[p. 142]
βίος καὶ πολιτεία τοῦ ὁσίου πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Μακαρίου, ἡγουμένου γεγονότος
μονῆς τῆς ἐπονομαζομένης Πελεκητῆς, συγγραφεὶς παρὰ Σάββα μοναχοῦ.
1. πολλῶν ὄντων ἃ πρὸς ἀρετῆς μίμησιν διανιστᾷ τὸν ἀνθρώπινον βίον, ἕν τι τῶν μεγίστων
εἶναί μοι δοκεῖ καὶ πρὸς ταύτην συντεινόντων ἡ τῶν εὖ βεβιωκότων συγγραφομένη ἀκρίβεια.
καὶ γὰρ δι᾿ ὧν ἐκείνοις τὸ ἀδύνατον πρὸς ταύτην παρίστησι, δι᾿ αὐτῶν τοὺς ἔπειτα
πρὸς τὸν ὅμοιον ζῆλον ἀνίστησι, καὶ τὴν μὲν μνήμην ἐκείνων ἀθάνατον τίθησι, συνδιαιωνίζουσαν
δὲ ταύτην τὴν μίμησιν δείκνυσιν. διὸ τῶν μὲν χρόνων ὁ δρόμος παρέρχεται, τῶν πεπραγμένων
δὲ τὰ πλήθη διηνεκῶς μένει, μὴ παριππεύοντα τὸ στάσιμον ἔχοντα [λεγε· ἔχον τὸ?]
τῷ γράμματι συντηρούμενον. ταύτης γοῦν ἕνεκα τῆς αἰτίας οὐκ ᾠήθην δεῖν σιωπῇ συγκαλύπτειν
τουτονὶ τὸν ἐκ μετεώρου μὲν τῆς ἀρετῆς θεσπέσιον φωνοῦντα βίον καὶ οἷον ἠχήν τινα
ἐξάκουστον δι᾿ ἔργων τῇ ὑφηλίῳ ἐκπέμποντα, τὸ μὴ λέγεσθαι δὲ πρὸς ἕλκυσιν τὸν τῆς
φθογγῆς τόνον ὑπαγομένην. οὐδὲ γὰρ λόγου ἄξιον καθέστηκεν τῶν περὶ τὸ σῶμα ἐπτοημένων
καὶ δόξης ἕνεκα τῆς προσκαίρου περί τι τῶν ταπεινῶν
[p. 143] ἠνδρισμένων λογογραφεῖσθαι μὲν τὰς πράξεις, ἀνιστορεῖσθαι δὲ τοὺς ἀγῶνας,
τῶν δὲ γενναίων τῆς ἀρετῆς ἀγωνιστῶν, ὧν ὁ μισθὸς αἰώνιος καὶ τὸ κλέος ἀθάνατον,
σιγῇ συγκαλύπτεσθαι τῶν παλαισμάτων τὰ σκάμματα πολλοὺς ἕλξειν πρὸς ἑαυτὰ τὸ [λεγε·
τῷ] λέγεσθαι δυνάμενα. διὸ μὴ κατοκνοῦντες πρὸς τοῦτο τὴν ὁρμὴν κατευθύνομεν. ἀρχέτω
δ᾿ ἡμῖν ἐντεῦθεν ὁ τῆς ὑποθέσεως λόγος, ἐκείνοις τὸ πλέον ἐπιφερόμενος, οἷς ἀφορμὴ
τοῦ λέγειν ὁ προκείμενος γέγονεν. πάντως δὲ ταῦτα νοεῖται, τὰ δι᾿ ὧν ὁ τῆς ὕλης
ἀλλότριος χαρακτηρίζεται βίος. οὐδὲ γὰρ τοῖς ἐκ σώματος καὶ σαρκὸς πλεονεκτήμασιν
ὁ παρὼν συνεργούμενος, εἰ τὸ ἐξάκουστον εἴληφεν, εἰ τὴν πρὸς τὸ θεῖον ἀνάβασιν ἔσχηκεν,
ἀλλὰ τῆς ἀσωμάτου δραξάμενος ἐν σώματι πολιτείας τὸ κλέος ἐν ἀμφοτέροις ἠνέγκατο.
οὔκουν οἷς ἐπιτηδείως πρὸς τὴν ἀρετὴν ἐχρήσατο ἐνὸν τούτοις καὶ τὰς τῶν λόγων συναύξεσθαι
μεθόδους, τὰς δὲ ἄλλως ἐχούσας ὡς ἐναντίας οὔσας πρὸς τὴν τῶν ἀμεινόνων ἀνάβασιν
εὐλόγως περιοπτέον.
2. οὗτος τοιγαροῦν ὁ ἀνὴρ τὴν τῆς πατρίδος καὶ γένους εὔκλειαν, εἰ δεῖ καὶ τούτων
ἐπιμνησθῆναι, οὐκ ἀνώνυμον ἔσχεν, οὐδὲ μέχρις ὀλίγον [λεγε· ὀλίγου?] ταῖς κοσμικαῖς
φήμαις περιᾳδομένην, ἀλλὰ πλείστοις εἰ καὶ τοῖς ἅπασιν τὸ ἑκάτερον τούτων ἐπίσημον
ἴσως τετίμηται. πατρὶς μὲν γὰρ ἦν αὐτῷ τὸ Βυζάντιον, ἡ καὶ ταῖς ἄλλαις πατρίσι τὸ
εὐκλεὲς οἴκοθεν παρερχομένη τῷ κράτει τῆς βασιλείας καὶ τῷ παγίῳ τῆς εὐσεβείας.
πατέρες δὲ τούτῳ οὐκ ἀγενεῖς γεγονότες, μεῖζον τὸ περιφανὲς εἰσέτι δι᾿ αὐτὸν ἐπορίσαντο.
ταῖς γὰρ δοκούσαις βασιλικαῖς ἀξίαις τετιμημένοι οὐ στάσιμον ἐχούσαις, τὸ τῆς μνήμης
ἐξάκουστον, τῇ τούτου ὑπερκοσμίῳ τιμῇ, τὸ ἀείμνηστον ἀπειλήφασιν. ὧν γὰρ τὸ κλέος
ἀθάνατον, τούτων ἡ μνήμη ἀκατάλυτος, ὡς ἔμπαλιν ὧν οὐ μόνιμον τὸ τῆς δόξης, τούτων
τὸ τῆς μνήμης εὐσκέδαστον. τούτων τοίνυν ὁ ἀοίδιμος κομιδῇ νέος ὢν ἀπορφανισθείς,
παρά τινι τῶν συγγενῶν τὰ τῆς νηπιότητος ἐπαιδαγωγεῖτο, ὃν θεῖον ἡ συνήθεια καλεῖν
εἴωθεν. ἐπεὶ δὲ ἐπιτηδείαν ὁ χρόνος πρὸς μαθημάτων ἀνάληψιν τὴν φύσιν παρέστησεν,
ἀρχὴν ἔπειτα προὐβάλλετο οὐχ ὑφειμένην μέν, οὐδ᾿ ἀτονωτέραν, οὐδε κατ᾿ αὐτὴν τὸ
δύσκολον ὑπεμφαίνουσαν, νεαρὰν δὲ καὶ σύντονον. ἃ γὰρ ἑτέροις ἐκ τοῦ χρόνου προσγίνεσθαι
πέφυκε κάλλιστα, ταῦτα φύσεως τάχει καὶ σπουδῆς ἐπιτάσει τῷ παρόντι συνέβαινεν,
καὶ ὧν
[p. 144.] δυσπόριστος ἡ συλλογὴ τοῖς ἄλλοις καθέστηκεν, εὐπορίστως τούτῳ ταῖς ἐπιμελείαις
ἐδείκνυτο. ἐπεὶ δὲ τῶν ἁπάντων ἐφήψατο, καὶ ὡς ἐφικτὸν ἐκ τούτων τὰ χρήσιμα συνελέξατο,
τῶν θύραθέν φημι, καὶ τοὺς νέους πρὸς τὰ κρείττονα χειραγωγούντων, τοῖς ὑψηλοτέροις
καὶ ἡμῶν τὴν σχολὴν ἀπένειμεν ἅπασαν· καὶ γὰρ ἐκ τούτων ὁ βίος σὺν τῷ λόγῳ ῥυθμίζεται
καὶ τὸ κάλλος τῶν νοημάτων τρανῶς ἀναφαίνεται, εἴτε [λεγε· εἶτα?] πρὸς τὴν μακραίωνα
ζωὴν πορεία δι᾿ αὐτῶν ἀνιχνεύεται. οὕτω μὲν οὖν συναύξων τῇ γνώσει τὴν εὐσέβειαν
<οὐχ?> ἧττον τὸ τῆς ἡλικίας μέγεθος τῶν κατορθωμάτων Χριστόφορος ἐνέφαινεν· τοῦτο
γὰρ αὐτῷ τοὔνομα τῶν κυρίων ἐτέθειτο, ᾧ σύνδρομον τῆς κλήσεως τὴν χρῆσιν προσήρμοσεν.
ἐπεὶ οὖν τ᾿ ἀδελφῷ πειθόμενος πρὸς μέρει τινὶ τῆς ἑῴας τῆς πόλεως ἀπαίρειν, πρὸς
τῷ γάμῳ συμπράττειν ἠνάγκαστο, τῷ βιασαμένῳ μὲν πέρας εἶχε τὸ βούλευμα. αὐτὸς δὲ
τούτων ἀπαλλαγεὶς καὶ τῶν δι᾿ ὧν ἡ αἴσθησις τὸ διαυγὲς τοῦ νοῦ περισκοτίζειν εἴωθεν
ἐκφυγών, δομάτιόν τι σμικρότατον αἰτήσας, ἔνθ᾿ ἱερὸν τέμενος ἦν, προσπελάζων τῷ
ἱερεῖ μόνῳ προσωμίλει, μηδενὶ τῶν λοιπῶν τὴν πρὸς αὐτὸν διατριβὴν συγχωρῶν. ᾔδει
γὰρ σαφῶς ὡς αἱ συντυχίαι τῶν παρόντων τὴν τῶν μελλόντων ὑποχαυνοῦσιν ἐπιμέλειαν·
καὶ πολλάκις εἷς λόγος ἐμπεσὼν κοσμικὴν ἐκδιηγούμενος ἀσχολίαν πλείστων κατορθωμάτων
τὸν τὸνον ἐξέλυσεν. ἔνθα δὴ σφαλερὰ μὲν ἡ τῶν ὀμμάτων ἀνάληψις, οὐκ ἀσφαλὴς δὲ <ἡ>
τῶν ἀκουσμάτων ἐνήχησις γίνεται, ἀεὶ τῇ φαντασίᾳ τὸν νοῦν ὑποκλέπτουσα καὶ τῇ μνήμῃ
τῶν συμπιπτόντων τὰς ἀρετὰς ὑποτέμνουσα.
3. τούτων τοίνυν ἀποδιδράσκων ὁ ὅσιος τῆς τῶν πολλῶν συνουσίας ἑαυτὸν ἀπεῖργεν.
ἐπειδὴ δὲ πόθῳ τοῦ μονήρους ἐτέτρωτο βίου, τὸ μὲν πρᾶγμα συνέχων ἔνδον ἐπέκρυπτε,
τὸ ἐπιτήδειον δὲ πρὸς τὴν τούτου ἔκθεσιν ἐπεζήτει. καὶ δὴ πρὸς τὸν σκοπὸν ἐπιτηδείως
ἔχοντα τὸν συνόντα σκοπήσας ἱερέα, ὡς εἶχεν ἅπαντα γνώμης αὐτῷ φανερῶς ἀνατίθεται.
ὁ δὲ τὸ τοῦ νέου πρόθυμον κατιδὼν καὶ τὸ πρὸς ἀρετὴν αὐτοῦ εὔψυχον ἐκθαυμάσας σύμβουλος
οὐκ ἀδέξιος αὐτῷ γίνεται, μηνύει τε τὸν τόπον ὃν ὁ λόγος ἐπεζήτει, φύσιν καὶ θέσιν
καὶ διατριβὴν αὐτῷ τοῦ χωρίου σημάνας, καὶ τὴν ὁρμὴν ἀναπληροῦν αὐτῷ τῆς φύσεως
ἐπήγγελτο. τοῦτο τοίνυν πλέον τὸν νέον πρὸς τὸν πρόδρομον ἐξώπλισεν· διὸ πρὸς τὸν
λεχθέντα χῶρον τοῦτον ὡδήγησεν. ἰδὼν οὖν αὐτὸν ὁ νεανίας οὐκ ἐλάττονα τοῦ λόγου
τὴν θέσιν
[p. 145] ἔχοντα, μείζονα δὲ τῶν ῥηθέντων τὰ πράγματα φέροντα, οὐκ ἄλλον εἶναι τὸν
ἐπιτήδειον πρὸς τὴν τοῦ σκοποῦ πλήρωσιν κέκρικεν ἢ τοῦτον, ὡς θεοῦ συνεργίᾳ τὴν
δήλωσιν ἔχοντα. καὶ γὰρ ἦν ὡς ἀληθῶς αὐτῇ μόνον τῇ θέᾳ τὸ χρήσιμον ὑποφαίνων καὶ
σχεδὸν ἐξ ἑαυτοῦ τὴν τῶν μοναζόντων ὑποσημαίνων εὐλάβειαν· εἰς ὕψος μὲν γὰρ ἑκατέρων
τῶν μερῶν ἦρται πέτραν [λεγε· πέτρα], μίαν τὴν ἄνοδον καὶ ταύτην οὐκ ἄμοχθον ἔχουσα,
ἀνῳκισμένη δὲ πάντων πρὸς αὐτὴν κοίλων, ἀκραιφνέστερον τὸν ἀέρα εἰσδέχεται, λεία
τε τὰ πέριξ τυγχάνουσα καὶ εὔτορνος πελεκητήν. προθυμίᾳ τὸ μηνυθὲν κατειληφὼς ἀσκητήριον,
οὐχ ἥττονι παρὰ τῶν ἐνοικούντων εἰσεδέχθη γνώμῃ· ἡ γὰρ θεόθεν αὐτῷ γεγενημένη κρίσις
ῥᾳδίαν τὴν ἔκβασιν τῶν μελλόντων ἐτεκμήρατο. ταῦθ᾿ ὁ πάντα πρὸς τὸ συμφέρον διεξάγων
θεὸς ᾠκονόμησεν, ταύτην τὴν ὁδὸν πρὸς εὐκολίαν αὐτὸς ηὐτρέπισεν, ταύτην ἀνεπιστρόφῳ
λογισμῷ τὸν νέον βαδίζειν κατηύθυνε. διὰ ταύτης αὐτῷ τῶν μελλόντων ἀγώνων πραγματιωδῶς
ὑπῃνίξατο πέρας. ἐπεὶ δὲ ἐν τούτῳ μονοτρόπως, <ὡς> εἰπεῖν, σὺν τοῖς παροῦσι κατῳκίσθη,
αὐτίκα τὸ πλεονεκτεῖν ἐν τοῖς ἀγῶσιν αὐτοῖς ἐπεχείρει, ὃ καὶ εἰς ἔργον ἐξήνεγκεν.
ἁπάντων γὰρ τῶν κατορθωμάτων ἀρετὴν κρατήσας σεμνὸς ἦν εὐθὺς ἐκ προοιμίων, ἔργῳ
τὸ ἀσύγκριτον παραγυμνώσας τοῖς ἁμιλλωμένοις, καὶ τοὺς μὲν ὑφειμένους ὑπερβάλλων
[λεγε· ὑπερβάλλον?]. ἑνὶ δὲ τῷ πάντων δοκούντων κρατεῖν ἐπιφυεὶς Ἰωάννῃ τοὔνομα,
οὐκ ἐρισμοῦ χάριν, ἡνίκα [λεγε· ἐνίκα] γὰρ ὁ νέος τῇ προθυμίᾳ, ἀλλὰ τύπου τῆς τῶν
μοναζόντων ἕνεκα τάξεως καὶ κανόνος εἰδήσεως σὺν τούτῳ τοὺς πόνους διήνυσεν. διὸ
σὺν ἅπασι τὸ πρὸς ταῖς ἱεραῖς αὐτοῦ βίβλοις ἔμμονον ὁ προεστὼς κατιδών, τὴν τούτων
γραφὴν αὐτῷ ἐνεχείρισεν, τῷ καὶ πρὸ τούτου τὴν μελέτην κατεξαίρετον ἐν ταύταις ποιουμένῳ·
τῶν γὰρ καθ᾿ ἡμέραν ἀγώνων τὸ τέλος ἡ τῶν θείων λογίων διεδέχετο ἄσκησις. ἀεὶ ἀπ᾿
ἐκείνων εἰς αὐτὴν καὶ ἀπὸ ταύτης εἰς ἐκεῖνα μεταβαίνοντος, ἦν αὐτῷ ἀμφοτέρων ἀνένδοτος
ἡ ἐπιμέλεια, ξυνωρίς τις πρὸς ἴσον τοὺς ἀγῶνας ἀνθέλκουσα, καὶ δύο πρὸς ταῦτα τὴν
ὄνησιν φέρουσα· τὸ μὲν γὰρ σῶμα τοῖς πόνοις ἐδοκιμάζετο, ἡ δὲ ψυχὴ τοῖς λόγοις κατερρυθμίζετο.
4. ἐπειδὴ πρὸς ἅπαν μὲν τὸ προκείμενον εὐδοκιμήσας, ἁπάντων δὲ τὴν πεῖραν ἐκμελετήσας,
κοινὴν παρὰ πάντων εἰσδέχεται ψῆφον τὸ ἀγγελικὸν τῶν μοναζόντων περιβαλέσθαι σχῆμα.
οὕτω μὲν οὖν
[p. 146] Χριστόφορος τὴν θείαν στολὴν περιβαλλόμενος, Μακάριος τὴν κλῆσιν ἀντονομάζεται,
ὅρῳ καὶ νόμῳ τῶν μοναζόντων, οὕτως ἐχόντων τὰς προσηγορίας ἀμείβειν τῶν πρὸς τοὺς
ἀγῶνας ἀποδυομένων· καὶ οὐκ ἀπεικότι γε λόγῳ οὐδὲ τῷ τυχόντι, θείῳ δὲ μᾶλλον ἔθει
καὶ κανόνι τοῦτο συμβαίνει. καὶ γὰρ ἡ τῶν ὀνομάτων ἐναλλαγὴ τὴν τῶν τρόπων σημαίνει
μεταποίησιν, καὶ τὴν τῶν χαρισμάτων μετάληψιν, καὶ τὴν τῶν γηῒνων ἄρνησιν ὑπαινίττεται.
καὶ καθάπερ ἐπ᾿ ἀνθρώπων συμβαῖνον ὁρᾶται, ὁπηνίκα νεωνήτους οἰκέτας ἔνδον εἰσάγονται,
κἂν τῆς αὐτῶν θρησκείας τύχωσιν ὄντες, ἔθος τὴν τῶν ὀνομάτων πρὸς τὸ αἱρετὸν ἑκάστοις
μετάγειν κλῆσιν τῶν προτέρων μὲν κυρίων τὴν ἀπαλλαγὴν καὶ τὴν πρὸς αὐτοὺς καταλλαγὴν
ἐντεῦθεν ὑπεμφαινόντων, ταὐτὸ καὶ ἐπὶ τῶν μεταποιουμένων τοῦ κόσμου καὶ τῷ θεῷ προσοικειουμένων
εἰκότως ἂν νοεῖτο. οὕτω γὰρ τὸν Ἀβραὰμ ὁ θεὸς μετακαλέσας, τῇ μιᾷ τῆς συλλαβῆς προσθήκῃ
τὴν πρὸς ἑαυτὸν οἰκείωσιν καὶ τὴν τῶν χαρισμάτων ἐπίδοσιν αὐτῷ παρεδήλωσεν. οὕτω
τὸν Ἰακὼβ Ἰσραὴλ μετωνόμασεν καὶ τὴν ἐγγύτητα τοῦ ὁρατικοῦ αὐτῷ κατεσήμανεν. τὸν
αὐτὸν τρόπον τὸν Σίμωνα Πέτρον μετακέκληκεν, μυστηρίων ἀρρήτων αὐτῷ ἐγχειρίζων τὴν
δήλωσιν. οὕτω τὸν Σαῦλον Παῦλον μετέθηκεν τῇ τῆς κλήσεως ἐναλλαγῇ, τὴν ἐξ ἀσεβείας
πρὸς εὐσέβειαν μεταποίησιν αἰνιττόμενος. οὕτω δὲ καὶ τοὺς ἀποστόλους οὐκ ἐν ὀλίγοις
ὁρῶμεν τὰς τῶν ὀνομάτων μεταποιήσεις τοῖς προσιοῦσι διανέμοντας, ἐντεῦθεν τὴν μεταβολὴν
αὐτοῖς πρὸς τὸ θειότερον ὑπεμφαίνοντας. καταλεγεὶς οὖν Μακάριος εἰς τὸν χορὸν τῶν
ἁγίων, τὸ σχῆμα δι᾿ ὧν ἐνήργει τοῖς ἀληθέσι διεβεβαίου τρόποις, καὶ τὴν στολὴν τοῦ
μονήρους τῇ ἔνδον φαιδρότητι κατεκόσμει, μᾶλλον ταύτην ἢ τὴν ἔξω καταρ<ρ>υθμίζων
σεμνότητα. ἐπεὶ οὖν τὰ πρωτεῖα τῶν ἀγώνων παρὰ τοῖς συνοῦσιν ἄγων ὁρᾶτο [λεγε· ἑωρᾶτο],
τοῖς τῆς ἐκκλησίας τύποις διακονεῖν ὑπ᾿ αὐτῶν κατεψηφίσθη. οὕτω τοίνυν τοῦ κανόνος
ἄρχειν ἐπιτετραμμένος πρὸς οὐδὲν ἄλλο τὸν νοῦν ἀπησχόλει, πλὴν τῆς προκειμένης καὶ
μελετωμένης τῶν θείων λειτουργίας. διὸ τοὺς ὀφθαλμοὺς
[p. 147] συμμέτρως ὁρᾶν τὰ πρὸς τὴν χρείαν ἐπαιδαγώγει, τὴν ἀμετρίαν τῆς θεωρίας
λοίμην εἶναι τοῦ νοῦ λογιζόμενος, ἀκοῇ δὲ λόγους ἐκείνους συνεχώρει βατοὺς εἶναι
μόνους, οἷς εἴωθεν τὸ θεωρητικὸν τῆς ψυχῆς πρὸς τὴν ὑψηλοτέραν μεταβαίνειν θεωρίαν.
Τί γὰρ τὸ συμμεμετρημένον αὐτοῦ τῆς πορ<ε>ίας ἢ τὸ εὔτακτον τῆς κινήσεως πρὸς ὅμοιον
παραδείξει τίς τὸ βραχὺ τῆς σιτήσεως αὐτοῦ, μᾶλλον δὲ δίκαιον φῆσαι, τῆς ἀσιτίας,
παρὰ τοῖς ἐπαιρουμένοις ἐν τούτῳ πρὸς ἴσον ἀντιπαραστήσει, ᾧ σταθμῷ μὲν ὁ ἄρτος,
οὐκ ἄμετρος δὲ ἡ τοῦ ὕδατος ὑπουργία προσῆν, κἂν ἀνάγκη τις τῶν ὁσημέραι συμπιπτόντων
κατήπειγεν καὶ γὰρ ὡς πολεμίῳ τῷ σώματι προσπαλαίων ἀεὶ πρὸς τὸ νενομισμένον τούτῳ
κατέστελλεν, μὴ ἐῶν ἀποσκιρτᾶν καὶ τὸ μέτρον ὑπερβαίνειν, μηδὲ ταῖς ἀνάγκαις τὸ
παράλογον προφασίζεσθαι. τίς τὴν τῶν δακρύων αὐτοῦ πηγὴν ἢ λόγῳ παραστήσειεν, ἢ
τῇ διανοίᾳ ἀντεξετάσειεν, ὡς φέρε εἰπεῖν πολλῶν ἐν τούτοις θαυμαστωθέντων, μηδένα
πρὸς σύγκρισιν τοῖς καθ᾿ ἑκάστην ὀχετηδὸν ἐκχεομένοις αὐτοῦ δακρύοις παραβάλλεσθαι,
ποταμοὺς ὡς ἀληθῶς ἀένναα ῥέοντας τοὺς ὀφθαλμοὺς εἶχεν ἐξ ὧν ψυχῆς καὶ σώματος τὴν
ἄρουραν καταπιαίνων πολύχουν, τῶν ἀρετῶν τοὺς καρποὺς κατεδρέπετο, ἐν τούτῳ τῶν
μακαρισμῶν ὁ λόγος πεπλήρωται. διὸ καὶ τῷ χορῷ τῶν παρακαλουμένων κατέλεκτο· ὄντως
γὰρ μακαριστὸς καὶ τῆς τοῦ θεοῦ παρακλήσεως ὁ θαυμαστὸς οὗτος καθέστηκεν, ἅπαντα
τὸν ἑαυτοῦ βίον θρῆνον χαρᾶς πρόξενον ἐργασάμενος καὶ μηδενὶ τῶν μετεωριζόντων τὸ
στερρὸν ὑποκλαπεὶς τῆς διανοίας. τούτου τοίνυν τὸ πάγιον πρὸς ἀρετὴν ὁ τῶν πατέρων
χορὸς κατιδών, οἰκονομεῖν αὐτῷ τὰ τῆς ποίμνης ἐνεχείρισεν, οὐ βουλομένῳ μὲν οὐδὲ
θέλοντι, βίᾳ δ᾿ ὅμως πρὸς τοῦτο κατηνάγκασεν· οὐ πλείστου δὲ τοῦ μεταξὺ διαδραμόντος
χρόνου, καὶ τὴν ἡγεμονίαν τῇ αὐτῇ τῶν προτρεπομένων διαδέχεται βίᾳ. ταύτης δ᾿ ἄκων
λαβόμενος τὴν πρὸς ἀρετὴν ἐπίτασιν εἰς ἑαυτὸν ἐριστικῶς περιῒστησιν. ἐπειδὴ δὲ ἀσύγκριτος
ἦν πρὸς ἅπαντας τοὺς συγκάμνοντας, ἑαυτὸν ὑπερβαίνειν τοῖς κόποις ἐφιλονείκει καὶ
τόσῳ προέχειν τῶν φθασάντων ἀγώνων ἐπέσπευδεν ὅσον ἰδιωτῶν ὁ προεστὼς ὑπερανέστηκε
τῇ τάξει. οὕτω Μακάριος ἀπρόσιτος μὲν ὤφθη τοῖς ἔξωθεν παραβαλλομένοις, ἀνεξέταστος
δὲ πρὸς ἑαυτὸν τοῖς καθ᾿ ἑκάστην ἐπιγιγνομένοις ἀγῶσιν ἐδείκνυτο. ἐντεῦθεν αὐτῷ
δαιμόνων ὑποταγὴ καὶ χάρις ἰάσεων περιγίνεται, ἐντεῦθεν αἱ τῶν χειρῶν αὐτοῦ ἐπιθέσεις
τὰς νόσους ἐφυγάδευον, ἐντεῦθεν περιβόητος τῇ ὑφηλίῳ γενόμενος εἰς ἑαυτὸν πάντας
τοὺς ὁπωσοῦν ψυχὴν καὶ σῶμα νοσοῦντας συνῆγεν, κατάλληλον τούτοις τῆς
[p. 148] χρείας τὴν ἰατρείαν παρέχων, τοῖς μὲν γὰρ λόγῳ, τοῖς δὲ ἔργοις τὴν θεραπείαν
ἐπραγματεύετο.
5. ἐπεὶ δὲ μεγάλης τῆς φήμης ἐνηχηθείσης, πάντες εἰς ἑαυτὸν συνέρρεον οἱ πάθεσιν
ὀχλούμενοι, καὶ τῆς ἀπαλλαγῆς τούτων οὐκ ἀπετύγχανον. μεθ᾿ ὧν τις τῶν λίαν περιδόξων
καὶ παρὰ βασιλεῦσι τὰ πρῶτα φερόντων, Παῦλος τοὔνομα, οὗ πατρίκιον τὴν ἀξίαν οἱ
Ῥωμαίων βασιλεῖς καλεῖν εἰώθασιν. ὅστις πατρίκιος δι᾿ ἐπιτηδειότητα καὶ περιφάνειαν
στρατηγεῖν τὸ τηνικαῦτα πρὸς τοῦ κρατοῦντος τῆς παρακειμένης χώρας ἐτέτακτο.
α´. [σχ. τὸ πρῶτον τῶν θαυμάτων] οὗτος τοίνυν χαλεπῷ νοσήματι συσχεθεὶς ἀνιάτως
τὸ σῶμα διέκειτο, καίτοι τῶν πρὸς ἰατρείαν ἐπινοουμένων πολλῶν ὄντων, ὧν τὴν χρείαν
ὁ πλοῦτος ἀφθόνως ἐπόριζεν. ἐπεὶ οὖν πάντων μὲν ἀνόμιτος [λεγε· ἀνόνητος] τῶν προσαγομένων
ἡ πεῖρα τούτῳ συνέβαινεν, πρὸς ἀπορείαν δὲ τὰς τῆς ὑγείας ἐλπίδας κατήπειγεν, τὸν
ἄμοχθον ἰατρὸν ἐπικαλεῖται καὶ αὐτῷ τὰ τῆς σωτηρίας θεόθεν ἔχοντα [λεγε· ἔχοντι?]
τὸ δύνασθαι ἀνατίθεται. ὁ δὲ Μακάριος φιλάνθρωπος [λεγε· φιλανθρώπως] ἔχων πρὸς
τοῖς αἰτοῦσιν, αὐτὸς ἑαυτῷ τὰ τῆς ὁδοιπορίας ἐπέτρεψεν. οὐδὲ γὰρ οἷόν τε ἦν τὸν
κάμνοντα χαλεπῶς τῷ σώματι διακείμενον ἐκ τόπου εἰς τόπους ἀναίρειν. καταλαβὼν οὖν
ὁ ὅσιος τὸν χῶρον ἔνθα ὁ νοσηλευόμενος κατέκειτο, καὶ τὴν συνήθη πρὸς αὐτὸν εὐχὴν
ποιησάμενος ὑγιῆ τοῦτον αὐτίκα καὶ τῷ πάθει ἀνενόχλητον ἴασεν. τοῦτο τῶν τοῦ Μακαρίου
πόνων τὸ χάρισμα, αὕτη τῶν ἀπείρων ἱδρώτων αὐτοῦ ἡ ἐπικαρπία, τοῦτο τῶν μελλόντων
αὐτοῦ μισθῶν τὸ προοίμιον, τοῦτο τῶν αἰωνίων ἐλπίδων αὐτοῦ τὸ τεκμήριον. καὶ γὰρ
δι᾿ ὧν ἐνταῦθα τοὺς ἁγίους ὁ κύριος δοξάζει, δι᾿ αὐτῶν αὐτοῖς τὴν τῶν προσδοκωμένων
ἀλήθειαν ὑπεμφαίνει καὶ τεκμηριοῖ διὰ τῶν παρόντων τὰ μέλλοντα, σημεῖον ἀναμφίβολον
τῶν ἐκεῖσε προσδοκωμένων τὴν τῶν παρόντων ἀπόδειξιν παρεχόμενος.
6. β´. Παύλου τοίνυν ἰαθέντος, μικρὸν ὕστερον τὴν αὐτοῦ γαμετὴν οὐχ ἥττω συμβέβηκεν
περιπεσεῖν νοσήματι. ἀπρακτούντων οὖν κἀν τούτῳ τῶν ἰατρικῶν βοηθημάτων, πάλιν ἐπὶ
τὸν ὅσιον καταφεύγουσιν, καὶ τούτῳ τὰ τῆς ἰατρείας ἀναμφιβόλως καταπιστεύουσιν.
ὁ δὲ τῆς ὑπακοῆς τρόφιμος ἀεὶ ταύτῃ συνδιαιτώμενος πρὸς ἀναβολὴν ταύτην
[p. 149] οὐκ ἔθετο. διὸ πρὸς τῇ βασιλίδι στέλλεται· καὶ γὰρ ἔτυχεν ἐκεῖσε τὸ γύναιον
διατρίβον τῷ πάθει περιπεσεῖν. παραγενόμενος οὖν τὴν ὁμοίαν εὐεργεσίαν τῷ ἀνδρὶ
καὶ τῇ βοηθῷ δι᾿ εὐχῆς ἰασάμενος παρέσχετο. μεθ᾿ ἣν τοῦ λόγου διαφοιτῶντος, καὶ
τῇ Θεογνώστου συνεύνῳ (τῇ αὐτῇ Παύλου [λεγε· παρὰ?] βασιλέως προστετιμημένου ἀξίᾳ)
ὑδερώτου [λεγε· ὑδερώτῳ?] ἀνθρωπίνως ἀνίατα φέροντος [λεγε· φέροντι] τὰ σημεῖα περιπεσούσῃ,
θείᾳ χάριτι συνεργούμενος, τὴν τοῦ πάθους ἀπαλλαγὴν δεδώρηται. οὕτω τοίνυν Μακάριος
πᾶσιν αἰδέσιμος ἦν, οὐ μᾶλλον τοῖς σημείοις ἢ τῇ περιβολῇ τῆς ἀρετῆς λαμπρυνόμενος,
δι᾿ ὧν τε πραγμάτων ἐνήργει, τὸ σεμνὸν τοῦ ἀξιώματος ἐδήλου.
7. γ´. ἐπεὶ δὲ πρὸς Ταράσιον τὸν ἀρχιποίμενα τοῦ περὶ αὐτὸν λόγου ἀναδραμόντος καὶ
πλείστου διὰ τῶν ἔργων ὧν ἔδρα ὁ ἅγιος ἐνηχουμένου, οὐκ ἀγαθὸν ἀμοιρεῖν τῆς τούτου
θέας ἑαυτὸν ὁ ἀρχιερεὺς κέκρικεν. διὸ μεταστειλάμενος αὐτὸν τόν τε πόθον ἀφοσιοῦται
καὶ τὴν ἡγεμονίαν ἐπικυροῖ, καὶ πρὸς ταύτῃ τὴν τοῦ διαβόλου [λεγε· διακόνου] χειροτονίαν
ἐκβιάσας αὐτῷ ἐπιτίθησιν. ὁ δὲ καίτοι τυραννηθεὶς εἶξε τῷ κελεύοντι καὶ οὐκ ἀντέφησε
τῷ ποιμένι. ἐπανελθὼν οὖν Μακάριος πρὸς τὴν οἰκείαν ποίμνην, ἱερωσύνῃ καὶ τοῖς λοιποῖς
χαρίσμασι κεκοσμημένος, μᾶλλον τὴν τῶν ἀγώνων ἐργασίαν ἐπέτεινεν, ἀεὶ τοῖς πόνοις
πόνους ἐπιτιθείς, καὶ ἱδρῶσιν ἱδρῶτας καταμιγνύς. διὸ σὺν τῇ τελείᾳ ἱερωσύνῃ καὶ
μειζόνων θαυμάτων ἐπίδοσιν εἴληφεν· δίκαιον δὲ μηδὲ ἐκεῖνο παραλείπειν μέγα τε ὂν
καὶ τὴν ἀκοὴν ἰσχύον καταπλήττειν, οὐ μέντοι πρὸς ἀπιστίαν τὸν ἀκροατὴν ὑπάγειν
διὰ τὸ τὴν ἐνεργοῦσαν ἄπειρον εἶναι δύναμιν καὶ μὴ συνταπεινοῦσθαι τοῖς ἀνθρωπίνοις
λογισμοῖς. τὰ γὰρ θεόθεν ἐνεργούμενα πράγματα διαδιδράσκει τῶν στοχασμῶν τὴν ἐξέτασιν.
8. δ´. ἀνὴρ γάρ τις τῶν οὐκ ἄπωθεν τοῦ μοναστηρίου προσκειμένων, ἰδιώτης μὲν τὸν
τρόπον, πένης δὲ τὴν εὐπορίαν, παίδων ὢν ἐξαρκούντων πατήρ, πρὸς τῇ πενίᾳ καὶ τέρας
ἕν τι τούτων αὐτῶν ἐπιφύεται. ὁ δὲ τὴν τοῦ βρέφους καὶ παιδὸς μεθηλικίωσιν ἀναμένει,
εἰ πρὸς τὸ κατὰ φύσιν σκοπῶν ὁ γεννηθεὶς μεταπέσοι, οὐδὲν δὲ πλέον οὗτος τοῦ πρὸς
τὴν γῆν ἑρπύζειν καὶ ἐπὶ τέτρασιν βαδίζειν ἀπώνατο. ὁ μὲν οὖν παῖς μέχρι τούτου
τὸ ἀνθρώπινον διέσωζε, τῷ λόγῳ χρῆσθαι παραπλησίῳ
[p. 150] καὶ λογισμῷ περιάγεσθαι, ἄνισον δὲ τὸ σχῆμα καὶ πρὸς τὴν γῆν συγκύπτον
ἀλόγως ὑπέφαινεν. ὁ δὲ πατήρ, ὡς εἶδεν μὲν τὸ ἀνίατον τοῦ πάθους, ᾔσθετο δὲ τὴν
ἐν τῷ ὁσίῳ Μακαρίῳ ἐνεργοῦσαν θείαν δύναμιν, οὐκ ἀμφιβάλλων πρὸς τὸ δυσίατον, πιστεύων
δὲ πρὸς τὸ παράδοξον, σὺν τοῖς λοιποῖς καὶ τῷ πάσχοντι τούτῳ προσέδραμεν. ὁ δὲ θεσπέσιος
δεξιῶς αὐτοὺς εἰσδεξάμενος, τοῖς μὲν ἄλλοις τὴν ἀφθονίαν τῶν ἀναγκαίων σὺν τῷ προσήκοντι
τόπῳ παρασχὼν ἀφώρισεν, τῷ δὲ πεπληγότι τῶν ἑωθινῶν προσέταξεν μὴ διαλείπειν εὐχῶν
καὶ κανόνων. οὕτω μὲν οὖν τῶν συνήθων δεήσεων πληρουμένων, ὁ ποιμὴν μεταξὺ τῶν δύο
κιγκλίδων τὰς εὐχὰς ἀποπληρῶν ἐξῄει, μεθ᾿ ὃν ἅπαν τὸ τῶν πατέρων ἄθροισμα κατὰ τὸν
τύπον ἐφήπτετο. τελευταῖος οὖν ὁ πάσχων ἐπὶ τὴν γῆν ἕρπων καὶ ξύλοις τὰς χεῖρας
ἐπερειδόμενος εἰσῄει, τὸν ὅμοιον τρόπον προσευξόμενος. οὕτω γοῦν αὐτῶν ὁσημέραι
τελούντων ἐν μιᾷ κατὰ τὸν τύπον τελεσθεισῶν τῶν εὐχῶν τῷ συνήθει σχήματι τελευταῖος
ὁ παῖς εἰσῄει, γενναίως τε τοῖς κατεχομένοις ξύλοις τὴν γῆν προσαράξας, πάταγον
ἐξαίφνης σφοδρὸν ἐμποιεῖ, ὡς τὸν ποιμένα σὺν τοῖς πατράσιν ἐπιστραφέντα τοῦ ψόφου
τὸ αἴτιον κατοπτεύειν. ἁπάντων οὖν τοῦτον εἶναι βεβαιωθέντων, πρὸς τοὺς συνόντας
ὁ ἅγιος φωνὴν τοιαύτην ἀφί{στ}ησιν· «αἰδώς, ὦ πατέρες καὶ ἀδελφοί, τοσούτους μὲν
ὄντας καὶ τηλικούτους ἀγῶνας ἀνα{ν}τλάντας, ἑνὸς τοῦ νοσήματος τούτου μὴ{ν} περιέσεσθαι,
καὶ οἱ μεγάλων ἐφιέμενοι δι᾿ ἀρετῆς κρατεῖν ὑπὸ τῶν σμικρῶν ἐξελέγχεσθαι τὸ τῶν
ἔργων ἀδόκιμον. ποῦ νῦν εἰσι αἱ πάλαι τῶν πατέρων θαυματουργίαι ποῦ τῆς πρὸς θεὸν
παρρησίας αὐτῶν τὰ παράδοξα ποῦ τῶν λόγων αὐτῶν τὸ δραστήριον, καὶ τῆς αἰτήσεως
τὸ ἀδιάπταιστον, ἤτε τῆς βουλῆς αὐτῶν εὐεργῶς ἀπόδειξις μόνῳ τῷ βούλεσθαι θεόθεν
τὴν ἐκπλήρωσιν ἔχουσα ὁρᾶτε πῶς ἡμῶν ἡ τῶν ἀρετῶν ἀμέλεια καταβοᾷ δι᾿ ὧν ἀνενέργητος
μένει τὸ ἀληθὲς παριστῶσα. ὁρᾶτε πῶς τὰ τῶν ἀγαθῶν ἐν ἡμῖν σπανίζεται, ἐξ ἔργων
οὐκ ἔχουσι τὸ δύνασθαι. καὶ γὰρ ἐφ᾿ οἷς ἐπιπόνως ἐργάζεται, ἐν τούτοις καὶ τοὺς
καρποὺς συλλέγεται, ἀλλ᾿ εἴ γέ τίς ἐστιν καὶ τῶν ἡμῶν ἀγώνων ἡ παρρησία, ἔργῳ δειξάτω
μὴ βραδύνουσα τὴν ἐπὶ τοῦτο θαυματουργίαν.» ταῦτα βοήσαντος τοῦ ποιμένος ὀλολυγμῷ
καὶ δάκρυσιν, καὶ τὸν παῖδα κατασφραγίσαντος, πάντας καθ᾿ ἡσυχίαν ἐξαπέστειλεν.
οὕτω τοίνυν ἕωθεν τῆς τάξεως τοῦ κανόνος ἐκτελεσθείσης, ἐκτενῆ δέησιν ὑπὲρ τοῦ πάσχοντος
ὁ ἅγιος προσέταξεν ποεῖσθαι. ἁπάντων
[p. 151] οὖν εἰς ὕψος τὰς χεῖρας ἠρμένας ἐχόντων τοῦ τε παιδὸς πρὸς τοῖς ποσὶν αὐτοῦ
κεκλιμένου, ἀτενῶς ὁ ἅγιος πρὸς αὐτὸν ἐμβλεψάμενος φωνῇ διαπυρσίῳ [λεγε· διαπρυσίῳ],
«ἀπόθες ἃ κατέχεις» αὐτῷ ἔφησεν «ξύλα.» ὁ δὲ νεανίας τάχει τὸ κελευσθὲν ἐξεπλήρωσεν.
λαβόμενος οὖν τῆς χειρὸς αὐτοῦ ὁ ἅγιος καὶ κουφίσας ἵστησιν αὐτὸν ἐπὶ πόδας. ὃν
εὐλογήσας, ἁλλόμενον αὐτίκα καὶ πηδῶντα παρέπεμψεν. τοῦτο προσκείσθω τῷ κατὰ τὴν
Ὡραίαν Πύλην τοῦ Πέτρου θαύματι, ἡνίκα τῆς εὐλογίας τὴν αἴτησιν εἰς δρόμους κατήλλαξεν
καὶ ἀντὶ χρύσου [λεγε· χρυσίου ορ χρυσοῦ] τὴν ὑγίειαν ἀπέδωκεν, καὶ γὰρ ὁ Πέτρου
μαθητὴς κατ᾿ ἴχνος τούτου βαδίζων τῶν ὁμοίων οὐκ ἀπελείπετο χαρισμάτων. ἀλλὰ πρὸς
τὸ ἴσον ἐξετάζειν τὴν τοῦ κορυφαίου πρὸς τὸν μαθητὴν ἀξίαν τῶν ἀδυνάτων ἂν ᾖ καὶ
οὐκ ἀτόπως νοούμενον, πλὴν ἢ [λεγε· εἰ?] τὴν μίμησιν τοῦ διδασκάλου πρὸς τὸν μαθητὴν
διερευνῶν τις ἀντεξετάζοι, εὑρήσει ταύτην οὐ πλεῖστον ἀπολειφθεῖσαν, κατόπιν δὲ
τοῖς ἔργοις ἀκολουθοῦσαν. ἀλλὰ ταῦτα μὲν ἑτέροις ταμιευσάμενοι, τοῦ προκειμένου
ἔργου ἡμεῖς ἐχόμεθα. λαβὼν τοίνυν τὰ ξύλα ὁ ἅγιος ἐφ᾿ οἷς ἕρπων ὁ παῖς ἐπερείδετο,
τοῖς ἀδελφοῖς ἐπεδίδου λέγων· «ταῦτα κατέχετε μνήμης ὄντα φυλακτήρια, ἵν᾿ ὅταν τι
τῶν μεγίστων Θεὸν ἐξαιτεῖν βούλοισθε, μὴ ἀμφιβάλλοιτε πρὸς τὴν δέησιν, ἀλλ᾿ εἰλικρινῶς
τοῦ προκειμένου τὴν αἴτησιν καταβάλλοισθε μάρτυρας τῆς ἐκβάσης δεήσεως τὰ παρόντα
ξύλα κατέχοντες.» ταῦτα οὖν δεξάμενος ἐκ χειρὸς τοῦ ἁγίου Δωρόθεός τις τοὔνομα,
ἀνὴρ τὸ τηνικαῦτα πρὸς ἀξίαν τῇ τῶν διακόνων λειτουργῶν τάξει, πρὸς οἷς ἡ τῶν ἱερῶν
σκευῶν φυλακὴ καθέστηκεν, ἀπέθετο μένοντα μέχρις ἡμῶν τὸ παράδοξον μαρτυροῦντα.
τί τῆς πίστεως ταύτης ἰσχυρώτερον γένοιτ᾿ ἄν τί ἄλλο τῶν θαυμάτων τούτων βεβαιότερον
τὰς τοῦ ἀνδρὸς ἀρετὰς παραστήσειεν ποίαν τούτων ὑπεραίρουσαν φήσαιμεν πανταχόθεν
τὸ ἴσον ἐχούσας εἰ γάρ τις ταῦτα συγκρίνειν βουληθείη, παρακαλῆται μίαν πρὸς τὴν
ἑτέραν, εὑρήσει ταύτην ἐκείνην [λεγε· ἐκείνῃ] ἐξισουμένην, κἀκείνην ταύτῃ· καὶ οὕτω
μέχρι τοῦ τέλους τῶν ἀρετῶν τὸ ἀσύγκριτον πρὸς ἀλλήλας ὀφθήσεται.
9. ε´. πρόκειται δὲ ἡμῖν καὶ ἕτερον, οὐκ ἄπιστον μέν, ἄξιον δὲ διηγήσεως ἐξειπεῖν,
θαῦμα ὃ μόνον ἦν ἐπιτελεῖν τὸν κατὰ τὸν Θεσβίτην Ἠλίαν καὶ τοὺς κατ᾿ αὐτὸν τὴν ἀρετὴν
ἐξασκήσαντας.
αὐχμοῦ γὰρ τὴν γῆν κατειληφότος, καὶ οἷα δὴ συμβαίνειν πέφυκεν ἐν τῇ τῶν ἁμαρτιῶν
εἰσπράξει γινομένων, χαλκοῦ μὲν ἄνωθεν τοῦ οὐρανοῦ κατὰ τὸν
[p. 152] προφήτην, σιδηρᾶς δ᾿ ὑποκάτω τῆς γῆς διὰ τὸ ἄνικμον, ἐξ αὐτῆς τῆς πείρας
ἐστὶ διαγνῶναι· πρῶτον μὲν γὰρ τὰ ἄνθη τῶν φυομένων μαραίνεται, καὶ τῶν φυτῶν τὰ
κάλλη ξηραίνεται, πηγαί τε καὶ ποταμοὶ ἀένναα ῥέοντες τῶν ναμάτων ἐκλείπουσιν. ἔπειτα
τῶν ζῴων τὰ γένη τῇ δίψῃ διαφθείρονται, μέχρις αὐτῶν τῶν ἀνθρώπων τῆς ὀργῆς διαθεούσης,
αὐτῶν ἕνεκα καὶ τῶν ἄλλων ἀπολλυμένων. τοῦτο τοίνυν τὸ ἄφυκτον τῆς ἀπειλῆς τότε
τοῖς κατ᾿ ἐκεῖνον τὸν χρόνον συμβὰν πρὸς ἀπορίαν παντελῆ τὰ τῆς σφῶν σωτηρίας ἐποίει.
ἰδόντες [λεγε· εἰδότες μσ.] οὖν ὅτι θεοῦ μόνον τὸ ταῦτα μετασκευάζειν τυγχάνει καὶ
τῶν θεραπόντων αὐτοῦ δι᾿ ἐντεύξεως τὰ τῆς μήνιδος λύειν καθέστηκεν, ἐπὶ τὸν ὅσιον
καταφεύγουσιν, καὶ τούτῳ τὰ τῆς καταλλαγῆς ἐμπιστεύουσιν. ὁ δὲ μεγάλου [λεγε· μεγάλῳ
μσ.] μὲν ἔφασκεν εἶναι τὸ πρᾶγμα καὶ Ἠλιοῦ τοῦ θαυμαστοῦ τὸ κατόρθωμα, τοῦ λόγῳ
οὐρανοὺς ὅποτ᾿ ἂν ἐθέλει κλείοντος καὶ αὖθις δι᾿ ἐντεύξεως ἀνοίγοντος· «ἡμῖν δὲ
ἀνέφικτον ὡς καὶ τοῖς ἔργοις ἀνεπιτήδευτόν ἐστιν. ὅμως, εἰ συνεργεῖν καὶ ὑμῖν ταῖς
εὐχαῖς ἐπινεύετε, μετανοεῖν τε τῶν τιμωρίας αἰτιῶν ὑποτίθεσθε, οὐ πρὸς ἀναβολὴν
τὴν αἴτησιν τίθεμαι, ὡς κοινὸν δὲ σωτηρίας ἐπίταγμα ταύτην προΐεμαι.» ταῦτ᾿ εἰπὼν
ὁ ἅγιος κηρύσσει συναθροισμὸν αὐτίκα τῶν πέριξ κωμῶν τε καὶ πόλεων καὶ ἕωθεν λιτὴν
κροτήσας τῆς δεήσεως εἴχετο. ἦν δ᾿ οὐκ ἀπὸ σταδίων ὀλίγων ἀπέχον τοῦ τόπου τὸ σεπτὸν
Ἠλιοῦ τοῦ προφήτου τέμενος. ἔνθα ἡ τῶν λιταζόντων διετέτακτο συνέλευσις. κατειληφὼς
οὖν σὺν τῷ πλήθει τὸν νεὼν ὁ ἅγιος καὶ τὴν θείαν μυσταγωγίαν ἐκτελέσας, πρὸς τὰ
οἰκεῖα παλινοστεῖν ἠπείγετο· καὶ δὴ σὺν τοῖς ὄχλοις τῆς ὁδοιπορίας ἐχομένου, αἰφνίδιον
τὸν ἀέρα περιδραμοῦσα νεφέλη, λαβρὸν ὑετὸν ἐπὶ τὴν γῆν ἀφίησιν, ὃ [λεγε· ὥστ᾿] ἅπαντας
τὸ τῆς ἐπομβρίας ἀνύποιστον μὴ φέροντας ἀνὰ τὸ ὄρος σκεδασθῆναι καὶ τὸ σφοδρὸν τῶν
ὑδάτων διαδιδράσκειν πειρᾶσθαι, τί τῆς πρὸς θεὸν παρρησίας Ἠλιοῦ ἔλαττον
[p. 153] εἶχεν οὗτος ὁ ἅγιος, τοῦ πάλαι μὲν τὸν οὐρανὸν δεσμοῦντος καὶ λόγῳ τοῦτον
λύοντος τοῦτο τὴν αὐτὴν ὑποφαίνει τοῦ θαύματος δύναμιν, τοῦτο πρὸς ὅμοιον [λεγε·
προσόμοιον?] τὸν υἱὸν τῶν δικαίων χαρακτηρίζει· δι᾿ ὧν γὰρ τὰ θαύματα τὸ παραπλήσιον
ἔχουσι, δι᾿ αὐτῶν τὸ πρὸς ἀρετὴν ἐφάμιλλον ἑκατέρων δεικνύουσιν. ζῆλος γὰρ ἀμφοτέροις
πίστεως ὁ αὐτός, παθῶν τε νέκρωσις, καὶ κόσμου ἀναχώρησις, τῆξις τε σώματος, καὶ
σχεδία σίτησις, καὶ οἷς ἂν ὁ πρῶτος διελθὼν θεωροῖτο, τοῖς αὐτοῖς ἑπόμενος καὶ ὁ
μετ᾿ αὐτὸν ὀφθήσεται· πρὸς ἐκεῖνον γὰρ ἀπευθύνων Μακάριος τὰς πράξεις τούτου, τῶν
ὁμοίων οὐκ ἀπελείφθη χαρισμάτων.
10. ἀλλ᾿ ἐπειδὴ πίστεως εἰς μνήμην ἤχθημεν, ἄξιον ἐν ταύτῃ δεῖξαι τὸν ἄνδρα διαλάμψαντα,
τήν τε παρρησίαν καὶ τοὺς ἀγῶνας οὓς ὑπὲρ αὐτῆς ἐνεστήσατο δημοσιεῦσαι, κἀντεῦθεν
τοῖς ἐρευνῶσι τὸ ὅμοιον τῷ προφήτῃ παραστῆσαι. τοῦ γὰρ ἀνημέρου θηρὸς κατὰ τῆς ἐκκλησίας
λυττήσαντος καὶ τὸν ἰὸν τῆς ἀσεβείας κατὰ τῆς εἰκόνος Χριστοῦ καὶ τῶν ἁγίων ἐκχέαντος,
τῷ σχήματι χρηστοτάτης [λεγε· χρηστότητος] πλάνης εἰσάγοντος θήρατρα, καὶ ἀγαθῷ
πονηρὸν ἐπιφημίζοντος ὄνομα τῆς βραχείας ἕνεκα ἡμερῶν ἐξουσίας, ἀτελευτήτῳ δίκῃ
κατακριθέντος τοῦ ταῖς ἀπάταις τὸ τῆς πίστεως ἀνόθευτον ὑποκλαπέντος καὶ ψευδέσι
γοήτων ῥήσεσι τὸ ἀληθὲς τῶν δογμάτων καταπατήσαντος, οὗ λέγειν καὶ στηλιτεύειν τὴν
κακίαν τῷ νῦν καιρῷ παραχωροῦντες ἑτέρῳ ταμιευσώμεθα. τούτου τοίνυν τὸν ἀρχιερέα
τοῦ θρόνου καθελόντος, καὶ πάντας τοὺς ἁγίους, τοὺς μὲν πληγαῖς, τοὺς δὲ ἐξορίαις
τιμωρούμενος, καὶ ἐπὶ τοῦτον τὴν ψῆφον ἐξάγει, καὶ ὡς ἀντίπαλον τῶν αὐτοῦ δογμάτων,
τῷ δικαστηρίῳ τὸν ἅγιον ὑπάγει. καὶ γὰρ εἶχεν ἀντίρροπον τῇ ἀσεβείᾳ αὐτοῦ τὴν σύνεσιν,
καὶ καταπαλαίειν ἐξισχύουσαν τὸ δυσσεβὲς αὐτοῦ φρόνημα. διὰ τοῦτον ὡς ἔχθιστά τινα
δράσαντα συλλαβόμενος, ἐν εἱρκτῇ τηρεῖσθαι κατέθετο, πέμπει τέ τινα τῶν αὐτοῦ μεγιστάνων
οὐχ ἥττονα τὴν ἀσέβειαν τοῦ κελεύοντος φέροντα, πιθαναῖς αὐτὸν ὑποσύρειν ἀπάταις
πειρᾶσθαι. τοῦτον τοίνυν ἐληλυθότα καὶ πρὸς αὐτὸν τὴν ὁρμὴν ἔχοντα ἐκ πρώτης αὐτῷ
προσβολῆς τὸ ἀμετάθετον τῆς ὀρθῆς γνώμης ἐσήμανεν, τῷ Θεῷ τὸ σέβας φήσας ἐν [p.
154] πρώτοις ἀπονέμειν, εἶθ᾿ οὕτως τὸ κελευσθὲν ἀπαγγέλειν.
ταῦτ᾿ εἰπὼν τῇ χειρὶ τὸν τόπον ὑπέδειξεν, ἐν ᾧ τοῦτο πράττειν ἐπέταττεν. καὶ γὰρ
ἐπίτηδες ἐκεῖσε σὺν τῷ τιμίῳ σταυρῷ σεπταὶ εἰκόνες Χριστοῦ τοῦ θεοῦ τῆς τε Πανάγνου
καὶ τῶν ἁγίων ἐτέθειντο. ταύτας ὁ ὑπέροφρυς τὸ τοῦ ἁγίου αἰδεσθεὶς ἀξίωμα, προσκυνήσας
αὖθις τὸ προσῆκον τούτῳ σέβας ἀπένειμεν. ἐπεὶ οὖν εἰς διάλεξιν ἄμφω κατέστησαν τοὺς
τῆς θωπείας ὁ σταλεὶς προὔτεινε λόγους, ἔπειτα δὲ καὶ τῆς ἀπειλῆς τοὺς φόβους ὑπέφαινεν,
ὧδε λέγων. «τάδε» φησίν «ὁ βασιλεὺς τῇ σῇ ὁσιότητι δῆλα καθίστησιν, ὡς εἰ μὲν τῷ
παρόντι κελεύσματι μὴ ἀντιπίπτων τῷ ἐμῷ εἴξῃς προστάγματι εὐπειθῶς, καὶ τῆς ἐμῆς
κοινωνίας μέτοχος γένῃ, χρημάτων καὶ περιουσίας καὶ δόξης ἁπάσης ἐν ἀπολαύσει δειχθήσῃ,
ἐξ ἀφανῶν δὲ γνώριμος ἐν τοῖς βασιλείοις ὀφθήσῃ καὶ τιμῆς τῆς ἀνωτάτω παρὰ τῶν ὑπηκόων
ἐπιτάξῃ [λεγε· ἐπιτεύξῃ]. εἰ δέ γε πρὸς τοὐναντίον τὸν ἡμέτερον λόγον ἀπωθήσῃ, πληγαὶ
καὶ βασανιστήρια, καὶ θάνατοι τὸ σὸν ἐνεργήσουσι τέλος, καὶ οὐ πρότερον τούτων ἀπαλλαγήσῃ,
πρὶν ἂν τῶν παρόντων ἀποπαυθήσῃ.» ταῦτα τοίνυν ἀκηκοὼς ὁ ἅγιος, πρὸς μὲν τὰς τιμὰς
ἐπιγελάσας, ἐκείνοις ἔφησεν «αὗται τοῖς ὑπισχνουμένοις ἔστωσαν καὶ οἷς περὶ πολλοῦ
φροντίζεται, πρὸς δὲ τὰς πληγὰς ἡμῶν» ἔφη «καὶ τῶν καθ᾿ ἡμᾶς αὗται τῶν ὑπὲρ τοιούτων
ταύτας ἀνα{ν}τλᾶν αἱρουμένων· καὶ γὰρ ὑπὲρ εὐσεβείας ὑποίσειν ταύτας οὐ παραιτούμεθα,
κἂν γὰρ μυρίας καθ᾿ ἡμῶν μηχανὰς ἐγείρεις, καὶ τὸν δοκοῦντά σοι κόσμον πρὸς ἑαυτὸν
ἑλκύσεις [λεγε· ἑλκύσῃς] ἡμῶν γε τὸ ἑδραῖον οὐ χαυνώσεις, οὐδὲ τὸν ἄσειστον πύργον
εἰς γῆν κατεάξεις.» ταῦθ᾿ ὡς ἐκ τῆς ἐκκλησίας φήσας ὁ ἅγιος, καὶ γὰρ ὑπῆρχε μέλος
ταύτης ἀδιάσπαστον τῷ βασιλεῖ πάντα μηνύειν τῷ πεμφθέντι προσέταττεν, ἃ καὶ ὡς εἶχεν
ἐρρέθησαν.
11. ὁ δὲ βασιλεὺς τὸ ἀκατάπληκτον τοῦ ἀνδρὸς θαυμάσας καὶ τὴν παρρησίαν αὐτοῦ αἰδεσθείς,
πρὸς ταῦτα μὲν οὐκ ἀντέφησεν. δυσχεράνας δὲ πρὸς τὴν αὐτοῦ διάλεξιν, κατενώπιον
αὐτοῦ στῆναι τοῦτον οὐχ εἵλετο, ὅμως φρουρεῖσθαι αὐτὸν ἀσφαλῶς διετάξατο. ἐπεὶ οὖν
ὁ τῶν κακῶν πρόδρομος ἀεὶ ταῦτα μηχανώμενος περὶ τὰ αὐτὰ ἐπονεῖτο Ἰαννῆς τίς ὢν
ἄλλος ταῖς μαγγαν{ε}ίαις καὶ γοητικαῖς ἀπάταις τὴν τοῦ
[p. 155] κρατοῦντος ὑποκλέπτων κουφότητα καὶ πρὸς τὸ οἰκεῖον βάραθρον τούτους καταποντίζων,
πειρᾶται καὶ κατὰ τοῦ ὁσίου τοῖς αὐτοῖς τεχνάσμασιν ἐπεμβαίνειν, ἀγνοῶν ὅτι πρὸς
κέντροις [λεγε· κέντρα?] αὐτῷ, κατὰ τὸ δὴ λεγόμενον, τὸ λακτίζειν ἀπαντήσεται. αἰτεῖται
τοίνυν τὴν κατὰ τοῦ ἁγίου λαβεῖν ἐξουσίαν καὶ πείθειν ὑπισχνεῖτο τῷ βασιλεῖ, εἰ
τούτου κρατήσειεν, ὡς ἐδόκει. λαβὼν οὖν τὸν ὅσιον κατὰ τὴν αἴτησιν, αὐτῇ μὲν πρῶτον
τῇ θέᾳ κατεπλάγη τὸ τοῦ ἀνδρὸς στάσιμον καὶ πᾶσιν τοῖς ὁρῶσιν αἰδέσιμον. ἔπειτα
δὲ πρὸς τὸ τῶν λόγων ἀμηχανήσας καίριον, ἐνεὸς διέμενεν, μόλις γοῦν ποτὲ πρὸς τὸ{ν}
οἰκεῖον παντουργὸν ἐπανελθών, τὰς τῶν λόγων ἀκίδας κατὰ τοῦ ἁγίου βάλλων ἠφίει,
«τίνος ἕνεκα» λέγων «τῆς κοινωνίας τοῦ βασιλέως σαυτὸν ἀποστερῶν, καὶ τῆς παρ᾿ αὐτοῦ
δόξης ἀποτυγχάνεις καὶ γὰρ οὕτως [λεγε· οὗτος?] τῶν εὐσεβῶν καὶ ὀρθοδόξων καὶ ταῖς
σεπταῖς εἰκόσι τὸ σέβας ἀπονεμόντων καθέστηκεν, καὶ εἰ βούλοιτο [λεγε· βούλει τὸ]
ἀσφαλὲς ἐπιγνῶναι, ἐκ τῶν παρ᾿ ἐμοῦ κειμένων εἰκόνων τοῦτο διδάχθητι, ἃς ἔνδον κατέχων
ὁμοίως κρατοῦντι τὴν πρὸς αὐτὰς τιμὴν ἀποδίδωμι.» τούτου μὲν οὐκ ἀγνοῶν τὸν δόλον
ὁ ἅγιος κατάλληλον τὴν ἀπόκρισιν τῇ σκαιωρίᾳ ἀπέδωκεν, «τὴν μὲν τοῦ βασιλέως» φήσας
«ἀπόνοιαν ἐκ τῶν ἤδη φθασάντων κακῶν ὧν εἰς τοὺς ἁγίους ἔδρασεν, ἀψευδῶς ὡς ἔχει
δεδίδαγμαι· οὐδὲ γὰρ ἰδίᾳ ἢ ἐν μέρει τῆς οἰκουμένης, ἀλλὰ δημοσίᾳ καὶ πανταχοῦ τὰ
δεινὰ τετόλμηται, τὸ δὲ σὸν ἀπατηλὸν καὶ κερδῷον πάλαι μὲν φανερωθέν, δι᾿ ὧν ἐνήργησας,
δῆλον ἐμοὶ καθέστηκεν. ἔτι οὖν τοῦτο δι᾿ ὧν πειρᾷ τῆς ἐμῆς διανοίας βεβαιότερον
ἐκμανθάνω· οὐ γὰρ τιμῆς χάριν παρ᾿ ἑαυτῷ τὰς εἰκόνας κατέχεις, ἀλλὰ τιμίας [λεγε·
ἀλλ᾿ ἀτιμίας] ἕνεκα καὶ καύσεως ταῦτα [λεγε· ταύτας] συλλέξας τηρεῖς.» ταύτην τὴν
ἀπόκρισιν τῷ ἀπατεῶνι δεδωκὼς ὁ ἅγιος σφοδεροτέροις αὐτῷ τοῖς λόγοις ἐχρήσατο, πλάνον
καλῶν καὶ παραλογιστὴν καὶ δόξης ἕνεκα τῆς προσκαίρου τῆς εὐσεβείας ἐκπίπτοντα καὶ
τῆς ἀκηράτου δόξης διαμαρτάνοντα. τούτων τοίνυν ἐμφορηθείς, ὡς ἔδει, τῶν λόγων ὁ
γόης εἰς ἀπολογίαν μὲν ὑπὲρ ὧν ἐσκαιώρει τῷ ἁγίῳ καθίσταται, τῷ βασιλεῖ δὲ τὴν τούτου
γνώμην αὐτίκα μηνύει· ὡς θωπείας ἁπάσης ὑψηλότερός ἐστιν ὁ ἀνὴρ καὶ ἀπειλῶν στερρότερος,
καὶ βασάνοις ἀκαταγώνιστος, καὶ θᾶττόν ἐστιν ἅμα πάντας εἴξειν ἀνθρώπους ἢ τοῦτον
ὑποκύψαι τῷ ἡμετέρῳ δόγματι. ἐπεὶ δὲ τούτους ὁ ἀλιτήριος ἀκήκοεν τοὺς λόγους πρὸς
ἑαυτὸν μὲν τὰ κέντρα τῆς ὀργῆς κατεπήγνυεν, καὶ τοῖς θυμοῖς ἔνδον ἑαυτὸν κατετίτρωσκεν,
καὶ οἷον πυρί τινι ὑποσμύχοντι τὴν οἰκείαν ψυχὴν ἀφανῶς κατεδαπάνα, εἰς τοὐμφανὲς
δὲ τῷ ἁγίῳ συμπλακῆναι οὐκ ἠνέσχετο, τὸ στερρὸν δηλαδὴ τῆς γνώμης αὐτοῦ δεδιώς,
τό
[p. 156] τε τῶν λόγων ἀναντίρρητον καὶ πρὸς διάλεξιν ἀνεξέλεκτον. ἐν φρουρᾷ οὖν
αὐτὸν ἀσφαλεστάτῃ θέμενος, μετ᾿ οὐ πολὺ ἐξορίᾳ κατεδίκασεν, πρὸς ἣν τιμωρεῖσθαι
μὴ ἀρκεσθεὶς τὸν ἅγιον μακροτέραν ἐπενόει, σκληρὰν μὲν καὶ ἀπαράκλητον ἔχουσαν τὴν
δίαιταν, ἀπεξενωμένην δὲ φίλων καὶ τῶν πρὸς ταύτην ἐπιτήδεια συγκομιζόντων. τί τοῦτο
τῶν πάλαι ὑπὲρ εὐσεβείας ἠγωνισμένων ἀποδέει τὸ μαρτύριον, τίνα προθυμίαν οὗτος
ἐλάττονα τῶν τε ἀθλησάντων ὑπεμφαίνει, τίσι λόγοις οὐκ εἴρηται. τὸ μέχρι θανάτου
τέλος ὁ ἅγιος τοῦτον πανταχόθεν τὸν ὅμοιον ἀποσώζει λόγον, ἑνὶ μόνον ἀπολειπόμενον
τὸ [λεγε· τῷ μσ.] τὸν χρόνον ἐκεῖσε τὰ πρωτεῖα φέρειν, ἐνταῦθα δὲ τὴν τάξιν ἄγειν
δευτέραν. ἀλλ᾿ οὗτος μὲν μηδὲν συνεισφέρων τοῖς ἁγίοις ἀδιάφορον ἔχει πρὸς ἑκάτερα
τὴν δύναμιν, μήτε κακίας, μητ᾿ ἀρετῆς αἴτιος γινόμενος. ἡ δὲ τῶν ἀθλούντων προαίρεσις
τὸ ἴσον ἢ καὶ ὑπερβάλλον ἐν τοῖς ἀγῶσιν ἐνδείκνυται· οὐ γὰρ χρόνῳ τὸ ἀγαθόν, ἀλλὰ
γνώμης προαιρέσει καὶ σπουδῇ κατορθοῦσθαι πέφυκεν.
12. οὕτω μὲν οὖν ἐν ὑπερορίᾳ ταλαιπωρουμένου τοῦ ἁγίου, ἡ δίκη τὸν ἄδικον ὑπῆλθεν·
ἐν οἷς τόποις τὸ παράνομον ἔδρασεν ἐν τούτοις τὴν ἀξίαν ἐπάξασα τιμωρίαν. βραχείας
οὖν ἀνακωχῆς λαβόμενος ὁ ἅγιος καὶ Νικηφόρῳ τῷ θεοφόρῳ ἀρχιερεῖ συνομολογήσαντι
ἐντυχὼν σὺν αὐτῷ τοὺς ἀγῶνας ἐπαύξων καὶ τὰ τῆς πίστεως ἐπερείδων διετέλει. ἐπὶ
δὲ πόνοις οἰκείοις καὶ φιλοθέων ἐπιδόσει μονὴν οἰκοδομεῖν ἐνήρξατο ἐν τῷ τῆς Προποντίδος
πορθμῷ, ἐν ᾧ τὰ τῆς ἐξορίας διετέλει. καὶ τὸ μὲν ἔργον τέλος εἶχε τῶν ἑπομένων μοναζόντων,
αὐτὸς δὲ τῆς ἐφέσεως ἐπιτυχὼν τοὺς πάλαι τύπους τῆς μονῆς ἐν τούτοις ἐνεούργει,
ἐπίτασιν μᾶλλον ἢ ὕφεσιν τούτοις ἐπιτιθείς. ἀλλ᾿ ὃ μικροῦ λαθὸν παρέδραμεν τὸν ἡμέτερον
λόγον, ἐνὸν ἀναδραμόντος ὡς ἔχει πράξεως ἐξειπεῖν. τῶν γὰρ ὑπὸ χεῖρα τοῦ ἁγίου ἱερέων
εἷς τῇ τῆς αἱρέσεως κοινωνίᾳ καταχρανθεὶς καὶ εἰς συναίσθησιν τοῦ οἰκείου γενόμενος
πτώματος, τῷ ἁγίῳ προσφεύγει καὶ τὰ τοῦ πράγματος ἐξαγγέλλει. ὁ δὲ τοῦτον ἠπίως
δεξάμενος, τῆς ἱερωσύνης μὲν ἀπεῖρξε, τὴν δὲ προσήκουσαν αὐτῷ ἀπένειμεν τάξιν. λαθὼν
οὖν ἑαυτὸν καὶ τὴν τοῦ ἁγίου πρόσταξιν παριδὼν κατ᾿ αὐτῆς ἐπεχείρει. τελέσας οὖν
ὡς ἐδόκει τὰ τῆς
[p. 157] λειτουργίας τῶν τῆς παρακοῆς λειψάνων τοῖς παροῦσι μετέδωκεν. ἀδελφαὶ δὲ
τούτου γνησίαι ἔτυχον οὖσαι, αἱ τούτων μετασχοῦσαι, αἵτινες πρὸς τὴν παράβασιν καὶ
συνώθησιν, ἅμα γοῦν τῇ κοινωνίᾳ τιμωρητικῶν δαιμόνων ἐνεφορήθησαν ἅπασαι, ὡς τὸ
τῆς παρακοῆς ἔγκλημα παρρησίᾳ δημοσιευθῆναι· μαστιζόμεναι τοίνυν ἐπὶ τὸν ἅγιον καταφεύγουσιν
καὶ τὰ τῆς παραβάσεως στηλιτεύουσιν. ὁ δὲ ἅγιος πολλὰ μὲν κατὰ τοῦ τολμήσαντος ἀγανακτήσας,
αὐτὰς δὲ τοῦ πάθους κατοικτειρήσας, ὡς εἶχεν αὐτίκα τῆς ἰατρείας τοῖς πᾶσι παρέσχετο·
τὰς μὲν τῶν πνευμάτων ἀποκαθάρας, τὸν δὲ πρὸς τὴν πίστιν ἐπανορθώσας. τοῦτο τῆς
τοῦ ἁγίου πνεύματος δυνάμεως ἔργον ἦν, τῆς διὰ στόματος Μακαρίου τὰ παράδοξα ἐνεργούσης
τῆς τοὺς λόγους αὐτοῦ τοῖς πράγμασι βεβαιούσης, τῆς τὰ ὑπ᾿ αὐτοῦ ἐντελλόμενα ἀπαραβάτως
ἐπισφραγιζούσης. τοῦτο τὴν ἐν εὐαγγελίοις ἐξουσίαν βεβαιοῖ, ἣν ὁ κύριος τοῖς μαθηταῖς
ἐχαρίσατο, πνευμάτων αὐτοῖς ὑποταγὴν καὶ νόσων ἀπαλλαγὴν ὑποσχόμενος. τοῦτο τὴν
ὁμοίαν τῷ Πέτρῳ δύναμιν ἐηεικονίζει, τὴν κατὰ τῶν νοσφισαμένων τὴν χάριν καὶ τὸ
πνεῦμα παροξυνάντων ἐνεργήσασαν. καὶ γὰρ ὁ κατὰ μέθεξιν μαθητὴς τοῦ λόγου γενόμενος
καὶ τοῖς τῶν ἀποστόλων κατορθώμασι κοσμούμενος τῶν ἴσων τούτοις χαρισμάτων οὐκ ἀπολείπεται,
τὸ αὐτὸ τῆς δυνάμεως ἐνεργῶν πρὸς ἑκάτερα· οὐ γὰρ δι᾿ ὧν εὐεργετοῦσιν μόνον οἱ ἅγιοι
τὴν χάριν ἐμφαίνουσιν, ἀλλὰ καὶ δι᾿ ὧν τιμωροῦνται τὴν αὐτὴν ὑποδεικνύουσι δύναμιν
καὶ δι᾿ ἀμφοτέρων πρὸς τὴν αὐτὴν ὁδὸν τῆς σωτηρίας ἀπευθύνουσιν, τοὺς μὲν δι᾿ εὐεργεσίας
εἰς αὐτὴν ἐμβιβάζοντες, τοὺς δὲ ταῖς τιμωρίαις τῶν κακῶν ὑποτέμνοντες.
13. ἀναιρεθέντος οὖν τοῦ τυράννου καὶ τοῦ μετ᾿ αὐτὸν ὁμοτρόπως κρατήσαντος ἀφανισθέντος,
ὁ οὐχ ἧττον αὐτοῖς [λεγε· αὐτοῦ?] τὴν ἀσέβειαν μᾶλλον δὲ φῆσαι τὴν βασιλείαν διαδέχεται,
οὐ [λεγε· οὗ?] μὴ λήθην τὰ δεινὰ τῷ χρόνῳ λαμβάνειν ἐκρίθησαν. οὗτος τοίνυν κρατήσας
καὶ τὰ χείρονα τῶν πρὸ αὐτοῦ δεδρακὼς εἰς τοὺς ἁγίους, Μακάριον συλληφθέντα, ὡς
τούτων ὄντα, τῷ δικαστηρίῳ ὑπάγειν προσέττατεν· ὁ δὲ πεποιθήσει τοῦ ἁγίου πνεύματος,
πρὸς τὸ μαρτύριον ἐχώρει, τὸ τῆς πρώτης πάλης ἐλλεῖπον ἀναπληροῦν ἐφιέμενος. ἀχθεὶς
τοίνυν πρὸς τὸ κριτήριον τῇ ὑπάρχου θρασύτητι παραδίδοται, ὡς δῆθεν ἐρωτήσεως τοὺς
[p. 158] φόβους εἰσῆγεν, ὑποτιθέμενος τὸ λανθάνεσθαι, «διό» φησιν «ἢ πέπεισμαι ἀληθῆ
καθεστήκειν, ὦ Μακάριε, ταῖς εἰκόσιν σε προσανέχειν καὶ ταύταις προσκύνησιν ἀπονέμειν,
ἢ φθόνου ἔργον ἦν καὶ διαβολῆς τῶν εἰς ἐμὲ λόγων ἐνηχηθέντων τὸ ἄτοπον.» ὁ δὲ Μακάριος
«μαρτύρεται» φησίν «πρῶτα θεὸς καὶ πάντων τῶν ἀσωμάτων δυνάμεων φύσις, ἔπειτα τῶν
συνειδότων ἀνθρώπων τὰ πλήθη, ὡς ἀψευδῆ προσκύνησιν ταύταις προσνέμω, καὶ οὐδὲν
τῶν τῆς ἀληθείας ἀπεμφαινόντων περὶ αὐτῶν σοι δεδήλωται.» «καὶ τούτου ἕνεκα» φησίν
«τοὺς τῶν ἁγίων ναοὺς καταλείπων προσκεκοιμωμένοις [λεγε· πρὸς κεκενωμένοις ορ πρὸς
κεκοιλωμένοις] δοματίοις τὴν μυσταγωγίαν ἐκτελεῖς.» «τούτου χάριν» φησὶν ὁ ἅγιος
«τίνος λόγου πρὸς τοῦτο ὑπερορμῶντος» «αὐτῶν» ἔφη «τῶν εὐσεβῶν δογμάτων.» «αἰτίαν
διὰ ποίαν ταῦτα θεσπίζουσιν» «διὰ τὴν τοῦ πνεύματος ἐπιφοίτησιν ἐν τούτοις» ἔφη
«καὶ μὴ ἐν τῷ τῶν αἱρετιζόντων συστήματι γίνεσθαι.» «τίσιν ἀποδείξεσιν ταῦτα λέγεις»
«αὐταῖς» ἔφη ὁ ἅγιος «ταῖς τοῦ πνεύματος μαρτυρίαις, δι᾿ ὧν ἐνε{ί}ργησεν τὸ ἀληθὲς
παριστῶντος. καὶ εἰ βούλει πράως ἐπακούειν τῶν λεγομένων, οὕτως εἰ [λεγε· οὑτωσὶ?]
ταῦτα προσεξέταζον [λεγε· προεξετάζων?] ἐκ τούτων τὸ τοῦ ζητήματος ἀσφαλὲς διδαχθήσῃ.
Σαλομὼν γὰρ ὁ σοφίᾳ καὶ δόξῃ περιβόητος, πάλαι μὲν ἀνάλογον ναὸν τῷ οἰκείῳ χαρίσματι
ἐτεκτήνατο, τοσοῦτον τὸ ἀσύγκριτον πρὸς ἅπασαν οἰκοδομὴν ἔχοντα τότε, ὅσον ἡ σοφία
τοῦ τεκτηναμένου τῶν λοιπῶν ἐξῆρεν ἀνθρώπων· τέχνῃ μὲν γὰρ παντοδαπῇ κατεσκεύαστο,
καὶ χρυσῷ πανταχόθεν περικεκόσμητο, λίθων τε πολυτελῶν λαμπρότητι, καὶ σκευῶν ποικιλίᾳ
τὸ διάφορον εἶχεν, ὧν ἡ τῆς καθ᾿ ἡμέραν ἐναλλαγῆς τέρψις τῶν προσεχόντων τὴν αἴσθησιν
κατέπληττεν, νόμοι τε θεοῦ διατεταγμένοι καὶ ἱερεῖς πρὸς τὴν τούτων συντήρησιν κατε{ι}λεγμένοι
ἤτε [λεγε· ἥ τε?] τοῦ θεοῦ ἐπισκίασις καὶ τῶν φυλῶν συνέλευσις καὶ τῶν ἀδήλων σημείωσις,
σεμνότερον τοῦτον τῇ ὑφηλίῳ παρέδειξεν. τούτου μὲν τοιούτου ὄντος καὶ πρὸς τηλικαύτην
δόξαν ἀναδραμόντος τῶν ἐν αὐτῷ οἰκούντων παρανομισάντων [λεγε· παρανομησάντων],
ἡ τοῦ θείου πνεύματος ἐπιφοίτησις οὐκ ἐν τούτῳ, ἀλλ᾿ ἐν οἰκτρῷ δοματίῳ ἔνθα συναγήγερτο
τῶν ἀποστόλων ὁ μέτριος χορὸς ἐγεγόνει· οὐ γὰρ ἐν μεγέθεσιν οἰκοδομιῶν τὸ θεῖον,
ἀλλ᾿ ἐν ἐπιτηδείοις τόποις ἐπιφοιτᾶν εἴωθεν, καὶ οὐκ ἐν πλήθεσιν, ἀλλ᾿ ἐν προαιρέσεσιν
εὐσεβῶν ἡ τούτου οἴκησις γίνεται· «Ϡἐγὼ γάρ» φησίν «καὶ ὁ πατὴρ ὁ κύριος ἐλευσόμεθα.Ϡ»
τούτοις τοῖς λόγοις καταβροντηθεὶς ὁ ἀνόητος, «μάστιγες» ἔφη «τῷ λόγῳ σου τὸ πέρας
ἐπιθήσουσιν, εἰ τῷ τοῦ αὐτοκράτορος ἀπειθῶν προστάγματι
[p. 159] εἰς πολυλογίαν τὴν ἐρώτησιν ἐπιτείνεις.» ὁ δὲ ἅγιος «ἔργῳ μέν» ἔφησεν «τοῦτο
ὑμέτερόν ἐστιν ἀπαραίτητον τὸ ταύτας προσάγειν· ἡμῶν δὲ τὸ μετ᾿ εὐφροσύνης ταύτας
προΐεσθαι.» ἐπεὶ δὲ τούτων ὁ ἄδικος δικαστὴς τῶν λόγων ἀκήκοεν, τὸν θυμὸν σὺν ἀλογίᾳ
κεράσας, δεινῶς ταῖς μάστιξι τὸ τοῦ ἁγίου σῶμα κατέξαινεν· διαδέχεται δὲ τὰς βασάνους
τὸ δεσμωτήριον, ἐν ᾧ πάλιν τὰ τῶν θαυμάτων ἐπεδείκνυτο ὁ ἅγιος προφητεύων καὶ τὰ
μέλλοντα σημαίνων.
14. ζ´. Παυλινιαστῶν [λεγε· Παυλιανιστῶν] γὰρ ἤτοι Μανιχαίων καθειρχθέντων ἐν τῷ
δεσμωτηρίῳ καὶ τὴν ἐπὶ θάνατον ψῆφον ἀπειληφότων, τὸν ἅγιόν τε τὴν ἐξόδιον ἐπ᾿ αὐτοῖς
εὐχὴν ποιεῖσθαι προτρεπομένων, «οὐδεμία» φησίν οὕτως [λεγε· οὗτος?] «κοινωνία φωτὶ
πρὸς σκότος ἐστίν. διὸ τὸ ἀντάξιον τέλος τῆς δυσσεβείας κομίζεσθε, μηδὲ μέχρι τούτου
τῆς τιμωρίας ἱστάμενοι ἀλλ᾿ ἀτελεύτητον κόλασιν μετ᾿ αὐτὴν ἐκδεχόμενοι.» διὸ εἷς
τῶν κατακρίτων τὴν τοῦ περισωθῆναι ἐγγύη [λεγε· ἐγγύην] ἀντὶ τῆς ἐπι<σ>τροφῆς τῷ
ἁγίῳ οἰκειοῦσθαι φήσας, ἐπινεύει τούτῳ καὶ τῷ οἰκείῳ λόγῳ Μακάριος τὸν αὐτὸν ἐπεσφράγισεν.
πάντων οὖν ὀλεθρίῳ τέλει ἀναιρεθέντων, οὗτος μόνος περισωθεὶς τὰ τῆς ὑποσχέσεως
ἐξεπλήρωσεν, τὸ βδελυρὸν τῆς αἱρέσεως ἀποθέμενος καὶ τὰ φωτεινὰ τῆς εὐσεβείας δόγματα
περιβαλλόμενος.
15. η´. μεθ᾿ ὃν τὴν αὐτὴν θαυματουργίαν καὶ ἑτέρῳ τινὶ τῶν συγκαθειρχθέντων φιλανθρώπως
ἐνήργησεν, τὸ θεῖον δι᾿ εὐχῆς ἰλεωσάμενος καὶ τὸν ἄνθρωπον ἐκ θανάτου ῥυσάμενος.
τὴν παρρησίαν τοίνυν αὐτοῦ καὶ φρουρουμένου μὴ φέρων ὁ ἀλιτήριος, ἐξορίᾳ τοῦτον
κατεδίκασεν· ἥτις χαλεπὸν μὲν εἶχεν τῶν ἀναγκαίων τὸν πορισμόν, ξένοις δὲ πάντη
καὶ τοῖς ἐθέλουσιν ἀπροσπέλαστος ἐτύγχανεν, καὶ γάρ ἐστιν ἴσως [λεγε· ἐστι νῆσος]
ἐν ἀπόπτῳ κειμένη, ἣν Ἀφουσίαν ὀνομάζουσι, διὰ τὸ ἀπεῖναι τὴν [λεγε· τῶν μσ.] κατευθεῖαν,
ὡς οἶμαι, οὕτω καλουμένη. ταύτην οὖν κατειληφὼς καὶ λιμῷ ψυχορ{ρ}αγοῦντας τοὺς ἐν
ταύτῃ ἑωρακὼς σιτοδοτεῖ. ἄριστα κατὰ τὸν πάλαι Ἰωσήφ, καὶ τὴν παρ᾿ αὐτοῦ ῥοπὴν τοῖς
ἀπειρηκόσι πορίζεται· τὰ μὲν ἐξ ἑαυτοῦ, τὰ δὲ ἐξ εὐπόρων ταμιείων τῇ τοῦ λόγου δυνάμει
[p. 160] συλλέγων. τοῦτο [λεγε· τούτῳ?] τοίνυν πλέον τοὺς παρόντας εὐεργέτησεν ἢ
τῷ τῶν θαυμάτων χαρίσματι· καὶ γὰρ ὁ τὰς ἰάσεις τοῖς κάμνουσι παρεχόμενος, μέχρις
ἐκείνων τὴν εὐεργεσίαν περιγράφει τῶν τοῦτον ἀπολαβόντων. ὁ δὲ πανωλεθρίας λιμοῦ
τὸν δῆμον ἀπαλλάττον [λεγε· ἀπαλλάττων?] κοινὸν ἅπασιν ὠφελείας πρόκειται φάρμακον,
ἑαυτὸν ἐπίσης τοῖς αἰτοῦσι χαριζόμενος. ἐπεὶ δὲ ἐν ᾧ κατῴκει χώρῳ ἔδει καὶ σεπτοῦ
ναοῦ οἰκοδομὴν ἀναγκαίως ἐγείρειν. ἔτυχεν δὲ θεόθεν ἐρείπιόν τι πάλαι πεπτωκὸς τῷ
τόπῳ προσκείμενον, ἀποκαθαίρειν τοῦτο τοῖς παροῦσι προσέταξεν.
16. θ´. ἁπάντων οὖν περὶ τὸ ἔργον πονουμένων, εἷς τις τῶν μοναζόντων ἄεργος [λεγε·
ἀεργὸς] τοῖς κάμνουσι προσανέχων παρίστατο, ᾧτινι τοῖς ἐργωμένοις ἐπαμύνειν ὁ ἅγιος
ἐκέλευσεν. ὁ δὲ ἀδυνάτως ἔφασκεν ἔχειν, καὶ γὰρ τὸν ἀντίχειρα δάκτυλον ξηρὸν ἔτυχεν
ἔχων· μετρίῳ γοῦν φρονήματι τῇ ῥάβδῳ τοῦτον προσπαίσας ὁ ἅγιος καὶ τὰ τῆς ἀπιστίας
ἐπονειδίσας, ὡς εἶχε τάχους ἐπιχειρεῖν τοῦ ἔργου παρώτρυνεν. λαβομένου τοίνυν αὐτοῦ
τὸ ἐπίτηδες [λεγε· πτυῶδες?] ἐργαλεῖον, καὶ τὸν χοῦν ἀποκαθαίρειν ἀρξαμένου, ἓν
ἔργον [λεγε· ἐνεργὸς?] αὐτίκα καὶ παραπλήσιον τοῖς ἄλλοις συγκάμνων ἐγένετο. τούτων
οὖν τῶν παραδόξων θαυμάτων εἰς ἅπαντας φοιτησάντων, μεγίστην τὴν περὶ αὐτοῦ δόξαν
οἱ ἐγνωκότες εἶχον· καὶ γὰρ ὡς ἀληθῶς κατὰ πάντα ἀσύγκριτος πανταχόθεν ἔχουσα τὸ
ὑπερβάλλον τῶν κατορθωμάτων. εἰ μὲν γὰρ ὁμολογίᾳ μόνῃ, εἰ τῇ ἀσκήσει ἰδίως, εἰ τῷ
τῶν θαυμάτων χαρίσματι τὸ περιβόητον εἶχεν ὁ ἅγιος, ἦν ἂν καὶ τὸ κλέος αὐτοῦ πρὸς
ἓν περιγραφόμενον, καὶ μέχρις ἐκείνου τὸ πλεονάζον ἱστὰν τῆς φήμης, νῦν δὲ τῶν ἁπάντων
ἡ συνδρομὴ καὶ ἡ ἀσύγκριτος πρὸς ἄλληλα ὑπερβολὴ ὑπερανεστηκὸς τὸ τῆς δόξης ἐξάκουστον
τοῖς πᾶσι παρέδειξεν. διὸ καὶ ἡ τῶν λόγων δύναμις ἐκπίπτει τῆς τῶν ἐγκωμίων ἀκολουθίας,
τῶν τε κατ᾿ ἀξίαν ἐπαίνων διαμαρτάνει, τῷ πλήθει τῶν κατορθωμάτων νικωμένη, οὐ μόνον
τὸ [λεγε· τῷ?] μὴ πρὸς ὕψος ἐξαίρειν ταῦτα ἀπολειπομένη, ἀλλὰ καὶ τὸ [λεγε· τῷ?]
παραλιμπάνειν πολιορκουμένη. τὸ μὲν οὖν ὑπερβάλλον τοῖς πράγμασι καταλείποντες τὴν
τοῦ ἐγκωμιαζομένου δόξαν συνταπεινοῦσθαι τοῖς παραλειφθεῖσιν οἰκειώμεθα. οὐδὲ γὰρ
ὀφθαλμοῦ τὸ ἡλιακὸν φῶς τρανῶς κατοπτεύειν ἀδυνατοῦντος ἢ τοῦ πειρωμένου τὸ τῶν
ἄστρων πλῆθος ἐξαριθμεῖν ἀποτυγχάνοντος, συναμαυροῦται μὲν τῷ τοῦ βλέμματος ἀδυνάτῳ
ὁ ἥλιος, κατασμικρύνεται δὲ τὸ τῶν ἀστέρων ἄπειρον τῇ τοῦ ἀπαριθμοῦντος ἀσθενείᾳ,
[p. 161] ἀλλ᾿ ἑκατέρων τούτων τὸ τοῦ ὑπερβάλλοντος ἴδιον φυλασσόντων, τὸ ἐλλεῖπον
μένει τῇ τῶν ἐγχειρούντων κρινόμενον ἀδυναμίᾳ. οὐκοῦν ἐχέτω μὲν ὁ ἅγιος τὰ τῶν ἔργων
μὴ ἐλαττούμενα, ἡμῖν δὲ καταλειπέσθω τὰ τῆς ἀξίας τῶν λόγων ἀποτυγχάνοντα, κἀντεῦθεν
τὸ δεδοξασμένον ἴδιον τῶν ἐπαίνων δεχόμενος. οὕτω μὲν ἅπαντα κατορθώσας Μακάριος,
πάντων δὲ τῶν ἐναντιουμένων παθῶν κρατήσας πρὸς τὸ μακάριον τέλος ἠπείγετο, δι᾿
οὗ δὴ πρὸς τὰ ἄνω βασίλεια ἐνῆν κατασκηνῶσαι, καὶ τὸν τῶν καλῶν ἀγώγιμον πλοῦτον
ἐν τούτοις ἀποφορτίσαι. καὶ τοῦτο μὲν αὐτὸς προεγνωκώς, ἤδη δὲ τὸ σῶμα τῆς νόσου
κατεπειγούσης, τὸν συνήθη τῆς διδασκαλίας τοῖς μαθηταῖς προὔτεινεν λόγον, «πρῶτον
ὑμῖν» λέγων «ἔστω τῶν κατορθωμάτων ἡ περὶ τὸ θεῖον εὐσέβεια, καὶ ἡ τῶν ὀρθῶν δογμάτων
συντήρησις καὶ πάντα προΐεσθαι πάσχειν ἑτοίμως ἔχετε ὑπὲρ τοῦ μηδενὸς [λεγε· μηδένα?]
κινεῖν τῶν εὐσεβῶν δεδογμένων νόμων, κἂν θάνατοι ἀπειλῶνται καὶ τιμωρίαι, κἂν δημεύσεις
καὶ ἐξορίαι καὶ εἴ τι ἄλλο τῶν κακούντων ἐπενοεῖτο, μηδένα λόγον πρὸς ταῦτα ποιεῖσθε,
σαφῶς εἰδότες ὅτι ταῦτα μὲν σὺν τῷ σώματι διαλύεται, ἐκεῖ δὲ ἡ παράβασις ἀτελεύτητον
ἔχει τὴν κατακρίνουσαν δίκην, καὶ τὸ μὲν σῶμα τοῖς ἀλγεινοῖς περιστιζόμενον, ποικιλότερον
τὸ τῆς ψυχῆς ἀπεργάζεται κάλλος· ἡ δὲ τούτου ἄνεσις πάρεσις τῶν κατορθωμάτων γίνεται.
καὶ καθάπερ οἱ τὴν γῆν ἐργαζόμενοι, ὅσον ἂν ταύτην ἀνορύττοντες κατατέμωσιν, τοσοῦτον
τὴν τῶν καρπῶν συγκομίζονται ἀφθονίαν, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν τοῦ σώματος
πόνων ἀναλόγως τούτοις οἱ τῶν ἀγαθῶν καρποὶ τῇ ψυχῇ ἐπιβρίθουσιν, εἴτ᾿ ἀληθὲς εἰπεῖν,
πολυπλασίονες γίνονται, εἰς ἑκατὸν τὸν σπόρον ἐπαύξοντες· καὶ ἡ μὲν καταβολὴ τῶν
τῆς ἀρετῆς σπερμάτων ἐν θλίψεσιν ἔχει τὴν ἐργασίαν, ἡ δὲ τούτων συλλογὴ ἐν χαρᾷ
φέρει τὴν ἀπόλαυσιν· Ϡοἱ σπείροντες γάρϠ φησίν Ϡἐν δάκρυσινϠ ὁ προφήτης Ϡἐν ἀγαλλιάσει
θεριοῦσιν.Ϡ μετὰ τοῦτο τὴν εἰς ἀλλήλους ὁμόνοιαν διατηρεῖτε· οὐδὲν γὰρ τῶν ἀγαθῶν
χωρὶς ταύτης συνίστασθαι πέφυκεν, ὅσα τε πρὸς τὸν ἀνθρώπινον βίον συντείνει, καὶ
ὅσα πρὸς τοὺς πνευματικοὺς ἀγῶνας ἐγγυμνάζει. τεκμήριον δὲ τοῦ λόγου· οὐδὲ γὰρ πολεμίῳ
ἄν τις ῥαδίως κρατήσειεν, ἕως ἂν ἀδιάστατοι ταῖς γνώμαις διατελῶσιν· ὁπηνίκα δὲ
ταῖς οἰκείαις βουλαῖς στασιάζοντες ἀντιπράττωσιν, εὐχείρωτοι μὲν τοῖς πολεμίοις
[λεγε· πολεμίων?], εὐδιάλυτοι δὲ τοῖς ἐπιβουλεύουσι γίνονται. διὸ τὸν σύνδεσμον
μὴ διασπᾶτε τῆς πρὸς ἀλλήλους ἑνότητος, πλήρωμα τῆς τῶν
[p. 162] ἀρετῶν ἐργασίας τοῦτον εἶναι λογιζόμενοι. ἡ γὰρ εἰς ἀλλήλους εἰρηνικὴ κατάστασις
τὴν πρὸς τοὺς ἀγῶνας ἐνδείκνυται ταυτότητα.» ταῦτ᾿ εἰπὼν καὶ ταῖς οἰκείας χερσὶν
τὴν τοῦ μνήματος διατυπώσας θέσιν, τοῖς προεστῶσι τῶν μαθητῶν, Δωροθέῳ τε καὶ Σάββᾳ,
πρὸς τὸ σημεῖον τὴν ἐργασίαν ποιεῖσθαι προσέταξεν. τούτου δὲ τελεσθέντος, καὶ αὐτὸς
τὸ ἴδιον ἐξεπλήρωσεν, «εἰς χεῖράς σου, δέσποτα» φήσας «παρατίθημι τὸ πνεῦμά μου.»
καὶ οὕτω τὸν [λεγε· τῶν] τοῦ βίου μετέστη, ὁ τοῦ βίου λέιψανον μηδὲν ἐφ᾿ ἑαυτῷ ἐπιφερόμενος·
καὶ γὰρ ὡς ἀλλότριος ἐν τούτῳ διατρίβων, ξένα πάντη τὰ ἑαυτοῦ τῆς ἰδίας φροντίδος
ἐτίθετο, ἑνὶ μόνον ἀπασχολούμενος τῷ ταῦτα διαδρᾶναι, καὶ τοῖς μέλλουσιν ἀγαθοῖς
προσεγγίσαι. μετέστη δὲ μηνὶ πανέμῳ ὀγδόῃ καὶ δεκάτῃ, ὃν Ῥωμαῖοι αὔγουστον καλοῦσιν,
μέγιστον ὑπογραμμὸν τοῖς ἔπειτα τὸν αὐτοῦ βίον καταλιπών, ὡς εἰς ἀρχέτυπον γὰρ προχάραγμα
εἰς αὐτὸν ἀποβλέποντες, πρὸς τοῦτον τὸν οἰκεῖον ἀπευθύνουσι βίον εἰ καὶ τῆς μιμήσεως
τὸ πλεῖον ἐλλείπουσιν.
17. οὗτος ὁ βίος Μακαρίου, οὗτοι οἱ ἀγῶνες τῶν παλαισμάτων αὐτοῦ, ταῦτα τὰ θαύματα,
προοίμιον αὐτῷ τῶν μελλουσῶν ἀμοιβῶν ἐδόθησαν, ταῦτα τὴν ἐκεῖσε διατυποῦσι μακαριότητα,
ταῦτα τὸν ὑπὲρ ἄνθρωπον αὐτοῦ βίον οἷς ἐνεργοῦνται διαβεβαιοῦσιν. ἀλλ᾿ ἐπειδὴ περὶ
θαυμάτων ἡμῖν ὁ λόγος κεκίνηται, ἄγε τῶν μετὰ τὴν ἀποβίωσιν αὐτοῦ πραχθέντων ἐκ
πολλῶν ὀλίγα προθέντες, ἐν τούτοις καταπαύσωμεν τὸν λόγον. οὐδὲ γὰρ ἅπαντα δυνατὸν
καταλέγειν ἄπειρά τε ὄντα καὶ πρὸς δύσπιστον τὴν τῶν ἀφελῶν ὑπάγοντα ὑπόνοιαν, οὓς
κόσμον καλουμένους μὴ χωροῦντα τῶν γραφομένων τὸ πλῆθος ἐν εὐαγγελίοις ἠκούσαμεν,
ἀλλ᾿ ἡμεῖς γε τῶν σπουδαίων ἕνεκα οἷς οὐκ ἀμφίβολα τὰ λεγόμενα γίνεται ὡς ἔχει τὰ
τῆς ἀληθείας λέξωμεν.
18. ι´. ἤδη μὲν οὖν τῷ τάφῳ παρατιθέντος [λεγε· παρατεθέντος] τοῦ ἁγίου αὐτοῦ λειψάνου,
τὴν νῆσον παραπλέον ἔτυχεν πλοῖον ἐν ᾧ ἐπέπλει Γρηγόριός τις τοὔνομα, ἀφανῶς ὑπὸ
δαίμονος ὀχλούμενος. πράξας οὖν παρρησίᾳ καὶ σπαραχθεὶς βιαίως πρὸς τῇ θαλάσσῃ ἑαυτὸν
καταποντίζειν ἠπείγετο. οἱ δὲ συμπλέοντες τούτου λαβόμενοι πρὸς τῇ νήσῳ ἀπέθεντο·
ὀξέως οὖν ὑπὸ τοῦ δαίμονος μαστιζόμενος, τῷ σηκῷ τοῦ ἁγίου προστρέχει, πεσών τε
πρηνὴς ἐπ᾿ αὐτῷ καὶ τὴν αὐτὴν ἀναλώσας ἡμέραν, ἕωθεν τῇ τοῦ ἁγίου πρεσβείᾳ πρὸς
τὰ ἴδια ἀνενόχλητος ἀπῆρεν.
19. ια´. ταῦτα οὖν καὶ Δημητρίῳ θαυματουργεῖ, ἐν ὀλίγαις ἡμέραις τοῦ ἀκαθάρτου πνεύματος
ἀποκαθάρας.
ιβ´. μεθ᾿ ὃν τῶν δύο μοναζόντων ἐνεργεῖ τὴν παράδοξον ἴασιν, τὸν μὲν ἀλάλου πνεύματος
[p. 163] ἀπαλλάξας, τὸν δὲ ὑπὸ τοιούτου τιμωρούμενον καὶ ἁλύσεσιν κατεχόμενον, ἑκατέρων
λύσας, ὑγιῆ παρεπέμψατο.
20. ιγ´. τῇ αὐτῇ χάριτι εὐεργούμενος τῶν δύο παίδων τὴν σωτηρίαν ἐνήργησεν, τὸν
μὲν ἄλαλον λάλον ἀπεργασάμενος, τὸν δὲ τοῦ ἀλάλου πνεύματος ἐκλυτρωσάμενος.
21. ιδ´. οὕτω τοῦ μονάζοντος τὸν ἐμφωλεύοντα βάτραχον ἐν τῇ κοιλίᾳ τῇ τοῦ ἐλαίου
προσπόσει ἀπήλασεν.
22. ιε´. οὕτω τῇ γυναικὶ τὰ τῆς αὐστηρότητος ἐπέδειξεν, τὴν αἰτερικὴν [λεγε· ἑταιρικὴν]
ἐπωμίδα διαρρήξας καὶ ἀνήνυτα τὰ τῆς δεήσεως παραδείξας. πλείστων οὖν τῷ τάφῳ τοῦ
ἁγίου συντρεχόντων καὶ κατάλληλον τοῖς νοσήμασιν τὴν ἴασιν δεχομένων, κόρον ἡ αὐτῶν
ἐξήγησις ἐμποιεῖ· οὐ μόνον γὰρ τὸ πλῆθος τῶν δαιμονώντων [λεγε· δαιμονιώντων] θεραπεύει,
ἀλλὰ καὶ παραλύτους σφίγγει, καὶ τυφλοῖς τὸ βλέπειν χαρίζεται, καὶ πάθη κρυπτόμενα
τῇ χρίσει τοῦ πατρὸς καιομένου [λεγε· προσκαιομένου] αὐτῷ ἐλαίου, φυγαδεύει. ὧν
τὴν καθ᾿ ἕκαστα διήγησιν ἑτέροις ταμιευσάμενοι, ἴδιον τὸν περὶ τούτων ὁριζόμεθα
λόγον.
23. ἀλλὰ ταῦτα μὲν ὦ τιμία κεφαλή, μικρὰ ἐκ μεγάλων, Σάββας ὁ τῶν σῶν κατορθωμάτων
αὐτόπτης διεξῆλθον, ἑτέρῳ μὲν χρησάμενος, αὐτὸς δὲ τὸν λόγον προστησάμενος. διὸ
μὴ τὰ ἐλλείποντα, ἀλλὰ τὸν πόθον ἐπιμετρῶν πρὸς τοῦτόν σου τῶν δωρεῶν ἀντεισφέροις·
τὴν γὰρ κατ᾿ ἀξίαν τῶν ἀρετῶν σου διήγησιν οὐδὲ μυρίαι γλῶσσαι, εἰ καὶ πρὸς ταῦτα
εὐδοκίμως ἔχουσιν, ἐξισχύουσιν ἐπελθεῖν. δέξαι οὖν ταῦτα, τὴν σὴν μεγάλην ῥοπὴν
ἀντιδιδούς, καὶ ὡσέτι περιὼν τὰ τῆς ἐμῆς διώρθου ἀσθενείας, οὕτω τὰ τῇδε παραδραμών,
ταύτην ἐπιστηρίζων μὴ διαλείποις. ὁρᾷς ὅσον ἐγὼ τῆς σῆς ἀρετῆς ἀπολείπομαι, ὁ οὐκ
ἄξιος τῆς ποίμνης σου διάδοχος. ταύτην μὴ τῇ ἐμῇ εὐτελείᾳ, ἀλλὰ σαυτῷ κατεγχείρισον·
ἔχεις καὶ μὴ παρὼν ἐν σώματι τῇ πρὸς θεὸν παρρησίᾳ σου τὸ δύνασθαι. συμποίμαινον
ὡς ζῶν τὸ ποίμνιον, ὁ τοῖς οἰκείοις συμπόνοις συνεστήσω, ὑπὲρ οὗ τὰς ἐν βίῳ κακοπαθείας
ὑπέστης. δεῖξον τοῦτο κατόπιν βαδίζων, κἀμὲ τοῖς σοῖς ἴχνεσιν ἑπόμενον τῇ ἀπαύστῳ
σου πρὸς θεὸν πρεσβείᾳ, ἵνα πάντες ἐν σοὶ καταντήσαντες σὺν σοὶ τῶν αἰωνίων ἀγαθῶν
ἐπιτύχωμεν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ·
ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, νῦν
καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
**********************************************************