὁ γέρων ἐπέκεινα τοῦ ποταμοῦ), ἀναβλέψας
οὖν τοῖς ὀφθαλμοῖς ὁ σεβάσμιος Ἰωαννίκιος θεωρεῖ ἐν τῷ μέσῳ τοῦ ποταμοῦ δράκοντα
πάνυ φοβερώτατον, ὡς τῇ τοῦ εἴδους μεγαλειότητι συνέχειν τὸ ὕδωρ ὅτε ἡπλοῦτο καὶ
μηδαμῶς ἐᾶν χεύεσθαι ἕως οὗ κατὰ μικρὸν τὸ ῥεῦμα τοῦ παμμεγέθους ἐκείνου σώματος
ὑψοῦτο καὶ οὕτω ῥαγδαίως ἐπὶ τὸ πρανὲς ἐφέρετο. τοιοῦτον οὖν ὑπάρχον τὸ θηρίον ὁ
ἅγιος θεασάμενος καὶ πάνυ θαυμάσας πρὸς τὸ ἑαυτοῦ σπήλαιον ὑπέστρεψε, νηστείαις
δὲ καὶ χαμευνίαις καὶ ἀγρυπνίαις ὁλονύκτοις καὶ πλείσταις προσευχαῖς ἐπὶ τῇ ἀπωλείᾳ
τοῦ δράκοντος τὸν θεὸν ἱκετεύσας, καὶ οἷα εἰπεῖν παρ᾿ αὐτοῦ τὴν τοῦ θηρὸς ἀνάλωσιν
λαβὼν καὶ βεβαιωθείς, ἀξινορόγιον ἄρας τοῦ σπηλαίου [Χ] ἔξεισι καὶ τὸν τόπον κατέλαβεν,
ἐν ᾧ εἰώθει τὸ θηρίον ἐξέρχεσθαι καὶ τὴν τοῦ ἡλίου θερμότητα ὑποδέχεσθαι. μήκοθεν
οὖν τοῦτο θεασάμενος ἐμπροσθίως αὐτοῦ πορευθεὶς ἐπλησίασεν. ὁ δὲ κάκιστος ἐκεῖνος
θὴρ τὸν τοῦ Θεοῦ δοῦλον Ἰωαννίκιον θεασάμενος μέγα κεχηνὼς ἐδόκει τοῦτον ὑποδέχεσθαι.
ὅδε πρὸς οὐρανὸν τὰ ὄμματα διαπετάσας, δύναμίν τε ἐξ ὕψους λαβών, καὶ τῇ χειρὶ ὑψώσας
τὸ σιδήριον καὶ μέγα κατεάξας τοῦτον κατὰ τῆς κάρας, κατέτρωσε καὶ παραχρῆμα τῇ
τοῦ θεοῦ δυνάμει τὸ θηρίον ἀπενεκρώθη. ἔλεγεν δὲ ὁ τοῦ Θεοῦ ἄνθρωπος ὁ ἡγιασμένος
καὶ περιβόητος Εὐστράτιος ὅτι καὶ ἔχιδναν κακὴν ἐπὶ πολλοῖς ἔτεσιν ἐν τῷ σπηλαίῳ
ἐκείνῳ οἰκοῦσαν ὁ τοῦ θεοῦ θεράπων Ἰωαννίκιος διὰ προσευχῆς ἐθανάτωσεν.
41. μεταβὰς οὖν ἐκ τοῦ σπηλαίου καὶ ἐν τῷ ὄρει τῷ καλουμένῳ Ἄλσος ἐπιβάς, ἐν ᾧ καὶ
τὸν προειρημένον πανθαύμαστον ναὸν τοῦ στρατηλάτου μάρτυρος Εὐσταθίου ὁ πανόσιος
ἀνήγειρε, κελλίον ἀνοικοδομῆσαι ἔσπευδεν εἰς ὑποδοχὴν καὶ σκέπην τοῦ παναγάστου
αὐτοῦ σκήνους ὁ τὸ πολίτευμα ἐν οὐρανοῖς κεκτημένος. τὸν χῶρον οὖν σχηματίσας καὶ
τὸ τεκτόνημα διαγράψας καὶ ἐπειπὼν τοῖς τεχνίταις ἐπιμελῶς ἐργάζεσθαι, αὐτὸς πρὸς
τὴν ἐσωτέραν ἔρημον εἰσέδυ. τοῦ οὖν ἔργου ἀπαρτιζομένου,
[p. 408Α] τῆς ἑσπέρας καταλαβούσης, πρὸς ὕπνον ἅπαντες ἐτράπησαν· καὶ δὴ ἔχιδνα
κακὴ ἐκ διαβολικῆς συνελάσεως ἐξελθοῦσα ἑνὶ τῶν ἐργατῶν, οὗ τὸ ὄνομα Πάρδος, κατὰ
τοῦ κροτάφου πλήξασα ἀπέδρα. αἰσθόμενος οὖν τοῦ πόνου καὶ διυπνισθεὶς ὁ ἄνθρωπος
ἐβόα φωνῇ μεγάλῃ. διυπνισθέντων οὖν πάντων καὶ πειθομένων τίνος χάριν οὕτω σφοδρῶς
βοᾷ, τὴν μὲν ὀδύνην ἔχειν ἔλεγε τῆς κεφαλῆς ἀφόρητον, μὴ εἰδέναι δὲ τὸ σύνολον τί
πέπονθεν. τοῦ οὖν φαρμάκου περί τε τὴν κεφαλὴν καὶ παντὸς τοῦ σώματος ἐπιδραμόντος,
καὶ μελανίαν καὶ οἴδησιν περὶ τὸ σῶμα μεγάλην πεποιηκότος εἰς αὐτὰ τὰ τοῦ θανάτου
ἔσχατα τὸν ἄνθρωπον περιέστησεν. ὁ δὲ ἅγιος Ἰωαννίκιος θεόθεν γνοὺς ἐν ᾧ ἦν τόπῳ
τὸ γεγονός, ἀπάρας τῶν ἐκεῖ, τῇ ἕωθεν περὶ τρίτην ὥραν τοὺς τεχνίτας κατέλαβεν.
οἱ δὲ ἄνδρες ὡς μόνον τὸν ἅγιον ἐθεάσαντο, ἔρριψαν ἑαυτοὺς πρὸς τοὺς πόδας αὐτοῦ,
καθικετεύοντες ἐλεῆσαι τὸν πάσχοντα. ὅδε τοῦτον παραλαβὼν ὡσεὶ λίθου βολὴ ἀπ᾿ αὐτῶν
διέστη, καὶ στὰς εἰς προσευχὴν καὶ τὰς χεῖρας σταυροειδῶς εἰς οὐρανὸν ἐπάρας μετὰ
τὴν εὐχὴν τῷ ἁγίῳ αὐτοῦ δακτύλῳ ἁψάμενος τοῦ δηχθέντος τόπου τὸν τόπον [λεγε· τύπον]
τοῦ τιμίου σταυροῦ διεχάραξε, καὶ εὐθέως τοῦ [Β] φοβεροῦ ἐκείνου οἰδήματος ῥαγέντος
ἡ ἰοβόλος ἐκείνη ὀζωδία πᾶσα κατέρρευσεν. ὅδε ἰαθεὶς τὸν θεὸν δοξάσας, τὸν παρασχόντα
αὐτῷ διὰ τοῦ θεράποντος αὐτοῦ Ἰωαννίκιον [λεγε· Ἰωαννικίου] τὴν ἴασιν ἀκωλύτως,
ὡς καὶ πρότερον τοῦ ἔργου εἴχετο. μέχρι δὲ τοῦ νῦν διατετήρηται τῇ τῆς ζωῆς ἐκτάσει
ὁ ῥηθεὶς Πάρδος, τὴν δυναστείαν τοῦ θεοῦ καὶ τὴν ὑπὸ τοῦ ἁγίου γινομένην εἰς αὐτὸν
ἴασιν πᾶσι καταγγέλλων, καὶ ἀριδήλως διηγούμενος ὡς δοξάζειν πάντας τοὺς ἀκούοντας
τὸν θεὸν καὶ τὸν δοῦλον αὐτοῦ Ἰωαννίκιον εὐφημεῖν.
42. ἐπιθυμία ποτὲ ἐγεγόνει τῷ ἁγίῳ πατρὶ ἡμῶν Ἰωαννικίῳ ἐπὶ τὰ μέρη τῶν Θρακησίων
πορευθῆναι καὶ πρὸς τὸν πάνσεπτον ναὸν τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου τοῦ
θεολόγου εἰσιέναι καὶ εὔξασθαι. καὶ δὴ τῆς ὁδοῦ ἀρξάμενος ἐπορεύετο· τῇ οὖν σπάνῃ
τῶν ἀναγκαίων καὶ τῇ τοῦ ἡλίου καύσει (καὶ γὰρ ἦν ὁ τῶν μηνῶν ὕστατος), καὶ τῇ πολλῇ
ὁδοιπορίᾳ κεκοπιακὼς, εὐκτήριον ἐν τῇ ὁδῷ θεασάμενος πρὸς αὐτὸ ἐξέκλινε, καὶ ἔνδον
τοῦ εὐκτηρίου ἐγένετο. καὶ ἰδού τις ἀνὴρ μετὰ τῆς ἑαυτοῦ γυναικὸς καρποφορίαν ἐπιφερόμενοι
κατέλαβον. ὡς δὲ ἔνδον τοῦ ναοῦ ἐγένοντο, ἄφνω τοὺς ὀφθαλμοὺς ἐπάραντες θεωροῦσι
τὸν ἅγιον τῷ προσώπῳ ἐκλάμποντα οἷα ἥλιον. καὶ γὰρ ἦν ὡς ἀληθῶς [Χ] ἀγγελοειδὴς
ὁ θεοφόρος πατὴρ ἡμῶν Ἰωαννίκιος, εἴπερ τις ἄλλος. καὶ φοβηθέντες συντόμως εἰς τοὐπίσω
ἀνέκαμψαν. ὁ δὲ ἅγιός φησι πρὸς αὐτούς· «στῆτε, ὦ τέκνα, καὶ μηδαμῶς δειλιάσητε.
κἀγὼ γὰρ ἄνθρωπός εἰμι ὁμοιοπαθὴς ὑμῖν. ἐγγίσατε οὖν μοι καὶ γνώσεσθε ὅτι οὔκ εἰμι
πνεῦμα ὡς ὑπονοεῖτε, ἀλλὰ Θεοῦ πλάσμα.» τῇ οὖν κελεύσει τοῦ ἁγίου ὑπακούσαντες καὶ
ἐπιστραφέντες ἔρριψαν ἑαυτοὺς πρὸς τοὺς τιμίους πόδας αὐτοῦ, δεόμενοι ὑπὲρ αὐτῶν
εὔξασθαι, καὶ τοῦ ἁγίου ἐπευξαμένου αὐτοῖς, αὐτοὶ μετὰ χαρᾶς τὸν θεὸν δοξάζοντες
οἴκαδε ἀνεχώρουν. μετὰ δὲ ταῦτα λαβόντες ἄρτον καί τινα ἄλλα τῶν ἐδωδίμων, προσήνεγκαν
τῷ ἁγίῳ. ὅδε [λεγε· ὁ δὲ] λαβὼν ἐκ πάντων βραχὺ λίαν καὶ μικρὸν ἐνισχύσας, τὰ περὶ
τῆς ὁδοῦ αὐτοὺς διηρώτα καὶ πόθεν βαδίζειν αὐτὸν αὐτοῖς λέγειν παρεκελεύετο. οἵδε
φασί· «μηδαμῶς, ὦ ἅγιε, θελήσῃς νυκτὸς τὴν ὁδὸν ποιῆσαι, ἀπεράτου ὑπάρχοντος τοῦ
ᾧδε προσκειμένου ποταμοῦ, καὶ μόγις ἔν τινι τόπῳ ὑπὸ τῶν ἐμπείρων, καί γε ἡμέρας
οὔσης, περᾶσθαι· μήτι γε ἀπείρως ἔχοντά σε καὶ σπεύδοντα διελθεῖν νυκτὸς τὴν εὐθεῖαν
ὁδὸν οὐχ εὑρήσεις. εἰ γὰρ καὶ βουληθείης τοῦτο ποιῆσαι, πάντως γε ὑποβρύχιος τοῖς
ὕδασι γενήσῃ.» ὅδε τὸ δοκεῖν κατανεύσας καὶ καλῶς λέγειν εἰπών, τούτους ἐπευξάμενος,
ἀπέλυσεν. αὐτὸς δὲ παραχρῆμα ἀναστὰς
[p. 409Α] τῆς ὁδοῦ εἴχετο, καὶ ὡς πλησίον τοῦ ποταμοῦ ἔφθασεν εἰς προσευχὴν ἔστη,
καὶ μετὰ τὴν εὐχὴν ἐκτείνας τὴν χεῖρα καὶ τῷ τύπῳ τοῦ σταυροῦ σφραγίσας τὰ ὕδατα
οὐ διχῇ ταῦτα διεῖλεν, οἷα τῇ τοῦ Ἠλίου μηλωτῇ ὁ Ἐλισσαῖος, ἀλλὰ δυνάμει Θεοῦ τὴν
ῥευστὴν φύσιν αὐτῶν παγιώσας ἐπέβη. Καὶ ἐπεφέρετο ὡς διὰ ξηρᾶς πεζοπορῶν ἐπάνω αὐτῶν,
ἕως οὗ ἐπὶ τὸ ἕτερον μέρος τοῦ ποταμοῦ ἐπὶ τῆς ἠπείρου ἔστη, καὶ τὸν θεὸν ἀνυμνήσας
πάλιν τὴν ὁδὸν ἤνυεν.
43. φθάσας οὖν τὸν πάντιμον ναὸν τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ Ἰωάννου καὶ σὺν
τῷ ἐκεῖσε ἐπιρρέοντι ὄχλῳ οὐδ᾿ ὅλως εἰσελθεῖν βουλόμενος, ἠντιβόλει τὸν τοῦ ναοῦ
τὴν φροντίδα ἔχοντα νύκτωρ κατ᾿ ἰδίαν παραχωρῆσαι τοῦτον εἰσελθεῖν. ὅδε εἰσάπαν
ἀπηνήνατο παρακληθῆναι· εἴπερ δὲ θέλοιεν, ἔλεγε μετὰ πάντων εἰσελθεῖν καὶ εὔξασθαι.
καὶ τοῦ ὁσίου μὴ ἐπινεύοντος, αὐτὸς κατ᾿ αὐτοῦ κλείων τὰς θύρας, ὡς ἐπὶ τρίτης ἡμέρας,
ἀνεχώρει. ὁ δὲ γενναῖος καὶ καρτερικὸς πατὴρ ἡμῶν Ἰωαννίκιος μηδ᾿ ὅλως ἀθυμήσας,
ἀλλ᾿ ἔξω που περὶ τὰ προπύλαια τοῦ ναοῦ ἑστηκὼς καὶ μηδαμῶς ταῖς τρισὶν ἡμέραις
ἐπικλιθεὶς, ἐδέετο τοῦ θεοῦ ἐπιτυχεῖν τῆς [Β] ἐφέσεως. καὶ δὴ μετὰ τὴν τρίτην ἡμέραν,
ἑσπέρας ἀρχομένης κατὰ τὸ σύνηθες ὑπὸ τοῦ κλειδούχου αἱ πύλαι ἐκλείσθησαν πᾶσαι,
καὶ τῇ νυκτὶ ἐκείνῃ ὀφθαλμοφανῶς ἐφάνη αὐτῷ ὁ ἀπόστολος καὶ θεολόγος Ἰωάννης, καὶ
δὴ ἠρώτα αὐτὸν τί ἂν θέλοι. ὅδε εὐχῆς χάριν παραγενέσθαι εἰπών, ὑπὸ δὲ τοῦ ἐκεῖσε
κλειδοφύλακος εἴργεσθαι, αὐτὸς ἐφέπεσθαι αὐτῷ παρεκελεύετο, καὶ ὅπου βούλοιτο ἀποφέρειν.
καὶ τοῦ ἀποστόλου ἐπιπορευομένου, αὐτὸς κατόπιν ἐβάδιζε μέχρις ὅτου τῶν κεκλεισμένων
πυλῶν ἀμφότεροι ἐγένοντο. ἄμφω δὲ διαρραγεῖσαι αἱ κλεῖς σὺν τῶν ῥωμανισίων καὶ αἱ
πύλαι ἐπαρθεῖσαι ἀκωλύτως τὴν εἴσοδον αὐτοῖς παρέσχον, καὶ ἕως τῶν κιγκλίδων τοῦ
ἁγίου θυσιαστηρίου ὁ ὁδηγῶν τὸν ἅγιον ἐφαίνετο, μετὰ δὲ τὴν εἴσοδον ἄφαντος ἀπ᾿
αὐτοῦ ἐγεγόνει. ὁ δὲ ἅγιος πατὴρ ἡμῶν Ἰωαννίκιος ἀποδοὺς τῷ θεῷ τὰς εὐχάς, καὶ τῷ
ἁγίῳ πολλὰ εὐχαριστήσας, τοῦ ναοῦ ἔξεισι, καὶ τῇ αὐτοῦ ἐξόδῳ πάλιν αἱ πύλαι κλεισθεῖσαι,
ἀποκατέστησαν ὡς τὸ πρότερον, καὶ ὑποστρέψας πάλιν ἦλθεν ἐν τῷ αὐτῷ ὄρει τῷ καλουμένῳ
Λισ{σ}ῷ.
44. ἐγένετό ποτε ἀπελθεῖν τὸν σημειοφόρον πατέρα ἡμῶν Ἰωαννίκιον πρὸς τὸ εὐαγὲς
σεμνεῖον τὸ ἐπιλεγόμενον Κοῦνιν. ἦν δὲ ἐκεῖσε κατὰ τὸν [Χ] καιρὸν πλείστη συνάθροισις
γεναμένη πατέρων τε καὶ εὐλαβεστάτων μοναχῶν χάριν τῆς ἐπιτελουμένης ἐν τῷ μοναστηρίῳ
ἐνιαυσιαίας ἑορταστικῆς ἡμέρας. τὸν οὖν συνήθη κανόνα καὶ τὴν θείαν λειτουργίαν
τῶν ἱερῶν ἐκείνων θιασωτῶν τελεσάντων, ἔσπευδον καὶ τροφῆς σωματικῆς μεταλαβεῖν.
τῶν οὖν δαιτυμόνων πάντων ἀνακλιθέντων, ἐπέ{σ}τρεψαν καὶ τῷ ὁσίῳ Ἰωαννικίῳ ὡς ξένον
καὶ ἀγνώτην περὶ τὸν ἔσχατον τόπον κεκαθικέναι. τῆς οὖν εὐωχίας τελουμένης μονάζουσά
τις τῶν ἐκεῖσε ὑπὸ πνεύματος ἀκαθάρτου ὀχλουμένη ἄφνω ταραχθεῖσα, ἀφρίζουσα καὶ
τοὺς ὀδόντας τρίζουσα ὀπίσω τοῦ δούλου τοῦ Θεοῦ ἔστη. σφοδρῶς δὲ μαστιζομένη ὑπὸ
τοῦ δαίμονος καὶ ἐλεγχομένη ἐπεβόα τὴν τοῦ ἁγίου ἐκείνου ὀνόματος ἀνάρρησιν. ἡ δὲ
ἱερὰ ἐκείνη ὁμήγυρις, ὡς τοῦτο ἤκουσε, προσέπεσον τοῖς τοῦ ἁγίου ποσὶ καὶ συγχώρησιν,
οἶμαι, αὐτοῖς ἐπὶ τῇ ἀγνωσίᾳ καθικέτευον. καὶ τούτου γενομένου, πάλιν ἐδυσώπουν
αὐτὸν διὰ προσευχῆς αὐτοῦ τὸ ἀκάθαρτον πνεῦμα ἀπελάσαι. ὁ δὲ ἀληθῶς ταπεινὸς τῷ
φρονήματι πατὴρ ἡμῶν Ἰωαννίκιος μᾶλλον τοῖς πατράσιν ἔλεγεν εὔξασθαι, ἁμαρτωλὸν
καὶ γεήφρονα ἑαυτὸν ἀποκαλῶν, αὐτοὺς δὲ ὑψηλοὺς καὶ οὐρανίους. Καὶ γάρ τινας ἐξ
αὐτῶν ἔλεγον τῇ τοῦ πρεσβυτερίου ἀξίᾳ τετιμημένους. Αὐτοὶ δὲ ἔλεγον ὡς παρὰ Θεοῦ
[p. 410Α] τὴν χάριν τῶν σημείων εἰληφότα εἰκότως αὐτὸν εὔξασθαι. ὡς οὖν ἀνὰ μεταξὺ
αὐτῶν πλείστη γέγονεν ἀντίστασις, ἅτε δὴ τῶν πατέρων πλήθους ὄντος, ὑπήκουσε καὶ
ἐπείσθη. εἰς οὐρανὸν δὲ τὸν νοῦν σχὼν εἰς προσευχὴν ἔστη, καὶ μετὰ τὴν εὐχήν, ὡς
μόνον τῷ σημείῳ τοῦ σταυροῦ τὴν πάσχουσαν ἐσφράγισε, ῥῆξαν αὐτὴν καὶ σπαράξαν τὸ
ἀκάθαρτον πνεῦμα ἐξῆλθεν ἀπ᾿ αὐτῆς, καὶ ὑγιὴς γεναμένη ἡ ἄνθρωπος, ἅπαντες σὺν αὐτῇ
τὸν θεὸν καὶ τὸν ἅγιον αὐτοῦ ἐδόξαζον.
45. ἐπεὶ οὖν τῇ τῶν θαυμάτων ποικιλίᾳ ὁ φαιδρὸς λύχνος οὗτος κατέλαμπε καὶ πανταχοῦ
ἡ φήμη αὐτοῦ διεδίδοτο, αὐτός, ὡς ᾤετο, ἐδόκει κρύβειν ἑαυτὸν μεταβαίνων ἐν τόποις
ἀνημέροις καὶ θηριοτρόφοις. ἀλλ᾿ οὐκ ἐλάνθανεν· ὅπου γὰρ ἂν ἀπίῃ κατάδηλον αὐτὸν
ἐποίει ἡ τοῦ πνεύματος χάρις. ἀπιὼν οὖν πρὸς τὸν τόπον τὸν καλούμενον Χελιδόνα καὶ
πρὸς τὰ ἐνδότατα τῆς ἐρήμου μέρη γεγονώς, εὗρεν ἐκεῖσε ἄντρον ἄνυδρον πάνυ καὶ ἐν
αὐτῷ διέτριψε χρόνον τινά. ἔχαιρε γὰρ πάντοτε ἐν σκληροῖς τόποις οἰκεῖν πρὸς τὸ
ἐκθλίβειν τὴν σάρκα αὐτοῦ νηστείᾳ καὶ δίψει, ψύχει τε καὶ γυμνότητι. μετὰ οὖν χρόνον
τινὰ ἠθέλησεν εὐκτήριον ναὸν [Β] ἐγεῖραι ἐν αὐτῷ τῷ τόπῳ καὶ τῷ σπηλαίῳ. προσκαλεσάμενος
οὖν τεχνίτας πρὸς οἰκοδομὴν τοῦ ἔργου καὶ τὸν τόπον περινοστήσαντες, ἐδυσχέραινον
πρὸς τὴν οἰκοδομήν, ὕδατος μὴ παρόντος· μήκοθεν γὰρ ἦν ἑαυτῷ τὸ ὕδωρ κομίζων ὁ ὅσιος
πατὴρ ἡμῶν Ἰωαννίκιος. τούτους οὖν θεασάμενος ἀμηχανήσαντας ἔφη πρὸς αὐτούς· «μηδὲν
περὶ τούτου ἀχθεσθῆτε, ἀλλ᾿ ἐπιρρίψωμεν τὰς ἐλπίδας ἡμῶν πρὸς κύριον, καὶ ὡς κελεύει
ἡ αὐτοῦ ἀγοθότης ποιεῖ μεθ᾿ ἡμῶν.» μικρὸν οὖν διαστὰς ἀπ᾿ αὐτῶν καὶ κρυφίως τὰς
χεῖρας εἰς τὸν οὐρανὸν ἐκτείνας, ἐδέετο τοῦ θεοῦ δοθῆναι ὕδωρ ἐν τῷ αὐχμώδει τόπῳ
ἐκείνῳ. ὁ δὲ τὰς καρδίας πάντων ἐφορῶν Χριστός, ὁ θεὸς ἡμῶν, καὶ τὸ θέλημα τῶν φοβουμένων
αὐτὸν ποιῶν καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, παραυτίκα καὶ τὴν αἴτησιν πεπλήρωκε·
καὶ ἐξῆλθεν ὕδωρ, ὅπερ καὶ ἕως τοῦ νῦν διαμένει, ἐν ᾧ καὶ ἰάσεις πολλαὶ ἐπιτελοῦνται,
ὥστε πληρωθῆναι τὸ προφητικὸν λόγιον· Ϡκαὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται.Ϡ
τελεσθέντος οὖν τοῦ ναοῦ, ἐποίησεν αὐτὸν μοναστήριον εἰς πολλῶν σωτηρίαν καὶ ψυχῶν
θελόντων σωθῆναι ὠφέλειαν.
46. ἀποστὰς οὖν τῶν ἐκεῖ πρὸς τὸ σπήλαιον τὸ ἐπιλεγόμενον Μαρσαληνόν, τῷ πλησίον
ὄντι Χελιδόνος μετέβη. καὶ εἰσελθὼν ἔνδον εὗρε δράκοντα λίαν [Χ] καταπληκτικόν,
οὗ τὸ μῆκος, ὡς ἔλεγεν ἡμῖν ὁ ἁγιώτατος Εὐστράτιος, ὁ καὶ ὑπὸ τοῦ ἁγίου πληροφορηθείς,
εἶχεν πήχεις ἑξήκοντα. τοῦτον οὖν ἰδὼν ὁ ἅγιος πάνυ κατεπλάγη καὶ τοῦ Θεοῦ θερμῶς
ἐδέετο ἐπὶ τῇ ἀπωλείᾳ τοῦ θηρός. Καὶ δὴ τῆς εὐχῆς ἀναπεμπομένης ἀορασίᾳ νενέκρωται
ὁ θὴρ καὶ ἀπώλετο· καὶ ὑμνήσας ὁ ἅγιος τὸν Θεὸν τοῦ σπηλαίου ἐξῄει· πρὸς δὲ τὰ μέρη
τῆς Κουντουρίας ἀπερχόμενος, μονάζουσά τις τῶν ἐπισήμων μετὰ τῆς ἑαυτῆς θυγατρὸς
ἀπὸ τῶν ἐκεῖσε ἐπὶ τὰ ὧδε τὴν πορείαν ἐποιεῖτο. καὶ δὴ κατὰ τὴν ὁδόν, Θεοῦ παραχωρήσει,
τὸ τῆς πορνείας πνεῦμα ἐπισφρίσαν [λεγε· ἐπεισφρῆσαν] τῇ αὐτῆς θυγατρὶ δεινῶς ἐτάραττεν.
ἥ τε κόρη τὴν πύρωσιν τοῦ δαίμονος μὴ φέρουσα ἑαυτὴν ἀπολεγομένη ἐβόα ἄσεμνα πρὸς
τὴν ἑαυτῆς μητέρα. ἡ δὲ μήτηρ νενικημένην εἰς τὸ παντελὲς τὴν ἑαυτῆς θυγατέρα θεασαμένη,
ἐλεεινῶς θρηνοῦσα ἔλεγεν· «οἴμοι, οἴμοι, ὦ τέκνον ἐμόν, τί οὕτως ἀπρεπῶς καὶ ἀναιδῶς
ἐπιβοᾶς μνήσθητι, ὦ τέκνον μου, τῆς καλῆς καὶ ἱερᾶς ἀνατροφῆς, ἧς ἐξ ἁπαλῶν ὀνύχων
τῷ φόβῳ κυρίου καὶ τῇ μελέτῃ τῶν θείων λογίων ἐξέθρεψα καὶ εἰς μέτρον ἡλικίας πανευλαβῶς
σὺν Θεῷ ἤγαγον· μνήσθητι τῶν ἱερῶν ἐκείνων παρθένων, αἳ τῷ ἀχράντῳ τῆς παρθενίας
κάλλει τῷ ἐλαίῳ τῆς εὐποιΐας τὰς ἑαυτῶν λαμπάδας κοσμήσασαι
[p. 411Α] στεφανηφοροῦσαι τῷ νυμφίῳ συνεισῆλθον· μνήσθητι, ὦ τέκνον, τῆς φοβερᾶς
κρίσεως, καὶ τοῦ πυρὸς ἐκείνου τοῦ ἀτελευτήτου, ἐν ᾧ πάντες κατακαήσονται οἱ τῇ
προσκαίρῳ καὶ φθοροποιῷ ἡδονῇ ἑαυτοὺς ἀφρόνως ἐκδεδωκότες καὶ ἀσώτως βιώσαντες καὶ
εἰς αἰῶνας αἰώνων κολασθήσονται· μνήσθητι, ὦ τέκνον μου, τῆς χαρᾶς τῶν ἁγίων καὶ
τῆς ἀνεκλαλήτου δόξης ἐκείνης, ἐν ᾗ ἀναπαύσονται οἱ τὸν ναὸν τοῦ σώματος μὴ φθείραντες
καὶ τὴν ψυχὴν τὴν ἐν τῷ σώματι ἡνωμένην μὴ μολύναντες· ναί, τέκνον μου, παρακαλῶ,
παῦσαι τῆς ἀπρεποῦς τῶν ἀλόγων ὁρμῆς καὶ δεῦρο στῶμεν ἄμφω εἰς προσευχήν, καὶ πάντως
ποιήσει κύριος τὸ ἔλεος αὐτοῦ μεθ᾿ ἡμῶν, ἐκδιώκων ἀφ᾿ ἡμῶν τὸ πονηρὸν πνεῦμα.» ὡς
δὲ ταῦτα καί τινα πλείονα νενουθετήκει ἡ μήτηρ τῇ ἰδίᾳ θυγατρί, αὐτὴ μᾶλλον τῷ οἴστρῳ
πεπληγμένη οὐδ᾿ ὅλως τῶν νουθεσιῶν τῆς μητρὸς ἀκοῦσαι ἠνείχετο, ἀλλ᾿ ἀναιδῶς ἐβόα·
«ὦ μῆτερ, ἢ ἐπίτρεψόν μοι ἀπελθεῖν εἰς τὸν κόσμον καὶ πληρῶσαι τὴν ἐπιθυμίαν μου,
ἢ ἐμαυτὴν διαχειρίζομαι.» ὡς δὲ ἡ μήτηρ ἐν τῷ παντὶ ἐγένετο, ἑαυτὴν πρὸς τὸν Θεὸν
ἐπιρρίψασα ἐν βοῇ μεγάλῃ καὶ στεναγμῷ ἱκέτευε δύναμιν ἐξ ὕψους ἐξαποσταλῆναι αὐταῖς,
καὶ εἴτε ἀοράτως, δι᾿ ἐπιστασίας, [Β] φημί, ἀγγέλου, εἴτε καὶ ὁρατῶς διά τινος δούλου
αὐτοῦ, τὴν ἐπελθοῦσαν τῇ θυγατρὶ αὐτῆς καμινιαίαν πύρωσιν τοῦ σώματος ἐν τάχει κατασβέσαι.
Καὶ δὴ ὡς τῆς βοῆς ἡ μήτηρ καὶ τῆς δεήσεως εἴχετο, ἐπάρασ<α> τοὺς ὀφθαλμοὺς θεωρεῖ
τὸν τρισόλβιον πατέρα ἡμῶν Ἰωαννίκιον βαδίζοντα ἐκ τοῦ ἑτέρου μέρους, καὶ πρὸς τὴν
Κουντουρίαν, ὡς εἴρηται, ἀπιόντα. καὶ δραμοῦσα σφοδρῶς ἐπελάβετο τῶν ποδῶν αὐτοῦ
καὶ τοῖς δάκρυσιν, οἷα ἡ μακαρία ἐκείνη πόρνη, τοὺς πόδας αὐτοῦ πλύνουσα, ἐλεῆσαι
αὐτὴν καὶ τὸ ἑαυτῆς θυγάτριον ἐδέετο. ὁ δὲ τὴν πίστιν αὐτῆς θαυμάσας, ἀναστῆναι
μὲν παρεκελεύσατο καὶ τὴν αἰτίαν τοῦ θρήνους εἰπεῖν αὐτῇ ἐπέ{σ}τρεψεν. ἣ τὸ συμβὰν
ἀπαγγείλασα, ἐπιλαβόμενος ὁ ἅγιος τῆς δεξιᾶς χειρὸς τῆς κόρης καὶ τῷ τραχήλῳ αὐτοῦ
ἐπιθείς, ἐβόησεν· «ὦ παῖ, ἐπ᾿ ἐμὲ ἀπὸ τοῦ νῦν εἴη ὁ σὸς πόλεμος· καὶ σὺ τῇ χάριτι
τοῦ Θεοῦ ἔστω [λεγε· ἔσο ὑγιὴς] ἀπὸ τῆς μάστιγός σου.» καὶ εὐθέως ἡ κόρη σωφρονήσασα,
τοῦ πολέμου ἐκουφίσθη· καὶ σὺν τῇ μητρὶ τὴν ὁδὸν χαίρουσα, τὸν Θεὸν καὶ τὸν ἅγιον
ἀνυμνοῦσα, μετ᾿ εἰρήνης τοῦ λοιποῦ ἤνυεν.
47. ὁ δὲ παγχάλεπος ἐκεῖνος πόλεμος ἐπαναστρέψας καὶ οἷα σκόλοψ τις ἐπιπεσὼν τῷ
ἁγίῳ οὐ μετρίως αὐτὸν ἔθλιβεν. νηστείαις δὲ καὶ ἀγρυπνίαις [Χ] καὶ χαμευνίαις καὶ
ὁλονύκτοις προσευχαῖς ἑαυτὸν ἐκδοὺς καὶ τὸν θεὸν λιτανεύων ηὕρισκε μὲν ἐν τῷ τέως
οὐδ᾿ ὅλως ἄνεσιν· τοῦ θεοῦ, οἶμαι, τοῦτο παραχωροῦντος, καὶ εἰς καθαρὸν ἐκπυροῦντος
τὸν ὅσιον αὐτοῦ. ὡς δὲ ἐπὶ πλεῖστας ἡμέρας τῇ ἀνάγκῃ συνείχετο, εἰς πέλαγος ἀθυμίας
περιέπεσεν. εἰδὼς δὲ ἐν τοῖς ἐκεῖσε σπηλαίοις ἀσπίδα οἰκοῦσαν μεγάλην ἐκ σάκκου
εἰς θηριομορφίαν μεταβληθεῖσαν, φησὶ πρὸς ἑαυτόν· «καλόν σοί ἐστιν, ὦ ταπεινὲ Ἰωαννίκιε,
ἀπελθεῖν καὶ ὑπὸ τῆς αἰσθητῆς ἀσπίδος σωματικῶς βρωθῆναι, ἢ τῇ ἁμαρτίᾳ ὑποκύψαντα
ψυχικῶς τῆς νοητῆς ἀσπίδος κατάβρωμα γενέσθαι.» καὶ ἅμα τῷ λόγῳ πρὸς τὴν ἀσπίδα
ἐπορεύθη, καὶ ὡς πλησίον ταύτης ἐγένετο, ἄμφω τὼ χεῖρε τὴν κεφαλὴν αὐτῆς κρατήσας
καὶ σφοδρῶς διασείσας πρὸς παροξυσμὸν ἑαυτοῦ τὸ θηρίον ἐκίνει. τόδε μανίας πληρωθὲν
μέγα κατὰ τοῦ ἁγίου ἀπεφύσησεν καὶ ἔβλαψε μὲν οὐδὲν ἢ ἠδίκησε τὸν ἅγιον, μᾶλλον
μὲν οὖν τῇ θεοῦ ἀντιλήψει καὶ βοηθείᾳ, [λεγε· ἐλώφησε] καὶ ὁ σφοδρὸς ἐκεῖνος καὶ
δεινὸς πόλεμος κουφισθεὶς εἰς τέλος ἐλόφησε καὶ τῷ θεῷ εὐχαριστήσας ὁ ἅγιος χαίρων
καὶ ψάλλων ἐπὶ τὴν ἑαυτοῦ ὁδὸν ἐπορεύθη.
[p. 412Β]
πολλάκις ἐν ἐκείναις ταῖς ἡμέραις γαλήνην σταθηρὰν γίνεσθαι, καὶ μάλιστα ἐν ταῖς
ἡμέραις ταῖς καλουμέναις ἁλκυόναις, καὶ τοῦ ἡλίου πεφυκότος τότε πρὸς τὰ νότια ἐπανατέλλειν
μέρη καὶ ποσῶς φρυκτωρεῖν διὰ τὸ μὴ κατὰ κεφαλῆς, ἀλλὰ πρὸς τὸ κατώτερον μέρος πέλειν,
ἐξῄει ὁ [Χ] ἅγιος τῆς ἑαυτοῦ κέλλης περιθαλφθῆναί τε ὁμοῦ καὶ περιπατῆσαι. καὶ τῆς
κέλλης αὐτοῦ μακρύνας, ἄφνω χειμὼν μέγας ἐπέπεσεν αὐτῷ καὶ μηκέτι δυνάμενος ὑποστρέφειν
ἐν τῷ μέσῳ τοῦ ὄρους καθάπερ ἐν πελάγει δεινῶς ἐχειμάζετο. καὶ δὴ τῷ Θεῷ δεόμενος
τοῦ διασῶσαι αὐτόν, τῇδε κἀκεῖσε περισκοπήσας ὁρᾷ ἔναγχος αὐτοῦ ὑπάρχον σπήλαιον
καὶ περιχαρὴς γενάμενος πρὸς αὐτὸ ἐξέκλινε. γενόμενος δὲ κατὰ τῆς εἰσόδου τοῦ σπηλαίου
ὁρᾷ εἰς τὸ ἐνδότατον μέρος τοῦ ἄντρου ὡσεὶ ἀνθρακιὰν πυρὸς ἐπικειμένην· τόδε ἦν
ἀληθὲς δράκων, οὗ οἱ ὀφθαλμοὶ {αὐτοῦ?} τῷ λάμποντι πυρὶ ὁμοιοῦντο. ὅδε μὴ γνούς,
ἀλλ᾿ ὡς ἔφθην εἰπών, τοῦτο πῦρ οἰόμενος εἶναι, χαίρων πάνυ τὰ προσκείμενα φύλλα
ἐν τῷ σπηλαίῳ συνέλεγε καὶ ἄμφω τὼ χεῖρε πλήσας ἀπελθὼν τοῖς ὀφθαλμοῖς τοῦ δράκοντος
ὑπέστρωσε. καὶ ὡς τοῦτο ἐγεγόνει, μέγα διατιναξάμενος ὁ θὴρ ἠβουλήθη μὲν κατὰ τοῦ
ἁγίου ὁρμῆσαι, οὐκ ἠδυνήθη δέ, τῆς θείας χάριτος πάντοτε περισκεπούσης αὐτὸν καὶ
διαφυλαττούσης. ὁ δὲ ἅγιος τοῦτον θεασάμενος ἠμέρα πως ὑπανεχώρησε καὶ πρός τι μέρος
τοῦ σπηλαίου κεκάθικε καὶ διετέλεσεν ἐκεῖσε συνοικῶν τῷ δράκοντι ἕως οὗ ὁ χειμὼν
κεκόπακεν. εἶθ᾿ οὕτως ἀβλαβὴς ἐξελθών, ὑμνῶν τὸν Θεὸν πρὸς τὸ κελλίον αὐτοῦ ἐπορεύθη.
[p. 413Α]
49. ἐπέτρεψέν ποτε ὁ ἅγιος τὸν εὐλαβέστατον αὐτοῦ ὑπουργόν, τοὔνομα Θεόφιλον, ὅτε
κατῴκει ἐν τῇ εὐαγεστάτῃ μονῇ τοῦ Ἀντιδίου, λαβεῖν σκαπάνην καὶ διορύξαι ἀπὸ τῆς
ἑαυτοῦ κέλλης ἐπὶ ἱκανὸν τόπον τοῦ ποιῆσαι διέξοδον· ἦ κατέμενεν ὁ τόπος δυσάγωγος.
καὶ τούτου γενομένου, συμπαραλαβὼν ὁ ἅγιος Θεόφιλον τὸν ἑαυτοῦ ὑπουργὸν ἐξῄει συμπεριπατῶν
αὐτῷ. τοῖς οὖν κατασκίοις τῶν ὀρέων δένδροις διελθόντες, καὶ πρός τινα χῶρον ἄδασον
καὶ εὐήλιον γεγονότες τοὺς ὀφθαλμοὺς ἄρας ὁ ῥηθεὶς μαθητής, ὁ ἡγιασμένος Θεόφιλος,
θεωρεῖ τοὺς τοῦ μοναστηρίου ἀδελφοὺς ἀνερχομένους, ἅμα καὶ πλείστων πτωχῶν τῶν συνήθως
πρὸς τὸν ἅγιον ἀνερχομένων καὶ διακονουμένων, καὶ ὑπομνήσας τὸν μέγαν ὑποστρέφειν
ἔλεγεν. ὁ δὲ ἅγιος τῷ γήρει ἐπικαμφθεὶς καὶ μηκέτι τοῦ τόπου οὗ ἦν. ὡς δὲ οἱ ἐρχόμενοι
πλησίον αὐτῶν ἐγένοντο, τὸν μὲν μαθητὴν Θεόφιλον πάντες ἐθεάσαντο, καὶ πάντες αὐτῷ
μετάνοιαν ἔβαλον, τὸν δὲ ἅγιον σὺν τῷ μαθητῇ εἰς τὸν τόπον ἱστάμενον, καίπερ, ὡς
ἴστε πάντες, παμμεγέθη τῇ ἡλικίᾳ ὄντα οὐδ᾿ ὅλως ἐθεάσαντο. ὡς οὖν [Β] διῆλθον, φησὶ
πρὸς τὸν ἑαυτοῦ μαθητὴν ὁ ἅγιος· «ὦ Θεόφιλε, εὐλογίας λαβὼν τοῖς πτωχοῖς ἀποκόμισον,
ὅτι μεγάλη βία κατηνάγκασεν αὐτοὺς τὰ ἐνταῦθα καταλαβεῖν.» καὶ τοῦτο ποιήσας καὶ
διανείμας ἑκάστῳ τὰ πρὸς τὴν χρείαν, ἠρωτᾶτο ὑπὸ τῶν ἀδελφῶν ὁ Θεόφιλος τίνος χάριν
μόνος ἐκεῖσε ἵστατο καὶ διὰ ποίαν αἰτίαν. αὐτὸς δὲ ἔφασκε μὴ μόνον αὐτὸν εἶναι,
ἀλλὰ σὺν τῷ ἁγίῳ ἵστασθαι. οἵδε μεθ᾿ ὅρκου διεβεβαιοῦντο μηδένα ἕτερον τεθεᾶσθαι
πλὴν αὐτοῦ· διὸ καὶ κοινῇ τῷ θεῷ εὐχαριστήσαντες δόξαν ἀνέπεμψαν.
50. ἄνθρωποί τινές ποτε ἀπὸ μακρόθεν παραγενάμενοι πρὸς τὸ τὸν ἅγιον πατέρα ἡμῶν
Ἰωαννίκιον θεάσασθαι, τὴν μονὴν τοῦ Ἀντιδίου κατέλαβον. καὶ δὴ κατὰ συγκυρίαν ὁ
ἐκεῖσε μοναχὸς ὤν, ὁ ἡγιασμένος Παῦλος, ἐκπορευόμενος πρὸς τὴν ἐκκαιομένην ἄσβεστον
ὕλην κομίσαι, λόγῳ τῆς οἰκοδομῆς τοῦ εὐκτηρίου τοῦ ἁγίου Ἰωάννου, συνήντησεν αὐτοῖς.
αὐτοὶ δὲ συμπεσόντες αὐτῷ παρεκάλουν ὑπόμνησιν ποιῆσαι περὶ αὐτῶν ὅπως θεάσωνται
τὸν τοῦ Θεοῦ ἄνθρωπον. καί φησιν αὐτός· «ὦ ἄνδρες, μείνατε ἐν τῷ τέως καὶ μακροθυμήσατε
ἐν ᾧ ἐστε τόπῳ. καὶ ὅστις ἂν ἀπ᾿ ἐμοῦ διέλθοι, αὐτός ἐστιν ὃν ζητεῖτε. προσπέσατε
αὐτῷ.» οἵδε ἐποίησαν ὡς ἐδιδάχθησαν, [Χ] καὶ οὐ μετὰ πολὺ διελθὼν διὰ μέσου αὐτῶν
ὁ ἅγιος οὐδ᾿ ὅλως ἐθεάθη ὑπ᾿ αὐτῶν. αὐτῶν δὲ ἐπὶ πολλαῖς ὥραις προσκαρτερούντων
καὶ μήτι γε πλάνην τινὰ πεπονθέναι ὑπονοούντων διὰ τὸ τὸν ποθούμενον μὴ φαίνεσθαι,
πάλιν ὁ ῥηθεὶς Παῦλος πρὸς τὸ μοναστήριον ὑπέστρεψε, καί φησι πρὸς τοὺς ἄνδρας·
«ἰδού, τέκνα, τὸ ἐπιθύμημα ὑμῶν τετελείωται.» αὐτοὶ δὲ διαβεβαιούμενοι ἔλεγον μηδαμῶς
ἕως τοῦ νῦν τινα πλὴν αὐτοῦ θεάσασθαι. τὸν δὲ μοναχὸν καταπλαγέντα καὶ ἔτι παρὰ
τῶν ἀνδρῶν ἐκδυσωπηθέντα, ὑπόμνησιν ποιῆσαι περὶ αὐτῶν αὐτὸς συνθέμενος αὐτοῖς πρὸς
τὸν ἅγιον ὑπέστρεψε, καὶ βαλὼν αὐτῷ μετάνοιαν μετρίᾳ τῇ ἐρωτήσει ἐπύθετο· «πῶς ἐάσας
τοὺς ξένους ἀπεριλογήτους διέβης» ὅδε φησὶν ὅτι· «οὐκ ἐθεασάμην αὐτούς, ἀλλὰ τὰ
νῦν ἄπελθε, καὶ εἰπὲ αὐτοῖς, μηκέτι ποτνιᾶν, ἀλλ᾿ ὡς ἤδη εἰδότας καὶ εὐλογηθέντας
πιστεύειν καὶ χαίροντας παλινοστεῖν πρὸς τὰ οἰκεῖα.» καὶ τούτου γεναμένου, τὴν ἀγγελίαν
οἱ ἄνθρωποι δεξάμενοι, καὶ οὕτως ἔχειν ἀδιστάκτως πιστεύσαντες ὁποῖα καὶ δεδήλωκεν
ὁ ἅγιος, εὐχαριστοῦντες καὶ αἰνοῦντες τὸν Θεὸν πρὸς τὴν ἑαυτῶν πατρίδα ὑπέστρεψαν.
51. ἔθος ἦν τινι τῶν πολιτῶν πυκνότερον ἀπιέναι πρὸς τὸν ἅγιον καὶ τὰς τιμίας εὐχὰς
αὐτοῦ κομίζεσθαι, ἐκδιηγεῖσθαί τε πᾶσι τὰ θαυμάσια αὐτοῦ
[p. 414Α] ὅσα τῇ τοῦ θεοῦ χάριτι ἐκτελεῖ. τεθέατο γὰρ πολλάκις ἀπιὼν θήρας ἀγρίους
ὑποτεταγμένους αὐτῷ καὶ ταῖς χερσὶν αὐτοῦ ἐκτρεφομένους. ἐν μιᾷ οὖν ἐν συλλόγῳ πολυανθρώπῳ
καθεζόμενος καὶ μεγαλύνων τὸν ἅγιον, ἀναστάς τις ἐν μέσῳ τοῦ συνεδρίου εἶπεν· «ὦ
ἄνθρωπε, ξένα μοι δοκεῖ καὶ μεγάλα τὰ ὑπὸ σοῦ λαλούμενα καὶ ἀπιθανῶς πρὸς τούτοις
ἔχω, ἀλλ᾿ εἰ βούλοιο πιστῶσαί με, λάβε με μετὰ σοῦ, εἴπερ καὶ παρρησίαν, ὡς λέγεις,
πρὸς τὸν ἅγιον ἔχεις, ὅπως κἀγὼ τοῖς ὀφθαλμοῖς μου θεασάμενος μηκέτι ἁναδύωμαι,
ἀλλ᾿ εἰλικρινῶς πιστεύσω.» καὶ δὴ ἀμφότεροι λαβόντες ἀπῆλθον πρὸς τὸν ἅγιον, καὶ
τοῦτον θεασάμενοι καὶ τὰς εὐχὰς αὐτοῦ κομισάμενοι ἐκελεύσθησαν συνευωχηθῆναι αὐτῷ.
κατὰ δὲ τὸ μέσον τοῦ ἀρίστου ἰδοὺ καὶ ἄρκος μεγίστη παρεγένετο, καὶ πλησίον τῶν
δαιτυμόνων ἔσπευδεν ἑαυτὴν ἐφαπλῶσαι. τῶνδε λίαν ταραχθέντων καὶ τὸ «βοήθει, ἅγιε
τοῦ θεοῦ» μεγάλῃ φωνῇ ἐπιβοώντων, αὐτὸς ἠμέρα πως μειδιῶν, μὴ φοβεῖσθαι τούτοις
ἔλεγεν, ἀλλὰ τοῖς λεγομένοις σημείοις στέργειν πιστοῖς οὖσι καὶ πιστεύειν καὶ μὴ
ἀναβάλλεσθαι οἷα ἀπίστοις τὸ σύνολον. εἶτα καὶ ἰδίᾳ χειρὶ τὸ θηρίον ψωμίζειν ἐπέτρεπεν
αὐτοῖς· αὐτοὶ δὲ τῷ φόβῳ [Β] νεκρωθέντες ἀχανεῖς ἔμειναν. ὁ δὲ ἅγιος ἔφη τὸ θηρίον·
«ἐπειδὴ οὗτοι ἀδιακρίτως πρὸς σὲ ἔχουσιν, ἄπελθε ἐν τῷ τέως καὶ πάλιν μετὰ ταῦτα
ἐλεύσῃ.» ὁ δὲ θὴρ ἅμα τῇ προστάξει προσκυνήσας τῷ ἁγίῳ, ἐπανεχώρησε. καὶ εἰς ἑαυτοὺς
γενόμενοι οἱ ἄνθρωποι, τοῖς ποσὶ τοῦ ἁγίου προσέπεσον· εὐξαμένου τε αὐτοῖς καὶ εὐλογήσαντος,
ἀπέλυσε μετ᾿ εἰρήνης.
52. ἐπέτρεψέ ποτε ὁ δοῦλος τοῦ θεοῦ τὸν ἑαυτοῦ μαθητήν, τὸν σεβάσμιον Θεόδουλον,
λαβεῖν μαγαρικὸν [λεγε· μεγαρικὸν] ἐλαίου καὶ δοῦναι τοῖς πτωχοῖς καὶ ἕτερον δὲ
κενὸν μεθ᾿ ἑαυτοῦ ἐπιφέρεσθαι. καὶ τούτου μὴ βουλομένου, ἀλλὰ μάτην λέγοντος τοῦτο
βαστάζειν, πάλιν μειδιῶν ὁ ἅγιος ἔλεγεν· «λήψῃ δὴ αὐτὸ πάντως, μήπως καὶ συναντήσῃς
τινὶ τοῦτο χρῄζοντι, καὶ δώσεις αὐτῷ καὶ μισθὸν κομίσῃ.» ὅδε ὡς ἐκελεύσθη ἀμφότερα
ἔλαβεν· καὶ δὴ τὴν ὁδὸν ἀνύων μέγα ὀλισθήσας πέπτωκεν καὶ τῇ κρούσει τοῦ πεπλησμένου
ἀγγείου ὀπὴν πεποιηκότος, αὐτὸς συντόμως διαναστὰς πρὸς τὸ ἕτερον τὸ κενὸν μετέβαλεν,
καὶ μνησθεὶς τοῦ λόγου τοῦ ἁγίου ἐπὶ τῇ ἀντιστάσει τῆς παρακοῆς πικρῶς ἔκλαυσεν.
εἶτα πληρώσας τὴν ἑαυτοῦ διακονίαν ὑπέστρεψε καὶ βαλὼν μετάνοιαν ᾔτει τὸν ἅγιον
συγχωρῆσαι αὐτῷ, διηγησάμενος καὶ [Χ] τὰ κατὰ τὴν ὁδὸν αὐτῷ συμβάντα. ὅδε ποσῶς
ἐπιστύψας, συγχωρήσας τε καὶ ἐπευξάμενος αὐτὸν ἀπέλυσεν.
53. διερχομένου ποτὲ κατά τινα τόπον τοῦ ἀξιαγάστου πατρὸς ἡμῶν Ἰωαννικίου, καὶ
συμπορευομένου αὐτῷ Δανιὴλ τοῦ μακαριωτάτου, τοῦ γεγονότος ποτὲ ἡγουμένου τοῦ νησίου
τῆς εὐαγοῦς μονῆς τοῦ Θασίου, εὗρον σπήλαια πάνυ δεινὰ καὶ πλήρη δαιμόνων. κατῴκει
γὰρ εἰς αὐτὰ ἄρχων δαιμόνων μετὰ τῆς ἑαυτοῦ πανολέθρου στρατιᾶς, ἃ καὶ παρὰ τῶν
πόρρωθεν οἰκούντων ἐκαλεῖτο τὸ ἄντρον εἰς τὸν τοπάρχην, καὶ οὐδεὶς ἐδύνατο διελθεῖν
ἐν τῷ τόπῳ ἐκείνῳ. τῷ οὖν διορατικῷ τῆς καρδίας ὀφθαλμῷ τὸν δαιμόνιον ἐκεῖνον ὅμιλον
αἰσθόμενος ὁ λίαν τὰς αἰσθήσεις κεκαθαρμένος σεβάσμιος Ἰωαννίκιος, ἔφη πρὸς τὸν
μέγαν Δανιήλ· «ὦ πάτερ, ἐπάκουσον καὶ κατάνευσον, καὶ οἰκήσωμεν μεμερισμένως ἀμφότεροι
ἐπὶ τεσσαράκοντα ἡμέραις ἐν τούτοις τοῖς σπηλαίοις καὶ ἐλπίζω εἰς τοὺς οἰκτιρμοὺς
τοῦ θεοῦ ὅτι ἡμᾶς μὲν ἡ χάρις τοῦ παναγίου πνεύματος ἀπημάντους διαφυλάξει, τὴν
δὲ δαιμόνιον πληθὺν ἐκδιώξει καὶ ἀπελάσει καὶ οἰκητήριον σωζομένων ἀνθρώπων ἀναδείξει.»
καὶ τῷ λόγῳ τοῦ ὁσίου οὐκ ἠπείθησεν ὁ ἱερώτατος Δανιήλ, ἀλλ᾿ ἐπείσθη. καὶ δὴ ἀμφότεροι
χωρισθέντες ἐπὶ τὰ σπήλαια οἰκήσοντες
[p. 415Α] ἐπορεύθησαν καὶ ἐκτενῶς τὸν θεὸν ἐλιτάνευον ἐπὶ τῇ ἐκδιώξει τῶν ἀκαθάρτων
πνευμάτων. καὶ περὶ τὸ τέλος που τῶν τεσσαράκοντα ἡμερῶν φαίνεταί τις ἀνὴρ φοβερός,
δυσειδής, οὗ ἡ κεφαλὴ ἐπὶ πολλοῦ τοῦ ὕψους ἤρετο, τά τε σκέλη δίκην παμμεγέθων κιόνων
ὑπῆρχον, καὶ ὀξέως βαδίζων καὶ μεγάλως ὀργιζόμενος κατὰ τοῦ ἁγίου ἐφώρμησεν. ὁ δὲ
ἅγιος τῷ σημείῳ τοῦ σταυροῦ θωρακίσας ἑαυτόν, ἐκτείνας τὴν χεῖρα πυκνότερον τὸν
ὁρώμενον κατεσφράγιζεν. ὅδε οὐ μόνον οὐκ ἀπέδρα, ἀλλὰ καὶ λίαν ἀναιδευόμενος ἐπλησίαζεν.
ὡς δὲ πλησιάσαν ἐκεῖνο τὸ φοβερὸν θέαμα ἔναγχος τοῦ ἁγίου ἐγεγόνει, ἀμφοῖν ταῖς
χερσὶν ὁ ἅγιος ἐκτείνας τῶν ποδῶν αὐτοῦ ἐπελάβετο καὶ μεγάλῃ φωνῇ ἐκβοήσας, «παναγία
Θεοτόκε, βοήθει», πρὸς γῆν τοῦτον μετὰ φοβεροῦ πατάγου κατέρρηξεν. ὅδε καταγόμενος
κατὰ τοῦ πλευροῦ τὸν ἅγιον σφοδρῶς ἐλάκτισε καὶ ἐπὶ ἡμέρας ἑπτὰ ἄφωνος ὁ ἅγιος ἦν.
μετὰ δὲ τὴν ἑβδόμην ἡμέραν εἰς ἑαυτὸν ὁ πανάγαστος πατὴρ ἡμῶν Ἰωαννίκιος γεγονὼς
καὶ τέλεον χάριτι θεοῦ ῥωσθείς, ἑνωθεὶς πάλιν τῷ θεοφόρῳ Δανιὴλ καὶ τὸν θεὸν ἀμφότεροι
ὑμνήσαντες ἐπὶ τῇ παντελεῖ ἐκδιώξει τῶν ἀκαθάρτων πνευμάτων χαίροντες καὶ ψάλλοντες
[Β] τὴν ὁδὸν αὐτῶν ἤνυον.
54. κένωσίς ποτε πολλοῦ αἵματος ἐγεγόνει ἐκ τῶν ῥινῶν τῷ σεβασμίῳ ἀνθρώπῳ τοῦ Θεοῦ
Εὐστρατίῳ, τῷ καὶ τὴν θαυμαστὴν ταύτην καὶ ὀνησιφόρον πραγματείαν θερμῶς καὶ μετὰ
πίστεως ἀναταξαμένῳ καὶ τῇ μετέπειτα γενεᾷ μνημόσυνον αἰώνιον καταλείψαντι· καὶ
δὴ τῇ πολλῇ ἐκχύσει τοῦ αἵματος λίαν ὁ ἡγιασμένος ἀνὴρ λιποθυμήσας σχεδὸν εἰπεῖν
ἄφωνος ἐγεγόνει. καὶ γὰρ καὶ ἰατροὶ πλεῖστοι, ἅτε (λ.10) θαυμαστοῦ καὶ περιβοήτου
πᾶσιν ὄντος τοῦ πανοσίου Εὐστρατίου, παρεγένοντο καὶ τῇ τέχνῃ ἐμηχανᾶτο ἕκαστος
τὴν σφοδρὰν ἐκείνην ῥύσιν τοῦ αἵματος στῆσαι. ὡς δὲ οὐδὲν ὠφέλουν, ἀλλὰ καὶ μᾶλλον
αὐτὸν ἔβλαπτον, τέλεον ἀπελπίσαντες κατέλιπον. προσκαλεσάμενος δὲ αὐτὸς τὸν εὐλαβέστατον
Νικόλαον μόλις τῷ ἄσθματι τοῦτον καθικέτευε μετὰ πολλῆς τῆς ταχυτῆτος ἀπιέναι καὶ
μηνῦσαι τῷ ἁγίῳ τὴν τούτου ἀσθένειαν καὶ καθικετεῦσαι αὐτὸν ὑπὲρ αὐτοῦ θερμῶς προσεύξασθαι.
Διενοήθη γὰρ πάνυ ὀρθῶς ὁ κλεινὸς Εὐστράτιος ὅτιπερ· «τῆς ἀγγελίας ἀπιούσης καὶ
τῆς εὐχῆς γενομένης πάντως ἐλέους τεύξομαι.» ὅπερ καὶ γέγονε. τοῦ γὰρ ἀνδρός, ὡς
ἐκελεύσθη, ἀπιόντος, γνοὺς ὁ οὐράνιος ἐκεῖνος νοῦς τὸ συμβὰν ἐξῆλθεν εἰς ὑπάντησιν
αὐτοῦ. ὅδε [Χ] τὸν ἅγιον θεασάμενος πρὸς γῆν ἑαυτὸν κλίνας καὶ εὐχὴν αἰτήσας καὶ
λαβὼν ἀνέστη· καί φησιν ὁ ὅσιος πρὸς τὸν ἄνδρα, καίπερ εἰδώς, τί ἆρα ἐσκύλη ἐπύθετο
καὶ τίς ἡ τοσαύτη περίσπασις καὶ εἰ ὑγιαίνει ὁ πιστὸς καὶ καλὸς φίλος καὶ ἀγαπητὸς
Εὐστράτιος. ὅδε ἕνεκε τούτου ἐπειπὼν παραγενέσθαι, ἐκέλευσεν αὐτὸν ὁ ὅσιος ἐπιτοπίως
ἐκεῖσε καθεσθέντα μικρὸν ἀναμεῖναι· καὶ τούτου γενομένου, πρὸς τὸ κελλίον αὐτοῦ
ὑπέστρεψεν ὁ ἅγιος καὶ ἐπὶ πλείστην ὥραν τῷ θεῷ δεηθεὶς ἐλθών φησι πρὸς τὸν ἄνδρα·
«ὦ ἄνερ, ἄπελθε καὶ εἰπὲ τῷ προσφιλεστάτῳ μοι Εὐστρατίῳ ὅτι· Ϡἐν τῷ τέως μὴ λυποῦ,
οὐ θνῄσκεις γάρ, ἀλλ᾿ ἐν τάχει, θεοῦ εὐδοκοῦντος, ἀλλήλους ὀψόμεθα.Ϡ» καὶ σὺν τῷ
λόγῳ ὁ μὲν ἀποσταλείς, συνταξάμενος τῷ ἁγίῳ, γεγηθὼς ἐπορεύθη· ἥ τε ῥύσις τοῦ αἵματος,
τῇ αὐτῇ ὥρᾳ, ἐν ᾗ εἶπεν ὁ ἅγιος τῷ ἀνδρὶ ὅτι οὐκ ἀποθνῄσκει, ἔστη καὶ εἰσάπαν ἡ
ἀσθένεια διὰ τῶν ἐντεύξεων τοῦ ἁγίου ἀπηλάθη. Καὶ τοῦ ἀνδρὸς καταλαβόντος καὶ τὴν
χαροποιὸν ἐκείνην ἀγγελίαν ἐπὶ πάντων ἐξειπόντος ἀκριβῶς ὁ ἡγιασμένος Εὐστράτιος
τὴν ὥραν ἐπύθετο ἐν ᾗ τοῦτο ὁ ἅγιος εἶπεν. Καὶ μαθὼν ἔγνω παναλήθως ὅτι ἐν ἐκείνῃ
τῇ ὥρᾳ ἐν ᾗ ὁ ἅγιος λελάληκε κομψότερον ἔσχηκεν ἑαυτῷ, καὶ σὺν πᾶσι τὸν Θεὸν ὑμνήσας
τὴν εὐχαριστίαν τῷ ἁγίῳ ἀπένειμε. καὶ οὐ μετὰ
[p.416Α] πολλὰς ἡμέρας, ἔτι τοῦ κλεινοῦ Εὐστρατίου ἐκ τῆς ἀσθενείας ἀδυναμοῦντος,
ἐξελιπάρησαν αὐτὸν οἱ ἐν τῷ μετοχίῳ τῷ ἐπονομαζομένῳ Λευκάδων κατοικοῦντες ἀδελφοὶ
ἐλθεῖν καὶ ἐπισκέψασθαι αὐτοὺς καὶ καταρτίσαι αὐτοὺς καὶ οἰκοδομῆσαι τὰ εἰς σωτηρίαν
φέροντα. καὶ δὴ πεισθεὶς ὁ ἡγιασμένος Εὐστράτιος, οὐδὲ γὰρ ἀνεβάλετό ποτε ἐπὶ τοῦτο,
ἀλλ᾿ ἕως τῆς σήμερον ἴστε ὡς παρὰ πάντων ἐπὶ σωτηρίᾳ ψυχῆς προσκαλούμενος ζεόντως
ἐπιτρέχει, ὡς πολλὰς ψυχὰς καὶ ἀναριθμήτους τοιούτῳ τρόπῳ ἐπισπεύδων ἐκσπᾶν χάριτι
θεοῦ ἐκ στόματος τοῦ δεινοῦ δράκοντος καὶ προσάγειν θεῷ διὰ μετανοίας καὶ ποιεῖν
καθαρότατα κτήματα καὶ ἐθελούσια ἱερεῖα καὶ ἄμωμα θύματα. ὑπήκουσεν οὖν, καὶ συνέθετο
πορεύεσθαι, εἰ καὶ βεβιασμένως, διὰ τήν, ὡς εἴρηται, ἀσθένειαν καὶ τὴν σωτηρίαν
τῶν ἀδελφῶν. καὶ ἐπείπερ κεκίνηκε καὶ τὸν τόπον, ὃν ἔφθην εἰπών, ἔφθασε, τοῖς ἀδελφοῖς
ἐπευξάμενος καὶ συμβιβάσας ἕκαστον τὰ πρὸς σωτηρίαν, διὰ τὸν κόπον τῆς ὁδοῦ πάλιν
αὐτὸς ἐν ἀσθενείᾳ περιπέπτωκεν. ἐπεὶ οὖν ἡμέρας τέσσαρας ἄβρωτος ἦν διαμένων, τῇ
ἐπιτάσει τοῦ λαύρου πυρετοῦ δεινῶς ἔκαμνεν. πάντων οὖν τῶν ἀδελφῶν κύκλωθεν παρισταμένων
καὶ δακρυόντων [Β] πικρῶς ἐπὶ τῷ χωρισμῷ αὐτοῦ καὶ τὴν ὀρφανίαν αὐτῶν ἀποκλαιομένων,
καὶ αὐτὸς σύνδακρυς ἐγένετο. ὡς οὖν ἐπὶ πολλὰς ὥρας ὁ θρῆνος ἐκεκρατήκει, καὶ τῶν
φοιτητῶν τὸ «οὐαὶ» ἐπιβοωμένων καὶ λεγόντων· «τίς ἡμᾶς ποιμανεῖ ἀπὸ τοῦ νῦν, ὦ καλὲ
καὶ συμπαθέστατε πάτερ αἴ, αἲ ἡμῖν, τίς ἡμᾶς ὁδηγήσει καὶ περισκεπάσει, ὡς σύ, ὦ
φιλοτεκνότατε ποῦ εὕρωμεν ἡμεῖς οἱ ταπεινοὶ πηγὴν καθαρὰν τοιαύτης διακρίσεως πρὸς
τίνα ἀπελευσόμεθα ῥήματα ζωῆς καθ᾿ ἑκάστην παρὰ σοῦ ἀκούοντες τίς ὑποδείξει ἡμῖν
τὴν ὁδὸν τῆς σωτηρίας ἡμῶν ὤ, ὢ ἡμῖν τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς ὅτι τοιούτου
λαμπτῆρος καὶ φωστῆρος ἡμεῖς χωριζόμεθα· ἡμεῖς ἐσμεν αἴτιοι τοῦ θανάτου σου, ὦ καλὲ
πάτερ· εἰ γὰρ ἡμεῖς μὴ προσκεκλήκαμέν σε, ἀλλὰ μικρὸν εἰάσαμέν σε ἀναπνεῦσαι τῆς
ἀσθενείας σου, ἄρα ἂν πάντως καὶ ἕξης [λεγε· ἕξῃς ορ ἔζης] θερμῶς φροντίζων τοῦ
σου ποιμνίου.» ταῦτα οὖν καί τινα ἄλλα ῥήματα θρηνητικὰ τῶν ἀδελφῶν ὡς ἐπὶ πλείστην
ὥραν λεγόντων, κατασείσας τῇ χειρὶ καὶ τὸν θρῆνον παυθῆναι φήσας, πάντας εὐλογήσας
καὶ ἐπευξάμενος ἀπέλυσε. καὶ αὐτὸς δὲ εἰς ἱκεσίαν ἐτράπη καὶ τὸν σημειοφόρον πατέρα
ἡμῶν Ἰωαννίκιον, ὡς ἤδη, κατοπτριζόμενος καθικέτευε δοῦναι αὐτῷ τὴν ἴασιν καί, ὡς
ὑπέσχετο, θεάσασθαι αὐτόν. [Χ] καὶ δὴ εὐχόμενος καθ᾿ ὕπνους ἐγένετο, καὶ ὁρᾷ τὸν
ἅγιον παριστάμενον καὶ λέγοντα αὐτῷ· «μηδαμῶς δειλανδρίσῃς, ὦ Εὐστράτιε, ἀλλὰ ταχέως
πορεύθητι πρὸς δὲ τὸν τόπον καὶ πρὸς τοὺς τοιούσδε ἡγιασμένους μοναχοὺς καὶ λάλησον
αὐτοῖς ἐξ ἡμῶν τὰ καὶ τά.» καὶ εὐθέως ὁ ἀσθενῶν βαλὼν μετάνοιαν τὸ δοκεῖν ἐπορεύετο
καὶ πρὸς τὸν τόπον γενόμενος ὑπηντήθη παρὰ τῶν ἐκεῖσε κεκρυμμένων ὑψηλοτάτων μοναχῶν
καὶ ἀμφότεροι πεσόντες ἐπὶ τὴν γῆν ᾔτουν εὐχήν. ὡς δὲ κατὰ τὸ σύνηθες τοῦ ὁσίου
πατρὸς ἡμῶν Ἰωαννικίου ἐν τῇ δοχῇ τῶν εἰς αὐτὸν πορευομένων εὐχὴ ἐγεγόνει, ταύτην
ἀναλαβὼν ὁ πανιερώτατος Εὐστράτιος σὺν αὐτοῖς τὸ δοκεῖν ὑπνῶν ἔλεγε, καὶ τῆς ἐκτενοῦς
ἐπιβοωμένης οἱ συνόντες ἐκεῖσε ἀδελφοὶ ζώσῃ φωνῇ ἐκ τοῦ στόματος τοῦ θεσπεσίου ἡγουμένου
αὐτῶν Εὐστρατίου τό «κύριε ἐλέησον,» ὡς ἐπὶ πλεῖστον ἀναπεμπόμενον ἤκουον. καὶ δὴ
πάλιν λυπούμενοι διηρώτων αὐτόν· «τί ἔγκαλε [λεγε· ἔν, καλὲ] πάτερ, ἀφίης ἡμᾶς ὀρφανούς»
ὅδε διϋπνισθεὶς θαρσαλεωτέρᾳ τῇ φωνῇ, «οὔ φησι, τέκνα» ἀπεκρίθη «μὴ λυπεῖσθε· ὁ
γὰρ ἅγιος Ἰωαννίκιος ἐπεσκέψατό με.» καὶ ζητήσας τροφὴν παραχρῆμα μετέλαβεν, καὶ
τῇ ἐπαύριον ὁ ἤδη πρὸς αὐτὰς τὰς πύλας τοῦ θανάτου ἐγγίσας δυναμωθεὶς τῇ ἐπισκέψει
τοῦ ἁγίου, ἐπέβη τὸ ἴδιον κτῆνος καὶ περιπατήσας σταδίους δεκαπέντε [Φ] δοξάζων
τὸν Θεὸν καὶ τὸν ἅγιον εἰς τὴν ἰδίαν μονὴν παρεγένετο.
[p. 417Β]
55. ἄλλοτε πάλιν τινὲς ἀντέβαλλον πρὸς ἀλλήλους λέγοντες· «ἆρά γε τῇ τῶν σημείων
δόσει καὶ τὸν τῆς πίστεως λόγον κεκόσμηται ὁ μέγας Ἰωαννίκιος ἢ ἔν τινι τῇ ἁπλότητι
καὶ τῇ ἰδιωτείᾳ ἔσφαλται καὶ εἰ ἦν δυνατὸν περὶ τούτου ἂν ἠκούσαμεν καὶ ἔγνωμεν
καὶ ἀκριβῶς ἐπιστεύσαμεν.» καὶ δὴ συμφωνήσαντες, ἐβουλεύσαντο εὐχῆς χάριν πρὸς αὐτὸν
ἀπιέναι καὶ περὶ τούτου ἀκριβῶς διερευνῆσαι. καὶ ἀπελθόντες ὑπὸ τοῦ ἁγίου ἐδέχθησαν·
καί τινα πολλὰ ἐν τῷ μέσῳ λελαληκότες. γνοὺς ὁ προβλεπτικὸς ἐκεῖνος νοῦς τὴν πανουργίαν
αὐτῶν φησιν· «ἐπειδὴ πολλάκις τινὲς περὶ ἐμοῦ θρυλλοῦσι καὶ κακῶς σκανδαλίζονται,
οὐκ ὀρθῶς πιστεύειν με λέγοντες, ἀλλ᾿ ἐσφαλμένως, βούλομαι ἐπὶ τῆς ὑμετέρας εὐλαβείας
τὴν ἐμὴν πίστιν δημηγορῆσαι.» καὶ τῶν ἀνδρῶν πάνυ ἐπὶ τοῦτο γεγηθότων, αὐτὸς ἀνοίξας
τὸ τίμιον αὐτοῦ στόμα, ὡς ἐν ἐπιτόμῳ τάδε φησί [τεξτ φρομ Νικεπηοροσ Ι Ϡπρο σανχτισ
ιμαγινιβυσϠ]· «πιστεύω εἰς ἕνα θεόν, πατέρα, παντοκράτορα, πάντων ὁρωμένων τε καὶ
ἀοράτων ποιητὴν καὶ κύριον, ἄναρχον, ἀόρατον, ἀκατάληπτον, ἀναλλοίωτον, ἀτελεύτητον·
καὶ εἰς ἕνα κύριον, Ἰησοῦν [Χ] Χριστόν, τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, ἀνάρχως καὶ
ἀχρόνως καὶ πρὸ πάντων τῶν αἰώνων τῆς πατρικῆς οὐσίας ἐκλάμψαντα· καὶ εἰς ἓν πνεῦμα
ἅγιον, ἐκ τοῦ θεοῦ καὶ πατρὸς προϊόν, καὶ πατρὶ καὶ υἱῷ συνθεολογούμενον καὶ συνδοξαζόμενον
ὡς συμφυὲς καὶ συναῒδιον. τριάδα μὲν δοξάζω ὑποστάσεσιν ἤτοι προσώποις, καὶ ἑκάστῳ
τῶν εἰρημένων ἀμιγεῖς καὶ ἀσυγχύτους τηρῶν τὰς ἀφοριστικὰς ἰδιότητας, ὡς οὐδαμῶς
μεταπιπτούσας ἢ μετακινουμένας, πατρὶ μὲν τὴν ἀγεννησίαν καὶ τὸ αἴτιον τῶν ἐξ αὐτοῦ
νέμων, υἱῷ δὲ τὴν γέννησιν, πνεύματι δὲ τὴν ἐκπόρευσιν· καὶ ὡς ἐξ αἰτίου τοῦ πατρός,
τό τε γεννώμενον καὶ τὸ ἐκπορευόμενον, ἀπαυγάσαντα, καὶ ὡς φῶς ἑκάτερον ἐκ φωτὸς
προελθόν, ἕν, ὑπερκόσμιον, τρισσοφεγγὲς καὶ τρισήλιον φῶς· μονάδα δὲ οὐσίᾳ καὶ φύσει
προσκυνῶ εἰς ἓν ὑπερούσιον καὶ ὑπερφυὲς θεότητος ὕψος συνιοῦσαν, τὴν αὐτὴν ἀμέριστον
καὶ ἀδιάσπαστον, τήν τε δόξαν καὶ τὸ κράτος
[p. 418Α]
κεκτημένην, ἐν ταυτοβουλίᾳ καὶ θελήσει καὶ μιᾷ δυνάμει καὶ ἐνεργείᾳ γνωριζομένην,
καὶ ἁπάντων βασιλίδα καὶ τῶν ὅλων δεσποτεύουσαν παρὰ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως,
ὡς ὁμότιμόν τε καὶ σύνθρονον, προσκυνουμένην τε καὶ λατρευομένην, μίαν μὲν γὰρ ἐν
τρισὶ θεωρουμένην θεότητα τῷ ταὐτῷ τῆς οὐσίας ἑνιζομένην, τρεῖς δὲ ὑποστάσεις ἐν
μιᾷ θεότητι, τῇ τῷ ἑτεροίῳ τῶν περὶ ἑκάστην ἐνυπαρχουσῶν ἰδιοτήτων ἀμερίστως διαιρουμένας.
οὔτε τὸν υἱὸν τῆς τοῦ ἀγεννήτου πατρὸς οὐσίας ἀλλοτριῶ διὰ τὴν γέννησιν, οὔτε τὸ
πνεῦμα πατρὸς καὶ υἱοῦ διὰ τὴν ἐκπόρευσιν, οὔτε σύγχυσιν εἰδὼς διὰ τὸ ἑνιαῖον τῆς
συμφυΐας καὶ ἄτμητον, ἀλλ᾿ ἐν τῇ κοινωνίᾳ τῆς φύσεως τὸ διακεκριμένον ἑνῶν τοῦ ἰδιάζοντος.
διαιρεῖται γὰρ ἀδιαιρέτως καὶ συνάπτεται διῃρημένως· ἓν γὰρ ἐν τρισὶν ἡ θεότης,
καὶ τὰ τρία ἕν, τὰ ἐν οἷς ἡ θεότης ἢ (τό γε ἀκριβέστερον εἰπεῖν) ἃ ἡ θεότης, καθ᾿
ἃ μεμυσταγώγηκεν ἡμᾶς τῶν θεολόγων ὁ κράτιστος. θεὸν οὖν τὸν πατέρα σέβω, ἐξ οὗ
τὰ πάντα ἐκ μὴ ὄντων παρῆκται εἰς ὕπαρξιν· θεὸν τὸν υἱὸν δοξάζω, δι᾿ οὗ τά πάντα
γεγένηται, καὶ πρὸς οὐσιώδη διαμονὴν διασώζεται· θεὸν τὸ πνεῦμα τὸ [Β] ἅγιον προσκυνῶ,
ἐν ᾧ τὰ πάντα συντηρεῖται καὶ συνέχεται· ἕνα θεὸν τὰ τρία σέβω, οὐκ εἰς τρεῖς θεοὺς
τὴν μίαν διϊστῶ θεότητα ἵν᾿ ἐκκλίνω τῆς τριθεΐας, μᾶλλον δὲ πολυθεΐας τὸ ἀθεώτατον,
καὶ τέλειον τούτων ἕκαστον ἐπίσταμαι· οὐ γὰρ ἐκ τριῶν ἀτελῶν ἕν τι ὁμολογῶ τέλειον,
ἀλλ᾿ ἐκ τριῶν τελείων ἓν ὑπερτελὲς καὶ προτέλειον, ὡς ἡ τῶν θεομυστῶν πατέρων εἰσηγεῖται
θεολογία· οὔτε οὖν τὰς ὑποστάσεις ὡς φύσεις ἐκφύλους καὶ διαφόρους, ἀνοσιότησί τισι
καὶ ἀνωμαλότησι τέμνων προχειρίζομαι, ἀλλὰ διαιρῶ τῷ λόγῳ τῶν ἰδιοτήτων πρὸς τὴν
ἑνάδα τῆς οὐσίας συνάπτων τὸ ὑπερβάλλον ἐν τούτοις, ἢ μειονεκτούμενον ἀποπεμπόμενος.
τὸ γὰρ μεῖζον ἢ ἔλαττον ὥσπερ ἐν τῇ οὐσίᾳ θεωρῆσαι οὐκ ἐνόν, οὐδὲ ἐν τῇ τριάδι κατὰ
τὴν οὐσίαν ἢ τὴν θεότητα, ἵνα τὴν ἀρειανικὴν λύσσαν, ἐξ ἧς καὶ πρὸς πρὸς ἣν ἡμῖν
ὁ νῦν πόλεμος, κατασβέσωμεν. οὔτε μὴν εἰς μίαν ὑπόστασιν συγχέω ἢ συναλείφω, ἀλλὰ
προσώποις ὑφεστῶσι καὶ πράγμασι καὶ ὀνόμασι τὸ διῃρημένον συνημμένως κατὰ τὴν οὐσίαν
εἰσφέρω, ἵνα τὴν σαβελλιανὴν μανίαν ἐξαμαυρώσω, τὰ ἀντίθετα κακὰ καὶ σύνδρομα τὴν
ἀσέβειαν· καὶ συλλαβόντα μετειπεῖν συνάπτω διαιρῶν εὐσεβῶς καὶ διαιρῶ [Χ] συνάπτων
θεοπρεπῶς. ταύτῃ τοι τὸ μὲν διῃρημένον ταῖς ὑποστάσεσι τῇ κοινωνίᾳ ἑνῶν τῆς φύσεως,
τὸ δὲ ἡνωμένον τῇ οὐσίᾳ καὶ θεότητι τῇ διαφορᾷ γνωρίζων τῶν ὑποστάσεων, κατ᾿ ἄμφω
περὶ τὸ μέγα καὶ θειότατον καὶ ὑπέρτατον τῆς καθ᾿ ἡμᾶς θεοσοφίας μυστήριον, εὐσεβῶν
καὶ ὑγιαίνων· οὕτω προσκυνητὴς τῆς παναγίας καὶ ὑπερουσίου τριάδος ἐν πνεύματι ἀληθείας
ὑπάρχων λατρεύω αὐτῇ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ πίστεως, ἐν καθαρᾷ καὶ ἀμωμήτῳ δόξῃ
πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. ἑπομένως δὲ ὁμολογῶ καὶ τὸν ἕνα τῆς ὁμοουσίου καὶ
ὑπερουσίου καὶ ὑπερθέου τριάδος τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ
καὶ θεὸν ἡμῶν, τὸ τῆς πατρικῆς
[p. 419Α] δόξης ἀπαύγασμα, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὴν ἀπαράλλακτον τοῦ πατρὸς εἰκόνα
καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ, ἐν σαρκὶ ἐληλυθέναι ἐπὶ τῆς γῆς καὶ τὴν ὑπὲρ
ἡμῶν οἰκονομίαν γεγονότα καθ᾿ ἡμᾶς ἐπιτελέσαι. ἀφράστῳ γὰρ αὐτὸς φιλανθρωπίᾳ διὰ
σπλάγχνα ἐλέους καὶ οἰκτιρμῶν κινούμενος, οὐκ ἔφερε μέχρι τέλους τὴν ἡμετέραν φύσιν
τῷ πικρῷ τυράννῳ δουλουμένην ἐφορᾶν, ἀλλ᾿ εὐδοκοῦντος τοῦ πατρός, καὶ τοῦ παναγίου
καὶ ζωαρχικοῦ συνεργοῦντος πνεύματος, τῆς πατρικῆς δόξης μηδαμῶς ἀπολειπόμενος,
οὐδὲ τῶν οἰκείων καὶ θεοπρεπῶν ἀξιωμάτων κατά τι γοῦν ἐλαττούμενος, καθῆκεν ἑαυτὸν
εἰς κένωσιν ἑκούσιον· καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου, καὶ ἐκ τῆς παναγίας, ἐνδόξου
καὶ ἀληθῶς θεοτόκου καὶ ἀεὶ παρθένου Μαρίας, καὶ ψυχὴν καὶ σάρκα προκαθαρθείσης
τῷ πνεύματι· καὶ ἄνθρωπος κατὰ πάντα χωρὶς ἁμαρτίας πεφηνώς, τὴν θνητὴν δὴ ταύτην
καὶ φθαρτήν, γραπτήν τε καὶ περιγραπτὴν φύσιν περιβαλόμενος, εἷς τε ἐξ ἀμφοῖν προελθὼν
ὁ αὐτὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος, καὶ τέλειος κατὰ πάντα καὶ ἀναλλοίωτος μεμενηκὼς
θεότητι καὶ τέλειος ὡσαύτως καὶ ἄτρεπτος ἐν ἀνθρωπότητι καθ᾿ ἣν ἡμῖν [Β] συμπολιτευσάμενος
τὴν μὲν ἐξ Ἀδὰμ παράβασιν διὰ τῆς ἑαυτοῦ ἀναμαρτησίας ἐξιάσατο, τὴν δὲ ἐκ τῆς ἁμαρτίας
φθορὰν πάθει σαρκὸς ἑκουσίῳ, καὶ θανάτῳ ζωοποιῷ καὶ ἀναστάσει θεοπρεπεῖ καθελών,
τὴν ἀφθαρσίαν ἡμῖν ἐχαρίσατο· ἀνεβίω γὰρ τριήμερος σκυλεύσας τὸν θάνατον, καὶ πρωτότοκος
ἐκ τῶν νεκρῶν ἐγένετο, ὁδοποιήσας τε τῇ ἀνθρωπίνῃ φύσει τὴν εἰς ἀφθαρσίαν ὁδόν,
ἐξελὼν τὸν ἀόρατον ἐχθρὸν τῆς καθ᾿ ἡμῶν δυναστείας, πάντα δράσας καὶ παθὼν ὅσα ἐν
τοῖς ἱεροῖς εὐαγγελίοις κηρύσσεται καὶ παρ᾿ ἡμῶν πιστεύεται. δι᾿ ὧν τόν τε παλαιὸν
Ἀδὰμ ἀνεπλάσατο, καὶ τὴν ἡμετέραν ἐκαινούργησε φύσιν, καὶ εἰς τὸ ἐν ἀρχαῖς τῆς εὐμοιρίας
ἐπανεκόμισε, καὶ ἀναληφθεὶς εἰς οὐρανοὺς συμπάρεδρον τῷ θρόνῳ τῷ πατρικῷ τὴν ἀπαρχὴν
τοῦ καθ᾿ ἡμᾶς φυράματος ἐποιήσατο. οὕτω γὰρ, ὡς συνοπτικώτερον εἰπεῖν, τὸ μέγα καὶ
σεβάσμιον τῆς θείας οἰκονομίας ὁμολογῶν γεγενῆσθαι πρεσβεύω μυστήριον. *** [λαχυνα
οφ ονε ωηολε παραγραπη οφ οριγιναλ τεξτ] δοξάζω δὲ καὶ τὴν διπλὴν τῶν ἐπ᾿ αὐτῷ συνελθουσῶν
οὐσιῶν οὐσιότητα, μετὰ τῶν ἰδιωμάτων, τέλεια γὰρ καὶ ἀνελλιπὴς τούτων ἑκάτερα, κηρύσσω.
τὴν δὲ ἐκ τούτων εἰς ἑνότητα προσώπου τῇ καθ᾿ ὑπόστασιν ἑνώσει οὐσιωδῶς γεγενημένην
συνδρομήν, ὡσαύτως [Χ] ἐξαγγέλλω, οὐ τέμνων, οὐ διαιρῶν εἰς δυάδα υἱῶν τὸν ἕνα κύριον
Ἰησοῦν Χριστόν, εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν ἰδικῶς ἀνὰ μέρος, ἵνα τῆς φρενοβλαβοῦς
καὶ ἀνθρωπολάτρου μανίας τὴν ματαίαν διαίρεσιν Νεστορίου καθέλω, οὔτε μὴν συγχέων
ἢ ἀλλοιῶν εἰς ταὐτὸν μιᾶς φύσεως ἄγω τὴν τοῦ ἑνὸς προσώπου μονότητα, ἀλλ᾿ ἀσυγχύτους
καὶ ἀσυμφύρτους φυλάττω τὰς ἐν ἑκατέρᾳ φύσει προσούσας διαφοράς, ἵνα τὴν τοῦ ματαίου
καὶ ἄφρονος Εὐτυχοῦς συναίρεσιν συγκαταβάλω, ἅμα τοῖς περὶ Σευῆρον καλῶς ὀνομασθεῖσιν
Ἀκεφάλοις· καὶ οὗτοι γὰρ συναιροῦσι κακῶς, κἀκεῖνος διαιρεῖ ἀσεβῶς, ὥστε ταὐτὸν
πέπονθε περὶ τὴν οἰκονομίαν Εὐτυχὴς πρὸς Νεστόριον, ὅπερ περὶ τὴν θεολογίαν Σαβέλλιος
πρὸς τὸν Ἄρειον. τῶν τοίνυν κατὰ Χριστὸν δύο φύσεων
[p. 420Α] τελείων ὁμολογουμένων, ὑπάρξει τε καὶ ταῖς κατ᾿ αὐτὰς φυσικαῖς ποιότησι
συνομολογεῖν ἀκολούθως δεήσει καὶ τὰ καθ᾿ ἑκατέραν φύσιν ἐνυπάρχοντα φυσικὰ θελήματα
καὶ ἐνεργείας. ἀνάγκη γὰρ διπλῶν πιστευομένων τῶν οὐσιῶν, διπλὰ καὶ ταῦτα συγκηρύσσεσθαι·
οὐδὲ γάρ πως ἑτέρως τὸ ἐν τελειότητι ἀκραιφνὲς ἐν ταύταις περισωθήσεται, ἐπείπερ
χαρακτηριστικὰ ταῦτα τῶν φύσεων, καὶ οὐκ ἔξεστιν εὑρεῖν φύσιν ἀνεθέλητον ἢ ἀνενέργητον.
ὥσπερ οὖν καθ᾿ ὃ θεὸς ἤθελέν τε καὶ ἐνήργησεν, οὕτω καὶ καθ᾿ ὃ ἄνθρωπος ἤθελέ τε
καὶ ἐνήργει, ἐπί τε τῶν θεοσημείων, ἐπί τε καὶ τῶν ἑτέρων τῆς οἰκονομίας πραγμάτων,
οὐχ ὑπεναντία δὲ ταῦτα ἀλλήλοις ἐκέκτητο· ὑπεῖκε γὰρ καὶ ὑπετάττετο τοῖς τοῦ προσειληφότος
τὰ τοῦ προσλήμματος. ὥσπερ οὖν οὐδὲν αὐτῷ πρὸς ἐναντίωσιν καὶ ἀντίθεσιν ἐκ τῶν συνελθουσῶν
φύσεων, καίτοι ἐναντίων οὐσῶν, τεθεώρηται· τεκμήριον δέ· καὶ γὰρ ὧν αἱ οὐσίαι ἐξηλλαγμέναι,
καὶ ὁ τοῦ πως εἶναι λόγος διάφορος, ὃ δὴ καὶ ἐπὶ τῶν ἑτεροφυῶν διαφαίνεται, ἀνάγκη
καὶ τὰς κατὰ θέλησιν καὶ ἐνέργειαν οὐσιώδεις ποιότητας ἑτεροίως ἔχειν· δι᾿ αὐτῶν
καὶ τὴν τῶν φύσεων ἐπιστήμην μεταχειριζόμεθα, [Β] ἐπείπερ καὶ ὧν αἱ ἐνέργειαι αὐταὶ
καὶ αἱ φύσεις ὁμότιμοι, οὕτω καὶ τῆς κατὰ Χριστὸν θεανδρικῆς ἐνεργείας καθ᾿ ὃ ἐν
ἡμῖν ἐπολιτεύσατο, ἀνακαθαρθήσεται τρόπος, περιφραστικῶς ἤδη νοούμενος, τῇ καταλλήλῳ
κλήσει τῆς δυάδος τῶν φύσεων, τὸ διττὸν ἑρμηνεύων τῆς ἐνεργείας· ὁ γὰρ τῆς ἑνώσεως
τρόπος, τὸν τῆς διαφορᾶς λόγον ἐν ἑαυτῷ ἔχει σωζόμενον. ταύτῃ γὰρ ἂν δοίη τις καὶ
ἐνεργεῖν ἑκατέραν μορφὴν μετὰ τῆς θατέρου κοινωνίας οὐ τοίνυν μίαν θέλησιν καὶ ἐνέργειαν
ἐπὶ τῆς θείας οἰκονομίας κηρύσσομεν, ἀποστεροῦντες τὰ θατέρᾳ τῶν οὐσιῶν προσπεφυκότα,
εἰ μὴ μέλλωμεν καὶ τὴν φύσιν αὐτὴν τέλεον ἀποσκευάζεσθαι, ὡς ἂν μὴ τὰ τοῦ ἀνοήτου
καὶ ἐμμανοῦς Ἀπολιναρίου νοσήσωμεν, συγκαθαιρήσωμεν δὲ καὶ τὴν ἀμφὶ Σέργιον καὶ
Πύρρον περὶ τὴν τοῦ ὀρθοῦ λόγου ἀνενέργητον καὶ ἀνεθέλητον ὀφθεῖσαν συμμορίαν. καὶ
τοῦτο ἡμῖν τὸ τῆς σεπτῆς καὶ σωτηρίου οἰκονομίας δοξάζεται μυστήριον, ὃ καὶ νοούμενον,
κατὰ τὸν εἰρηκότα θεοφόρον, ἄρρητον μένει καὶ λεγόμενον ἄγνωστον. δι᾿ αὐτῆς τοίνυν
ἐπισκεφθέντες σεσῶσθαι ὁμολογοῦμεν, καὶ μετὰ πάντων τῶν ἐν ἡμῖν ἱερῶν σεβασμάτων,
καὶ τὰ ταύτης ἅγια καὶ σεβάσμια σύμβολα καὶ γνωρίσματα τιμῶμεν καὶ [Χ] κατασπαζόμεθα,
δι᾿ ὧν ἡμῖν καθ᾿ ὁμοιότητα τῆς εὐαγγελικῆς ἱστορίας καὶ ἀνιστόρηται καὶ σημαίνεται,
εἴ γε εἰς μνήμην ἡμᾶς διανίστησι τῆς πεπραγματευμένης τῷ σωτῆρι ὑπὲρ ἡμῶν συγκαταβάσεως,
καθάπερ ἄνωθέν τε καὶ ἐξ ἀρχῆς παῖδες παρὰ πατέρων διαδεξάμενοι εὐσεβῶς παρειλήφαμεν.
ταῦτα περιέποντες τὸ κατὰ τιμὴν σέβας νέμομεν, οὐ μὴν τήν γε κατὰ λατρείαν προσκύνησιν
φέρομεν, ἄπαγε, ἣ μόνη πρέπει τῷ πάντων κατεξουσιάζοντι θεῷ· πάντες γάρ, ὅσοι διδακτοὶ
θεοῦ ἐν πνεύματι, ἴσασι τὸ ἐν σεβάσματι διάφορον, καὶ ὁποίαν δεῖ καὶ τῷ Χριστῷ καὶ
θεῷ ἡμῶν τὴν προσκύνησιν ἀποδιδόναι, καὶ ταῖς ἱεραῖς εἰκόσι τὸ προσῆκον ἐκνέμειν
σέβας, καὶ δι᾿ αὐτῶν ἐπὶ τὸ ἀρχέτυπον τὴν τιμὴν ἀναφέρειν. πρὸς τούτοις τιμῶμεν
καὶ τὰς σεβασμίους εἰκόνας τῆς παναγίας ἀχράντου δεσποίνης ἡμῶν καὶ ἀληθινῆς προστασίας
ἀεὶ παρθένου θεοτόκου, τῆς κατὰ σάρκα τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν θεὸν ἀσπόρως
καὶ
[p. 421Α] ἀφράστως καὶ ὑπερφυῶς τεκούσης, ὡσαύτως καὶ τῶν ἁγίων ἀγγέλων, καὶ τῶν
ἁπάντων ἁγίων τῶν ἀπ᾿ αἰῶνος αὐτῷ εὐαρεστησάντων, ὧν καὶ τὰς μνήμας εὐσεβοῦντες
γεραίρομεν καὶ τὰς πρεσβείας ἐξαιτοῦμεν· ζῶσι γὰρ ἐν θεῷ, καὶ ἐνεργοῦσιν ἐν αὐτῷ,
καὶ τοῖς προστρέχουσι καὶ δεομένοις ἐπικουρεῖν καὶ βοηθεῖν τῇ ἐνούσῃ αὐτοῖς παρὰ
θεοῦ δυνάμει καὶ χάριτι δύνανται.»
ταῦτα τὸ θεολόγον καὶ πνεύματος ἁγίου πεπλησμένον στόμα εὐσεβῶς θεολογῆσαν ἐξέστησεν
ἅπαντας τοὺς ἀκηκοότας. καὶ προσπεσόντες οἱ παραγενάμενοι τοῖς ποσὶν αὐτοῦ καὶ ἐξομολογησάμενοι
τὸ δράμα τῆς πανουργίας αὐτῶν, συγχώρησιν ἐξῄτουν· καὶ δὴ λαβόντες ὑπέστρεψαν μετὰ
χαρᾶς, τὸν θεὸν δοξάζοντες τῷ δόντι λόγον καὶ σοφίαν τοιαύτην τῷ ἁγίῳ αὐτοῦ.
56. ἔπεσέ ποτε κάμπη ἀφόρητος ἐν τῷ μετοχίῳ τῶν Ἀγαύρων ἔνθα τιμᾶται ὁ πάνσεπτος
ναὸς τῶν ἁγίων θαυματουργῶν Κοσμᾶ καὶ Δαμιανοῦ, καὶ τοῖς ἐκεῖσε προσποιουμένοις
λαχάνοις ὑπὸ τῶν ἀδελφῶν λοίμη [λεγε· λύμη] οὐ μικρὰ ἐγεγόνει. ὡς δὲ τοῦτο ἐθεάσαντο
οἱ ἐκεῖσε οἰκοῦντες ἀδελφοί, ἀνήγγειλαν τῷ ἡγουμένῳ αὐτῶν, τῷ σεβασμίῳ λέγω Εὐστρατίῳ,
καὶ δὴ αὐτὸς τούτους, ὡς εἴθισται αὐτῷ, ταῖς ἡδυεπίαις [Β] παραμυθησάμενος ἀπέστειλεν.
καὶ μετὰ μικρὸν ἄνεισι πρὸς τὸν ἅγιον ὁ ἡγιασμένος Εὐστράτιος, καὶ διηγεῖται αὐτῷ
τὸ δρᾶμα. ὅδε φησὶ πρὸς αὐτόν· «ἄπελθε καὶ τοὺς ἀδελφοὺς πάντας συνάθροισον· καὶ
ἐν τῷ ναῷ τῶν ἁγίων ποιήσαντες εὐχήν, ὄψεσθε μετὰ ταῦτα τὴν τούτων ἀφάνισιν.» ἔλεγε
δὲ τοῦτο ταπεινοφρονῶν καὶ τὴν δόξαν ἐκφεύγων τὴν τῶν ἀνθρώπων· ὅδε αὐτὸν τὸν ἅγιον
παραγενέσθαι ἐκλιπαρῶν, καὶ τῇ αὐτοῦ προστάξει καὶ εὐχῇ ταύτην ἀφανίζειν, αὐτὸς
πάλιν ἔφη· «ἄπελθε καὶ ὡς εἶπόν σοι ποίησον. κἀγὼ τῇ ἕωθεν ἐλεύσομαι.» καὶ δὴ ἐπὶ
τοῦτο ἀμφότεροι ἐχωρίσθησαν. καὶ τοῦ ἡγιασμένου Εὐστρατίου τὸν λαὸν παρακαλέσαντος
καὶ λέξαντος τὴν τοῦ ἁγίου ἔλευσιν, εὐχὴν ποιήσαντες ὕπνωσαν· ἦν γὰρ νύξ. καὶ τῇ
ἕωθεν ὁμοθυμαδὸν ἀπελθόντες, θεωροῦσι τὸν ἅγιον κατὰ τὸ μέσον τοῦ κήπου ἱστάμενον
καὶ τὸ πλῆθος ἐκεῖνο τῆς κάμπης ἐκδιωκόμενον καὶ ἔξω τοῦ κήπου γενόμενον. καὶ τοῦτο
θεασάμενοι, ἔπεσον ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εὐχὴν ᾔτουν· καὶ λαβόντες ὑπέστρεψαν
μετὰ χαρᾶς, δοξάζοντες τὸν Θεόν.
57. Ἰσαάκις τις τοὔνομα, κουράτωρ γενόμενος τῆς μονῆς τῆς ἐπονομαζομένης τοῦ Κλουβίου,
πρὸς τὸν ὅσιον ἀνῆλθε τὰς εὐχὰς αὐτοῦ κομισόμενος. [Χ] ἐγένετο δὲ συνεῖναι τότε
τῷ ἁγίῳ τοὺς εὐλαβεστάτους ἄνδρας Δοσίθεον καὶ Εὐστράτιον. εἶτα πρὸς τὸν κουράτορά
φησιν ὁ ὅσιος· «οὐκ εἶ συντεταγμένος γενέσθαι μοναχός» ὅδε φησί· «ναί, πάτερ, ἀλλὰ
κρατοῦμαι ὑπὸ τῆς ἡγουμένης καὶ διὰ τοῦτο καθυστερῶ.» ὁ δὲ πατὴρ τοῦτον κατηχήσας
καὶ σφραγίσας τὴν κεφαλὴν αὐτοῦ, αἰνιξάμενος καὶ τὸ τέλος αὐτοῦ σύντομον ἔσεσθαι
ἀπέλυσεν, φήσας καὶ τοῦτο· «τῶν δύο εὐλαβεστάτων ἀνδρῶν Εὐστρατίου καὶ Δοσιθέου
ἐπὶ τὴν διακονίαν ἐν τῇ πόλει ἀπερχομένων, αὐτοὶ πάντως πείσουσι τὴν ἡγουμένην ἀπολύσαι
σε.» ἀμφοτέρων οὖν τὰς τοῦ ἁγίου εὐχὰς κομισαμένων καὶ πρὸς τὴν πόλιν ἀφικομένων,
παραλαβὼν ὁ ῥηθεὶς κουράτωρ τὸν κύριν Δοσίθεον μόνον ἀπέφερε πρὸς τὴν ἡγουμένην
τὰ παρὰ τοῦ ἁγίου λαληθέντα διηγησόμενον. ἥδε τούτων ἀκούσασα σφόδρα διεταράχθη,
ἀλλὰ μὴν καὶ τὸν εὐλαβέστατον Δοσίθεον οὐ μικρῶς καθήψατο· εἶχε γὰρ τὸν ἄνδρα ἐν
πᾶσι τοῖς ἀνήκουσιν αὐτῇ πράγμασιν ἄριστον φροντιστήριον. ὅμως οὖν ἐσχάτως τυπτομένη
ὑπὸ τοῦ ἰδίου νοός, καὶ γὰρ ἦν εὐλαβὲς τὸ γύναιον, ἐπεζήτει τὸν εὐλαβέστατον Εὐστράτιον
παρ᾿ αὐτοῦ
[p. 422Α] θέλουσα μαθεῖν τὸ ἀληθές· ᾔδει γὰρ φίλον γνήσιον ὑπάρχειν αὐτὸν τοῦ ὁσίου.
ὅδε ἀπελθὼν καὶ πληροφορήσας αὐτὴν περὶ πάντων καὶ ὅτι «οὐδὲν ὀνήσεις εἰ καὶ βουληθῇς
αὐτὸν κρατῆσαι, ἐπειδὴ συντόμως ἀποθνήσκει», πείθει μὲν τὴν εὐλαβεστάτην γυναῖκα
κατανεῦσαι καὶ τοῦτον ἀπολῦσαι. ὡς δὲ συνταξάμενος ὁ ἀνὴρ ἀπέστη, ἰδοὺ καὶ οἱ Στουδίται
οἱ περὶ Ἀθανάσιον καὶ Ναυκράτιον παρεγένοντο. καί, ὡς ἔθος ἐστὶ τούτοις ταραχὰς
ἐμποιεῖν καὶ κατασείειν οὐ μόνον τὴν τοῦ θεοῦ ἐκκλησίαν, ἀλλὰ καὶ πάντας τοὺς τῷ
θεῷ ἀνακειμένους καὶ τὴν ἰοβόλον γλῶσσαν εὔθετα πρὸς ἁγιοκατηγορίαν κινεῖν, αὐτοὺς
δὲ μόνον συνιστᾶν καὶ τὰς ἰδίας ὑλακὰς θεοπνεύστους ἀναγορεύειν, ἐξαπατήσαντες οἱ
ἀπατεῶνες καὶ τὸ γύναιον ἐκεῖνο, οὐ μὴν ἀλλὰ καὶ ἀναστρέψαντες καὶ καταπτύσαντες
τὰ ὑπὸ τοῦ ἁγίου ῥηθέντα οἱ καταπτύστοι καὶ μεμισημένοι ὑπὸ πάντων, οἱ βάρος τῷ
κόσμῳ, ὡς εἰπεῖν, γενηθέντες, τὰ ἀχάριστα κτίσματα, τὰ τοῦ πονηροῦ πλάσματα, ἐνέκοψαν
καὶ τὴν σωτηρίαν, ὡς αὐτοὶ ἐνόμισαν, τοῦ τῷ θεῷ μέλλοντος προσελθεῖν, καὶ ἤδη τῷ
θανάτῳ ἀμετανόητος παρεδόθη εἰ μὴ ἂν ἄρα ἡ εὐχὴ τοῦ ἁγίου εἰς ὦτα κυρίου εἰσελθοῦσα
ζωῆς βραχύτατα μέτρα αὐτῷ [Β] παρέσχετο. τῆς γὰρ ἡγουμένης, ὡς εἴρηται, ἀπατηθείσης
καὶ πεμψάσης τὸν ἄνδρα εἰς ἓν αὐτῆς τῶν προαστείων, πίπτει μὲν ὁ ἀνὴρ εὐθὺς εἰς
νόσον. ὑπὸ δὲ τοῦ θεοῦ, ὡς εἰπεῖν, ἀποστέλλεταί τις τῶν εὐλαβεστάτων μοναχῶν ἐπισκεψόμενος
αὐτόν, ὅστις καὶ κείρει αὐτὸν καὶ τῷ κυρίῳ ἀνατίθησι. καὶ τούτου γενομένου, μετὰ
δύο ἡμέρας πρὸς κύριον ἐξεδήμησεν. ἐνδυσάσθωσαν οὖν ἐντροπὴν καὶ περιβαλέσθωσαν
ὡς διπλοῒδα αἰσχύνην αὐτῶν οἱ τὰς προφητικὰς ἀναρρήσεις τῶν ἁγίων ἀθετοῦντες καὶ
τὰς ἰδίας ὑλακὰς λέγοντες· «εὖγε, εὖγε.»
58. ἀνῆλθέ ποτε ἡ προλεχθεῖσα ἡγουμένη ἅμα τῇ θυγατρὶ αὐτῆς πρὸς τὸν ὅσιον, συνόντος
αὐταῖς καὶ τοῦ ἡγιασμένου Εὐστρατίου, εὐλογηθῆναι ὑπ᾿ αὐτοῦ. ὁ δὲ μακαριώτατος πατὴρ
ἡμῶν ταύτας εὐλογήσας, προτρέπεται μὲν ἑνὶ τῶν ὑπουργούντων αὐτῷ μίαν τῶν ὑπηριστικῶν
[λεγε· ὑπερειστικῶν] ῥάβδων ἀποκομίσαι. δεξάμενος οὖν ταύτην ὁ πατήρ, τῷ προφητικῷ
χαρίσματι αἰσθόμενος, δίδωσιν αὐτήν, ἤγουν τὴν ποιμαντικὴν ῥάβδον, τῇ θυγατρὶ τῆς
ἡγουμένης. ἡ δὲ μήτηρ ἐπὶ τοῦτο ἀχθεσθεῖσα, φησίν· «οὐ καλῶς, πάτερ, πέπραχας. ἔδει
γὰρ τὴν ὑμῶν ἁγιότητα κατά τε τὴν γηραιότητα, κατά τε τὴν μητρικὴν εὔκλειαν, ἐμοὶ
ταύτην δοῦναι.» ὁ δὲ πατὴρ ἡμῶν [Χ] πραείᾳ τῇ φωνῇ πρὸς αὐτὴν ἀπεκρίθη· «καλῶς μὲν
ἔφης, ὦ μῆτερ· ἀλλ᾿ ᾗτινι προώριστο, ἐκείνῃ καὶ δέδοτο.» εἶτα ταύταις ἐπευξάμενος
ἀπέλυσεν. κατιόντων δὲ αὐτῶν ἕως τὸ προάστειον τὸ ἐπιλεγόμενον Μανδρῶν, ἔτι δεινοπαθοῦσα
ἡ ῥηθεῖσα ἡγουμένη φησὶ πρὸς τὸν κύριν Εὐστράτιον· «ὁρκῶ σε τὸν μέγαν Θεὸν ἵνα μοι
εἴπῃς τίνος χάριν ὁ ἅγιος ἐμὲ μὲν ἠτίμασεν, τὴν δὲ ἐμὴν τιμὴν λαβὼν δέδωκε τῇ ἐμῇ
θυγατρί.» ὅδε μετὰ παρρησίας ἀπεκρίθη· «ὦ γύναι, οὐχ οὕτως, ὡς οἴῃ, ὁ θεσπέσιος
πατὴρ ἡμῶν ἀτίμως ἐνύβρισέ σε, ἀλλὰ ἐπειδὴ προέβλεψε σὲ μὲν πρὸς Θεὸν ἐκδημεῖν,
τὴν δὲ σὴν θυγατέρα διάδοχον τῆς σῆς ποιμαντικῆς ἀρχῆς ἔσεσθαι, τούτου ἕνεκεν τὴν
προτίμησιν πρὸς αὐτὴν ἐποιήσατο.» ἡ δὲ γυνὴ ταῦτα ἀκούσασα, ἐδόξασεν τὸν θεόν· κατὰ
δὲ τὴν πρόγνωσιν τοῦ ἁγίου εἰσελθοῦσα ἐν τῇ πόλει, ἡ μὲν μήτηρ εὐθέως τῶν τῇδε μετέστη,
τῇ δὲ θυγατρὶ αὐτῆς ἡ ἀρχὴ ἐδόθη, ἥτις καὶ νῦν εὐβιοῦσα τὰ τῆς ἀρχικῆς ἀξίας διέπει.
59. ἐγένετο τὸν ἀνωτέρω μνημονευθέντα ἁγιώτατον ἡγούμενον τῶν Ἀγαύρων ἔν τινι διακονίᾳ
ἐπὶ τὴν πόλιν ἀπιέναι· μέλλων δὲ τῶν ἔνθεν ἀπαίρειν δηλοποιεῖ τῷ ἁγίῳ διὰ τὸν κύριον
κατελθεῖν καὶ εὔξασθαι αὐτῷ. ἑνωθέντων οὖν ἀμφοτέρων εἰς ἓν τῶν Ἀγαυρινῶν μετοχίων,
ἐν οἷς τιμᾶται ὁ
[p. 423Α] πάνσεπτος ναὸς τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου καὶ εὐχῆς γεναμένης καθίσαι
καὶ προσομιλεῖν τὰ περὶ τῆς ὁδοῦ. ὁ δὲ πατὴρ ἡμῶν Ἰωαννίκιος αἰνιγματωδῶς φησι πρὸς
τὸν θεοτίμητον ἐκεῖνον ἄνδρα· «ἔστω [λεγε· ἔσο] γινώσκων, πάτερ, ὅτι ἡ χώρα ἤδη
ἐλεύκανε, καὶ οἱ θερισταὶ ἤδη παρέστησαν, καὶ ὁ βασιλεὺς ἕνα ἐξ ἡμῶν πρὸς ἑαυτὸν
μέλλει προσκαλεῖσθαι.» εἰρήκει δὲ ὁ ὅσιος περὶ τοῦ θανάτου αὐτοῦ, καὶ γὰρ προέγνω
ὅτι ἐν τῇ πόλει εἰσελθὼν καὶ τὴν διακονίαν πληρώσας, ἐκεῖ τελευτήσει. ὁ δὲ πραότατος
ἡγούμενος ἁπλούστατος ὢν οὐκ ἔγνω τὸ εἰρημένον, καὶ δὴ εὐχῆς γεναμένης καὶ ἀσπασμοῦ,
διέστησαν ἀπ᾿ ἀλλήλων. ὁ μὲν οὖν ἡγούμενος εἰσελθὼν ἐν τῇ πόλει καὶ τὰ διακονίας
πληρώσας καὶ νοσήσας, ἐπὶ ἡμέρας ἕνδεκα πρὸς κύριον ἐξεδήμησεν. διαδέχεται δὲ τὴν
ἡγουμενίαν ὁ τούτου ἀνεψιός, καὶ τούτου τελευτήσαντος κατὰ τὴν ἀψευδῆ προφητείαν
τοῦ ἀγγελομίμητου πατρὸς ἡμῶν διαδέχεται τὴν ἡγουμενίαν ὁ πανοσιώτατος Εὐστράτιος,
ὅστις καὶ μέχρι τῆς σήμερον, καθάπερ ἥλιος διαλάμπων, ἅπαντας τοὺς ὑπ᾿ αὐτὸν ἰθυνομένους
καταφωτίζει.
60. ἐν τούτοις τοῖς ἐξαισίοις καὶ θαυμαστοῖς χαρίσμασιν ὁ τοῦ Χριστοῦ θεράπων διαπρέπων
[Β] προνοίᾳ Θεοῦ τῶν τοποθεσιῶν τοῦ ἀνωτέρω προμνημονευθέντος Τριχάλικος μεταναστεύσας,
ἐν τοῖς καλουμένοις Κόρακος κεφαλῆς ὀρέοις ἅμα τῷ ἀγαπητῷ Εὐστρατίῳ ἐπορεύετο. ὡς
δὲ πλησίον Μερίλλου κώμης ἐγένετο, φησὶν ὁ οὐρανόφρων πατὴρ ἡμῶν πρὸς τὸν πανθαύμαστον
Εὐστράτιον· «μήτι, ὦ κύρι Εὐστράτιε, φοβηθήσῃ, ἐὰν κύνας θεάσῃ.» ὅδε «οὐ» φησί «πάτερ.»
«στῶμεν οὖν» ὁ ἅγιος ἔφη «ἐπὶ ταύτης τῆς παρεμπεσούσης πέτρας, καὶ μικρὸν ἀναπαυσόμεθα,
εἶθ᾿ οὕτως τὸ ὑπόλοιπον τῆς ὁδοῦ ἐπιπορευσόμεθα.» ὡς οὖν ἀμφότεροι ἔστησαν ἐπάρας
τοὺς ὀφθαλμοὺς ὁ πανάριστος Εὐστράτιος θεωρεῖ ἀγέλην προβάτων πολλῶν νεμομένην καὶ
κύνας φοβεροὺς τῷ εἴδει κύκλῳ τῶν προβάτων φυλακτικῶς ἐπιτρέχοντας. ὡς οὖν ᾔσθοντο
οἱ κύνες τὴν παρουσίαν αὐτῶν, φοβερὸν καὶ μέγα ἀλαλάξαντες καὶ ἄλλος ἄλλον ἐπισπεύδοντες
καὶ τὸ στόμα λεοντοειδῶς κεχηνότες, κατὰ τοῦ ἁγίου λυττῶντες ἐφώρμων. ὡς δ᾿ οὖν
πλησίον ἐγένοντο, καὶ τῶν ἁγίων ἐκείνων καὶ εὐόσμων καὶ ἡδυτάτων χρωτῶν ὠσφράνθησαν,
εἰς λίαν ἡμερότητα τραπέντες χαριεντιζόμενοι τοῖς τοῦ ἁγίου ἴχνεσι προσέπεσαν. καί
φησιν ὁ ἅγιος πρὸς τὸν πανευλαβέστατον Εὐστράτιον· «κάλεσον τοὺς ποιμένας.» «καὶ
πῶς δύναμαι», ἔφη «ὦ πάτερ, [Χ] τούτους καλέσαι μὴ εἰδὼς τὰς τούτων προσηγορίας
τὸ σύνολον» ὁ δὲ ἅγιος· «ἐπιφώνησόν» φησί «Θεοφύλακτον.» τοῦδε τὴν τοῦ ὀνόματος
προσηγορίαν ἀπηχήσαντος (ἐν τῷ τέως οὐκ ἦν προσυπακουστικὴ φωνή, οὔτε ἀκρόασις),
πάλιν δὲ ὁ ἅγιος· «ἐπιφώνησον ἔτι Χριστόφορον.» καὶ τούτου τὴν προσωνυμίαν ἐπικηρύξαντος,
προσυπακοῦσαί τινας ὡς ἀπό τινος διαστήματος ἑστῶτας, αὖθίς τε τοὺς δύο ποιμένας,
Θεοφύλακτον καὶ Χριστόφορον πρὸς τὸν ἅγιον παραγενέσθαι. ὁ δὲ ἅγιος τὴν πρὸς τὴν
Τράπεζαν ἀπάγουσαν ὁδὸν ὁδηγῆσαι τούτους προέτρεπεν· «δύο ὄντων ἡμῶν,» ἐκεῖνοι ἔφησαν
«ἀδυνάτως ἔχομεν τοῦτο ποιῆσαι. ὁ μὲν γὰρ εἷς ἡμῶν πρὸς τήρησιν καὶ φυλακὴν τῆς
ποίμνης λαχών, οὐκ ἔχει ὅπως ταύτην καταλείψῃ, ὁ δὲ ἕτερος τῆς προσγεναμένης ἡμῶν
ἀπωλείας πρὸς ἔρευναν ἀπαίρειν βούλεται.» «μηδ᾿ ὅλως ἀδολεσχεῖτε» ἔφη ὁ ἅγιος, «ἀλλὰ
τὴν ὁδὸν ἡμῖν ὑποδείξατε καὶ εὑρήσετε τὸ ἀρνίον μετὰ τῆς μητρὸς αὐτοῦ σεσωσμένον·
οὐ γάρ, ὡς ὑμεῖς διαλογίζεσθε, θηριάλωτον γέγονεν ἢ ὑπό τινος κέκλεπται, ἀλλὰ πρός
τινα θάμνον ἀβλαβὲς ἵσταται.» οἵδε ταῦτα ἀκούσαντες καὶ ἄγαν θαμβηθέντες, πρὸς γῆν
κατέπεσαν. ὁ δὲ ἅγιος τούτους εὐλογήσας, ἀνέστησε· καὶ παραλαβὼν ἕνα ἐξ αὐτῶν καὶ
μέχρι τινὸς διαστήματος ἐποδηγῆσαι ὑποδείξας, ἀπέλυσεν.
[p. 424Α]
61. μικρὸν δὲ προβάντων, πάλιν ὁ προφήτης τοῦ θεοῦ πρὸς τὸν κύριν Εὐστράτιον· «ὅτι
ἐπέκεινα τοῦ βουνοῦ τινων ἐπιπορευομένων ὡς πρὸς ἡμᾶς, ἡμῶν δὲ ὡς πρὸς ἐκείνους,
συναντᾶν ἀλλήλοις μέλλομεν, καί γε ἤθελον, ὦ κύρι Εὐστράτιε, μηδ᾿ ὅλως ὑπ᾿ αὐτῶν
θεαθῆναι.» ὅδε ἔφη· «εἰ μηδ᾿ ὅλως ὑπ᾿ αὐτῶν θεαθῆναι θέλεις, ὦ πάτερ, οὐκ ἂν τεθέασαι·
ἐν σοὶ γάρ ἐστι διὰ τῆς χάριτος τῆς ἐνοικούσης σοι τοῦτο πράξαι ἢ καὶ μή.» ταχυποδεῖν
δὲ παρακελευσάμενος, αὐτὸς ὀπίσω μου [σλιπ οφ προνουν προβαβλψ τακεν φρομ Ευστρατιοσ᾿
οριγιναλ αχχουντ οφ τηε επισοδε] παρείπετο. ὡς οὖν παρέδραμον τὸν ἑκατέρους ἀλλήλους
διείργοντα φραγμόν, ἤγουν τὸν βουνόν, ῥαδίως ἀλλήλους προσέβλεπον καὶ ἄμφω πρὸς
ἑαυτοὺς πλησιάσαντες, καὶ ὡς ἔθος ἐστὶ τὸ «εὐλογεῖτε, ἅγιοι» ἐπειπόντες ἐκεῖνοι
ἠρώτησαν τὸν κύριν Εὐστράτιον ποίας μονῆς εἴη. τοῦδε φήσαντος «τῶν Ἀγαύρων,» «πῶς
οὕτως» ἐκεῖνοι ἔφησαν «ἐν τοῖς ἀβάτοις ὀρέοις, μηδενὸς συνοδοιποροῦντός σοι, πορεύῃ»
ὅδε ἔφη· «ὁ τὸν θεὸν ἔχων εἰς βοήθειαν καὶ πάσας τὰς ἀγγελικὰς δυνάμεις, οὔκ ἐστι
μόνος, ὡς ὑμεῖς φατέ.» ὁ δὲ ἅγιος ὀπίσω ἱστάμενος τοῦ ἀοιδίμου Εὐστρατίου, παρ᾿
οὐδενὸς ὡρᾶτο. καί τινα ἄλλα δὲ ἀμφότεροι προσομιλήσαντες ἀπ᾿ ἀλλήλων διεκρίθησαν.
ὁ δὲ ἅγιος ταπεινοφρονῶν φησι πρὸς τὸν [Β] πανάγαστον Εὐστράτιον· «ὄντως, προσφιλέστατε
Εὐστράτιε, ὡς ὑπὸ παραπετάσματος ταῖς εὐχαῖς ὑμῶν καλυφθείς, οὐδ᾿ ὅλως ὑπ᾿ αὐτῶν
τεθέαμαι.»
[p. 425Α]
62. τὸ πλῆρες οὖν τῆς ὁδοῦ διανύσαντες καταλαμβάνουσιν τὴν μονὴν τὴν ἐπονομαζομένην
Ἀντίδιον, ἐν δὲ τοῖς σκληροτέροις τῶν ὀρῶν δάσεσι κέλλαν ἀνοικοδομήσαντες, ὥσπερ
τι τερπνὸν παλάτιον, [Β] τῷ ἀοιδίμῳ Εὐστρατίῳ συνταξάμενος οἰκήσων ὁ ἅγιος προσώρμησεν.
ἆρ᾿ οὖν, ὡς βεβούλευται, τοῖς ἀνθρώποις ἀποκέκρυπται ἢ ἐπιλέλησται τοῖς γε αὐτὸν
ποθοῦσι καὶ ζητοῦσιν οὔμενουν, ἀλλὰ κἀκεῖ ἐμφανέστερος διὰ τῆς ἐνοικούσης αὐτῷ χάριτος
γεγένηται, καὶ πλεῖστα σημεῖα δι᾿ αὐτοῦ ὁ θεὸς ἐργάζεται. καὶ ἵνα μὴ ἐπιλήψῃ με
ὁ χρόνος ταῦτα διηγούμενον ἢ καὶ ἔξω τοῦ κόρου γενόμενος, ἄχθος ὑμῖν ἐπιθῶ τοῖς
ἀκούουσιν, ὀλίγων θαυμάτων ἐπιμνησθείς, τὰ λοιπὰ τοῖς φιλοπονωτέροις ἐπαφήσοιμι·
πλεῖστα γὰρ καὶ ὑμεῖς παρὰ πολλῶν ἄλλως καὶ ἄλλως ἀκηκοότες, οὐκ ἀπιστοῦντες, ἄπαγε,
ἀλλὰ καὶ λίαν πεπιστευκότες, μόνοις τοῖς ῥηθεῖσιν ἡμῖν παρὰ τοῦ ἡγιασμένου Εὐστρατίου,
τοῦ καὶ συνόντος αὐτῷ καὶ αὐταῖς ὄψεσι ταῦτα θεασαμένου, ὑποσημᾶναι προεθυμήθημεν.
οὐκοῦν λοιπὸν ῥητέον κατὰ τὸ ἡμῖν θεμιτὸν καὶ τὰς λοιπάς, ὡς εἴρηται, ὑποχρέους
σημειοφανίας τοῦ ἰσαγγέλου καὶ θεομιμήτου πατρός· ἀρκτέον δὲ ἐντεῦθεν.
ἄνθρωπός τις οἰκῶν ἐν κώμῃ καλουμένῃ Ἔλος, ἀδελφιδὸς πέλων τοῦ νοταρίου Εὐγάντρη,
ἀπάρας τῶν οἰκείων καὶ πρὸς ἑτέραν χώραν διά τινα πραγματείαν καταλαβών, ἀθρόον
τῶν Ἀγαρηνῶν ἐκεῖσε ἐπιρριψάντων, αἰχμαλωτίσαι αὐτὸν καὶ σιδηροδέσμιον ἐν Συρίᾳ
ἀπαχθέντα τῇ [Χ] εἱρκτῇ αὐτὸν παραδοθῆναι. ἐγένετο οὖν τῷ τότε καιρῷ Λέοντα, τὸν
βασιλικὸν πατρίκιον καὶ σακελλάριον, καὶ Ἀγαπητὸν τὸν βασιλικὸν κουβικουλάριον καὶ
πρωτοβεστιάριον εὐχῆς χάριν πρὸς τὸν ἅγιον παραγενέσθαι. ὡς οὖν οἱ ἴδιοι τοῦ αἰχμαλώτου
τὴν ἔλευσιν τῶν πανευφήμων ἀνδρῶν ἔμαθον, τάχιον δραμόντες καὶ πρῶτοι ἐμφανισθέντες
τῷ ἁγίῳ πρὸς τοῖς ποσὶν αὐτοῦ πεπτωκότες μετὰ δακρύων καθικέτευον ὅπως τοὺς ἄνδρας
παρακελεύσῃ ὑπόμνησιν ποιήσασθαι πρὸς τὴν εὐσεβεστάτην καὶ φιλόχριστον καὶ ὀρθόδοξον
βασίλισσαν Θεοδώραν, ἕνα τῶν Ἀγαυρινῶν [λεγε· Ἀγαρηνῶν] ἐκπεμφθῆναι πρὸς ἀντικαταλλαγὴν
τοῦ αἰχμαλωτισθέντος, καὶ ῥυσθῆναι αὐτὸν ἐκ χειρὸς τῶν ἀθέων. ὡς δ᾿ οὖν μετὰ ταῦτα
ἀνῆλθον καὶ οἱ περιφανεῖς ἄνδρες, εὐχῆς γεναμένης, ἄμφω καθεσθέντες προσομιλεῖν
ἤρξαντο. ὁ δὲ δεηθεὶς ἄντικρυς ἱστάμενος τοῦ ἁγίου, δυσωπητικοῖς τοῖς νεύμασι τὸν
ὅσιον ἐξελιπάρει τὴν δέησιν αὐτοῦ ἐκπληρῶσαι. πολλῶν οὖν ἐν τῷ μεταξὺ αὐτῶν λαληθέντων,
παρεμπεσεῖν καὶ τὴν κατὰ τὰς ἁμαρτίας ἡμῶν γενομένην ἅλωσιν τοῦ Ἀμορίου καὶ τὸ ἀόριστον
ποσὸν τῶν αἰχμαλωτισθέντων. τοῦ οὖν ἁγίου ὑπὲρ αὐτῶν εὐξαμένου, ἐπέβλεπεν ὁ δεηθεὶς
τὸ τίμιον στόμα ἐκεῖνο πότε καὶ ὑπὲρ αὐτοῦ λαλήσει. ὡς οὖν ἀγωνιῶντα τοῦτον
[p. 426Α] ὁ ἅγιος ἐθεάσατο, σύνδακρυς γεγονὼς καὶ τὰς χεῖρας πρὸς οὐρανὸν ἄρας,
ἔτι πάντων συνόντων, τοιάνδε γλυκεῖαν φωνὴν ἐφθέγξατο· «ἐλπίζω γὰρ εἰς τὸν Θεόν»
ἔφη «ὅτι ὁ κρατηθεὶς ὑπὸ τῶν ἐθνῶν ἐν τάχει ἀνακληθήσεται.» ἐπευξάμενος οὖν καὶ
εὐλογήσας τοὺς ῥηθέντας πανευφήμους ἄνδρας, ἐξαπέστειλεν. τοῦ οὖν δεηθέντος ὑπὸ
τῆς λύπης καταποθέντος ὡς μὴ τὰ τῆς αἰτήσεως αὐτοῦ πειρατοθῆναι [λεγε· περατωθῆναι],
ἀλλὰ μὴν καὶ ἐν τῇ διανοίᾳ αὐτοῦ λοιδοροῦντος τὸν ἅγιον, καὶ προσωπολήπτην ἀποκαλοῦντος,
γνοὺς ὁ θεηγόρος ἐκεῖνος νοῦς, πρὸς ἑαυτὸν προσκαλεῖται, καί φησι πρὸς αὐτὸν πραείᾳ
τῇ φωνῇ· «ὦ τέκνον, οὐ καλὸν οὐδὲ δίκαιον ἡμᾶς καταλιπόντας τὸν παμβασιλέα Θεὸν
ἔχειν τὴν ἐλπίδα ἐπ᾿ ἄρχοντας, οἷς οὐκ ἔστι σωτηρία, βέλτιον γὰρ ἐλπίζειν ἐπὶ κύριον
ἢ ἐπ᾿ ἄρχουσι· πλήν, ὦ τέκνον, ἀνενδοιάστως πίστευε, καὶ ὄψει τὴν δόξαν τοῦ θεοῦ.»
καὶ πλείστοις ἄλλοις προσηγορικοῖς λόγοις τοῦτον ἐπαλείψας, ἀπέλυσε. τῇ οὖν νυκτὶ
ἐκείνῃ ἐπιστάς τις τῶν αἰχμαλώτων τῷ συναιχμαλώτῳ ἐκείνῳ καὶ καταδίκῳ ἐν σχήματι
τοῦ ἁγίου, προέτρεπεν ἀναστάντα ἐπακολουθεῖν αὐτῷ. ὅδε νύξας τῷ πλησίον, «δεῦρο
ἀνάστα, ἀδελφέ» ἔφη· «ἐπακολουθήσαντες τῷ ἁγίῳ, λυτρωθῶμεν τῆς [Β] κατεχούσης ἡμᾶς
συμφορᾶς.» ὅδε θαυμάσας ἐπύθετο· «τίς ἐστιν οὗτος» λέγων «ὁ ἅγιος πῶς τε δυνατὸν
ἀφεθέντας τῶν δεσμῶν καί, τῶν πυλῶν ἀσφαλῶς κεκλεισμένων, πάντας παρελθεῖν, ἢ τὸ
πλῆθος τῶν ἐπαγρυπνούντων φρουρῶν διαλαθεῖν, καὶ διὰ μέσου αὐτῶν ἀποδρᾶσαι πάντως
γὰρ τοῦτο ἀνέλπιστον.» ὅδε πάλιν ἔφη· «δεῦρο, δεῦρο, ἀδελφοί, εἰλικρινῶς πιστεύσαντες
ἐπακολουθήσωμεν τῷ ὁσίῳ πατρὶ ἡμῶν Ἰωαννικίῳ προτρεπομένῳ ἡμᾶς, καὶ ὁ τῶν θαυμασίων
Θεός, ὁ δι᾿ ἀγγέλου τῷ κορυφαίῳ τῶν ἀποστόλων αὐτοῦ Πέτρῳ αὐτομάτως τῶν θυρῶν τὰ
κλεῖθρα διαπετάσας καὶ διὰ μέσου τῶν φυλάκων ἀβλαβῆ διασώσας, αὐτὸς ποιήσει ἔλεος
διὰ τοῦ θεράποντος αὐτοῦ καὶ μεθ᾿ ἡμῶν.» εἶτα ὡς πιστεύσαντες ἀνέστησαν, εὐθέως
ἐκ τῶν ποδῶν αὐτῶν τὰ δεσμὰ ἐξέπεσαν, καὶ τοῦ ὁσίου ἐποδηγοῦντος αὐτοὺς διὰ μέσου
τῶν συγκαταδίκων, διελθόντες κατέλαβον τὰς πύλας τοῦ δεσμωτηρίου, καὶ ταύτας ἀνεωγμένας
παραδόξως εὑρηκότες, τῶν φυλάκων ὕπνῳ βαθεῖ κατενεχθέντων, ταύτας ὑπὲρ ἀνθρωπίνην
ἔννοιαν διέδραμον. παρείποντο δὲ τῷ ἁγίῳ προάγοντι καὶ διαβιβάζοντι αὐτοὺς ἀπημάντως
ἐκ πασῶν τῶν βιγλῶν καὶ σκοπιῶν, ὧν ἔθος ἐστὶ τοῖς πονηροτάτοις Ἀγαρηνοῖς κατὰ τὰς
ἀναγκαίας ὁδοὺς τιθέναι πρὸς [Χ] τὸ μὴ λαθεῖν εἰ τύχοι τινὰ τῶν δεσμίων καὶ ὡς ἔτυχεν
ἀποδρᾶσαι, ἀλλ᾿ ἐάν ποτε, ἐν οἷς τόποις κρατῆται [λεγε· κρατεῖται], χώραν δρασμοῦ
εὕροι, ἀλλαχόθεν μὴ δυνάμενον διαβῆναι ἐκεῖσε κρατεῖσθαι αὐτόν. ὡς οὖν εἴρηται,
θαυμαστῶς ταύτας ὑπεξιόντες, ἤδη τῆς διαφανοῦς ἡμέρας διαφαυούσης, πρός τι δάσος
κατέπεσον. τῇ δὲ αὐτῇ ἡμέρᾳ ἐγένετο ποιμένας τῶν Σαρακηνῶν διὰ τοῦ αὐτοῦ δάσους
διέρχεσθαι καὶ ποιμαίνειν τὴν ποίμνην αὐτῶν. ὡς οὖν ᾔσθοντο οἱ κύνες τὰ τῶν αἰχμαλώτων
ἴχνη, τούτους ἀνιχνεύσαντες τὴν ἀποκρυβὴν αὐτῶν εὗρον. ὡς δ᾿ ἀπεναντίας ἔστησαν
ἀναύδως πλησιάσαι αὐτοῖς οὐκ ἐτόλμων, ἐκ δὲ τῶν ἀφρῶν καὶ σιάλων χρανθῆναι αὐτοὺς
καταχριστικῶς. ἐντρόμων δὲ ὑπαρχόντων αὐτῶν καὶ ἤδη τὸν θάνατον πρὸ ὀφθαλμῶν ἐχόντων
(διελογίζοντο γὰρ ὅτι πάντως διὰ τῆς τῶν κυνῶν ἐπιδρομῆς παραδοθήσονται) ἄφνω ἐπιφανεὶς
αὐτοῖς ὁ ἅγιος τοὺς μὲν κύνας ἀπήλασεν, αὐτοὺς δὲ θαρσύνας μηδὲν δεδιέναι τὸ σύνολον
ἔλεγε, καὶ ἕως αὐτῶν τῶν κλεισουρῶν προηγούμενος αὐτοῖς ὁ ἅγιος οὐκ ἐγκατέλειπεν.
ὡς οὖν καὶ ταύτας ὑπερβάντες κατέλιπον, ὑποδείξας αὐτοῖς τὴν ὁδὸν ἄφαντος ἀπ᾿ αὐτῶν
γέγονε. τῶνδε μετὰ δακρύων τὸν θεὸν δοξασάντων, καὶ ἐπί τινας ἡμέρας τὸ πᾶν τῆς
ὁδοῦ διανυσάντων, κατέλαβον πρὸς τὸν ἅγιον
[p. 427Α] καὶ αὐτῷ ἐμφανισθέντες τὰς δυναστείας καὶ τὰ θαυμάσια τοῦ Θεοῦ ἐκδιηγήσαντο,
ἃ ἐποίησε δι᾿ αὐτοῦ ὁ θεός. μηδεὶς οὖν τῷ παραδόξῳ θαύματι ἀπιστείτω, ἀλλὰ καθαρῶς
καὶ ἀναμφιβόλως πάντες πιστευέτωσαν· Ϡτὰ γὰρ παρὰ ἀνθρώποις ἀδύνατα παρὰ τῷ θεῷ
δυνατά ἐστιν.Ϡ ἔτι δὲ καὶ ὁ τῆς ἀντιλήψεως τοῦ Θεοῦ τυχὼν διὰ τῶν καθαρῶν ἐντεύξεων
τοῦ ὁσίου πατρὸς ἡμῶν ἐν τῇ ζωῇ ταύτῃ περίεστι καὶ εἴπερ τινές, τὸ μὴ δῴη ὁ θεός,
ἀπιστίαν τινὰ περὶ τούτου τοῦ θαύματος ἔχωσι, πορευέσθωσαν πρὸς τὸν ἀνασωθέντα ἄνδρα
καὶ ὑπ᾿ αὐτοῦ ἐνωτιζόμενοι τὰ μεγαλεῖα τοῦ θεοῦ, λυέσθω τῆς ἀπιστίας αὐτῶν ὁ σκότος
καὶ σὺν ἡμῖν τὸν Θεόν, τὸν ἐν τοῖς ἁγίοις αὐτοῦ θαυμαστόν, δοξαζέτωσαν.
63. ἡ γυνὴ Στεφάνου, τοῦ ποτε γεγονότος μαγίστρου, ἐκ διαβολικοῦ ζήλου παρὰ τῶν
δουλίδων αὐτῆς φθονηθεῖσα, καὶ ὑπ᾿ αὐτῶν δηλητήριον λαβοῦσα, καὶ ἀγνώστως πιοῦσα
κατὰ παραχώρησιν θεοῦ τὰς φρένας βέβλατο [λεγε· βέβλαπται ορ ἐβέβλαπτο ορ ἐβέβλητο]·
πολλὰ οὖν εἰς τοὺς ἰατροὺς ἀναλώσασα χρήματα καὶ μηδὲν ὠφεληθεῖσα τέλος πρὸς τὸν
ἅγιον ἄπιει [λεγε· ἀπῄει], καὶ ῥίψασα ἑαυτὴν εἰς τοὺς πόδας αὐτοῦ ἐδέετο τυχεῖν
ἐλέους. γνοὺς οὖν [Β] ὁ ἅγιος ἐκ περιεργίας πάσχειν, φησίν· «ὦ γύναι, εἰ βούλει
τῆς ἰάσεως τυχεῖν, σύνθου μηδένα ἀδικεῖν τῶν θανατῶσαί σε βουληθέντων καὶ τάχιον
ἰᾶταί σε ὁ κύριος.» τῆσδε μεθ᾿ ὅρκου τοῦτο καταθεμένης, ἐπευξάμενος αὐτῇ ὁ ἅγιος
καὶ τῷ σημείῳ τοῦ ζωοποιοῦ σταυροῦ τρίτον σφραγίσας, ἐρρωμένας τὰς φρένας ἀποδούς,
ὑγιῆ ταύτην ἀπέλυσε δοξάζουσαν τὸν θεόν.
64. Στέφανος, ὁ εὐλαβέστατος μοναχός, ὅ ποτε γεγονὼς πρωτονοτάριος τοῦ στρατηγοῦ
Ὀλβιανοῦ, ἐπὶ συχνὸν πρὸς τὸν ἅγιον πορευόμενος ταῖς φυτοποιαῖς αὐτοῦ ἐντολαῖς ἐκανονίζετο.
ἐν μιᾷ οὖν ἀπελθόντος αὐτοῦ πρὸς τὸν ἅγιον, αἰνιγματωδῶς, ὡς ἔθος ἦν τῷ ἁγίῳ, πρὸς
αὐτὸν φάναι ὡς ὅτι· «ὁ βασιλεὺς ἕνα ἐκ τῶν δύο ἡμῶν μέλλει καλεῖν πρὸς ἑαυτόν. σκεψώμεθα
οὖν, ἀδελφέ Στέφανε, καὶ εὐτρεπίσωμεν ἑαυτοὺς ὅπως γενώμεθα πρὸς ἀρέσκειαν αὐτοῦ,
καὶ μὴ ὡς ἄχρηστοι τοὐναντίον καὶ ἀμελεῖς δοῦλοι τὴν ἀγανάκτησιν αὐτοῦ καθ᾿ ἡμῶν
προσάξαντες ἐκβληθῶμεν τῆς δόξης αὐτοῦ.» πρὸς τούτοις τε καὶ ἄλλα πλείονα εἰπὼν
καὶ ἀσπασάμενος ἀπέλυσεν. ὅδε ἐξελθὼν ἀπελήλυθε καὶ ἔκτοτε ζήσας ἡμέρας ὀκτὼ πρὸς
κύριον ἐξεδήμησεν. Πολλαὶ δὲ ἰάσεις ἐν τῷ τάφῳ αὐτοῦ μέχρι τῆς σήμερον [Χ] γίνονται
διὰ τῆς χάριτος τοῦ Θεοῦ.
65. Θωμᾶς, ὁ εὐλαβέστατος μοναχός, ἅμα Εὐθυμίῳ, τῷ υἱῷ τοῦ μαγίστρου, τοῦ ποτε γεγονότος
σπαθαρίου, νυνὶ δὲ ἐν τῇ μοναδικῇ τάξει καλῶς διαπρέποντος, ἀνῆλθον πρὸς τὸν ἅγιον
ληψόμενοι τὰς εὐχὰς αὐτοῦ. θεασάμενοι οὖν αὐτὸν καὶ ὑπ᾿ αὐτοῦ εὐλογηθέντες ἐν τῷ
μέλλειν αὐτοὺς ἀπαίρειν φησὶν ὁ θεσπέσιος πατὴρ ἡμῶν πρὸς τὸν εὐλαβέστατον Θωμᾶν·
«θέλησον φροντίδα τῆς σῆς ψυχῆς ποιῆσαι καὶ ἑτοίμασον τὰ πρὸς τὴν ἔξοδον ἔργα σου
ὅτι ἐν τάχει τῶν τῇδε μεταναστεύεις.» καὶ δὴ εὐχῆς γεναμένης καὶ ἀπολυθέντων, ἐμμελεστάτην
φροντίδα κατὰ τὴν προφητείαν τοῦ ἁγίου ὁ εὐλαβέστατος Θωμᾶς ποιήσας, καὶ πάντα τὰ
αὐτοῦ καλῶς διανείμας τοῖς πένησι, ζήσας ἄλλας πεντεκαίδεκα ἡμέρας ἐν εἰρήνῃ ἐκοιμήθη.
66. Ἀντώνιος μοναχός, ὁ ἀμελῶς περὶ τῆς ἑαυτοῦ ψυχῆς διακείμενος, ὁ καὶ πολλάκις
ὑποπεσὼν τῇ αἱρέσει, ὅστις καὶ προεχειρίσθη εἰς προστασίαν τῶν Ἀγαύρων ὑπὸ τῶν ἐκπεμφθέντων
τῷ τότε καιρῷ αἱρεσιαρχῶν ἐξάρχων· οὗτος ἅπαξ καὶ δὶς ἐπιτιμηθεὶς ὑπὸ τοῦ ἁγίου
καὶ πάλιν, καθάπερ κύων ἐπὶ τὸν ἴδιον ἔμετον, ὑποστρέψας αὖθις καθ᾿ ἃ καὶ πρότερον,
τὸν ἅγιον ἐδυσώπει τὴν ἰατρικὴν ἐπιτίμησιν δέξασθαι. ὁ δὲ λίαν συμπαθέστατος
[p. 428Α] πατὴρ ἡμῶν Ἰωαννίκιός φησι πρὸς αὐτόν· «ἐγὼ μέν, ὦ Ἀντώνιε, καὶ ἅπαξ καὶ
δὶς κατὰ τὸ ἐμοὶ θεμιτὸν χεῖρα βοηθείας δέδωκά σοι· αὐτὸς δὲ πάλιν τοῖς αὐτοῖς κακοῖς
ἐμπεσὼν σαυτῷ τὴν ἰδίαν ἀπώλειαν ἐπήγαγες. πλὴν ἔτι θαρρῶν εἰς τοὺς οἰκτιρμοὺς τοῦ
θεοῦ, ταύτην τὴν ἰατρείαν προσάγω σοι· οὐκ οἶνον, οὐκ ἔλαιον ἢ ἄλλο τι φυλάττειν
παρακελευόμενός σοι, ἀλλ᾿ ἐπὶ τεσσαράκοντα ἡμέρας ὑπομονητικῶς φέρειν τὴν μέλλουσαν
ἐπὶ σοὶ συμβήσεσθαι ἐπιτίμησιν, καὶ καθικετεύειν καὶ δοξάζειν τὸν θεόν, καὶ ἐλπίζω
εἰς τὴν ἄφατον φιλανθρωπίαν αὐτοῦ ὅτι ποιήσει τὸ ἔλεος αὐτοῦ μετὰ σοῦ, συγχωρῶν
σοι πάντα τὰ πεπλημμελημένα.» τοῦδε βαλόντος μετάνοιαν καὶ εἰπόντος, «ὡς κελεύεις,
πάτερ, μόνον βοήθει μοι», ἅμα τῷ λόγῳ ἐψύγη τὸ ἓν μέρος τῶν μελῶν αὐτοῦ ἀπ᾿ ἄνω
ἕως κάτω· καὶ νεκρὸς σχεδὸν ὑπὸ τῶν εὑρεθέντων ἀρθεὶς καὶ κατακλιθεὶς ἐν τῇ μονῇ
γενναίως τε τὰ τῆς ἐπιτιμήσεως ὑπενεγκών, καὶ εὐχαριστῶν τῷ κυρίῳ, τῆς τεσσαρακοστῆς
ἡμέρας πληρουμένης, καλῶς ἐν θεῷ κεκοίμηται.
67. ὁ σπαθάριος Δρόσος, ὅ ποτε γεγονὼς ἀντιγραφεὺς τοῦ Ὀψικίου, διατρίβων ἐν τῇ
ἀναγραφῇ ἀνῆλθε πρὸς τὸν ὅσιον εὐλογηθῆναι θέλων. ὁ δὲ [Β] πατὴρ ἡμῶν τοῦτον δεξάμενος,
φησίν· «εὐτρέπισον σεαυτόν, ὦ σπαθάριε, καὶ ἀκριβῶς τοὺς κατὰ σὲ διαφέροντας χάρτας
σύνταξον, ὅτι ὁ βασιλεὺς μέλλει ζήτησιν παρὰ σοῦ ποιῆσαι.» ὅδε πνευματικῶς τὸ λεχθὲν
μὴ νοήσας, ἀλλὰ ψυχικῶς ὑπολαβών φησιν· «ἐγώ, πάτερ, ἕτοιμός εἰμι, καὶ εἰ ταύτην
τὴν ὥραν βουληθείη ζητῆσαί με.» εἶτα πάλιν ὁ πατήρ· «ἡμεῖς τὸ δοκοῦν προσείπομέν
σοι, καὶ ἀθῶοί ἐσμεν· οὐ γὰρ περὶ αἰσθητῶν χαρτῶν ἢ βασιλέως αἰσθητοῦ, ὡς οἴει,
ὦ τέκνον, ἀσφαλιζόμεθά σε, ἀλλὰ περὶ τοῦ βασιλέως τῶν βασιλευόντων τοῦ μέλλοντος
καὶ τὰ κρυπτὰ πάντων καὶ τοὺς διαλογισμοὺς ἐξετάζειν, καὶ ἢ τῇ πράξει τῶν ἀγαθῶν
ἔργων καὶ εὐποιϊῶν καὶ δικαιοσυνῶν δικαιοῦντος, ἢ τῇ ἀπραξίᾳ κατακρίνοντος.» ἐν
τούτοις ἐπευξάμενος ἀπολύει τὸν ἄνδρα. ὅδε κατελθὼν καὶ πρὸς τὰ Μητάτα γενόμενος
νόσῳ περιπεσὼν ἐξέπνευσεν, ἀόριστον ἡμῖν καταλείψας τὴν αὐτοῦ μετάνοιαν.
68. ἐμοῦ τοῦ ταπεινοῦ τοῦ καὶ ταύτην τὴν πραγματείαν ἀμαθῶς
καὶ κατὰ τὸ ἐμοὶ ἐφικτὸν συντάξαντος, καθεζομένου μου ποτε ἐν τῷ ταπεινῷ μου κελλίῳ,
λογισμός μοι ὑπεισῆλθε τοῦ ἀπιέναι πρὸς τὸν ἅγιον καὶ τὰς εὐχὰς αὐτοῦ κομίσασθαι.
καὶ δὴ παραλαβὼν μετ᾿ ἐμοῦ τὸν σὺν ἐμοὶ ἐφησυχάζοντα [Χ] ἀδελφὸν Πλάτωνα, πρὸς τὸν
ὅσιον παρεγενόμεθα· καὶ θεαταὶ ἀξιωθέντες γενέσθαι τῆς ἀγγελικῆς ἐκείνης θέας καὶ
πλείστων ἐπωφελῶν καὶ παραινετικῶν λόγων ἐπαπολαύσαντες· φησὶν ὁ σὺν ἐμοὶ ἀδελφὸς
πρὸς τὸν ἅγιον· «παρακαλῶ σε, ὦ πάτερ, ἵνα διὰ τὸν κύριον παράσχῃς ἡμῖν ἄδειαν μίαν
τοῦ ἐνιαυτοῦ πρὸς τὴν σὴν τιμιότητα ἔρχεσθαι καὶ τῶν σῶν ἁγίων εὐχῶν κατατρυφᾶν
καὶ μετὰ χαρᾶς ἀνθυποστρέφειν.» ἐγὼ δὲ ἑστὼς μετὰ πολλοῦ τρόμου, ὡς μηδὲ τοὺς ὀφθαλμούς
μου ὅλως τολμᾶν ἆραι καὶ προσβλέπειν τῇ θεοειδεῖ ἐκείνῃ θέᾳ, ἢ φωνὴν τὴν οἱανοῦν
ἀφιέναι, ἀλλὰ δεδοικὼς διὰ τὸ πλῆθος τῶν ἐμῶν πλημμελημάτων, καὶ ταλανίζων τὴν ἐμαυτοῦ
συνείδησιν καὶ ἀποκλαιόμενος ἐν τῇ διανοίᾳ μου καὶ λέγων ὅτι ἀκάθαρτος ὢν καὶ ἀκάθαρτα
χείλη καὶ ἔργα ἔχων ἐν μέσῳ λαοῦ καὶ γῆς κυρίου ἐγὼ κατοικῶ καὶ ὅλως τὸν αὐτοῦ θεράποντα
ἰδεῖν καὶ ἀσπάσασθαι κατηξίωμαι· καὶ ἄλλοις πλείστοις ἐμαυτὸν ἀποθρηνῶν κατεδίκαζον.
ἐν τούτοις τοῖς ἀφώνοις ὀδυρμοῖς συνεχομένου μου, ἀνοίξας τό τίμιον στόμα ὁ ὅσιός
φησι πρὸς τὸν σὺν ἐμοὶ ἀδελφόν· «γινώσκειν σε βούλομαι, ὦ μεγαλόψυχε Πλάτων, ὅτι
ἐν τῇ ζωῇ ταύτῃ οὐ μή με ἄλλο θεάσῃ.» ἐμοῦ δὲ ἐπὶ τῷ λόγῳ τούτῳ λίαν καταπλαγέντος,
περισσοτέρως τῷ φόβῳ κατεπόθην μηδαμῶς τὸ
[p. 429Α] σύνολον τολμήσας τι φθέγξασθαι. δοὺς δὲ ἡμῖν ὁ ὅσιος εὐλογίας ἐκ τῶν αὐτῷ
συνήθως διδομένων παξαματίων καὶ πρὸς ἕνα σταυρὸν ἐκ ξύλου ἰδιοχείρως αὐτῷ εἰργασμένον
καὶ κάλλιστα ἐξεσμένον, ἐπευξάμενος ἀπέλυσεν. τοῦ οὖν ἐνιαυτοῦ ἐκείνου διελθόντος
καὶ τοῦ μέλλοντος εἰσιόντος, ἔδοξεν ἡμῖν ἐπισκέψεως χάριν κατελθεῖν πρὸς τὸν ἁγιώτατον
Πέτρον, τὸν νυνὶ μητροπολίτην τοῦ Συλαίου. ὅδε δεξάμενος ἡμᾶς, ἅμα αὐτῷ συνεσθιαθῆναι
[λεγε· συνεστιαθῆναι] προέτρεψεν· ἐσθιόντων δὲ ἡμῶν, φησὶ πρὸς ἡμᾶς ὁ ῥηθεὶς Πέτρος
ὅτι· «εἰ εὐδοκεῖ κύριος, βουλῆς ἔχω τοῦ πορευθῆναι πρὸς τὸν πατέρα ἡμῶν τὸν κύριν
Ἰωαννίκιον, καὶ τὰ δοκοῦντά μοι πάντα αὐτῷ ἀναθέσθαι, καὶ ὑπ᾿ αὐτοῦ εὐλογηθῆναι.»
ἡμῶν δὲ φησάντων ὅτι, «καὶ ἡμεῖς σὺν σοὶ πορευσόμεθα>,> λίαν ὁ ἀνὴρ ἐγεγήθη. ὡς
οὖν ἀναστάντες τῆς τραπέζης περισπωμένως φροντίδα περὶ ἀλόγων ἐποιούμεθα τοῦ εὑρᾶσθαι
διά τε τοῦ μήκους τῆς ὁδοῦ καὶ τὴν ἀσυνήθη πεζοπορείαν, παρακληθεὶς ὡς εἰπεῖν ἐκ
θεοῦ τῇ καρδίᾳ ὁ μητροπολίτης φάναι πρός με· «τί οὕτως θορυβῇ καὶ τυρβάζῃ ἐκ γὰρ
τῶν προσόντων μοι ἀλόγων ληψόμενος, παύου μὲν τῆς μερίμνης· ἅμα δὲ ἐμοὶ ἀνάτρεχε
καὶ μόνης τῆς ἀγαθῆς εὐχῆς [Β] τοῦ ὑψηλοτάτου πατρὸς ἡμῶν ἀντέχου, καὶ εὔχου ὁλικῶς
ἐπιτυχεῖν, ἥτις ἐκ σοῦ εἰς τὸν αἰῶνα οὐκ ἀφαιρεθήσεται.» εἶτα ἐμοῦ τῷ μητροπολίτῃ
εὐχαριστήσαντος καὶ ἐν θαυμασμῷ μένοντος ὅτι καὶ ἄλλων ἀλόγων προσόντων τῷ μητροπολίτῃ
καὶ ἱκετευόντων ἡμῶν δοῦναι καὶ τῷ ἀδελφῷ Πλάτωνι ἀπηνήνατο παρακληθῆναι, τόνδε
δοξασάντων ἡμῶν καὶ τὸν ἄνδρα χαριστηρίοις ἔπεσι καταστεψάντων ἡμῶν, στραφεὶς πρὸς
τὸν ἀδελφὸν ἔρευναν ποιῆσαι αὐτὸν προέτρεπον ἔν τε τοῖς προκειμένοις φίλοις καὶ
μοναστηρίοις. ὡς οὖν τούτου γενομένου τῆς ἐφέσεως ἠμοίρησεν, ἀπορηθεὶς πάντη ὁ ἀδελφὸς
βαθυτάτης λύπης ἐνεπλήσθη. ὡς δ᾿ οὖν στραφεὶς τοῦτον περίλυπον ἐθεασάμην, ᾔσθην
κἀγὼ καὶ δεινῶς ἔπαθον, καὶ γὰρ λίαν ἐν πνεύματι κυρίου ἀγαπητὸς ἦν μοι ἀδελφὸς
καὶ ξυνωρὶς μία παρὰ πάντων ἐβλεπόμεθα καὶ οὐδὲν ἄμεινον ἦν ἐν σώμασι δυσὶ μίαν
ψυχὴν ὁρᾶσθαι, ὡς εἶναι ἐν Πλάτωνι Πέτρον καὶ ἐν Πέτρῳ Πλάτωνα. ὅμως τοῖς προσηγορικοῖς
λόγοις πρύμναν ποιησάμενος καὶ τὴν προφητικὴν ἐκείνην ὑπομνήσας φωνήν, χαρὰν τέως
καὶ νίκην ὑπομονῆς ἐδωρησάμην, καὶ συνταξάμενος αὐτῷ ἅμα τῷ μητροπολίτῃ καὶ τῷ νυνὶ
ἐπισκόπῳ Προύσης Ἰωάννῃ ἐπορεύθην. καὶ ἀνελθόντες πρὸς τὸ ἅγιον καὶ τῆς [Χ] φωτοειδοῦς
ἐκείνης θέας ἀπολαύσαντες ἠξιώθημεν καὶ ὁμοδίαιτοι γενέσθαι, λόγῳ τε καὶ θείῳ νόμῳ
καὶ χάριτος διηγήμασιν ἐμπλησθέντες, εἴπερ τρυφῆς τῆς εὐωχίας ἀνέστημεν. διακεκριμένως
οὖν, ἰδίᾳ καὶ κατὰ βαθμὸν ἕκαστος εἰσιὼν καὶ τοὺς ἑαυτοῦ λογισμοὺς καὶ πράξεις ἀνακαλύπτων
ἢ τοὐναντίον αἰσχυνόμενος, ὑπὸ δὲ τοῦ φωτεινοτάτου ἐκείνου αἰνιγματωδῶς καὶ ποσῶς
διελεγχόμενος καὶ τὰς συνήθεις εὐλογίας κομιζόμενος ἀπέτρεχεν. φθάσαντος οὖν καὶ
τοῦ ἐμοῦ βαθμοῦ εἰσίειν [λεγε· εἰσιέναι] ὅλος δεδιὼς καὶ κατάπληκτος καὶ διαλογιζόμενος
ἐν ἐμαυτῷ ἔλεγον· «ὦ ταπεινέ Πέτρε, πῶς σκότος ὢν τῷ ἡλίῳ προσπελάσεις Πῶς δὲ ψαύσεις
ἢ καὶ ἅψῃ τῶν ἱερῶν ποδῶν ἐκείνων μεμολυσμένα χείλη ἔχων καὶ ὁλοτελῶς χρανθεὶς τοῖς
αἰσχίστοις πάθεσι πῶς δὲ θεάσῃ τὰ ἱερὰ ἐκεῖνα ὄμματα, ὁ τὰ ὄμματα πρὸς πᾶσαν κακίαν
τείνας, καὶ πρὸς ὁδοὺς οὐκ εὐθείας οὔτε μὴν ὀρθῶς προσβλέψας, ἀλλὰ πρὸς διεστραμμένας
ἀνοδίας ταῦτα ἀπευθύνας ποίαν δὲ καὶ ὅλως ἀπολογίαν προσοίσεις, ἀναπολόγητος ὅλος
τῇ τῶν παθῶν νίκῃ γεγονώς» εἶτα δυνάμεώς τινος ἐνισχυσάσης με, προσῆλθον τῷ ἁγίῳ
καὶ ῥίψας ἐμαυτὸν πρὸς γῆν καὶ τῶν ἁγίων αὐτοῦ ποδῶν ἁψάμενος καταχριστικῶς τοῖς
δάκρυσι ἔλουσα. ὅδε τῆς κορυφῆς ἁψάμενος καὶ σφραγίσας, ἀνίστησι καὶ τὸν
[p. 430Α] ἐν κυρίῳ ἀσπασμὸν εἰρηνικώτατα δίδωσι. καὶ λαβὼν ἐκ τῶν εὐλογιῶν δώδεκα
τὸν ἀριθμόν, δίδωσί μοι καὶ λέγει· «δέξαι ταῦτα καὶ δὸς τῷ ἀδελφῷ Πλάτωνι· καὶ εἰπὲ
αὐτῷ, Ϡμὴ λυποῦ· ὁ γὰρ (λ.5) θεὸς τὴν προαίρεσίν σου ἀπεδέξατο.Ϡ» εἶτα λαβὼν ἑτέρας
εὐλογίας δώδεκα δίδωσί μοι καὶ λέγει· «δέξαι ταῦτα εἰς περιποίησιν τῆς σῆς ψυχῆς.»
ἐμοῦ δὲ διαλογιζομένου, «εἴθε ὁ Θεὸς ἐπληροφόρει αὐτὸν δοῦναι καὶ τῇ ἐμῇ μητρί»,
αὖθις προσβλέψας καὶ πρὸς τὴν τῶν εὐλογιῶν θέσιν τετανικῶς [λεγε· τετανυκώς] τὴν
χεῖρα μεστὴν ταύτην ἀνείλκυσεν. ἄμφω οὖν μου τὼ χεῖρε ἁπλεῖν προτρεψάμενος τριάκοντα
ἓξ τὸν ἀριθμὸν δίδωσί μοι καὶ λέγει· «δέξαι ταῦτα καὶ δὸς ἀνὰ ἓξ τῇ τε σῇ μητρὶ
καὶ ταῖς σαῖς πέντε ἀδελφαῖς.» ἐμοῦ δὲ λίαν ἀπορηθέντος ἐπὶ τῇ τοσαύτῃ θαυμαστῇ
ἀναρρήσει, λαβών μου πάλιν τῆς κορυφῆς ἐπευξάμενος καὶ σφραγίσας ἀπέλυσε. καὶ οὕτως
ἐν εἰρήνῃ ἅπαντες ὑπεστρέψαμεν, δοξάζοντες τὸν Θεόν.
69. [Χ] δίκαιον μὲν οὖν ἐστι πάντας θαυμάζειν τὰ ὑπὸ τοῦ ἁγίου γεγονότα τε καὶ πραχθέντα
φωτοποιὰ καὶ ὑψηλὰ τεράστια, μάλιστα δὲ τὰς ἐν τῷ βαθυμάτῳ καὶ τιμίῳ αὐτοῦ γήρᾳ
θεοπρεπεῖς τε καὶ προφητικὰς ἀναφωνήσεις ἃς μέλλειν καὶ ἔσεσθαι
[p. 431Α] ἐκήρυξεν εἰς τὸν μακαριώτατον καὶ ἀκρότατον ἐν πατριάρχαις καὶ ἐν μάρτυσι
Μεθόδιον. τῆς γὰρ αἱρέσεως ἔτι κυμαινομένης, ἐγένετο τὸν πολλάκις μνημονευθέντα
εὐλαβέστατον Εὐστράτιον πρὸς τὸν ὅσιον ἀνελθεῖν, αὖθις ἀκοῦσαι παρὰ τοῦ ἁγίου ἐκείνου
στόματος τὴν μέλλουσαν ἔσεσθαι ἀνάστασιν τῆς ὀρθοδοξίας, καὶ παντελῆ κατάπτωσιν
τῆς κακοδοξίας. περιχαρὴς οὖν ἐπὶ τῇ τοιαύτῃ ἐνηχήσει ὁ ἀνὴρ γεγονώς, καί, ὡς ἔθος
ἦν αὐτῷ, μάλα θαρρήσας, φησὶ πρὸς τὸν ὅσιον· «εἴθε εἴην δυνατόν, ὦ τίμιε πάτερ,
κατὰ τὴν ἐν σοὶ δοθεῖσαν τοῦ παναγίου πνεύματος χάριν ἕλξαι ἡμῖν καὶ τὸν τοὺς ἐκκλησιαστικοὺς
οἴακας ὀρθοδόξως καὶ καλῶς κρατεῖν καὶ πηδαλιουχεῖν μέλλοντα, ὅτι πάνυ ἡ δόξα ἐν
τοῖς ἀνθρώποις μεμερισμένη ἐστί, καὶ ἄλλος ἄλλον ἀνακηρύττειν καὶ ἀναβιβάζειν ἐπείγεται.
οἱ μὲν γὰρ τοὺς ἀμφὶ Ἀθανάσιον καὶ Ναυκράτιον καὶ Ἰωάννην τὸν λεγόμενον Κακοσάμβαν
[λεγε· Κατασάμβαν] δοξάζειν ἀγωνίζονται, οἱ δὲ τὸν ἐν λόγοις ἐξοχώτατον καὶ φιλοσοφώτατον
Μεθόδιον, καὶ ἄλλοι ἑτέρους.» καί φησιν ὁ πατὴρ ἡμῶν· «ματαιοπονοῦσιν, ὦ Εὐστράτιε,
οἱ δοκοῦντες συνιστᾶν τοὺς ῥηθέντας Στουδίτας καὶ τὸν σὺν αὐτοῖς Ἰωάννην· εἰ δέ
γε τὸν πτωχὸν [Β] τῷ πνεύματι καὶ πραότατον ὑπάρχοντα, κατὰ τὸν θεῖον Δαυὶδ, Μεθόδιον
ψηφιζόμενοι, οὐκ ἄλλοθι ἢ ἐκ πνεύματος ἁγίου τοῦτο ἀναβοῶσι.» τούτων ἀκούσας, ὁ
εὐλαβέστατος Εὐστράτιος τὸν θεὸν δοξάσας, καὶ εὐχὴν αἰτησάμενος καὶ λαβὼν, ἐπορεύθη.
χάριτι δὲ θεοῦ τῆς αἱρέσεως λοφησάσης [λεγε· λωφησάσης], καὶ ψήφῳ θεοῦ καὶ ἀγγέλων
καὶ ἀνθρώπων ἐπὶ τὸν ἀρχιερατικὸν θρόνον ἀνυψωθείς, κατὰ τὴν τοῦ πατρὸς ἡμῶν ἔνθεον
ἀνάρρησιν, ὁ παναγιώτατος Μεθόδιος τὸ ἀρχαῖον κάλλος τῆς τοῦ Χριστοῦ οἰκονομίας
καὶ τὴν εὐπρεπῆ ὡραιότητα ταῖς τοῦ θεοῦ ἐκκλησίαις ἀπέδωκε. καὶ γέγονεν εἰρήνη βαθεῖα
ἐν ὅλῃ τῇ οἰκουμένῃ διὰ τῆς χάριτος τοῦ Χριστοῦ καὶ τῆς ἐπιμελείας τοῦ μεγάλου πατριάρχου
Μεθοδίου καὶ τῶν τιμίων εὐχῶν τοῦ σημειοφόρου πατρὸς ἡμῶν Ἰωαννικίου. ὁ οὖν μισόκαλος
καὶ πονηρὸς δαίμων μὴ φέρων ὁρᾶν τὴν δοθεῖσαν ταῖς ἐκκλησίαις τοῦ θεοῦ εἰρηνικὴν
κατάστασιν, εἰσελθὼν εἴς τινας φιλοδόξους καὶ γηραιοὺς τῷ εἴδει καὶ
ληρωδοῦντας τῷ φρονήματι τοὺς δηλωθέντας φθονεροὺς Στουδίτας, καὶ τὸν σὺν αὐτοῖς
Κακοσάμβαν, οὓς καὶ πάντες ἐπίστασθε σκεύη εἰς ἀπώλειαν κατηρτισμένα, τούτους εὑρηκὼς
καὶ πρὸς φληναφίαν τὰς ἀδίκους καὶ βεβήλους γλώσσας αὐτῶν μεταρυθμίσας καὶ [Χ] πλεῖστον
μέρος δι᾿ αὐτῶν ἐπισπασάμενος, ταραχὰς δι᾿ αὐτῶν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ἐπεγείρει.
ἴστε δὲ πάντες τὸ ἀναιδὲς πρόσωπον τῶν ἀνδρῶν, καὶ τὰ ὑπ᾿ αὐτῶν κατατιθέντα κατὰ
τοῦ μεγάλου ἐκείνου φωστῆρος καὶ μάρτυρος Μεθοδίου, μηδὲν ἀπεοικότα τῷ μεγάλῳ ἐκείνῳ
καὶ θαυμαστῷ Ἀθανασίῳ τὰ παρὰ τῶν σχισματικῶν καὶ Ἀρειανῶν συμβεβηκότα αὐτῷ. ἐν
τούτοις πενθηκῶς [λεγε· πενθικῶς] διακειμένης τῆς τοῦ θεοῦ ἐκκλησίας ὡς τὸν ἑαυτῆς
διδάσκαλον ὁρᾶν μὴ φερούσης ἀδίκως ταῖς ὕβρεσι βαλλόμενον, καὶ κλόνου οὐ μικροῦ
καθεστηκότος τῆς φήμης τε τῶν ἀνιαρῶς συμβάντων τῇ ἐκκλησίᾳ καὶ πρὸς τὸν ἁγιώτατον
πατέρα ἡμῶν Ἰωαννίκιον ἐπαναδραμούσης, ἐμπνευσθεὶς ὑπὸ τοῦ ἁγίου πνεύματος τῷ συνήθει
φίλῳ Εὐστρατίῳ πρὸς αὐτὸν ἐλθεῖν δεδηλώκει, καὶ χαράξας ἐπιστολὴν παραμυθίας γέμουσαν
πρὸς τὸν τῆς ἐκκλησίας ποιμένα καὶ διδάσκαλον ἐν πολλῷ τῷ τάχει τὴν παραμυθητικὴν
συλλαβὴν παρ᾿ ἑνὸς τῶν δοκιμωτάτων ὑποτακτικῶν τῶν συνόντων τῷ ἀγαπητῷ Εὐστρατίῳ
ἀποσταλῆναι ἐπέτρεψε. μηδαμῶς αὐτὸν ἀθυμεῖν ἐν ταῖς θλίψεσι παρεκελεύετο, ὡς εἰδότα
τὰ αὐτὰ τῷ Χριστῷ πάσχειν καὶ τοῖς ἁγίοις αὐτοῦ, παρὰ τῶν ὁμοίων τῆς ἐκκλησίας ἀποστατῶν.
ἐν ταὐτῷ προτρεπόμενος καὶ πρὸς αὐτὸν ἀφικέσθαι, τὴν ἀνάλυσιν αὐτοῦ ποσῶς αἰνιξάμενος.
[p. 432Α]
70. ὁ δὲ θειότατος Μεθόδιος περιχαρὴς ἐπὶ τῇ προτροπῇ γεγονώς, μηδὲν μελλήσας, τὸ
μὲν γράμμα τοῖς βασιλεῦσιν ὑπέδειξε, τοὺς δέ γε βεβήλους ἐκείνους τοὺς κατὰ τῆς
Σωσάννης γέροντας, συκοφάντας, ἀπελεγχθέντας ἐνδίκῳ καὶ κανονικῇ ἐξορίᾳ τε καὶ ἀναθεματισμῷ
παραδέδωκεν, εἶθ᾿ οὕτως πρὸς τὸν ὅσιον τάχιστα ἀνέδραμεν. ὡς οὖν ἀλλήλοις τὸν ἐν
κυρίῳ ἀσπασμὸν ὅ τε μέγας πατριάρχης καὶ ὁ θεοφόρος Ἰωαννίκιος ἀποδεδώκασι, φησὶν
ὁ πολιστὴς τῆς ἐρήμου Ἰωαννίκιος πρὸς τὸν ἐν ἁγίοις πατριάρχην· «ἐγὼ μέν, δέσποτα,
οὐδέποτε τετόλμηκά σοι δηλοποιῆσαι πρὸς τὴν ἐμὴν ἐλθεῖν ἀναξιότητα· σὸν δὲ ἦν τὸ
κατόρθωμα, ἡνίκα ἐκέκλησο παρὰ τοῦ κινοῦντός σε παναγίου πνεύματος τὴν ἡμετέραν
ἀναξιότητα ἐπισκέπτεσθαι, καὶ λόγοις προτροπῆς τοῖς εἰς ἀρετὴν νουθετεῖν ἡμᾶς. νῦν
δέ, μεγάλης ἀνάγκης βιασάσης με, θεόθεν κινηθεὶς αὐτὸς ἐγὼ ὡρμήθην ἐπιστεῖλαι τῷ
ἁγίῳ μου δεσπότῃ πρὸς τὴν ἐμὴν κοπωθῆναι ἀγροικότητα πρὸς τὸ κομίσασθαί σου τὰς
εὐχὰς καὶ πορευθῆναι ἐν εἰρήνῃ· τοῦτο γάρ μοι ἀπεκαλύφθη φανερῶς. ἐπεὶ δὲ τῶν συκοφαντούντων
τὴν ἱερὰν ὑμῶν ἁγιότητα πλεῖστα ζιζάνια ἀναφύει [λεγε· ἀνεφύη] ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ
ἐκκλησίᾳ καί [Β] τινες συνηγορίαν τῶν ἑαυτῶν βλασφημιῶν τὴν ἡμετέραν οὐκ ἐνάρκησαν
ἀναφέρειν μετριότητα, ἰδοὺ παρρησίᾳ λαλῆσαι βούλομαι τὰ ἐμοὶ παρὰ τοῦ Θεοῦ περὶ
τῆς σῆς ἀποκαλυφθέντα ἁγιότητος.» κελεύσας οὖν παραγενέσθαι πάντα τὸν λαόν, τὸν
μετὰ τοῦ σεβασμίου πατριάρχου ἀνεληλυθότα, ὡς ἑβδομήκοντα ἀνδρῶν ὑπαρχόντων, ἐπισκόπων
τε καὶ κληρικῶν καὶ μοναζόντων, τάδε πρὸς αὐτοὺς ὁ μέγας ἄνθρωπος τοῦ θεοῦ Ἰωαννίκιος
ἀγγελικῷ τῷ στόματι ἐδημηγόρησεν· «ἀκούσατε πάντες οἱ ἐν ταύτῃ περιεστῶτες τῇ ἐρήμῳ,
καὶ τοῖς ἐν πόλεσι καὶ κώμαις κηρύξατε. πάλαι μὲν ὁ μέγας Ἀντώνιος τοῖς ἑαυτοῦ μαθηταῖς
παρεκελεύετο μηδεμίαν κοινωνίαν ἔχειν μετὰ Ἀρειανῶν, μήτε μετὰ Μελετιανῶν τῶν σχισματικῶν,
μήτε πρὸς τὸ χριστομάχον αὐτῶν ἐργαστήριον. καὶ νῦν ἰδοὺ κἀγὼ ὁ ἀνάξιος καὶ εὐτελὴς
καὶ ἰδιώτης, ὁμοίως ὑπὸ τοῦ θεοῦ κινούμενος λέγω ὑμῖν· ἀποσχίσθητε πάντες ἀπὸ τῶν
δυσσεβῶν αἱρετικῶν, καὶ τῶν μυσαρωτάτων Στουδιτῶν, τοῦ τε σὺν αὐτοῖς Κακοσάμβα καὶ
τῆς Νικομηδείας ἐπισκοπῆς ἐκπεπτωκότος τοῦ Μονομάχου ἤτοι θεομάχου, καὶ τοῦ ἀλογωτάτου
εὐνούχου τῆς Κυζικηνῶν ἐκκλησίας. οἵτινες πολλαῖς φλυαρίαις κατελάλησαν τοῦ θεοῦ,
καὶ τοῦ πατρὸς ἡμῶν τοῦ [Χ] προεστῶτος πατριάρχου, μὴ δεδοικότες μηδὲ φρίξαντες
τὸν τοῦ θεοῦ φόβον· γινώσκετε γὰρ ὅτι ἕνεκε τούτου ἐνήνοχα ὑμᾶς ὥστε τοὺς λόγους
μου ἐκκενῶσαι ὑμῖν. ἰδοὺ γὰρ μέλλουσί τινες ἐπιστολιδίοις ἀπατηλοῖς καὶ ῥήμασί τισι
πειρᾶσθαί τινας ἀποπλανᾶν ὡς δι᾿ ἡμῶν, καθ᾿ ἅ φησι ὁ μέγας ἀπόστολος. ἐγὼ δὲ νῦν
στόματι λαλῶ ὑμῖν· ἀποσχίσθητε ἀπ᾿ αὐτῶν τῶν κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ τοιαῦτα
τετολμηκότων, καὶ τὸν χιτῶνα τὸν τοῦ θεοῦ λόγου μὴ δεδοικότων διαρρῆξαι, καὶ εἰς
πολλὰ τμήματα ταύτην διαρρηξάντων. οἱ καὶ ἐπὶ τῶν προοδευκότων πατέρων καὶ ἁγίων
πατριαρχῶν ταῦτα ποιῆσαι μὴ φρίξαντες, ἔκτοτε τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ αὐτοὶ δι᾿ ἑαυτῶν
γεγόνασι σκάνδαλα, καὶ υἱοὶ τοῦ πονηροῦ καὶ ζιζάνια. εἴ τις τοίνυν τὸν μέγαν Μεθόδιον
οὐ δέχεται πατριάρχην, ὡς τὸν μέγαν Βασίλειον, καὶ τὸν θεολόγον Γρηγόριον, καὶ τὸν
θεῖον Χρυσόστομον, ἀνάθεμα ἔστω· καὶ εἴ τις τῆς κοινωνίας αὐτοῦ ἀπορρήγνυται, ἀπορραγήσεται
τῆς τοῦ Θεοῦ δόξης ἐν ἡμέρᾳ κρίσεως, καὶ ὁ τέμνων τὴν καθολικὴν ἐκκλησίαν καὶ ἀποστολικὴν
διχοτομηθήσεται κατὰ τὸ εὐαγγέλιον, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων τεθείη.»
ταῦτα καὶ πλείονα τούτοις ἐπειπὼν καὶ μετὰ παντὸς τοῦ ἐκεῖσε ἱερωτάτου συναθροίσματος
τόν τε ἅγιον ἀνακηρύξας, [Φ] τούς τε βεβήλους ἐκείνους καὶ φθορέας πλείστοις ἀναθέμασιν
ὑποβαλών, τὰ ἐξιτήρια τῷ ἁγίῳ προσωμίλησε.
[p. 433Α]
71. πλείοσι γοῦν πνευματικοῖς λόγοις φιλοφρονηθέντες καὶ συνταξάμενοι ἀλλήλοι<ς>
ἐν πνεύματι ἁγίῳ, διέστησαν. καὶ ὁ μὲν θεολογικώτατος ἐκεῖνος πατριάρχης μεμυσταγωγημένος
κάτεισιν ἀπὸ τοῦ ὄρους πλάκας νοεράς, ὡς ἐκ Μωσέως ἄλλου θεόθεν γεγραμμένας, τὰς
τοῦ ἁγίου ὁμιλίας, περιφέρων. ὁ δέ γε θειότατος οὗτος καὶ τῆς ἐρήμου φωστὴρ Ἰωαννίκιος
τρεῖς ἡμέρας ἐπιβιώσας, ἐξάρας σεμνοπρεπῶς ὁσίους πόδας, κατὰ τὸν μακάριον Ἰακώβ,
πρὸς κύριον ἐξεδήμησεν, ἀγωνισάμενος καλῶς, ποιήσας ἐν τῇ ἐρήμῳ ἔτη πεντηκόντα δύο,
ζήσας τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ ἔτη πδ´. τελειωθεὶς δὲ ἐπὶ τῶν ὀρθοδόξων
βασιλέων ἡμῶν, Μιχαὴλ μὲν τοῦ νέου καὶ πραοτάτου καὶ τροφίμου τῆς ὀρθοδοξίας, Θεοδώρας
δὲ τῆς φερωνύμου, καὶ θεῖον δῶρον ὁρθοδοξίας ἀληθῶς παρὰ θεοῦ τῷ κόσμῳ δωρηθείσης
καὶ παντελῆ εἰρήνην τῇ ἐκκλησίᾳ σὺν τοῖς θεοφυλάκτοις καὶ στεφηφόροις αὐτῶν κλάδοις
βραβευσάσης, μηνὶ νοεμβρίῳ τρίτῃ ἰνδικτιῶνος δεκάτης. ταῦτα τοῦ θεσπεσίου πατρὸς
ἡμῶν τὰ κατορθώματα, ταῦτα τοῦ μακαριωτάτουα ἀνδραγαθήματα, ταῦτα τοῦ σεβασμίου
τὰ ἀριστεύματα, ταῦτα τοῦ ἀγωνιστοῦ τὰ νικητήρια, ταῦτα [Β] τοῦ γενναίου στρατιώτου
τὰ ἆθλα. ὡς δὲ διεφημίσθη πανταχοῦ ἡ ἁγία αὐτοῦ κοίμησις, συνήχθη πλῆθος πολὺ ἔκ
τε τῶν πέριξ μοναστηρίων καὶ χώρων, καὶ πάντες ὡς προστάτην πρὸς τὸν ἄνω βασιλέα
προπομπεύοντες, μετὰ ψαλμῶν καὶ ὕμνων καὶ ᾠδῶν πνευματικῶν κηδεύσαντες αὐτόν, ἐν
γλωσσοκόμῳ κατέθεντο τὸ τίμιον λείψανον αὐτοῦ, καὶ ἀπέθεντο πρὸς τὴν μονὴν τὴν καλουμένην
Ἀντίδιον, ἐν ᾗ καὶ χάριτι Χριστοῦ ἰάσεις πολλαὶ καὶ σημεῖα ἐπιτελοῦνται μέχρι τῆς
σήμερον. πάντες γὰρ ὅσοι πρὸς τὴν ἁγίαν ἐκείνην σορὸν ἀφίκονται ἀσθενεῖς ἢ δαιμονιῶντες
ἢ παρειμένοι ἢ καὶ οἱῳδήποτε κατεχόμενοι νοσήματι, ὑγιεῖς οἴκαδε ἀναστρέφουσιν.
[p. 434Α]
72. αὕτη ἡ πολιτεία τοῦ οὐρανοπολίτου καὶ θεσπεσίου πατρὸς ἡμῶν Ἰωαννικίου. οὗτος
ἠγάπησε τὸν θεὸν ἀπλήστως καὶ ἠγαπήθη ὑπ᾿ αὐτοῦ ἀξίως· ἔδοξασε καὶ ἐδοξάσθη· Ϡτοὺς
γὰρ δοξάζοντάς μεϠ φησί Ϡδοξάσω.Ϡ
Ἰωαννίκιος οὗτος --- ὁ τῆς τριάδος ὑπέρμαχος, ὁ τῆς ἐκκλησίας ὑπερασπιστής, ὁ τῶν
ὀρθοδόξων σύμμαχος, ὁ τῶν ἀποσχιστῶν καὶ κακοδόξων φιμωτὴς καὶ ἀντίπαλος, ὁ τοῦ
πιστοῦ λαοῦ προστάτης, ὁ τῆς σοφίας οἶκος, ὁ οὐρανοδρόμος ἁρματηλάτης, ὁ ἀεροπόρος
δρομεύς, ὁ ἀκοίμητος φωστὴρ τῆς οἰκουμένης, ὁ λαμπρὸς ἑωσφόρος, ὁ τῶν πλανωμένων
ὁδηγός, τὸ τῆς ἐκλογῆς σκεῦος, τὸ ἡγιασμένον σκῆνος, τὸ ἱερώτατον κειμήλιον, τὸ
τοῦ πνεύματος ἐνδιαίτημα, τὸ τῆς τριάδος οἰκητήριον, τὸ τῶν ἀρετῶν καταγώγιον, τὸ
τῶν ἐντολῶν ἐργαστήριον, τὸ ἐγκαλλώπισμα τῆς οἰκουμένης, τὸ ἀγλάϊσμα τῶν μοναζόντων,
τὸ τῆς ἀνδρίας ὑπόδειγμα, τὸ τῆς ἁγνείας κατόρθωμα, τὸ ἡμέτερον
[Β] καύχημα, τὸ τῆς πίστεως ἔρεισμα, τὸ τῆς ἐκκλησίας ἑδραίωμα, τὸ τῆς ἐρήμου κάλλιστον
θρέμμα.
Ἰωαννίκιος --- ὁ χριστομίμητος διδάσκαλος, ὁ πρᾶος καὶ εἰρηνικώτατος, ὁ θεοφόρος
ἄνθρωπος, ὁ τῶν ἀσκητῶν ὑπογραμμός, ὁ πεφωτισμένος νοῦς, ὁ πεπυρσευμένος λύχνος,
ὁ ἀνύστακτος ὀφθαλμός, ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ὁ τῶν μετανοούντων ὁδηγός, ὁ
τῶν ἐπιστρεφόντων διορθωτής, ὁ τῶν δαιμόνων φυγαδευτής, ὁ τῶν παθῶν ὀλοθρευτής,
ὁ ποιμὴν ὁ καλός, ὁ τῶν θηρίων ἀγρευτής, ὁ ἄγρυπνος φύλαξ, ὁ τῆς ὑπομονῆς θεμέλιος,
ὁ εὔκαρπος φοῖνιξ, ὁ τῶν ἀπορρήτων θεωρός, ὁ ὑπερόπτης τῶν κάτω, ὁ αἰθεροδρόμος
ἱππεύς, ὁ ὑψιπέτης ἀετός, ὁ τῶν ἀγγέλων συνόμιλος, ὁ τῶν ἀποστόλων συμμέτοχος, ὁ
τῶν ἀθλοφόρων σύσκηνος, ὁ τῆς βασιλείας οἰκήτωρ, ὁ κληρονόμος θεοῦ, ὁ συγκληρονόμος
Χριστοῦ, ὁ τῇ τριάδι παριστάμενος καὶ σὺν ἀγγέλοις ἀκαταπαύστως ὑπὲρ κόσμου ἐξιλεούμενος.
ἀλλ᾿ ὦ θεία καὶ ἱερὰ κεφαλή, τὴν πάντων κεφαλὴν Χριστὸν ἔχουσα, φωστὴρ φαεινότατε
καὶ φιλόθεε καὶ τρισόλβιε, σὺ καλῶς ἐπολιτεύσω, καὶ τὴν ἀρετὴν ἐπιμελῶς ἤσκησας,
καὶ Χριστῷ ἄριστος στρατιώτης ἀνεδείχθης, καταλιπὼν τὴν στρατείαν τὴν πρόσκαιρον.
σὺ τὸ εὐγενὲς τῆς ψυχῆς τῇ νεκρώσει τοῦ [Χ] σώματος ἄσπιλον διεφυλάξω· καὶ τῇ μελέτῃ
τῶν θείων λόγων ἀδούλωτον διετήρησας τὸ ταύτης ἀξίωμα καὶ τῇ τοῦ νοὸς καθαρότητι
ὅλος θεοειδὴς ἐχρημάτισας· καὶ κατέλαβες κατὰ τὸ ἐφικτὸν ἀνθρώποις τὸν πάσης ἐπέκεινα
καταλήψεως. σὺ ἐπ᾿ ὤμων τὸ<ν> σταυρόν σου ἦρας καὶ τῷ Χριστῷ ἀμεταστρόφως ἠκολούθησας,
καὶ εὗρες θησαυρὸν ἄσυλον τετηρημένον ἐν οὐρανοῖς. σὺ πάντα τὰ τῇδε ἀπεμπολήσας,
τὸν πολυτίμητον μαργαρίτην, τὴν βασιλείαν λέγω τῶν οὐρανῶν, ἠγόρασας. σὺ οὐκ ἐν
ψάμμῳ τῆς ἀμελοῦς ῥαθυμίας καὶ χαυνότητος τὴν οἰκίαν ἔκτισας, ἀλλ᾿ ἐπὶ στερεὰν πέτραν
τῆς εἰς Χριστὸν πίστεως ταύτην ἐθεμελίωσας, ὅθεν καὶ τῷν προσρήξεων τῶν ἀνέμων,
ἤτοι πνευμάτων τῆς πονηρίας, ἔτι καὶ τῶν ποταμῶν τῆς κακοδοξίας ἀκράδαντος ἔμεινεν.
σὺ τὸ βάρος τῆς ἡμέρας ὅλης δι᾿ ὅλου τοῦ βίου ἐβάστασας καὶ τὸν καύσωνα, τὸν δὲ
μισθὸν παρὰ τοῦ τῆς φύσεως δημιουργοῦ καὶ φυτουργοῦ ἀπείληφας. σὺ τὸ δοθέν σοι τάλαντον
παρὰ τοῦ θεοῦ τῶν χαρισμάτων τῇ ἀφθόνῳ μεταδόσει ἐπολυπλασίασας· καὶ ἤκουσας τῆς
μακαρίας ἐκείνης φωνῆς· Ϡεὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου
σου.Ϡ σὺ τὴν λαμπάδα τῆς ψυχῆς σου ἄσβεστον τῷ τῆς εὐποιΐας ἐλαίῳ διετήρησας, καὶ
νῦν ἑτοίμως εἰσῆλθες σὺν Χριστῷ
[p. 435Α] εἰς τὸν οὐράνιον νυμφῶνα. σὺ τὴν στενὴν καὶ τραχείαν ὁδὸν διώδευσας καὶ
νῦν ἀπολαύεις τῆς ἄνω ζωῆς. σὺ ἐργάτης τῶν ἐντολῶν κυρίου γεγονώς, τὸ ἀρχέτυπον
κάλλος τῆς εἰκόνος ἐφύλαξας. σὺ ἐν μελέτῃ θανάτου πάντα τὸν βίον διήλλαξας καὶ τὰ
τῆς σαρκὸς πάθη πόνοις εὐσεβείας ἀπενέκρωσας καὶ ὅλον τῆς σαρκὸς τὸ φρόνημα καθυπέταξας
τῷ πνεύματι.
σὺ πρὸς τὴν ἀκρόπολιν τῆς ἀπαθείας ἔφθασας καὶ ταῖς ὑψικόμοις ἀρεταῖς, ἀγάπης λέγω
καὶ πίστεως καὶ ἐλπίδος καὶ συμπαθείας ἁρματηλάτης, ὡς Ἠλίας ἁρπαγεὶς πρὸς ὕψος
τῶν ἀππορρήτων νοημάτων καὶ ἐξέστης ὅλος θεῷ· καὶ συνεκράθης αὐτῷ διὰ θεοειδοῦς
ἁγνείας καὶ καθαρᾶς ἐλλάμψεως καὶ (ἵνα συνελὼν εἴπω) σὺ πάντων τῶν ἀπ᾿ αἰῶνος ἁγίων
ἐμιμήσω τὰς ἀρετάς· τοῦ Ἄβελ τὴν ἄμωμον προσφορὰν δι᾿ ἀμέμπτων προσευχῶν προσήγαγες·
τοῦ Ἐνὼς τὴν πρὸς τὰ μὴ βλεπόμενα ἐλπίδα· τοῦ Ἐνὼχ τὴν πρὸς θεὸν εὐαρέστησιν δι᾿
ἧς μετετέθη καὶ ἡ σὴ ψυχὴ πρὸς τὰ οὐράνια, τὸ δὲ σῶμα πρόκειται πηγὴ θαυμάτων ἐναργῶς
τῶν καμνόντων εἰς ἴασιν· τοῦ Νῶε τὴν δικαιοσύνην, ὡς ἐκεῖνος ἐναντίον τοῦ θεοῦ·
καὶ τοῦ Ἀβραὰμ τὴν φιλοξενίαν δι᾿ ἧς ἐκεῖνος μὲν τὴν τριάδα ἐξένισεν, σὺ δὲ διὰ
[Β] ταύτης αὐτὴν ἐθεράπευσας· τοῦ Ἰακὼβ τὸ ἄπλαστον δι᾿ ἧς ηὐλόγησαι καὶ ἠγάπησαι
ὑπὸ τοῦ θεοῦ, ὡς ἐκεῖνος ὑπὸ τοῦ πατρὸς Ἰσαάκ· διὸ οὐκ ἐν αἰσθητοῖς ἐπισήμοις, ἐν
ἀσήμοις δὲ μᾶλλον τοῦ πνεύματος χαρίσμασι, πολλὰ τέκνα ἐν τῇ ἐρήμῳ εὐπόρησας· τοῦ
Ἰωσὴφ τὴν σωφροσύνην δι᾿ ἧς καὶ αὐτὸς τῆς μαινάδος Αἰγυπτίας, ἤτοι σαρκός, τῶν ὑλικῶν
ἁπάντων γυμνωθεὶς τὴν ἐσθῆτα ἐξέφυγες τὴν ἀναίδειαν· τοῦ Μωσέως τὸ πρᾶον δι᾿ οὗ
καὶ αὐτὸς εἰς τὸν γνόφον τῶν ἀρετῶν εἰσδύσας, ὄντως πνευματικὰς θεογράφους πλάκας
ἐδέξω ἐν αἷς τὸν πνευματικὸν νόμον ἡμῖν ἐνομοθέτησας· τοῦ Σαμουὴλ τὴν πρὸς θεὸν
ἀφιέρωσιν καὶ τὸ λέγειν καὶ προβλέπειν, ὡς ἐκεῖνος, τὰ μέλλοντα· τοῦ Δαυῒδ τὴν ἀκακίαν
δι᾿ ἧς ἐμύνω καὶ αὐτὸς δι᾿ εὐλογίας τοὺς διώκοντας· τοῦ Ἠλίου τὸν ζῆλον δι᾿ οὗ αἱρετίζοντα
βασιλέα καὶ βέβηλον ἱερέα, ὡς ἐκεῖνος, τοὺς τῆς αἰσχύνης προφήτας προειπὼν κατῄσχυνας·
τοῦ Ἰωάννου τὸ ἐρημικὸν καὶ τὴν ἐγκράτειαν δι᾿ ὧν τὰς αἰσθήσεις ἐκάθηρας καὶ καθαρῶς
τῷ καθαρῷ προσωμίλησας· μετὰ προφητῶν ἐπαρρησιάσω, μετὰ ἀποστόλων ἐκήρυξας, μετὰ
μαρτύρων ὡμολόγησας, μετὰ Χριστοῦ ἐνίκησας. διὸ καὶ τῆς μεγάλης ἤκουσας φωνῆς· Ϡδεῦτε
οἱ εὐλογήμενοι τοῦ πατρός [Χ] μου, κληρονομήσατε ἡτοιμασμένην ὑμῖν βασιλείαν.Ϡ
διὸ δυσωποῦμέν σε, πάτερ ἅγιε καὶ ὁδηγὲ τῆς σωτηρίας ἡμῶν, ὡς οὐκ ἐπελήσθης παρ᾿
ἡμῶν, εἰ καὶ μετέστης ἀφ᾿ ἡμῶν καὶ τὸν βίον παρώδευσας τῷ νόμῳ τῆς φύσεως, ἀλλὰ
τὸ μνημόσυνόν σου σὺν ἡμῖν εἰς τὸν αἰῶνα μένει, μηδ᾿ αὐτὸς ἐπιλάθῃ τῆς ἐμῆς ταπεινότητος,
ἀλλὰ μνήσθητί μου τοῦ ἀχρείου δούλου σου καὶ δέχοιο παρ᾿ ἐμοῦ τουτὶ τὸ βραχύτατον
ἐπιτάφιον σύνταγμα, εἰ καὶ παρ᾿ ἀξίαν, ἀλλὰ πίστει σοι προσφερόμενον δέχοιο· καὶ
γὰρ μιμητὴς Χριστοῦ ὑπάρχεις, ὡς ἐκεῖνος τὰ δύο λεπτὰ τῆς χήρας· οὐ γὰρ εὐπόρησα
ἄλλο τι, ὡς οὐδὲ ἐκείνη, προσάξαι σοι.
δέξαι, ὦ τίμιε πάτερ, καὶ ἀπαλλαγήν μοι παθῶν πρεσβείαις σου ἀντάμειψον· καὶ στῆσαι
τὴν κατ᾿ ἐμοῦ τυραννίδα τῆς ἁμαρτίας· ὁρᾷς ὅσην καὶ ὡς καταπονοῦσάν με· διάλυσόν
μου τὴν πώρωσιν τῆς ψυχῆς ταῖς πρὸς κύριόν σου ἐντεύξεσι· δύνασαι γάρ, εὖ οἶδα,
πρὸς θεὸν δι᾿ ὃν καὶ τοὺς τῆς ἀσκήσεως πόνους ὑπέμεινας. δίδου ἡμῖν τοῦτον εὐῒλατον,
εὐμενῆ τε καὶ εὐδιάλλακτον, ὅπως καὶ ἡμᾶς ἀξιώσῃ κοινωνοὺς γενέσθαι τῆς σῆς μερίδος,
καθαίρων ἡμᾶς διὰ τῆς μετανοίας καὶ φωτίζων ἡμῶν τὸν νοῦν εἰς τὸ τηρεῖν τὰς ἐντολὰς
αὐτοῦ, ἵνα διὰ τῆς ἐντεῦθεν εὐβιώσεως καὶ καλῆς ἀναστροφῆς τῆς ἐκεῖθεν ἐπιτύχωμεν
μακαριότητος ἐν αὐτῷ [Φ] Χριστῷ τῷ κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ
πατρί, ἅμα τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας· ἀμήν.
**********************************************************