Saint: NICHOLAS OF STUDIOS
Edition: PG 105:863-925

[p. 864Α]

βίος τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Νικολάου, ἡγουμένου τῆς εὐαγεστάτης μονῆς τῶν Στουδίου.

1. οἱ τοὺς Ὀλυμπίους ἀγῶνας κρατοῦντες, καὶ τούτοις ἐκθειάζειν ἐθέλοντες, ῥητορικοῖς ἔπεσι πρὸς ὕψος αἴρειν φιλονεικοῦσι τὸν ἔπαινον, τῇ δεινότητι τῶν λόγων, καὶ τῇ εὐεπείᾳ τῆς φράσεως τὸ πᾶν χαριζόμενοι· ὡς ἂν ὁ τῆς παιδείας ἤπερ ὁ ἀληθὴς μᾶλλον τῶν πραγμάτων νόμος δι᾿ ἀκριβείας ἐγκωμιάζηται. πέφυκε γὰρ ἰδίως ἔχειν πᾶν τὸ ποθούμενον φέρεσθαι τῶν ἄλλων ὑπεραλλόμενον. οἱ δὲ τὰς τῶν μεγίστων ἀνδρῶν ἀριστείας ἀποθαυμάζοντες, καὶ τούτοις καταγεραίρειν βουλόμενοι, οὐ ταῖς ῥητορικαῖς πιθανότησι, ἢ τοῖς τῆς φιλοσοφίας τεχνολογήμασι, τὸ τῆς ἀνδραγαθίας αὐτῶν συνιστῶσι παγκράτιον· [Β] μόνην δὲ τὴν ἀλήθειαν ὑφαπλώσαντες, καὶ ταύτῃ τὴν πρᾶξιν οὕτω πως σχεδιάσαντες, ἀνιστοροῦσι τὴν ἀρετήν, τῶν ἀγώνων ἔνθεν ἀπογυμνοῦντες τὸ μέγεθος.

φέρε οὖν καὶ ἡμεῖς, ἐπείπερ ὑπόθεσιν ὁ λόγος, τὸν μέγαν τῆς εὐσεβείας λαμπτῆρα, καὶ κοινὸν ἡμῶν πατέρα Νικόλαον διὰ τοῦ λόγου μέσον προτίθεται, μικρά τινα τῶν αὐτοῦ καθόσον οἷόν τε διαζωγραφήσωμεν, μνήμης ἐμπύρευμα πρὸς τὴν τῶν ἐντυγχανόντων ὠφέλειαν, τὰ μακρῷ τῷ χρόνῳ τῇ σιωπῇ καλυπτόμενα, καὶ λήθης βυθοῖς ἀμαυρούμενα, χρεωστικῶς ἀνιμώμενοι, καὶ φανεροποιοῦντες, εἰ καὶ ἀτέχνως, πλὴν φιλαλήθως, τοῖς μετέπειτα. οὐ γὰρ ὀνίνησι τῷ δικαίῳ τι, εἰ καὶ τὰ μάλιστα
[p. 865Α] διηγηματικῶς ὁ παρὰ τῶν πολλῶν ἐξηχούμενος καθέστηκεν ἔπαινος· εὐφραίνονται δὲ οἱ λαοί, τὸ ἐκ τῆς ἀκοῆς τῇ ψυχῇ παραπέμποντες ὄφελος· Ϡμνήμῃ γὰρ δικαίου εὐφρανθήσονται λαοὶ πολλοί.Ϡ καὶ μάλιστα ἡμεῖς ὁ Χριστοῦ λαός, ἡ ἁγία ποίμνη, οἱ φιλοπάτορες ὁμοῦ, καὶ φιλόθεοι χρηματίζοντες, καὶ καθ᾿ ἑκάστην ταύτης τῆς πανδαισίας τὴν εὐφροσύνην, τῇ τε παρεδρεύσει τῶν τάφων, καὶ τῇ ἐπαφῇ τῶν ἱερῶν καὶ πνευματικῶν ἰνδαλμάτων ἐπαπολαύοντες, οἷς ἀπόχρη καὶ μόνον πρὸς ἀρετῆς εἰκόνα, τούτοις τῶν ἄλλων ἡμᾶς ἐναβρύνεσθαι.

2. ἀλλ᾿ ἡγείσθω Χριστὸς ὁ θεὸς ὁ τοῦ πατρὸς λόγος καὶ Θεοῦ σοφία καὶ δύναμις τῆς ἐμπαθοῦς ἡμῶν διανοίας τὸ ἀναπεπτωκός τε καὶ ῥᾴθυμον διορθούμενος καὶ λόγον ἐν ἀνοίξει προτεινέτω τοῦ [Β] στόματος, καὶ τὴν χεῖρα πρὸς τὴν γραφίδα κινείτω τῶν τοῦ πατρὸς διηγήσεων, τὴν εἰρεσίαν τοῦ λόγου πανταχόθεν, ὡς λόγος, προσλαμβανόμενος.

οὗτος, ἵνα μικρὸν τῇ ἐκθρεψαμένῃ τοῦτον πατρίδι προσδιατρίψωμεν, ἔφυ μὲν οὖν ἐκ τῆς τῶν Κρητῶν εὐκλεεστάτης νήσου, τότε τῇ Χριστοῦ πυκαζομένης ἐλευθερίᾳ· ῥώμῃ τε λοιπὸν καὶ μεγέθει κτισμάτων αὐχούσης, εἰ καὶ τὰ νῦν ἐπ᾿ αὐτῇ τὰ πάλαι μυσαρὰ τῆς Ἅγαρ ἀμβλώματα καὶ ὁ τῆς παιδίσκης τοῦ Ἰσμαὴλ πονηρότατος γόνος, τὴν ἐκ τοῦ Ἰσαὰκ εἰς Χριστοῦ τύπον προελθοῦσαν ποίμνην νεόλεκτον, ὁ τῆς μαστιγίας οἰκέτης κατεδουλώσατο, τοῖς ὅπλοις τῶν ἡμετέρων κακῶν καθ᾿ ἡμῶν στρατευσάμενος. τῇ γὰρ ἀθετήσει τῶν ἐντολῶν τὴν ἄνωθεν ῥοπὴν ἀπωσάμενοι, καὶ τῇ ἐπιμιξίᾳ [Χ] τῶν ἡδονῶν τὸ εὐγενὲς τῆς ψυχῆς ἀλλοιώσαντες, παρεδόθημεν, γραφικῶς εἰπεῖν, ἐπ᾿ ἔθνει ἀσυνέτῳ, τῇ ἀλλήλων αἱματοχυσίᾳ καταδουλούμενοι.

ἵνα δὲ καθ᾿ εἱρμὸν ὁ λόγος προβαίνων ἔχοι [λεγε· ἔχῃ] τὸ χρήσιμον, ἀγέσθω τοίνυν εἰς μέσον ὁ πρῶτος τῆς εὐσεβείας ταύτης διειλημμένος τοὺς οἴακας, Τῖτος ὁ μέγας ἀπόστολος, καὶ δεικνυέτω τί πρὸς αὐτόν, τὸ σκεῦος τῆς ἐκλογῆς περὶ τῶν αὐτῆς οἰκητόρων διέξεισι, τυπῶν τῷ λόγῳ τὸν νόμον τοῦ πνεύματος. ἐπειδὴ γὰρ ἑώρα δι᾿ ἀκρασίας ἐπιμόνως τούτους
[868Α] ἐν πάσῃ κακίᾳ βακχεύοντας, τόδε πρὸς αὐτὸν οὑτωσί πώς φησι· ϠΚρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.Ϡ οὐ πάντως τῇ σημασίᾳ τῆς λέξεως ἔνθεν ταύτῃ τὸ τῶν Κρητῶν εὐσεβὲς ἅπαν ἔθνος ὑποφαινόμενος· τοὺς τῇ αὐτονομίᾳ δὲ καὶ μόνον δίκην ἀλόγων ζῴων τὸ τῆς ψυχῆς καθαρὸν τῇ ἀντιθέτῳ τῆς γαστρὸς αἰσχρότητι καθυβρίζοντας διὰ τῆς τῶν παθῶν πρὸς γῆν κατανεύσεως, οὕτω πως ἀντιστρόφως ὁ λόγος αἰνίσσεται. οἶδε γὰρ ἡ γραφὴ τροπικῶς διὰ τὸ ἀπόκρυφον καὶ ἀόρατον τῆς ψυχῆς, ποτὲ μὲν γαστέρα, ποτὲ δὲ κοιλίαν ἀποκαλεῖν, ὡς χωρητικὴν καὶ αὖθις ἀναδοτικὴν τῶν τοῦ λόγου γεγενημένων τροφῶν· εἰ καὶ ἄλλως ὧδε τὸ τῆς ἀργίας σαθρὸν προσλαμβάνεται. καὶ γὰρ ἀληθῶς αἱ τῶν τοιούτων ψυχαὶ γαστέρες ἀργαὶ τῷ [Β] ἀποστόλῳ καὶ κακὰ θηρία προσαγορεύονται, ὡς ἀναδοτικαὶ ἀσελγείας μᾶλλον ἢ χωρητικαὶ τῶν τοῦ πνεύματος χαρισμάτων ὑπάρχουσαι.

3. οὔκουν τῶν σημανθέντων ὁ μέγας Νικόλαος, πόρρω δὲ τούτων, φιλοτιμία μᾶλλον τῆς ἐνεγκαμένης γενόμενος, κατὰ πάντων τὸ κλέος ἠνέγκατο. ὡς γὰρ ἀπεναντίας τῷ φωτὶ τὸ σκότος, καὶ ὁ θάνατος τῇ ζωῇ, οὕτως αἱ ἀρεταὶ ψυχαῖς βεβήλοις ἐναντίαι, καὶ τὸ ἔμπαλιν. δῆλον δὲ ὡς οὐ τοῦ ἀποστόλου, Ἐπιμενίδου δὲ τοῦ Κρητός τε καὶ μάντεως ἡ παροιμία καθέστηκεν. πλὴν ὡς ἐν παρόδῳ περὶ τούτων διεξελθόντες, ἐπ᾿ αὐτὸν ἤδη τὸν κάλαμον τρέψωμεν, θεοῦ διδόντος λόγον ἐν ἀνοίξει τοῦ στόματος.

πατρὶς μὲν οὖν, ὡς ἤδη φθάσαντες εἴπομεν, τὸ τῶν Κρητῶν αὐτῷ κεχρημάτικεν ἔδαφος· χωρίον [Χ] δέ, Κυδωνία, οὕτω καλούμενον· τῇ εὐδοξίᾳ τῆς κλήσεως ἐφεπομένην ἔχον τῶν ἀγαθῶν τὴν πηγὴν ὑπερβλύζουσαν. ῥείθροις γὰρ καθαροῖς πανταχόθεν τοῖς νάμασι ἀρδευόμενον, σίτῳ καὶ οἴνῳ, καὶ διαφόροις καρποῖς τῶν ἄλλων ὑπεραντλούμενον. ἔνθεν γὰρ καὶ τῆς τιμίας τῶν μαρτύρων δεκάδος ὁ ἐνδοξότατος μάρτυς Βασιλίδης ἐξώρμητο· ἐν ᾧ καὶ οἱ τούτου γεννήτορες τὴν κατοίκησιν ἔχοντες, οὐ δι᾿ εὐκληρίαν τοῦ γένους ἢ δι᾿ εὐσέβειαν ἐν τοῖς ἁπάντων ἐμεγαλύνοντο στόμασιν. ὡς γὰρ ὁ σίδηρος μαγνίτην, οὕτω ὁ παρὰ τῶν πολλῶν ἐπακολουθεῖν τοῖς ἐναρέτοις εἴωθεν ἔπαινος.

τῇ εὐσεβείᾳ δὲ καλῶς τῆς εὐτεκνίας τὸ δῶρον δρεψάμενοι, τὸν μέγαν τοῦτον ἀποτετόκασι· καὶ ὡς ἐν Χριστῷ νηπιάζοντα σὺν τοῖς λοιποῖς αὐτοῦ
[p. 869Α] εὐκλεεστάτοις ὁμαίμοσι, πρὸς τὴν ἐν πνεύματι λειτουργ{ε}ίαν τὴν τοῦ σώματος ἡλικίαν ἀνάγοντες ἐξεπαίδευον. τὸ γὰρ ἐκ βρέφους τῆς φύσεως ἁπαλόν τε καὶ ἔκλυτον, ἥκιστα τῷ καθοδηγοῦντι ἐκτραχυνθείη πρὸς ὅπερ καὶ βούλεται. διὰ τοῦτο πολλῆς τῆς νήψεως πρὸς τὰ κρείττω· πλειοτέρας δὲ καὶ τῆς προσοχῆς, τοῦ μὴ ἑτεροίως, ἢ ὡς ἐχρῆν ἀνάγειν τὸν παιδευόμενον. πλὴν ὡς τῆς ἐκκλησίας τρόφιμοι, δι᾿ αὐτῆς καὶ τοῦτον ἀνέτρεφον· γράμμασιν αὐτόν, καὶ τοῖς τῆς εὐσεβείας θεσμοῖς ἐκδιδάσκοντες. ὅθεν τὴν ἀρχὴν ἀρίστως οὕτως ὑπὸ τῶν φυσάντων αὐτῷ [λεγε· αὐτὸν] διαπλάττεται πλάσιν τὴν ἀρίστην τε καὶ καθαρωτάτην· ἣν ἡμερινὴν ὁ θεῖος Δαβὶδ καλῶς ὀνομάζει, καὶ τῆς νυκτερινῆς ἀντίθετον.

4. ὡς δὲ λοιπὸν ἡ τῆς ἡλικίας ἀκμὴ τὴν πρώτη [Β] δεκάδα τῶν χρόνων ἠρίθμησε καὶ ἡ τῶν στοιχείων κατάληψις ἀρκοῦσαν τῷ νέῳ τὴν προπαίδειαν τῶν μαθημάτων ἐγνώρισεν, ἔδει δὲ αὐτὸν ἄνωθεν ὑπὸ τοῦ Πατρὸς τῶν φώτων καλούμενον τὴν πρώτην αὖθις βαθμίδα τῶν μακαρισμῶν ἐπιβήσεσθαι καὶ πτωχεῦσαι τῷ πνεύματι καὶ συνταπεινῶσαι τῷ σώματι· ἐπὶ τὸ Βυζάντιον ἔνθεν, <ἐν> τῇ πασῶν προκαθεζομένῃ τῶν πόλεων, εἴσεισι καὶ πρὸς τὸ περιφανὲς καὶ περίδοξον τῆς ἀρετῆς παιδευτήριον, τὸ μέγα φημὶ κοινόβιον τῶν τοῦ Στουδίου, πρὸς τὸν ἐκ πατρὸς αὐτοῦ θεῖον τοὔνομα Θεοφάνην, ὡς αὐτὸν κατοψόμενος ὑπὸ τῶν γεννητόρων ἐξαποστέλλεται. ἦν γὰρ οὗτος ἐκεῖσε τῆς ἀσκητικῆς παλαίστρας καὶ γυμνάσιον μετερχόμενος· ἄρτι τοῦ παμφαοῦς φωστῆρος καὶ μεγάλου τῆς ἀληθείας προμάχου καὶ κήρυκος Θεοδώρου τὴν πνευματικὴν ἐκείνην ὁλκάδα τῶν ἀδελφῶν διϊθύνοντος καὶ τοῖς τῆς εὐσεβείας δόγμασι τὴν οἰκουμένην ἅπασαν καταστράπτοντος.
[Χ] ὁ οὖν τῆς θεοφανείας ἐπώνυμος, φιλοφρόνως τὸν ἀδελφιδοῦν προσλαβόμενος, κατησπάσατο καὶ πρὸς τὸ φερώνυμον {τοῦ?} τῆς ἐκκλησίας δῶρον <τοῦ?> εὐλογηθῆναι τὸν παῖδα προσήνεγκεν. ὁ δὲ πυρσολαμπὴς τῆς εὐσεβείας ἐκεῖνος σπινθὴρ τὸ ἀστεῖον τοῦ νέου καὶ τὸ πρὸς τὴν τῆς ἀρετῆς ἐπανάληψιν χρήσιμον τῷ προορατικῷ ὄμματι θεασάμενος, εὐλογήσας τοῦτον, ἐκέλευσε διὰ τὸ νέον τῆς ἡλικίας πρὸς τὸ ἔναγχος τῆς μονῆς καταγώγιον τῶν παίδων τοῖς ὁμήλιξι συναυλίζεσθαι τὴν τῶν γραμμάτων ἐκπαιδευόμενον μάθησιν. ἤρτηντο γὰρ ἰδίως οὐ πόῤῥω που τῆς μονῆς ὑπὸ τοῦ μεγάλου ἐν ἑνί δωματίῳ οἱ παῖδες ἀεὶ διατρίβοντες, τὴν ἐκ τούτων ἐγγινομένην τοῖς ἀσκηταῖς ὄχλησιν [*** λαχυνα?] κἀντεῦθεν ὡς ἄριστος τῶν
[p. 872Α] ψυχῶν κηδεμὼν προμηθούμενος. προέκοπτε τοίνυν σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι πάντι [λεγε· πάσῃ ορ πάντη] τὰς ἐκ τῶν ὁμοειδῶν παιδειὰς ἐναποστρεφόμενος. ἦν γὰρ ἐκ παιδὸς λίαν ἐντρεχὴς καὶ νηφάλιος. ἡ γὰρ ἄνωθεν τῇ διαφορᾷ τῶν χαρισμάτων στεφηφορεῖσθαι τοὺς βροτοὺς εὐδοκήσασα πρόνοια, οἰκεῖον ἦθος ὡς τὰ πολλὰ συγγενὲς ἡμῖν πρὸς τὴν τῶν ὁρώντων διάγνωσιν ἐδωρήσατο· εἴπερ ὅς [λεγε· ἤπερ ὡς?] τις ἔφη σοφός· Ϡστολὴ καὶ βῆμα καὶ γέλως ἀνδρὸς τὰ περὶ αὐτοῦ ἀναγγέλλουσιν.Ϡ

5. ἐπεὶ δὲ καθ᾿ ἡλικίαν προβαίνων, τὰς εἰσαγωγικὰς μαθήσεις εὐφυῶς ἄγαν καὶ φιλοπόνως ἐξήσκησεν, ἐχρῆν δὲ λοιπὸν καὶ γραμματικῆς ὅσον πρὸς τὸ γράφειν ὀρθῶς τὴν ἐπιστήμην πορίσασθαι· καὶ μέντοι, καὶ ταύτην προσείληφε, ταχυγράφος [Β] ἀποφανθεὶς χρησιμώτατος ὠκύτητι φύσεως, δι᾿ ἧς μάλιστα τοῖς πολλοῖς τὰ τοιαῦτα κατορθοῦσθαι πεφύκασιν. ὅθεν ἐν ὀλίγῳ πεῖραν τοῖς πολλοῖς τῆς αὐτοῦ, ἐν Χριστῷ ἀναστροφῆς παρεχόμενος, ἐθαυμάζετο μὲν ὑπὸ πάντων· παρὰ δὲ τῷ κοινῷ καθηγητῇ τῷ ἀρότρῳ τῶν ἐντολῶν ὡσημέραι τὴν τῆς ψυχῆς αὔλακα γεωργούμενος, ἐκαρποφόρει τὴν ἀρετήν, πολυειδεῖς τοὺς καρποὺς προβαλλόμενος. πρὸ πάντων τῶν ὁμηλίκων, ἐν ᾧπερ ηὐλίζοντο τῷ θείῳ ναῷ τοῦ θεοῦ εἰσερχόμενος, καὶ ὕστατος πάντων ἐκπορευόμενος· τήν τε ἀκοὴν προσεχῶς ὑποκλίνων ταῖς τῶν πατέρων ἱεραῖς διηγήσεσι, καὶ τούτων τοὺς βίους ἀνελίττων ἑκάστοτε, ἐφωτίζετο λοιπὸν πρὸς τὴν τοῦ κρείττονος ἀναγόμενος εἴδησιν. ὡς γὰρ αἴτιον τῷ [Χ] φυτῷ ἡ ἀρδεία, καὶ τῷ πυρὶ πρὸς ὑπόστασιν ἡ ἀφθονία τῆς ὕλης, οὕτως ὁποτέρως ἂν λάβοις αἰτία τῶν ἑπομένων, ἡ τῶν κυβερνώντων καθέστηκεν ἐπιμέλεια.

ἤδη δὲ πρὸς ἄνδρας ἐξ ἀγενείων τελῶν, καὶ τῆς ἀτελοῦς ἡλικίας τὸ τέλειον προσλαβόμενος, καὶ τὸ φρόνημα τῆς σαρκὸς τὸ ἀντιστρατευόμενον τὸν νόμον τοῦ πνεύματος καταβαλεῖν ἐπειγόμενος, τὸ τῆς σωτηρίας ἱμάτιον ἔνθεν ἀποκαρθεὶς ἐνδιδύσκεται, ὑπ᾿ αὐτῶν τῶν χειρῶν τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Θεοδώρου τῷ ἀγγελικῷ τῶν μοναχῶν κατακοσμηθεὶς ἀμφιάσματι.

ἔδει γὰρ τοὺς ἄμφω, πολλὰ τελεῖν μέλλοντας ὑπὲρ τῆς ἐμφεροῦς παναχράντου Χριστοῦ τοῦ θεοῦ ἡμῶν ὁμοιώσεως, ὡς ἄλλον τινὰ κατὰ Παῦλον [Δ] ἀναγεννηθῆναι τούτῳ τῷ θαυμασίῳ πύκτῃ Τιμόθεον, ἵν᾿ οὕτω δι᾿ ἀμφοτέρων κατ᾿ ἐκείνους, καὶ ὧδε τρέχῃ τὸ καθ᾿ ἡμᾶς εὐαγγέλιον. ὅλον γὰρ ἑαυτὸν ἐκδεδωκὼς οὑτοσὶ ὁ πανόλβιος τῷ ἐκείνου θελήματι, καθάπερ τις ἀθέλητος ἄνθρωπος ἦν τό γε εἰς αὐτὸν ἧκον, πόρρω καὶ μακρὰν τῶν οἰκείων θελημάτων γινόμενος. οὐ πρὸς αὐτὸν δέ, ἀλλὰ καὶ πρὸς τοὺς ἐφεξῆς μικρούς τε καὶ μεγάλους, τὴν αὐτὴν εὐπείθειαν καὶ ὑπακοὴν πράως μετὰ τῆς τοῦ φρονήματος συστολῆς ἐπεδείκνυεν· οἷόν τις ἄψυχος ἀνδριὰς ἐστηλωμένος τῷ θείῳ φόβῳ πρὸς ἅπαντας· ἄπρακτος δὲ διαμένων πρὸς πᾶν ὃ περπερεία καὶ ζῆλος, θυμός τε καὶ ὀργή, καὶ ἀπέχθεια· ὡς καὶ τοὺς συνασκουμένους
[p. 873Α] καταπλήττειν, δι᾿ ὧν ἔδρα προδήλως, μεγάλην αὐτοῖς τοῦ ἀφανοῦς ἀνθρώπου προτιθῶν τὴν ἀπόδειξιν.

6. ὁ γὰρ τῆς εὐσεβείας ἔρως οὐ δίδωσι κόρον ὅλως τὴν ἁλοῦσαν [λεγε· τῇ ἁλούσῃ] ἐφ᾿ ἑαυτὸν ψυχὴν [λεγε· ψυχῇ] τῆς ἐφέσεως· πῦρ δὲ πυρὶ καὶ πόθῳ πόθον προστιθείς, ἐγκαίει τὸν ἐραστὴν καὶ ἀήττητον πρὸς πᾶν ὁτιοῦν ἀπεργάζεται. τίς γὰρ ἐκείνου μᾶλλον τὴν ἀρετὴν κατησπάσατο, πλουτοποιὸν ταπείνωσιν ἐν ὑπερέχοντι τῷ φρονήματι καὶ φρόνημα εὐτελὲς ἐν ὑψηλῇ τῇ ταπεινώσει κτησάμενος Τίς τὰς αἰσθήσεις οὕτω καλῶς ἐξεπαίδευσε, τῶν αἰσθητῶν εἰς τὰ ὑπὲρ αἴσθησιν ταύτας φιλοσοφεῖν παρασκευασάμενος τίς τὴν φρόνησιν μετὰ τῆς ἀνδρείας ὡς φίλας δυνάμεις ἀρίστως [λεγε· ἄριστ᾿ ὡς οὗτος ορ οὕτω] [Β] οἶμαι συζεύξας, διὰ [λεγε· παρὰ] Λύδιον ἅρμα θέειν, ποιητικῶς εἰπεῖν, ἑαυτῷ κατειργάσατο ὡς φρόνιμος οἰκονόμος ἢ καὶ πιστὸς δοῦλος ἑκατέρας τὸ πρόσφορον ἐν δικαιοσύνῃ, τῇ μὲν τῇ σαρκὶ τῇ δὲ τῷ πνεύματι διεμέρισεν.

ἐγκρατείας δὲ τὴν ποιότητα καὶ ἀγρυπνίας τὴν νῆψιν καὶ προσευχῆς τὸ ἀκρότατον καὶ δακρύων τὸν φωτισμόν, τίς ἂν τῶν πολλῶν μίαν, ὡς οὗτος μόνος ἁπάσας, διήμειψεν ὧν τῆς μὲν τὴν σωφροσύνην, τῆς δὲ τὴν θεωρίαν, τῆς δὲ τὴν κατάνυξιν, τῶν δὲ τῆς ἁγνείας τὸν ἁγιασμὸν ἐπορίσατο. ἔνθεν κατὰ τὸν Σολομῶντα Ϡτῷ γέλωτι μὲν παραφοράν,Ϡ τὴν δὲ λοιπὴν τοῦ σώματος εὐφροσύνην, πένθος ὠνόμασεν· ἐπ᾿ οὐδενὸς τῶν δοκούντων ἡδέων τοῦ παρόντος αἰῶνος ἐπιτερπόμενος. Κλεῖδας γὰρ ὥσπερ τὸ τριμερὲς τῆς [Χ] ψυχῆς τὸν τοῦ θεοῦ φόβον διὰ τῆς ἀπαθείας περιστοιχήσας καλῶς, οὐκ εἴασε διὰ τῶν αἰσθήσεων τὰς ἐμπαθεῖς ὀρέξεις ἀποσυλῆσαι τὸν πλοῦτον τοῦ πνεύματος. ὅθεν ἀπερίτρεπτος ὑπῆρξε λοιπὸν πρὸς τὸ ὄντως ἐφετὸν ἐναποκρεμάμενος· καὶ οὐκ ἔστιν, ἵνα συντόμως εἴπω, τῶν ἁπάντων οὐδέν, ὥς τις ἔφη σοφός, ἐφ᾿ ὅτῳ οὐχὶ τῶν ἁπάντων ἐκράτησεν.

ὥς τί περ ἔδει τοιοῦτον ὄντα καὶ ἐν τῇ φύσει τὰ ὑπὲρ ταύτην διαπραξάμενον· καὶ ἄρτιον τῇ καθ᾿ ἡμᾶς γενεᾷ χρηματίζοντα ἄνθρωπον ἐπὶ τὸ τελεώτερον ἀναχθῆναι καὶ ἐπὶ τὴν λυχνίαν τεθῆναι, γέρας τῶν πόνων τὸ τῶν ἀρετῶν ὕψος μέγα δὴ τὴν ἱερωσύνην ἀποληψόμενον. Καὶ δὴ προήχθη μὲν κατ᾿ [Δ] ἀξίαν καὶ οὐ καθώς τινες ἐπιδραμὼν ἢ ἐμπορευσάμενος τῷ δωρήματι· κελεύσει δὲ μόνον τῆς πατρικῆς ἐντολῆς καὶ παρακλήσει τῆς κοινῆς ἀδελφότητος. ἤρκεσε γὰρ αὐτῷ πρὸς τὴν τοιαύτην εὐπείθειαν ἡ τῶν πολλῶν θεραπεία καὶ τῶν ὑπὲρ δύναμιν ἐπιβήσεσθαι. οὐδὲ γὰρ ὁ τῆς ὑπακοῆς ἐραστὴς
[p. 876Α] κίνδυνον ὑφορᾶταί ποτε, τῷ κρίματι [λεγε· τὸ κρῖμα τὸ] ἑαυτοῦ εἰς ἅπαν τῷ καθοδηγοῦντι ἀνατιθέμενος.

7. καὶ τίς ἂν τούτου τὴν μετὰ τὴν ἱερωσύνην τῶν ἀγώνων παραστήσῃ ἀκρίβειαν Παῦλος ὁ μέγας προλαβὼν ἀνεγράψατο, ἐν οἷς τὸν Ϡἀρχιερέα τὸν μέγαν τὸν διεληλυθότα τοὺς οὐρανοὺςϠ διαζωγραφῶν τῷ λόγῳ ὑπεσημήνατο· ὃν καθ᾿ ὅσον οἷόν τε τῇ ἀνθρωπίνῃ φύσει ἀπεμιμήσατο. καὶ οὐ θαυμαστόν, εἴπερ θέσει θεός, καὶ κατὰ χάριν υἱὸς ὑψίστου γεγένηται.

καὶ γοῦν πρὸς τῇ ἐμπράκτῳ πολιτείᾳ τε καὶ διαγωγῇ, οὐδὲ τῆς ἐκ τῶν ἔργων κοινωνίας τοῖς ἀδελφοῖς ἐπίσης ἀπελιμπάνετο· ἀλλ᾿ ἦν ταῖς χερσὶ κοπιῶν, καὶ δέλτους ἄριστα συρμεογραφῶν [λεγε· συρμαιογραφῶν], εἰ καί τις ἄλλος, οἶμαι, τῇ ὠκύτητι χειρῶν, τὸν Ἀσαὴλ [Β] ἐκεῖνον ἐπὶ τῇ τῶν ποδῶν ἐξιοσούμενος. καὶ μαρτυροῦσιν αἵ τε βίβλοι καὶ τὰ ἐκείνου πονήματα.

ἀμέλει καλῶς αὐτὸν ταῖς τοῦ πνεύματος διευθηνούμενον χάρισι κατέλαβε Τίτος ὁ κατὰ σάρκα γνήσιος ἀδελφὸς αὐτοῦ, πλανήτης περιαγόμενος, τὴν τῆς πατρίδος ἅλωσιν καὶ τὴν τῶν γεννητόρων ἐκεῖσε κατάσχεσιν καὶ τῆς [λεγε· τὴν] <τῶν> κατ᾿ εἰκόνα θεοῦ πολυπαθοῦς [λεγε· τραγῳδίας] πολυπαθῆ τραγῳδίαν ὑπὸ τῶν ἀγρίων συῶν γενομένης σφαγῆς, τῶν ἀθέων Ἰσμαηλιτῶν, μετὰ πολλῶν τῶν δακρύων ἐκδιηγούμενος. καὶ πέρας ἔνθεν εἰλήφει λοιπόν, τὸ ὑπὸ τοῦ προφήτου Σοφονίου πόρρωθεν ἐπ᾿ αὐτῇ προβλεπτικοῖς τοῖς ὄμμασι κλεϊζόμενον· ϠοὐαίϠ γάρ φησιν Ϡοἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος κυρίου ἐφ᾿ ὑμᾶς· καὶ [Χ] ἀπολῶ ὑμᾶς ἐκ κατοικίας. καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων.Ϡ στιλβοῦται μὲν γὰρ ἡ μάχαιρα ταῖς νιφάσι τῶν πειρασμῶν, καὶ τὸ τόξον τῆς παιδείας ἡμῖν πολυτρόπως ἐντείνεται, τὴν ἐκ τῆς ἁμαρτίας ἐπιστροφὴν προβαλλόμενα. ὅταν δὲ μὴ βελτιωθέντες ἐκ τούτων χείρους γινώμεθα, τότε φιλανθρώπως στελλόμενα, δεινὸν τὸν πρὸς εὐεργασίαν ἡμῖν κατεργάζονται θάνατον, ἐπείπερ Ϡτὸ ποτήριον κυρίου οἴνου ἀκράτου πλῆρες
[p. 877Α] ὑπάρχει κεράσματος.Ϡ πλὴν τὸν ἀδελφὸν ὁ μέγας οὑτοσὶ προσηκάμενος, καὶ ἀποκαρθῆναι καλῶς βουλευσάμενος, σύνδρομα θέειν αὐτῷ παρεσκεύασεν, ἀλλὰ καὶ τοῖς τρόποις αὐτοῖς ἀναδείξας αὐτάδελφον.

8. εἶχε μὲν οὖν ὁ κοινὸς ἡμῶν πατὴρ καὶ τοῦ Χριστοῦ θεράπων Νικόλαος καὶ τὸν οἰκεῖον βίον σιωπῶσαν παραίνεσιν· εἶχε δὲ καὶ τὸν ἀδελφὸν ὥσπερ τι ἀπηκριβωμένον τῶν αὐτοῦ κατορθωμάτων εἰκόνισμα· εἶχον δὲ πάντες ὡς ἄλλον τινὰ μέσον αὐτοῖς ταῖς τῶν ἀρετῶν ἐπιστολαῖς καταστράπτοντα ἥλιον τὸ θεοδώρητον χρῆμα καὶ ψυχωφελῆ ἑστιάτορα τὸν μέγαν Θεόδωρον· καὶ ἦν ὡς ἀληθῶς τὸ τῆς ἀρετῆς παιδευτήριον, ἄλλος τις παράδεισος πολυειδέσι τοῖς ἄνθεσι πυκαζόμενος. καὶ γοῦν πρὸς τούτοις καὶ Ἰωσήφ, ὁ τοῦ πανσόφου πατρὸς ἡμῶν ὁμαίμων, [Β] ὕστερον τῆς μεγαλωνύμου Θεσσαλονίκης χρηματίσας ἀρχιεπίσκοπος, ἀλλὰ μὴν καὶ Τιμόθεος, Ἀθανάσιός τε καὶ Ναυκράτιος καὶ ἄλλοι πολλοί, οὕς διὰ τὸ πλῆθος παρίημι, ἐν τῷ ἐπιγείῳ τούτῳ διέτριβον οὐρανῷ. Οὓς γὰρ συνάπτει τρόπος καὶ τόπος συνίστησιν· καὶ οὓς ὁ τρόπος διῒστησι καὶ τόπος ἅπας ἀφίσταται. δοξάζεται γὰρ τόπος ἐν τρόπῳ καὶ ἀντιδοξάζεται τρόπος ἐν τόπῳ στεργόμενος. οἶδε δὲ πολλάκις καὶ τόπων συνήθων ἀπότευξις ὡς καὶ προσώπων συντρόφων διάζευξις, πολλὴν τὴν κατ᾿ ἀρετὴν ῥαστώνην ἐργάζεσθαι.

ἀλλὰ γὰρ οὕτω καλῶς ὧδε τοῦ ἀμπελῶνος κυρίου Σαβαὼθ εὐκληματοῦντος καὶ τῷ καρπῷ βρίθοντος, ὄρη τε κοσμικῆς προσπαθείας, τῶν τοῦ νοῦ φημι κινημάτων τὸ ἐμπαθὲς καὶ μετέωρον ὑπὸ τὴν αὐτοῦ [Χ] σκιὰν κατακρύπτοντος καὶ ὥς τισι παραφυάσι τὸ διάφορον καὶ ποικίλον τῶν ἀρετῶν πρὸς τὰ τοῦ κόσμου τέρματα διαπέμποντος, καὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας εὐπρεπῶς ἤδη μεγεθυνομένης ἐν παντὶ βαθμῷ καὶ τάγματι καὶ ἐν αἰθρίᾳ τῶν ὀρθοτόμων δογμάτων πυκαζομένης τῆς πίστεως, ἀθρόον ὥσπερ τι νέφος ἐκ τῶν ἑῴων μερῶν ἀπροόπτως καὶ παρ᾿ ἐλπίδας ἀναφανὲν πάντα σκοτοδεινίας ἐπλήρωσεν. Λέων γάρ τις ἐκ τῆς τῶν Ἀρμενίων βλάστης ἀναφανείς, ἀνὴρ τῷ ὄντι ἀλιτήμων καὶ πονηρότατος, μύθῳ, οὐκ ἀληθείᾳ, τὸ τῆς εὐσεβείας κατέχων μυστήριον, πρωτοπαγὴς Σατὰν δῆλος τοῖς πολλοῖς καὶ ὢν καὶ ὀνομαζόμενος· ἄρτι Μιχαὴλ εὐσεβῶς τὰ τῆς βασιλείας σκῆπτρα διέποντος [λεγε· διέπων] καὶ τῶν Οὔνων [Δ] ἤδη κατὰ τὸν Λίβα ληϊζομένων τὰς χώρας χειροτονεῖ στρατηγὸν τοῦτον πρῶτον τὸν ἀλιτήριον καὶ πρὸς τὸ εἰρημένον ἔθνος σὺν πολλοῖς ἄλλοις εἰς συμμαχίαν τοῦ κράτους ἐκπέμπεται. Ὅστις θηρώνυμον ἐπίσης τῇ κλήσει καὶ τὴν προαίρεσιν ἐπαγόμενος, κρυφιογνωμῶν τε τὸ τῆς καρδίας ἐνδόμυχον καὶ τὴν τοῦ πατρὸς Κωνσταντίνου τοῦ Κοπρωνύμου, Λέοντος καὶ αὐτοῦ, καὶ Λεοντίδου τοῦ τούτου υἱοῦ τὴν αἵρεσιν
[p. 880Α] κατέχων ὁ δείλαιος κατὰ τοῦ εὐεργέτου Θεοῦ τοῦ παντάνακτος καὶ τῆς αὐτοῦ βασιλείας κατεξανίσταται.

9. καὶ δὴ τὰς ὑπ᾿ αὐτὸν τελούσας στρατιωτικὰς φάλαγγας δώροις πολλοῖς φαινακίσας [λεγε· φενακίσας] ὁ μάταιος, καὶ πρὸς τὰ Θρᾳκῷα μέρη γεγονὼς τοῦ ἄστεος θύραθεν, ἀναγορεύεται κατὰ Χριστιανῶν εὐσεβῶν ἀσεβῶς ἄναξ ὁ μιαρός· καὶ εἴσεισιν εἰς τὰ βασίλεια διαρρήδην εἰκονοκλάστης βασιλεὺς φημιζόμενος. βραχὺ δέ τι κατασιγήσας, καὶ τοῦτο ὑπούλως, ὡς ἂν ἐπ᾿ ἀσφαλείᾳ πρὸς ἑαυτὸν τὰ τῶν ἀνακτόρων διάθηται· ὅσον οὔπω, καὶ πρὸς οὐρανὸν τὸ στόμα ἀνέῳξε, βλασφημίαν κατὰ Χριστοῦ τοῦ τῶν ὅλων θεοῦ ἐρευγόμενος, μὴ δεῖν λέγων τὰς ἱεροτύπους ἀναστηλοῦσθαι μορφάς, ὡς τῶν τοιούτων εἰκόνων εἰδωλικῶν ἰνδαλμάτων ὑπαρχουσῶν.

ὢ τῆς παραπληξίας· οὐ γὰρ συνῆκε τὸ τῆς αἰσχύνης ἄγαλμα, ὡς ὧν τὰ πρωτότυπα προδήλως τὴν [Β] ἀντικειμένης ὑπόληψιν ἔχουσι, τούτων δῆλον καὶ τὰ παράγωγα. τὰ γὰρ ἐναντίως ἀλλήλων, ἐναντίαν πάντως καὶ τὴν κοινωνίαν εἰσφέρει πρὸς ἄλληλα. ἡ γὰρ ἑτερότης θατέρου πρὸς θάτερον, εἰδώλου τε, φημί, καὶ εἰκόνος, ὥσπερ ἡ τοῦ Χριστοῦ καὶ Βελίαρ, δι᾿ ἑκατέρων γνωρίζεται· εἴδωλον μὲν γὰρ ὡς δολιοῦν {τὰ} καὶ αὐτὴν τὴν τοῦ ἀρχετύπου ἐμφέρειαν· εἰκὼν δέ, ὡς ἐοικυῖα ταύτῃ μᾶλλον ἐκείνου κυρίως προσονομάζεται. οὐδὲν δὲ τούτων συνιδεῖν ἠβουλήθη ὁ τάλας οὗτος καὶ θηριώνυμος· ἀλλὰ κορυβαντιῶν, ἵν᾿ οὕτως εἴπω, καὶ κατὰ Χριστοῦ καὶ τῆς τούτου παναχράντου μορφῆς βακχευόμενος, εὑρών τινας ἄνδρας τῷ ὄντι διεφθαρμένους τὸν νοῦν, καὶ κατὰ πάντα συνίστορας τῶν αὐτοῦ πονηρῶν βουλευμάτων ὑπάρχοντας, δι᾿ αὐτῶν κατακερτομεῖν δῆθεν ᾤετο [Χ] ἡμῶν τὸ τῆς εὐσεβείας μυστήριον. ἀλλ᾿ οὐκ ἴσχυσεν, εἰ καὶ τὰ μάλιστα προσβαλὼν ὡς βέλος· στερροτέρως προσκρούων τοῖς τῆς ἐκκλησίας προμάχοις ἐναποκρούετο.

ἐπειδὴ γὰρ τῶν ἀνακτορικῶν ἔν τινι τῶν θείων, τῶν ἱερῶν καὶ τῶν καθ᾿ ἡμᾶς πατέρων συναγήγερκεν ὅμιλον, τῶν στρατευμάτων αὐτῷ κυκλόθεν παρισταμένων· αὐτὸς ἐν μέσῳ προὐκάθητο, σοβαρῷ καὶ βρέμοντι τῷ φρονήματι, καταδημηγορῶν τῶν ἀμφὶ τὸν μέγαν ἱεράρχην, ὡς ἐσφαλμένως προσηκαμένων τῶν σεπτῶν ἰνδαλμάτων τὴν ἀναστήλωσιν. εἶτ᾿ ἐνορῶν εἰσαῦθις τούτους τῇ τοῦ πνεύματος μαχαίρᾳ ποικίλως τὴν λέσχην κατ᾿ ἄμφω τῶν [Δ] φληνάφων αὐτοῦ διακόπτοντας, οὐμενοῦν πρὸς τοῖς
[p. 881Α] ἄλλοις, ὅσον τοῦ ἥρωος καὶ μεγάλου πατρὸς Θεοδώρου καταπλήξας τὸν εὔτολμον, μανεὶς ἔνθεν κατὰ φρένα ὁ ἀλίτηριος, ἄρδην πάντας μετὰ πολλοῦ τοῦ θυμοῦ τῶν βασιλείων ἀπεώσας, ἢ τάχος τὴν ὑπερόριον ἑκάστῳ περιγραφὴν καθυπέγραψεν.

10. ἔνθεν ἐξόριστος μὲν ὁ ἀρχιερεὺς καὶ τῆς νίκης ἐπώνυμος, ἐξόριστοι δὲ καὶ πάντες οἱ Χριστοῦ τὴν εἰκόνα σχετικῶς σεβαζόμενοι. ἐξόριστοι δὲ πρὸ πάντων, ἵνα τὰ πολλὰ παραθετῶ, καὶ τὸ κοινὸν τοῦτο καὶ πυρσολαμπές, τὸ θεοδώρητόν φημι τῆς Ἐκκλησίας ἐντρύφημα, σὺν τῷ μαθητῇ καὶ γενναίῳ προμάχῳ καὶ ὁμολογητῇ πατρὶ Νικολάῳ γεγένηνται. μόλις γὰρ πρὸς ἑαυτὸν δι᾿ ἀσθενείας ὧδε κἀκεῖσε τὸν λόγον οὗτος πλαζόμενον, χεῖρα προτείνας συμπαθῶς ἀνεκτήσατο, εἰ καὶ μὴ περιεκτικῶς ἰδικήν [Β] τινα τὴν ὑπόθεσιν· κοινοὺς δὲ κατ᾿ ἄμφω τὼ διδασκάλω τοὺς ἀγῶνας τούτου τῇ ἰστορίᾳ παρίστησιν. ἀλλὰ μηδεὶς ἡμᾶς ἐν τούτῳ νεμεσάτω. οὐ γὰρ τεχνικαῖς πιθανότησι, τῇ ἀληθείᾳ δὲ καὶ μόνον τὰ περὶ τούτου σεμνῦναι προεθυμήθημεν. μείζω δὲ λοιπὸν ἐκ τοῦ πατρὸς αὐξήσομεν αὐτῷ τὸ ἐγκώμιον, εἴπερ μὴ παρέργως τὴν δοκιμὴν τῶν ἔργων κατευτελίζων ὁ λόγος, ἐξ ἰδιωτείας ἀδόκιμον ἀποδείξειε. πρὸς [λεγε· παρὰ] γὰρ τῇ ξενιτείᾳ καὶ τὸν παρὰ τῶν ἀσεβῶν κατὰ χώραν τοῦ γεννάδος ἀκήρυκτον πόλεμον {καὶ} συμπαρέμενε τῷ πατρὶ θεραπεύων αὐτῷ ταῖς σωματικαῖς ἐνδείαις ἐγκαρτερῶν ὅτι μάλιστα καὶ κατὰ πάντα σύμβουλος ἀγαθὸς καὶ δεξιὸς παραστάτης γνωριζόμενος. ἀλλὰ περὶ τούτων τῷ πανευφήμῳ πατρὶ Θεοδώρῳ καταλειπτέον ποικίλως αὐτῷ [Χ] δι᾿ ἐπιστολῶν τῆς ἀνδραγαθίας τὸν στέφανον πλέξαντι. ἡμεῖς δὲ τὰ νῦν τῶν προκειμένων τέως ἐχώμεθα.

ἐπειδὴ γὰρ ἀκρατῶς καὶ κατὰ τῶν ἀκρίτων τούτων καὶ μακαρίων ὁ κατακεκριμένος ἄναξ τὴν ψῆφον ἐξήνεγκε καὶ ὑπερόριοι εἴς τι φρούριον
[p. 884Α] πρὸς τὴν Ἀπολλωνιάδα λίμνην, τὸ ἐπονομαζόμενον Μέτωπα, ὅλον ἐνιαυτὸν ἄμφω καθειρχθέντες ἐτύγχανον, τῆς φήμης πανταχόσε τούτων διαθεούσης καὶ τῶν μαθητῶν ὡς αὐτὸς [λεγε· αὐτοὺς] <μετ᾿> ἄλλων τε πολλῶν κρυφοποιούντων τὴν εἴσοδον καὶ πάντων σχεδὸν μεταπλαττομένων πρὸς τὴν ὀρθόδοξον τῆς πίστεως ἅμιλλαν, οὐκ οἶδ᾿ ὅπως διαγνοὺς ὁ νέος Ἀμαληκίτης καὶ τῆς ἁλουργίδος ἀνάξιος βασιλεύς, στέλλει παραυτὰ καὶ μετατίθησι τούτους ἐν τῷ τῶν Ἀνατολικῶν θέματι πρὸς ἕτερον φρούριον καλούμενον Βόνιτα, παρεγγυήσας μηδένα μηδαμῶς καθορᾶν αὐτούς, μήτε μὴν εἰσηγεῖσθαι τὰ περὶ πίστεως.

11. ἵνα δὲ μὴ δόξωμεν ἔξω τοῦ δέοντος φέρεσθαι τὸν λόγον μηκύνοντες, δεῦρο τὰ πολλὰ τῶν κυμάτων [Β] πρύμνα<ν> κρουσάμενοι, τῆς πονηρᾶς καταιγίδος τὴν βίαν ἐξείπωμεν. ὡς γὰρ οὐ τοὺς ἔναγχος, ἀλλὰ μὴν καὶ τοὺς πόρρω που ὀπίσω τῆς δυσσεβοῦς ἀπαχθέντας αἱρέσεως, πρὸς τὴν τῆς εὐσεβείας τρίβον βαίνειν ταῖς ἐπιστολαῖς μεθεῖλκεν ὁ μέγας Θεόδωρος, μιᾶς τούτων ἀπροόπτως οὐκ οἶδ᾿ ὅπως εἰς χεῖρας παρεμπεσούσης τοῦ θυμολέοντος, ἰδικῶς πρὸς τοὺς Χριστοῦ ὁμολογητὰς τὴν τῶν ἁγίων εἰκόνων ἄνωθεν διαζωγραφούσης προσκύνησιν, καὶ τὴν δύσεριν αὐτοῦ καὶ καινοποιὸν τοῦ δόγματος στηλογραφούσης παράνοιαν· ἐξαφθεὶς τῷ θυμῷ, καὶ φερωνύμως βρύξας ὡς λέων ὁ ἀλιτήριος, ἐκπέμπει σὺν τάχει πολλῷ τὸν τὰ τῆς κακώσεως ἐνεργήσοντα. ὃς ἐπιστὰς βρενθυνόμενος, ἐξάγει τοὺς ὁσίους ἐξ οὗπερ [Χ] καθείργνυντο· καὶ παρανόμως, τοῦ παρανόμου βασιλέως ὑπάρχων παρανομώτερος, σφαδάζοντι θυμῷ, ἐν ἑκατὸν βουνεύροις ἔμπροσθεν τοῦ πατρὸς Θεοδώρου τὸν μέγαν καταξάνας Νικόλαον, ἐκεῖνόν τε αὖθις τοῖς αὐτοῖς αἰκισάμενος, τίθησιν ἐν εἱρκτῇ σχεδὸν ἀφώνους τοὺς συμμακαρίους ὑπάρχοντας, καὶ τὴν θύραν ἀναφράξας, κατέλιπε, τὸν διὰ τοῦ λιμοῦ τούτους ὑποῖσαι θάνατον παρακελευσάμενος.

καὶ τίς ἂν συνεπαρθῇ τῶν ἀγώνων τῷ ὕψει, τὴν βίαν ἔνθεν τῶν ἁγίων ἐκδιηγούμενος τίς τὰς ἐκ τῶν πονηρῶν φυλάκων ἐνέδρας, καὶ τὴν θηριώδη μανίαν, καὶ τὴν ἐκ τῆς ἐνδείας ἀνάγκην καθυπογράψειεν οὐ γὰρ τίμιον τοῖς ἀσεβέσι τὸ γῆρας πρὸς ἔλεον· ὡς οὐδὲ τὸ τῆς νεότητος σῶφρον ὑπελαμβάνετο· μίσει δὲ τῷ πρὸς αὐτοὺς ὥσπερ κύνες νύκτωρ, [Δ] καὶ μεθ᾿ ἡμέραν καθυλακτοῦντες οἱ τάλανες, καὶ
[p. 885Α] τῆς ἀναγκαίας αὐτῆς ἀπεστέρουν τροφῆς βδελυττόμενοι, διὰ δύο ἢ καὶ τεττάρων ἡμερῶν ἔσθ᾿ ὅτε καὶ διόλης [λεγε· δι᾿ ὅλης] τῆς ἑβδομάδος, μόλις ἄρτου βραχύ τι λείψανον ἐπιρρίπτοντες, καὶ αὐτὸ τὸ ὕδωρ τούτους ἀφυστεροῦντες οἱ δείλαιοι. καὶ οὐκ ἔστιν ὡς ἀλήθως λόγῳ καθυποβαλεῖν τὸ τῆς βίας ἀπόρρητον. ἆρ᾿ οὖν ἠλάττωνται μὲν ἥκιστα τῶν δογμάτων διὰ ταῦτα τὴν ἔνστασιν, ἢ τοῖς ἀγῶσι δὲ μειοῦν τὴν παρρησίαν ὑφέντες ἐφάνησαν οὐμενοῦν· σκόπει δὲ τὴν ἀνδρίαν ἐντεῦθεν, καὶ τὸν φθόγγον τοῦ κηρύγματος μείζονα.

12. οὔπω γὰρ τὴν ὑγιᾶ τῶν τραυμάτων οὐλὴν καλῶς εὑραμένων τούτων τῶν σωμάτων, ἕτερος πονηρὸς τοῦ δυσσεβοῦς βασιλέως δυσσεβέστερος ἄγγελος [Β] φονῶν καὶ σεσοβημένος ἐφίσταται, βιβλίον μετ᾿ αὐτοῦ συνεπιφερόμενος· καὶ τῆς εἱρκτῆς καθελὼν τὸ περίφραγμα, μετὰ βοῆς ἀτάκτου τοὺς θεοφόρους ἐξίστησι καὶ τὴν παρ᾿ αὐτῶν δῆθεν κατὰ τοῦ ἄνακτος κρατηθεῖσαν [λεγε· γραφεῖσαν] ἐπιστολὴν ταῖν χεροῖν κρατῶν ὑπεδείκνυεν, πηνίκα δὲ ταύτην καὶ ὅπως καὶ <πρὸς τίνας> ὑπ᾿ αὐτῶν σταλῆναι τούτους ἐξειπεῖν ἐβιάζετο.

ἄθρει τοιγαροῦν τῶν γεννάδων πάλην ἑτέραν καὶ κάματον. ὡς γὰρ καὶ σχεδιασθῆναι καὶ πρὸς αὐτῶν ἀποσταλῆναι ταύτην καὶ ὅτου χάριν διωμολόγηντο, ἀλλοιωθεὶς ὁ παμμίαρος κελεύει παρευθὺς τὸν καρτερὸν τῆς ἐκκλησίας ἀδάμαντα τὸν μέγαν ἐν πρώτοις ἀφιματῶσαι Νικόλαον. ἄνδρες δὲ [Χ] τούτου [λεγε· τοῦτον?] κατ᾿ ἄμφω τὼ χεῖρε ἀπαιωρήσαντες, ἀνηλεῶς τοῖς βουνεύροις κατῄκιζον ἕτεροι. ἔρρει δὲ πρὸς γῆν τὸ αἷμα τοῦ μάρτυρος καὶ ἐφ᾿ ἱκανὰς τὰς ὥρας τυπτόμενον ἄναυδον καταθρήσας ὁ μιαρός, ἐκθηριωθεὶς τὴν ψυχὴν ὁ ταλαίπωρος, προστάσσει γυμνὸν οὕτω καὶ πεφυρμένον τῷ αἵματι, αἴθριον πρὸς τῷ κρύει παρεαθέντα τεθνήξεσθαι. ἦν γὰρ χειμέριος ὁ καιρὸς κατὰ τρίτην τοῦ ἐνεστῶτος μηνός, ὅτε τοῖς ἁγίοις τοῦτο συνέβαινε.

καὶ εὐθέως σφαδάζων τῷ θυμῷ πρὸς τὸν τῆς εὐσεβείας στύλον Θεόδωρον μέτεισι· κἀκεῖνον διαρκῶς καταξάνας ταῖς μάστιξι, ἀνθυποστρέψας εἰς αὖθις πρὸς τὸν μέγαν Νικόλαον, ἔπεα δ᾿ ἐπίσης νιφάδεσσι χειμερίοις ταῖς τῶν λόγων ἀκτῖσι βάλλων, τῆς πατρικῆς στοργῆς ἀποστρακίσαι πειρώμενος. [Δ] ὁ δὲ ἔφεπε κλονέων τὸν ἀλιτήριον ἀπωθούμενος.
13. ἀλλ᾿ ὁ μὲν ὡς ἀσπὶς τοῦ θυμοῦ τὸν ἰὸν τεθηγμένον φέρων τοῖς χείλεσι, κελεύει τούτου καὶ τά τε τῶν βραχιόνων καὶ τῶν ὠλενῶν ταῖς λεγομέναις ῥέκαις αὖθις μαστίζεσθαι. ἀλλὰ μὴν καὶ
[p. 888Α] κάλους προσδήσας, ὁ σαρκοβόρος κύων τούτου τῶν χειρῶν ἑκατέρωθεν, ἐπὶ πολλαῖς ταῖς ὥραις τείνων, αὐτὸν ἐβασάνιζεν. εἶτα καὶ θωπείαις τὰς ἀπειλὰς προσμιγνύων ὁ ἔχθιστος, μεταπείθειν ἐπείρα, καὶ τὴν πίστιν ἐξόμνυσθαι. ὡς δὲ πρὸς πέτραν κρούων θαλαττίων δίκην κυμάτων εἰς ἀφρὸν διελύετο, ἀπειρηκὼς εἰς ἅπαν ὁ τύραννος, κλείει σὺν τῷ πατρὶ τῆς εἱρκτῆς ἔνδον τὴν θύραν ἀναφράξας ὁ δείλαιος, καὶ κατῃσχυμμένος λοιπόν, καὶ αὐτὸς ἀπελήλυθεν. ἐκ δὴ τοῦ τοιούτου δαρμοῦ, ἦν ἰδεῖν τοὺς τοῦ μάρτυρος Νικολάου βραχίονας κεκαυμένων δαλῶν οὐδὲν ἐλάττονας. τῇ τῶν μαστίγων γὰρ ἐκδάρσει, καὶ τῇ τάσει τῶν κάλων τανυσθέντων τῶν νεύρων, βίᾳ τῆς φυσικῆς πρὸς τὰ ἔνδον ἀπαρνηθέντων κινήσεως, ἔκειτο φόρτος ὥσπερ δυσβάστακτος, θέαμα ἐλεινὸν [Β] τοῖς ὁρῶσι σταυροτύπως θριαμβευόμενος. καὶ ἔμεινεν ἂν τῇ τοιᾷδε θέσει σχηματιζόμενος, εἰ μὴ τὸ θηριῶδες μικρὸν οἱ φύλακες ὑπαλλάξαντες, ὑπὲρ τὴν φύσιν καθορῶντες τὴν βίαν οὖσαν τῆς φύσεως, σὺν ὕδατι χλιαρῷ, καὶ στέαρ δι᾿ ἀπορίαν συχνοτέρως αἰτοῦντι τῷ πατρὶ Θεοδώρῳ, προσένεμον· ὃς τῇ εὐχῇ σὺν τῇ σπογγίᾳ μετρίως καταψύχων, καὶ καθ᾿ ἑκάστην ἐπαλείφων τοῖς τραύμασιν, ἐν ὀλίγαις ἡμέραις τὴν ἀνίατον ἐκείνην τῶν χειρῶν ἀχθηδόνα διέλυσε, καὶ τὴν ὑγείαν τελείως τῷ μαθητῇ ἐδωρήσατο. ἀλλὰ μὴν καὶ αὐτὸς ὁ μέγας Νικόλαος ταὐτὸ τῷ πατρὶ θεραπεύων ἐφαίνετο, τὰς νεκρωθείσας ἐκ τῶν βασάνων σάρκας, δίκην μανδήλων ἐκκρεμαμένας τούτου τῷ σώματι, εὐφυῶς κατατέμνων, καὶ πανταχόθεν [Χ] τῷ πατρὶ προμηθούμενος.

οἵας δὲ καὶ ὅσας ἀνάγκας ἐν ὅλοις τρισὶν ἔτεσιν ἐν τῷ στενωπῷ τούτῳ καὶ ζοφώδει τῆς εἱρκτῆς χωρίῳ ὑπήνεγκαν, οὐδέ ἐστι ῥᾴδιον διηγήσασθαι. τίς γὰρ ἂν καὶ διεξοδικῶς ἀναγράψοιτο τὴν ἐκ τῶν βασάνων ἐγγινομένην δεινὴν ὄντως αὐτοῖς καὶ ἀνεπιμέλητον τοῦ σώματος οἴδησιν οὐ γὰρ πρὸς βασιλέα μόνον παράνομον, καὶ πρὸς δυσσεβεῖς ἡγεμόνας ἀντηγωνίζοντο· ἀλλὰ καὶ πρὸς αὐτὸν τὸν τῆς φύσεως νόμον ἐξεβιάζοντο, λιμῷ τε καὶ δίψει, ψύξει τε καὶ γυμνότητι προσπαλαίοντες.

14. καὶ γοῦν οὐκ ὀλίγου χρόνου παριππεύσαντος διαστήματος πάλιν ὁ μιαιφόνος ἄναξ πρὸς τὴν τῆς Σμύρνης ἐκεῖθεν μητρόπολιν μετατίθησιν· εἱρκτὴ δὲ τούτους καὶ μάστιγες διεδέχοντο καὶ ξύλῳ κατ᾿ ἄμφω [Δ] τὼ πόδε καθείργνυντο. εἴκοσι δὲ μησὶ κἀν τῇδε
[889Α] τῇ φρουρᾷ διατρίψαντες καὶ τῶν τοῦ σώματος παθῶν ὑπεράνω γενόμενοι, τήν τε ἀρετὴν ὡς ἐν πυρὶ τῶν βασάνων, οὕτω καὶ αὐτοῦ τοῦ θανάτου κατατολμᾶν ἐπιδείξαντες, αὐτὸς τόξον ἐνδίκως τῆς ὀργῆς ἐπιτείνων καὶ τοὺς ὑπεναντίους ἐξαίρων, ᾗ φησιν ὁ Προφήτης· ὁ μὴ τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπαφεὶς τῷ κλήρῳ τῶν δικαίων ἐγκαταπαίζεσθαι· ἐμνήσθη [λεγε· μνησθεὶς] τοῦ στεναγμοῦ τῶν πεπεδημένων καὶ τὸν καταφαγόντα τουτονὶ λεοντώνυμον θῆρα τὸν Ἰακώβ.

ὅθεν εὐδόκησεν ἐν τόποις ἐν οἷς αὐτὸς τὴν θείαν τοῦ Ἐμμανουὴλ ἐφαύλισεν ἐνανθρώπησιν, ἐν τούτοις αὐτὸν σφαττόμενον ἐλεεινῶς ἀπορρῆξαι τὴν ψυχήν, ὡς οὐκ ᾤετο, καὶ τέλος εἶχε σαφῶς τὸ τοῦ Σολομῶντος ἐπ᾿ αὐτὸν ῥηθησόμενον· ϠἄφρωνϠ γάρ φησι [Β] Ϡπεριέλαβε τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγε τὰς σάρκας αὐτοῦ.Ϡ προσφόρως δὲ τούτῳ καὶ ἱερὰ τοῦ Ἡσαΐου σάλπιγξ ὑποφωνήσειεν, Ϡὃν τρόπονϠ, λέγουσα, Ϡἐν αἵματι πεφυρμένον καθαρὸν οὐκ ἔσται ἱμάτιον, οὕτως οὐδὲ σὺ καθαρὸς ἔσῃ, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας.Ϡ οὕτω οὖν τῷ ἐξαισίῳ τούτῳ θανάτῳ ἐν τῷ τοῦ θεοῦ νεῷ ἐλεεινῶς καταπεπτωκότος τοῦ ἄνακτος, ἀντανίσχει, οὐκ ἐξ ἐπιτολῆς αὖγος πρωϊνὸν εἰς φαῦσιν τῆς ἡμέρας ὁ ἥλιος, ἀλλ᾿ ὡς, εἴ τις εἴποι, ἐξ ἀφεγγοῦς τῆς νυκτὸς ἀστὴρ ἑωθινός, ἡμέραν καὶ οὐχ ἡμέραν τοῖς πιστοῖς παρεχόμενος. Μιχαὴλ γὰρ ὁ ἐκσκούβιτος [λεγε· ἐξκούβιτος] τὰ τῶν Ῥωμαίων σκῆπτρα δραξάμενος, εἰ καὶ τὰ μάλιστα τῇ τῆς αἱρέσεως ζύμῃ σιτευθεὶς ἐγνωρίζετο· ἀλλ᾿ οὖν ἀνῆκε τοῖς Χριστοῦ ὁμολογηταῖς [Χ] τῆς τοῦ προβεβασιλευκότος ἀνυποίστου κολάσεως, ἐσθλὸν κατὰ πάντα τούτοις ἑαυτὸν χαριζόμενος. καὶ ἦν ἰδεῖν ὁμαδὸν τοὺς ἐκτακέντας διαφόροις ταῖς θλίψεσι καὶ τῇ χρονίᾳ καθείρξει ταλαιπωρήσαντας [λεγε· ταλαιπωρηθέντας?] ἐπὶ τὸ αὐτὸ σκιρτῶντας πρὸς ἀλλήλους πνευματικῶς τοῖς ἄθλοις ἁβρύνεσθαι, ὥσπερ ἐκ δεσμῶν ἀνειμένα μοσχάρια.

15. τότε δὴ καὶ οἱ μεγάλοι τῆς εὐσεβείας στύλοι Θεόδωρός τε καὶ Νικόλαος, τῆς Σμύρνης ἀπάραντες, τῇ βακτηρίᾳ καὶ μόνον δηλαδὴ σκηριπτόμενοι, πεζοβαδῖται τόπον ἐκ τόπου ἀμείβοντες, πρὸς τὰ τῆς Προύσης μέρη κατέστησαν· κἀκεῖθεν ἐν Χαλκηδόνι γενόμενοι, καὶ τὸν τροπαιώνυμον πατριάρχην λοιπὸν καταθρήσαντες, ἐφ᾿ ἱκανόν τε χρόνον μετὰ πολλῆς τῆς [Δ] εὐφροσύνης τούτῳ συναυλιζόμενοι. ὁρῶν ὁ κοινὸς
[p. 892Α] ἐκεῖνος ποιμὴν ἐν ὅλῳ τῷ σώματι τούτους τοῦ Ἰησοῦ τὰ στίγματα περιφέροντας, ἐτιμᾶτο καὶ ἐσέβετο, καὶ ἐπὶ πᾶσι καθ᾿ ὥραν τοῖς ἐκ τῶν λόγων ἐράνοις ἐγέραιρεν. ἐρρέτω φθόνος ὁ κατὰ τούτων κινούμενος, καὶ χεῖρα ἐπὶ στόμα τὸ ἑαυτῶν τιθέτωσαν οἱ ἐμβρόντητοι, οἱ τῇ σφῶν κακίᾳ, τοὺς τῆς οἰκουμένης φωστῆρας, κατ᾿ ἀλλήλων μέχρι τοῦ νῦν ἀθυροστομοῦντες ἐνδιαβάλλουσι.

πλὴν καλοῖς συμβούλοις [λεγε· καλοὺς συμβούλους] <τούτους> ὁ ἀρχιερεὺς σὺν τοῖς λογάσι τούτοις τῶν μητροπολιτῶν προσλαβόμενος, εἰς θέαν τοῦ κρατοῦντος ἐλθεῖν ὑπειλήφασι, τὰ παρεισελθόντα κῶλα τῇ ἐκκλησίᾳ καθελεῖν προσδοκήσαντες. καὶ δὴ τῶν ἐν τέλει τινὶ μεσίτῃ χρησάμενοι, πρὸς τὸν βασιλέα ἐισεληλύθεσαν, καὶ περὶ πάντων τὴν εὐχαριστίαν, [Β] ὡς εἶχε δυνάμεως ἕκαστος αὐτῶν τῷ βασιλεῖ ἀφοσιωσάμενος, τοῦ μεγάλου Θεοδώρου τὸν λόγον ἤδη περὶ τῶν τῆς ἐκκλησίας δογμάτων προτείναντος· τοῦτον γὰρ εἰσηγεῖσθαι τὰ περὶ πίστεως ὁ τῆς νίκης φερώνυμος προετρέψατο· καταβροντηθεὶς ὁ ἄναξ τούτου τοῖς ῥήμασι, καί, ἵν᾿ εἴπω, λύσιν τῇ ἐκκλησίᾳ παρασχεῖν μὴ βουλόμενος· ἐπείπερ ὡς ἀρχηγὸς καὶ ὁμόδοξος τῶν εἰκονομάχων ἐτύγχανε· «σύ» φησὶ πρὸς τὸν θεοφόρον Θεόδωρον «ἐξ ἔθους ἔχεις τοῖς σκήπτροις ἀνθίστασθαι» ὡς ὀνειδισάμενός πως τῆς παρρησίας τὸν ἔλεγχον, ὃν ἐπὶ Κωνσταντίνου καὶ Νικοφόρου τοῖν δυοῖν βασιλέοιν, κατὰ τὸν ζηλωτὴν Φινεές, ὁ κοινὸς οὗτος τῆς ἐκκλησίας πυρσὸς κατειργάσατο. ναὶ γὰρ ἀπ᾿ ἐναντίας εἶχε καὶ τὸν τῷ ἄνακτι [Χ] Νικηφόρῳ διὰ τὴν τῆς μοιχοζευξίας ἀλόγιστον ἔνστασιν ἐν Βουλγαρίᾳ προφητευθέντα οἴκτιστον θάνατον· καὶ φόβῳ βαλλόμενος, ἐπείπερ Ϡἀνδρὸς ἀρετὴν αἰδοῦνταιϠ φησί Ϡκαὶ πολέμιοιϠ τούτοις μετρίως ἠφίει τοῖς ῥήμασι. ἀμέλει μετὰ πλείστης ὅτι τῆς εὐφροσύνης
[p. 893Α] τῷ ἱερῷ τῶν πατέρων θιάσῳ ὁ ἄναξ ὁμηρευσάμενος, τῶν ὀρθοτόμων δογμάτων κενούς, τῶν ἀνακτόρων ἐξέπεμψε.

16. ἀλλ᾿ ἐφαρμοζόντως ὧδε τῷ λόγῳ [λεγε· τοῦ λόγου] γενόμενος, ψυχωφελές τι προσθεῖναι δὴ ἔκρινα τῷ συντάγματι, ὅπερ ἐν Βουλγαρίᾳ, ὡς ἐν τοῖς πρόσθεν ἔφθην <εἰπών> [αν λεγε· ἔφ{θ}ην], ἐπὶ τοῦ ἄνακτος Νικηφόρου τότε πραχθέν, τὰ νῦν διαγράψαι κεκέλευσμαι παρ᾿ αὐτοῦ τοῦ τὸν ἀνάξιον ἐμὲ ἀποκείραντος καὶ χρόνοις πολλοῖς τὴν καθ᾿ ἡμᾶς μονὴν διϊθύνοντος, καὶ κοινοῦ τῆς ἀρετῆς εἰσηγήτορος καὶ ἐν μοναχικοῖς ἀριστεύμασιν αὔξοντος ἡμῖν τὸ ἐγκώμιον, Ἀνατόλιον οἶδ᾿ ὅτι τὸν ἡμέτερον ποιμένα πάντες ἐπίστασθε, ὃς τὴν ψυχοτρόφον παρατιθέμενος τράπεζαν, οὑτωσί πως ποιεῖσθαι τῆς [Β] πνευματικῆς πανδαισίας τὴν εὐφροσύνην ἀπήρξατο.

«μαθητής», φησί, «τοῦδε τοῦ ὁσίου πατρὸς ἡμῶν Νικολάου, Κυπριανὸς τοὔνομα, ἐξ ἔθους εἶχε κατ᾿ ἔτος τοῦ παραβάλλειν πρός τινα γέροντα κατὰ τὴν τῆς ἀτρώας ὑπουργίαν [λεγε· Ἀτρώας ὑπώρειαν] ποιούμενον τὴν οἴκησιν, ἀξίαν τε τοῦ γήρως τὴν πολιτείαν ἰσάγγελον φέροντα, ὡς προβαίνων ὁ λόγος διδάξει τὸ χρήσιμον· ὃς τὴν ἐξ αὐτῆς νηπιότητος χρονίαν σχέσιν τοῦ Κυπριανοῦ πρὸς ἑαυτὸν ὁ γέρων ἀγάμενος, ὥσπερ τινὰ κλῆρον τὸ ἐξ οἰκείου βίου ἀγώνισμα τοῦτο τῷ νέῳ καταλέλοιπε τὸ διήγημα, κοινοποιήσας πᾶσι δι᾿ αὐτοῦ τὴν ὠφέλειαν.

ἔλεγε γὰρ ὥς ὅτι· Ϡνέος ὑπάρχων ἐν τῇ τῶν σχολαρίων στρατείᾳ κατεληλεγμένος [λεγε· κατειλεγμένος ορ καταλελεγμένος] ἐτύγχανον· καὶ [Χ] τοῦ ἄνακτος Νικηφόρου πανστρατὶ κατὰ τῶν Σκυθῶν ἐξορμήσαντος, ἔτυχεν ἐμὲ διά τινα βιωτικὴν περιπέτειαν, οἷα δὴ συμβαίνει, καταλειφθῆναι μονώτατον καὶ ὄπισθεν τοῦ στρατοῦ κατακολουθοῦντα πορεύεσθαι. καὶ ἔν τινι χωρίῳ πρὸς τὰ Θρᾳκῷα μέρη τῆς ἑσπέρας καταλαβούσης τὴν μονὴν ποιῆσαι βουλόμενος, ὑπεδέχθην παρά τινι γυναικὶ λίαν εὐπόρῳ οὔσῃ καὶ εἰωθυίᾳ, ὡς οἶμαι, φιλοξενεῖσθαι τοὺς παραβάλλοντας. ἣ καὶ δαψιλήν μοι προσθεῖσα τὴν τράπεζαν, καὶ σὺν θυμηδείᾳ πολλῇ τὸ δεῖπνον ἐκτείνουσα, ἐδείκνυ τὴν πρός με φιλοφροσύνην ἀκόρεστον. ὅθεν καὶ μετὰ τὴν ἑστίαν ἐφ᾿ ὑψηλῆς στρωμνῆς καθευδῆσαί με παρασκευάσασα, πολλήν μοι τὴν ἀνάπαυλαν ἐχαρίσατο, τέλεον τὸν ἐκ τῆς ὁδοιπορίας διαλύσασα [Δ] κάματον.Ϡ»

17. «Ϡἀλλ᾿ ὁ ἀεὶ τοῖς ἀγαθοῖς βασκαίνων διάβολος οὐκ εἴασε κἀν τῷδε τῷ ἀγαθῷ προβῆναι ἀνεύθυνον· πονηρὰν δὲ τῇ γυναικὶ τὴν ἡδονὴν ὑπενσπείρας ὁ μάταιος, πρὸς μυσαρὰν μίξιν τῆς πρός με συνουσίας κατήπειγε. καὶ ἀναστᾶσα τῆς κλίνης ἧσπερ ἐκάθευδεν, ἐπέρχεται λοιπὸν κοιμωμένῳ μοι, τοῖς τῆς αἰσχύνης λόγοις, πρὸς τὸ ἀθέμιτον ἐφελκομένη τῆς μίξεως. ἐγὼ δὲ ταύτην ὡς οἷόν τε ἦν ἀπωθούμενος,
[p. 896Α] «δίκαιον», ἔλεγον «ὦ γύναι, εἰ καὶ μὴ ἐπὶ ξυροῦ τῶν βαρβάρων ὑπῆρχεν ὁ πόλεμος, τήν γε σωφροσύνην ἔδει κατὰ τοὺς τοῦ θεοῦ νόμους διαφυλάξασθαι ἄτρωτον. εἰ δὲ καὶ ὅπλα πολέμου δικαιοσύνη, εἴπερ ἔνθεν καταβληθεὶς τῷ ξίφει τῆς ἡδονῆς τὴν ἐμαυτοῦ ψυχὴν κατασφάξω ὁ δείλαιος, πῶς πρὸς τὴν τῶν ἐναντίων πάλην πορεύσομαι, αὐτὸς νεκρὸς ἤδη καὶ πρὸ τοῦ πολέμου γενόμενος» ἡ δὲ τούτων ᾐσθεῖσα τῶν λόγων, καὶ μικρὸν ἀναχωρήσασα, αὖθις πάλιν ἐφίσταταί μοι τοῖς προτέροις λόγοις τὸν ἔρωτα ὑποκνίζουσα, ἀλλ᾿ ὁμοίως ταύτην καὶ πάλιν ἀποσεισάμενος, τοῖς τῆς ἁγνείας κατήρδευον ῥήμασιν. ὡς δὲ καὶ τρίτον ἐπιστᾶσαν, καὶ πρὸς πέταυρον ᾅδου κατασῦραί με βουλομένην ἑώρακα, τότε σφοδρῶς ἐπεμβριμησάμενος, καὶ τῇ μαχαίρᾳ μου κατ᾿ αὐτὴν τὴν ὥραν [Β] γενέσθαι τὸν θάνατον ἐπαπειλησάμενος, διαναστὰς ἐκεῖθεν καὶ ἐπιβάς μου τῷ ἵππῳ, τάχος τὴν προκειμένην τρίβον διήνυον.Ϡ»

«Ϡτότε δὲ ἐκείνη θριαμβευθῆναι παρ᾿ ἐμοῦ τὸ δρᾶμα ὑποτοπάσασα, ὀπισθόπους πρός με φωνοῦσα τοὺς δούλους αὐτῆς ἐξαπέστειλε, παρακαλεσαμένη πάντως τοῦ θανατῶσαί με. θεὸς δὲ φιλανθρωπευθείς, τῆς θνητοφόρου τούτων ὡς καὶ τῆς ἐκείνης με ψυχοφθόρου βλάβης ἀπήλλαξε· καὶ δι᾿ ἄλλης παραδόξως εὐθυπορῆσαι πεποίηκεν.Ϡ»

«Ϡὡς δὲ τῶν τῆς Βουλγαρίας ὁρίων οὐ μετ᾿ οὐ πολὺ καθαψάμενος, καὶ ἔνδον τούτων ἐκτὸς οἱασοῦν συνοδίας μονώτατος ὤδευον, ἐπ᾿ ὄρους με [λεγε· μοί?] τινος ἐνασχολουμένῳ τοῖς λογισμοῖς πλησιάσαντι [*** λαχυνα?]· ναὶ γὰρ δὴ κατ᾿ αὐτὴν τὴν [Χ] ὥραν ἤμην ἀληθῶς ὁ τάλας τὴν τοῦ θεοῦ ἐπισκοπὴν καὶ τὴν ἐπελθοῦσάν μοι συμφορὰν ἀναλογιζόμενος, ὅλος συγκεχυμένος τοῖς δάκρυσιν· ᾐσθόμην ἀθρόως φωνῆς τινος ἄνωθεν ἀπὸ τῆς ἀκρωρείας καλούσης με. φόβῳ δὲ βληθείς, ἐπεί περ ὑπῆρχον μονώτατος, ἀσθμαίνων τε καὶ ὑπότρομος πρὸς τὸν καλοῦντα τὸ πρόσωπον ἀνθυπέστρεφον· καὶ προσερείσας τοῖς ὄμμασι, ξένον κατενόουν ὑπὲρ τὴν φύσιν εἶναι τὸ θέαμα· ἄνδρα λευκοφόρον γιγανταῖον τὴν ἡλικίαν καὶ γηραιόν· οὗ τὰ ἱμάτια ἀπέστιλβον ὡς ὁ ἥλιος· τὴν χεῖρά τε προτείνοντα, καὶ διὰ τάχους ὡς αὐτὸν ἀνελθεῖν παρακελευόμενον. ἐγὼ δὲ παρευθὺς τῆς δειλίας τὸ ἄχθος ἐπαπωσάμενος, χαρᾶς τε σύμμικτος γενόμενος, ἄνειμι· καὶ πρὸς γῆν εὑρὼν ἐφεζόμενον, [Δ] πρηνὴς γεγονώς, προσεκύνησα. ὃς χαριέντως ἐπευξάμενος, ἐκέλευσεν ἀναστάντα στῆναί με πρὸς τοῖς δεξιοῖς αὐτοῦ μέρεσιν. εἶχε δὲ τοὺς πόδας οὕτω πως ἐφηπλωμένους πρὸς τοὔδαφος· τῇ τε χειρὶ τὸ ὑποκάτω με τοῦ ὄρους πεδίον πλῆρες σωμάτων ὑπάρχον καταθρεῖν ὑπεδείκνυε, καὶ τὴν ἐν αὐτῷ τῶν στρατευμάτων καθεστηκυῖαν πληθὺν σὺν τῷ ἄνακτι· τάς τε τῶν ἀλλοφύλων, καὶ τὰς ἡμετέρας παρεμβολὰς ἰδίᾳ γινώσκειν με ἤρετο.Ϡ»

18. «Ϡἐμοῦ δὲ ταῦτα σαφῶς καθομολογήσαντος, «ὅρα» φησί πρός με «μὴ δεδιττόμενος.» καὶ ὡς πρὸς ἄμυναν ἐκεῖνοι τῆς ἀλλήλων μάχης τοῖς ὅπλοις [λεγε· τὰ ὅπλα] κραδαίνοντες παρετάσσοντο, τὸν δεξιὸν οὗτος τοῖν ποδοῖν τὸν ἕτερον κουφίσας, ἐπάνω τοῦ ἀριστεροῦ ἐπιτίθησι. τότε θεωρῶ τὴν ἡμετέραν παρεμβολὴν
[p. 897Α] μετ᾿ ἰσχύος πολλῆς πρὸς τὴν τῶν ἐναντίων ἐφαλλομένην καὶ πᾶσαν αὐτὴν διακόπτουσαν. Καὶ δὴ φροῦδον τῶν Σκυθῶν διαφθειρομένων καὶ νῶτα μελλόντων διδόναι τοῖς αὐτῶν [λεγε· αὐτοὺς] κατασφάττουσιν, αὖθις οὗτος τῶν ποδῶν τὸν ἀριστερὸν κουφίσας ἐπάνω τοῦ δεξιοῦ λοιπὸν ἐπιτίθεται· καὶ ἐξαναστάντες ἔνθεν οἱ βάρβαροι, ἐλεεινῶς τοῖς ἡμετέροις ἐπέκειντο κταίνοντες [λεγε· κτείνοντες]. ἐγὼ δὲ ὥσπερ ἐξεστηκὼς καὶ ἀχανὴς γεγονὼς τῷ παραδόξῳ τούτῳ θεάματι, ἱστάμην ἀποσκοπῶν τὰ τελούμενα, καὶ τούτου μὲν τῶν ποδῶν τὴν ὑπαλλαγὴν καὶ ἐπίβασιν, κἀκείνων δὲ τὸν ὀδυνηρὸν ἐν μαχαίρᾳ θάνατον. καὶ οὕτω μέχρι δυσμὰς ἡλίου τοιούτῳ τρόπῳ καὶ σχήματι κατ᾿ ἄμφω τοῖν ποδοῖν τὴν νίκην ἑκάστῳ μέρει βραβεύοντος, ὡς ἐφαρμόσας τούτους, ἐπ᾿ ἴσης [Β] κεῖσθαι τῷ λοιπῷ παρεσκεύασε σώματι, τῆς ἀλλήλων μάχης καὶ οὗτοι παυσάμενοι, τὸν φοβερὸν ἐκεῖνον διέλυσαν πόλεμον.Ϡ»

«Ϡτότε διαναστὰς οὗτος καὶ γενόμενος ὄρθιος ἤρετο πρός με τῶν πεπτωκότων τὸ πλῆθος εἰ δυναίμην ἀπαριθμήσασθαι καὶ εἰ κενός που τόπος ἐγκαταλέλειπται νεκροῦ ὑπάρχων ἄμοιρος σώματος. ἐμοῦ δὲ τὴν ἀδυναμίαν προτείνοντος καὶ τόπον οὐδ᾿ ὅλως με καθορᾷν σαφῶς διομολογήσαντος, μικρὸν δέ τι πεδίον, ὅσον εἰκάσαι τοῦτο κοίτην βοός, τῶν ἐσφαγμένων μέσον ὑπονοοῦντος καὶ πρὸς αὐτὸν δακτυλοδεικτοῦντος αὐτὸς ἀπεκρίνατο· «ὁρᾷς τοῦτο», φησί, «τὸ πραεθὲν [λεγε· πρόσθεν?] θνητοῦ ὑπάρχον ἄμοιρον σώματος σὸν καὶ οὐκ ἄλλου καθέστηκεν. ἐν αὐτῷ γὰρ σὺν τοῖς λοιποῖς τεθνήξεσθαι ἔμελλες, βορὰν τοῖς ὀρνέοις [Χ] παραδιδόμενος, ἀλλ᾿ ἐπειδή σου τὸ σῶμα διεφύλαξας ἄφθορον καὶ πάθει αἰσχύνης τὴν ψυχὴν οὐκ ἐμόλυνας, τοῦ [λεγε· τούτου] χάριν τῆς φοβερᾶς καὶ φρικώδους ἀνάγκης μετὰ καὶ τοῦ πικροῦ σε θανάτου ὁ θεὸς ἠλευθέρωσε.» καὶ ταῦτα λέξας, ἀφανὴς ἐκ τῶν ἐμῶν ἐγένετο ὀφθαλμῶν.Ϡ»

«Ϡτότε μετὰ φρίκης πολλῆς ἐγὼ καὶ ἐκστάσεως ὑποκλίνας τὴν κεφαλὴν τῷ φόβῳ κλονούμενος καὶ προσκυνήσας τὸ ἅγιον ἔδαφος, ἐν ᾧπερ οἱ πόδες τούτου προσήγγιζον, τοῦ ὄρους ἀπάρας καὶ δι᾿ ὅλης τῆς νυκτὸς τὴν πορείαν πρὸς τοὐπίσω ποιούμενος, δι᾿ ὀλίγων ἡμερῶν τὰ ἐνταῦθα κατέλαβον, θεῷ τῷ σεσωκότι διὰ τοῦδε τοῦ σχήματος, εἰ καὶ ἀνάξιος ὁ ταπεινός, δουλεῦσαι προθέμενος.Ϡ»

«Ϡ«καὶ σὺ οὖν, τέκνον Κυπριανέ, πειρασμῶν ἐπερχομένων σοι, μὴ σκυθρώπαζε, ἀλλ᾿ ἀνδρείως ἐγκαρτερῶν καὶ τὸ τῆς σωφροσύνης ἀεὶ καλὸν μνηστευόμενος, ἕξεις τὸν θεὸν σύμμαχον, ὃς οὐ παρορᾷ τοὺς εἰς αὐτὸν ἐλπίζοντας.»Ϡ»

ἡμᾶς [λεγε· ἡμεῖς] δὲ λοιπὸν εἰ καὶ παρεκβατικώτερόν [λεγε· παρεκβατικωτέραν] πως, ὠφέλιμον οὖσαν τὴν διήγησιν, ὧδε περάναντες, πρὸς τοὺς κοινοὺς ἡμῶν πατέρας τὸν κάλαμον τρέπωμεν.

19. τοῦ γὰρ Καίσαρος Μιχαὴλ, ὡς ἐν τοῖς ἀνόπιν, εἰ καὶ μικρὸν ὑπεξελθόντες εἰρήκαμεν, μὴ ἑλομένου σύμμαχον ἔχειν τὸ κράτος τῆς πίστεως· τοὔνεκα δὲ δι᾿ ἀγροικίαν πολλὴν ὡσάνπερ βούλοιτο ἕκαστος δοξάζειν θεσπίσαντος· μὴ ἐξεῖναι δὲ ὅλως τοὺς
[p. 900Α] τὴν σεπτὴν τῶν εἰκόνων ἀντεχομένους προσκύνησαν ἔνδον καθεῖσθαι τοῦ ἄστεος· οἱ καθ᾿ ἡμᾶς ὅσιοι πατέρες Θεόδωρός τε καὶ Νικόλαος, τοῖς ἀμφὶ τὸν ἁγιώτατον πατριάρχην ἅπασι συνταξάμενοι, εἰς τὸν προσημανθέντα παρακόλπιον τόπον τῆς Προύσης ἐξελθόντες ηὐλίζοντο·

ἀλλὰ τοῦ λαοπλάνου Θωμᾶ κατὰ τῆς οἰκουμένης λυττήσαντος, κελεύσει τοῦ κρατοῦντος αὖθις, καὶ μὴ βουλόμενοι, τὴν βασιλίδα κατέλαβον· καὶ ταύτης μετ᾿ ὀλίγον ἀπάραντες, τὴν προσπελάζουσαν τῷ Ἀκρίτᾳ χερρόνησον, τὴν ἐπώνυμον τοῦ μεγάλου μάρτυρος κατειλήφασι Τρύφωνος· κἀκεῖσε λοιπὸν τῷ πολυάθλει πατρὶ καὶ παμμάκαρι Θεοδώρῳ τὸ κοινὸν τοῦ βίου τέλος ἐφέστηκεν, ἑνδεκάτῃ τοῦ Νοεμβρίου μηνός, εὐκλεῶς πρὸς κύριον ἐκδημήσαντος. [Β] οὗ τὸ μακάριον σκῆνος μετακομισθὲν πρὸς τῇ γείτονι νήσῳ τῇ καλουμένῃ Πριγκίπῳ, τῇ εὐκλεεῖ καὶ ὁσίᾳ ταφῇ παραδίδοται. ἀλλὰ περὶ τούτου ἔνιοι τῶν τῆς ἐκκλησίας ἱερομυστῶν ἀνεγράψαντο, δῶρον ὥσπερ τι φερωνύμως τὰς αὐτοῦ ἀριστείας κοινωφελὲς διαζωγραφήσαντες.

ὁ δὲ πυρσολαμπὴς τῆς ἐκκλησίας στύλος Νικόλαος ἀπορφανισθεὶς τοῦ κατὰ πνεῦμα γεννήτορος, προσεκαρτέρει τῷ τάφῳ, τοῖς ἀγῶσι ἀγῶνας καὶ τοῖς ἱδρῶσιν ἱδρῶτας προστιθεὶς τῆς ἀσκήσεως, καὶ τὴν κοσμικὴν ζημίαν τοῦ πατρὸς καθ᾿ ἑκάστην ὀλοφυρόμενος· ἔνθα δὴ πολλοὶ μὲν τῆς Βυζαντίδος καὶ μάλιστα τῶν ἐκ τῆς συγκλήτου· πολλοὶ δέ, καὶ τῶν πέριξ χωρῶν ὡς αὐτὸν ἐκεῖσε συνέρρεον, [Χ] κάτοπτρον συμπαθὲς αὐτὸν ἐπιστάμενοι, τῇ διαφόρῳ τῶν ἀρετῶν στιλπνότητι πυκαζόμενον. οὓς εὐθύτητι καρδίας προσλαμβανόμενος, καὶ σπλάγχνοις πατρικοῖς ἐναγκαλιζόμενος, τὴν ἰατρείαν ἑκάστῳ μέλει προσέφερεν, ὑπὸ πάντων ὡς δόκιμος τῶν ψυχικῶν παθημάτων ἀκέστωρ στεργόμενος, καὶ ὡς ὁμολογητὴς Χριστοῦ σεβαζόμενος.

20. ἀλλὰ τοῦ ἄνακτος Μιχαὴλ τῶν τῇδε μεταναστεύσαντος καὶ Θεοφίλου τοῦ υἱοῦ αὐτοῦ τῆς βασιλείας τὰ σκῆπτρα κρατήσαντος, πάλιν ὁ κατὰ τῶν εὐσεβῶν ἀνεκαινίζετο πόλεμος καὶ μάστιγες βαρεῖαι κατ᾿ αὐτῶν προετείνοντο· ὅτε καὶ τοὺς ἐκ Μωαβίτιδος
[p. 901Α] κατ᾿ ἐκείνῳ τῷ καιρῷ δύο φωστῆρας, ὡς ἡμᾶς ἀνατείλαντας καὶ τὴν τοῦ Χριστοῦ ἐκκλησίαν ταῖς τῶν δογμάτων ἀκτῖσι καταπυρσεύσαντας, τοὺς θεοφόρους πατέρας καθ᾿ ἡμᾶς χρηματίζοντας, Θεόδωρόν τέ φημι καὶ Θεοφάνην τοὺς αὐταδέλφους τὴν φύσιν, εἴπερ δὴ καὶ τὴν πίστιν ὁμαίμονας, οὑτοσὶ ὁ τοῖς ἔργοις θεὸν φιλεῖν ἐξαρνούμενος, καὶ παρωνύμως Θεόφιλος προσαγορευόμενος, διὰ τὸ προσκυνεῖν ἐν εἰκόσι Χριστὸν καὶ τοῦτον σεβάζεσθαι κρατήσας αὐτούς, μετὰ πολλὰς τὰς βασάνους τούτων τὰς ὄψεις δυσσεβῶς ἐνεκόλαψε καὶ ξένον τῷ κόσμῳ κοινὸν ἀνθρώποις προὐτέθεικε θέατρον.

τότε δὴ καὶ τὸν ἡμέτερον πατέρα Νικόλαον διὰ τὴν ἐπικρατοῦσαν σκοτόμαιναν τῆς αἱρέσεως τόπον ἐκ τόπου κατατρυχόμενον, γυνή τις εὐσεβὴς [Β] καταθρήσασα καὶ ὡς ἄλλη Σουναμίτης [λεγε· Σουμανῖτις] κατὰ τὸν μέγαν Ἐλισσαῖον ξεναγωγῆσαι τοῦτον θελήσασα, οὐ πόρρω τοῦ ἄστεως πρὸς τὰ Θρᾳκῷα μέρη ἥσυχον πάνυ κεκτημένη προάστειον, προσάγει τοῦτο τοῦ Χριστοῦ τῷ θεράποντι, φερωνύμως ἐφαρμοσαμένη τῇ κλήσει [λεγε· τὴν κλῆσιν] τῷ πράγματι καὶ μεστὴν ἐλέους αὐτῷ, δῶρον ὡς μέγα, τὴν εἰρήνην, ὥσπερ δὴ καὶ Εἰρήνη, μετὰ καὶ τοῦ κτήματος ἐμπαράξασα. κἀκεῖσε τοίνυν διέτριβε τὰς τῶν αἱρετικῶν λαβὰς ὑφορώμενος. εἶθ᾿ ὕστερον τοῦτο τῇ ἑαυτοῦ μονῇ προσεκύρωσε τὴν ἐπωνυμίαν φέρον τῆς Φίρμου πόλεως.

Θεοφίλου δὲ τελευτήσαντος καὶ δυστυχῶς τῷ τύμβῳ καταξίαν, ὡς οἶμαι, συμπεριγραφὲν αὐτῷ καὶ τὰ τῆς αἱρέσεως, [*** λαχυνα?] καὶ Θεοδώρας τῆς αὐτοῦ φιλοχρίστου συνεύνου σὺν τῷ υἱῷ Μιχαὴλ κομιδῇ νέῳ τὰ [Χ] τῶν Ῥωμαίων κατασχοὺσης βασίλεια, καὶ Ἰαννοῦ τοῦ δυσσεβοῦς προοίμιον τῆς αἰωνίου δίκης τὴν ἐνταῦθα τῶν θείων κληρωσαμένου ἀπόπτωσιν, καὶ Μεθοδίου τοῦ μεγάλου τῆς ἀρχιερωσύνης ἀμπεχομένου [λεγε· ἀντεχομένου] τοὺς οἴακας, συνδρομῇ τῶν θεοφόρων πατέρων γέγονεν ἡ τῆς ὀρθοδοξίας πανήγυρις αἰθρίας καταλαβούσης ἤδη τὰ πέρατα καὶ ἀστέρων δίκην τῶν Χριστοῦ ὁμολογητῶν ἅπαν τὸ τῆς ἐκκλησίας κατακοσμούντων.
τότε δὴ καὶ ὁ κοινὸς ἡμῶν πατὴρ καὶ τοῦ Χριστοῦ θεράπων Ναυκράτιος, τῆς ἐξορίας ἀπάρας, κατέλαβε τὸ Βυζάντιον καὶ πρὸς τῆς βασιλίδος κατ᾿ ἀξίαν τῶν ἄθλων, καὶ ὑπ᾿ αὐτοῦ τοῦ ἀρχιερέως μετὰ πολλῆς τῆς τιμῆς εἰσδεχθεὶς ὁ ἀοίδιμος, παρακλήσει [Δ] τούτων τῆς κατ᾿ αὐτὸν ἱερᾶς ἀδελφότητος εἰς ταὐτὸ συνελθούσης τότε ἐν τῇ εὐαγεστάτῃ τῶν Στουδίου μονῇ τὴν ἀρχὴν προσλαμβάνεται, ἥνπερ ὁ μέγας Θεόδωρος πόνοις πολλοῖς πρώην ἐκθρέψας ἐπλήθυνε καὶ τὸν χιλιοστὸν ἀριθμὸν ἐξισωθῆναι μικροῦ δεῖν τὴν πληθὺν κατεσκεύασε. καὶ ἦν αὖθις τὸ τοῦ Χριστοῦ ποίμνιον νεοθαλές, ὥσπερ τις
[p. 904Α] παράδεισος, πολλὴν τοῖς ὁρᾷν βουλομένοις τὴν ῥοδωνιὰν τῶν ἀρετῶν καὶ τὴν ὀσμὴν τοῦ πνεύματος παρεχόμενον.

21. ὁ δὲ πατὴρ ἡμῶν Νικόλαος, τὴν ἐκ τῶν ἄθλων χρονίαν ἐν τῇ εἱρκτῇ φίλην ἡσυχίαν ἑαυτοῦ πανταχόθεν προμνηστευόμενος, καὶ ταύτῃ καθ᾿ ἑκάστην νυττόμενος, εἰ καὶ τὰ μάλιστα νόμῳ φιλίας ἐπίσης τοῖς ἀδελφοῖς συνδιατρίβειν ἐβούλετο· ἀλλ᾿ οὖν οὐ παρεᾶτο τῷ κρείττονι, συγκακουχεῖσθαι τῇ ἡσυχίᾳ διὰ παντὸς ἐφιέμενος, ὅθεν τὰ πλείω τὴν διαγωγὴν πρὸς τῷ προρρηθέντι καταγωγίῳ ποιούμενος, σπανίως ὧδε τοῖς πατράσι παρέβαλλε.

κατὰ τοῦτον τὸν χρόνον, καὶ ἡ τοῦ ὁμολογητοῦ καὶ ὁσίου πατρὸς ἡμῶν Θεοδώρου πανευκλεὴς καὶ [Β] εὐφρόσυνος, ἐκ Πριγκίπου πρὸς τὸ καθ᾿ ἡμᾶς μοναστήριον μετάθεσις γέγονε, προνοίᾳ τῆς εὐσεβαστάτης Αὐγούστης, τοῦ τε μεγάλου ἀρχιερέως, καὶ συνδρομῇ παντὸς τοῦ τῆς ἐκκλησίας πληρώματος· κατατεθεὶς ἐνδόξως τῇ ἕκτῃ καὶ εἰκάδι τοῦ Ἰανουαρίου μηνός, πρὸς τῷ ἐκ μητρὸς αὐτοῦ θείῳ ἀοιδίμῳ καὶ θεοφόρῳ Πλάτωνι, ἅμα τῷ συγγόνῳ καὶ ἀρχιερεῖ Ἰωσήφ, ἐκ δεξιῶν κατ᾿ ἀνατολὰς τοῦ προδρομικοῦ τεμένους, ὅπου δὴ καὶ τὰ τῶν καλλινίκων μαρτύρων ἱερὰ κατάκεινται λείψανα.

Μεθοδίου δέ, τοῦ τῆς εὐσεβείας προμάχου, καὶ κήρυκος πρὸς τὴν ἐκεῖθεν λῆξιν μεταναστεύσαντος, καὶ Ἰγνατίου τῆς ἀρχιερωσύνης ὑπειλημμένου τοὺς οἴακας, ὁ θαυμάσιος καὶ πολύαθλος ὄντως Ναυκράτιος, [Χ] τῇ ὀκτωκαιδεκάτῃ τοῦ Ἀπριλλίου μηνός, ἐπὶ τὸ αὐτὸ ἐκοιμήθη καὶ ὕπνωσε, διάδοχον ἑαυτοῦ τὸν ὁμολογητὴν καὶ πολύτλαν πατέρα καταλείπων Νικόλαον. ὃς τῆς ἀξίας τὸ μέγεθος καὶ τὸ ταύτης φορτικὸν ἀναλογιζόμενος, σύνοικόν τε αὐτῷ τὴν τῶν ἀρετῶν ἀκρόπολιν τὴν ταπείνωσιν ἀεὶ συνεπιφερόμενος, ἐδυσφόρει τῷ πράγματι κατολοφυρόμενος. ὅμως ὑπείξας ταῖς τῶν πατέρων πολλαῖς παρακλήσεσι, δέχεται ταυτηνὶ τὴν καθίδρυσιν, εἰδὼς τοῦτο κυρίως ὑπάρχειν ταπείνωσιν, τὸ ὑπὸ τῶν πολλῶν πρὸς τὸ κρεῖττον τοῦ πρὸς ὃ ἔξω τοῦ θελήματος ψηφιζόμενον.

ἐπὶ τριετῆ δὲ χρόνον εὐπρεπῶς ἄγαν τὴν τιμίαν τῶν ἀδελφῶν ὁλκάδα μᾶλλον πρὸς τὴν τῶν ἀρετῶν [Δ] ἐπανάληψιν ταῖς τοῦ πνεύματος αὔραις οἰακίζεσθαι παρασκευασάμενος, ἐπείπερ, ὡς προλαβὼν ὁ λόγος ἐδήλωσε, φιλήσυχος, εἰ καί τις ἄλλος, γενόμενος, καὶ τῷ πόθῳ τούτῳ ἱέμενος, οὐκέτι οἷός τε ἦν τῶν λογισμῶν τοῖς τόξοις κραδαίνεσθαι, τοῖς πατράσι μικρά τινα περὶ ταύτης διεξελθὼν τῆς ὑποθέσεως ἕνεκα, προβάλλεται λοιπὸν ἀντ᾿ αὐτοῦ τὸν τούτοις καθηγησόμενον, Σωφρόνιον μὲν ἐπονομαζόμενον, καὶ τῷ τοῦ πρεσβυτερίου κατακοσμούμενον ἀξιώματι, τῆς κλήσεως δὲ τὸ χαρίεν τῇ σωφροσύνῃ τοῖς ἔργοις ἐπισφραγίζοντα. καὶ γὰρ ὡς λόγος ἔχει περὶ αὐτοῦ, οἷα δὴ συμβαίνει πολλάκις ἁπλότητι γνώμης φερόμενον, αὐτὸν δι᾿ ἑαυτοῦ πρὸς τὴν τῶν ἀκούντων ἀφέλειαν ὑποφθέγγεσθαι τὸν μακάριον ὡς· «ἐξ ὅτε τοῦ μοναχοῦ τὸ σχῆμα ἠμφίεσμαι, ἄρτου ἢ οἴνου ἢ
[p. 905Α] τῆς οἱασοῦν λιπαινούσης τροφῆς ἐν πλησμονῇ γαστρὸς <οὐ ?> γεγένημαι.»

22. τοῦτον [λεγε· τούτῳ] τοίνυν πρὸς τοῦ ἀρχιερέως καταλείψας τὸ ποίμνιον ὁ πανόσιος αὐτὸς ἐξελθών, ἐν τῷ προρρηθέντι καταγωγίῳ τῆς Φίρμου πόλεως ἐκαθέζετο. ἥδετο γὰρ τῷ τόπῳ, τὸν τρόπον μᾶλλον δι᾿ οὗπερ ὁ τόπος κατασχεῖν ἐπειγόμενος. ἀλλὰ τοῦ ἀοιδίμου Σωφρονίου καλῶς τὴν μονὴν ἐπὶ τέσσαρας χρόνους αὐξήσαντος καὶ γέρας τῆς ἀγχινοίας τὴν ἀγαθοεργίαν καταπλουτήσαντος καὶ τρίτῃ τοῦ Νοεμβρίου πρὸς κύριον ἐκδημήσαντος, οἱ τῶν μοναχῶν φιλοπάτορες οὐκέτι στέγειν δυνάμενοι τὴν τοῦ ὁσίου διάζευξιν, πρὸς τὸ οἰκεῖον αὐτῷ τῆς ἡσυχίας ἀπάραντες ἐνδιαίτημα ἐπὶ τὴν πειθὼ τῆς ἀρχῆς ὡς [Β] φιλότεκνον καὶ αὖθις τοῦτον ἑλκύσαντες ἐν τῷ μοναστηρίῳ εἰσήνεγκαν· καὶ ἦν ὁ πατὴρ τοῖς τέκνοις καθ᾿ ἑκάστην ἐπευφραινόμενος.

τοιγαροῦν τῆς φερωνύμως ὡς δῶρον τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ παρασχεθείσης, τῆς φιλοχρίστου, φημί, καὶ πανευσεβοῦς βασιλίδος, ὑπὸ Μιχαὴλ τοῦ ἑαυτῆς υἱοῦ ἤδη λοιπὸν τὰ τῆς νηπιότητος ἐπαποθεμένου ψελλίσματα, τῶν ἀνακτόρων ἐκεῖθεν κατενεχθείσης κακῷ συμβούλῳ, δηλαδὴ Βάρδᾳ τῷ ἑαυτῆς ἀδελφῷ, ὁ νέος ἄναξ χρησάμενος καὶ κατ᾿ ἄμφω τῶν δύο, τὴν αὐτοκρατορίαν ὁ ἕτερος, ὁ δὲ τὴν καίσαρος τιμὴν πρὸς ἑαυτοὺς ἀμφεπόμενοι, οὐ μικρόν, ὡς οὐκ ᾤοντο, τὴν κατ᾿ ἀλλήλων τῶν γνωμῶν ἐντεῦθεν τῷ ὑπηκόῳ σύγχυσιν κατειργάσαντο, τοὺς τοῦ θεοῦ νόμους ἐφ᾿ ἑαυτοὺς καθυβρίσαντες.

[Χ] ὁ μὲν γὰρ αἴρει τὴν ὀφρῦν κατὰ τῆς μητρός, ὁ δὲ πρὸς τούτῳ καὶ εἰς αὐτὴν τὴν φύσιν ἐξήμαρτεν, ὑπὲρ τὴν φύσιν τὴν πρᾶξιν σχεδιάσας τῆς φύσεως. ὅρα γὰρ τὸ ἐσόμενον. κατὰ γὰρ τῆς τοῦ υἱοῦ κοίτης ὁ καῖσαρ Βάρδας παρανόμως ἐπιμανεὶς ὁ ταλαίπωρος, ξένος σύνευνος πρὸς τῇ ἰδίᾳ νύμφῃ καὶ ἑτερόμοιον ζεῦγος ἐκβακχευθεὶς ἐγνωρίζετο.

ὁ οὖν τοῦ θεοῦ ἀρχιερεὺς καὶ τοῦ θεοφόρου ἐπώνυμος, ὡς οἷόν τε, τουτὶ τὸ δρᾶμα διορθώσασθαι προμηθούμενος οὐ διελίμπανεν, ὥσπερ δὴ τοῦ θεοῦ νόμος, ὑπομιμνῄσκων, παρακαλῶν, νουθετῶν, ἐκ τούτων ἐλπίζων τὴν ἐκκοπὴν τοῦ μύσους πάντως γενήσεσθαι. ἀλλ᾿ ὁ τῆς παρανόμου μίξεως ἔρως οὐκ εἴα τὸν ἐλεεινὸν ἀνανῆψαι τὸ σύνολον. πλὴν ὡς [Δ] εἶδε ἐκκεκυφότα τὸν ἄθλιον καὶ δοῦλον τῆς
[p. 908Α] ἁμαρτίας εἰς τέλος γινόμενον, εἴργει τῶν τῆς ἐκκλησίας οὐδῶν, ἐντεῦθεν τὴν διόρθωσιν αὐτῷ προβαλλόμενος. ὁ δὲ τῷ θυμῷ παραλόγως τῇ ἐπιθυμίᾳ συμπεριπείρεται καὶ τὴν δυναστείαν εἰς τυραννίδα σοβαρῶς μετατίθησι· καὶ πανδημεὶ βρέμων τὸν νεὼν κατειληφὼς ἐν ὑπερέχοντι τῷ φρονήματι τῶν τε ἀδύτων ἔνδον γενόμενος, τὴν τῶν φρικτῶν μυστηρίων πρὸς τοῦ ἀρχιερέως ἐξῄτει μετάληψιν.

23. ὁ δὲ ζηλωτὴς ἐκεῖνος τῷ σειρομάστῃ τῶν λόγων δημοσίᾳ τῆς παρανομίας αὐτῷ προτείνας τὸν ἔλεγχον, κατὰ φρένα δεινῶς ἐξεκέντησε, καὶ κενὸν καὶ κατῃσχυμμένον τῆς ἐκκλησίας ἀπήλασεν. ὁ δὲ μανεὶς κατὰ φρένα, τέλος πείθει τὸν ἄνακτα κατελευσθῆναι [λεγε· καθαιρεθῆναι] τοῦ θρόνου τὸν μέγαν Ἰγνάτιον, ὅπερ οὐ μετ᾿ οὐ πολὺ καὶ συνέβαινεν. εἶτα [Β] τί ἐκείνου τυραννικῶς ἐξωσθέντος, οὗτοι προβάλλονταί τινα, Φώτιον μὲν προσαγορευόμενον πρωτοσηκρήτης [λεγε· πρωτοσηκρήτην] τότε ὑπάρχοντα, ἐπ᾿ εὐλαβείᾳ δὲ καὶ γνώσει πολλῇ φημιζόμενον· ὅνπερ εὐθὺς ἀποκαρθῆναι κελεύσαντες, τὰ τῆς ἀρχιερωσύνης πρεσβεῖα μεταχειρίζονται. καὶ τί ἂν λέγοιμι τὰ καθ᾿ ἕκαστον ἐντεῦθεν ἀναφυέντα ζιζάνια, δῆλα πᾶσι τοῖς τῆς ἐκκλησίας τροφίμοις ὑπάρχοντα μεθαρμοστέον δὲ τὴν ὑπόθεσιν πρὸς τὸν ἡμέτερον ποιμένα Νικόλαον.

οὗτος τοίνυν ὁ τῷ Χριστῷ καὶ θεῷ ἑαυτὸν ὁλικῶς ἀναθέμενος, καὶ πανταχόθεν ταῖς αὐτοῦ ἐντολαῖς ῥυθμιζόμενος, ὁ ἐν ἀκμῇ τῆς νεότητος πάροικος ὑπάρξας καὶ παρεπίδημος, καὶ ταῖς ἀποστολικαῖς ἀσθενείαις συγκακουχεῖσθαι παντοχόθεν αἱρούμενος, [Χ] ὥσπερ τὸ κατ᾿ εἰκόνα τε καὶ ὁμοίωσιν, οὕτω κἀν τῷ κοινῷ ἀπαράτρωτον διαφυλαττόμενος τὴν ἀκρίβειαν, ἀπορρήγνυσιν ἑαυτὸν τῆς ἀθέσμου τῶν ἀσυνθέτων συνέσεως, καὶ σὺν τῷ οἰκείῳ ὁμαίμονι τῆς μονῆς ἀπάρας, πρὸς τῷ ἐν Πραινέ<σ>τῳ ταύτης καταγωγίῳ διέτριβεν. ὡς δὲ διεβοήθη τοῦτο, καὶ πανδημὶ πλατυνθὲν πάνπιστον ἐπετύγχανεν, ὁ Καῖσαρ πάλαι τῆς τοῦ ἀνδρὸς ἀρετῆς τὸ ὑψηλὸν ἐπιστάμενος, καὶ ὡς ἐν τοῖς ἁπάντων ᾄδεται στόμασι, καταβροντηθεὶς ἔνθεν εἰς ὅσον αὐτῷ τῆς παροινίας ἐπαύξει τὸν ἔλεγχον, τὴν τοῦ κράτους ἰσχὺν πρὸς εὕρεσιν χειρισάμενος, καὶ καταμαθὼν ἐφ᾿ ᾧπερ ηὐλίζετο τῇ τῶν λόγων ἑαυτῷ πειθανότητι πρὸς ἕλκυσιν
[p. 909Α] τοῦ πατρὸς ὁ σικὸς [λεγε· σικχὸς] ὀνειροπολούμενος, ἐν τοῖς τῶν Πυθίων θερμοῖς δῆθεν τὸν ἄνακτα Μιχαὴλ προσλαβόμενος· οἳ τάχος ποντοποροῦντες, ἐν Πραινέστῳ τὸν ὅσιον κατείληφασι· λόγους τε κολακείας ὡς τόξα προτείνοντες (δεινὴ γὰρ τούτων ἡ τυραννίς, καὶ ψυχὰς ἀνδρείας εὐχερῶς μεταθεῖναι δυναμένη), ᾤοντο τούτοις μεταπείθειν τὸν ἅγιον.

24. τότε κοινοτέρως πως τὸν λόγον τούτοις ὁ μέγας ποιούμενος, «ἐχρῆν μὲν ὑμᾶς», φησίν, «εἰς θεὸν καὶ τοὺς αὐτοῦ θείους νόμους ἐξαμαρτήσαντας, δράξασθαι τῆς τούτου παιδείας καὶ μὴ ἐν θυμῷ τὴν ὀργὴν ἐφ᾿ ἑαυτοὺς ἐπισπάσασθαι, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. ἐπεὶ δὲ τῶν τραυμάτων τὴν σηπεδόνα τοὺς τῆς μετανοίας [Β] φαρμακεῖς ἐπιρρῶσαι οὐ βούλεσθε, τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον ὡς· Ϡκακὸν κατάμφω τὸ τέλος ὑμῖν ἀποβήσεται.Ϡ»

τοίνυν τραχυνθέντες τούτοις τοῖς ῥήμασι, κενοὶ τῶν ἐκεῖσε ἀπῴχοντο, εἰς ἑτέραν ῥοπὴν τὰς ἑαυτῶν ἐλπίδας ταμιευσάμενοι. στέλλουσι γὰρ εἰς τοὐπίσω τινὰ πρὸς τὸν ὅσιον, τοῦ μὴ δεῖν σε, {φησίν} δηλοποιοῦντες, ἔν τινι τῶν τῆς μονῆς σου καταγωγίων αὐλίζεσθαι. καὶ ὡς πρὸς ἄμυναν δῆθεν εὐθὺς χειροτονοῦσιν ἀντ᾿ αὐτοῦ καθηγούμενον, Ἀχιλλᾶν μὲν οὖν ὀνομαζόμενον, χρηστὸν δὲ τοῖς τρόποις πανταχόθεν ὑπάρχοντα. αὐτοὶ δέ, τὸ δὴ λεγόμενον, πάντα κάλων ἐκίνουν τοῦ ζωγρῆσαι τὸν ὅσιον.

ὁ δὲ τοῦ Χριστοῦ θεράπων Νικόλαος τῶν οἰκείων [Χ] ἀπελασθεὶς καὶ τούτοις πλησιάζειν εἰργόμενος, διετέλει τόπον ἐκ τόπου τῇ ἐνδείᾳ <καὶ> τῷ γήρᾳ συμπιεζόμενος· ὑφ᾿ ὧν τις ἀνὴρ κατατρυχόμενον θεασάμενος, Σαμουὴλ μὲν ἐπ᾿ ἴσης τῷ προφήτῃ καλλωπιζόμενος τῷ ὀνόματι, ἐπιποθῶν δὲ τὴν κλῆσιν οὗπερ συγκοινωνεῖν καὶ τῷ πράγματι καὶ λύτρον ψυχῆς τὸν πλοῦτον δαψιλῶς τοῖς χρήσουσι παρεχόμενος, ἔνδον τῆς πόλεως πρὸς τὰ τοῦ Λίβα μέρη τόπον ἀπῳκισμένον καὶ ἥσυχον ἐκπριάμενος, προσφέρει τῷ ἁγίῳ μετὰ πολλῆς τῆς εὐθύτητος, ἁρμόδιον ἔνθεν τὴν ἡσυχίαν στέργοντι χαριζόμενον· ὃν καὶ τῇ τοῦ Χριστοῦ χάριτι περιφανὲς ἀσκητήριον ἐναπεκατέστησεν, ἀρίστην ἐξ ὑπαρχῆς τὴν βάσιν ἐν τούτῳ πηξάμενος.

[p. 912Α]

25. ἕνα γὰρ τῶν αὐτοῦ μαθητῶν Εὐάρεστον τοὔνομα εἰς ὕστερον τοῦτον μεταπεμψάμενος, οὐ [λεγε· οὗ] τοῖς ἀγῶσι μόνος ἐκεῖνος τῆς ἀσκητικῆς παλαίστρας ἐδείχθη εὐάρεστος· ἀλλὰ μὴν καὶ αὐτὸ τὸ χωρίον διὰ τῶν ἐν αὐτῷ τῷ θείῳ εὐαρεστούντων, εὐάρεστον κατειργάσατο μέχρι τῆς σήμερον ταῖς αὐτοῦ εὐαρέστοις πρεσβείαις, βρίθον τοῖς ἀγαθοῖς κατορθώμασι καὶ σχεδὸν ὑπὸ πάσης τῆς γῆς σεβαζόμενον, ἄνωθεν τῇ προσωνυμίᾳ τῶν Κοκοροβίου ἐπιφερόμενον. ἀμέλει καλῶς ἐν τῷδε τῷ εὐαγεῖ τόπῳ τῷ ὁσίῳ ἐφησυχάζοντι ὁ ἀρχιερεὺς Φώτιος παντοίως πρὸς ἑαυτὸν σὺν τοῖς κρακῦσιν [λεγε· κρατοῦσιν] ἑλκῦσαι τοῦτον πραγματευόμενος [λεγε· ἐπραγματεύετο] καὶ ὡς αὐτὸν ἀφικέσθαι πειρώμενος [λεγε· ἐπειρᾶτο]· ἐθήρα γὰρ αὐτοῦ τὴν δόξαν ὑπὲρ τοὺς ἄλλους γε. καταμαθὼν ὁ θαυμάσιος καὶ τὰς τούτων ἐνέδρας διαδρᾶσαι βουλόμενος, φυγὰς [Β] ἀπαίρει πρὸς τὴν Πρυκόνησον [λεγε· Προικόννησον], ἐκεῖθεν δὲ πρὸς Μιτυλήνην ἀπῴχετο· ἐφ᾿ ἱκανὸν δὲ ταύτῃ προσδιατρίψας, ἀνῆκται πρὸς τὴν Χερρόνησον σὺν τῷ οἰκείῳ ἀδελφῷ ἐν τῷ Ξαμηλίῳ [λεγε· Ἑξαμιλίῳ] οἰκισθησόμενος.

ὁ δὲ προρρηθεὶς Ἀχιλλᾶς ἐν τῇ μονῇ τοῦ ὁσίου ἐπὶ πέντε χρόνους ἰθύνας τὸ ποίμνιον, ἀρχιεπίσκοπος εἰς Νακόλιαν ἐν τοῖς τῆς ἀνατολῆς προχειρίζεται μέρεσιν· ὃν τῆς ἀρχῆς διαδεξάμενος Θεοδόσιος καὶ ἐνιαύσιον χρόνον κρατήσας τὸ μοναστήριον, τοῦτον Εὐγένιος τελευτήσαντα διαδέχεται. ἀλλὰ καὶ τοῦτον ἐπὶ τέσσαρας μῆνας ποιησάμενον τὴν κατάσχεσιν, Θεόδωρος ὁ ἐκ χωρίου τοῦ Σανταβάρεως ἐξορμώμενος, καὶ διὰ τοῦτο Σανταβαρινὸς παρωνύμως ὑπό τινων ἐπονομαζόμενος, διεδέξατο. ὅνπερ ἐνιαυτὸν [Χ] ὅλον ἀντιπροσωποῦντα τὸ μοναστήριον, ὁ ἐκ Καλληστράτου Σάβας χειροτονηθεὶς αὐτὸν διαδέχεται, μαθητὴς ὑπάρχων τοῦ τὴν ἀρχιερωσύνην τότε κρατοῦντος.

ἑπταετίαν δὲ τοῦ μεγάλου πατρὸς Νικολάου ἐν τῷ προρρηθέντι τόπῳ διαμείβοντος καὶ ταῖς ἀνάγκαις τῆς φύσεως καὶ αὐτῷ τῷ γήρᾳ συγκακουχούμενος,
[p. 913Α] δέσμιος ἔνθεν ὑπὸ τοῦ Καίσαρος πρὸς τὴν ἑαυτοῦ μονὴν ἐπανάγεται, καὶ τῷ προρρηθέντι Σάβᾳ παραδοθείς, ἐμφρούριος ἐναποκαθίσταται ἐπὶ δύο ἔτη ἀπρονόητος, ἐν τηρήσει πολλῇ διαφυλαττόμενος. ἀλλ᾿ ἐπειδὴ Ϡαἱ τῶν ἁμαρτωλῶν ὁδοὶ σκοτειναὶ καὶ οὐκ οἴδασι πῶς προσκόπτουσιν,Ϡ ἵνα κατ᾿ ἄμφω τοῖν δυοῖν Καισάροιν <τὸ> ὑπὸ τοῦ ὁσίου προφητευθὲν τέλος προκαταλάβηται, ἐπὶ Κρήτην ὁ ἄναξ Μιχαὴλ σὺν τῷ Καίσαρι κατὰ τοῦ Ἰσμαὴλ ἐκστρατεύουσιν· ἐκεῖσέ τε κατὰ τὴν ὁδὸν ἐπιμανέντες ἀλλήλοις ὁ Καῖσαρ ἐπιβουλευθεὶς ἐλεεινῶς ἐν μαχαίρᾳ διαμερισθεὶς κατασφάττεται. ὁ δὲ ὑποστρέψας οὐ μετὰ πολὺ καὶ αὐτὸς ἐπ᾿ ἴσης ἐκείνῳ τῆς ὀργῆς τὸ ποτήριον πέπωκεν, ἓν καὶ τὸ αὐτὸ τέλος κατὰ τὴν τοῦ δικαίου πρότασιν ἐφευράμενος.

26. [Β] καὶ εὐθέως ὁ Καῖσαρ Βασίλειος τὰ τῶν Ῥωμαίων σκῆπτρα μεταχειρίζεται· ὃς ἱερὰν γενέσθαι σύνοδον παρακελευσάμενος, μετὰ τὸ ἀποδοῦναι τὸν οἰκεῖον τῆς ἀρχιερωσύνης θρόνον τὸν θεοφόρον Ἰγνάτιον [λεγε· τῷ θεοφόρῳ Ἰγνατίῳ], ἐπιζητήσας τὸν κοινὸν ἡμῶν πατέρα καὶ τῆς ἐκκλησίας φωστῆρα Νικόλαον, κατασχεῖν παρεκάλει καὶ αὐτὸν τὸ οἰκεῖον αὐτοῦ μοναστήριον, συμπρεσβευτὴν ἐν τούτῳ πρὸς τὴν παράκλησιν καὶ τὸν ἀρχιερέα ἐπιφερόμενος. ὁ δὲ ἀπωθεῖται τὴν τοιαύτην ἐγχείρησιν [λεγε· ἐγχείρισιν], τήν τε τοῦ γήρως ἀδυναμίαν, καὶ τὴν ἐκ τῶν προηγησαμένων ἐν αὐτῷ συντριβὴν προβαλλόμενος· «ἔχεις με» φησίν «ὦ βασιλεῦ, σὺν πολλῇ προθυμίᾳ, ὡς ἂν κελεύοις, κατὰ πάντα τῷ σῷ ὑπηρετοῦντα θελήματι, ἀλλὰ καὶ τὴν παρρησίαν τε καὶ [Χ] ἀποστολὴν ἀκώλυτον εἶναι παρακελεύομαι, μέγα κέρδος ἡγούμενος, τὸ ὑπὸ τῆς σῆς ὁσιότητος δηλοποιεῖσθαί τε καὶ ἐπισκέπτεσθαι.» ἐν τούτοις ὁ ἄναξ φιλοφρονησάμενος τὸν μακάριον καὶ πείσας τὴν ἰδίαν ἀρχὴν ἀναδέξασθαι, σὺν θυμηδίᾳ πολλῇ τῶν βασιλείων ἐξαπέστειλεν, εἰ καὶ μάλιστα συχνοτέρως πρὸς ἑαυτὸν μετεστέλλετο, ἡδόμενος αὐτοῦ τῇ ἁπλότητι.

ἀλλ᾿ ἐνταῦθα δίκαιον ᾠήθην διὰ βραχέων, τοῖς πόνοις τούτου τὴν ἐπικαρπίαν προσενεῖραι τῷ διηγήματι καὶ μικρά τινα τῶν αὐτοῦ θαυμάτων ὑπομνῆσαι τοῖς ἐντυγχάνουσι, ὡς ἂν ἄρτιον εἴη τῆς ὑφηγήσεως τὸ ὠφέλιμον. εἰ γὰρ καὶ Ϡσημεῖα τοῖς ἀπίστοις,Ϡ ὡς γέγραπται, ἀλλ᾿ οὖν εἰς μείζονα δόξαν τῶν αὐτοῦ θεραπόντων ὁ Κύριος ἐν τοῖς πιστοῖς τὰ [Δ] πρὸς εὐεργεσίαν τῆς φύσεως διανέμει τούτων χαρίσματα· οὐκοῦν μετ᾿ εὐφροσύνης τὰ τοῦ πνεύματος ἐξείπωμεν θαύματα.

Εὐδοκία γὰρ ἡ τοῦ φιλοχρίστου μέδοντος σύνευνος κατ᾿ αὐτὰς τὰς ἡμέρας πάθει δεινῷ περιπέπτωκε καὶ τῆς ἐκ τῶν ἰατρῶν ἑπομένης βοηθείας ἐστέρητο, ἐπεὶ καὶ τὰ τοῦ πάθους πρὸς θάνατον ἔβλεπε. τοῦ δὲ βασιλέως ἀθυμοῦντος καὶ περὶ τούτου δεινῶς ποτνιωμένου καὶ στένοντος, ὀπτασία τις παρεμπεσοῦσα
[p. 916Α] μέσον, εὐθυμεῖν παρεσκεύαζεν. ἐδόκει γὰρ ἐκείνη μικρὸν καθευδήσασα καθορᾷν τινα
γηραιόν, μοναχὸν μὲν ὑπάρχοντα καὶ δόξῃ πολλῇ σεμνυνόμενον, οὕτω δέ πως αὐτῇ προσδιαλεγόμενον· «θάρσει» φησίν «ὡς οὐ τεθναίης τὰ νῦν· ἕξεις δὲ λοιπὸν ἐκ τῆς δεῦρο τῆς σοὶ φίλης ὑγείας τὸ χρήσιμον.» ἣ καὶ μετὰ τὸν ὄνειρον τοῦτο παρευθὺς τἀνδρὶ διανείμασα [λεγε· διαγγείλασα?], σθένει τοῦ κράτους πρὸς ἑαυτὴν τοὺς ἀνὰ τὴν πόλιν ἐπ᾿ εὐλαβείᾳ προὔχοντας ἐπισκέψεως χάριν ἀνελθεῖν παρεσκεύασεν. ἔνθεν ὁ μέγας συνανιὼν τοῖς πατράσι δεδοξασμένον φέρων κατὰ Μωσέα τὸ πρόσωπον, γνώριμος τῇ βασιλίδι γεγένηται, ὡς αὐτὸς εἴη ὁ ἐν τῇ ὀπτασίᾳ αὐτῇ ὁμηρευσάμενος ῥήματα. ὅθεν μεγάλῃ τῇ φωνῇ διὰ τῆς εὐχαριστίας τοῦτον ἀναφανδὸν ἐθριάμβευσε, τὰ εἰς αὐτὴν δι᾿ [Β] αὐτοῦ ἔνδοξα τοῦ Θεοῦ μεγαλεῖα ἀνακηρύττουσα. Ὃν ὁ βασιλεὺς καὶ πάντες οἱ συμπαρόντες θαυμάζοντες ταῖς πρεπούσαις τιμαῖς ἀπεσέμνυνον. συμβολικῶς οἶμαι τῷ ἐπωνύμονι Νικολάῳ ἐφάμιλλον, ὁ τοῦ Χριστοῦ θεράπων κατ᾿ ἐκεῖνον τὸ θαῦμα τερατευσάμενος, ἐν ὀνείρῳ πάλαι δειματώσας τῷ ἄνακτι τῆς ἀδίκου δίκης τοὺς ἄνδρας ἐξείλατο. ἀλλὰ θαύματι συνάπτοντες θαύματα, τὴν τοῦ πατρὸς ἀρετὴν καταμάθωμεν.

27. Ἑλένη γὰρ ἡ τοῦ πατρικίου Μανουὴλ ὑπάρξασα σύμβιος, ἐπ᾿ ἴσης τῇ βασιλίσσῃ ταῖς τοῦ ᾅδου πυλῶσι δι᾿ ἀρρωστίας ἐγγίζουσα, καὶ πρὸς τὴν ἐξόδιον τῶν αὐτῆς εὐτρεπιζομένων συνήθειαν· ἐπιστὰς ὁ μέγας τῇ χειρὶ τῇ τῆς καμνούσης κορυφῇ ἐφαψάμενος, τῷ [Χ] σταυρικῷ συμβόλῳ ἀερίως ὕπερθεν ταύτης ἐπισφραγίσας τῷ σώματι, τὸν τοῦ θανάτου μυχὸν ἀνεζώγρησεν. ἔρρωτο γὰρ εὐθέως, καὶ τῆς κατεχούσης ὀδύνης ἀπήλλακτο.

ταυτὸ δὲ συμβεβηκέναι καὶ τῷ προρρηθέντι ταύτης ἀνδρὶ διηγόρευεται· ὃς ἐπὶ τοῦ σκίμποδος ἀνακείμενος, καὶ πρὸς τῶν ἰατρῶν τὴν τελευταίαν τοῦ θανάτου ἀπόφασιν προσλαβόμενος, ἐπιστάντα παρεκάλει τὸν ἅγιον, τῷ ἀγγελικῷ τῶν μοναχῶν κατακοσμῆσαι τοῦτον ἐπιβοώμενος σχήματι. «οὔ.» φησί· πρὸς αὐτὸν ὁ ὅσιος ἀπεφθέγγετο «οὐ γὰρ λυσιτελῆ σοι, τέκνον, συμβήσεταιμέλλοντι συντόμως, τῆς ἀρρωστίας τῆσδε διαδράντι τὰ σύμβολα, τῶνδε τῶν ἀξιωμάτων τῇ τοῦ Χριστοῦ χάριτι τὰς ἀρχὰς διοικήσασθαι· ᾗ δ᾿ ἂν τοίνυν τοῦτο γενήσεται, τότε σοι [λεγε· σε] λοιπὸν [Δ] ἀποκαρθέντα πρὸς τὴν ἐκεῖσε λῆξιν κομῶντα ταῖς ἀγαθοεργίαις προσλάβοιμι.» εἶχε δὲ τέλος ἡ πρόρρησις, καὶ τὴν προφητείαν ἐπηκολούθει τὰ πράγματα. τῇ γὰρ εὐνῇ ὁ ἀνὴρ τὴν νόσον ἐπαποθέμενος, καὶ τοῖς διαφόροις ἐκείνοις ὑπεισελθὼν ἀξίωμασι, τέλος μικρὸν νοσήσας, κατὰ τὴν τοῦ δικαίου ἀπόφασιν, ἀποκαρθεὶς πρὸς τὸν κύριον ἐξεδήμησε.

Θεόφιλος δὲ ὁ κατὰ τοὺς Μελισηνοὺς Λυδιάτης καλούμενος, (γαμβρὸς γὰρ αὐτῶν ὁ ἀνὴρ ἐχρημάτισε καὶ τὸ ἐκ γένους ἐκείνοις παρωνύμως ἐπιτεθέν, εἰκότως καὶ οὗτος καταχρηστικῶς ἐπεφέρετο· καὶ γὰρ καὶ τῷ τοῦ πρωτοσπαθαρίου ἐτετίμητο ἀξιώματι) τὰ παρ᾿ αὐτοῦ νήπια τοῦ ζῆν αὐθωρὸν ἀπηλλάττοντο, καὶ τῆς ἡδίστης τούτων χαρμοσύνης τε
[p. 917Α] καὶ διαβιώσεως ἄμφω τὼ συμβίω ἐστέρηντο. θέλγει γὰρ ὄντως τὰ τῶν νηπίων ψελλίσματα ἐκ τῆς ἀτέχνου γλώσσης μάλιστα προϊέμενα. καὶ δὴ βουλὴν καλὴν βουλευσάμενος σὺν τῇ γαμετῇ, τῷ μεγάλῳ τούτῳ φωστῆρι καταλαβόντες προσπίπτουσι, καὶ τὴν τῆς ἀπαιδείας ὀδύνην μετὰ πολλῶν δακρύων διαγορεύουσι· καὶ ὥσπερ θυρεῷ τινι ἑαυτοὺς πρὸς τὴν ἀπρόοπτον τοῦ θανάτου τῶν ἐμβρύων φορὰν κατασφαλιζόμενοι, αὐτὸν τὸν μέγαν τὴν ἐκ τῆς ἀναγεννήσεως τοῦ θείου βαπτίσματος παρεκάλουν ἀναδοχὴν τούτοις δωρήσασθαι. ὁ δὲ πρὸς τοῦτο μὲν οὐκ ἐπένευσε· τὴν κάραν δὲ τούτου βρέφους, οὗπερ ἐκέκτηντο, τῇ λαιᾷ χειρὶ καθαψάμενος, τήν τε ἑτέραν ἀπεωρίσας [λεγε· ἀπαιωρήσας] ἄνω, καὶ ἱκανῶς προσευξάμενος, «ἄπιτε», φησίν, «οἴκαδε· τάδε γὰρ λέγει τὸ πνεῦμα τὸ ἅγιον [Β] ὅτι, Ϡζήσεται τὸ θυγάτριονϠ» (θῆλυ γὰρ ἐπείπερ ἐτύγχανε) «καὶ τοῖς ὀφθαλμοῖς ὑμῶν υἱοὺς τῶν αὐτῆς υἱῶν καταθρήσετε, καὶ οὕτω μετ᾿ εὐφροσύνης καὶ ὑμεῖς τῶν ἐνθένδε μεταναστευσήτε [λεγε· μεταναστεύσετε].» ἐπηκολούθει δὲ καὶ ὧδε τοῖς τοῦ πατρὸς λόγοις τῶν πραγμάτων ἡ ἔκβασις καὶ πολύπαιδες τῇ ἀτεκνίᾳ τοῦ παιδὸς οἱ ἄπαιδες ἐχρημάτιζον.

28. καὶ τί ἂν λέγοιμι τὰ καθέκαστον δέδεικται δήπου τῷ προφητικῷ χαρακτῆρι <ἅμα> τῇ τῶν θαυμάτων διόπτρᾳ πανταχόθεν τὸν μέγαν κατακοσμούμενον, εἰ καὶ τοῦ χρόνου τῷ μήκει τὰ πλεῖστα τούτων ὁ τῆς λήθης βυθὸς ἐθησαύρισεν. ἀλλ᾿ ἐπεὶ δι᾿ ἀσθενείας ὁ λόγος ἀμυδρῶς πως τὰς αὐτοῦ [Χ] ἀριστείας ὑπεσημάνατο, φέρε καθόσον οἷόν τε τοῖς παλαιοῖς τὰ ἐκείνου συνάψαντες, κἀντεῦθεν τὸν ἄνδρα γνωρίσωμεν. οὐ γὰρ μερικὰ τοῦ πνεύματος τὰ χαρίσματα, εἰ καὶ διάφορος ἡ τούτων ἐνέργεια. μόνοι γὰρ εἰς ἀλλήλους διαμερίζομεν τὸ προσπαθὲς ἡμεῖς ἑκάστῳ τὰ ἀμερῆ ἐν μέρει μερικῶς συνιστῶντες τῆς σχέσεως. οὑτωσὶ δὲ σκοπήσωμεν.

θαυμάζεις Ἄβελ τὴν τῆς καρδίας εὐθύτητα καὶ τὰ ἀρτιγενῆ τῶν δώρων πρωτότοκα, ἐπεὶ καὶ πρὸς Θεοῦ τὸν ἔπαινον ἀπειλήφασι· τήν τε τοῦ Ἐνὼς ἐλπίδα καὶ Ἐνὼχ τὴν μετάθεσιν. Θαύμασον, εἰ βούλει, τὴν ἐξ αὐτῆς νηπιότητος καὶ τούτου τὴν ἀρτιγενῆ τῶν φρενῶν πρὸς τὸ Θεῖον ἀλλοίωσιν, τήν τε γενικὴν [Δ] τῶν ἡλικιῶν ἀπαρχήν, τῆς λογικῆς φημι θυσίας ἐκ πνεύματος συντετριμμένου, τιμιωτέραν τῶν δώρων ἀνάθεσιν καὶ τὴν ἐντεῦθεν ἐλπίδα καὶ τὴν τοῦ νοὸς πρὸς τὰ ὑπὲρ αἴσθησιν καθεκάστην ἐγγινομένην μετάθεσιν· ὅσον ἐκεῖ μὲν ἐκ τῶν περὶ αὐτῶν, ἐκ τῶν κατ᾿ αὐτὸν δὲ τούτῳ τῆς προσφορᾶς ἡ τελείωσις. εἰ δὲ τὴν τοῦ πρωτοπάτορος ἐν χειρὶ θεοῦ γενομένην διάπλασιν καὶ τὴν ἐν παραδείσῳ διατριβὴν καὶ τὴν πρώτην νομοθεσίαν ἀντεπεξάγοις τῷ ἡμετέρῳ πατρί, μεῖζον ἢ ἔλαττον εὑρήσεις τῆς ἀρετῆς τὸ ἐγκώμιον, τὴν τῆς ἐντολῆς ὑφαίρεσιν ἄρτιον ἐντεῦθεν προσλαμβανόμενος, τήν τε ἐν παραδείσῳ τρυφὴν ὅσον οὔπω μετὰ δικαίων ἀποληψόμενος· ἐπεὶ μὴ οἷόν τέ τινα τελειωθῆναι, κατὰ τὸν μέγαν ἀπόστολον.
[p. 920Α] ἐπαινεῖς Νῶε τὴν ἐν δικαιοσύνῃ τοῦ κατακλυσμοῦ φυγαδείαν καὶ τὴν ἐν λάρνακι ξυλίνῃ τῶν ἀλόγων ζῴων κατάσχεσιν, τοῦ τε Ἀβραὰμ τὴν φιλοξενίαν καὶ τὴν τοῦ μονογενοῦς καινὴν θυσίαν, θεῷ τὸ{ν} ἐκ τῆς ἐπαγγελίας θῦμα προσάγοντα. ἐπαίνει καὶ τούτου τὴν ἐκ τῆς αἱρετικῆς κατακλύσεως πρὸς αὐτὸν [λεγε· πρὸς αὐτὸν πίστιν ορ καταφυγήν?], καὶ γένη πολλὰ τῶν λογικῶν διασῴσαντα, τήν τε τοῦ νοὸς κάθαρσιν καὶ τὴν ἐκ τῆς ἱερωσύνης ἑτοιμασθεῖσαν αὐτῷ τῷ Χριστῷ τῷ θεῷ φιλόξενον τράπεζαν· ἐπεὶ καὶ ὅλον ἑαυτὸν ἱερὰν τράπεζαν καὶ πνευματικὸν ὁλοκάρπωμα κατειργάσατο. θαυμαστὴ ἀληθῶς ἡ τοῦ Ἰσαὰκ ἐπαγγελία καὶ πρὸ γεννήσεως· ὁ δὲ αὐτεπάγγελτος εὐθὺς ὑπῆρξε καὶ μετὰ γέννησιν.

29. [Β] θαυμαστὴ καὶ τοῦ Ἰακὼβ κλῖμαξ, ὡς παραδόξου μυστηρίου προτύπωσις, καὶ ἡ περὶ τὰ θρέμματα τοῦ ἀνδρὸς εὐμηχανία καὶ ἡ ἐκ τῆς ὀσφύος δωδεκαστέλεχος τῶν τέκνων εὐημερία· θαυμαστὴ δὲ καὶ τούτῳ [λεγε· τούτου?] τῶν ἀρετῶν ἡ κλῖμαξ πρακτικῶς ἐξεγένετο καὶ ἡ ποιμαντικὴ τῶν λογικῶν ἐμπειρία καὶ ἡ ἐκ τῆς ὀσφύος πλήθουσα πνευματικὴ τῶν τέκνων ἀπότεξις.

Ἰὼβ ἐπὶ κοπρίᾳ καὶ τῇ περὶ τὰ δεινὰ καρτερίᾳ, (λ.10) ἐν τοῖς ἁπάντων καταγεραίρεται στόμασιν· ὁ δὲ τὴν ἐκ τῶν ἄθλων ἀνδρείαν καὶ τῶν τραυμάτων τὰ ἕλκη καταβαλλόμενος, τήν τε ἐκ τόπου εἰς τόπον χρονίαν κάθειρξιν ὡς κοπρίαν ἐπιφερόμενος, ἐπ᾿ ἴσης τὴν καρτερίαν ἐξήσκησε.

[Χ] μέγας Μωσῆς ὡς θεὸς Φαραὼ καὶ ξένος δημαγωγὸς καὶ νομοθέτης πρᾷος εἰ καί τις ἄλλος γενόμενος· ὁ δὲ θέσει μὲν θεὸς κατ᾿ ἐκεῖνον καὶ νομοθέτης πρᾳότατος παρεγγυῶν ἅπασι τῶν φαύλων ἀπέχεσθαι πράξεων καὶ ῥάβδῳ τῆς ἀπαθείας θαυματουργῶν διαφόροις τοῖς θαύμασιν. ἐμιμήσατο Δαβὶδ τὸ ἐν πολέμοις ἀκαταμάχητον, τὰς τῶν αἱρετικῶν ἀνδρείως κατατροπούμενος φάλαγγας. ἐῶ λέγειν Φινεὲς τὸν ζῆλον καὶ Ἠλιοῦ τὸν Κάρμηλον καὶ Ἐλισσαίου τὴν ἐν μηλωτῇ διπλῷ τῷ χαρίσματι τοῦ πνεύματος δύναμιν, ὧν ὁ μέγας τῷ περιόντι τῆς ἀρετῆς ὡς οἷόν τε κατ᾿ ἀμφότερα τούτοις ἀπεμιμήσατο.

[p. 921Α]

εἰ δὲ καὶ τὴν ἐν Αἰγύπτῳ τοῦ Ἰωσὴφ σιτοδείαν ἐπιζητοίης ἐκβήσεσθαι, πρόβηθι λοιπὸν καὶ ὄψει μείζω τῶν σοὶ ἐξητασμένων τὴν ὕπαρξιν. ἐπεὶ γὰρ ἔδει τοῦτον, κατὰ τὸν μέγαν Ἀπόστολον, τῆς ἀθλητικῆς παλαίστρας καλῶς τὸν ἀγῶνα ἀγωνισάμενον, τὸ κοινὸν ἀποτῖσαι χρέος τῆς φύσεως (ἦν δι᾿ ἀρρωσ<τ>ίας ἐπὶ τοῦ σκίμποδος ἀνακείμενος, τῶν τέκνων στοιχηδὸν ἤδη παρισταμένων αὐτῷ καὶ τὰ τοῦ πάθους σχετλιαζόντων ἐξόδια), εἰπεῖν λέγεται τὸν μακάριον, μή τι τῶν καθηκόντων ἐφυστεροῖντο, ἐντεῦθεν τὴν ἀθυμοῦσαν αὐτῶν, ὡς οἶμαι, ψυχὴν κατεγγυϊζόμενος. οἱ δέ, θρυλληθέντες τῷ παραδόξῳ τοῦ πατρὸς ἐρωτήματι, ἀνεδίδαξαν τὴν προσφάτως αὐτοῖς χρειώδη τοῦ σίτου ἔνδειαν παραστήσαντες.

30. τότε στενάξας ὁ μέγας καὶ ἔνθους ὥσπερ [Β] γενόμενος, «ἐγὼ μὲν ἄπειμι» φησί «καὶ μεταναστεύω πρὸς τοὺς πατέρας μου. οἶδα γὰρ ὅτι τοῦτό μοι τὰ νῦν ἀποκείσεται· ὑμῖν δέ, ὁ τῷ Ἰσραὴλ πάλαι τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ τὸ ὕδωρ ἐκ πέτρας δαψιλευσάμενος, μετὰ τρίτην ἡμέραν τῆς ἐμῆς ἀφ᾿ ὑμῶν διαζεύξεως, αὐτὸς ὑμῖν τὸν σῖτον εἰς κόρον παράσχηται.» καὶ *** [λαχυνα] τῷ λόγῳ ὑποσημᾶναι τοῖς ἀδελφοῖς τὰ τοῦ ξύλου κρούσματα παρακελευσάμενος, ὡς τῷ ἱερῷ τῷ μοναχῶν συστήματι [λεγε· τὸ ἱερὸν τῶν μοναχῶν σύστημα] ἐπὶ τὸ αὐτὸ συναθροισθὲν ἐθεάσατο, ὡς οἷόν τε, τούτῳ τὰ ἐξόδια προσφθεγξάμενος ῥήματα, προχειρίζεται μετὰ τῆς τούτων βουλῆς τὸν καθηγησόμενον. Κλήμης δὲ ἦν ὁ θαυμάσιος, ὁ φερωνύμως, ὡς κλῆμα κατάκαρπον, ἀειθαλεῖς τοὺς τῶν ἀρετῶν ἐπιφερόμενος βότρυας, [Χ] τὸν τοῦ οἰκονόμου τότε βαθμὸν μετερχόμενος.

αὐτὸς δὲ μικρὸν κατατρυχωθεὶς τῷ νοσήματι, ἔκδημος ὅλος καὶ πρὸ τῆς ἐκδημίας τῇ τοῦ νοὸς μεταθέσει τῶν ἔνθεν γενόμενος, ἐξάρας τοὺς πόδας, καὶ σταυρικῷ τὰς χεῖρας τυπώσας τῷ σχήματι, τοῖς ἀπάγουσιν αὐτὴν ἁγίοις ἀγγέλοις μετὰ πολλῆς τῆς παρρησίας τὴν ψυχὴν ἐναπέθετο τῷ ἑβδομηκοστῷ καὶ πέμπτῳ τῆς ζωῆς αὐτοῦ χρόνῳ, ἑξακισχιλιοστῷ δὲ τριακοσιοστῷ ἑβδομηκοστῷ ἕκτῳ τῆς τοῦ κόσμου συστάσεως, τετάρτῃ τοῦ Περιτίου μηνός, τῆς πρώτης ἰνδικτιῶνος, ὅς ἐστι Φεβρουάριος.

τὸ δὲ πολύστικτον αὐτοῦ καὶ πολύαθλον σκῆνος μετὰ Ναυκρατίου τοῦ μάκαρος κατετέθη, πρὸς τῷ δεξιῷ μέρει ἐν τῷ κατ᾿ ἀνατολὰς τοῦ Προδρομικοῦ [Δ] τεμένους πανενδόξῳ καὶ ἱερῷ τῶν μαρτύρων σηκῷ, ἔνθα δὴ καὶ τοῦ ὁσίου πατρὸς ἡμῶν Θεοδώρου ἡ πανευκλεὴς καὶ πανσέβαστος τιμία θήκη καθίδρυται. ἀλλὰ τί τὸ ἐντεῦθεν

ἆρα οὖν μεταβὰς τῶν προφητευθέντων ἐλάττω [λεγε· ἐλάθετο?] ἢ οὐχ ὡς ἐχρῆν τὰς ἐκβάσεις ἢ τῶν ἐπαγγελιῶν πόρρω τῷ χρονικῷ πεποίηκε διαστήματι οὐδαμῶς· μετὰ γὰρ τρίτην ἡμέραν τῆς αὐτοῦ ἐνδόξου μεταναστεύσεως πλῆρες σίτου τῶν βασιλικῶν πλοίων ἐκ Βασιλείου τοῦ φιλοχρίστου μέδοντος πέπομφε καὶ τοὺς τῆς μονῆς σιτῶνας ἐπλήρωσεν, ὡς μετὰ πολλῆς τῆς ἐκστάσεως τῷ θάμβει
[p. 924Α] καταβληθέντα Κλήμεντα τὸν μακάριον ἀποφθέγξασθαι· «ἰδοὺ γάρ», φησι, «πατέρες, ὁ κοινὸς ἡμῶν πατὴρ μετὰ τὴν τρίτην ἡμέραν ὡς ἐπηγγείλατο τῆς πρὸς ἡμᾶς διαθέσεως τὸ ὀφείλημα ἐκπεπλήρωκε, κοινὸν τῆς πρὸς θεὸν αὐτοῦ παρρησίας ἡμῖν τὸ θαῦμα ταμιευσάμενος.»
31. ἔχεις τοῦ ζητουμένου τὴν λύσιν, τὴν ἐν Αἰγύπτῳ τοῦ Ἰωσὴφ σιτοδείαν εὐμαρῶς διασῴζουσαν, εἰ καὶ δεῦρο πλεονεκτεῖ τὸ θαῦμα τοῦ θαύματος. ἐπ᾿ ἄλλο δὲ τέρας τῷ λόγῳ τετράψομαι. Κλήμεντος γὰρ τοῦ ἀοιδίμου ἐφ᾿ ἱκανοὺς τοὺς χρόνους τὴν μονὴν κυβερνήσαντος καὶ πρὸς κύριον τῇ ἑπτακαιδεκάτῃ τοῦ Ἰουλίου μηνὸς ἐκδημήσαντος καὶ Ἱλαρίωνος τοῦ κατὰ πάντα τῇ τῶν ἠθῶν ἱλαρότητι οἰκείως ἔχοντος τῷ ὀνόματι τὴν ἡγεμονίαν ἄρτι κρατύνοντος, ὁ τοῦ [Β] ὁσίου πατρὸς ἡμῶν Νικολάου μαθητής, Ἀντώνιος τοὔνομα, ὁ τῷ συμβεβηκότι παρωνύμως τῇ προσηγορίᾳ Μαῦρος παρά τισιν ἐπονομαζόμενος, ἐν πολλοῖς ἔτεσι τῇ τῆς αἱμορροίας νόσῳ ἐκπιεζόμενος, τῇ φορᾷ τοῦ νοσήματος τὴν παρὰ τῶν ἰατρῶν ἀπόγνωσιν κομισάμενος, ἐπετράπη λοιπὸν ὑπὸ τοῦ προρρηθέντος πατρὸς Ἱλαρίωνος πρὸς τῇ κέλλῃ, ἐν ᾗ πρώην ὁ τοῦ Χριστοῦ θεράπων καθεῖρκτο Νικόλαος, ἐπανακλιθέντα [λεγε· ἐπανακλιθεὶς] τὴν τοῦ σώματος ὑποῖσαι διάζευξιν· ἐν ᾗ μετὰ πολλῆς χαρᾶς τὴν οἴκησιν ποιησαμένου, φαίνεται καθ᾿ ὕπνους ὁ ἅγιος οὑτωσί πως αὐτῷ προσφθεγγόμενος· «ταπεινὲ Ἀντώνιε, τί τὸ παρενοχλοῦν σοι ἀρρώστημα» «ὡς δὲ τὸ πάθος ἀπήγγειλα», φησί, «καὶ τούτου τὸ ἀνίατον οὐκ [Χ] ἀπέκρυψα.» «μηκέτι φοβοῦ», φησὶν ὁ μέγας· «ἔσῃ γὰρ ὑγιὴς ἀπὸ τῆς δεῦρο, τῷ τοιούτῳ νοσήματι μὴ παρενοχλούμενος.» «καὶ εἰς ἑαυτὸν γεγονώς, οὐκέτι καθ᾿ ὕπνους, ὀφθαλμοφανῶς δὲ τούτου τεθέαμαι τὰ ὀπίσθια τῆς κέλλης ὑπεξερχομένου. ὅθεν ἡ μὲν ῥύσις εὐθὺς τοῦ αἵματος ἀνεστέλλετο, εὐωδία δὲ πολλὴ τὴν κέλλαν περιστοιχήσασα, τὴν ταπεινήν μου καρδίαν χαρᾶς ἀφάτου ἐπλήρωσεν.» ἔκτοτε οὖν τεσσαρακοστὸν ἔτος ἦν {καὶ} προσδιαμείβων <καὶ> ἀπαρενόχλητος ἐγεγόνει χάριτι θεοῦ τοῦ τοιούτου νοσήματος.

καὶ ταῦτα μὲν εἰς τοσοῦτον· παραλειπτέον γὰρ τὰ πολλὰ τῷ τῆς βραχυλογίας νόμῳ ὑπείκοντας, ἐπεὶ καὶ ὁ λόγος δι᾿ ἀσθενείας τῶν θαυμάτων τὸ σθένος ἀδρανεῖ διηγήσασθαι, τῆς ἀπιστουμένης ἀκοῆς ἐν ταυτῷ τὸ χρήσιμον κατεγγυϊζόμενος.

32. [Δ] ἡμεῖς μὲν οὖν, ὦ μακάριε, τὰ ἐν μακρῷ τῷ χρόνῳ τῆς σιωπῆς τῷ βυθῷ καλυπτόμενα, πόθῳ πολλῷ τῆς ταπεινῆς ἡμῶν διανοίας τὸν ἐμπαθῆ καὶ συντετριμμένον κάλαμον παρεκτείναντες, ὡς ἐκ πελάγους τῶν σῶν κατορθωμάτων, μικρόν
[p. 925Α] τι μνήμης ἐμπύρευμα ἢ καὶ ὀψώνιον εὐτελὲς τοῦτόν σου τῇ πανευκλεεῖ καὶ ἁγίᾳ μνήμῃ ἀναγαγόντες τὸν λόγον ἀνεθέμεθα. Αὐτὸς δὲ ἄνωθεν ἡμᾶς ἐποπτεύοις ἵλεως καὶ τὸν παρεπόμενον τῆς σαρκὸς ἡμῶν πόλεμον κατευμαρίζοις ἑκάστοτε καὶ διεξάγοις αἰσίως τῆς ταλαιπώρου ζωῆς ἡμῶν τὴν οὐθένειαν, ὅτι πολλὰ τὰ παρ᾿ ἐλπίδα ταύτης συμπτώματα· καὶ κυβερνήσαις πόρρω τῆς πονηρᾶς τῶν παθῶν καταιγίδος τὴν τοῦ νοὸς εἰρεσίαν διεξαγόμενος καὶ βραβεύσαις εἰρήνην τῆς ἐκκλησίας τῷ συστήματι· ὁρᾷς γὰρ ὅσην καὶ ὡς καλύπτουσαν ἀμεταστρεπτὶ τῆς ἡμέρας τὴν ὀργὴν ἐπιδείκνυται· καὶ καταβάλοις ἐθνῶν ἀτιθάσ{σ}ων θρασεῖαν ὁρμὴν καὶ ἀλλόκοτον φρόνημα. ἴδε γὰρ οἷα νῦν τὰ τολμώμενα. ἐκκλησίαι κατεμπιπρῶνται [λεγε· κατεμπί<μ>πρανται] καὶ γῆ [Β] Χριστιανῶν τοῖς αἵμασι σπένδεται· καὶ πείσαις ταῖς πρεσβείαις, ἢ πρὸς τὴν ἀρχαίαν διὰ τῆς πίστεως ἐπανελθεῖν τῆς δόξης εὐγένειαν ἢ παμπληθεὶ κροταφί<ζε>σθαι ὡς ἔθνη πόλεμον θέλοντα. καὶ μὴν καὶ παράσχοις ἀγαθαῖς ἐλπίσι ταῖς πρὸς τὸ θεῖον ἡμᾶς πρακτικῶς ἐναβρύνεσθαι, δοξάζοντας πατέρα, υἱὸν καὶ ἅγιον πνεῦμα τὴν ἀμερῆ οὐσίαν τε καὶ θεότητα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

**********************************************************