Saint: METHODIOS I
Edition: PG 100:1243-62

[p. 1244Β]

ὑπόμνημα τῆς θεαρέστου πολιτείας τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Μεθοδίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως

1. [Δ] ἱεράρχην καὶ ἀσκητὴν ἅμα καὶ Χριστοῦ μάρτυρα, μόνοις δ᾿ ἂν γένοιτο δυνατὸν ἀγγέλοις ἐγκωμιάσαι ἀξίως, ἢ ἀρχαγγέλοις θεοῦ, οἵγε τὴν πρώτην καὶ θείαν ἱεραρχίαν κοσμοῦσιν, τούς τε ἀξίους ἱεράρχας μυσταγωγοῦσιν, καὶ τοῖς ἀσκουμένοις τε καὶ ἀθλοῦσι ῥῶσιν καὶ προθυμίαν <παρ>έχουσιν· εἰ δὲ καὶ ἀνθρώποις τοῦτο δοθῇ, τοῖς τῷ ἀνδρὶ πάντως ὁμοταγέσι καὶ ὁμοτίμοις, ἱεραρχία μὲν ἱεράρχην, ἄσκησιν δὲ σπουδή, καὶ ἀθλοφόρος τὸν στεφανίτην καταγεραίρει. Τί οὖν, εἰ μηδεὶς τῶν τοιούτων ἀνδρῶν μέχρι τοῦ νῦν τῷ πανευφήμῳ Μεθοδίῳ τοιοῦτόν
[p. 1245Α] τινα λόγον προκατεβάλετο, αἰδοῖ τῆς ὑπεροχῆς τοῦ ἀνδρὸς σιγῇ τούτων ἀποθαυμασάντων καὶ σεμνυνάντων Ἆρά γε ἀνιστόρητον πάντη τοσαύτην ἀνδρὸς ἀρετήν, εἰ καὶ ἐλάχιστοι, καταλείψομεν, καὶ οὐκ ἀναγγελοῦμεν τὰς θεόθεν δι᾿ αὐτοῦ γεγενημένας εὐεργεσίας καὶ πότε δὴ γνησιώτερον τὴν κελεύουσαν πατέρα τιμᾷν πληρώσομεν ἐντολὴν εὐχαριστίαν προσάγοντες τῷ καθεκάστην γενεὰν τοὺς οἰκείους θεράποντας δίκην φωστήρων ἐξανατέλλοντι, καὶ τῷ τὸν σκότον ἀποδιώκοντι· πλὴν οὐ τοσοῦτον μανίας ἢ μέθης ἀναπεπλήσμεθα, ὡς κατ᾿ ἀξίαν τὸν δίκαιον ἐγκωμιάζειν ἐπαγγέλλεσθαι· ἀλλ᾿ ὃν τρόπον οἱ ἄρτι εἰς διδασκάλους φοιτῶντες τοὺς μὲν ἀρχετύπους τῶν γραμμάτων χαρακτῆρας ἀπομιμοῦνται, οὐκ ἐφικνοῦνται δὲ τῆς ἀκριβοῦς ἐμφερείας αὐτῶν, ὡς τὰ [Β] αὐτὰ τοῖς αὐτοῖς ἐοικέναι, οὕτω καὶ ὁ ἡμέτερος λόγος, ψελλίσει μὲν ἴσως διανοίας ἀτέχνου προβεβλημένος, τἀληθῆ δὲ καὶ συντόμως λέξεται κατὰ δύναμιν.

2. ὁ ἐκλεκτὸς θεῷ Μεθόδιος τὰς Συρακούσας ἔσχε πατρίδα, γονέων εὐκλεῶν καὶ πλουσίων υἱὸς γεγονώς· ἐν αἷς πᾶσαν γραμματικὴν τέχνην καὶ ἱστορίας, ὀρθογραφίαν τε καὶ ὀξυγραφίαν κατωρθωκὼς ἐκ παιδός, ἤδη λοιπὸν εἰς ἄνδρα τελῶν, τὴν βασιλίδα καταλαβὼν [λεγε· κατέλαβεν] πλεῖστα χρήματα ὅσα ἐπαγόμενος, βασιλικῶν ἀξιωμάτων τυχεῖν ἐφιέμενος καὶ τῷ βίῳ περιφανὴς καταστῆναι. συντυχὼν δέ τινι ἀσκητῇ ἐκ προνοίας θεοῦ, καὶ τὴν αἰτίαν ἐρωτηθεὶς [Χ] δι᾿ ἣν τῶν ἑσπερίων πρὸς τὴν ἕω μεταπεφοίτηκεν, τὸν ἴδιον ἐξειρήκει σκοπόν. ὁ δὲ σοφὸς ἀνὴρ ἐκεῖνός φησιν· «καὶ εἰ οὕτω δόξης ἐρᾷς, ὦ νεανία, διὰ τί μὴ τὴν μένουσαν μᾶλλον καὶ τὴν θείαν ἀντὶ τῆς παρερχομένης καταπλουτήσειας, τὰ μὲν οὖν χρήματα τοῖς πενομένοις κατασκορπίσας, τὸν σταυρὸν δὲ Χριστοῦ ἄρας, καὶ τοῖς δεσποτικοῖς τῷ ὄντι βασιλικοῖς ἴχνεσιν ἐπακολουθήσας ἢ οὐκ ἐν εὐαγγελίοις ἑκατονταπλασίονα ὧδε ταῦτα ἀπολήψεσθαι, Χριστοῦ λέγοντος ἤκουσας, κἀκεῖ ζωὴν αἰώνιον κληρονομῆσαι ὥστε εἰ πεισθείης νῦν τῷ ἐμῷ λόγῳ, πτωχὸν σεαυτὸν καὶ ἄδοξον καταστήσεις, μετὰ δυναστῶν λαοῦ καθίσεις καὶ θρόνον δοξης κατακληρονομήσεις.»

3. [Δ] εὐθὺς οὖν ἡ ἀγαθὴ καρδία ἐκείνη, ὥσπερ καλὴ γῆ τὸν σπόρον δεξαμένη, πάντα μετὰ σπουδῆς ἐπετέλεσεν. ἀποκείρεται τοίνυν ἐν τῇ Χηνολάκκου μονῇ, κἀκεῖσε τὴν ἀσκητικὴν ἐξανύει παλαίστραν, μηδ᾿ ὅ τι οὖν τοῦ κανόνος ὑπερβαλέσθαι ἢ καταλεῖψαι σπουδάζων, σαφῶς ἐπιστάμενος τὴν εἰς ἑκάτερα κλίσιν τοῦ παντὸς εἶναι ἀπόπτωσιν.

4. καὶ οὕτως μὲν οὗτος ἐφιλοσόφει, μέχρις ὅτε λοιπὸν ἡ βαθεῖα καὶ σκοτεινὴ νὺξ τῆς αἱρέσεως τῶν
[p. 1248Α] μισούντων καὶ ἀρνουμένων τὴν τοῦ θεοῦ λόγου οἰκονομίαν, καὶ διὰ τοῦτο τὴν αὐτοῦ καθαιρούντων καὶ καθυβριζόντων εἰκόνα, τὴν οἰκουμένην κατέλαβεν, ὅση ὑπὸ τὴν βασιλίδα, ὅγε ἁγιώτατος πατριάρχης Νικηφόρος τοῦ θρόνου ἐλαύνεται καὶ ἐξορίαν καταδικάζεται καὶ πάντες οἱ τοῦ ὀρθοῦ δόγματος μετανάσται καὶ φυγάδες καὶ ἀλῆται γεγένηνται, ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς συγκλειόμενοι. τότε γὰρ λοιπὸν τοῦ φροντιστηρίου ἐξάρας τὴν Ῥώμην καταλαμβάνει, ὡς ἔξω τυγχάνουσαν τῆς κακοῦ ἐξουσίας μέντοιγε, κἀκεῖσε φιλοπονώτερον ἀσκεῖ πρᾶξιν καὶ θεωρίαν, ὡς ἀμφοτέρωθέν τε κραταιωθῆναι καὶ οἱονεὶ τὴν ἐξ ὕψους δύναμιν προσλαβέσθαι. βλέπων δὲ τὴν τοῦ κακοῦ δυναστείαν σφοδρότερον ἐπιμαινομένην, τάς τε τῶν ἱερῶν κειμηλίων ἀποτεφρώσεις [Β] καὶ τὰς τῶν πιστῶν φυγαδείας, τὰς δεσμεύσεις, τὰς ἐξορίας, τοὺς καυστηριασμούς, τὰς ἀφορήτους μάστιγας, τὰς εἱρκτάς, τὸν λιμόν, τὰς διαβολάς, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια, ἐδάκρυεν, ἐδέετο τοῦ θεοῦ ἐπιτιμῆσαι τῇ καταιγίδι, καὶ στῆσαι ταύτην εἰς αὔραν.

5. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ ἀναιρεῖται ὁ ἄγριος Λέων ὑπὸ [λεγε· ἐπὶ?] τοῦ θυσιαστηρίου καθ᾿ οὗ ἐδυσφήμησεν, καὶ παραλαμβάνει Μιχαὴλ τὸ βασίλειον. τότε δὴ οὖν μὴ φέρων ὁρᾷν τὴν μὲν ἀλήθειαν καταφιμωθεῖσαν καὶ ἀφασίαν [λεγε· ἀφασίᾳ] καταδικασθεῖσαν, τὴν δὲ ἀδικίαν μέγα βοῶσαν, ὡς εἰς οὐρανὸν τὴν κραυγὴν αὐτῆς [Χ] ἀκουσθῆναι, καὶ μηδένα εὑρίσκεσθαι τὸν ταύτην ἐπιστομίζοντα ἢ ἐλέγχοντα, τόμους δογματικούς, ἤτοι ὅρους ὀρθοδοξίας, παρὰ τοῦ πάπα λαβών, ἀνέρχεται πρὸς τὸν διάδοχον Λέοντος, ἐλπίσας τοῦτον ἄξαι πρὸς τὴν ὀρθοδοξίαν, καὶ ἀποκαταστῆσαι τὸν ἐν ἁγίοις Νικηφόρον τῷ ἰδίῳ θρόνῳ. ὁ δὲ τοὺς μὲν τόμους δεξάμενος, ὡς ἱστὸν ἀράχνης ἐφαύλισεν, αὐτὸν δὲ τὰ τῆς ὀρθοδόξου πίστεως τρανῶς καὶ παρρησιασμένως διαγγέλλοντα, ὡς ταραχῆς φησιν αἴτιον καὶ σκανδάλων, περὶ τὰς ἑπτακοσίας ἀνήρτησε μάστιγας καὶ οὕτως ἡμιθνῆτα λοιπὸν καὶ τὰ ἔσχατα πνέοντα, πρῶτον μὲν φρουρᾷ, ἔπειτα δὲ ἔν τινι τάφῳ εἰς τὸ τοῦ Ἀποστόλου Ἀνδρέου νησίον κατέκλεισεν, ἐν ᾧ τάφῳ καὶ ἕτερος ἐπὶ τυραννίδι κατακέκλειστο, ὡς πᾶσαν [Δ] αὐτῷ ἀθυμίαν πανταχόθεν ἐγγίνεσθαι, ἀπὸ τῶν πληγῶν,
[p. 1249Α] ἀπὸ τοῦ ἀθεράπευτον εἶναι, ἀπὸ τοῦ καταδικασθέντος ἀγροίκου ἀνδρός, ἀπὸ τῆς τοῦ τάφου στενοχωρίας, καί, τὸ δεινότερον, ἀπὸ τοῦ ἀφεγγοῦς σκότους. οὐκ ἔτι οὖν ἡμῖν δεήσει λοιπὸν τὰ τούτοις ἑπόμενα σκυθρωπὰ ἐξειπεῖν, τὸ εἶδος τῆς βασάνου μαθοῦσι, πάντων εἰδότων τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ τὸ ἄθλιον τῆς πηλοῦ ταύτης καὶ ἐπίνοσον σκεῦος, ὁπόσων ὀδυνῶν τὴν ψυχὴν ἐν τοῖς τοιούτοις ἐμπίπλησιν· τῷ ὄντι γὰρ ἐτέθη καὶ αὐτὸς ζῶν ἀπρονόητος ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου. αὕτη τοῦ μακαρίου Μεθοδίου ἡ ὑπὲρ Χριστοῦ πρώτη ἄθλησις· τὰ γὰρ ἑξῆς αὖθις εἰρήσεται· τοῦτο τὸ σφοδρὸν καὶ ἐπιτεταμένον μαρτύριον τοῦ μεγάλου ὄντως Χριστοῦ μάρτυρος.

6. [Β] διαφόρως τοίνυν ἐρωτηθεὶς εἰ βούλοιτο ἐνυβρίσαι εἰς τὴν τοῦ Χριστοῦ εἰκόνα καὶ τῆς εἱρκτῆς ἀφεθῆναι, μυριάκις ἔλεγε τοιούτους καὶ ὑπὲρ τούτους ὑποίσειν θανάτους, ἢ κἂν γοῦν ἄτιμον ἔννοιαν κατὰ τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν εἰκόνος ἐνθυμηθῆναι. ἐννέα τοίνυν ἐκεῖσε συγκεκλεισμένος ἐνιαυτούς, μόλις ἀφέσεως γραφείσης κοινῆς τοῖς δεσμίοις τοῦ παρανόμου βασιλέως κατὰ τὰς τελευταίας πνοὰς κελεύσαντος, καὶ αὐτὸς ἀπελύθη, πνεύματος ἁγίου πεπληρωμένος, καὶ τῆς ἀθανάτου ζωῆς τοὺς ἀρραβῶνας, τὰ στίγματα λέγω τῶν τοῦ Χριστοῦ παθημάτων, οἰκείῳ ἐπιφερόμενος σώματι· λεῖος ὅλος τὴν κεφαλήν, καὶ νεκροῦ μηδὲν διαφέρων, μόνοις ὀστοῖς καὶ δορᾷ τὸ ἀνθρώπινον ἀποσῴζων [Χ] σχῆμα καὶ τὴν προτέραν ὁμοίωσιν. οὕτω τοίνυν καθ᾿ ἑαυτὸν καταστάς (οὐ γὰρ ἦν φροντιστήριον τῆς αἱρέσεως ἄμοιρον), ὡμίλει τοῖς ὁμοζήλοις αὐτῷ ἀσκηταῖς τε καὶ Χριστοῦ μάρτυσιν, τῶν δεσμῶν καὶ τῆς ἐξορίας ἄρτι ἀπολυθεῖσιν· ὡμίλει δὲ καὶ τοῖς τῆς συγκλήτου, ἔστιν ὅτε καὶ τοῖς ἰὸν τῆς αἱρέσεως πεπωκόσι τὰ σωτήρια δόγματα παρετίθει καὶ τοῦ κατὰ ψυχὴν κινδύνου ἀπήλλαττεν· πολὺς γὰρ ἦν καὶ ἡδὺς καὶ βαθὺς τὴν διάνοιαν, τὰ τῶν θείων γραφῶν εὐφυῶς συμβιβάζων καὶ προβαλλόμενος, ὡς ἴδιον [λεγε· ἥδιον] μᾶλλον τὸν ἑαυτοῦ λόγον ταῖς ἀκοαῖς ἐπιρρεῖν, <ἢ> ὕδωρ ψυχρὸν καὶ ἡδὺ δεδιψηκότι λάρυγγι.

7. τοῦ τοίνυν ἐθνοφίλου μᾶλλον ἢ Θεοφίλου τὴν [Δ] τοῦ πατρὸς βασιλείαν διαδεξαμένου, τό τε τῆς μιαρᾶς ἐκείνης αἱρέσεως ἔκπομα πεπωκότος εἰς μέθην, πάλιν οἱ ὀρθόδοξοι ἐδιώκοντο, ἐξορίζοντο, ἀξιωμάτων ἔπιπτον, κτημάτων καὶ οἰκημάτων ἀπεστεροῦντο· οὐκ ἦν εἶδος κακοπαθείας, ὃ μὴ ὑπέμενον. τότε τοίνυν διαβάλλεται τούτῳ τῷ ὄφει ὁ τοῦ Χριστοῦ ἀριστεὺς καὶ μάρτυς Μεθόδιος, τὴν αἵρεσιν φανερῶς ἀπελέγχων καὶ μεγάλας ὑπενεγκὼν βασάνους τῆς ὀρθοδόξου πίστεως χάριν. μετακληθέντος τοίνυν αὐτῷ [λεγε· αὐτοῦ], ἔφη ὁ βασιλεύς· «οὐ παύσεις,
[p. 1252Α] Μεθόδιε, τὰς ποινὰς ὑφιστάμενος ἐξ ἀκαίρου φιλονεικίας, καὶ τῶν κρατούντων τὴν εὐνομίαν ταράττων» «ποίας ταύτης», φησίν, «ὅτι δὴ πράγματος εὐτελοῦς χάριν, τῆς λεγομένης εἰκόνος, ταραχῆς τὴν οἰκουμένην ἐπλήρωσας, ὡς καὶ τὸν πάπαν Ῥώμης παρασκευάσαι τόμους καταπέμψαι τῷ ἐμῷ πατρί» τότε ὁ Μεθόδιος· «καὶ εἰ οὕτως παρ᾿ ὑμῖν ὁ τῆς εἰκόνος εὐτελής ἐστι λόγος καὶ οὐδεμιᾶς φροντίδος ἄξιος, διὰ τί οἱ τὴν Ῥωμαίων λαχόντες ὑμεῖς ἀρχὴν τὴν ὑμετέραν οὐ συγκαθαιρεῖτε τῇ τοῦ Χριστοῦ εἰκόνι καὶ ἀφανίζετε, ἵν᾿ ὁμοίως Χριστῷ συνδοξάζησθαι, ἀλλ᾿ ὁσημέραι ταύτην ἐπιτείνετε καὶ ἐπαίρετε ἢ σαφής τε καὶ φανερὰ ἡ αἰτία, κἂν ἡμεῖς αὐτὴν μὴ λέγωμεν»

8. καὶ ὅς γε, τοῦ ἐλέγχου ὕβριν οὑκ ἐνεγκών, εἰς [Β] θυμὸν τὴν παραίνεσιν μετεποίησεν, καὶ τοῖς ἱμᾶσι ταθῆναι κελεύσας, γυμνοῖς τοῖς νώτοις αὐτοῦ καὶ τοῖς στέρνοις, ὑπὲρ τὰς ἑξακοσίας κατέφερε μάστιγας καὶ οὕτως ἡμιθανῆ καὶ τῷ αἵματι πάντοθεν πεφυρμένον, ἔν τινι ὑπογαίῳ ἄντρῳ τοῦ παλατίου διά τινος στομίου ῥιφῆναι προσέταξεν. νυκτὸς δὲ καταλαβούσης, ὑπό τινων ἀναληφθεὶς φιλοχρίστων καὶ θεραπείας ἀξιωθείς, αὐτὸς μὲν ἀναρρώσεως ἔτυχεν, ὁ δὲ τοῦτον θεοφιλὴς τεθεραπευκὼς οἶκος δημεύσει παντελεῖ ὑπὸ τοῦ μισοχρίστου καὶ λυσσητῆρος τυράννου καταδικάζεται. τοιαύτη τοῦ μακαρίου πύκτου καὶ ἡ δευτέρα διὰ Χριστὸν πάλη καὶ μετὰ Χριστοῦ νίκη.

9. ἀλλὰ γὰρ ὁ δόλιος ὄφις ἐκεῖνος συνιδὼν ὁτι μὴ ταῖς βασάνοις εἴκειν φύσεως ἔχει ὁ τοῦ Χριστοῦ [Χ] στρατιώτης, φερεπόνου τυχὼν ψυχῆς καὶ δυνάμεως, ἐπὶ τὸ ταύταις ἀντικείμενον μέρος ἐχώρησε, κολακείᾳ τοῦτον συλῆσαι καὶ δόξῃ καραδοκήσας. καὶ δὴ προσκαλεσάμενος σὺν ἱλαρότητι καὶ ἡπιότητι προσωμίλει, καὶ Γραφικὰς πεύσεις παρ᾿ αὐτοῦ λύεσθαι ἡδέως ἔχειν ἂν ὡμολόγει [λεγε· ἀνθωμολόγει?]· τέλος, ἔνδον τοῦ παλατίου μένειν σὺν τοῖς γνησίοις προστάττει θεράπουσιν. ὁ δὲ τοῦ θεοῦ ἄνθρωπος καὶ οὕτω μᾶλλον ἐκράτει, ἢ ἐκρατεῖτο· τοὺς γὰρ οἰκειοτάτους τῷ βασιλεῖ πάντας ὀρθοδοξεῖν ἐξεπαίδευσε καὶ τὸ τοῦ βασιλέως δὲ ἄκρατον περὶ τὸ δύσφημον καὶ ἀνέπαφον εἰσκεκραμένον [λεγε· εἰς κεκραμένον] πως καὶ ἀμφίδοξον μετεσκεύασεν, ὡς μήτε τῷ συνήθει θράσει κατὰ τῶν ὀρθοδόξων χωρεῖν, μήτε μὴν τῇ οἰκείᾳ δόξῃ ὡς ἀμωμήτῳ καταθαρρεῖν.

10. [Δ] ἐν τούτοις τοῦ ἁγίου ἀνδρὸς ἐξεταζομένου, θάνατον ἀπέστειλε κύριος ἐπὶ τὸν βασιλέα, καὶ
[p. 1253Α] ἦλθεν ἐπὶ τὴν αἵρεσιν αὐτοῦ· ἅμα γὰρ ἐτεθνήκει συντελευτᾷ αὐτῷ καὶ ἡ αἵρεσις. τοῦ γὰρ παιδὸς Μιχαὴλ σὺν τῇ μητρὶ τὴν βασιλείαν παραλαβόντος, ἡ ὀρθόδοξος Χριστοῦ ἐκκλησία παρρησίαν λαμβάνει καὶ τὸ κίβδηλον τῆς αἱρέσεως ὡς ἀνθρωπίνῃ χειρὶ φυέν τε καὶ κρατηθὲν ἀπηλέγχετο, καὶ οἱ λαλεῖν καὶ ἀκούειν βουλόμενοι περὶ τούτων, ἐκωλύοντο. Ἰωάννου τοίνυν ἀνδρὸς γοήτου [λεγε· γόητος?] καὶ ὑδρομάντεως τῆς εἰρημένης προϊσταμένου αἱρέσεως, καὶ τῷ θρόνῳ Κωνσταντινουπόλεως συμπεφορημένου, κανονικῶς ἐξεληλαμένου σὺν παντὶ τῷ κλήρῳ αὐτοῦ, ἐζητεῖτο λοιπὸν ὁ ἄξιος τῷ θρόνῳ ἐπιστηριχθῆναι μέλλων πράξει καὶ θεωρίᾳ ἀνθρωπίνων κεκοσμημένος καὶ πολυπειρίᾳ τῶν θείων καὶ γεγυμνασμένος, δυνατὸς λόγῳ καὶ ἔργῳ κατὰ τὴν θείαν [Β] γραφήν. πολλῶν τοίνυν μεγάλων καὶ ἁγίων ἀνδρῶν προβεβλημένων, μόνος προκρίνεται καὶ καθίσταται ὁ ἀθλοφόρος Μεθόδιος, ἀσκήσει πάντας ὑπερβάλλων καὶ γραφῶν ἐμπειρίᾳ καὶ προφορᾶς εὐγλωττίᾳ καὶ ἄθλων ὑπομονῇ καὶ φρονήματος μετριότητι καὶ συναναστροφῇ καὶ συνουσίᾳ χαριεστάτῃ.

11. ἐπειδὴ δὲ ἀσκήσεως καὶ εὐφυΐας ἐμνήσθημεν τοῦ ἀνδρός, ἓν αὐτοῦ κατόρθωμα εἰρηκότες, περὶ τῶν λοιπῶν ὑμῖν διανοεῖσθαι παραχωρήσωμεν. ἑπτὰ τοίνυν ψαλτήρια πλήρη ὁ σοφὸς Μεθόδιος ἔγραφε, καθ᾿ ἑκάστης τὸ ἓν ἑβδομάδος νήστης ἀποπληρῶν· οὐδὲ γὰρ ὕδατος ἀπεγεύετο, πλὴν Σαββάτου καὶ Κυριακῆς. τοιαύτη, ὡς ἐν [Χ] συντόμῳ εἰπεῖν, τοῦ ὁσίου ἡ ἄσκησις· τοιοῦτον ἐκ πολλῶν τοῦ ἀθλητοῦ τὸ μαρτύριον· αὕτη καὶ τῆς ἀρχιερωσύνης ἡ προεδρία.

12. ἣν μέντοι παραίνεσιν τότε, ἤτοι δημηγορίαν, παντὶ τῷ τῆς ἐκκλησίας λαῷ, στὰς ἐπὶ τῶν ἀναβαθμῶν ἐποιήσατο, ὡς τύπῳ εἰπεῖν, τοιαύτη τις ἦν· «κοινὴν μὲν οὖν, ὦ πατέρες καὶ ἀδελφοί, εὐχαριστίαν ἐγώ τε καὶ πάντες ὑμεῖς τῷ καλῶν δοτῆρι Χριστῷ τῷ Θεῷ ἐποφείλομεν, ὅτι γε σχεδόν που ὅλοις τριάκοντα πεπονημένους ἔτεσιν ὑπὸ τοῦ τῆς αἰρέσεως βαρυτάτου ζυγοῦ, σήμερον ἡμᾶς ἐλευθερίας ἠξίωσεν· ἐποίησε γὰρ ἀληθῶς καὶ νῦν κράτος ἐν βραχίονι αὐτοῦ, καθεῖλέν τε δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσε ταπεινούς, καθὼς ἐλάλησε πρὸς [Δ] τοὺς ἁγίους αὐτοῦ μαθητάς τε καὶ φίλους· Ϡθλίψιν ἕξετε ἐν τῷ κόσμῳ τούτῳ, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.Ϡ κοινὴν εὐφροσύνην πάντες οἴεσθε ἔχειν ἐμέ τε καὶ πάλιν ὑμᾶς καὶ πῆ μὲν
τἀληθῆ ὑπολαμβάνετε· πῶς γὰρ {ἂν} οὐκ ἂν ἀγασθείην τὸ σκότος ἀπεληλαμένον τῶν ψυχῶν, καὶ τὸ φῶς Χριστοῦ βλέπων πανταχοῦ καταλάμπον ἐγὼ δέ τινα καὶ λύπην τῇ εὐφροσύνῃ συμμιγῆ κέκτημαι, οὐκ ἐπὶ τοῖς εἰρημένοις (μισητὸν γὰρ ἐπ᾿ ἀγαθοῖς σχετλιάζειν), ἀλλ᾿ ὅτι με ὑπὸ μεγάλους πόνους καὶ μείζονας φροντίδας τῆς προεδρείας ταύτης ἐθήκατε, εἴγε
[p. 1256Α] ὅσον τὸ ὑψηλὸν καὶ ἐπίδοξον, τοσοῦτον καὶ τὸ ἐπίπονον καὶ ἐπίφθονον κέκτημαι. ἀλλ᾿ οὐχ ἡγοῦμαι τὴν ψυχήν μου τιμίαν ἐμαυτῷ, μόνον εἰ τὸ εὐαγγελικὸν ὀρθοτομοῖ κήρυγμα· καὶ γὰρ τῷ ὄντι ἀρετῶν ἀρετὴ καὶ μήτηρ ἡ ὀρθόδοξος πίστις ἐστίν, ὡς τῷ μεγάλῳ Παύλῳ δοκεῖ λέγοντι· Ϡἀδύνατον χωρὶς πίστεως εὐαρεστῆσαι θεῷ.Ϡ»

13. «δεῖ οὖν ἡμᾶς τοὺς ἀμώμητον τὴν ὀρθόδοξον τετηρηκότας πίστιν, κἂν εἰ πολλὰς ὑπὸ τῶν ἀθλίων τῇ αἱρέσει δεδουλωμένων ποινάς τε καὶ θλίψεις ὑπέστημεν, ἀεὶ τῆς κυριακῆς μεμνῆσθαι φωνῆς· Ϡπάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ἐποίησαν.Ϡ μᾶλλον νῦν οὖν οἱ θερμότεροι, εἴγε τούτους ἀνταμύνασθαι βούλεσθαι, ἐμοὶ πειθόμενοι, τὴν ἐνοῦσαν ταῖς ψυχαῖς αὐτῶν αἵρεσιν ἀπελάσετε [λεγε· ἀπελάσατε], αἰτήσασαν αὐτοὺς καθ᾿ ὑμῶν [Β] ὁπλίζειν. αὕτη κραταιοτάτη κατ᾿ ἐχθρῶν νίκη, τὸ κ{ο}ινοῦν αὐτοῖς ἀνελεῖν αἴτιον καὶ εἰς τὸ οἰκεῖον τὸ δι᾿ ἐναντίας ἀγαγεῖν φρόνημα· ὡς τό γε σωματικῶς πεπονθότα, σωματικῶς τὸν κακώσαντα ἀνταμύνασθαι, συῶν τε καὶ τῶν ὁμοίων ἀλόγων ἴδιον· ἀλλὰ καὶ τῇ ἐλευθερίᾳ μὴ εἰς ἀφορμὴν τῇ σαρκὶ χρησώμεθα, λιπανθέντες καὶ πλατυνθέντες, κατ᾿ ἐκεῖνον τὸν παλαιὸν Ἰσραήλ, ἄρτι τοῦ πηλοῦ καὶ τῆς πλινθείας ἀπαλλαγέντα· καὶ τὸ δύσφημον σιωπάσθω. μᾶλλον μὲν οὖν τὸν τῆς αἰνέσεως εἰς τὸν τῆς εὐχαριστίας καὶ εὐαρεστήσεως καιρὸν ἀμειψώμεθα, τῆς παρὰ πόδας μεμνημένοι κακώσεως· ἴστε γὰρ ὡς οὐ δεῖται καιροῦ καὶ αὐτὸ τὸ ζῆν ἡμᾶς ἀπολέσαι, μήτιγε τὰ περὶ ἡμᾶς ἅπαντα· τὰ δὲ τούτων ἐναντία καὶ χρόνου καὶ πόνου πολλοῦ πολλάκις τυχόντα οὐ [Χ] προσεκτήθη. καὶ ὑμεῖς γε, οἱ χθὲς καθ᾿ ἑαυτῶν ἀνδριζόμενοι μᾶλλον ἢ καθ᾿ ἡμῶν, μὴ ὅτι γε τοῦ τυραννεῖν εἴργεσθε σκυθρωπάζετε, ἀλλ᾿ ὅτι τοῦ ἁμαρτάνειν ἐπαύσατε, ἥδεσθε, καὶ ἁμαρτίαν τὴν ἄλλων χειρίστην· ποία γὰρ μείζων ἁμαρτία τοῦ τὰ θεῖά τε δυσφημεῖν καὶ τοὺς εὐσεβεῖς τιμωρεῖν ἴδετε μέγεθος εὐεργεσίας θεοῦ ἴδετε πανσόφου προνοίας βουλήν μιᾷ οὖν ἐμπλάστρῳ ἀμφοτέρους ἰάσατο, τούς τε διώκοντας καὶ τοὺς φεύγοντας, καὶ τοὺς μὲν σωματικῆς, τοὺς δὲ ψυχικῆς ἀπαλλάξας κακώσεως.»

14. «οὐδὲν οὖν ἧττον οἵ τε εὐσεβοῦντες ἀεὶ καὶ οἵ [Δ] ποτε δυσσεβοῦντες τῆς εὐχαριστίας ὑπόχρεοι, μόνον μὴ ὡς ἀσπὶς τὰ ὦτα βύσητε, τὰ τῆς ὀρθοδοξίας δόγματα ὡς ἐπᾴσματα λαθεῖν βουλόμενοι, μόνον τὸν Μανιχαϊκὸν ἰὸν τῶν ψυχῶν ἐξεμέσατε, καὶ οὕτω καθαραῖς ταῖς διανοίαις ὑμῶν πιστεύσατε ὅτι ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ ὡς μονογενοῦς παρὰ πατρός, ἵνα καὶ ὑμεῖς κοινωνοὶ τῶν ἀκουσάντων γένησθε. μακάριοι γὰρ οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε.» τοιαῦτα, μᾶλλον δὲ καὶ πλεῖα [λεγε· πλείω] ὑπὲρ ταῦτα
[p. 1257Α] δημηγορήσας, τὴν ἐκκλησίαν ἀπέλυσεν· ἡμεῖς δὲ τῶν ἑξῆς ἐχώμεθα.

15. πιστευθεὶς τοίνυν τὴν τῆς ἐκκλησιαστικῆς καὶ οἰκουμένης φροντίδα, εὐθὺς μὲν ἀνίστησι διαπεπτωκότα τὸν ἱερὸν κανόνα καὶ νόμον. πατὴρ ἦν ὀρφανῶν, προστάτης χηρῶν, καὶ ἀδικουμένων ὀξυτάτη βοήθεια· πρὸ πάντων δὲ οὐκ ἐδίδου ὕπνον τοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς κροτάφοις ἀνάπαυσιν, ἕως οὗ τὴν αἵρεσιν ἐκ παντὸς τοῦ ποιμνίου ὡς λύμην ἀποδιώξῃ, καὶ τὴν ὑγιῆ καὶ ὀρθόδοξον πίστιν ταῖς πάντων ψυχαῖς ἐνιδρύσῃ. συνεχεῖς οὖν ἐποιεῖτο χειροτονίας, τὰς ἐπισκοπὰς προκαταρτίσαι βουλόμενος· καὶ ὁ ζῆλος εἷλκεν, καὶ χάριν ἤδη [λεγε· ᾔδει] τῷ χειροτονίαν ἐρχομένῳ, μόνον εἰ πρὸ [Β] τούτου ὀρθόδοξος ἐγνωρίζετο. ἐν οἷς καὶ πολλοὶ τῇ δόξῃ τοῦ βαθμοῦ ἡττηθέντες, καὶ παρὰ συνείδησιν ἑαυτοὺς τοῖς θρόνοις ἐπέρριψαν· ὁ δὲ ἀγνοῶν (οὐ γὰρ ἦν Πέτρος) ἐκ τοῦ στόματος τῶν προσερχομένων ἔκρινε, καὶ τὸ τάλαντον κατ᾿ ἐνώπιον θεοῦ ἐπίστευεν. ἀλλὰ γὰρ τοσούτων καὶ τηλικούτων κατορθωμάτων τε ἀνάπλεος ἀγαθῶν, οὐκ ἔμελλε παρὰ τοῦ φθόνου δέξασθαι βέλος ἀλλὰ Δαυὶδ μὲν καὶ Πέτρος οἱ μαρτυρούμενοι ἀκίσι βάλλονται τοῦ βασκάνου, εἰ καὶ ὅμως ἀνίστανται καὶ νικῶσι τὸν πλήξαντα. Μεθόδιος δὲ ἀπείραστος παντί, τὴν εὐκλείαν ἀπηνέγκατο ἢ δέχεται μέν, οὐ πλήττεται δέ τοὐναντίον μὲν οὖν, καὶ πλήττει καὶ καταβάλλει τὸν τρώσαντα.

16. [Χ] σκοπεῖτε ὅθεν τὸ πονηρὸν καὶ ἀέριον τοῦ ἐχθροῦ διελύθη βέλος· τοῖς δεξιοῖς ὅπλοις ὁ σοφιστὴς ἐχρήσατο πανουργίαν· τῷ μὲν πατριάρχῃ παρ᾿ οὐ καθήκοντος ζήλου τὰς χειροτονίας ποιεῖν ὑποβάλλων, σκοπῷ δῆθεν τοῦ ἀφανίσαι τὴν αἵρεσιν· τισὶ δὲ τῶν ἐπισκόπων καὶ ἡγουμένων ἔξω τοῦ καθ᾿ ἑαυτοὺς μέτρου φέρεσθαί τε καὶ πυρπολεῖσθαι τῷ ζήλῳ, μὴ καθήκειν τε λέγειν ἀνεξετάστως ποιεῖν τὰς χειροτονίας καὶ μάλιστα ἐπὶ τοῖς θριαμβεύσασι τὰ οἰκεῖα δι᾿ ἐξαγγέλσεως πάθη. αὕτη στάσεως καὶ διχονοίας τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ πρόφασις γίνεται. ἡττηθεὶς γὰρ ὁ φιλοπόλεμος δαίμων <σὺν?> τοῖς αἱρετικοῖς, τοὺς ὀρθοδόξους κατ᾿ ἀλλήλων ἠρέθισεν [Δ] {δεῖ γὰρ παντὸς τὴν εἰρήνην ὡς ἔοικεν.} ἀλλὰ μηδεὶς θορυβείσθω, ὁρῶν Παῦλον Χριστοῦ πυρπολούμενον, καὶ Πέτρον ἐλέγχοντα, Βαρνάβαν τε διασχιζόμενον Παύλου, δι᾿ αὐτὸ τοῦτο, ᾧ τὸ ἅγιον συνέζευξε πνεῦμα· ἑκάτερα γὰρ ὑπὲρ Χριστοῦ ἐπρέσβευεν, ἀλλ᾿ οὐχ ἑαυτὸν συνίστη, ὃ δὴ κἀνταῦθα συμβέβηκεν. ὑπερνικᾷ μέντοιγε ἡ τοῦ πατριάρχου βουλὴ καὶ κρίσις τῆς ἀξίας τοῦτο ἐπιτρεπούσης, ἄλλως τε τῆς βασιλικῆς χειρὸς συνεπιτρεπούσης τὴν κρίσιν, καὶ καθαιροῦνται καὶ ἀφανίζονται [λεγε· ἀφορίζονται?] οἱ ἐπίσκοποι καὶ ἡγούμενοι καὶ τὸ σχῖσμα μεῖζον.

17. τί οὖν ὁ τοὺς μεγάλους τε πόνους καὶ καμάτους
[p. 1260Α] τοῦ μεγάλου ἀναγράπτους ἔχων θεός, συντριβὴν προσιέμενος τῆς καρδίας ὑπὲρ πᾶσαν ἄλλην πρᾶξιν ἢ θεωρίαν νόσον ἐπαφίησι τῷ ἱεράρχῃ, ὕδερον αὐτὴν οἱ ἰατροὶ ὀνομάζουσιν· ἔδει γὰρ τὸν πολυδάμαν καὶ ταύτην ὑποστῆναι τὴν βάσανον, ἵνα διὰ πάντων στεφανηφόρος ἀναφανεῖ. ὀξὺς δὲ ὢν καὶ ἀγχινούστατος ὁ σοφός, ἐπέγνω τὸ αἴτιον τῆς παιδείας, ὅτι τε τὰ τοῦ ζήλου ὑπερήλατο μέτρα, καὶ ἀποτομίᾳ κατὰ τῶν ὑποχειρίων ἐχρήσατο. συντριβεὶς οὖν τὴν καρδίαν ἐν πνεύματι ταπεινώσεως, καὶ τῷ καρδιογνώστῃ ἐξομολογησάμενος θεῷ, ἀφίησι μὲν τοῖς εἰς αὐτὸν ἐπταικόσι τὰς ὀφειλάς, ἀφίησί γ᾿ οὖν [λεγε· δ᾿ οὖν?] ὅμως ὡρισμένας ἐπιτιμίας τισὶν τῆς εἰς τὴν θείαν ἀρχιερωσύνην χάριν περιφρονήσεώς τε καὶ αὐθαδείας, ὥσπερ τινὶ χαλινῷ τοὺς θερμοτέρους [Β] ἐπιστομίζων, καὶ οὕτω λοιπὸν τὸν τῆς οἰήσεως, καὶ θρασύτητος δαίμονα, ὅστις τοῖς πλουτοῦσι τὴν ἀρετὴν ἐπιφύεται, διὰ ταπεινοφροσύνης τε καὶ πραότητος καταγωνισάμενος
προστίθησι τοῖς λοιποῖς αὐτοῦ κατορθώμασι, καὶ τὸ κατὰ τῶν ὀλεθρίων τούτων παθῶν νικητήριον. κἀντεῦθεν λοιπὸν πρὸς τὴν μακαρίαν καὶ ἀείμονον καὶ ἀμείνω λῆξιν μεταχωρεῖ, μετὰ μαρτύρων ὁ Χριστοῦ μάρτυρ [λεγε· μάρτυς], σὺν πατριάρχαις ὁ πατριάρχης, μετὰ δικαίων καὶ ἀσκητῶν ὁ περὶ πάντα τέλειος καταλεγόμενος, τέλος, τῷ προσώπῳ Χριστοῦ ὀπτανόμενος, ὑπὲρ οὗ μυρίους καὶ μεγάλους ὑπήνεγκε πόνους, ἀπολαύων τῆς αὐτοῦ ὡραιότητος καὶ γλυκύτητος ἀντὶ τῆς πικρᾶς καὶ ἀλγεινῆς τῶν βασάνων πείρας.

18. [Χ] ἀλλ᾿, ὦ ἅρμα θεῖον τὸν Θεὸν ἡνιοχοῦντά σε φέρον, δι᾿ οὗ αἱ φάλαγγες τῆς μισοχρίστου αἱρέσεως ἐτροπώθησαν· ὦ στόμα, τὸ τὰ θεῖα σαλπίσαν ὑψηλότερον τῶν τοῦ Ναυῆ σαλπίγγων, δι᾿ οὗ τὸ ἱερόσυλον τῶν χριστομάχων ὀχύρωμα κατεβλήθη καὶ ἡ πατρῴα ὀρθοδοξία, ὡς ἄλλη τις γῆ ἐπαγγελίας, παντὶ κατεκληροδοτήθη τῷ νέῳ του θεοῦ Ἰσραήλ· ὦ τῆς τοῦ Δαυῒδ ἀριστείας καὶ ζηλωτὰ καὶ διάδοχε· ὡς γὰρ ἐκεῖνος λίθῳ τὸν Γολιὰθ ἔβαλεν, οὕτω καὶ αὐτὸς τὸν τῆς αἱρέσεως πρόβολον δοκῆσαι τὴν τοῦ Λόγου σάρκωσιν δυσφημοῦντα τῷ ἀκρογωνιαίῳ λίθῳ, ἤτοι Χριστοῦ ἀληθεῖ σώματι, καταβέβληκας. ὦ τοῦ Μωυσέως καὶ ζήλου καὶ δημαγωγίας μιμητὰ καὶ κληρονόμε· ἢ γὰρ οὐχὶ καὶ αὐτὸς ὡς ἐκεῖνος πρὸ τῆς ἀρχῆς τὰ τῆς ἀρχῆς ἐπιδέδειξαι, ἐπισκεπτόμενος τὸν κακούμενον καὶ στένοντα ὀρθόδοξον λαὸν τοῦ θεοῦ καὶ τὴν ψυχὴν ὑπὲρ τῆς ὅλης Ἐκκλησίας προέμενον, φυγὼν μὲν κατ᾿ ἐκεῖνον τὸ πρότερον, [Δ] ὑποστρέψας δὲ ὁμοίως ὅμως χρησμῷ [λεγε· χρισμῷ?] καὶ τῆς θείας ποιμναρχίας ἠξιωμένος ὦ τῆς Ἠλίου ἱερωτέραν θυσίαν προσαγαγὼν θεῷ, καὶ οὐ διακοσίους ἢ τετρακοσίους, ὡς αὐτός, ἀνελὼν ἱερεῖς αἰσχύνης, ἀλλὰ δισμυρίους καὶ περαιτέρω τῆς ὄντως αἰσχύνης ἀξίους ἱερεῖς κωλύσας τε καὶ καθείρξας δυσσεβῶν ἱερᾶσθαι
[p. 1261Α] ἐπαισχυνομένους ὁμολογεῖν τὴν ἀψευδῆ τοῦ θεοῦ λόγου σάρκωσιν, δι᾿ ἧς τὸ ἀνθρώπινον γένος ἀνακεκαίνισται, εὐκαίρως τὸ τῆς σοφῆς παροιμίας ἔπος εἰπεῖν· θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ, καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. τῷ ὄντι γὰρ παράνομοι οἱ τοιοῦτοι, ἐψευσμένου σώματος ἀντίτυπον σῶμα ψευδῶς εἰς θυσίαν παραλαμβάνοντες. ὦ τῆς Πέτρου θήκης θεραπευτὰ καὶ τοῦ ἐκεῖθεν ἁγιασμοῦ τῆς ἁγν<ε>ίας θησαυροφύλαξ· ὦ Παῦλον μᾶλλον ἀναπνέων ἢ τὸν ἀέρα· ὦ πάσης θείας καὶ προφητικῆς γραφῆς γλῶσσα· ὦ εὐαγγελικῆς σαφηνίας καὶ χάριτος βίβλος, Γρηγορίου καὶ Βασιλείου καὶ τῶν κατ᾿ αὐτοὺς θεολόγων συνθεολόγε καὶ σύσκηνε· ὦ ἀκτημοσύνης, δυσπορίστου κτήσεως, κτῆτορ· τοσαύτης γὰρ καὶ ἡλίκης περιουσίας καὶ ἐξουσίας κατάρξας, [Β] γυμνὸς πάσης ὑλικῆς κτίσεως [λεγε· κτήσεως] τὸν βίον διῆλθες, μὴ ἔχων ποῦ καὶ αὐτὸς ὑπὸ σκηνὴν προσπαθείας τὴν κεφαλὴν κλῖναι· ὁ πένησιν συμπενόμενος, καὶ ξένοις συγξενητεύων, τῷ [λεγε· τὸ] μὲν τῇ τῶν χρειῶν μεταδόσει, τῷ [λεγε· τὸ] δὲ τῇ ἀπροσπαθείᾳ.

19. ὦ πατριάρχα{ς}, ὁμολογητὰς ὀρθοδόξους καὶ ζῶντας καὶ μεταστάντας καὶ θανόντας τιμήσας ὡς πατέρας, ὅθεν εὖ σοι γεγένηται· ὦ παντὸς ἀγαθοῦ ἔργου καὶ λόγου ταμιεῖον ἢ καταγώγιον· πρόστηθι καὶ νῦν συνήθως τῆς ποίμνης σου· ῥῆξον ἱκετηρίους φωνὰς πρὸς Χριστὸν τὸν θεὸν ἡμῶν, ἐπισχεῖν τῶν βαρβάρων ἐθνῶν τὰς ἐφόδους, ἀπαλλάξαι τῶν λοιμαινομένων [λεγε· λυμαινομένων] θηρῶν τὴν αὐτοῦ ἐκκλησίαν, ἐξελεῖν τὰ τοῦ πονηροῦ σκάνδαλα, εὐνομίαν τε καὶ εὐετηρίαν τῷ χριστωνύμῳ λαῷ δωρήσασθαι, τοῖς βασιλεῦσι [Χ] βραβεῦσαι τὰ νικητήρια, τὸ τῆς ὀρθδοξίας καλὸν συντηρεῖσθαι ἀλώβητον, ἀκύμονα ζωὴν πᾶσι τοῖς πιστοῖς δωρήσεσθαι, καὶ πρὸς τούτοις πάντας ψυχικῆς σωτηρίας καταξιῶσαι, ἐν αὐτῷ Χριστῷ, τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ καὶ θεῷ, μεθ᾿ οὗ τῷ ἀνάρχῳ πατρί, σὺν τῷ παναγίῳ καὶ ζωοποιῷ πνεύματι δόξα, τιμή, καὶ εὐχαριστία, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************